TLG 2035 110 :: ATHANASIUS :: Epistula ad Epictetum

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Epictetum

Source: Ludwig, G. (ed.), Athanasii epistula ad Epictetum [Diss. Jena] 1911: 3–18.

Citation: Section — (line)

1t

Τοῦ μακαρίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ πρὸς Ἐπίκτητον ἐπίσκοπον Κορίνθου.

1

Ἐγὼ μὲν ἐνόμιζον πᾶσαν ματαιολογίαν πάντων, ὅσοι δηποτοῦν εἰσιν αἱρετικοί, πεπαῦσθαι ἐκ τῆς γενομένης ἐν Νικαίᾳ συνόδου· ἡ γὰρ ἐν αὐτῇ παρὰ τῶν πατέρων κατὰ τὰς θείας γραφὰς ὁμολογηθεῖσα πίστις αὐτάρκης ἐστὶ πρὸς ἀνατροπὴν μὲν πάσης ἀσεβείας, πρὸς σύ‐
5στασιν δὲ τῆς εὐσεβοῦς ἐν Χριστῷ πίστεως. διὰ τοῦτο γοῦν καὶ νῦν διαφόρων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ Σπανίᾳ καὶ τῇ μεγάλῃ Ῥώμῃ πάντες οἱ συνελθόντες τοὺς μὲν ἔτι κρυπτομένους καὶ φρονοῦν‐ τας τὰ Ἀρείου, Αὐξέντιον δὴ λέγω τὸν ἐν Μεδιολάνῳ, καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα, καὶ Γάϊον ἀπὸ τῆς Παννονίας, παμψηφεὶ ὡς ἀφ’ ἑνὸς
10πνεύματος κινούμενοι ἀνεθεμάτισαν ἔγραψάν τε πανταχοῦ, διὰ τὸ τοὺς τοιούτους ἐπινοεῖν ἑαυτοῖς ὀνόματα συνόδων, μηδεμίαν ἐν τῇ καθολικῇ ἐκκλησίᾳ σύνοδον ὀνομάζεσθαι, εἰ μὴ μόνην τὴν ἐν Νικαίᾳ γενομένην, τρόπαιον οὖσαν πάσης μὲν αἱρέσεως, ἐξαιρέτως δὲ τῆς Ἀρειανῆς, δι’ ἣν μάλιστα καὶ ἡ σύνοδος τότε συνήχθη. πῶς τοίνυν ἔτι μετὰ τοσαῦτα
15ἀμφισβητεῖν ἢ ζητεῖν τινες ἐπιχειροῦσιν; εἰ μὲν οὖν ἐκ τῶν Ἀρειανῶν εἰσιν, οὐδὲν θαυμαστόν, εἰ τὰ καθ’ ἑαυτῶν γραφέντα διαβάλλουσιν, ὥσπερ καὶ Ἕλληνες, ἀκούοντες τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον
ἔργα χειρῶν ἀνθρώπων, μωρίαν ἡγοῦνται τὴν περὶ τοῦ θείου σταυροῦ διδασκαλίαν, εἰ δὲ τῶν δοκούντων ὀρθῶς πιστεύειν καὶ ἀγαπᾶν τὰ3
20δηλωθέντα παρὰ τῶν πατέρων εἰσὶν οἱ διὰ τοῦ ζητεῖν ἀνασκευάζειν θέλοντες, οὐδὲν ἕτερον ποιοῦσιν ἢ κατὰ τὸ γεγραμμένον, τὸν μὲν πλη‐ σίον ποτίζουσιν ἀνατροπὴν θολεράν, λογομαχοῦσι δὲ ἐπ’ οὐδενὶ χρησίμῳ ἢ ἐπὶ καταστροφῇ τῶν ἀκεραίων.

2

ταῦτα δὲ οὕτω γράφω ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφελον, ἵνα μηδὲ μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε; τίς ὁ διδάξας ἢ μαθών; ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος θεοῦ καὶ
5λόγος κυρίου ἐξ Ἱερουσαλήμ· ταῦτα δὲ πόθεν ἐξῆλθεν; ποῖος Ἅιδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι; ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον σῶμα μετα‐ βέβληται, καὶ ἠλλάγη τῆς ἰδίας φύσεως; τίς δὲ ἤκουσεν ἐν ἐκκλησίᾳ ἢ ὅλως παρὰ Χριστιανῶν, ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ κύριος;
10ἢ τίς τοσοῦτον ἠσέβησεν, ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι ἡ θεότης αὐτὴ ἡ ὁμοούσιος τῷ πατρὶ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγο‐
νεν, καὶ τὸ ἐν ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλ’ αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; τίς δὲ ἀκούων, ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ’ ἐκ τῆς ἑαυτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος,4
15εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος εἶναι λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ·
20πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐ‐ διον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέ‐ στη; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ φύσει τοῦ θεοῦ ἐστιν, τὸ δὲ
25κατὰ σάρκα ἐκ σπέρματός ἐστι Δαβίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας· τίνες δὲ ἄρα οὕτω τολμηροὶ γεγόνασιν, ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐληλυθέναι τὸν λόγον,
30καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ’ ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἕτερον τὸν τοῦ θεοῦ λόγον, τὸν πρὸ
Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς εἶναι Χριστιανοὶ δύνανται οἱ λέγοντες ἄλλον εἶναι τὸν υἱὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ λόγον;5

3

ταῦτα ἦν ἐν τοῖς ὑπομνήμασι διαφόρως μὲν εἰρημένα, μίαν δὲ τὴν διάνοιαν καὶ τὴν αὐτὴν ἔχοντα πρὸς ἀσέβειαν βλέπουσαν δύναμιν. διὰ ταῦτα διεκρίνοντο καὶ διεμάχοντο πρὸς ἀλλήλους οἱ αὐχοῦντες ἐπὶ τῇ ὁμο‐ λογίᾳ τῶν πατέρων τῇ ἐν Νικαίᾳ γενομένῃ. ἐγὼ δὲ τὴν σὴν ἐθαύμασα
5θεοσέβειαν ἀνασχομένην, καὶ ὅτι μὴ τούτους ἔπαυσε μὲν ταῦτα λέγοντας, τὴν δὲ εὐσεβῆ πίστιν παρέθηκεν αὐτοῖς, ἵνα ἢ ἀκούσαντες ἠρεμήσωσιν ἢ ἀντιλέγοντες ὡς αἱρετικοὶ νομισθῶσιν. τὰ γὰρ προειρημένα οὔτε λεκτὰ οὔτε ἀκουστὰ παρὰ Χριστιανοῖς, ἀλλὰ ἀλλότρια κατὰ πάντα τρόπον τῆς ἀποστολικῆς διδασκαλίας ἐστίν. διὰ τοῦτο γοῦν κἀγὼ τὰ παρ’ ἐκείνων, ὡς
10εἴρηται, ἐγγραφῆναι γυμνῶς πεποίηκα τῇ ἐπιστολῇ, ἵνα καὶ μόνον ὁ ἀκούων θεωρῇ τὴν ἐν αὐτοῖς αἰσχύνην καὶ ἀσέβειαν· καὶ εἰ καὶ ἔδει διὰ πλειόνων κατηγορεῖν καὶ διελέγχειν τὴν ἀφροσύνην τῶν ταῦτα δια‐ νοηθέντων, ἀλλὰ καλὸν ἕως τούτων εἶναι τὴν ἐπιστολὴν καὶ μηδὲν πλέον γράφειν. τὰ γὰρ οὕτω φανερῶς δεικνύμενα φαῦλα γυμνάζειν ἐπὶ πλεῖον καὶ
15περιεργάζεσθαι οὐ δεῖ, ἵνα μὴ τοῖς φιλονεικοῦσιν ὡς ἀμφίβολα νομισθῇ· ἢ τοῦτο μόνον ἀποκρίνασθαι πρὸς τὰ τοιαῦτα καὶ εἰπεῖν ἀρκεῖ, ὅτι οὐκ ἔστι ταῦτα τῆς καθολικῆς ἐκκλησίας, οὐδὲ ταῦτα οἱ πατέρες ἐφρό‐
νησαν. ἵνα δὲ μὴ ἐκ τῆς τέλεον σιωπῆς πρόφασιν ἀναίσχυντον ἑαυτοῖς οἱ τῶν κακῶν ἐφευρεταὶ πορίσωνται, καλὸν ἐκ τῶν θείων γραφῶν6
20ὀλίγα μνημονεῦσαι· τάχα κἂν οὕτως αἰδεσθέντες παύσωνται ἀπὸ τῶν ῥυπαρῶν τούτων ἐπινοιῶν.

4

πόθεν ὑμῖν ἐπῆλθεν εἰπεῖν, ὦ οὗτοι, ὁμοούσιον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος; ἀπὸ γὰρ τούτου καλὸν ἄρξασθαι, ἵνα τούτου δεικνυμένου σαθροῦ καὶ πάντα τὰ ἄλλα τοιαῦτα δειχθῇ. ἀπὸ μὲν οὖν τῶν γραφῶν οὐκ ἔστιν εὑρεῖν, θεὸν γὰρ ἐν ἀνθρωπίνῳ σώματι γεγονέναι
5λέγουσιν. ἀλλὰ γὰρ καὶ οἱ πατέρες οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ τὸ σῶμα, ἀλλ’ αὐτὸν τὸν υἱὸν εἰρήκασιν ὁμοούσιον τοῦ πατρός· καὶ τοῦτον μὲν ἐκ τῆς οὐσίας τοῦ πατρός, τὸ δὲ σῶμα ἐκ Μαρίας ὡμολόγησαν εἶναι πάλιν κατὰ τὰς γραφάς. ἢ τοίνυν ἀρνήσασθε τὴν ἐν Νικαίᾳ σύνοδον, καὶ ὡς αἱρετικοὶ παρεισφέρετε ταῦτα, ἢ εἰ βούλεσθε τέκνα τῶν πατέρων
10εἶναι, μὴ φρονεῖτε παρ’ ἐκεῖνα, ἅπερ ἔγραψαν αὐτοί. καὶ γὰρ καὶ ἐκ τούτου τὸ ἄτοπον θεωρεῖν ὑμᾶς ἔξεστιν· εἰ ὁμοούσιος ὁ λόγος τῷ σώ‐ ματι ἐκ γῆς ἔχοντι τὴν φύσιν, ὁμοούσιος δὲ ὁ λόγος τῷ πατρὶ κατὰ τὴν τῶν πατέρων ὁμολογίαν, ὁμοούσιος ἔσται καὶ αὐτὸς ὁ πατὴρ τῷ σώματι τῷ ἐκ γῆς γενομένῳ. καὶ τί ἔτι μέμφεσθε τοῖς Ἀρειανοῖς
15λέγουσι τὸν υἱὸν κτίσμα λέγοντες αὐτοὶ καὶ τὸν πατέρα ὁμοούσιον τοῖς κτίσμασιν, καὶ εἰς ἑτέραν ἀσέβειαν μετερχόμενοι φάσκοντες εἰς σάρκα
καὶ ὀστέα καὶ τρίχας καὶ νεῦρα καὶ ὅλον σῶμα μεταβεβλῆσθαι τὸν λόγον καὶ ἠλλάχθαι τῆς ἰδίας φύσεως. ὥρα γὰρ ὑμᾶς εἰπεῖν φανερῶς ἐκ γῆς αὐτὸν γεγενῆσθαι· ἐκ γῆς γὰρ ἡ τῶν ὀστέων καὶ ὅλου τοῦ7
20σώματος φύσις. τίς οὖν ἡ τοσαύτη παραφροσύνη, ἵνα καὶ πρὸς ἑαυ‐ τοὺς διαμάχησθε; ὁμοούσιον μὲν γὰρ λέγοντες τὸν λόγον τῷ σώματι, ἕτερον πρὸς ἕτερον σημαίνετε, τῷ δὲ εἰς σάρκα μεταβεβλῆσθαι αὐτοῦ τοῦ λόγου τροπὴν φαντάζεσθε. καὶ τίς ἔτι λοιπὸν ὑμῶν ἀνέξεται ταῦτα καὶ μόνον φθεγγομένων; πάσης γὰρ αἱρέσεως πλέον εἰς ἀσέβειαν ἐξε‐
25κλίνατε· εἰ γὰρ ὁμοούσιος ὁ λόγος τῷ σώματι, περιττὴ τῆς Μαρίας ἡ μνήμη καὶ ἡ χρεία, δυναμένου τοῦ σώματος εἶναι καὶ πρὸ Μαρίας ἀϊδίως, ὥσπερ οὖν ἐστι καὶ αὐτὸς ὁ λόγος, εἴ γε καθ’ ὑμᾶς ὁμοούσιός ἐστι τῷ σώματι. τίς δὲ καὶ ἡ χρεία τῆς ἐπιδημίας τοῦ λόγου, ἵνα ἢ τὸ ἑαυτοῦ ὁμοούσιον ἐνδύσηται ἢ τραπεὶς ἀπὸ τῆς ἰδίας φύσεως σῶμα
30γένηται; οὐ γὰρ ἑαυτῆς ἡ θεότης ἐπιλαμβάνεται, ἵνα καὶ τὸ ὁμοούσιον ἑαυτῆς ἐνδύσηται, ἀλλ’ οὐδὲ ἥμαρτεν ὁ τὰς ἄλλων ἁμαρτίας λυτρού‐ μενος λόγος, ἵνα τραπεὶς εἰς σῶμα ἑαυτὸν ὑπὲρ ἑαυτοῦ θυσίαν προσ‐ ενέγκῃ καὶ ἑαυτὸν λυτρώσηται.

5

ἀλλ’ οὐκ ἔστιν οὕτω, μὴ γένοιτο, σπέρματος γὰρ Ἀβραὰμ ἐπι‐ λαμβάνεται, ὡς εἶπεν ὁ ἀπόστολος· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵν’ ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον
5ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ· καὶ ταύτην ὁ μὲν Ἡσαΐας προφητεύων ἐδείκνυε λέγων, ἰδοὺ ἡ παρθένος, ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ πρὸς παρθένον μεμνηστευ‐ μένην ἀνδρί, ἵν’ ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρω‐ πον οὖσαν· καὶ τοῦ τίκτειν μνημονεύει ἡ γραφὴ καί φησιν, ἐσπαργάνωσεν,8
10καὶ ἐμακαρίζοντο μαστοὶ, οὓς ἐθήλασεν· καὶ προσηνέχθη θυσία, ὡς διανοίξαντος τοῦ τεχθέντος τὴν μήτραν. ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα, καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς τὸ γεννώμενον ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ, ἀλλ’ ἐκ σοῦ, ἵν’ ἐξ αὐτῆς φύσει τὸ γεννώμενον
15εἶναι πιστευθῇ, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύ‐ νατον παρθένον φέρειν γάλα μὴ τεκοῦσαν, καὶ ἀδύνατον γάλακτι τρα‐ φῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ περιτμηθὲν ὀκταήμερον, τοῦτο Συμεὼν εἰς τὰς ἀγκάλας ἐδέξατο, τοῦτο γέγονε παιδίον, καὶ ηὔξησε δωδεκαετὴς γενόμενος, καὶ εἰς τὸν τριακοστὸν
20ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος, ἴδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι, τοῦ δὲ Παύλου γρά‐ φοντος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. ἀλλ’ ἐν τῷ περιτμηθέντι σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ
25καμόντι καὶ ἐν ξύλῳ καθηλωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν τὸ ἐν μνημείῳ τεθέν, ὅτε αὐτὸς
ἐπορεύθη κηρύξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν, ὡς εἶπεν ὁ Πέτρος.9

6

ὃ μάλιστα δείκνυσι τὴν ἄνοιαν τῶν λεγόντων εἰς ὀστέα καὶ σάρκα τετράφθαι τὸν λόγον. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἦν χρεία μνημείου, αὐτὸ γὰρ ἂν ἐπορεύθη δι’ ἑαυτοῦ τὸ σῶμα κηρύξαι τοῖς ἐν τῷ Ἅιδῃ πνεύ‐ μασιν. νῦν δὲ αὐτὸς μὲν ἐπορεύθη κηρύξαι, τὸ δὲ σῶμα ἑλίξας Ἰωσὴφ
5σινδόνι ἀπέθετο ἐν τῷ Γολγοθᾷ· καὶ δέδεικται πᾶσιν, ὅτι μὴ τὸ σῶμα ἦν ὁ λόγος, ἀλλὰ σῶμα ἦν τοῦ λόγου. καὶ τοῦτο Θωμᾶς ἀναστὰν ἐκ νεκρῶν ἐψηλάφησε καὶ εἶδεν ἐν αὐτῷ τοὺς τύπους τῶν ἥλων, οὓς ὑπέμεινεν αὐτὸς ὁ λόγος ὁρῶν καθηλουμένους ἐν τῷ ἰδίῳ σώματι καὶ δυνάμενος κωλύειν, οὐκ ἐκώλυεν, ἀλλὰ καὶ ἰδιοποιεῖτο τὰ τοῦ σώματος ἴδια ὡς ἑαυτοῦ
10ὁ λόγος ὁ ἀσώματος. ἀμέλει τοῦ σώματος τυπτομένου παρὰ τοῦ ὑπηρέ‐ του ὡς αὐτὸς πάσχων ἔλεγεν, τί με δέρεις; καὶ ἄψαυστος ὢν τῇ φύσει ὅμως ἔλεγεν, τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ ἐμπτυσμάτων· ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνὼν αὐτῷ ὁ λόγος εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς
15τῆς τοῦ λόγου θεότητος μετασχεῖν δυνηθῶμεν. καὶ ἦν παράδοξον, ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων, πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν, μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστιν. καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν
ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον10
20ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. ἐποίει δὲ τοῦτο, καὶ ἐγίνετο οὕτως, ἵνα τὰ ἡμῶν αὐτὸς δεχόμενος καὶ προσενεγκὼν εἰς θυσίαν ἐξαφανίσῃ, καὶ λοιπὸν τοῖς ἑαυτοῦ περιβαλὼν ἡμᾶς ποιήσῃ τὸν ἀπόστολον εἰπεῖν, δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν.

7

οὐ θέσει δὲ ταῦτα ἐγίνετο, μὴ γένοιτο, ὥς τινες πάλιν ὑπέλαβον, ἀλλ’ ὄντως ἀληθείᾳ ἀνθρώπου γενομένου τοῦ σωτῆρος ὅλου τοῦ ἀν‐ θρώπου σωτηρία ἐγίνετο. εἰ γὰρ θέσει ἦν ἐν τῷ σώματι ὁ λόγος κατ’ ἐκείνους, τὸ δὲ θέσει λεγόμενον φαντασία ἐστίν, εὑρίσκεται δοκήσει
5καὶ ἡ σωτηρία καὶ ἡ ἀνάστασις τῶν ἀνθρώπων λεγομένη κατὰ τὸν ἀσεβέστατον Μανιχαῖον. ἀλλὰ μὴν οὐ φαντασία ἡ σωτηρία ἡμῶν οὐδὲ σώματος μόνου, ἀλλ’ ὅλου ἀνθρώπου ψυχῆς καὶ σώματος ἀληθῶς ἡ σωτηρία γέγονεν ἐν αὐτῷ τῷ λόγῳ. ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ Μαρίας κατὰ τὰς θείας γραφὰς καὶ ἀληθινὸν ἦν τὸ σῶμα τοῦ σωτῆρος·
10ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῷ ἡμετέρῳ, ἀδελφὴ γὰρ ἡμῶν ἡ
Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν. καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι μνησθείς, ὧν ἔγραψεν ὁ Λουκᾶς· μετὰ γὰρ τὸ ἀναστῆναι ἐκ τῶν νεκρῶν, δοκούντων τινῶν μὴ ἐν τῷ ἐκ Μαρίας σώματι βλέπειν τὸν κύριον, ἀλλ’ ἀντὶ τούτου πνεῦμα θεωρεῖν, ἔλεγεν, ἴδετε τὰς χεῖράς μου11
15καὶ τοὺς πόδας μου καὶ τοὺς τύπους τῶν ἥλων, ὅτι ἐγώ εἰμι αὐτός· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, ἐξ ὧν καὶ διελέγχεσθαι δύνανται πάλιν οἱ τολ‐ μήσαντες εἰπεῖν, εἰς σάρκα καὶ ὀστέα ἠλλοιῶσθαι τὸν κύριον. οὐ γὰρ
20εἶπεν, καθὼς ἐμὲ θεωρεῖτε σάρκα καὶ ὀστέα ὄντα, ἀλλ’ ἔχοντα, ἵνα μὴ αὐτὸς ὁ λόγος εἰς ταῦτα τραπεὶς νομισθῇ, ἀλλ’ αὐτὸς ἔχων αὐτὰ καὶ πρὸ τοῦ θανάτου καὶ μετὰ τὴν ἀνάστασιν εἶναι πιστευθῇ.

8

τούτων δὲ οὕτως ἐχόντων τὴν ἀπόδειξιν περιττὸν ἔτι τῶν ἄλλων ἅπτεσθαι καὶ γυμνάζειν τι περὶ αὐτῶν. τοῦ γὰρ σώματος, ἐν ᾧ ἦν ὁ λόγος, μὴ ὄντος ὁμοουσίου τῇ θεότητι, ἀλλ’ ἐκ Μαρίας ἀληθῶς τεχθέντος, καὶ αὐτοῦ δὲ τοῦ λόγου μὴ τραπέντος εἰς ὀστέα καὶ σάρκα,
5ἀλλ’ ἐν σαρκὶ γενομένου. τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον, ὁ λόγος σὰρξ ἐγένετο, ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν· γέγραπται γὰρ παρὰ τῷ Παύλῳ, Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα· καὶ ὥσπερ οὐκ αὐτὸς κατάρα γέγονεν, ἀλλ’ ὅτι
τὴν ὑπὲρ ἡμῶν ἀνεδέξατο κατάραν, εἴρηται κατάρα γεγονέναι· οὕτω12
10καὶ σὰρξ ἐγένετο, οὐ τραπεὶς εἰς σάρκα, ἀλλ’ ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε καὶ γέγονεν ἄνθρωπος. καὶ γὰρ τὸ εἰπεῖν, ὁ λόγος σὰρξ ἐγένετο, ἶσόν ἐστι πάλιν εἰπεῖν, ὁ λόγος ἄνθρωπος γέγονε κατὰ τὸ εἰρημένον ἐν τῷ Ἰωήλ, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· οὐ γὰρ ἕως τῶν ἀλόγων ἦν ἡ ἐπαγγελία, ἀλλ’ εἰς ἀνθρώπους ἐστίν, ὧν ἕνεκα
15καὶ ἄνθρωπος γέγονεν ὁ κύριος. τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν, εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίσαντες πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα, καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου
20τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέ‐ θανεν, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις, ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· πῶς δὲ ὅλως καὶ ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριάσουσι δὲ μεγάλως οἱ καὶ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τε‐
25τράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν,
ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριὰς οὐδὲν ξένον εἰς αὐτὴν ἐπιφερομένου τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ’ οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην.13

9

ταῦτα οὕτω λέγοντες οὐ νοοῦσιν, ὅπως ἑαυτοῖς περιπίπτουσιν. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλ’ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον ἢ ὅπερ ὑπεκρίναντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσιν, τοῦτο κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα.
5ὡς γὰρ ὁ υἱὸς κατὰ τοὺς πατέρας ὁμοούσιος ὢν τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς ὁ πατήρ, ἀλλ’ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτω τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ’ ἕτερον πρὸς τὸν λόγον· ἑτέρου δὲ ὄντος ἔσται κατ’ αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς. οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται
10προσθήκην, ἀλλ’ ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστι‐ ανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν τῷ ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς, ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ
σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς14
15προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται τὸ ποίημα συν‐ εξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσ‐ θήκην λαμβάνειν· καὶ ἠγνόησαν, ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ’ ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ’ ἵνα βελτιωθῇ ὁ λόγος, προῆλθεν ἐκ Μαρίας, ἀλλ’ ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς
20οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσ‐ θήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ τῷ ἀνθρωπίνῳ σώματι προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως· ἀπὸ γὰρ θνητοῦ γέγονεν ἀθάνα‐ τον, καὶ ψυχικὸν ὂν γέγονε πνευματικόν, καὶ ἐκ γῆς γενόμενον τὰς οὐρα‐
25νίους διέβη πύλας. ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν· ἀλλ’ ἀεὶ τελεία ἐστίν, καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ εἷς θεὸς κηρύττεται ὁ τοῦ λόγου πατήρ.

10

ἐκ δὴ τούτου σιωπήσουσι λοιπὸν καὶ οἵ ποτε εἰπόντες τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν Χριστὸν καὶ κύριον καὶ θεόν. εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἐκ Μαρίας
ἐκλήθη Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ’ ἡμῶν ὁ θεός;15
5πῶς δὲ καὶ ὁ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; οὐκοῦν ὁμολογείτωσαν καὶ οἱ πρότερον ἀρνού‐ μενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν
10ἥλων τύπους ἀνεβόησεν, ὁ κύριός μου καὶ ὁ θεός μου. θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν ὁ υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτι‐ μαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἐκ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος
15ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότισε τὴν γῆν. αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον.

11

περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν, ὅτι, ὥσπερ ἐφ’ ἕκαστον τῶν προφητῶν ἐγίνετο, οὕτω καὶ ἐφ’ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν φανερὰν ἐχούσης τῆς ἀνοίας
αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθεν, διὰ τί οὗτος ἐκ παρθένου,16
5καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ’ ὁ τούτου μόνος; διὰ τί δὲ καθ’ ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημή‐
10σαντος; ἢ διὰ τί ἐλθόντος αὐτοῦ, ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη; ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπλη‐ ρωμένου θεότητος τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται
15μεθ’ ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος οὐ λέγεται ὡς αὐτὸς ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ’ ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται, καὶ τῶν ἄλλων πάντων λεγομένων μόνον ἐτέχθησαν καὶ ἐγεν‐
20νήθησαν· ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται, καὶ ὁ λόγος σὰρξ ἐγένετο.

12

ἐξ ὧν δείκνυται, ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος ἑαυτῷ σάρκα λαβὼν προῆλθεν ἄνθρωπος· τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαβὶδ καὶ τῆς σαρκὸς Μαρίας
5γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον ὁ πατὴρ ἐδείκνυε καὶ ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων, οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς
δὲ ἐπιγινώσκοντες προσκυνοῦμεν, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ’ αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι’ οὗ τὰ πάντα γέγονεν17
10καὶ ἡμεῖς ἐλυτρώθημεν. διὸ καὶ ἐθαυμάσαμεν, πῶς ὅλως ἐν ὑμῖν περὶ τῶν οὕτω φανερῶν γέγονε φιλονεικία, ἀλλὰ χάρις τῷ κυρίῳ, ὅτι, ὅσον ἐλυπήθημεν ἐντυχόντες τοῖς ὑπομνήμασιν, τοσοῦτον ἐχάρημεν ἐπὶ τῷ τέλει τούτων. μετὰ γὰρ συμφωνίας ἀνεχώρησαν καὶ εἰρήνευσαν ἐπὶ τῇ ὁμολογίᾳ τῆς εὐσεβοῦς καὶ ὀρθοδόξου πίστεως. τοῦτο γοῦν κἀμὲ
15πολλὰ πρότερον σκεψάμενον πέπεικε γράψαι τὰ ὀλίγα ταῦτα λογισάμενον, μὴ ἄρα ἐκ τῆς σιωπῆς ἀντὶ χαρᾶς λύπη γένηται τοῖς ἐκ τῆς συμφω‐ νίας πρόφασιν τοῦ χαίρειν παρασχοῦσιν ἡμῖν. ἀξιῶ τοίνυν προηγου‐ μένως τὴν σὴν εὐλάβειαν καὶ δεύτερον τοὺς ἀκούοντας μετὰ συνειδή‐ σεως ἀγαθῆς ταῦτα δέξασθαι, καὶ εἰ μέν τι πρὸς εὐσέβειαν λείπει, τοῦτο
20διορθώσασθαι καὶ δηλῶσαί μοι· εἰ δ’ ὡς παρ’ ἰδιώτου τοῦ λόγου μὴ κατ’ ἀξίαν μηδὲ τελείως γέγραπται, συγγνῶναι πάντας τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν ἀσθενείᾳ. προσαγόρευε πάντας τοὺς μετὰ σοῦ ἀδελφούς, σὲ οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν· ἐρρωμένος ἐν κυρίῳ διάγοις
ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε.18