TLG 2035 121 :: ATHANASIUS :: Epistula ad Epiphanium (fragmentum ap. Chronicon paschale) ATHANASIUS Theol. Epistula ad Epiphanium (fragmentum ap. Chronicon paschale) Citation: Volume — page — (line) | ||
26.1257(39) | Καὶ Ἀθανάσιος δὲ ὁ μέγας τῆς Ἀλεξανδρέων | |
40 | Ἐκκλησίας φωστὴρ, ἐν τῇ μνημονευθείσῃ πρὸς Ἐπι‐ φάνιον ἐπίσκοπον ἐπιστολῇ διδάσκει λέγων οὕτως· Οὐκοῦν ὥσπερ συνήθλησας, καὶ συνεχάρης, οὕτω καὶ τοῦ μέμφεσθαι παῦσαι· καὶ μᾶλλον εὔχου ἵνα τοῦ λοιποῦ ἡ μὲν Ἐκκλησία βεβαίαν τὴν εἰρήνην ἔχῃ, καὶ | |
---|---|---|
45 | παύσωνται αἱ αἱρέσεις τῆς μιαιφόνου προαιρέσεως· παύσωνται δὲ καὶ οὗτοι φιλονεικοῦντες, οἱ ἐφευρόντες ἑαυτοῖς ζητήματα, προφάσει μὲν τοῦ σωτηριώδους Πάσχα, ἔργῳ δὲ τῆς ἰδίας ἔριδος χάριν μάλιστα· ὅτι, ἐξ ἡμῶν εἶναι δοκοῦντες καὶ Χριστιανοὶ αὐχοῦντες | |
26.1257(50) | λέγεσθαι, ζηλοῦσι τούτων προδεδωκότων Ἰουδαίων. Ὁποία γὰρ αὐτοῖς καὶ πιθανὴ ἀπολογία γένοιτ’ ἂν | |
ἄρα ἐπειδὴ γέγραπται· Τῇ δὲ πρώτῃ τῶν Ἀζύμων, | 1257 | |
26.1260 | καὶ ἐν ᾖ ἔδει θύειν τὸ Πάσχα. Ἀλλὰ ἐγίνετο τότε καλῶς· νυνὶ, κατὰ τὸ γεγραμμένον· Ἀεὶ πλανῶνται | |
τῇ καρδίᾳ. | 1259 |