TLG 2035 117 :: ATHANASIUS :: Oratio quarta contra Arianos [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Oratio quarta contra Arianos [Sp.]

Source: Stegmann, A. (ed.), Die pseudoathanasianische ‘IVte Rede gegen die Arianer‘ als ‘κατὰ Ἀρειανῶν λόγος‘ ein Apollinarisgut. Rottenburg: Bader, 1917: 43–87.

Citation: Section — (line)

1

(t)

Κατὰ Ἀρειανῶν λόγος.
1 Ἐκ θεοῦ θεός ἐστιν ὁ λόγος· καὶ «θεὸς γὰρ ἦν ὁ λόγος»· καὶ πάλιν· «ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστός, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν». Καὶ ἐπειδὴ ἐκ θεοῦ θεός
ἐστι καὶ τοῦ θεοῦ λόγος, σοφία, υἱὸς καὶ δύναμίς ἐστιν ὁ Χριστός,43
5διὰ τοῦτο εἷς θεὸς ἐν ταῖς θείαις γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ θεοῦ υἱὸς ὢν ὁ λόγος, εἰς αὐτόν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι πατέρα καὶ υἱόν, μονάδα δὲ θεότητος ἀδιαί‐ ρετον καὶ ἄσχιστον. Λεχθείη δ’ ἂν καὶ οὕτως· μία ἀρχὴ θεότητος, καὶ οὐ δύο ἀρχαί, ὅθεν κυρίως καὶ μοναρχία ἐστίν. Ἐξ αὐτῆς δὲ
10τῆς ἀρχῆς ἐστι φύσει υἱὸς ὁ λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθ’ ἑαυτὸν ὑφεστὼς οὐδ’ ἔξωθεν ταύτης γεγονώς, ἵνα μὴ τῇ ἑτερότητι δυαρ‐ χία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος υἱός, ἰδία σοφία, ἴδιος λόγος ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην «ἐν» ταύτῃ «τῇ ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν»·
15θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστιν, διὰ τοῦτο καὶ «θεὸς ἦν ὁ λόγος». Ὥσπερ δὲ μία ἀρχή, καὶ κατὰ τοῦτο εἷς θεός, οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις μία ἐστὶν ἡ λέγουσα «ἐγώ εἰμι ὁ ὤν», καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί. Ἐκ δὲ τῆς μιᾶς φύσει καὶ ἀληθῶς υἱὸς ὁ λόγος, ἡ σοφία, ἡ
20δύναμις ἰδία ὑπάρχουσα αὐτῆς καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαί, οὕτως ὁ ἐκ τῆς μιᾶς λόγος οὐ διαλελυμένος ἢ ἁπλῶς φωνὴ σημαντική, ἀλλ’ οὐσιώδης λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ υἱὸς ἀληθῶς. Εἰ γὰρ δὴ μὴ οὐσιώ‐ δης εἴη, ἔσται ὁ θεὸς λαλῶν εἰς ἀέρα καὶ σῶμα οὐδὲν πλέον ἔχων
25τῶν ἀνθρώπων. Ἐπειδὴ δὲ οὐκ ἔστιν ἄνθρωπος, οὐκ ἂν εἴη οὐδὲ
ὁ λόγος αὐτοῦ κατὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ὥσπερ γὰρ μία οὐσία ἡ ἀρχή, οὕτως εἷς οὐσιώδης καὶ ὑφεστὼς ὁ ταύτης λό‐ γος καὶ ἡ σοφία. Ὡς γὰρ ἐκ θεοῦ θεός ἐστι καὶ ἐκ σοφοῦ σοφία καὶ ἐκ λογικοῦ λόγος καὶ ἐκ πατρὸς υἱός, οὕτως ἐξ ὑποστάσεως44
30ὑπόστατος καὶ ἐξ οὐσίας οὐσιώδης καὶ ἐνούσιος καὶ ἐξ ὄντος ὤν.

2

Ἐπεὶ εἰ μὴ οὐσιώδης σοφία καὶ ἐνούσιος λόγος καὶ ὢν υἱός, ἀλλ’ ἁπλῶς σοφία καὶ λόγος καὶ υἱὸς ἐν τῷ πατρί, εἴη ἂν αὐτὸς ὁ πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, ἀκο‐ λουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ πα‐
5τήρ, καὶ ὁ υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν καὶ γεννώμενος ὑφ’ ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ λόγος, καὶ σοφία, καὶ υἱός, οὐχ ὑφέστηκε δέ, καθ’ οὗ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν θεόν. Ἀλλ’ εἰ τοῦτο,
10εἴη ἂν αὐτὸς ἑαυτοῦ πατὴρ καὶ υἱός· πατὴρ μέν, ὅτε σοφός, υἱὸς δέ, ὅτε σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ θεῷ· ἄπαγε! ἀπρεπὲς τοῦτο· εὑρεθήσεται γὰρ σύνθετος ὁ θεὸς ἐξ οὐσίας καὶ ποιότητος. Πᾶσα γὰρ ποιότης ἐν οὐσίᾳ ἐστίν. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς ἀδιαίρετος οὖσα σύνθετος φανήσεται, τεμνομένη εἰς
15οὐσίαν καὶ συμβεβηκός. Πευστέον οὖν τῶν προπετῶν· ὁ υἱὸς σοφία καὶ λόγος ἐκηρύχθη τοῦ θεοῦ· πῶς τοίνυν ἐστίν; Εἰ μὲν ὡς ποιότης, ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ θεός, καὶ τὸ ἐκ τούτου ἄτοπον εἴρηται παρὰ Σαβελλίῳ. Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ τοῦ πατρὸς κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ
20πυρὸς φῶς, οὕτως ἐκ θεοῦ λόγος καὶ σοφία ἐκ σοφοῦ καὶ ἐκ πατρὸς υἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶ
ὁ ταύτης υἱὸς λόγος οὐκ ἀνούσιος οὐδὲ οὐχ ὑφεστώς, ἀλλ’ οὐσιώ‐ δης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα, ἃ λέγεται, κατ’ ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. Εἰ δὲ φευκτέον τὸ45
25ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς πατήρ, οὕτως ἀληθῶς σοφία. Κατὰ τοῦτο οὖν δύο μέν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς πατὴρ καὶ υἱός, ἀλλ’ ὁ πα‐ τὴρ πατήρ, καὶ ὁ υἱὸς υἱός, ἓν δέ, ὅτι υἱὸς τῆς οὐσίας τοῦ πατρός ἐστι φύσει, ἴδιος ὑπάρχων λόγος αὐτοῦ. Τοῦτο ὁ κύριος ἔλεγεν· «ἐγὼ
30καὶ ὁ πατὴρ ἕν ἐσμεν». Οὔτε γὰρ ὁ λόγος κεχώρισται τοῦ πατρός, οὔτε ὁ πατὴρ ἄλογος πώποτε ἦν ἤ ἐστιν. Καὶ ὁ λόγος οὖν θεὸς καὶ ὁ πατὴρ οὐκ ἄλογος· διὰ τοῦτο «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» εἴρηκεν.

3

Καὶ πάλιν ὁ Χριστὸς λόγος τοῦ θεοῦ ἐστιν. Πότερον οὖν ἀφ’ ἑαυτοῦ ὑπέστη καὶ ὑποστὰς προσκεκόλληται τῷ πατρί; ἢ ὁ θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ λόγον; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τό· ἑαυτῷ ὑπέστη καὶ θεός ἐστιν, δύο ἂν εἶεν
5ἀρχαί, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ πατρὸς ἴδιος διὰ τὸ μὴ αὐ‐ τοῦ τοῦ πατρός, ἀλλ’ ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ θεοῦ λέγειν αὐτόν. Εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστιν· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο,
10ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν καὶ γεννώμενον καὶ γεννῶν,
ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δέ, ἔσται καὶ γεννῶν καὶ μὴ γεννῶν· γεννῶν μέν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δέ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατ’ ἐπίνοιαν λεγόμενος ὁ αὐτὸς πατὴρ καὶ υἱός.46
15Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, πατὴρ καὶ υἱός, ἓν δέ, ὅτι ὁ υἱὸς οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν γέννημα, μόνον δὲ λέγει ὑπάρχειν τὸν λόγον σὺν τῷ θεῷ, φοβηθήτω ὁ τοιοῦτος, μὴ φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγό‐ μενον ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν θεόν· μὴ διδοὺς
20γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν λόγον, ἀλλ’ ἁπλῶς κεκολλῆσθαι τῷ πατρὶ λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δ’ ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ πατρὸς λάβοι· εἷς γὰρ πατὴρ καὶ οὐ δύο, ἀλλ’ ἐκ τοῦ ἑνὸς ὁ υἱός. Ὥσπερ οὖν οὐ δύο πατέρες, ἀλλ’ εἷς, οὕ‐
25τως οὐ δύο ἀρχαί, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιώδης ὁ υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλί‐ ζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός.

4

Λεκτέον οὖν· ὁ θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐ‐ ναντίον, ἄσοφος καὶ ἄλογος. Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν λόγον καὶ τὴν σοφίαν
5ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προσδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ἐξ οὐκ ὄντων, οὐδ’ ἦν ποτε ὅτε οὐκ ἦν· ἀεὶ γὰρ ἦν, ἐπεὶ καὶ οὗ ἐστιν εἰκών, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ λέγωσιν, ὅτι σοφὸς μὲν ἔστι
καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν ἑαυτῷ σοφίαν καὶ ἴδιον λόγον,47
10οὐ τὸν Χριστὸν δέ, ἀλλ’ ἐν ᾧ καὶ τὸν Χριστὸν ἐποίησεν, λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ λόγῳ γέγονεν, δῆλον ὅτι καὶ τὰ πάντα. Καὶ αὐτὸς ἂν εἴη, περὶ οὗ λέγει Ἰωάννης· «πάντα δι’ αὐ‐ τοῦ ἐγένετο» καὶ ὁ Ψαλμῳδὸς δέ· «πάντα ἐν σοφίᾳ ἐποίησας». Εὑρεθήσται δὲ ὁ Χριστὸς ψευδόμενος «ἐγὼ ἐν τῷ πατρί», ὄντος
15ἑτέρου ἐν τῷ πατρί· καὶ «ὁ λόγος δὲ σὰρξ ἐγένετο» οὐκ ἀληθὲς κατ’ αὐτούς. Εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σάρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ πατρὶ λόγος, δι’ οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ Χριστὸς οὐ γέγονε σάρξ, ἀλλ’ ἴσως ὠνομάσθη λόγος ὁ Χρι‐ στός. Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα·
20ἔπειτα οὐ δι’ αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλ’ ἐν ἐκείνῳ, ἐν ᾧ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν ὡς ποιότητα εἶναι ἐν τῷ πατρὶ τὴν σοφίαν ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἄτοπα τὰ ἐν τοῖς ἔμ‐ προσθεν εἰρημένα. Ἔσται γὰρ σύνθετος καὶ αὐτὸς ἑαυτοῦ υἱὸς καὶ πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτούς,
25ὅτι ὁ ἐν τῷ θεῷ λόγος οὐκ ἂν εἴη κτίσμα οὐδὲ ἐκ τοῦ μὴ ὄντος. Ὄντος δὲ ἅπαξ ἐν θεῷ λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», ὁ διὰ τοῦτο καὶ μονο‐ γενὴς ὤν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος υἱός, ὅς ἐστι λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων
30ὁ θεός, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα λόγῳ δημιουρ‐ γεῖ, οὕτως κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν λόγον,
δι’ οὗ καὶ δημιουργεῖ καὶ κτίζει καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ λόγῳ καὶ τῇ σοφίᾳ τὰ πάντα γέγονεν, καὶ τῇ διατάξει αὐτοῦ δια‐ μένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ υἱοῦ· εἰ ἄγονος, καὶ48
35ἀνενέργητος ὁ θεός· γέννημα γὰρ αὐτοῦ ὁ υἱός, δι’ οὗ ἐργάζεται. Εἰ δὲ μή, αἱ αὐταὶ ἐρωτήσεις καὶ τὰ αὐτὰ ἄτοπα τοῖς ἀναισχυν‐ τοῦσιν ἀκολουθήσει.

5

Ἐκ τοῦ Δευτερονομίου· «ὑμεῖς δὲ οἱ προσκείμενοι κυρίῳ τῷ θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον». Ἐκ τούτου δυνατὸν εἰ‐ δέναι τὴν διαφορὰν καὶ γνῶναι, ὅτι οὐκ ἔστι κτίσμα ὁ υἱὸς τοῦ θεοῦ. Ὁ μὲν γὰρ υἱὸς λέγει· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καί·
5«ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· τὰ δὲ γενητά, ὅτ’ ἂν προκόπτῃ, πρόσκειται τῷ κυρίῳ. Ὁ μὲν γὰρ λόγος ὡς ἴδιος ἐν τῷ πατρί ἐστιν· τὰ δὲ γενητὰ ἔξωθεν ὄντα πρόσκειται ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα. Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος
10προσκείσεται τῷ γένει. Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι «ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ θεὸς ἐγγίζων»; καὶ ἀλλαχοῦ· «θεὸς ἐγγίζων ἐγώ». Τοῖς γὰρ γενητοῖς ἐγγίζει ὡς ξένοις αὐτοῦ οὖσιν,
τῷ δὲ υἱῷ ὡς ἰδίῳ οὐκ ἐγγίζει. ἀλλ’ ἐν αὐτῷ ἐστιν· καὶ ὁ υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν49
15αὐτῷ τῷ Δευτερονομίῳ· «τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε». Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.

6

Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρεια‐ νῶν, διὰ τὸ ὑπονοεῖν τὸν κύριον ἐνδεᾶ, ὅταν λέγῃ· «ἐδόθη μοι» καὶ «ἔλαβον», καὶ ἐὰν λέγῃ ὁ Παῦλος· «διὰ τοῦτο ὑπερύψωσεν αὐτόν» καὶ «ἐκάθισεν ἐν δεξιᾷ» καὶ τὰ τοιαῦτα, λεκτέον, ὅτι ὁ
5κύριος ἡμῶν, λόγος ὢν υἱὸς τοῦ θεοῦ, ἐφόρησε σῶμα καὶ γέγονε καὶ υἱὸς ἀνθρώπου, ἵνα «μεσίτης γενόμενος θεοῦ καὶ ἀνθρώπων» τὰ μὲν θεοῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ θεῷ διακονῇ. Ὅταν οὖν λέ‐ γηται πεινᾷν καὶ δακρύειν καὶ κοπιᾷν καὶ «ἐλωῒ, ἐλωῒ», ἀνθρώ‐ πινα ὄντα καὶ ἡμέτερα πάθη, δέχεται παρ’ ἡμῶν καὶ τῷ πατρὶ
10ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ ἐξαφανισθῇ· ὅταν δέ, ὅτι «ἐδόθη μοι ἐξουσία» καὶ «ἔλαβον» καὶ «διὰ τοῦτο ὑπερ‐ ύψωσεν αὐτὸν ὁ θεός», τὰ παρὰ τοῦ θεοῦ εἰς ἡμᾶς ἐστι χαρίσ‐ ματα δι’ αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ λόγος ἐνδεὴς ἦν ἢ γέγονε πώ‐ ποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα·
15διὰ δὲ τοῦ λόγου δίδοται ἡμῖν· διὰ τοῦτο ὡς αὐτῷ διδόμενα ἡμῖν με‐ ταδίδοται· διὰ τοῦτο γὰρ καὶ ἐνηνθρώπησεν, ἵνα ὡς αὐτῷ διδόμενα
εἰς ἡμᾶς διαβῇ. Ἄνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων· λόγος δὲ πάλιν μόνος, οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ λόγος, καὶ τότε ἐξουσίαν ἡμῖν μετέδωκε καὶ ὑπερύψωσεν. Ἐν50
20ἀνθρώπῳ γὰρ ὢν ὁ λόγος ὑπερύψωσε τὸν ἄνθρωπον· καὶ ἐν ἀν‐ θρώπῳ ὄντος τοῦ λόγου ἔλαβεν ὁ ἄνθρωπος. Ἐπεὶ οὖν τοῦ λό‐ γου ὄντος ἐν σαρκὶ ὑψώθη ὁ ἄνθρωπος καὶ ἔλαβεν ἐξουσίαν, διὰ τοῦτο εἰς τὸν λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι’ αὐτὸν ἐδόθη· διὰ γὰρ τὸν ἐν ἀνθρώπῳ λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσ‐
25περ «ὁ λόγος σὰρξ ἐγένετο», οὕτως καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ λόγου εἴληφεν. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ λόγος λέ‐ γεται εἰληφέναι, ἵνα δειχθῇ, ὅτι οὐκ ἄξιος ὢν ὁ ἄνθρωπος λα‐ βεῖν, ὅσον ἧκεν εἰς τὴν αὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα λόγον εἴληφεν. Ὅθεν ἐάν τι λέγηται δίδοσθαι τῷ κυρίῳ ἤ τι τοι‐
30οῦτον, νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρῄζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ διὰ τοῦ λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς τὴν χάριν λαμβάνει οὐ χρῄζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει.

7

Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφ‐ θῆναι, οὕτως τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει
5γοῦν ὁ κύριος· «πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς», καὶ πάλιν· «ὑπὲρ αὐτῶν ἐρωτῶ». Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος καὶ ἐδίδου, ἃ ἐλάμβανεν. Ἐπειδὴ οὖν συναφθέντος
τοῦ λόγου τῷ ἀνθρώπῳ εἰς τὸν λόγον ἀποβλέπων ἐχαρίζετο ὁ πα‐ τὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα51
10τοιαῦτα· διὰ τοῦτο αὐτῷ τῷ λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ διδόμενά ἐστιν, ἃ δι’ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ δι’ ἡμᾶς ἐνηνθρώπησεν αὐτός, οὕτως ἡμεῖς δι’ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον, εἰ ὥσπερ δι’ ἡμᾶς ἐταπείνωσεν ἑαυτόν, οὕτως καὶ δι’ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. «Ἐχαρίσατο» οὖν αὐτῷ ἀντὶ τοῦ ‚ἡ‐
15μῖν δι’ αὐτόν‛ καὶ «ὑπερύψωσεν» ἀντὶ τοῦ ‚ἡμᾶς ἐν αὐτῷ‛. Καὶ αὐτὸς δὲ ὁ λόγος, ἡμῶν ὑψουμένων καὶ λαμβανόντων καὶ βοη‐ θουμένων, ὡς αὐτὸς ὑψούμενος καὶ λαμβάνων καὶ βοηθούμενος εὐχαριστεῖ τῷ πατρὶ τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων καὶ λέγων· «πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς».

8

Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται ἀρχὴν τοῦ εἶναι τῷ υἱῷ διδόντες προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βα‐ σιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ υἱῷ πρόδηλον, ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ. ὥστε
5ὁμολογοῦντες, ὃ ἀρνοῦνται, τυφλώττουσιν. Καὶ πάλιν οἱ λέγοντες μόνον ὄνομα εἶναι υἱοῦ, ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν υἱὸν τοῦ θεοῦ, τουτέστι τὸν λόγον τοῦ πατρός, προσποιοῦνται ἀγα‐ νακτεῖν κατὰ τῶν λεγόντων· ‚ἦν ποτε, ὅτε οὐκ ἦν‛. Ἔστι δὲ καὶ τοῦτο γελοῖον. Οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες ἀγανακ‐
10τοῦσι κατὰ τῶν κἂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν, ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις ὁμολογοῦσιν. Πάλιν τε οἱ περὶ Εὐ‐
σέβιον υἱὸν ὁμολογοῦντες ἀρνοῦνται αὐτὸν εἶναι φύσει λόγον, καὶ κατ’ ἐπίνοιαν λόγον λέγεσθαι τὸν υἱὸν βούλονται· οἱ δὲ ἕτεροι λόγον ὁμολογοῦντες ἀρνοῦνται αὐτὸν εἶναι υἱόν, καὶ κατ’ ἐπίνοιαν52
15υἱὸν λέγεσθαι τὸν λόγον βούλονται, ἐξ ἴσου κενεμβατοῦντες.

9

«Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθέν, καὶ μηδέ‐ τερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ ἓν διώ‐
5νυμον, Σαβελλίου τὸ ἐπιτήδευμα τὸν αὐτὸν υἱὸν καὶ πατέρα λέ‐ γοντος καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν υἱός, τὸν πατέρα, ὅτε δὲ πατήρ, τὸν υἱόν. Εἰ δὲ τὰ δύο ἕν, ἀνάγκη δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρί, καὶ ἐξ αὐτοῦ τοῦ πατρὸς εἶναι τὸν λόγον, ὥστε δύο μὲν εἶναι, ὅτι
10πατήρ ἐστιν καὶ υἱός, ὅ ἐστι λόγος, ἓν δέ, ὅτι εἷς θεός. Εἰ γὰρ μὴ οὕτως ἐστίν, ἔδει εἰπεῖν· ‚ἐγώ εἰμι ὁ πατήρ‛ ἢ ‚ἐγὼ καὶ ὁ πα‐ τήρ εἰμι‛. Νῦν δὲ ἐν τῷ ‚ἐγὼ‛ τὸν υἱὸν σημαίνει, ἐν δὲ τῷ ‚καὶ ὁ πατὴρ‛ τὸν γεννήσαντα, ἐν δὲ τῷ ‚ἓν‛ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον αὐτοῦ. Οὐ γὰρ καθ’ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σο‐
15φία ἐστίν, ἢ ὁ αὐτὸς πατὴρ καὶ λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι. Ἡ δὲ θεία διδασκαλία οἶδε πατέρα καὶ υἱόν, καὶ σοφὸν καὶ σοφίαν, καὶ θεὸν καὶ λόγον· καθόλου μέντοι
φυλάττει ἀδιαίρετον καὶ ἀδιάστατον καὶ ἀμέριστον κατὰ πάντα.53

10

Ἐὰν δέ, ὅτι δύο ἐστὶν ὁ πατὴρ καὶ ὁ υἱός, ἀκούων τις δια‐ βάλλοι, ὡς δύο θεῶν καταγγελλομένων—τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται καὶ εὐθέως γελῶσιν, ὅτι δύο θεοὺς λέγετε—λεκτέον πρὸς τοὺς τοιούτους· εἰ ὁ πατέρα καὶ υἱὸν γινώσκων δύο θεοὺς
5λέγει, ὥρα καὶ τὸν λέγοντα ἕνα ἀναιρεῖν τὸν υἱὸν καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων δύο Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ἓν Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο! Ἀλλ’ ὥσπερ ὁ λέγων πατέρα καὶ υἱὸν δύο ἕνα θεὸν λέγει, οὕτως ὁ λέγων ἕνα θεὸν δύο φρονείτω, πατέρα καὶ υἱόν, ἓν ὄντας τῇ θεότητι καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον
10καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν λόγον ἀπὸ τοῦ πατρός. Ἔστω δὲ παράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύ‐ γασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ.

11

Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσιν· κἀ‐ κεῖνοι γάρ φασι δι’ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἢ προβάληται κατ’ ἐκείνους, ἢ κτίσῃ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ
5τῷ υἱῷ χαρίζονται· οὐ γὰρ ἡμεῖς δι’ ἐκεῖνον, φασίν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν, εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι’ αὐτοῦ κτίσῃ ὁ θεός. Οὗτοι δὲ ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες
ἔλαττον τῷ θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιω‐ πῶντες μέν, ἐνθυμούμενοι δὲ ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυ‐54
10μήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ θεὸν σιωπῶντα μὲν ἀνενέρ‐ γητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται, εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ λόγος ἐν τῷ θεῷ ὢν τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύ‐ νασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν ἐν θεῷ ὤν, γεννηθεὶς δὲ τέλειος
15γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε δι’ ἡμᾶς γεγέν‐ νηται· δι’ ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἠδύνατο γὰρ καὶ ἐν πατρὶ ὢν δημιουργεῖν· ὥστε ἢ οὐ γε‐ γέννηται, ἢ γεγέννηται οὐ δι’ ἡμᾶς, ἀλλ’ ὅτι ἀεὶ ἐκ τοῦ πατρός
20ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ἐκ θεοῦ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.

12

Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι λαλήσαντα. Καὶ πόθεν προσείληφεν; Καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο ἔχων ἐν ἑαυτῷ τὸν λόγον ποιεῖν, περιτ‐
5τῶς γεννᾷ δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεν‐ νηθῆναι ἐν τῷ θεῷ ἦν ὁ λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν λέγει· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»; Εἰ δὲ νῦν ἐν τῷ πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ πατρί, ὥσπερ καὶ νῦν ἐστιν, καὶ περιττὸν τὸ λέγειν· δι’ ἡμᾶς γε‐
10γέννηται καὶ μεθ’ ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν. Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλ’ ἔστιν ὥσπερ ἦν
ἀεὶ καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων, ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ ὅπερ ἦν, τοῦτ’ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὤν, δῆλον, ὅτι οὐκ ἔστι νῦν, ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν55
15θεῷ ἦν πρότερον καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον, ὅτι οὐκ ἔστι νῦν ἐν τῷ θεῷ ὁ λόγος. Ἀλλ’ ἐλέγχει τούτους ὁ κύριος λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί»· οὕτως γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτως νῦν ἐστιν, ὥσπερ ἦν ἀεί, δῆλον, ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν θεῷ ἡσυχία
20ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλ’ ἔστιν ἀεὶ πατὴρ καὶ υἱὸς ὁ τούτου λό‐ γος, οὐκ ὀνόματι μόνον λόγος, οὐδὲ κατ’ ἐπίνοιαν υἱὸς ὁ λόγος, ἀλλ’ ὑπάρχων ὁμοούσιος τῷ πατρί, οὐ δι’ ἡμᾶς γεννηθείς· ἡμεῖς γὰρ δι’ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι’ ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν
25ἡ κτίσις, ἀνατρέχει δέ, ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ θεῷ σιωπήσει πάλιν ὁ θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν σιωπῶντος αὐτοῦ, ἡσυχία καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις.
30Ὥσπερ γὰρ προελθόντος τοῦ λόγου γέγονεν ἡ κτίσις καὶ ὑπῆρξεν, οὕτως παλινδρομοῦντος τοῦ λόγου οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν ἡ χρεία τοῦ γενέσθαι, εἰ παύσεται; Ἢ τί καὶ ἐλάλει ὁ θεός, ἵνα μετὰ ταῦτα σιωπήσῃ; Τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; Τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελεν; Τί δὲ πάλιν ἔσται,
35ἄδηλον. Ἢ γὰρ σιωπήσει ἀεὶ ἢ πάλιν γεννήσει καὶ ἑτέραν κτίσιν
ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει—ἢ γὰρ ἂν διέμεινεν ἡ γενο‐ μένη—, ἀλλ’ ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον.56

13

Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε διαβεβαιου‐ μένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν θεὸν μετὰ τῆς κτίσεως καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενό‐ τητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται·
5καὶ αὐτὸ μὲν ἔστιν, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ μονὰς πλατυνθεῖσα γέγονε τριάς, ἡ δὲ μονάς ἐστιν ὁ πατήρ, τριὰς δὲ πατήρ, υἱός, ἅγιον πνεῦμα, πρῶτον μὲν πλατυνθεῖσα ἡ μονὰς πάθος ὑπέμεινε καὶ γέγονεν, ὅπερ οὐκ ἦν (ἐπλατύνθη γὰρ οὐκ οὖσα πλατεῖα), ἔπειτα εἰ αὐτὴ ἡ μονὰς ἐπλατύνθη εἰς τριάδα,
10τριὰς δέ ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ὁ αὐτὸς ἄρα πα‐ τὴρ γέγονε καὶ υἱὸς καὶ πνεῦμα κατὰ Σαβέλλιον, ἐκτὸς εἰ μὴ λε‐ γομένη παρ’ αὐτῷ μονὰς ἄλλο τί ἐστι παρὰ τὸν πατέρα. Οὐκ ἔτι οὖν πλατύνεσθαι ἔδει λέγειν, ἀλλ’ ἡ μονὰς τριῶν ποιητική, ὥστε εἶναι μονάδα, εἶτα καὶ πατέρα καὶ υἱὸν καὶ πνεῦμα. Εἰ γὰρ ἐπλα‐
15τύνθη αὕτη καὶ ἐξέτεινεν ἑαυτήν, αὐτὴ ἂν εἴη, ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν πλατυνθεῖσα οὐκ ἔτι μονάς ἐστιν· μονὰς δὲ οὖσα οὔπω ἦν τριάς. Καὶ ὁ πατὴρ ἄρα ὢν οὔπω ἦν υἱὸς καὶ πνεῦμα· γενό‐ μενος δὲ ταῦτα, οὐκ ἔτι πατὴρ μόνον ἐστίν. Ταῦτα δὲ καταψευδό‐ μενος ἄν τις εἴποι τοῦ θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί
20γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου; Ἢ τί ἐστι τὸ πλατυνόμενον ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον;
ταὐτὸν γάρ ἐστι χρόνῳ μόνον διαφέρον ἑαυτοῦ.57

14

Τοῦτο καὶ ὁ θεῖος γινώσκει ἀπόστολος πρὸς Κορινθίους ἐπιστέλλων· «μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ ὑμεῖς, Κορίνθιοι». Τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν με‐ ταβάλλειν συμβουλεύει. Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίν‐
5θιοι καὶ στενοχωρούμενοι οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι, οὕτως εἰ ὁ πατὴρ ἐπλατύνθη εἰς τριάδα, ἡ τριὰς πάλιν ἐστὶν ὁ πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν φησίν· «ἡ καρδία ἡμῶν πε‐ πλάτυνται»· καὶ ὁ Νῶε λέγει· «Πλατύναι ὁ θεὸς τῷ Ἰάφεθ»· ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ
10μὲν οὖν ἡ μονὰς ἐπλάτυνεν, ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτῇ ἐπλά‐ τυνεν, αὐτὴ ἂν εἴη, ὅπερ ἐπλατύνθη. Τί δέ ἐστιν ἢ ὁ υἱὸς καὶ πνεῦμα ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα καλόν· τίς ἡ ἐνέργεια τοῦ τοιούτου πλατυσμοῦ; ἢ ὡς ἐπ’ αὐτῆς ἀληθείας, διὰ τί ὅλως ἐπλατύνθη; Τὸ γὰρ μὴ μένον τὸ αὐτό, ἀλλ’ ὕστερον πλα‐
15τυνόμενον, ἔχειν ἀνάγκῃ δεῖ τὴν αἰτίαν, δι’ ἣν καὶ ἐπλατύνθη. Εἰ μὲν οὖν ἵνα λόγος καὶ πνεῦμα συνῇ αὐτῷ, περιττὸν τὸ λέγειν ‚μονάσ‛, εἶτα ‚ἐπλατύνθη‛. Οὐ γὰρ ὕστερον λόγος καὶ πνεῦμα, ἀλλ’ ἀεί, ἵνα μὴ ἄλογος ὁ θεὸς κατὰ τοὺς Ἀρειανούς. Ὥστε εἰ ἀεὶ ἦν λό‐ γος καὶ πνεῦμα, ἀεὶ πλατεῖα καὶ οὐ πρῶτον μονάς. Εἰ δὲ ὕστερον
20ἐπλατύνθη, ὕστερον καὶ λόγος. Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλα‐ τύνθη καὶ γέγονε τότε τριάς, ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν τριάς. Φανήσεται δὲ ὁ πατὴρ καὶ γεγονὼς σάρξ, εἴγε αὐτὸς μονὰς ὢν ἐν τῷ ἀνθρώπῳ ἐπλατύνθη· καὶ τάχα λοιπὸν μονὰς ἔσται καὶ σὰρξ καὶ, τὸ τρίτον, πνεῦμα, εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ58
25ὀνόματι μόνον τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον. Δυνατὸν γὰρ ἦν καὶ μονάδα μένουσαν αὐτὴν πάντα ποιεῖν· οὐ γὰρ ἐνδεὴς ἦν πλατυσμοῦ ἡ μονὰς οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι. Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ θεοῦ νοεῖν καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον. Εἰ γὰρ διὰ τὴν κτίσιν ἐπλα‐
30τύνθη, ἕως δὲ μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις· πάλιν δὲ ἔσται μετὰ τὴν συντέλειαν μονὰς ἀπὸ πλατυσμοῦ· ἀναιρεθήσεται καὶ ἡ κτίσις. Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτως παυομένου τοῦ πλα‐ τυσμοῦ παύσεται καὶ ἡ κτίσις.

15

Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς τριάδα τὴν μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολ‐ μῶσι διαιρεῖν λόγον καὶ υἱὸν καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν λόγον, ἕτερον δὲ τὸν υἱόν, καὶ πρότερον μὲν εἶναι τὸν λόγον εἶτα τὸν υἱόν,
5φέρε· καὶ περὶ τούτων ἴδωμεν. Ἔστι δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν ὁ σωτήρ, αὐτὸν εἶναι τὸν υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν λόγον, υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέγον‐ τες αὐτὸν τὸν λόγον τότε υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν.
10Ἀπὸ γὰρ λόγου, φασίν, γέγονεν υἱὸς οὐκ ὢν πρότερον υἱός, ἀλλὰ λόγος μόνον. Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν τὸν θεόν, καὶ ἀρνεῖσθαι τὸν υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον, ὅτι ὀνομάζοντες λόγον ἀρνοῦνται αὐτὸν υἱὸν εἶναι. Εἰ μὲν γὰρ οὐκ
ἔστιν ἐκ τοῦ θεοῦ ὁ λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο εἶναι υἱόν.59
15Εἰ δὲ ἐκ τοῦ θεοῦ ἐστιν, διὰ τί μὴ συνορῶσιν, ὅτι τὸ ἔκ τινος ὑπάρχον υἱός ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ τοῦ λόγου πατήρ ἐστιν ὁ θεός, διὰ τί μὴ καὶ ὁ λόγος υἱὸς ἂν εἴη τοῦ ἑαυτοῦ πατρός; Πατὴρ γάρ τίς ἐστι καὶ λέγεται, οὗ ἐστιν ὁ υἱός· καὶ υἱός τίς ἐστι καὶ λέγεται ἐκείνου, οὗ ἐστιν ὁ πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι πατὴρ
20ὁ θεός, οὐδὲ ὁ λόγος υἱὸς ἂν εἴη· εἰ δὲ πατὴρ ὁ θεός, εἰκότως ἂν εἴη καὶ ὁ λόγος υἱός. Εἰ δὲ ὕστερον μὲν πατὴρ καὶ πρῶτον θεός· Ἀρειανῶν μὲν τὸ φρόνημα· ἔπειτα ἄτοπον μεταβάλλεσθαι τὸν θεόν· σωματικὸν γάρ. Εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιη‐ τής, ἰστέον, ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολή, οὐχὶ
25τοῦ θεοῦ.

16

Εἰ μὲν οὖν ποίημα καὶ ὁ υἱός, καλῶς ἂν ὕστερον πα‐ τὴρ καὶ ἐπ’ αὐτοῦ· εἰ δὲ οὐ ποίημα ὁ υἱός, ἀεὶ ἄρα ὁ πατήρ, ἀεὶ καὶ ὁ υἱός. Εἰ δὲ ἀεὶ ὁ υἱός, αὐτὸς ἂν εἴη ὁ λόγος. Εἰ γὰρ μὴ υἱὸς εἴη ὁ λόγος, καὶ τοῦτό τις ἀποτολμῶν εἴποι, ἢ τὸν λόγον
5πατέρα λέγει ἢ τὸν υἱὸν κρείττονα τοῦ λόγου. Τοῦ γὰρ υἱοῦ ἐν κόλποις ὄντος τοῦ πατρὸς ἀνάγκη ἢ μὴ εἶναι πρὸ υἱοῦ τὸν λόγον —οὐδὲν γάρ ἐστι πρὸ τοῦ ὄντος ἐν τῷ πατρί—, ἢ εἰ ὁ λόγος ἄλλος ἐστὶ παρὰ τὸν υἱόν, ὁ λόγος ἂν εἴη ὁ πατήρ, ἐν ᾧ ἐστι ὁ υἱός. Εἰ δὲ οὐκ ἔστιν ὁ λόγος πατήρ, ἀλλὰ λόγος, ἐκτὸς ἂν εἴη ὁ
10λόγος τοῦ πατρὸς ὄντος τοῦ υἱοῦ ἐν τοῖς κόλποις τοῦ πατρός. Οὐ γὰρ ἀμφότερα, ὅ τε λόγος καὶ ὁ υἱός, ἐν τοῖς κόλποις, ἀλλ’ ἕνα εἶναι δεῖ καὶ τοῦτον τὸν υἱόν, ὅς ἐστι μονογενής. Καὶ πάλιν, εἰ ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, κρείττων εὑρεθήσεται ὁ υἱὸς τοῦ λόγου· «οὐδεὶς γὰρ γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός», οὐχ
15ὁ λόγος. Ἢ τοίνυν οὐκ οἶδεν ὁ λόγος, ἢ εἰ οἶδεν, ψεῦδος τὸ «οὐ‐
δεὶς γινώσκει». Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». Υἱοῦ γάρ εἰσι φω‐ ναί, καὶ οὐ λόγου κατ’ αὐτούς. Δῆλον δὲ ἀπὸ τῶν εὐαγγελίων. Κατὰ γὰρ τὸν Ἰωάννην λέγοντος τοῦ κυρίου «ἐγὼ καὶ ὁ πατὴρ ἕν60
20ἐσμεν», «ἐβάστασαν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασ‐ φημίας, καὶ ὅτι σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν θεόν. Ἀπεκρίθη
25αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ἐγὼ εἶπα· θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός,
30μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». Καίτοι, ὅσον ἐκ τοῦ προφανοῦς δεῖ νοεῖν, οὐθ’ ὅτι θεός εἰμι, οὐδ’ ὅτι υἱὸς θεοῦ εἰμι, εἶπεν, ἀλλὰ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν».

17

Οἱ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι «ἕν» ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν πατέρα. Ὁ δέ γε σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν ὅτι· εἰ καὶ θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον «ἐγὼ εἶπα· θεοί
5ἐστε», εἶτα τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» σαφηνίζων, ἐν τῷ
«υἱῷ» τὴν πρὸς τὸν πατέρα ἑνότητα ἀποδέδωκε λέγων· «ὅτι εἶπον· υἱός εἰμι τοῦ θεοῦ». Εἰ γὰρ καὶ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ «ἕν ἐσμεν» ἀποδέδωκε τῷ υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ’ ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ υἱός;61
10Ἐπιφέρει γοῦν· «ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί». Τὸ γὰρ «ἓν» ἐπεξηγούμενος οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ’ ἐν τῷ αὐτὸν ἐν τῷ πατρὶ καὶ τὸν πατέρα ἐν τῷ υἱῷ, τὴν συνάφειαν καὶ τὸ ἀχώριστον. Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ εἰπεῖν οὐχ «ὁ πατήρ
15εἰμι» ἀλλ’ «υἱὸς τοῦ θεοῦ», καὶ Ἄρειον ἐν τῷ εἰπεῖν «ἕν ἐσμεν». Εἰ τοίνυν ὁ υἱὸς ἄλλο, καὶ ὁ λόγος ἄλλο, οὐχ ὁ λόγος ἕν ἐστι πρὸς τὸν πατέρα, ἀλλ’ ὁ υἱός· οὐδὲ ὁ τὸν λόγον ἑωρακὼς ἑώρακε τὸν πατέρα, ἀλλ’ ὁ τὸν υἱόν. Τούτων δὲ δεικνυμένων ἢ μείζων ὁ υἱὸς τοῦ λόγου, ἢ πλεῖον οὐδὲν ὁ λόγος τοῦ υἱοῦ ἔχει. Τί γὰρ
20μεῖζον ἢ τελειότερον τοῦ «ἓν» καὶ τοῦ «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», καὶ τοῦ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα»; Καὶ γὰρ καὶ αὗται αἱ φωναὶ τοῦ υἱοῦ εἰσιν. Φησὶ γοῦν ὁ αὐτὸς Ἰωάννης· «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πέμψαντά με», καί· «ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με», καί· «ἐγὼ φῶς εἰς
25τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν λόγων καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον. Ὁ λόγος δέ, ὃν ἀκούει, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ»· «ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύ‐
30ομαι». Τὸ κήρυγμα δέ φησι κρίνειν τὸν μὴ φυλάξαντα τὴν ἐντολήν. «Εἰ γάρ», φησιν, «μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐχ ἕξουσίν», φησιν, ἀκηκοότες μου τῶν ῥημάτων, δι’ ὧν σωτηρίαν καρπίζονται οἱ φυλάσσοντες.62

18

Ἴσως μὲν οὖν ἂν εἴποιεν ἀναιδῶς μὴ υἱοῦ, ἀλλὰ λόγου εἶναι τὴν φωνὴν ταύτην. Ἀλλ’ ἐν τοῖς ἀνωτέρω λεχθεῖσι δῆλον γενήσεται, ὅτι υἱός ἐστιν ὁ λέγων. Ὁ γὰρ λέγων ἐνταῦθα «οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι», δείκνυται οὐκ ἄλλος
5εἶναι ἢ ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ. Φησὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ὁ αὐτὸς Ἰωάννης· «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ’ αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα
10σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα». Εἰ ὁ λέγων
15«οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω αὐτόν», αὐτός ἐστιν ὁ λέγων «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με», ὁ δὲ ἐλθὼν σῶσαι τὸν κόσμον καὶ μὴ κρῖναι αὐτὸν ὁ μονογενής ἐστιν υἱὸς τοῦ θεοῦ, δῆλον, ὅτι ὁ αὐτὸς υἱός ἐστιν ὁ λέγων «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με». Καὶ γὰρ ὁ λέγων «ὁ πιστεύων
20εἰς ἐμὲ» καὶ «ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, ἐγὼ οὐ κρίνω αὐτόν», αὐτός ἐστιν ὁ υἱός, περὶ οὗ ταῦτά φησιν «ὁ πιστεύων εἰς
αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πε‐ πίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ». Καὶ πάλιν· «καὶ αὕτη ἐστὶν ἡ κρίσις τοῦ μὴ πιστεύοντος εἰς τὸν υἱόν,63
25ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ οὐκ ἐπίστευσαν αὐτῷ», δηλονότι ὁ υἱός. Αὐτὸς γὰρ ἂν εἴη «τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον»· καὶ ὅσον χρόνον ἐπὶ γῆς ὑπῆρχε κατὰ τὴν ἐνανθρώπησιν, φῶς εἰς τὸν κόσμον ἦν, ὡς φησὶν αὐτός· «ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ
30φωτὸς γένησθε. Ἐγὼ γὰρ φῶς», φησίν, «εἰς τὸν κόσμον ἐλήλυθα».

19

Καὶ τούτου τοίνυν δειχθέντος 〈δῆλον〉, ὅτι υἱός ἐστιν ὁ λέγων. Εἰ δὲ ὁ υἱός ἐστι τὸ φῶς τὸ εἰς τὸν κόσμον ἐληλυθός, ἀναντιῤῥήτως διὰ τοῦ υἱοῦ ὁ κόσμος ἐγένετο. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ εὐαγγελίου περὶ τοῦ Βαπτιστοῦ λέγων Ἰωάννου ὁ εὐαγγελιστής
5φησιν. «οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν γάρ», ὡς προέφημεν, «τὸ φῶς» αὐτὸς ὁ Χριστὸς «τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον». «Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο». ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν λόγον τοῦ θεοῦ, περὶ οὗ καὶ πάντα
10δι’ αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθή‐ σονται λέγειν, ἵν’ ὁ μὲν δι’ υἱοῦ, ὁ δὲ διὰ τοῦ λόγου εἴη γεγονώς· ἢ εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον καὶ ἕνα καὶ
τὸν αὐτὸν υἱὸν καὶ λόγον πρὸ πάσης κτίσεως· δι’ αὐτοῦ γὰρ γέ‐ γονεν. Οὐκοῦν εἰ ὡς διὰ τοῦ λόγου, οὕτως καὶ διὰ υἱοῦ τὰ64
15πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ ταὐτὸν ἂν εἴη εἰπεῖν, ὡς «ἐν ἀρχῇ ἦν ὁ λόγος»· 〈καὶ〉 ἐν ἀρχῇ ἦν ὁ υἱός. Εἰ δέ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης· ‚ἐν ἀρχῇ ἦν ὁ υἱόσ‛, οὐχ ἁρμόζειν φήσουσι τῷ υἱῷ τὰ τοῦ λόγου, ὥρα καὶ τὰ τοῦ υἱοῦ μὴ ἁρμόζειν τῷ λόγῳ. Τοῦ δὲ υἱοῦ ἐδείχθη τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»
20καὶ τὸ «ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός», ὑπάρχειν αὐτόν· καὶ τὸ «ὁ θεωρῶν ἐμέ, θεωρεῖ τὸν πέμψαντά με» κοινὸν μέντοι πρός τε τὸν λόγον καὶ τὸν υἱὸν τὸ τὸν κόσμον δι’ αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι τὸν υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γινομένων εἶναι. Καὶ τὸ πρὸς Φίλιππον
25δὲ λεγόμενον οὐ τοῦ λόγου κατ’ αὐτοὺς ἂν εἴη, ἀλλὰ τοῦ υἱοῦ. Εἶπε γάρ, φησιν, ὁ Ἰησοῦς· «τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμί, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Καὶ πῶς σὺ λέγεις· δεῖξον ἡμῖν τὸν πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα, ἃ ἐγὼ
30λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμήν, ἀμὴν λέγω ὑμῖν· ὁ πιστεύων εἰς ἐμέ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν
35πατέρα πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ». Οὐκοῦν εἰ ὁ πατὴρ δοξάζεται ἐν τῷ υἱῷ, ὁ υἱὸς ἂν εἴη ὁ λέγων· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί», αὐτὸς καὶ τὸ «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα». Αὐτὸς γὰρ ὁ ταῦτα λέγων υἱὸν ἑαυτὸν δείκνυσιν
40ἐπάγων, «ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ».65

20

Εἰ μὲν οὖν τὸν ἄνθρωπον, ὃν ἐφόρησεν ὁ λόγος, αὐτὸν εἶναι λέγουσι τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, καὶ μὴ τὸν λόγον υἱόν, ὁ ἄνθρωπος ἂν εἴη ἀκολούθως ὁ ἐν τῷ πατρί, ἐν ᾧ καὶ ὁ πατὴρ ἐν αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἂν εἴη ὁ «ἓν» ὢν αὐτὸς καὶ ὁ πατὴρ
5καὶ «ὁ ἐν τοῖς κόλποις τοῦ πατρὸς» καὶ «τὸ φῶς τὸ ἀληθινόν». Ἀναγκασθήσονται δὲ καὶ δι’ αὐτοῦ τοῦ ἀνθρώπου εἰπεῖν τὸν κόσμον γεγενῆσθαι, καὶ τὸν ἄνθρωπον εἶναι τὸν ἐλθόντα «μὴ κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι αὐτόν»· αὐτὸν δὲ εἶναι καὶ «πρὶν Ἀβραὰμ γενέσθαι». «Ἰησοῦς» γάρ, φησιν, «εἶπεν αὐτοῖς· ἀμήν,
10ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ πῶς οὐκ ἄτοπον κατ’ αὐτοὺς τὸν ἐκ σπέρματος Ἀβραὰμ μετὰ δύο καὶ τεσσαράκοντα γενεὰς γενόμενον λέγειν, πρὶν Ἀβραὰμ γενέσθαι, ὑπάρχειν; Πῶς δὲ οὐκ ἄτοπον, εἰ ἡ σάρξ, ἣν ἐφόρησεν ὁ λόγος, αὕτη ἐστὶν ὁ υἱός, λέγειν τὴν ἐκ Μαρίας σάρκα ταύτην εἶναι, δι’ ἧς
15ὁ κόσμος ἐγένετο; Πῶς δὲ σώσουσι καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν»; Τὸ γὰρ πρὸ τῆς κατὰ σάρκα γενέσεως τοῦ υἱοῦ σημαίνων ὁ εὐαγ‐ γελιστὴς ἐπήγαγε λέγων· «ἐν τῷ κόσμῳ ἦν». Πῶς δέ, εἰ μὴ ὁ λόγος υἱός ἐστιν, ἀλλ’ ὁ ἄνθρωπος υἱός, δύναται τὸν κόσμον σῶσαι, εἷς ὢν καὶ αὐτὸς τοῦ κόσμου; Εἰ δὲ ἀναισχυντοῖεν ἐπὶ
20τούτοις, ποῦ ἔσται ὁ λόγος τοῦ ἀνθρώπου ὄντος ἐν τῷ πατρί; Πόστος δὲ ἔσται ὁ λόγος πρὸς τὸν πατέρα τοῦ ἀνθρώπου καὶ τοῦ πατρὸς ἓν ὄντων; Εἰ δὲ ὁ ἄνθρωπος μονογενής ἐστιν, πόστος ἔσται ὁ λόγος; Ἢ γὰρ δεύτερον εἶναι αὐτὸν λέξειέ τις, ἢ εἰ ὑπὲρ τὸ μονογενές ἐστιν, αὐτὸς ἂν εἴη ὁ πατήρ. Ὥσπερ γὰρ εἷς ἐστιν
25ὁ πατήρ, οὕτως ἓν καὶ τὸ ἐξ αὐτοῦ μονογενές. Τί δὲ καὶ πλέον ὁ λόγος ἔχει τοῦ ἀνθρώπου, εἴ γε οὐχ ὁ λόγος υἱός ἐστιν; Διὰ μὲν γὰρ υἱοῦ καὶ τοῦ λόγου ὁ κόσμος γεγενῆσθαι γέγραπται, καὶ κοινόν ἐστι τῷ τε λόγῳ καὶ τῷ υἱῷ τὸ δημιουργεῖν τὸν κόσμον· τὸ δὲ ὁρᾶν τὸν πατέρα οὐκ ἔτι ἐν τῷ λόγῳ γέγραπται, ἀλλ’ ἐν66
30τῷ υἱῷ, καὶ τὸ σώζειν τὸν κόσμον οὐκέτι διὰ τοῦ λόγου ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Καὶ τὸν πατέρα δὲ οὐχ ὁ λόγος γέγραπται γινώσκειν, ἀλλ’ ὁ υἱός· ὁρᾶν δὲ τὸν πατέρα
35οὐχ ὁ λόγος εἴρηται, ἀλλ’ ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός.

21

Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ λόγος συμβάλλεται μᾶλλον τοῦ υἱοῦ, εἴγε κατ’ αὐτοὺς ἄλλος ἐστὶν ὁ υἱὸς, καὶ ἄλλος ὁ λόγος; Πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν λόγον, ἀλλ’ εἰς τὸν υἱὸν πρόσταξίς ἐστιν. Φησὶ γὰρ ὁ Ἰωάννης· «ὁ πιστεύων εἰς τὸν
5υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν». Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾧ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ εἰς λόγον, ἀλλ’ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δίδοται. Εἴπερ οὖν κατ’ αὐτοὺς ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, καὶ οὐκ ἔστιν υἱὸς ὁ λόγος, οὐδὲν πρὸς τὸν λόγον τὸ
10βάπτισμα· Πῶς οὖν σύνεστιν ὁ λόγος κατ’ αὐτοὺς τῷ πατρὶ οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλ’ ἴσως ἂν εἴποιεν. ἐν τῷ τοῦ πατρὸς ὀνόματι περιέχεται καὶ ὁ λόγος. Διὰ τί οὖν οὐχὶ καὶ τὸ πνεῦμα; Ἢ ἐκτὸς τοῦ πατρὸς τὸ πνεῦμα; Καὶ ἄνθρωπος μέν, εἴπερ οὐκ ἔστιν υἱὸς ὁ λόγος, μετὰ τὸν πατέρα
15ὀνομάζεται, τὸ δὲ πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατ’ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλ’ εἰς τετράδα· πατέρα καὶ λόγον καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι καί φασι μὴ τὸν ἄνθρωπον καθ’ ἑαυτόν, ὃν ἐφόρησεν ὁ κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν67
20τε λόγον καὶ τὸν ἄνθρωπον, εἶναι υἱόν· συνημμένα γὰρ ἀμφότερα υἱός, ὡς αὐτοὶ λέγουσιν, ὀνομάζεται. Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον υἱὸν κατεσκεύασεν; Ἢ, ἵνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ λόγος υἱός, ἢ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται; Ἢ οὐδ’ ὁπότερον τούτων, ἀλλ’ ἡ ἀμφοῖν σύνοδος; Εἰ
25μὲν οὖν ὁ λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι υἱόν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον υἱόν. Εἰ δὲ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ λόγος ὢν υἱὸς ἦν· Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους μὴ ὄντα αὐτὸν υἱόν, ὄντος μάλιστα πατρός;
30Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ πατρί, ἀνάγκη αὐτὸν εἶναι υἱόν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν υἱόν, δι’ ὃν οἱ ἄλλοι υἱοποιοῦνται.

22

Ἐπεὶ εἰ μὴ ὄντος αὐτοῦ υἱοῦ ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ θεὸς πατὴρ καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον λέγων «ὁ πατήρ μου» καὶ «ἐγὼ ἐκ τοῦ πατρός»; Εἰ γὰρ κοινὸς πάντων πατήρ, οὐ μόνου αὐτοῦ πατήρ, οὐδὲ μόνος αὐτὸς ἐξῆλθεν
5ἐκ τοῦ πατρός. Λέγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι πατέρα διὰ τὸ αὐτὸν κεκοινωνηκέναι τῇ ἡμετέρᾳ σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ λόγος σάρξ, ἵνα, ἐπειδὴ ὁ λόγος ἐστὶν υἱός, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν υἱὸν λέγηται καὶ ἡμῶν πατήρ. «Ἀπέστειλε γάρ», φησιν, «τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν
10κρᾶζον· ἀββᾶ, ὁ πατήρ». Οὐκοῦν ὁ ἐν ἡμῖν υἱὸς τὸν ἴδιον πατέρα
ἐπικαλούμενος καὶ ἡμῶν αὐτῶν ποιεῖ πατέρα λέγεσθαι. Ἀμέλει ὧν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ υἱός, τούτων οὐδὲ πατὴρ ὁ θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν λόγον ὁ ἄνθρωπος λέγεται υἱός, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν68
15υἱῶν εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν λόγον υἱόν. «Υἱοὺς» γάρ, 〈φησιν〉, «ἐγέννησα», καὶ ἐπὶ Νῶε· «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ»· καὶ ἐν τῇ Ὠιδῇ· «οὐκ αὐτὸς οὗτός σου πατήρ»; Οὐκοῦν ἦν καὶ ὁ ἀληθῶς υἱός, δι’ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατ’ ἐκείνους πάλιν οὐδ’ ὁπότερον τούτων υἱός, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη
20μηδ’ ὁπότερον εἶναι υἱόν, φημὶ δὴ μήτε τὸν λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, δι’ ἣν καὶ συνήφθησαν· καὶ οὕτως δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις υἱὸν ποιεῖ. Οὐκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ υἱός. Τούτων δὴ λεγο‐ μένων εἰς ἕτερον καταφεύξονται λέγοντες μὴ τὸν ἄνθρωπον εἶναι
25υἱόν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σάρξ, οὕτως ὁ λόγος υἱὸς γέγονεν, οὐκ ὢν πρότερον υἱός. Ταῦτα μὲν ἐκείνων τὰ φλυαρή‐
30ματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ.

23

Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν υἱός, ἡ ἐνανθρώ‐ πησις αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν υἱόν, ἢ τὸ συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἔπειτα εἰ πρῶτον λόγος καὶ ὕστερον υἱός, φανήσεται ὕστερον ἐγνωκὼς τὸν
5πατέρα, καὶ οὐ πρότερον. Οὐ γὰρ ᾗ λόγος γινώσκει, ἀλλ’ ᾗ υἱός. «Οὐδεὶς» γὰρ «γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός», Ἀπαντήσει
δὲ καὶ τοῦτο, ὅτι ὕστερον ἐν κόλποις τοῦ πατρὸς γέγονεν, καὶ ὕστερον αὐτὸς καὶ ὁ πατὴρ ἓν γεγόνασιν, καὶ ὕστερον τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Ταῦτα γὰρ πάντα ἐπὶ υἱοῦ ἐλέχθη.69
10Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν· οὐδὲν ἦν ὁ λόγος, ἀλλ’ ὄνομα μόνον. Οὔτε γὰρ ἐν ἡμῖν μετὰ τοῦ πατρός, οὔτε ὁ τὸν λόγον ἑωρακὼς ἔβλεπε τὸν πατέρα, οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ πατήρ· διὰ γὰρ υἱοῦ γινώσκεται ὁ πατήρ· οὕτως γὰρ καὶ γέγραπ‐ ται· «καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». Μήπω δὲ ὄντος τοῦ λόγου
15υἱοῦ οὐδέπω τις ἐγίνωσκε τὸν πατέρα. Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; Αὐτὸς γὰρ ἐν ταῖς Βασιλείαις φησίν· «Ἀπο‐ καλυφθεὶς ἀπεκαλύφθην πρὸς πάντας τοὺς πατέρας ὑμῶν». Εἰ δὲ ἀπεκαλύφθη θεός, δῆλον, ὅτι ἦν ὁ ἀποκαλύπτων υἱός, ὡς αὐτός φησιν· «καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». Ἀσεβὲς μὲν οὖν
20καὶ ἀνόητον τὸ λέγειν ἄλλον εἶναι τὸν λόγον, καὶ ἄλλον εἶναι τὸν υἱόν. Πόθεν δὲ ἄρα τὴν τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ διὰ τὸ μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ υἱοῦ, ἀλλὰ περὶ λόγου, καὶ διὰ τοῦτο νεώτερον ὑπονοεῖν τοῦ λόγου τὸν υἱὸν διαβεβαιοῦνται, ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλ’ ἐν τῇ καινῇ
25μόνῃ περὶ αὐτοῦ ἐλέχθη. Ταῦτ’ ἐκεῖνοι ἀσεβῶς φθέγγονται. Πρῶτον μὲν γὰρ διαιρεῖν τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιᾷ, τῶν δὲ τῇ νέᾳ ἀντιλεγόντων. Ἔπειτα κατ’ αὐτούς, εἰ τὰ ἐν τῇ παλαιᾷ κείμενα προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ
30νεώτερά ἐστιν, καὶ ἐκ τῶν γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», τό τε «μονογενὴς» καὶ τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»· οὐ
γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλ’ ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.70

24

Οὐ μὴν δέ, ἀλλ’ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ υἱοῦ πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ «εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαβΐδ»· καὶ
5ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησο‐ μένων, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». καὶ ἐν τῇ Ἡσαΐᾳ. «Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπη‐ τοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ». Τὸ δὲ «ἀγαπητὸς» τίς ἂν εἴη ἢ υἱὸς μονογενής; ὡς καὶ ἐν τῷ ἑκα‐
10τοστῷ ἐννάτῳ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δέ· «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με»· καὶ ἐν τῷ Δανιήλ· «καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ» καὶ ἄλλα πλείονα. Εἰ τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ υἱὸς ὁ ἐν τῇ παλαιᾷ
15ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ναί, φασιν, κεῖται μέν, προ‐ φητικῶς δὲ ἔστω. Οὐκοῦν καὶ περὶ τοῦ λόγου προφητικῶς εἰρῆσ‐ θαι λεχθείη ἄν. Οὐ γὰρ τὸ μέν, τὸ δὲ 〈οὔ〉. Εἰ γὰρ τὸ «υἱός μου εἶ σὺ» ἐπὶ μέλλοντος, δῆλον, ὅτι καὶ τὸ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν». Οὐ γὰρ εἶπεν· ‚ἐγένοντο‛, οὐδέ·
20‚ἐποίησεν‛. Ὅτι δὲ τὸ «ἐστερέωσεν» ἐπὶ μέλλοντος, φησίν· «ὁ κύριος ἐβασίλευσεν», εἶτα· «καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». Καὶ εἰ τὸ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ
«ὑπὲρ τοῦ ἀγαπητοῦ» ἐπὶ μέλλοντος, δῆλον, ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». Καὶ εἰ τὸ «ἐκ71
25γαστρὸς» ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· καὶ εἰ «ὁ μονογενὴς ἐν κόλποις», καὶ ὁ ἀγαπητὸς ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ ἀγαπητόν, ὡς τὸ «οὗτός ἐστιν ὁ υἱός μου ὁ
30ἀγαπητός». Οὐ γὰρ δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων εἶπε τὸ «ἀγαπητός», ἵνα μὴ τοὺς ἄλλους μισεῖν δόξῃ, ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ· Καὶ τῷ Ἀβραὰμ γοῦν σημᾶναι θέλων ὁ λόγος τὸ μονογενές φησιν· «Προσένεγκε τὸν υἱόν σου τὸν ἀγαπητόν». Παντὶ δὲ δῆλον, ἐκ
35τῆς Σάῤῥας μόνον εἶναι τὸν Ἰσαάκ. Ἔστιν ἄρα ὁ λόγος υἱός, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς υἱός, ἀλλ’ ἀεὶ υἱός. Εἰ γὰρ μὴ υἱός, οὐδὲ λόγος· καὶ εἰ μὴ λόγος, οὐδὲ υἱός. Τὸ γὰρ ἐκ τοῦ πατρὸς υἱός ἐστιν. Τί δέ ἐστιν ἐκ τοῦ πατρός, εἰ μὴ λόγος ὁ ἐκ καρδίας προελθὼν καὶ ἐκ γαστρὸς γεννηθείς; Οὐ γὰρ ὁ πατὴρ
40λόγος ἐστίν, οὐδὲ ὁ λόγος πατήρ ἐστιν, ἀλλ’ ὁ μὲν πατήρ, ὁ δὲ υἱός· καὶ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται.

25

Μαίνεται μὲν οὖν Ἄρειος ἐξ οὐκ ὄντων εἶναι λέγων τὸν υἱόν, καὶ ‚ἦν ποτε, ὅτε οὐκ ἦν‛. Μαίνεται δὲ καὶ Σαβέλλιος λέγων τὸν πατέρα εἶναι υἱόν, καὶ ἔμπαλιν τὸν υἱὸν εἶναι πατέρα, ὑποστάσει μὲν ἕν, ὀνόματι δὲ δύο. Μαίνεται δὲ καὶ παραδείγματι
5χρώμενος τῇ τοῦ πνεύματος χάριτι. Φησὶ γάρ· «ὥσπερ διαιρέσεις χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα», οὕτως καὶ ὁ πατὴρ ὁ αὐτὸς μέν ἐστιν, πλατύνεται δὲ εἰς υἱὸν καὶ πνεῦμα. Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ πνεύματος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ ἐστιν, ἔσται ὁ πατὴρ λόγος καὶ πνεῦμα ἅγιον, ᾧ μὲν72
10γινόμενος πατήρ, ᾧ δὲ λόγος, ᾧ δὲ πνεῦμα πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν υἱὸς καὶ πνεῦμα, τῷ δὲ ὄντι πατὴρ μόνον, ἀρχὴν μὲν ἔχων τὸ γίνεσθαι υἱός, παυόμενος δὲ τοῦ λέγεσθαι πατήρ, καὶ ἐνανθρωπήσας μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας, καὶ ψευδόμενος μὲν τῷ λέγειν «ἐγὼ καὶ
15ὁ πατήρ», τῷ δὲ ὄντι αὐτὸς ὢν πατήρ; καὶ ὅσα ἄλλα ἄτοπα ἐπὶ Σαβελλίου ἀπαντᾷ. Ἀνάγκη δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τῆς χρείας πληρωθείσης· καὶ ἔσται λοι‐ πὸν ἄχρι παιδιᾶς τὰ γινόμενα, ὅτι μὴ ἀληθείᾳ, ἀλλ’ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ ὀνόματος τοῦ υἱοῦ κατ’ αὐτοὺς
20παύσεται καὶ τοῦ βαπτίσματος ἡ χάρις· εἰς γὰρ υἱὸν ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς τῆς κτίσεως; Εἰ γάρ, ἵνα ἡμεῖς κτισθῶμεν, προῆλθεν ὁ λόγος, καὶ προελθόντος αὐτοῦ ἐσμεν, δῆλον, ὅτι ἀναχωροῦντος αὐτοῦ εἰς τὸν πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὕτως γὰρ ἔσται, ὥσπερ ἦν· οὕτως οὐκ ἔτ’ ἐσόμεθα,
25ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκ ἔτι γὰρ προελθόντος οὐκ ἔτι ἡ κτίσις ἔσται.

26

Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλ’ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ πατρί ἐστιν, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ λέγων οὕτως·
«ὁ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς73
5ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν». Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ γέγονεν, ἀλλ’ ἦν πρὸς τὸν πατέρα, ἐν τῷ τέλει τῆς
10ἐπιστολῆς τὸν υἱὸν εἶναί φησι τὴν ζωήν. Γράφει δ’ οὖν· «Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος». Εἰ δὲ ὁ υἱός ἐστιν ἡ ζωὴ καὶ αὕτη πρὸς τὸν πατέρα, καὶ εἰ ὁ υἱὸς ἦν πρὸς τὸν πατέρα, λέγει δὲ ὁ αὐτός· «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν», ὁ υἱὸς ἂν εἴη
15ὁ λόγος ὁ ἀεὶ ὢν πρὸς τὸν πατέρα. Ὥσπερ δὲ ὁ υἱὸς λόγος ἐστίν, οὕτως ὁ θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ πατήρ. Ὁ μέντοι υἱὸς καὶ κατὰ τὸν Ἰωάννην θεὸς οὐχ ἁπλῶς, ἀλλ’ ἀληθινὸς θεός ἐστιν. Καὶ γὰρ κατ’ αὐτὸν τοῦτον «καὶ θεὸς ἦν ὁ λόγος»· ἔλεγέ τε ὁ υἱός· «ἐγώ εἰμι ἡ ζωή». Οὐκοῦν ὁ υἱὸς λόγος ἐστὶ καὶ ζωὴ ἡ
20οὖσα παρὰ τῷ πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ εἰρη‐ μένον «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς» δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ Δαβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου». Οὐκοῦν εἰ ἡ χεὶρ ἐν
25τῷ κόλπῳ, καὶ ὁ υἱὸς ἐν τῷ κόλπῳ, ὁ υἱὸς ἂν εἴη ἡ χείρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ υἱός, δι’ οὗ ἐποίησε τὰ πάντα ὁ πατήρ. «Ἡ χείρ σου γάρ», φησιν, «ἐποίησε ταῦτα πάντα» καὶ «τῇ χειρὶ ἐξήγαγε τὸν λαόν»· οὐκοῦν διὰ τοῦ υἱοῦ. Εἰ δὲ καὶ «αὕτη ἡ ἀλλοίωσις
τῆς δεξιᾶς τοῦ ὑψίστου», καὶ πάλιν «εἰς τὸ τέλος ὑπὲρ τῶν74
30ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ», ὁ ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ θεία φωνή· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἴσον ἄρα ἐστὶν ‚αὕτη ἡ χείρ μου‛ τῷ «οὗτος ὁ υἱός μου».

27

Ἐπειδὴ δέ τινες τῶν ἀπαιδεύτων ἀναιροῦντες τὸ εἶναι υἱὸν εὐτελίζουσι τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὡς ἂν ἐπὶ τῆς Μαρίας ἁρμόζοντος τούτου, φάσκοντες πρὸ τοῦ ἑωθινοῦ ἀστέρος γεγεννῆσθαι αὐτὸν ἀπὸ Μαρίας—μὴ γὰρ ἂν
5ἐπὶ θεοῦ ἁρμόζειν γαστέρα λέγειν—, ὀλίγα εἰπεῖν ἀνάγκη. Εἰ μὲν οὖν, ὅτι ἡ γαστὴρ ἀνθρώπινόν ἐστιν, διὰ τοῦτο ἀλλότριον θεοῦ, δῆλον, ὅτι καὶ ἡ καρδία ἀνθρώπινον ἔχει τὸ σημαινόμενον. Ἀκολουθεῖ γὰρ τὸν καρδίαν ἔχοντα ἔχειν καὶ γαστέρα. Ἀμφο‐ τέρων δὴ ἀνθρωπίνων ὄντων ἢ ἀναιρεῖν ἑκάτερον ἀνάγκη, ἢ
10ἀμφοτέρων τὴν διάνοιαν ζητεῖν χρή. Ὡς γὰρ ἐκ καρδίας λόγος, οὕτως ἐκ γαστρὸς γέννημα. Καὶ ὥσπερ καρδίας θεοῦ λεγομένης οὐκ ἀνθρωπίνην νοοῦμεν αὐτὴν, οὕτως ἐὰν «ἐκ γαστρὸς» ἡ γράφη λέγῃ, οὐ σωματικὴν δεῖ ταύτην ἐκδέχεσθαι. Ἔθος γὰρ τῇ θείᾳ γραφῇ, ἀνθρωπίνως τὰ ὑπὲρ ἄνθρωπον λαλεῖν καὶ σημαίνειν.
15Ἀμέλει περὶ τῆς κτίσεως διηγούμενός φησιν· «αἱ χεῖρές σου ἐποιησάν με καὶ ἔπλασάν με», καί· «ἡ χείρ μου ἐποίησε ταῦτα πάντα», καί· «αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν». Ἁρμοζόντως ἄρα περὶ ἑκάστου σημαίνει τοῦ μὲν υἱοῦ τὸ ἴδιον καὶ τὸ γνήσιον, τῆς δὲ κτίσεως τὴν ἀρχὴν τοῦ εἶναι. Τὰ μὲν γὰρ ποιεῖ καὶ
20κτίζει, τὸν δὲ γεννᾷ ἐξ ἑαυτοῦ λόγον, σοφίαν. Γαστὴρ γὰρ καὶ καρδία τὸ ἴδιον καὶ γνήσιον δηλοῦσιν. Καὶ γὰρ καὶ ἡμεῖς τὸ
μὲν γνήσιον ἐκ γαστρὸς ἔχομεν, τὰ δὲ ἔργα διὰ χειρὸς ποιοῦμεν.75

28

Τί οὖν, φασίν, καὶ τὸ «πρὸ τοῦ ἑωσφόρου»; Ἐγὼ δ’ ἂν εἴποιμι· εἰ τὸ «πρὸ τοῦ ἑωσφόρου» τούτου θαυμαστὴν δείκνυσι τὴν ἐκ Μαρίας γέννησιν, πολλοὶ καὶ ἄλλοι πρὸ τῆς τοῦ ἀστέρος ἀνατολῆς ἐγεννήθησαν. Τί οὖν θαυμαστὸν ἐπὶ τούτου εἴρηται,
5ὅτι ὡς ἐξαιρέτου τινὸς αὐτοῦ μνημονεύει, κοινοῦ ὄντος καὶ ἐπὶ πολλῶν; Ἔπειτα διαφέρει τὸ γεννῆσαι τοῦ ἐξαγαγεῖν. Τὸ μὲν γὰρ γεννῆσαι ἀρχὴν ἔχει καταβολῆς· τὸ δὲ ἐξαγαγεῖν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ὑπάρχον προαγαγεῖν. Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ἁρμόζει ἡ φωνή, ἰστέον, ὅτι οὐ τότε ἀρχὴν γενέσεως εἴληφεν, ὅτε
10τοῖς ποιμέσιν εὐηγγελίσθη νυκτός, ἀλλ’ ὅτε ὁ ἄγγελος ἐλάλησε πρὸς τὴν παρθένον. Οὐκ ἦν δὲ τότε νύξ· οὐ γὰρ εἴρηται· νὺξ δὲ ἦν, ὅτε ἐξῆλθεν ἀπὸ τῆς γαστρός. Ταύτην τὴν διαφορὰν τί‐ θησιν ἡ γραφή, καὶ τὸ μὲν γεγεννῆσθαι «πρὸ ἑωσφόρου» φησίν, τὸ δὲ «ἐκ γαστρὸς» πρόοδον ὀνομάζει, ὡς ἐν εἰκοστῷ πρώτῳ
15ψαλμῷ· «σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός». Ἄλλως τε οὐκ εἶπε «πρὸ ἀνατολῆς ἑωσφόρου», ἀλλ’ ἁπλῶς «πρὸ ἑωσφόρου». Εἰ τοίνυν ἐπὶ τοῦ σώματος ληπτέον τὸ ῥητόν, ἀνάγκη ἢ πρὸ τοῦ Ἀδὰμ εἶναι τὸ σῶμα (πρὸ τοῦ Ἀδὰμ γὰρ τὰ ἄστρα) ἢ ζητεῖν τὸν νοῦν τοῦ γράμματος, ὃ παρὰ Ἰωάννου ἐκλαβεῖν δυνατόν. Ἐν γὰρ
20τῇ Ἀποκαλύψει φησίν· «ἐγὼ τὸ α καὶ τὸ ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, καὶ ἡ ἀρχὴ καὶ τὸ τέλος. Μακάριοι οἱ πλατύνοντες τὰς στόλας αὐτῶν, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τοῦ ξύλου τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν· Ἔξω οἱ κύνες καὶ οἱ
φαρμακοί, καὶ οἱ πόρνοι, καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς76
25ποιῶν καὶ φιλῶν ψεῦδος. Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου, μαρτυρῆσαι ὑμῖν ταῦτα ἐν ταῖς ἐκκλησίαις. Ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαβίδ, ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός. Καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου· καὶ ὁ ἀκούων εἰπάτω· ἔρ‐ χου· καὶ ὁ διψῶν ἐρχέσθω· ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν».
30Εἰ τοίνυν τὸ γένος Δαβίδ ἐστιν ὁ ἀστὴρ ὁ λαμπρός, ὁ πρωϊνός, δῆλόν ἐστι τὸ κατὰ σάρκα τοῦ σωτῆρος ἑωσφόρον εἰρῆσθαι, οὗ προϋπῆρχε τὸ ἐκ τοῦ θεοῦ γέννημα, ὡς εἶναι τοιοῦτον τὸ ἐν τῷ ψαλμῷ· ‚ἐξ ἐμαυτοῦ σε γεγέννηκα πρὸ τῆς κατὰ σάρκα ἐπι‐ φανείασ‛. Τὸ γὰρ «πρὸ ἑωσφόρου» ἴσον ἐστι τῷ ‚πρὸ τῆς σαρ‐
35κώσεως τοῦ λόγου‛.

29

Ἔστιν ἄρα καὶ ἐν τῇ παλαιᾷ φανερῶς περὶ υἱοῦ κείμενα, εἰ καὶ περιττόν ἐστι περὶ τούτων ἀμφισβητεῖν. Εἰ γὰρ τὰ μὴ κείμενα ἐν τῇ παλαιᾷ νεώτερά ἐστιν, λεγέτωσαν οἱ οὕτως φιλονεικοῦντες, ποῦ τῆς παλαιᾶς περὶ τοῦ Παρακλήτου πνεύματος
5εἴρηται; Περὶ πνεύματος μὲν γὰρ ἁγίου ἐλέχθη, περὶ Παρακλήτου δὲ οὐδαμῶς. Ἆρ’ οὖν ἕτερόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον καὶ ἕτερος ὁ Παράκλητος, καὶ νεώτερος ὁ Παράκλητος, ἐπεὶ μὴ ἐν τῇ παλαιᾷ κεῖται; Ἀλλὰ μὴ γένοιτο ἢ νεώτερον εἰπεῖν τὸ πνεῦμα, ἢ διελεῖν καὶ ἕτερον εἰπεῖν τὸ ἅγιον πνεῦμα, καὶ ἕτερον τὸν Παράκλητον.
10Ἓν γὰρ καὶ ταὐτόν ἐστι τὸ πνεῦμα καὶ τότε καὶ νῦν ἁγιάζον καὶ παρακαλοῦν τοὺς δεκτικοὺς αὐτοῦ, ὡς εἷς καὶ αὐτὸς λόγος υἱὸς εἰς υἱοθεσίαν ἄγων καὶ τότε τοὺς ἀξίους. Ἦσαν γὰρ καὶ ἐν τῇ παλαιᾷ υἱοί, οὐ δι’ ἄλλου, ἀλλ’ ἢ διὰ τοῦ υἱοῦ τεκνοποιούμενοι. Εἰ γὰρ μὴ ἦν καὶ πρὸ τῆς Μαρίας υἱὸς ὁ τοῦ θεοῦ, πῶς πρὸ
15πάντων ἐστιν ὄντων πρὸ αὐτοῦ υἱῶν; Πῶς δὲ καὶ πρωτότοκος, δεύτερος μετὰ πολλοὺς εὑρισκόμενος; Ἀλλ’ οὔτε δεύτερος ὁ Παρά‐
κλητος (πρὸ πάντων γὰρ ἦν) οὔτε νεώτερος ὁ υἱός («ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος») καὶ ὡς ταὐτὸν τὸ πνεῦμα καὶ Παράκλητος, οὕτως ταὐτὸν ὁ υἱὸς καὶ λόγος· καὶ ὥς φησιν ὁ σωτὴρ περὶ τοῦ πνεύ‐77
20ματος· «ὁ δὲ Παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου», ταὐτὸν λέγων καὶ οὐ διαιρῶν, οὕτως ὁ Ἰωάννης τὸ ὅμοιον διηγούμενος λέγει· «καὶ ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός». Καὶ ἐνταῦθα γὰρ οὐ διεῖλεν, ἀλλὰ
25τὴν ταυτότητα ἀπήγγειλεν. Καὶ οὐχ ὡς ἄλλος Παράκλητος, καὶ ἄλλο τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἓν καὶ ταὐτόν, οὕτως οὐκ ἄλλος λόγος, καὶ ἄλλος υἱός, ἀλλ’ ὁ λόγος μονογενής ἐστιν. Δόξαν γὰρ οὐκ αὐτῆς εἶπε τῆς σαρκός, ἀλλ’ αὐτοῦ τοῦ λόγου. Ὁ τοίνυν τολμῶν διαιρεῖν λόγον καὶ υἱὸν διαιρείτω καὶ πνεῦμα καὶ Παρά‐
30κλητον. Εἰ δὲ ἀδιαίρετον τὸ πνεῦμα, ἀδιαίρετος καὶ ὁ λόγος, ὁ αὐτὸς ὢν υἱὸς καὶ σοφία καὶ δύναμις. Τὸ δὲ ἀγαπητὸν καὶ Ἕλληνες ἴσασιν οἱ δεινοὶ περὶ τὰς λέξεις, ὅτι ἴσον ἐστὶ τῷ εἰπεῖν «μονογενής». Φησὶ γὰρ Ὅμηρος ἐπὶ Τηλεμάχου, τοῦ υἱοῦ Ὀδυσ‐ σέως μονογενοῦς ὄντος, ταῦτα ἐν τῇ δευτέρᾳ τῆς Ὀδυσσείας.
35«Τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα Ἔπλετο; πῆ δὲ θέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν, Μοῦνος ἐὼν ἀγαπητός; Ὃ δ’ ὤλετο τηλόθι πάτρης Διογενὴς Ὀδυσεύς, ἀλλογνώτων ἐνὶ δήμῳ.»
Ὁ ἄρα μόνος ὢν τῷ πατρὶ ἀγαπητὸς λέγεται.78

30

Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως διαιροῦντες τὸν λόγον ἀπὸ τοῦ υἱοῦ φάσκουσι τὸν μὲν υἱὸν εἶναι τὸν Χριστόν, τὸν δὲ λόγον ἄλλον εἶναι. Καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν Πράξεων· ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται.
5Ἔστι δὲ τοῦτο· «Τὸν λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγ‐ γελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστι πάντων κύριος». Φασὶ γάρ, ὡς τοῦ λόγου διὰ Χριστοῦ λαλήσαντος, ὣς καὶ ἐπὶ τῶν προφητῶν·» τάδε λέγει κύριος», ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν
10ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους· «Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλ’ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς
15ἀπεκδεχομένους, οὕτως τὸν λόγον ἀπέστειλεν ὁ πατὴρ σάρκα γενό‐ μενον, ἵνα δι’ ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει· «οὗτός ἐστι πάντων κύριος». Κύριος δὲ πάντων ὁ λόγος ἐστίν.

31

〈Ἀπὸ τοῦ Λευιτικοῦ.〉 «καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών·
πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ79
5αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωσεῖ». Ἰδοὺ τοίνυν ἐνταῦθα καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως ὡς περὶ ἑτέρου Μωσέως αὐτὸς Μωσῆς λέγων ἐστίν· «καθάπερ ἐνετείλατο κύριος τῷ Μωσεῖ». Οὕτως τοίνυν καὶ περὶ τοῦ θείου λόγου, ἐὰν λέγῃ ὁ μακάριος Πέτρος, ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ
10Χριστοῦ, οὐ χρὴ ἕτερον μὲν τὸν λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς θείαν αὐτοῦ καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ καὶ νοοῖτο διχῶς, ἀλλ’ οὐχ ὡς τοῦ λόγου κεχωρισμένου, κατὰ τὸν θεσπέσιον Ἰωάννην· «καὶ ὁ λόγος σὰρξ ἐγένετο», εἰρηκότα, «καὶ
15ἐσκήνωσεν ἐν ἡμῖν». Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ Σαμοσατέως ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. Χριστὸς γὰρ τὸ συναμ‐ φότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». Εἰ τοίνυν λέγει ὁ Πέτρος «τὸν
20λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς Ἰσραήλ», τοῦτο σημαίνων νοείσθω, τὸν λόγον σαρκωθέντα τοῖς υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵν’ ᾖ συνᾴδων τῷ «καὶ ὁ λόγος σὰρξ ἐγένετο». Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι καὶ τὸν λόγον μέν, καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα, ᾧ καὶ ἡνῶσθαι
25πιστεύεται, ἄνθρωπον ἀπ’ αὐτοῦ χωρίζουσι λέγοντες «διὰ Ἰησοῦ Χριστοῦ» αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ ἐνταῦθα χωρίζοντες τῆς θείας σαρκώσεως θεῖον νοοῦσι, σμικρύνουσιν ἄρα ἀκούοντες αὐτὸν σάρκα γεγενῆσθαι καὶ τὰ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι, τροπὴν τοῦ80
30λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.

32

Ἀλλ’ οὐκ ἔστι τοῦτο· μὴ γένοιτο! Ὃν τρόπον γὰρ ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, «κατα‐ ποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς» καὶ αὐτοζωῆς ὄντος, καθ’ ἃ πρὸς τὴν Μάρθαν αὐτὸς «ἐγώ εἰμι ἡ ζωὴ» λέγων, οὕτως καὶ
5ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ «διὰ Ἰησοῦ Χριστοῦ» ἀπεστάλθαι τὸν λόγον, τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ «ὁ λόγος σὰρξ ἐγένετο» οὐκ ἂν νομίσοι μηκέτι οὖν εἶναι λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται, οὕτως καὶ λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον
10δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ τὸ πρὸς αὐτὴν τὴν θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου λόγου καὶ ἀνθρώπου δείξειεν. Φησὶ γάρ· «πνεῦμα ἅγιον ἐπελεύ‐ σεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». Ἀφρόνως οὖν οἱ τοῦ
15Σαμοσατέως τὸν λόγον χωρίζουσι σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ ἄρα ἀπεστάλη δι’ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ λέγων· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη».

33

Ἔθος δὲ τοῦτο τῇ γραφῇ ἀπεριέργως καὶ ἁπλῶς
τὰς λέξεις ἐκφράζειν· οὕτως γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· «εἶπε» γάρ, φησι, «Μωσῆς τῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῆ». Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς81
5ὁ Ῥαγουήλ, ἀλλ’ εἷς ἦν ὁ Μωσῆς. Εἰ γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις καὶ δεξιὰ καὶ βραχίων καὶ ὅσα τοιαῦτα (ἥνωται δὲ φιλανθρώπως ἡμῖν τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος καὶ ταύτῃ ἀνακραθείς), ἄρα αὐτὸς ὁ λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην» ἐν ἀρχῇ
10μὲν εἶναι τὸν λόγον, καὶ τοῦτον πρὸς τὸν θεόν, καὶ αὐτὸν θεόν, καὶ πάντα δι’ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδέν», πλάσμα τοῦ θεοῦ λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν ὑπάρχειν. Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος πάλιν ἀνα‐ καινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν ἀτε‐
15λεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ προφή‐ ταις, ἀποσταλεῖσι παρ’ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων κύριον; Πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; Ἡνωμένος
20δὲ τῷ λόγῳ εἰκότως χρηματίζοι Χριστὸς καὶ υἱὸς θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν ὑπόστασιν περὶ αὐτοῦ καὶ εἰπόντος· «Καὶ ἀποστελῶ τὸν υἱόν μου τὸν Χριστόν», καὶ ἐν τῷ Ἰορδάνῃ· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν εἰκότως ὑπέδειξεν, ὡς οὗτός
25ἐστιν, ὃν εἶπον ἀποστεῖλαι.

34

Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστόν, λόγον
τὸν θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς, μᾶλλον δὲ θειοτέρως, περὶ οὗ82
5καὶ Σολομών φησι τὸν λόγον εἰδὼς καὶ σοφίαν χρηματίζουσαν φανερῶς· «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον». ὃν καὶ ὁ ἀπόστολος ἑρμηνεύων λέγει· «οὗ οἶκός ἐσμεν ἡμεῖς», καὶ ἀλλαχοῦ δὲ «ναὸν» προσαγορεύει, καθότι πρέπον θεῷ ἐν ναῷ κατοικεῖν, οὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταττεν·
10ὅθεν τῆς ἀληθείας φανείσης πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν οὐκ ἠπείλησεν, ἀλλ’ εἰδώς, ὡς αὐτοὶ καθ’ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς· «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν»,
15σαφῶς δεικνὺς ὁ ἡμέτερος σωτήρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδα‐ ζόμενα αὐτόθεν ἔχει τὴν διάλυσιν. «Ἐὰν γὰρ μὴ κύριος οἰκο‐ δομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο‐ δομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες». Τὰ τοίνυν τῶν Ἰουδαίων λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται
20«τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν, καὶ πύλαι ᾅδου οὐ κατισ‐ χύσουσιν αὐτῆς». Ἐκείνων ἦν τὸ λέγειν· «πῶς σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν θεόν;» Τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει ὅθεν εἰκότως τὰ παρ’ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει· «ἀλλ’ ἡμεῖς οὐχ οὕτως ἐμάθομεν τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσαμεν καὶ παρ’
25αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρό‐
μενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας». Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω.83

35

Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ «Χρι‐ στόν», ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον διδάσκων «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», καὶ πάλιν πρὸς Ἰουδαίους «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνδρα ἀπὸ
5τοῦ θεοῦ ἀναδεδειγμένον εἰς ὑμᾶς», καὶ πάλιν ὁ μακάριος Παῦλος πρὸς Ἀθηναίους· «ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν». Ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν, ἐξ ὧν μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς ῥήμασι τῶν ἁγίων,
10ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον τοῦ θεοῦ λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ μὲν ‚χρίσιν‛, ποτὲ δὲ ‚ἀπο‐ στολήν‛, ἄλλοτε δὲ ‚ἀνάδειξιν‛. Τὸ τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὴν καὶ εἰλικρινῆ τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον τοῦ θεοῦ λόγου ἀπὸ τοῦ ἐκ
15Μαρίας ἀνθρώπου. Μὴ γένοιτο! Πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα»; δι’ οὗ καὶ μετὰ τὴν ἀνάστασιν τὸ αὐτὸ «κεκλεισ‐ μένων τῶν θυρῶν» εἰσερχόμενον πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ τούτου δυσπειθές, διαλύσαντα τῷ
20εἰπεῖν· «ψηλαφήσατέ με καὶ βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». Καὶ οὐκ εἶπε ‚τόνδε‛ ἢ ‚τὸν ἄνθρωπόν μου, ὃν ἀνείληφα‛, ἀλλ’ «ἐμέ». Ὅθεν οὐδε‐ μίαν συγγνώμην εὑρεῖν δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ’ αὐτοῦ δὲ τοῦ θεοῦ84
25λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος καὶ πληρο‐ φορῶν ἀπό τε τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται. Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν ἢ οἱ διδόντες ἥψαντο τῶν χειρῶν. «Ἐπέδωκαν» γάρ, φησιν, «αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ φαγὼν ἐνώπιον αὐτῶν, λαβὼν τὰ
30ἐπίλοιπα ἀπέδωκεν αὐτοῖς». Ἰδοὺ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ Θωμᾶς, ἀλλ’ ὅμως δι’ ἑτέρας μεθόδου τὴν πληροφορίαν αὐτοῖς παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις, παρὰ Θωμᾶ μάθε· «φέρε» γάρ «σου», φησίν, «τὴν χεῖρα καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ βλέπε τὰς χεῖράς
35μου». Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ θεὸς λόγος καὶ ὅλον αὐτὸν ἄνθρωπόν τε καὶ θεὸν ὁμοῦ, ἄρτι μὲν τοῦ λόγου καὶ τὴν αἴσθησιν τοῖς ἁγίοις διὰ σώματος, ὡς ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων, παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς καὶ τὴν πληροφορίαν παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς
40βεβαίωσιν καὶ τοῖς ἀπίστοις εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.

36

Διορθούσθω τοιγαροῦν καὶ Παῦλος ὁ Σαμοσατεὺς τῆς θείας κατήκοος γεγενημένος φωνῆς «τὸ σῶμά μου» λέγοντος,
καὶ οὐχὶ τὸν Χριστὸν ἕτερον παρ’ ἐμὲ τὸν λόγον, ἀλλὰ σὺν ἐμοὶ αὐτὸν καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ λόγος, τὸ δὲ85
5χρισθὲν ὑπ’ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς κλη‐ θείη ἄν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ. Τὸ τοίνυν ἀποστο‐ λὴν τοῦ λόγου σημαίνεσθαι ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται σωτήρ, οὐ δι’ ἕτερόν τι, ἀλλ’ ἢ διὰ τὸ τῷ θεῷ λόγῳ ἡνῶσθαι. Ταὐτὸν σημαίνεσθαι τὸ ῥητὸν τοῦτο τῷ «ὁ
10πέμψας με πατήρ», καὶ «ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ’ ὁ πατήρ με ἀπέστειλεν». Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον ἕνωσιν, σὺν ᾧ γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον φύσιν διὰ τῆς ὁρωμένης, ‚ἀποστολὴν‛ ὠνόμασεν. Οὐ γὰρ δὴ θεὸς τόπους ἀμεί‐ βει καθ’ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους, τῷ τῆς σμικρότητος
15ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ ἐπιδεικνύμενος· πῶς γὰρ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; Ἀλλὰ τῆς ἐν σαρκὶ παρου‐ σίας ἕνεκα τὴν ἀποστολὴν οἱ δίκαιοι ὠνόμασαν. Εἶτα οὖν καὶ αὐτὸς ὁ θεὸς λόγος· Χριστὸς οὖν ὁ ἐκ Μαρίας θεὸς ἄνθρωπος, οὐχ ἕτερός τις Χριστός, ἀλλ’ εἷς καὶ ὁ αὐτός· οὗτος πρὸ αἰώνων
20ἐκ πατρός, οὗτος ἐπ’ ἐσχάτων ἐκ τῆς παρθένου, ἀόρατος τὸ πρὶν καὶ ταῖς ἐν οὐρανῷ δυνάμεσιν ἁγίαις, ὁρατὸς νυνὶ διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν, ὁρώμενος δέ, φημι, οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπείου σώ‐
ματος καὶ ὅλου ἀνθρώπου, ὃν ἀνεκαίνισε τῇ οἰκειώσει τῇ πρὸς86
25ἑαυτόν. Αὐτῷ τὸ σέβας καὶ ἡ προσκύνησις, ὃς ἦν πρώην καὶ νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.87