TLG 2035 119 :: ATHANASIUS :: Epistula ad Jovianum ATHANASIUS Theol. Epistula ad Jovianum Citation: Volume — page — (line) | ||
26.813(31t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ‐ | |
32t | ΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ | |
---|---|---|
33t | ΠΡΟΣ ΙΩΒΙΑΝΟΝ ΠΕΡΙ ΠΙΣΤΕΩΣ. | |
34 | Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς | |
35 | προαίρεσις καὶ πόθος τῶν οὐρανίων· οὕτω γὰρ ἀλη‐ θῶς καὶ τὴν καρδίαν ἕξις ἐν χειρὶ Θεοῦ. Θελη‐ σάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ’ ἡμῶν τὴν τῆς καθολικῆς Ἐκκλησίας πίστιν, εὐχαριστή‐ σαντες ἐπὶ τούτοις τῷ Κυρίῳ, ἐβουλευσάμεθα μᾶλ‐ | |
40 | λον πάντων τὴν παρὰ τῶν Πατέρων ἐν Νικαίᾳ ὁμο‐ λογηθεῖσαν πίστιν ὑπομνῆσαι τὴν σὴν εὐσέβειαν. Ταύτην γὰρ ἀθετήσαντές τινες, ἡμῖν μὲν ποικίλως | |
ἐπεβούλευσαν, ὅτι μὴ ἐπειθόμεθα τῇ Ἀρειανῇ αἱρέ‐ | 813 | |
26.816 | σει· αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχισμάτων τῇ καθολικῇ Ἐκκλησίᾳ. Ἡ μὲν γὰρ ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν Κύριον πίστις φανερὰ πᾶσι καθέ‐ στηκεν, ἐκ τῶν θείων Γραφῶν γινωσκομένη τε καὶ | |
5 | ἀναγινωσκομένη. Ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειω‐ θέντες ἐμαρτύρησαν, καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν Κυρίῳ· καὶ ἔμεινεν ἂν ἡ πίστις ἀβλαβὴς διὰ παν‐ τὸς, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆ‐ σαι ταύτην ἐτόλμησεν. Ἄρειος γάρ τις καὶ οἱ σὺν | |
10 | αὐτῷ διαφθεῖραι ταύτην, καὶ ἀσέβειαν κατ’ αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. Πολλοὺς δὲ τούτοις ἠπάτησαν τοῖς λόγοις, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι | |
15 | αὐτῶν τῇ βλασφημίᾳ· καίτοι φθάσαντες μὲν οἱ ἅγιοι Πατέρες ἡμῶν συνελθόντες, ὡς προείπομεν, κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον, ἀνεθεμάτισαν· τὴν δὲ τῆς καθολικῆς Ἐκκλησίας πίστιν ὡμολόγησαν ἐγγρά‐ φως, ὥστε, ταύτης πανταχοῦ κηρυττομένης, ἀπο‐ | |
20 | σβεσθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετι‐ κῶν. Ἦν μὲν οὖν αὕτη πανταχοῦ κατὰ πᾶσαν Ἐκ‐ κλησίαν ἀδόλως γινωσκομένη τε καὶ κηρυττομένη· ἀλλ’ ἐπειδὴ νῦν, τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶ‐ σαι βουλόμενοί τινες, ταύτην μὲν τὴν ἐν Νικαίᾳ παρὰ | |
25 | τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν ἐτόλμησαν ἀθε‐ τῆσαι, καὶ σχηματίζονται μὲν ὁμολογεῖν αὐτὴν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοού‐ σιον, καὶ αὐτοὶ βλασφημοῦντες εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι αὐ‐ | |
30 | τὸ, καὶ ποίημα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι· ἀναγ‐ καίως, θεωρήσαντες τὴν τῆς ἐκ τοιαύτης βλασφη‐ μίας βλάβην γινομένην κατὰ τῶν λαῶν, ἐπιδοῦ‐ ναι τῇ σῇ εὐλαβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια ἃ μετὰ πάσης ἀκριβείας γέγραπται, καὶ ὅσον | |
35 | πλανῶνται οἱ παρὰ ταύτην διδάσκοντες. Γίνωσκε γὰρ, θεοφιλέστατε Αὔγουστε, ὅτι ταῦτα μὲν ἐξ αἰῶνός ἐστι κηρυττόμενα, ταύτην δὲ οἱ ἐν Νικαίᾳ συνελθόντες ὡμολόγησαν Πατέρες, καὶ ταύ‐ τῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ πανταχοῦ | |
40 | κατὰ τόπον Ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν, καὶ Βρετανίαν, καὶ Γαλλίας, καὶ τῆς Ἰταλίας πά‐ σης, καὶ Δαλματίας, Δακίας τε καὶ Μυσίας, Μακε‐ | |
δονίας, καὶ πάσης τῆς Ἑλλάδος, καὶ κατὰ τὴν Ἀφρι‐ | 815 | |
26.817 | κὴν πᾶσαν, καὶ Σαρδανίαν, καὶ Κύπρον, καὶ Κρή‐ την, Παμφυλίαν τε, καὶ Λυκίαν, καὶ Ἰσαυρίαν, καὶ αἱ κατ’ Αἴγυπτον καὶ τὰς Λιβύας καὶ Πόντον καὶ Καππαδοκίαν, καὶ αἱ πλησίον ἡμῶν, καὶ | |
5 | αἱ κατὰ ἀνατολὰς Ἐκκλησίαι, παρὲξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. Ἁπάντων γὰρ τῶν προειρη‐ μένων καὶ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην, καὶ γράμ‐ ματα ἔχομεν. Καὶ οἶδας, ὦ θεοφιλέστατε Αὔγου‐ στε, ὅτι, κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ | |
10 | πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν, πάσης τῆς οἰ‐ κουμένης τὴν ἀποστολικὴν πίστιν κρατούσης. Ἐκεῖ‐ νοι γὰρ, πολλῷ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον ἀνθίστανται νῦν τῇ εὐσε‐ βείᾳ. Καὶ ὑπὲρ τοῦ γινώσκειν τὴν σὴν εὐσέβειαν, | |
15 | καίτοι γινώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τῶν ἐπισκόπων ὑποτάξαι. Ἔστι μὲν οὖν ἡ παρὰ τῶν Πατέρων ὁμο‐ λογηθεῖσα πίστις ἐν Νικαίᾳ αὕτη· Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκρά‐ τορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ | |
20 | εἰς τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτ‐ έστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννη‐ θέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι’ οὗ τὰ | |
25 | πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμε‐ τέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς, ἐρχόμενον | |
30 | κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Τοὺς δὲ λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ, Πρὶν γενηθῆναι, οὐκ ἦν, καὶ ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκον‐ τας εἶναι, ἢ κτιστὸν, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν | |
35 | Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία. Ταύτῃ τῇ πίστει, Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον, ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα με‐ τακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ | |
40 | πεποιήκασιν οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν Υἱὸν τοῦ Θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς, καὶ ποιητὸς, καὶ τρεπτός ἐστι. Διὰ τοῦτο γὰρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀλη‐ | |
45 | θείας πίστιν ὡμολόγησεν. Οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρή‐ | |
κασι τὸν Υἱὸν τῷ Πατρὶ, ἵνα μὴ ἁπλῶς ὅμοιος Θεῷ, ἀλλ’ | 817 | |
26.820 | ἐκ Θεοῦ Θεὸς ἀληθινὸς πιστεύηται· ἀλλ’ ὁμοούσιος ἔγρα‐ ψαν, ὅπερ ἴδιον ἦν γνησίου καὶ ἀληθινοῦ Υἱοῦ, ἀληθινοῦ καὶ φύσει τοῦ Πατρός. Ἀλλ’ οὐδὲ ἀπηλ‐ λοτρίωσαν τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Πατρὸς καὶ | |
5 | τοῦ Υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας Τριάδος πίστει, διὰ | |
τὸ καὶ μίαν εἶναι ἐν τῇ ἁγίᾳ Τριάδι θεότητα. | 819 |