TLG 2035 115 :: ATHANASIUS :: Scholia in Job ATHANASIUS Theol. Scholia in Job Dup. partim 2035 116 Citation: Volume — page — (line) | ||
27.1344(11) | ἈΘΑΝΑΣΙΟΥ. Τό γε μὴν λέγειν τὴν Γραφήν· Ἐγένοντο δὲ αὐτῷ ἑπτὰ υἱοὶ, καὶ πρὸς τοὺς Ἀρειο‐ μανίτας ἡμῖν συμβαλεῖται· οἳ ὡς μέγα βοήθημα τῆς αἱρέσεως αὐτῶν κατέχουσι τὸ περὶ τοῦ Μονογενοῦς | |
15 | παρὰ τοῦ Ἀποστόλου λεγόμενον· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ φιλονεικοῦσι ποίημα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Ἔστι δὲ αὐτοῖς κάλαμος τεθλα‐ σμένος τοῦτο τὸ ἔρεισμα. Ὅταν μὲν γὰρ ἡ οὐσία ποίημα ᾖ καὶ κτίσμα, τηνικαῦτα τὸ, ἐποίησε, καὶ | |
---|---|---|
20 | τὸ, ἔκτισε, κυρίως ἐπὶ αὐτῶν λέγεται, καὶ σημαίνει τὸ ποίημα· ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τό τε, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ’ αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει, ἀλλ’ ἀντὶ τοῦ ἐγέννησε τῷ ἐποίησεν ἀδιαφόρως τις κέ‐ | |
25 | χρηται ῥήματι. Ὥστε καταγνώσονται ἑαυτῶν οἱ Ἀρειανοὶ, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα· καὶ γὰρ εἰ ποιουμένους, καὶ γινομένους, καὶ κτιζομένους τοὺς ἐξ αὐτῶν φυομένους λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεχίας, ὡς ἐν | |
30 | τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἀντὶ τοῦ, γεννήσω, τὸ ποιήσω εἰρηκὼς, καὶ τοὺς ἐξ αὐτοῦ φυομένους εἰπών. Καὶ οὐ διαφέρεται. Κἀνταῦθα δὲ περὶ τοῦ Ἰὼβ εἴρηται· Ἐγένοντο | |
35 | δὲ αὐτῷ υἱοὶ ἑπτά· ὥσπερ καὶ Μωϋσῆς ἐν τῷ νόμῳ φησίν· Ἐὰν γένωνται. Χρὴ πρότερον ζητεῖν, εἰ υἱός ἐστιν. Τούτου γὰρ ἀποδεικνυμένου, παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια, καὶ φανερὰ πᾶσιν ἀπόδειξις, ὡς | |
40 | ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατά‐ γνωσιν. Δέδεικται γὰρ, ὅτι ἡ τοῦ, ἐποίησε, λέξις καὶ ἐπὶ τῶν γνησίων καὶ τῶν φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ. Ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου | |
45 | φύσει καὶ γνησίου υἱοῦ, κἂν λέγηται ἐπ’ αὐτοῦ (sic) τὸ, ἐποίησεν, ἢ ἐγένετο, οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ’ ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ | |
ἅγιοι. | 1344 | |
27.1345(3) | Καὶ εἶπεν ὁ Θεὸς τῷ διαβόλῳ· Πόθεν παραγέ‐ γονας; | |
5 | Ἀθανασίου. Ἅμα δὲ ἐν τούτοις παρίσταται, εἰ καὶ τὰ γενητὰ πάντα ἐν μεμερισμένοις τόποις εἰσὶ, φωστῆρες μὲν ἐν τῷ στερεώματι, νέφη δὲ ἐν τῷ ἀέρι. Καὶ τοῖς ἀνθρώποις ἔστησεν ὅρια ἐθνῶν· οἱ δὲ ἄγγε‐ λοι ἀποστέλλονται εἰς διακονίας, καὶ ἀναβαίνουσι καὶ | |
10 | καταβαίνουσιν ἐπὶ τῆς κλίμακος. Κἀνταῦθα, Ἦλθον, φησὶ, παραστῆναι ἐνώπιον Κυρίου. Καὶ πεῦσις γίνεται πρὸς τὸν διάβολον· Πόθεν παραγέγονας; Ὥστε ἐν τόπῳ εἰσὶ, καὶ ἔνθα ἀποστέλλονται, ἐκεῖ πάρεισι· μόνος δὲ ὁ Θεὸς ἀπερίγραπτος· τὸν παντα‐ | |
15 | χοῦ παρόντα ζητοῦσιν, ἵν’ εὕροιεν ἐν χωρίῳ τινὶ συγ‐ κλειόμενον τὸν ἀόριστον. Ἀλλὰ τὸ παραστῆναι, τοῦτό ἐστι τὸ τοῖς θελήμασιν αὐτοῦ τυπωθῆναι, καὶ τὸ πρὸς αὐτὸν ὁλικῶς ἀνατείνεσθαι. Θεοῦ μὲν γὰρ ἐνώπιόν ἐστι πᾶσα ἡ κτίσις, καὶ αὐτὴ ἡ ἀποστατικὴ καὶ πο‐ | |
20 | νηροτάτη, κατὰ τὸ ἀπερίγραπτον τῆς οὐσίας ἐκείνης· ἰδίως δὲ οἱ ἄγγελοι πάρεισι τῷ Θεῷ, κατὰ τὸν τῆς θείας ἀγάπης ἀκόρεστον ἔρωτα. | |
24 | Ἀθανάσιος. Ἠγωνίζετο μὲν οὖν ὁ Ἰὼβ, καὶ μέ‐ | |
25 | γας ἦν ὁ πειρασμός· μείζων δὲ ἐφαίνετο ὁ ἀθλητὴς τοῦ πειρασμοῦ. Καὶ πολὺς μὲν ἔῤῥεεν ὁ πειράζων, καὶ χαλεπὸς ἦν ὁ μαχόμενος· ἀνδρειότερος δὲ ἐφαί‐ νετο ὁ πειραζόμενος, νικῶν τὰς ἐπιχειρήσεις καὶ προσβολὰς τοῦ πονηροῦ τῷ μεγέθει τῆς διανοίας. | |
30 | Γνώρισμα τῆς ἀνδρείας ἐστὶν ἡ ὑπομονή. Ταύτῃ γὰρ ἕκαστος τῶν ἁγίων φέρων τὰ συμβάντα ἐν τῷ βίῳ ἐπίπονα καὶ λυπηρὰ, ἴσχυε κατὰ τοῦ διαβόλου· ἅπερ τὸ Πνεῦμα θέλον ἡμᾶς ἀμφότερα κτᾶσθαι, προστάτ‐ τει λέγον ἐν τῷ ψαλμῷ· Ἀνδρίζου, καὶ κραταιούσθω | |
35 | ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὁ γὰρ ὑπομένων ἀνδρεῖός ἐστι, καὶ ὁ ἀνδρεῖος ὑπομονητικὸς ἂν εἴη. Διὸ καὶ ὁ μακάριος Ἰὼβ διὰ τὸ ὑπομένειν ἐκραταιοῦτο, καὶ διὰ τὸ ἀνδρείως φέρειν τοὺς πόνους ὑπέμεινε, καὶ τὴν γυναῖκα διωθεῖτο, ἐξαπατηθεῖσαν | |
40 | ὑπὸ τοῦ ὄφεως, καὶ φθαρεῖσαν τὰ νοήματα. Ἐπειδὴ γὰρ ὅλως ἐστὶ μισητὴς ὁ τῆς κακίας εὑρετὴς, καὶ μό‐ νον φαινόμενος ζητῶν τίνα ἁρπάσει καὶ καταπιεῖ· διὰ τοῦτο ὃ μὲν ἔστιν αὐτὸς ὑποκρύπτει καὶ σκέπει· ὑποκρινόμενος δὲ τῇ φαντασίᾳ τὴν πᾶσι ποθουμένην | |
45 | ἀλήθειαν, τὸν ἴδιον ἰὸν ἐπιβάλλει τοῖς ἀκολουθήσασιν αὐτῷ. Οὕτω καὶ τὴν Εὔαν ἠπάτησεν, οὐ τὰ ἴδια λα‐ λῶν, ἀλλ’ ὑποκρινόμενος τὰ τοῦ Θεοῦ ῥήματα, καὶ τὴν διάνοιαν αὐτῶν παραποιῶν. Οὕτω καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ ὑπέβαλε, πείσας αὐτῇ ὑποκρίνεσθαι φιλαν‐ | |
27.1345(50) | δρίαν, διδάξας δὲ βλασφημεῖν εἰς τὸν Θεόν. Οὕτω τοὺς ἀνθρώπους ὁ δόλιος παίζει ταῖς φαντασίαις ὑποκλέπτων καὶ σύρων ἕκαστον εἰς τὸν ἴδιον τῆς κα‐ κίας βόθρον. Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν. | |
55 | Ἀθανασίου. Ἡ δὲ τῶν γεννητῶν καὶ κτιστῶν φύσις | 1346 |
27.1348 | τρεπτή ἐστι, ἅτε δὴ ἔξωθεν οὖσα τῆς τοῦ Θεοῦ οὐ‐ σίας, καὶ ἐξ οὐκ ὄντων ὑποστᾶσα Διὸ πᾶς ἄνθρω‐ πος ψεύστης· καὶ, πάντες ἥμαρτον, καὶ ὑστεροῦν‐ ται τῆς δόξης τοῦ Θεοῦ. Ὁ δὲ διάβολος, ἐν μέσῳ | |
5 | τῶν χερουβὶμ ὢν, καὶ ἀποσφράγισμα ὁμοιώσεως γενόμενος, ἐξέπεσεν ἐκ τῶν οὐρανῶν ὡς ἀστραπή. Καὶ ἀγγέλους κρινοῦμεν, τοὺς μὴ τηρήσαντας δηλαδὴ τὴν ἑαυτῶν ἀρχήν. Καὶ ἐνταῦθα, εἰ κατὰ παιδίων αὐτοῦ οὐ πιστεύει, καὶ ἁπλῶς τὰ κτίσματα τοιαύτην | |
10 | ἔχει τὴν φύσιν, καὶ τρέπεται. Μόνη δὲ ἡ θεία φύσις ἀναλλοίωτος. Παρὰ πάπυρον, καὶ κάλαμον, καὶ βούτομον. Τάχα δὲ διὰ τοῦ καλάμου καὶ τοῦ παπύρου τὴν εὐτέλειαν καὶ τὴν πενίαν τοῦ διαβόλου αἰνίττεται ἡ | |
15 | Γραφή. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκεαι. Ἀθανάσιος. Πάλαι μὲν οὖν πολὺς ἦν ὁ ἐχθρὸς πανουργευόμενος κατὰ τῶν ἀνθρώπων, καὶ φαντασίαις αὐτοῦ πολλοὺς ἠπάτα, καὶ δυσχερὴς ἦν ἡ τῆς ἀπάτης | |
20 | αὐτοῦ κατάληψις· ὥστε καὶ τὸ πνεῦμα λέγειν περὶ αὐτοῦ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύματος αὐ‐ τοῦ; καὶ τὰ ἑξῆς. Οὐ γὰρ ὅπερ ἦν, τοῦτο καὶ ἐφαί‐ νετο, ἀλλὰ πρὸς ὃ ἐπανουργεύετο, πρὸς τοῦτο καὶ ἐφαντασίου ἑαυτόν. Διὰ τοῦτο καὶ πολλοὶ ἠπατῶντο | |
25 | ὑπ’ αὐτοῦ· ὅτε δὲ ἐπεδήμησεν ὁ Σωτὴρ, τότε ἡ πᾶσα φαντασία αὐτοῦ ἐδειγματίσθη· ἃ γὰρ ἠγνοεῖτο πάλαι ποιῶν, ταῦτα τῇ χάριτι τοῦ Χριστοῦ γινώσκεται, καὶ ἐν οἷς ἠπάτα πάλαι τοὺς ἀνθρώπους, ἐν τούτοις ὑπ’ αὐτῶν καταπατεῖται. Πάσης γὰρ διαβολικῆς ἐπιθέσεως | |
30 | καὶ μανίας δαιμόνων ἰσχυροτέρα ἡ πίστις. | 1348 |