TLG 2035 123 :: ATHANASIUS :: Epistula ad Eupsychium (fragmenta) ATHANASIUS Theol. Epistula ad Eupsychium (fragmenta) Citation: Volume — page — (line) | ||
26.1245(50) | Ἀθανάσιος μὲν ἐν τῇ προλεχθείσῃ πρὸς Εὐψύχιον ἐπιστολῇ, ἧς ἡ ἀρχή· Ἐφ’ οἷς μὲν ᾠήθης ἡμᾶς, εὐ‐ λαβέστατε, μεθ’ ἕτερά φησι· Κοινὸς ὁ τῶν προβάτων | |
καρπός· τοῦτο δὲ τὸ νωτιαῖον θέρος, τὸ ἔριον εἰς | 1245 | |
26.1248 | κοινὴν χρῆσιν τοῖς ἅπασι προκείμενον. Ἀλλ’ ὅταν τῇ ἐκ τῆς θαλάττης προσομιλήσῃ βαφῇ, προφύρα λέγε‐ ται, καὶ τῆς προσηγορίας ἀμειβομένης, καὶ τῆς χρή‐ σεως κατ’ ἐξαίρετον βασιλεῦσι μόνοις ἁρμόττειν λα‐ | |
5 | χούσης. Καὶ ἔστιν ἔρια, καὶ οὐκ ἔστι· τὴν μὲν φύσιν ἐκεῖνο ὅπερ πρότερον ἦν, τὴν δὲ χρῆσιν οὐκέτι. Φεύ‐ γει γὰρ τὴν κοινότητα διὰ τὸ τοῦ χρωμένου ἀξίωμα· οὕτω γοῦν καὶ ἡ σὰρξ τῆς κοινῆς ληφθεῖσα φύσεως, ἐπειδὴ γέγονε περιβόλαιον βασιλέως, τῆς αὐτῆς | |
---|---|---|
10 | ἠξιώθη δόξης τῷ χρησαμένῳ, κἂν μὴ τὴν φύσιν ἐγέ‐ νετο. Ὥστε Κύριος δόξης λέγεται εἰκότως καὶ καθὸ ἄνθρωπος· τῆς μὲν καθ’ αὑτὸν φύσεως προσιεμένης τὸ πάθος, τῆς δὲ ὕβρεως διαβαινούσης ἐπ’ αὐτὸν τὸν ὥσπερ ἐσθῆτι χρησάμενον τῇ σαρκί. Ὥσπερ γὰρ | |
15 | ὁ τὴν ἁλουργίδα διαῤῥήξας, ὡς ἐπιβεβηκὼς αὐτῷ τῷ βασιλεῖ τὴν τιμωρίαν ὑπέχει· καί τοι γε οὐδὲν δεινὸν αὐτὸς πέπονθεν ὁ βασιλεὺς, τῆς δὲ πορφύρας τὸ πά‐ θος ἐπ’ αὐτὸν ἀνήνεκται· οὕτω καὶ τὸ τῆς σαρκὸς πά‐ θος μὲν ἐν τῇ ἀπαθείᾳ τοῦ λόγου διὰ τῆς ὕβρεως ἐπ’ | |
20 | αὐτὸν ἐληλυθέναι λέγεται. Καὶ διὰ τοῦτο Παῦλος τὸν Δεσπότην Χριστὸν, καθὸ ἄνθρωπον Υἱὸν Θεοῦ παρα‐ δίδωσι, καὶ πρὸ τούτου Γαβριὴλ ὁ ἀρχάγγελος τὸν παράδοξον τόκον εὐαγγελιζόμενος τῇ Μαρίᾳ, Χαῖρε, φησὶ, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Ἰδοὺ σὺ | |
25 | ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσουσιν αὐτὸν Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψί‐ στου κληθήσεται. Ὥστε καλεῖται Υἱὸς Θεοῦ Ἰησοῦς, οὐκ εἰς θείαν φύσιν τῆς σαρκὸς μεταβληθείσης, ἀλλὰ τῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τὴν ὁμώνυμον ἀξίαν | |
30 | λαβούσης. | 1247 |