|
TLG 2035 111 :: ATHANASIUS :: Quaestio cxii ad Antiochum ducem in collectione canonum ATHANASIUS Theol. Quaestio cxii ad Antiochum ducem in collectione canonum Cf. et 2035 077 Citation: Page — (line) | ||
80(18t) | ΤΟΥ ΑΥΤΟΥ | |
| 19t | ΠΡΟΣ ΑΝΤΙΟΧΟΝ | |
|---|---|---|
| 22t | Δ | |
| 23t | [Περὶ τοῦ μὴ κοινωνεῖν αἱρετικοῖς] | |
| 24 | Ἐρώτησις. Ἐὰν καταληφθῆ ἄνθρω‐ | |
| 25 | πος ἐν καιρῷ ἑορτῆς ἐν χώρᾳ, ἐν ᾗ | 80 |
81 | κοινωνία τῆς καθολικῆς ἐκκλησίας οὐχ εὑρίσκεται, τί ὀφείλει διὰ τὴν ἑορτὴν σκέψασθαι, κοινωνῆσαι τοῖς αἱρετικοῖς ἢ οὔ; | |
| 5t | Ἀπόκρισις. | |
| 6 | Εἰ πολὺς καὶ χαλεπὸς ὁ κίνδυ‐ νος τῷ ἀνδρί, τὸ τὴν ἰδίαν γυ‐ ναῖκα ἐᾶσαι καὶ ἄλλῃ συγγενέσθαι, κἂν ἐν ἀποδημίᾳ τυγχάνῃ, πόσῳ | |
| 10 | μᾶλλον τὴν ὀρθὴν πίστιν προδοῦναι διὰ τὸ τοῖς αἱρετικοῖς κοινωνῆσαι; Καὶ ὥσπερ οἱ τὴν ἑαυτῶν πραγμα‐ τείαν πωλῆσαι βουλόμενοι, ὅσον ἂν χρόνον ἐπὶ ξένης βραδύνωσιν, οὐ | |
| 15 | καταδέχονται λαβεῖν ἀντὶ τοῦ βα‐ σιλικοῦ χαράγματος ἐξωχάραγον, οὕτως καὶ ἐπὶ τῆς τοῦ Χριστοῦ κοινωνίας χρὴ λογίζεσθαι. Πάσῃ τοίνυν δυνάμει φυλαξώμεθα | |
| 20 | μὴ μεταλαμβάνειν μετάληψιν αἱρε‐ τικῶν, μήτε μεταδιδόναι· ‘Μὴ δότε γὰρ τὰ ἅγια τοῖς κυσί, φησὶν ὁ κύ‐ ριος, μηδὲ ῥίπτητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων‘, ἵνα | |
| 25 | μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως. Εἰ γὰρ πάντως ἕνωσίς ἐστι πρὸς Χριστόν, καὶ πρὸς ἀλλήλους πάντως· | |
| καὶ πᾶσι τοῖς συμμεταλαμβάνουσιν | 81 | |
82 | ὑμῖν κατὰ προαίρεσιν ἑνούμεθα· ἐκ προαιρέσεως γὰρ ἡ ἕνωσις αὕτη γίνεται, οὐ χωρὶς τῆς ἡμῶν γνώμης· ‘Πάντες γὰρ ἓν σῶμα ἐσμέν, ὅτι ἐκ | |
| 5 | τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν‘, | |
| καθώς φησιν ὁ θεῖος ἀπόστολος. | 82 | |