TLG 2035 116 :: ATHANASIUS :: Scholia in Job (e cod. Vat. Pii II) ATHANASIUS Theol. Scholia in Job (e cod. Vat. Pii II) Dup. partim 2035 115 Citation: Page — (line) | ||
21(1t) | EX COMMENTARIO IN JOB. | |
2t | Cap. I, v. 7. Καὶ εἶπεν ὁ Κύριος τῷ Διαβόλῳ Πόθεν παραγέγονας; | |
---|---|---|
3 | Ἅμα καὶ ἐν τούτοις περίσταται, καὶ ὅτι τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις | |
5 | εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι· καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν, οἱ δὲ ἄγγελοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ κατα‐ βαίνουσιν ἐπὶ τῆς κλίμακος· κἀνταῦθα ἦλ‐ | |
10 | θον, φησὶν, παραστῆναι ἐνώπιον Κυρίου, καὶ πεῦσις γίνεται πρὸς τὸν Διάβολον· Πόθεν παραγέγονας; ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι, μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος. Ὅθεν οὐχ ὡς ἐν τόπῳ, τὸν | |
15 | πανταχοῦ παρόντα ζητοῦσιν, ἵν’ εὕροιεν ἐν χωρίῳ καὶ συγκλειόμενον τὸν ἀόριστον· ἀλ‐ λὰ τὸ παραστῆναι τοῦτό ἐστι, τὸ τοῖς θε‐ λήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐ‐ τὸν ὁλικῶς ἀνατείνεσθαι· Θεοῦ μὲν γὰρ | |
20 | ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πονηροτάτη κατὰ τὸ ἀπε‐ ρίγραφον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα. | |
25t | Cap. II, v. 10. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐκ ὑποίσομεν; | |
26 | Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέγας ἦν ὁ πειρασμὸς, μείζων καὶ ἐφαίνετο ὁ ἀθλη‐ τὴς τοῦ πειρασμοῦ· καὶ πολὺς μὲν ἔρρεεν ὁ πειράζων καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· | |
30 | ἀνδρειότερος δὲ ἐφαίνετο ὁ πειραζόμενος, | 21 |
22 | νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ, τῷ μεγέθει τῆς διανοίας· γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή· ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβαίνον‐ | |
5 | τα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ Διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάττει λέγων ἐν τῷ ψάλμῳ· Ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. | |
10 | Ὁ γὰρ ὑπομένων, ἄνδρειός ἐστι, καὶ ὁ ἄν‐ δρειος ὑπομενητικὸς ἂν εἴη. Διὸ καὶ ὁ μα‐ κάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπα‐ | |
15 | ταθεῖσαν ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα· ἐκεῖ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μόνον φαινόμενος ζητεῖν τίνα ἁρπάζειν καὶ καταπιεῖν, διὰ τοῦ‐ το ὃ μέν ἐστιν αὐτὸς, ὑποκρύπτει καὶ σκέπει, | |
20 | ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλ‐ λει τοῖς ἀκολουθήσασιν αὐτῷ· οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λαλῶν, ἀλλ’ ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, τὴν | |
25 | δὲ διάνοιαν αὐτῶν παραποιῶν οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐ‐ τὴν ὑποκρίνεσθαι φιλανδρείαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν· οὕτω τοὺς ἀν‐ θρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις, | |
30 | ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κακίας βόθρον. | |
32t | Cap. IX, v. 5. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν, ὁ καταστρέφων αὐτὰ ὀργῇ. | |
33 | Ὄρη οἱ προφῆται, ὁ Μοϋσῆς καὶ οἱ καθ’ ἑξῆς. Καὶ δῆλοι ἡ γραφή· ᾜρα τοὺς ὀφθαλ‐ | |
35 | μούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά | 22 |
23 | μου. Ὁ τὸ διανοητικὸν ἐπιδοὺς τοῖς λό‐ γοις τῶν προφητῶν, ᾔρε τοὺς ὀφθαλμοὺς εἰς τὰ ὄρη, ὁρῶν ὅτι ἥξει ἐκ τῶν ἐν τοῖς προφήταις νοηθέντων λόγων ἡ βοήθεια αὐ‐ | |
5 | τοῦ παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν, πληρώσαντος μυστη‐ ρίων τὴν καθαρὰν τῶν προφητῶν καρδίαν. Ὅσον οὖν ἡ καινὴ διαθήκη οὐκ ἔρχεται οὐκ ἦσαν παλαιοὶ οἱ προφῆται, οὐδαμοῦ γὰρ | |
10 | παρὰ διαθήκην, εἴρηται πρὸ τούτου· Χρισ‐ τὸς δέ ἐστιν ὁ παλαιῶν ὄρη, Μωσέα καὶ τοὺς προφήτας. Καὶ οὐκ οἴδασι· Τίνες οὖν οὐκ οἴδασιν; ἐκεῖνοι πρὸς οὓς ἔλεγεν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἐν ἐμοί· | |
15 | περὶ ἐμοῦ γὰρ ἐκεῖνος ἐγράφη. Εἰ εἴδησαν Ἰουδαῖοι ὅτι περιπαλαιῶται τὰ ὄρη, κατα‐ λιπόντες ἂν αὐτὰ, τουτέστιν τὴν τοῦ γράμ‐ ματος παλαιότητα, διήλλανται καὶ ἐληλύ‐ θησαν ἐπὶ τὴν καινὴν διαθήκην· καὶ ἐλά‐ | |
20 | τρευον Θεῷ ἐν καινότητι Πνεύματος, καὶ οὐ παλαιότητι γράμματος· ἐπάγει οὖν· οὐκ οἴδασιν οὖν Ἰουδαῖοι οὔτε τὸν παλαιώσαν‐ τα, οὔτε τὰ πεπαλαιωμένα. Διὸ ὁ κατασ‐ τρέφων, φησὶν, αὐτὰ ὀργῇ, τουτέστι τὴν | |
25 | κατὰ τὸ γράμμα Ἱερουσαλὴμ ἢ τοῦ γράμ‐ ματος. Ποῦ τὸ αἰσθητὸν θυσιαστήριον; Πα‐ ράδοξον ὁ Ἰησοῦς μου πεποίηκεν; ἐλθὼν τοὺς αὐτοῦ προφήτας καὶ πεπαλαίωκεν καὶ ἀνεκαίνισε, πεπαλαίωκε, πῶς; ἡ διακονία | |
30 | τοῦ θανάτου τοῦ ἐν γράμματι ἐντετυπω‐ μένη ἦν, φησίν· ἀνεκαίνισε, πῶς; ὁ μὲν νό‐ μος, φησὶν, ἅγιος καὶ ἡ ἐντολὴ αὐτοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή· ἀλλ’ οὐκ ἤδεισαν ταῦτα οἱ μὴ μαθόντες τὸ ὄνομα πνευμα‐ | |
35 | τικόν. | 23 |
24(1t) | v. 6. Ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων. | |
2 | Χριστός ἐστιν ὁ σείσας τὴν ὑπ’ οὐρανόν· πολλοὶ ἐκ μέρους γίνονται σεισμοί· σεῖσμος γέγονεν ἐνθάδε· ἀλλ’ οἱ ἐν τῇ πλησίον πό‐ | |
5 | λει οὐκ ἔγνωσαν· ἐπὶ δὲ τοῦ Χριστοῦ οὐ γέ‐ γονε μερικῶς, διὰ τοῦτο ὁ σείων τὴν ὑπ’ οὐρανὸν ἐκ θεμελίων· οἱ δὲ στύλοι αὐτῆς σαλεύοντες, δηλονότι οἱ ἀπόστολοι ἐν τῷ καιρῷ τοῦ πάθους ἐσαλεύθησαν Πάντες ὑ‐ | |
10 | μεῖς, φησὶ, σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ. | |
12t | v. 7. Ὁ λέγων τῷ ἡλίῳ, καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. | |
13 | Καὶ τοῦτο ἐν τῷ σταυρῷ γέγονε· Κατὰ δὲ ἄστρων κατασφραγίζει· φέρεται ὅτι ταῖς | |
15 | τρισὶν ὥραις ἐν αἷς ἐξέλιπεν ὁ ἥλιος, ἀσ‐ τέρες ἐφάνησαν ἐν οὐρανῷ ὡς ἐν νυκτί. | |
17t | v. 9. Ὁ ποιῶν Πλειάδα, καὶ Ἕσπερον, καὶ Ἀρκτοῦρον, καὶ Ταμεῖα Νότου. | |
18 | Ταῦτα ὑπὲρ ἐμέ ἐστι τὰ μαθήματα. Πολλῶν γὰρ ὄντων τῶν ἀστέρων Πλειάδων, | |
20 | πλανητῶν καὶ ἀπλάνων παραλεγομένων ὑπὸ τῶν μὴ εἰδότων ὡς αὐτοὶ νομίζουσιν (ἔστι καὶ Ἕσπερος, ἐστι καὶ Φαέτων, καὶ Φαίνων, καὶ Στίλβων καὶ Φωσφόρος) τί δήποτε οὖν ὁ Ἰὼβ ἐν Πνεύματι φθεγγόμενος ἀπὸ τοσ‐ | |
25 | ούτων ἀστέρων τῶν ἐν τῷ ἀπλάνει τὴν Πλείαδα μόνην ὠνόμασε; καὶ ἀπὸ τοσούτων πλανητῶν λεγομένων Ἕσπερον μόνον εἴρη‐ κε; καὶ ἄλλον ἕνα τὸν Ἀρκτοῦρον τὸν ἐν τῷ ἀρκτοῦν ὄντα, τὸν λεγόμενον ὑπό τινων | |
30 | ἀρκτοφύλακα; | 24 |
25 | Σοφὸς δὲ ὁ καθ’ ἡμᾶς λέγει· Αὐτός μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου, καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, | |
5 | τρόπων ἀλλαγὰς, καὶ μεταβολὰς καιρῶν, ἐνιαυτοῦ κύκλους καὶ ἀστέρων θέσεις. Οὐκοῦν, ἐὰν γένωμαι σοφὸς, ᾄσομαι καὶ ἀστέρων θέσεις, καὶ ὅτῳ φίλον ἐστιν, ἀναγι‐ νώσκειν καὶ τὸν Ἐνώχ; ἐκεῖνος ἀνέγραψε | |
10 | καὶ τὰ περὶ τῶν ἀστέρων καὶ τὰ περὶ τῶν φωστήρων καὶ τίς αὐτῶν ἐστὶν ἀνατολὴ καὶ ἐπιτολή. Τίς ἐστιν ὁ λέγων· Ἔδωκέ μοι ἀστέρων θέσεις εἰδέναι; καὶ διὰ τί ἀπὸ πολλῶν ἀσ‐ | |
15 | τέρων τοῦ ζωδιακοῦ, ὠνόμαζε τὴν Πλειάδα· τοῦ γὰρ ζωδιακοῦ ἐστιν αὐτή· ἣ ἀπὸ τῶν βωρείων τὸν Ἀρκτοῦρον; Καὶ ἀπὸ τῶν λε‐ γομένων πλανητῶν, οἵτινες φέρονται γὰρ ἀπὸ δυσμῶν πρὸς ἀνατολὴν, μόνον Ἕσπερον | |
20 | ὠνόμαζε. Εἴ τις δύναται ἀκουέτω τίς ἐστιν ἡ Πλείας; καὶ τίνος οἶκός ἐστι καὶ τίνος χωρίον; ὁ γὰρ Ἕσπερος οἶκον ἔχει τὸ ἄστρον τῶν Πλειάδων, καὶ οὐκ εἰκῆ ταῦτα εἴληπ‐ ται τὰ ὀνόματα· ὁ ποιῶν Πλείαδας καὶ Ἕσ‐ | |
25 | περον καὶ Ἀρκτοῦρον καὶ Ταμεῖα νότου. Ἔστι δὲ Ἀρκτοῦρος εἷς ἀστὴρ παρὰ τῇ οὐ‐ ρανίῳ καλουμένῃ ἄρκτῳ, ᾗ χρῶνται σημείῳ ναῦται διὰ τὸ μηδέ ποτε δυνεῖν τοὺς ἀσ‐ τέρας αὐτῆς, ἐπεὶ δὲ εἴρηκεν ἀπὸ τοῦ ζω‐ | |
30 | διακοῦ τὴν Πλειάδα, καὶ ἀπὸ τῶν ὑπερέκεινα τοῦ ζωδιακοῦ ἐν τοῖς ἀρκτικοῖς τόποις, τὸν Ἀρκτοῦρον, ἐσιώπησε δὲ τῶν ἀστέρων τοὺς νοτίους, διὰ τοῦτο οἱονεὶ ἀναλαμβάνει αὐ‐ τοὺς, καὶ λέγει· Ὁ ποιῶν Πλείαδα καὶ Ἕσ‐ | |
35 | περον καὶ Ἀρκτοῦρον καὶ Ταμεῖα Νότου. Τάχα δὲ καὶ λόγον τεθεωρημένον ἔχει τὰ κατὰ τὸν τόπον· ἐστὶν ἀεὶ φανερὸς κύκλος πρὸς τῇ ἄρκτῳ, ἔστιν ἀφανὴς κύκλος πρὸς | |
τῇ μεσεμβρίᾳ καὶ τῷ νότῳ· τάχα οὖν ἵνα | 25 | |
26 | δηλώσῃ τὸν ἀβανῆ, Ταμεῖα νότου ὠνομά‐ ζοντο· πῶς οὖν σωθήσεται τὸ οὔκ ἐστιν ἀριθμός; | |
4t | Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸ αὐτὸ βιβλίον τοῦ Ἰὼβ ἑρμηνείας. | |
5t | Cap. XLII v. 6, 7. Ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι | |
6t | τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰὼβ κτλ. | |
7 | Καίτοι πρὸ τοῦ ἀξιωθῆναι τοῦ Θείου τού‐ του χαρίσματος, μετὰ παρρησίας, περὶ τῶν αὐτοῦ κατορθωμάτων διαλέγεται καὶ μάρ‐ | |
10 | τυρα τῆς ἀρετῆς τὸν Θεὸν καλεῖ. Οἱ γὰρ ἅγιοι ὅσῳ προκοπτοῦνται ἐν τῇ τοῦ Θεοῦ γνώμῃ, τοσούτῳ μᾶλλον αἰσθάνονται τῆς ἀνθρωπίνης ἀσθενείας· Οὕτω καὶ Ἁβραὰμ πρότερον μὲν οὐκ ἔλεγεν· Ἐγώ εἰμι γῆ καὶ | |
15 | σποδὸς, οὐδὲ ἐν τῷ πρώτῳ χρηματισμῷ τοῦτο εἶπε τῷ λέγοντι αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου· ἀλλ’ ὅτε προέκοψε πολλῷ, ὅταν ὤφθῃ αὐτῷ ὁ Κύριος ἓν τῇ δρυῒ τῇ Μαμβρῇ, ὅτε ἤκουσε | |
20 | τῶν χρηματισμῶν, νοήσας τὸν Θεὸν ἐκ τῶν ἀποκαλύψεων, εἶδεν ὅτι ὡς πρὸς Θεὸν οὐ‐ δέν ἐστιν, ἀλλὰ γῆ, οὐδὲ γῆ μόνον, ἀλλὰ καὶ σποδὸς, γῆ κατακεκαυμένη· τοιαύτη γὰρ ἡ σποδὸς οὐδὲ γῆ ζῶσα, οὔτ’ ἔχουσα | |
25 | φυσικὴν δύναμιν, γῆ μὲν διὰ τὰ ἀνθρώπινα κατορθώματα, σποδὸς δὲ διὰ τὰ ἁμαρτή‐ | |
ματα. | 26 |