TLG 2035 109 :: ATHANASIUS :: De sancta trinitate (dialogi 1, 3, 5) [Sp.] ATHANASIUS Theol. De sancta trinitate (dialogi 1, 3, 5) [Sp.] Cf. et 2035 027 Citation: Volume — page — (line) | ||
28.1116(35t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
36t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
37t | ΔΙΑΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΤΡΙΑΔΟΣ, ΕΝ ῼ ΔΙΑΛΕΓΟΝΤΑΙ ΟΡΘΟΔΟΞΟΣ ΚΑΙ ΑΝΟΜΟΙΟΣ | |
38t | ΑΡΕΙΑΝΙΣΤΗΣ. | |
42t | ΑΝΟΜΟΙΟΣ. | |
43 | Χριστιανὸς εἶ; Ὀρθόδοξος. Καὶ πάνυ. Ἀνόμ. Τί ἐστιν ὁ Χριστια‐ | |
45 | νισμός; Ὀρθ. Ἀλλὰ τὸ μὲν ἦν ἀναγκαῖον εἰπεῖν, τὸ δὲ οὐκ ἀσφαλές. Ἀνόμ. Διὰ τί; Ὀρθ. Τὸ μὲν γὰρ εἰπεῖν, ὅτι Χριστοῦ δοῦλός εἰμι, ἀναγκαῖον εἰπεῖν· τὸ δὲ, τί ἐστιν ὁ Χριστιανισμὸς, οὐκ ἀσφαλὲς, ἐὰν μὴ γνῶ τίς ἐστιν ὁ ἐρωτῶν· μήποτε εὑρεθῶ βάλλων τὰ | |
28.1116(50) | ἅγια τοῖς κυσὶν, ἢ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν | |
χοίρων. Καὶ γὰρ, ἐάν με ἐρωτήσῃς, Πιστὸς εἶ ἢ κατ‐ | ||
28.1117 | ηχούμενος, ἑτοίμως λέγω ὅ εἰμι· τί δέ ἐστι τὸ εἶναι πιστὸν, οὐ λέγω, μήποτε καὶ Ἰουδαῖος ᾖ ὁ ἐρω‐ τῶν. Ἀνόμ. Ἀλλ’ ἐγώ σοι λέγω ὁ ἐρωτῶν σε, ὅτι Χριστιανός εἰμι. Ὀρθ. Οὐκ ἤρκεσέ σοι τὸ εἰπεῖν ἐμὲ, | |
5 | ὅτι Χριστιανός εἰμι· οὐδ’ ἐμοὶ ἀρκεῖ τὸ εἰπεῖν σε, ὅτι Χριστιανὸς εἶ· ἐὰν μή μοι εἴπῃς, τί ἐστι Χρι‐ στιανισμός. Καὶ τότε δὲ οὐ πάντως εἶ Χριστιανός· οὐδὲ γὰρ τὸ εἰδέναι τί ἐστιν ὁ Χριστιανισμὸς, τοῦτό ἐστιν εἶναι Χριστιανόν· ἐπειδὴ οὐδὲ τὸ εἰδέναι τί | |
10 | ἐστιν Ἰουδαϊσμός ἐστι τὸ εἶναι Ἰουδαῖον· οὐδὲ τὸ εἰδέναι τί ἐστιν Ἑλληνισμὸς, τοῦτό ἐστι τὸ εἶναι Ἕλληνα. Ἀνόμ. Οἶδας τὸν Θεόν; Ὀρθ. Ναί. Ἀνόμ. Ὡς αὐτὸς ἑαυτὸν οἶδεν; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦν οὐκ οἶδας αὐτόν; Ὀρθ. Οἶδα αὐτὸν, ὡς ἐνδέχεται | |
15 | ἀνθρώπου φύσει εἰδέναι. Ἀνόμ. Ἄλλως οὖν αὐτὸν ἴσασιν οἱ ἄνθρωποι, καὶ ἄλλως αὐτὸς ἑαυτόν; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς; Ὀρθόδ. Ὅτι, ἐὰν μή τις τὴν αὐτὴν τῷ Θεῷ κτήσηται γνῶσιν, ἀδύνατον γνῶναι αὐτὸν, ὡς αὐτὸς ἑαυτὸν οἶδε. Τὴν δὲ αὐτὴν τῷ Θεῷ | |
20 | κτήσασθαι γνῶσιν ἀδύνατον, μὴ τῆς αὐτῆς αὐτῷ ὄντα οὐσίας. Οὐκ ἐσμὲν δὲ τῆς αὐτῆς αὐτῷ οὐσίας. Οὐκ ἄρα τὴν αὐτὴν αὐτῷ ἔχομεν γνῶσιν. Ἀνόμ. Ἐὰν οὖν θέλῃ ὁ Υἱὸς ἀποκαλύψαι τινι, οὐ δύναται; Ὀρθ. Ἀπο‐ καλύπτει μὲν, ἀλλ’ οὐχ οὕτως αὐτῷ ἀποκαλύπτει, ὡς | |
25 | αὐτὸς ἑαυτὸν οἶδεν· ἀλλ’ ὡς δύναται γνῶναι ὁ κατ‐ αξιούμενος. Διότι τῷ μὲν Ἰεζεχιὴλ ἀπὸ ὀσφύος καὶ ἄνω ἠλέκτρινος ἐγνώσθη· τῷ δὲ Δανιὴλ παλαιὸς ἡμερῶν· τῷ δὲ Ἡσαΐᾳ καλυπτόμενος ὑπὸ τῶν σερα‐ φίμ. | |
32 | Ἀνόμοιος. Σὺ οὖν πῶς αὐτὸν οἶδας, ὡς ἠλέκτρι‐ νον, ἢ ὡς παλαιὸν τῶν ἡμερῶν; Ὀρθ. Παρ’ αὐτῶν μαθὼν οἶδα, ὅτι ὑπὲρ πάντα ἐστὶ τὰ γνωρισθέντα | |
35 | αὐτοῖς. Εἰ μὴ γὰρ ἦν ὑπὲρ αὐτὰ, οὐκ ἂν διαφόρως ἐφαίνετο· καὶ διὰ τοῦτο ὁ Μονογενὴς λέγει· «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Ἀνόμ. Ἄλλο ἐστὶ τὸ ἑω‐ ρακέναι, καὶ ἄλλο τὸ ἐγνωκέναι; Ὀρθ. Ἐπὶ Θεοῦ οὐκ ἔστιν ἄλλο καὶ ἄλλο· αὐτὸς γὰρ τὴν θεωρίαν ἐπὶ | |
40 | τῆς γνώσεως ἔλαβε, λέγων· «Τοσοῦτον χρόνον μεθ’ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με; Φίλιππε, ὁ ἑωρα‐ κὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου.» Ἀνόμ. Εἰ οἶδας, ὅτι ὑπὲρ τὰ φαινόμενά ἐστιν, οἶδας τί ἐστιν. Ὀρθ. Γελοῖον λέγεις· μὴ γὰρ, ἐπειδὴ οἶδα, ὅτι ὑπὲρ τὰ | |
45 | φαινόμενα σώματά ἐστιν ἡ ψυχὴ, οἶδα καὶ τί ἐστι ψυχή; Ἀνόμ. Ἐγὼ οὕτως αὐτὸν οἶδα, ὡς αὐτὸς ἑαυτὸν οἶδεν. Ὀρθ. Τί οὖν ἐστιν ὁ Θεός; Ἀνόμ. Αὐτὸ τὸ ἀγέννητον. Ὀρθ. Τὸ εἰδέναι, ὅτι ἀγέννη‐ τός ἐστι, τοῦτό ἐστι τὸ εἰδέναι τὸν Θεόν. Ἀνόμ. | |
28.1117(50) | Καὶ πάνυ. Ὀρθ. Ἴσασιν οὖν καὶ Ἰουδαῖοι καὶ Ἕλλη‐ νες τοῦτο. Τὴν αὐτὴν ἄρα τοῖς Ἰουδαίοις καὶ τοῖς Ἕλλησιν ἔχεις γνῶσιν, τοῖς μὴ γινώσκουσιν αὐτόν. Ὅτι γὰρ ὁ μὴ γινώσκων τὸν Υἱὸν οὐ γινώσκει τὸν | |
Πατέρα, τὰ Εὐαγγέλια εἰρήκασιν. Ἀνόμ. Οὐκ οἶδεν | ||
28.1120 | οὖν ὁ Θεὸς ἀγέννητον ἑαυτόν; Ὀρθ. Ἀλλ’ οὐ τοῦτό ἐστιν αὐτοῦ ἡ οὐσία, ὃ κατειλήφαμεν. Ἀνόμ. Μίαν λέγεις θεότητα, καὶ τρεῖς ὑποστάσεις; Ὀρθ. Λέλυται μέν σου ἡ πρότερον γνῶσις. Ἀποκρινοῦμαι δέ σοι | |
5 | καὶ οὕτως· Ἄλλο ἐστὶν ὑπόστασις, καὶ ἄλλο θεότης· οὐχ ὡς ἄλλο πρᾶγμα καὶ ἄλλο, ἀλλ’ ὡς ἄλλο τι ση‐ μαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς θεότητος. Ἡ μὲν γὰρ ὑπόστασις «τὸ εἶναι» σημαίνει· ἡ δὲ θεότης «τὸ τί εἶναι.» Ἀνόμ. Οἷον, ὡς τί· Ὀρθ. Ὡς | |
10 | Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου τρεῖς ὑποστά‐ σεις, καὶ μία ἀνθρωπότης. Ἀνόμ. Οὐκοῦν τρεῖς θεοί; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Εἰ οὕτως εἰσὶν αἱ ὑποστάσεις ὡς Πέτρου, καὶ Παύλου, καὶ Τιμοθέου, τρεῖς θεοί· τρεῖς γὰρ ἄνθρωποι, Πέτρος, καὶ Παῦ‐ | |
15 | λος, καὶ Τιμόθεος. Ὀρθ. Κατὰ τὰς θείας Γραφὰς, οὐκέτι οὐδὲ αὐτοὶ τρεῖς ἄνθρωποι. «Ἐν γὰρ Χρι‐ στῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, οὐκ ἔνι δοῦλος καὶ ἐλεύθερος· ἀλλ’ οἱ πάντες ἐν Χριστῷ ἕν ἐσμεν.» Ἀνόμ. Οὐκέτι οὖν | |
20 | εἰσι τρεῖς, Πέτρος, καὶ Παῦλος, καὶ Τιμόθεος; Ὀρθ. Τρεῖς μέν εἰσιν, ἀλλ’ οὐ τρεῖς ἄνθρωποι. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τρεῖς εἰσιν ἄνθρωποι, ὅταν ἀνομοίαν ἔχωσι τὴν καρδίαν, ὡς Ἕλλην, καὶ Ἰουδαῖος, καὶ Χριστιανός· ὅταν δὲ τὸ αὐτὸ λέγωσι, καὶ μὴ ἔστιν ἐν | |
25 | αὐτοῖς σχίσματα, τρεῖς μέν εἰσιν ὑποστάσεις, εἷς δὲ ἐν Κυρίῳ, μίαν ψυχὴν ἔχοντες καὶ μίαν καρδίαν· καὶ τρεῖς μέν εἰσιν ἀριθμῷ, ἀλλ’ οὐχ ἑτερότητι φύ‐ σεως ἢ καρδίας. Ἀνόμ. Ἐγὼ τοὺς τρεῖς τρεῖς λέγω. Ὀρθ. Ἐγὼ δὲ τρεῖς λέγω, ὅταν ᾖ ἐν αὐτοῖς σχίσμα· | |
30 | ἐὰν δὲ κατὰ τὰς ἁγίας Γραφὰς γένωνται κατηρτισμέ‐ νοι ἐν τῷ αὐτῷ νοῒ, καὶ ἐν τῇ αὐτῇ γνώμῃ, ἕνα λέγω καινὸν ἄνθρωπον, μετὰ τοῦ μένειν τὰς ὑποστάσεις. Ἀνόμ. Ἀλλὰ ταῦτα ἐπὶ ἀνθρώπων εἴρηται· ἐπὶ δὲ Θεοῦ ἄλλως. Ὀρθ. Εἰ ἐπὶ τῶν διῃρημένων σωματι‐ | |
35 | κῶς, ὅταν μὴ ᾖ σχίσμα διανοίας, τὸ εἷς καὶ τὸ ἓν κεῖται ἐν τῇ γραφῇ, πολλῷ πλέον ἐπὶ τῶν ἀΰλων καὶ τῶν ἀσωμάτων. Ἢ τοίνυν δὸς ἐκεῖ σχίσματα, ἵνα εἴ‐ πωμεν τρεῖς θεοὺς, τοῦ μὲν τόδε θέλοντος, τοῦ δὲ τόδε· ἢ, εἰ οὐκ ἔνι σχίσμα, εἷς Θεὸς Πατὴρ, | |
40 | καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὡς εἷς ἄνθρωπος οἱ ἐν Χριστῷ κατηρτισμένοι, καθὼς γέγραπται. | |
45 | Ἀνόμοιος. Οὐκ ἔστιν οὖν διαφορὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Ἐν τῇ φύσει οὔ· ἐν τῷ θελήματι οὔ· ἐν τῷ γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκπορεύεσθαι, ναί. Ἀνόμ. Τί ἐστι γεννᾷν καὶ γεννᾶσθαι, καὶ ἐκπέμπειν καὶ ἐκ‐ | |
28.1120(50) | πορεύεσθαι; Ὀρθ. Ὅτι ὁ μὲν Πατὴρ γεννᾷ, τουτέστιν ἐγέννησεν· ὁ δὲ Υἱὸς γεννᾶται, τουτέστι γεγέννηται· καὶ ὅτι αὐτὸς ὁ Πατὴρ ἐκπέμπει τὸ Πνεῦμα τουτέστιν ἐξέπεμψε. Καὶ τὸ Πνεῦμα ἐκπορεύεται, τουτέστιν, ἐκ‐ πεπόρευται, Ἀνόμ. Ἐκπορεύεται, εἶπε· μὴ γὰρ καὶ | |
55 | ἐκπεπόρευται; Ὀρθ. Καὶ περὶ τοῦ Υἱοῦ, «Γεννᾷ με,» | |
28.1121 | εἴρηκε. «Πρὸ» γὰρ «πάντων βουνῶν γεννᾷ με,» εἶπεν. Ὥσπερ οὖν ἐπὶ τοῦ Υἱοῦ τὸ γεννᾷ με, Ἐγέν‐ νησε, νοεῖς, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος τὸ ἐκπορεύε‐ ται, ἐκπεπόρευται, νόησον· ἔθος γάρ ἐστι γραφικόν· | |
5 | ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα,» τουτέστιν, Ὁ ποιήσας· καὶ τὸ, «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς,» τουτέστι, θεμελιώσας. Ἀνόμ. Αὕτη ἐστὶν ἡ διαφορά; Ὀρθ. Αὕτη. Ἀνόμ. Τὴν δὲ φύσιν τὴν αὐτὴν λέγεις; Ὀρθ. Τὴν αὐτήν. | |
10 | Ἀνόμ. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι, εἰ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ὀρθ. Τίθης δὲ ὅμως, ὅτι ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται; Ἀνόμ. Ναί; Ὀρθ. Εἰ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται· ὁ γεννῶν ἐκ τῆς αὐτοῦ φύσεως γεννᾷ, καὶ ὁ γεννώμενος ἐκ τῆς τοῦ γεννῶν‐ | |
15 | τος φύσεως γεννᾶται. Ἀνόμ. Μὴ γένοιτό μοι εἰπεῖν, ὅτι ἐκ τῆς φύσεως ἐγέννησεν ὁ Θεός! Ὀρθ. Οὐκοῦν οὐκ ἐγέννησεν. Ἀνόμ. Ἐγέννησε κτίσας; Ὀρθ. Πρῶ‐ τον αὐτὸν ἔκτισε, καὶ τότε ἐγέννησεν· ἢ πῶς; Φανε‐ ρώτερόν μοι εἰπέ. Οὐ νοῶ γὰρ τί ἐστιν, ἐγέννησε | |
20 | κτίσας. Ἀνόμ. Τὸ γέννημα τοῦ Θεοῦ κτίσμα αὐτοῦ ἐστιν, ἐπειδὴ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος· καὶ οὐκ ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλ’ οἷς γεννᾷ, τού‐ τοις καὶ κτίζει. Ὀρθ. Εἰ ἁπλοῦς ἐστι καὶ ἀσύνθετος, τί λέγεις, οἷς καὶ οἷς; Ἔνθα γὰρ τὸ, οἷς καὶ οἷς, ἐκεῖ | |
25 | πολλά. Εἰ δὲ ἀσύνθετος, οὐκ ἄρα πολλά. | |
28 | Ἀνόμοιος. Οὐκ ἔστιν οὖν ἁπλοῦς ὁ Θεός; Ὀρθ. Ἐγὼ δὲ καὶ ὑπὲρ τὸ ἁπλοῦν λέγω. Καὶ γὰρ ἄγγελος | |
30 | ἁπλοῦς ἐστι, καὶ ψυχὴ, καὶ τὸ φῶς· οὐ γὰρ ἐκ με‐ ρῶν ἢ μελῶν σύγκειται. Ἀνόμ. Εἰ τοίνυν καὶ ὑπὲρ τὸ ἁπλοῦν ἐστιν, οἷς γεννᾷ καὶ κτίζει; Ὀρθ. Πάλιν λέγω, μὴ λέγε, οἷς γεννᾷ καὶ κτίζει· τὸ γὰρ ἁπλοῦν οἷς καὶ οἷς οὐκ ἔχει· πολλῷ δὲ πλείω τὸ ὑπὲρ ἁπλοῦν | |
35 | οἷς καὶ οἷς οὐκ ἔχει. Ἀνόμ. Ὡσαύτως οὖν γεννᾷ ὁ Θεὸς, καὶ ὡσαύτως κτίζει; Ὀρθ. Οὔ. Ἀνόμ. Οὐκοῦν σύνθετος; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. Εἰ ἄλλοις γεννᾷ καὶ ἄλλοις κτίζει, σύνθετός ἐστιν; Ὀρθ. Οὐ λέγω, ἄλλοις γεννᾷ, καὶ ἄλλοις κτίζει, ἀλλὰ ἄλλως γεννᾷ, | |
40 | καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς γεννᾷ, καὶ πῶς κτί‐ ζει; Ὀρθ. Ὑποστάσει γεννᾷ, καὶ ἐντολῇ κτίζει. Ἡ γὰρ ἐντολὴ, σύνδρομον ἔχουσα τὴν δύναμιν, παρ‐ ίστησιν ὃ βούλεται ὁ ἐντειλάμενος· ὑποστάσει δὲ γεν‐ νῶν, οὐκ ἀνέχεται ἐντολὴν, ἵνα μηδὲν μέσον ᾖ τοῦ | |
45 | γεννῶντος Πατρὸς καὶ τοῦ γεννωμένου Υἱοῦ. Ἀνόμ. Μὴ θέλων οὖν ἐγέννησεν; Ὀρθ. Ὁ γεννηθεὶς ζῶσα τοῦ γεννήσαντός ἐστιν εἰκὼν, καὶ ὑπερβαίνει τὴν θέ‐ λησιν ἡ εἰκὼν τῆς ὑποστάσεως. Πρῶτον γὰρ δεῖ νοεῖν τὴν εἰκόνα τῆς ὑποστάσεως, καὶ τότε τὸ θέλειν, ἢ μὴ | |
28.1121(50) | θέλειν. Τῆς δὲ ὑποστάσεώς ἐστι γέννημα καὶ εἰκὼν ἀπαράλλακτος ὁ Υἱός· πρὸ τοῦ θελήματος νόει τὴν τῆς ὑποστάσεως εἰκόνα. Ἀνόμ. Τί ἐστιν; Ὑπερβαίνει τὴν θέλησιν ἡ εἰκών; Ὀρθ. Ὅτι τὴν οὐσίαν, καὶ ἄνευ τοῦ τόδε θέλειν, νοῆσαι δύνῃ· ἄνευ δὲ εἰκόνος οὐ δύ‐ | |
55 | νῃ. Ἡ γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται· ἡ δὲ | |
28.1124 | εἰκὼν τῆς οὐσίας οὔτ’ ἄρχεται, οὔτε παύεται. Καὶ ἄλλως· Θέλων ἐστὶν ἀθάνατος, ἢ μὴ θέλων; Ἀνόμ. Θέλων. Ὀρθ. Πρὸ τοῦ οὖν θελήσει, οὐκ ἄρα ἀθάνατος. Ἀνόμ. Ἀϊδίως θέλει εἶναι ἀθάνατος; Ὀρθ. | |
5 | Καὶ ἀϊδίως Πατήρ. Ὡς γὰρ οὐ δύνῃ εἰπεῖν, ὅτι μὴ θέλων ἐστὶν ἀθάνατος, οὐδ’ ὅτι μὴ θέλων Πατήρ· καὶ ὥσπερ οὐ προηγεῖται τῆς ἀθανασίας θέλημα, οὕτως οὐδὲ τοῦ Υἱοῦ· ἀλλ’ ἀϊδίως ἐστὶν Υἱὸς ἐκ Πατρὸς θέλοντος γεγεννημένος, εἰκὼν τῆς ὑποστάσεως ἀπα‐ | |
10 | ράλλακτος. | |
14 | Ἀνόμοιος. Ποῦ γέγραπται, τῆς ὑποστάσεώς | |
15 | ἐστιν εἰκὼν ὁ Υἱός; Ὀρθ. Τὸν χαρακτῆρα τῆς ὑπο‐ στάσεως οὐδὲν ἄλλο νοῶ ἢ εἰκόνα εἶναι τῆς ὑποστά‐ σεως. Ἀνόμ. Ὁ γὰρ ἀνὴρ οὐ γέγραπται εἰκὼν καὶ δόξα Θεοῦ; Ὀρθ. Ἀλλ’ οὐχὶ χαρακτὴρ τῆς ὑποστά‐ σεως. Ἄλλο δέ ἐστιν εἰκόνα Θεοῦ εἶναι, καὶ ἄλλο χα‐ | |
20 | ρακτῆρα ὑποστάσεως αὐτοῦ. Τὸ γὰρ ἔργον τοῦ ἐρ‐ γασαμένου τεχνίτου ἔχει τὴν εἰκόνα τῆς τέχνης, οὐχὶ δὲ τῆς ὑποστάσεως. Ἀνόμ. Τί λέγεις οὐκ οἶδα· σα‐ φέστερον εἰπέ. Ὀρθ. Τοῦ τέκτονος τὸ βάθρον ἔχει τὴν εἰκόνα τῆς τέχνης· ἐὰν γὰρ ἴδω βάθρον, οἶδα, | |
25 | ὅτι ὑπὸ τέκτονος ἐγένετο· κἂν ἴδω πλοῖον, οἶδα, ὅτι ὑπὸ ναυπηγοῦ ἐστι τὸ ἔργον, τοῦ ἐργασαμένου εἰκὼν καὶ δόξα τῆς τέχνης· οὐ μὴν καὶ χαρακτὴρ τῆς ὑπο‐ στάσεως. Οὐ γὰρ τὸν χαρακτῆρα τοῦ ἐργασαμένου ἔχει τὸ βάθρον ἢ τὸ πλοῖον· ὁ μὲν γάρ ἐστιν ἄνθρωπος | |
30 | τῇ ὑποστάσει, τὸ δὲ βάθρον ἢ τὸ πλοῖον οὔ. Οὕτω καὶ ὁ ἄνθρωπος τοῦ θεμένου αὐτὸν Θεοῦ εἰκὼν καὶ δόξα ἐστί. Καὶ γὰρ κατὰ τὸν ἅγιον Σολομῶνα· «Ἀνα‐ λόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται καὶ δοξάζεται ἐκ τοῦ γεγονότος·» οὐ μὴν χαρακτήρ ἐστι τῆς ὑπο‐ | |
35 | στάσεως τοῦ πεποιηκότος, ἀλλ’ ἢ ἄρα τῆς ἐνεργείας. Ὁ δὲ Υἱὸς χαρακτὴρ ἐνυπόστατος. Λέγει γάρ· «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα μου·» οὐδεὶς δὲ, ἑωρακὼς ἄνθρωπον, εἶδε τὸν Πατέρα. Ἀνόμ. Ποῦ γέγραπται, ὅτι χαρακτήρ ἐστι τῆς ὑποστάσεως ὁ | |
40 | Υἱός; Ὀρθ. Παρὰ τῷ ἀποστόλῳ Παύλῳ ἐν τῇ πρὸς Ἑβραίους. Ἀνόμ. Οὐκ ἐκκλησιάζεται; Ὀρθ. Ἀφ’ οὗ κατηγγέλη τὸ Εὐαγγέλιον Χριστοῦ, Παύλου εἶναι πε‐ πίστευται ἡ ἐπιστολή· καὶ μετ’ αὐτῆς εἰσιν ἐπιστο‐ λαὶ ιδʹ αἱ πᾶσαι τοῦ Παύλου. Ἀνόμ. Ἀνέγνως, ὅτι ἐν | |
45 | μὲν πάσαις τὸ ὄνομα αὐτοῦ ἐμφέρεται, ἐν δὲ ταύτῃ οὔ; Ὀρθ. Ὅτι Ἑβραίοις ἔγραφεν· ἦσαν δὲ κατηχη‐ θέντες περὶ αὐτοῦ, ὅτι ἀποστασίαν διδάσκει· καὶ ἵνα μὴ, σειριάσαντες αὐτοῦ τὸ ὄνομα, κλείσωσι τὴν ἀκοήν· διὰ τοῦτο ἀπὸ τῶν πατέρων ἤρξατο, λέγων· | |
28.1124(50) | «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Ὅτι δὲ αὐτοῦ ἐστιν ἡ ἐπιστολὴ, φανερόν ἐστι καὶ ἀπὸ τοῦ τέλους τῆς ἐπιστολῆς. Μέμνηται γὰρ καὶ Τιμοθέου, λέγων· | |
55 | «Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυ‐ | |
28.1125 | μένον, μεθ’ οὗ, ἐὰν τάχιον ἔρχηται, ὄψομαι ὑμᾶς.» | |
4 | Ἀνόμοιος. Κἂν δῶμεν, ὅτι Παύλου ἐστὶν ἡ | |
5 | Ἐπιστολὴ, ἀλλὰ ὁ χαρακτὴρ τῆς ὑποστάσεως ἐν τῇ ὑποστάσει ἔχει τὸ εἶναι, οὐκ ἐν ἰδίᾳ ζωῇ; Ὀρθ. Ἀλλ’ οὐ μόνον εἴρηται χαρακτὴρ ὑποστάσεως, ἀλλὰ καὶ Υἱὸς, ἵνα τὸ ἐνυπόστατον νοήσωμεν. Ἀπαύγασμα γὰρ εἴρηται, διὰ τὸ συναϊδίως ἐξ αὐτοῦ εἶναι· χα‐ | |
10 | ρακτὴρ διὰ τὴν ὁμοιότητα τῆς ὑποστάσεως· Υἱὸς διὰ τὸ ἐνυπόστατον. Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν πάντα εἶναι ἐκ τοῦ Θεοῦ. Ὀρθ. Ἀλλὰ τὰ μὲν ἔστιν ἐκ τῆς ἐντολῆς αὐτοῦ δημιουργικῶς· ὁ δὲ Υἱὸς ἐκ τῆς ὑποστάσεως γεννητικῶς τὸ δὲ Πνεῦμα ἐκπορευτικῶς. | |
15 | Ἀνόμ. Καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως λέγεις; Ὀρθ. Ἐπεὶ πόθεν; Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὰ μὲν ἐκ τῆς ἐντολῆς, τὰ δὲ ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Ὁ Δαβὶδ λέγει περὶ τῶν ἐκ τῆς ἐντολῆς· «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς | |
20 | ὑψίστοις, αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐ‐ τὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ | |
25 | τῆς γεννήσεως τοῦ Υἱοῦ γέγραπται· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε·» καὶ περὶ τοῦ ἁγίου Πνεύματος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» καὶ ἐν ἄλλοις· «Πνεῦμα γὰρ παρ’ ἐμοῦ ἐκπορεύεται·» καὶ | |
30 | ἐν ἄλλοις· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστε‐ ρεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Ἀνόμ. Ἐκ γαστρὸς εἶπε καὶ στόματος, οὐκ ἐξ ὑποστάσεως. Ὀρθ. Ἐπὶ Θεοῦ ὅταν λέγωνται μέλη ἢ μέρη, ἀνθρωποπαθῶς μὲν λέ‐ | |
35 | γονται, θεοπρεπῶς δὲ νοοῦνται· εἰ δὲ μὴ, ποίαν γαστέρα σωματικὴν ἐπὶ Θεοῦ ἔχομεν νοῆσαι; Ἐγὼ, γαστέρα ἀκούων, τὸ γεννητικὸν τῆς φύσεως νοῶ, καὶ στόμα τὸ διδακτικόν· καὶ γὰρ καὶ ἐπὶ ἀνθρώπων ἔστιν ὅτε κέχρηται ἡ Γραφὴ ταύτῃ τῇ συνηθείᾳ, ὡς ὅταν | |
40 | λέγῃ· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλά‐ βομεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας ἐπὶ τῆς γῆς.» Καὶ ἐνταῦθα γὰρ οὐ γαστέρα ἡμῶν λέγει τὴν σωμα‐ τικὴν, ἀλλὰ τὴν τῆς φύσεως γεννητικὴν δύναμιν. | |
45 | Ἀνόμοιος. Ποῦ γέγραπται ἐπὶ Θεοῦ φύσις; Ὀρθ. Παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ τότε μὲν, οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς μὴ φύσει οὖσι θεοῖς· νῦν δὲ, γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ Θεοῦ,» φύσει δηλονότι. Καὶ ἐν ταῖς καθολικαῖς Ἐπιστολαῖς | |
28.1125(50) | γέγραπται· «Δι’ ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται, ἵνα γένησθε θείας κοινωνοὶ φύσεως.» Γινόμεθα δὲ θείας κοινωνοὶ φύσεως | |
τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος. Ἀνόμ. Οὐκοῦν | ||
28.1128 | καὶ τὸ Πνεῦμα θείας ἐστὶ φύσεως; Ὀρθ. Εἰ ἡμεῖς τῇ κοινωνίᾳ τοῦ ἁγίου Πνεύματος θείας ἐσμὲν φύ‐ σεως, οὐχὶ τὸ Πνεῦμα τὸ παρεχόμενον ἡμῖν τὴν κοι‐ νωνίαν; Ἀνόμ. Καὶ τὸ Πνεῦμα οὖν λέγεις θείας εἶναι | |
5 | φύσεως; Ὀρθ. Οὐχ ἁπλῶς θείας εἶναι φύσεως, ἀλλὰ τῆς οὐσίας. Αὐτὸς γὰρ εἶπεν ὁ Πατήρ· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα·» ὁ δὲ Υἱός· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου | |
10 | τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ ὁ Ἰὼβ θεῖον εἶπε τὸ Πνεῦμα, οὕτω λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν· ἢ μὴν ἔτι τῆς πνοῆς μοι ἐνούσης, πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ, μὴ λαλήσει τὸ στόμα μου ἄδικα.» | |
15 | Ὁρᾷς, πῶς τῆς ἁγίας Τριάδος μέμνηται· «Ζῇ Κύ‐ ριος,» λέγων τὸν Υἱόν· καὶ, «Ὁ Παντοκράτωρ ὁ πι‐ κράνας μου τὴν ψυχὴν,» τὸν Πατέρα· «Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισὶ,» τὸ Πνεῦμα τὸ ἅγιον. Χριστοῦ γάρ ἐστιν εὐωδία τὸ Πνεῦμα· καὶ ὥσπερ | |
20 | ἐκ τῆς εὐωδίας διὰ τῶν ῥινῶν τὸ μύρον γινώσκεται, οὕτως καὶ ἐκ τοῦ Πνεύματος Χριστός. «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Καὶ οἱ ἀπόστολοι Χριστοῦ εὐωδία ἦσαν, καὶ εἰσίν· ἐπειδὴ καὶ ναοὶ τοῦ Πνεύματός εἰσι. Λέγει | |
25 | γὰρ Παῦλος· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν. Δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν.» | |
31 | Ἀνόμοιος. Εἰ ἄλλως κτίζει ὁ Θεὸς, καὶ ἄλλως γεννᾷ, σύνθετός ἐστιν; Ὀρθ. Σύνθετος μὲν οὐκ ἔστι· μὴ γὰρ γένοιτό μοι εἰπεῖν! ὑποστάσει δὲ γεννᾷ, καὶ ἐντολῇ κτίζει. Εἰ δὲ ὡς κτίζει, οὕτως καὶ γεννᾷ, | |
35 | τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστιν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ. Ἔκτισε δὲ τὸν κύνα· τόλμησον εἰπεῖν τὸν κύνα ἐκ γαστρὸς γεγεννῆσθαι, καὶ ἄλλο τι τῶν κτισμάτων. Ἐγὼ γὰρ λέγω, ὅτι καὶ τὸν κύνα καὶ πάντα τὰ ἄλογα μετὰ καὶ πάσης τῆς ἄλλης κτίσεως | |
40 | ἔκτισεν ὁ Θεός· Εἰπὲ καὶ αὐτὸς, ὅτι καὶ ἐκ γαστρὸς αὐτὰ ἐγέννησεν, εἴπερ ὡσαύτως κτίζει καὶ γεννᾷ. Ἀνόμ. Ἄλλως οὖν κτίζει, καὶ ἄλλως γεννᾷ; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Οὐκ ἔστιν ἀσύνθετος; Ὀρθ. Οὐκ εἶπον, οὐκ ἔστιν ἀσύνθετος, ἀλλὰ καὶ ὑπὲρ τὸ | |
45 | ἀσυνθετόν ἐστιν· ἄλλως δὲ γεννᾷ καὶ ἄλλως κτίζει. Ἀνόμ. Πῶς οἷόν τε; Ὀρθ. Ὁ νοῦς ὁ ἐν ἡμῖν, ὁ κατ’ εἰκόνα τοῦ Θεοῦ γεγονὼς, οὐκ ἔστιν ἀσύνθετος; καὶ ἄλλως γεννᾷ λόγον, καὶ ἄλλως κτίζει, ἃ κτίζει. Ἀνόμ. Πῶς ἄλλως γεννᾷ καὶ ἄλλως κτίζει; καίτοιγε | |
28.1128(50) | ὁ νοῦς οἷς κτίζει, καὶ γεννᾷ. Ὀρθ. Ψεῦδος· γεννᾷ γὰρ ἐξ αὑτοῦ λόγον, κτίζει δὲ ἐξ ὕλης οἰκίαν, πλοῖον, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ Θεὸς ἐξ ὕλης κτίζει; Ὀρθ. Τὰ μὲν ἐξ ὕλης, τὰ δὲ, μὴ ὄντα, | |
ὑπεστήσατο. Ἀνόμ. Πῶς; Ὀρθ. Τὴν ὕλην καὶ τοὺς | ||
28.1129 | οὐρανοὺς καὶ τοὺς ἀγγέλους ἐξ οὐδενὸς ὑπεστήσατο. Ἀλλ’ ἡ βούλησις, σύνδρομον ἔχουσα τὴν δύναμιν, ὑπεστήσατο ὅσα ἠθέλησε· τὰ δὲ θνητὰ ζῶα ἐκ τῆς ὕλης ἐποίησεν. Ἀνόμ. Τοῦτο δέχομαι. Ὀρθ. Τὸν δὲ | |
5 | Υἱὸν οὐχ ἁπλοῦν καὶ ἀσύνθετον λέγεις; Ἀνόμ. Ναί. Ὀρθ. Οὐκοῦν καὶ τοῦ Υἱοῦ τὸ κτίσμα γέννημα λέ‐ γεις; Ἀνόμ. Οὔ. Ὀρθ. Εἰ διὰ τοῦτο τὸ κτίσμα τοῦ Πατρὸς, γέννημα λέγεις, ἐπειδὴ ἁπλοῦς ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἔστι δὲ καὶ ὁ Υἱὸς ἁπλοῦς, καὶ | |
10 | αὐτοῦ τὸ κτίσμα ἐστὶ γέννημα· καὶ εὑρεθήσεται τοῦ μὲν Υἱοῦ πατὴρ ὁ Πατὴρ, τῆς δὲ κτίσεως πάππος. Ἀνόμ. Ἀλλὰ τοῦ μὲν Πατρὸς τὸ γέννημά ἐστι κτίσμα, τοῦ δὲ Υἱοῦ τὸ κτίσμα ἐστὶ κτίσμα. Ὀρθ. Ἐπειδὴ ἁπλοῦς ἐστιν ὁ Θεὸς, τὸ κτίσμα αὐτοῦ γέν‐ | |
15 | νημα αὐτοῦ ἐστι, καὶ τὸ γέννημα κτίσμα· ἢ πῶς; Ἀνόμ. Πάνυ. Ὀρθ. Καὶ τοῦ Υἱοῦ ἄρα τὸ κτίσμα γέννημα, ἀσυνθέτου ὄντος· ἢ οὐκ ἄρα διὰ τὸ ἀσύνθετον τοῦ Πατρὸς τὸ γέννημα κτίσμα, ἢ τὸ κτίσμα γέννημα, κἂν ᾖ ἀσύνθετος. Γέννημα δὲ τοῦ | |
20 | Πατρὸς ὁ Υἱός· οὐκ ἄρα κτίσμα. Ἀνόμ. Ὁ Πατὴρ τοῦ Υἱοῦ αἴτιός ἐστι, τῆς δὲ κτίσεως ὁ Υἱός. Ὀρθ. Τῆς δὲ κτίσεως οὐκ ἔστιν αἴτιος καὶ ὁ Πατήρ; Ἀνόμ. Ἀλλὰ διὰ τοῦ Υἱοῦ. Ὀρθ. Τίθης δὲ ὅλως, ὅτι αἴτιός ἐστι καὶ τῆς κτίσεως; Ἀνόμ. Ναί. Πάντα γὰρ | |
25 | ἐκ τοῦ Θεοῦ. Ὀρθ. Εἰσὶν οὖν αὐτοῦ καὶ τὰ γεννή‐ ματα πάντα, κύνες, κόρακες, γῦπες, καὶ πᾶσα ἡ κτίσις λογική τε καὶ ἄλογος. Ἀνόμ. Εἶπον, ὅτι διὰ τοῦ Υἱοῦ ἐκτίσθησαν· μόνος δὲ ὁ Υἱὸς ἄνευ μεσίτου γεγέννηται, τουτέστιν ἔκτισται. | |
36 | Ὀρθ. Ἐπειδὴ μόνος ἐκ μόνου, διὰ τοῦτο καὶ γέννημα λέγεις αὐτὸν καὶ κτίσμα; ἢ πῶς; Ἀνόμ. Ναί. Ὀρθ. Τὰ δὲ ἄλλα πάντα, ἐπειδὴ διὰ τοῦ Υἱοῦ ἐγένοντο, κτίσματά εἰσιν, οὐκ ἔτι δὲ καὶ γεννή‐ | |
40 | ματα; Ἀνόμ. Οὕτως. Ὀρθ. Ἡ μεσιτεία τοίνυν τοῦ Υἱοῦ ἠλάττωσε τὴν τοῦ Πατρὸς ἐνέργειαν. Ἀνόμ. Διὰ τί; Ὀρθ. Ὅτι, μόνος μόνον γεννῶν, ὡσαύτως καὶ γεννᾷ καὶ κτίζει. Μεσιτεύοντος δὲ τοῦ Υἱοῦ, οὐκ ἔτι τὸ κτίσμα αὐτοῦ γέννημα αὐτοῦ ἐστι· καὶ, ὡς φαί‐ | |
45 | νεται, ἐπὶ βλάβῃ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν, καὶ πάσης ὁμοῦ τῆς κτίσεως, ἐγεννήθη ὁ Υἱός. Ἀνόμ. Διὰ τί; Ὀρθ. Ἔμελλε γὰρ ἅπαντα τὰ κτίσματα γεννήματα αὐτοῦ εἶναι, εἰ μὴ ἐγεννήθη ὁ Υἱός. Ἀνόμ. Οὐ διὰ τοῦ Υἱοῦ οὖν ἐκτίσθημεν· Ὀρθ. Καὶ πάνυ. Ἀλλ’ | |
28.1129(50) | ἡμεῖς μὲν διὰ τοῦ Υἱοῦ ἐκτίσθημεν, ὁ δὲ Υἱὸς ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ οὐκ ἔκτισται. Ἀνόμ. Αὐτὸς λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ.» Ὀρθ. Καὶ αὐτὸς λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ | |
55 | ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Ἀνόμ. Τί | |
28.1132 | ὅμοιον, «ἔκτισέ με,» καὶ, «ὤρυξαν χεῖράς μου καὶ πόδας;» Ὀρθ. Ὥσπερ τὸ μέλλον γίνεσθαι ἐπὶ τοῦ σταυροῦ, ὡς ἤδη γεγονὸς ἔλεγεν· οὕτως τὸ μέλλον ἐπὶ τῆς σαρκώσεως, ὡς ἤδη γεγονὸς ἔλεγεν. Ἀμέλει | |
5 | γοῦν οὐκ εἶπε· Κύριος ἔκτισέ με πρὸ ἀρχῆς ὁδοῦ· ἀλλ’ ἐπειδὴ ἀπολλυμένη ἦν ἡ ὁδὸς τῶν ἄλλων, ἔμελλε δὲ ἡμῖν γίνεσθαι ὁδὸς πρόσφατος καὶ ζῶσα, διὰ τοῦτο λέγει· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ἀνόμ. «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» | |
10 | λέγει, «πρὸ τοῦ τὴν γῆν ποιῆσαι.» Ὀρθ. Εἰπὲ καὶ σύ· «Τεσσαράκοντα ἔτη οὔπω ἔχεις,» καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελιώθης; ἵν’ ἀκούσῃς· «Ἀμὴν, ἀμὴν λέγω σοι, πρὸ τοῦ τοὺς αἰῶνας γενέσθαι, ἐγώ εἰμι.» Ἀνόμ. Καὶ ἦν αὐτοῦ ἡ σάρκωσις πρὸ τοῦ τοὺς αἰῶ‐ | |
15 | νας γενέσθαι; Ὀρθ. Τῇ προγνώσει καὶ αὐτὸ τὸ πά‐ θος· ὥστε λέγειν αὐτόν· «Ὤρυξαν χεῖράς μου καὶ πόδας, καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Ἀνόμ. Ἀλλ’ οὐ πρὸ τοῦ αἰῶνος τοῦτο ἐλέχθη, ἀλλ’ ἀπὸ τῶν χρόνων | |
20 | Δαβίδ. Ὀρθ. Καὶ ἀπὸ τῶν χρόνων τοῦ υἱοῦ Δαβὶδ, τουτέστι Σολομῶνος, τὸ, «Κύριος ἔκτισέ με,» εἴρη‐ ται. Ἀνόμ. Ἀλλὰ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» εἴρηται. Ὀρθ. «Πρὸ» γὰρ «τοῦ αἰῶνος τὸ μυστήριον τοῦτο ἀποκεκρυμμένον ἦν,» ὡς ὁ Παῦλος | |
25 | λέγει, «ὃ νῦν ἐφανερώθη τοῖς υἱοῖς τῶν ἀνθρώπων.» Καὶ ὅτι αὐτός ἐστι τὸ πρὸ τῶν αἰώνων θεμελιωθὲν, ἄκουε αὐτοῦ καὶ ἐν ἄλλοις λέγοντος· «Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστὸς Ἰησοῦς,» τὸν λέγοντα· «Πρὸ τοῦ | |
30 | αἰῶνος ἐθεμελίωσέ με.» Χριστὸς δὲ Ἰησοῦς ἔκτοτε Θεὸς Λόγος κέκληται, ἐξ οὗ ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐλέχθη παρὰ τοῦ ἀγγέλου· «Καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.» Τὸ ἄρα, «Κύριος ἔκτισέ με,» καὶ, «Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με,» περὶ τῆς σαρκώ‐ | |
35 | σεως αὐτοῦ εἴρηται, τοῦ ἀληθῶς πρὸ τῶν αἰώνων ἀποκεκρυμμένου μυστηρίου. | |
39 | Ἀνόμ. Καὶ πῶς δύναται γεννῆσαι ἐκ τῆς ὑπο‐ | |
40 | στάσεως αὐτοῦ, καὶ μὴ παθεῖν; Ὀρθ. Τὸ, πῶς δύνα‐ ται, μὴ ἐξέταζε· τὸ δὲ, ἐκ τῆς ὑποστάσεως, δέδεικται. Ἀνόμ. Πῶς δέδεικται; Ὀρθ. Ὅτι οὐκ ἔστι κτίσμα, δέδεικται. Τὸ δὲ μὴ ὂν κτίσμα, ἢ ἀγέννητόν ἐστιν, ἢ γεννητὸν, ἢ ἐκπορευτὸν ὡς ἐξ αἰτίου. Ἀγέννητος δὲ | |
45 | οὐκ ἔστιν, Υἱὸς ὢν γεννητός· ἄρα οὖν ἐκ τῆς ὑπο‐ στάσεώς ἐστιν. Ἀνόμ. Καὶ πῶς δύναται εἶναι ἐκ τῆς ὑποστάσεως; Ὀρθ. Εἰ μὴ ἔστιν ἐκ τῆς ὑποστά‐ σεως, ἢ κτίσμα ἐστὶν, ἢ ἀγέννητος· ἀγέννητος δὲ οὐκ ἔστιν, Υἱὸς ὤν· κτίσμα οὐκ ἔστιν· οὐ γὰρ ἐνετείλατο, | |
28.1132(50) | καὶ ἐγένετο· ἀλλὰ ἐκ γαστρὸς αὐτὸν ἐγέννησεν· ἐκ τῆς ὑποστάσεως ἄρα, καὶ οὐκ ἐξ οὐκ ὄντων ἐστὶ, καθ‐ άπερ τὰ κατ’ ἐντολὴν ὑπάρξαντα. Ἀνόμ. Πάλιν οὖν σύνθετον νομίζεις τὸν Θεὸν, γαστέρα λέγων. Ὀρθ | |
Μὴ γένοιτο σύνθετον εἰπεῖν τὸν Θεόν! ἀλλὰ, καθὼς | ||
28.1133 | ἀνωτέρω εἶπον, τὴν γαστέρα, ἣν εἶπεν ἡ Γραφὴ, τοῦ Θεοῦ, ἐγὼ τὸ γεννητικὸν τῆς ὑποστάσεως νοῶ. Καὶ γὰρ καὶ ἐφ’ ἡμῶν κέχρηται, ὡς προαποδέδεικται, ἡ Γραφὴ τῇ συνηθείᾳ ταύτῃ, λέγουσα· «Ἀπὸ τοῦ φό‐ | |
5 | βου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσα‐ μεν, καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας.» Ἐν γαστρὶ λέ‐ γων, οὐχὶ τὴν σωματικὴν, ἀλλ’ ἐν αὐτῇ τῇ ὑποστάσει. Ἀνόμ. Παρ’ ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέ‐ σθαι. Ὀρθ. Δώσοι σοὶ ὁ Θεὸς Χριστιανὸν γενέ‐ | |
10 | σθαι· ὅταν γὰρ ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστιανὸς ἐγένου. | |
14 | Ἀνόμ. Ὁμοούσιον τί ἐστι; θέλω γὰρ καὶ τοῦτο | |
15 | μαθεῖν. Μὴ ὁ αὐτός ἐστιν ὁ Υἱὸς καὶ Πατήρ; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν! Ἀνόμ. Τί οὖν ἐστιν; ἀληθῶς γὰρ θέλω μαθεῖν. Ὀρθ. Ὁμοούσιόν ἐστιν, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας· οἷον ἄνθρωπος ἀνθρώ‐ που οὐδὲν διαφέρει, καθὸ ἄνθρωπός ἐστιν· ἄγγελος | |
20 | ἀγγέλου οὐδὲν διαφέρει, ᾗ ἄγγελός ἐστιν· οὕτω καὶ Θεὸς Θεοῦ οὐδὲν διαφέρει, ᾗ Θεός ἐστιν. Ἀνόμ. Οὐδὲν οὖν διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Ὀρθ. Ἐν τῷ Θεὸν καὶ Πατέρα εἶναι, οὔ· ἐν τῷ Πατέρα καὶ Υἱὸν εἶναι, ναί· ὅτι ὁ μὲν ἐγέννησεν, ὁ δὲ γεννᾶται· καὶ | |
25 | τοῦτό ἐστι τὸ ὁμοούσιον. Ἀνόμ. Ἐν οὐδενὶ οὖν ἄλλῳ διαφέρει ὁ Πατὴρ τοῦ Υἱοῦ; Καίτοι γέγραπται· «Τί με λέγεις ἀγαθὸν εἶναι; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Οὐκ ἔστιν οὖν ἀγαθὸς ὁ Υἱός; Ἀνόμ. Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ | |
30 | μὴ εἷς ὁ Θεός.» Ὀρθ. Ὁρᾷς, ὅτι καλῶς εἶπον, ὅταν ὁμολογήσῃς ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ, τότε Χριστια‐ νὸς γίνῃ; Ἀνόμ. Ἐγὼ πιστεύω, ὅτι Χριστιανός εἰμι. Ὀρθ. Χριστιανὸς εἰ ἦς, οὐκ ἔλεγες, ὅτι ἀγαθὸς οὐκ ἔστιν ὁ Υἱός. Ἀνόμ. Οὐκ εἶπον, ὅτι ἀγαθὸς οὐκ | |
35 | ἔστιν, ἀλλ’ ὅτι αὐτὸς εἶπεν· «Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Καὶ διαφέρειν λέγεις τὸν Πατέρα ἐν τῇ ἀγαθότητι, τοῦ Υἱοῦ; Ἀνόμ. Αὐτὸς εἶπε· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» Ὀρθ. Οὐκ εἶπε· Μή με λέγε ἀγαθὸν, ἀλλὰ, «Τί με | |
40 | λέγεις ἀγαθόν;» Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ τοῦ, Μή με λέγε ἀγαθὸν, καὶ τοῦ, Τί με λέγεις ἀγαθόν; Ὀρθ. Πολλή. Ἀνόμ. Ποία; Ὀρθ. Τὸ, Μή με λέγε ἀγαθὸν, ἄρνησίς ἐστιν ἀγαθότητος· τὸ δὲ, «Τί με λέγεις ἀγα‐ θόν;» ἀντὶ τοῦ, Ἵνα τί με λέγεις ἀγαθὸν, μὴ ὁμολο‐ | |
45 | γῶν με Θεόν; ὡς τὸ, «Τί δέ με καλεῖτε, Κύριε, Κύ‐ ριε, καὶ οὐ ποιεῖτε, ἃ λέγω;» Ἐπειδὴ ὡς ἀνθρώπῳ ψιλῷ αὐτῷ προσῆλθεν, ἁπλῶς διδάσκαλον ὀνομάζων, διὰ τοῦτο λέγει· «Τί με λέγεις ἀγαθὸν,» μὴ πιστεύων, ὅτι Θεός εἰμι; «Οὐδεὶς γὰρ ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός.» | |
28.1133(50) | Ἀνόμ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀγαθός ἐστιν, ἀλλ’ οὐχ οὕτως ἀγαθὸς, ὡς ὁ Πατήρ. Ὀρθ. Καίτοι οὐκ εἴρηται, Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Πατήρ· ἀλλ’ «Οὐδεὶς ἀγα‐ θὸς, εἰ μὴ εἷς ὁ Θεός.» Πῶς δὲ καὶ διαφέρειν λέγεις | |
τὴν ἀγαθότητα τοῦ Πατρὸς τῆς ἀγαθότητος τοῦ Υἱοῦ; | ||
28.1136 | Ἆρα μὴ μεμίχθαι πονηρίαν τῇ ἀγαθότητι τοῦ Υἱοῦ νομίζεις, καὶ διὰ τοῦτο διαφέρειν τὴν τοῦ Πατρὸς ἀγαθότητα; Ἀνόμ. Μὴ γένοιτο! οὐ λέγω μεμίχθαι πονηρίαν τῇ τοῦ Υἱοῦ ἀγαθότητι, ἀλλὰ τὴν τοῦ Πα‐ | |
5 | τρὸς ἀγαθότητα διαφέρειν τῆς τοῦ Υἱοῦ. Ὀρθ. Ἀλλὰ ἀγαθότης ἀγαθότητος οὐδὲν διαφέρει, ᾗ ἀγαθότης ἐστίν. | |
10 | Ἀνόμ. Οὐ διαφέρει ἡ τοῦ Θεοῦ ἀγαθότης τῆς ἐν ἡμῖν ἀγαθότητος; Ὀρθ. Ἔστι γὰρ ἐν ἡμῖν ἀγα‐ θότης ἄλλη τις παρ’ αὐτὸν τὸν Θεόν. Ἀνόμ. Οἱ Ἰουδαῖοι οὖν καὶ Ἕλληνες τὸν Θεὸν ἐν ἑαυτοῖς ἔχουσιν; Ὀρθ. Ἀλλ’ οὐδὲ ὁ ἁπλῶς λεγόμενος Χριστιανὸς ἐν ἑαυτῷ | |
15 | ἔχει τὸν Θεὸν, ἀλλ’ ἐκεῖνος ἔχει ὁ ὑποπιάσας τὸ σῶμα καὶ δουλαγωγήσας, ὥστε δύνασθαι λέγειν· «Ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.» Ὁ γὰρ τοιοῦτος ἀκούει παρὰ τοῦ Χριστοῦ· «Ὁ ἀγαθὸς ἄν‐ θρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει | |
20 | τὰ ἀγαθά.» Ἀνόμ. Εἰ ἔστιν ἀγαθὸς ἄνθρωπος ὁ προ‐ φέρων ἐκ τῆς καρδίας τὰ ἀγαθὰ, πῶς οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός; Ὀρθ. Ὅτι ὁ Θεὸς οὐ κατὰ μετ‐ οχὴν ἀγαθότητός ἐστιν ἀγαθὸς, ἀλλ’ αὐτός ἐστιν ἀγαθότης· ὁ δὲ ἄνθρωπος μετοχῇ ἀγαθότητός ἐστιν | |
25 | ἀγαθός. Ἀνόμ. Καὶ οἱ ἄγγελοι οὐκ εἰσὶν ἀγαθοὶ τῇ φύσει; Ὀρθ. Τῇ φύσει, οὔ· μετοχῇ, ναί. Τὸ γὰρ ὂν τῇ φύσει ἀγαθὸν, ὅ ἐστι τῇ φύσει, οὐ τρέπε‐ ται. Ἀνόμ. Οἷον τί; Ὀρθ. Ἄνθρωπος τῇ φύσει οὐ τρέπεται· οὐ γὰρ γίνεται ἄλλο τι τῇ φύσει· τῇ δὲ | |
30 | προαιρέσει τρέπεται· τὸν γὰρ αὐτὸν ὄψει ποτὲ πονη‐ ρὸν, ποτὲ ἀγαθόν· ὡς Παῦλον, ποτὲ μὲν διώκτην, ποτὲ δὲ εὐαγγελιστήν· καὶ τὸν αὐτὸν ποτὲ μαθητὴν, ποτὲ προδότην, ὡς τὸν Ἰούδαν· καὶ ἀγγέλους, ποτὲ μὲν πονηροὺς, ποτὲ δὲ ἀγαθούς. Ἀνόμ. Καὶ γὰρ οἱ | |
35 | ἄγγελοι ποτὲ πονηροὶ, καὶ ποτὲ ἀγαθοί; Ὀρθ. Ἡ Γραφὴ εἶπεν· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο.» Εἰ δὲ ἥμαρτον, δῆλον, ὅτι ἐξέπεσον τῆς ἀγαθότητος. Καὶ καθόλου πᾶσα ἡ ἀξία τοῦ Θεοῦ κτί‐ σις μετοχῇ ἀγαθότητος λέγεται καὶ ἔστιν ἀγαθή· ὁ | |
40 | δὲ Θεὸς, φύσει ὢν ἀγαθὸς, αὐτός ἐστιν ἀγαθότης· διὸ καὶ οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἶς ὁ Θεός. Ἀνόμ. Καὶ ὁ Υἱὸς οὖν οὕτως ἐστὶν ἀγαθὸς, ὡς ὁ Πατήρ; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Καὶ πῶς δύναται λέγεσθαι «Οὐ‐ δεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεὸς,» Υἱὸς καὶ Πατὴρ εἰ | |
45 | Θεός; Ὀρθ. Εἷς Θεὸς Υἱὸς καὶ Πατὴρ, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας· ὡς πάντες ἄνθρωποι ἐν Χριστῷ εἷς, οὐ τῇ ὑποστάσει, ἀλλὰ τῷ λόγῳ τῆς οὐσίας καὶ ταῖς συμφωνίαις. Ἀνόμ. Ἄλλο γάρ ἐστιν οὐσία, καὶ ἄλλο ὑπόστασις; Ὀρθ. Ἄλλο | |
28.1136(50) | καὶ ἄλλο, οὐχ ὡς πρᾶγμα. Ἀνόμ. Οὐκοῦν σύνθεσις, Ὀρθ. Ἄλλο καὶ ἄλλο, εἶπον· οὐχ ὡς πρᾶγμα ἄλλο καὶ ἄλλο, ἀλλ’ ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστά‐ σεως, καὶ ἄλλο τι τῆς οὐσίας· ὡς ὁ κόκκος τοῦ σίτου | |
λέγεται, καὶ ἔστι σπέρμα καὶ καρπὸς οὐχ ὡς πρᾶγμα | ||
28.1137 | ἄλλο καὶ ἄλλο· ἄλλο δέ τι σημαίνει τὸ σπέρμα, καὶ ἄλλο τι καρπός· ὅτι τὸ μὲν σπέρμα τοῦ μέλλοντος γεωργίου ἐστὶ σπέρμα· ὁ δὲ καρπὸς τοῦ παρελθόντος γεωργίου ἐστὶ καρπός. | |
7 | Ἀνόμ. Τί σημαίνει ἡ οὐσία, καὶ τί ἡ ὑπόστα‐ σις; Ὀρθ. Ἡ οὐσία τὴν κοινότητα σημαίνει· καὶ εἴ τί ἐστιν ἴδιον τῆς οὐσίας, τοῦτο κοινόν ἐστι τῶν | |
10 | ὑποστάσεων τῶν ὑπὸ τὴν οὐσίαν· ἡ δὲ ὑπόστασις ἰδιό‐ τητα ἔχει, ἥτις οὐκ ἔστι κοινὴ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων, μετὰ τοῦ καὶ ἀριθμὸν ἐπιδέχεσθαι. Ἀνόμ. Ἡ γὰρ οὐσία οὐκ ἔχει ἰδιότητα; Ὀρθ. Οὔτε ἰδιό‐ τητα ἔχει, μὴ οὖσαν κοινὴν τῶν τῆς οὐσίας ὑπο‐ | |
15 | στάσεων· οὔτε ἀριθμὸν πληθυντικὸν ἐπιδέχεται, μία οὖσα. Τὸ δὲ ἀριθμὸν πληθυντικὸν ἐπιδεχόμενον πάν‐ τως ἰδιότητα ἔχει· καὶ τὸ ἔχον ἰδιότητα ἀριθμὸν ἐπι‐ δέχεται. Αὐτὴ γὰρ ἡ ἰδιότης τὸν ἀριθμὸν εἰσάγει. Ἀνόμ. Οὐ νοῶ, ὃ λέγεις· εἰπὲ σαφέστερον. Ὀρθ. | |
20 | Λέγεις εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν ἀθάνατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Καὶ τὸν Υἱὸν λέγεις ὁμοίως ἀθά‐ νατον, καὶ ἄφθαρτον, καὶ ἀόρατον, καὶ δημιουργὸν, καὶ Θεόν; Ἀνόμ. Ναί. Ὀρθ. Ὥσπερ οὖν λέγεις τοῦ | |
25 | Πατρὸς τὴν οὐσίαν ἀθάνατον, ἄφθαρτον, ἀόρατον, δη‐ μιουργὸν, οὕτω καὶ τοῦ Υἱοῦ λέγεις τὴν αὐτὴν οὐσίαν; Ἀνόμ. Ναί. Ὀρθ. Τὸν Υἱὸν οὐ λέγεις Πα‐ τέρα; Ἀνόμ. Οὔ. Ὀρθ. Οὐκ ἄρα τῆς οὐσίας ἐστὶν ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Ἀνόμ. Πῶς; | |
30 | Ὀρθ. Ὅτι τὰ μὲν τῆς οὐσίας ἴδια, ὁμοίως εἰσὶ κοινὰ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· τὸ δὲ Πατὴρ οὐ κοινόν· οὐκ ἄρα τῆς οὐσίας ἴδιον τὸ Πατὴρ, ἀλλὰ τῆς ὑποστάσεως. Εἰ δὲ ἄλλο τῆς ὑποστά‐ σεως τὸ ἴδιον, καὶ ἄλλα τῆς οὐσίας ἰδιώματα, οὐ | |
35 | ταυτόν ἐστι σημαινόμενον οὐσία καὶ ὑπόστασις. Ἀνόμ. Οὐκ ἔστιν ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον; Ὀρθ. Οὐκ ἔστιν. Ἀνόμ. Ἔστιν οὖν τῶν ὄντων ἄλλο τι ἀγέννητον; Ὀρθ. Ναί. Ἀνόμ. Τί; Ὀρθ. Γεννητόν ἐστι τὸ πα‐ τέρα ἔχον, καὶ ἀγέννητον τὸ μὴ πατέρα ἔχον; Ἀνόμ. | |
40 | Ναί. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον Πατέρα ἔχει; Ἀνόμ. Οὔ. Ὀρθ. Οὐκοῦν καὶ αὐτὸ ἀγέννητον· οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγέννητον. Ἀνόμ. Ἀλλ’ ὁ Πα‐ τὴρ καὶ ἀγέννητός ἐστι καὶ ἀγένητος. Ὀρθ. Οὐδὲ τὸ ἀγένητον ἴδιόν ἐστι τοῦ Πατρὸς, ἀλλὰ κοινόν ἐστι Πα‐ | |
45 | τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς; Ὀρθ. Ἀγένητόν ἐστι τὸ γενεσιουργὸν μὴ ἔχον· ἢ πῶς; Ἀνόμ. Ναί. Ὀρθ. Τὸ δὲ γενεσιουργὸν ἔχον γενητόν ἐστιν. Οὔτε δὲ Υἱὸς γενεσιουργὸν ἔχει, οὔτε Πνεῦμα (δέδεικται γὰρ ἐκ γαστρὸς ὁ Υἱὸς, καὶ ἐκ στόματος | |
28.1137(50) | τὸ Πνεῦμα). Οὐκ ἄρα ἴδιον τοῦ Πατρὸς τὸ ἀγένητον. | |
56 | Ἀνόμ. Τί οὖν ἄλλο ἴδιόν ἐστι τοῦ Πατρὸς εἰ | |
28.1140 | μήτε τὸ ἀγέννητον ἴδιον αὐτοῦ ἐστι, μήτε τὸ ἀγένη‐ τον· Ὀρθ. Τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· τοῦ Πνεύματος τοῦ ἁγίου, τὸ Πνεῦμα Θεοῦ ἅγιον εἶναι. Ἀνόμ. Ὁ γὰρ Πατὴρ οὐκ ἔστι | |
5 | πνεῦμα ἅγιον; Ὀρθ. Καὶ ὁ Πατὴρ πνεῦμα ἅγιόν ἐστιν, ἀλλ’ οὐ Πνεῦμα Θεοῦ. Τῆς οὖν ὑποστάσεως τοῦ Πατρὸς ἴδιον τὸ, Πατήρ· οὐδαμῶς γὰρ ὁ Πατὴρ Υἱός· καὶ τῆς ὑποστάσεως τοῦ Υἱοῦ ἴδιον τὸ, Υἱός· οὐ‐ δαμῶς γὰρ ὁ Υἱὸς Πατήρ· καὶ τῆς ὑποστάσεως τοῦ | |
10 | Πνεύματος τοῦ ἁγίου ἴδιον τὸ εἶναι Πνεῦμα Θεοῦ ἅγιον· οὐδαμῶς δὲ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, Πατὴρ ἢ Υἱός. Ἡ δὲ οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, κοινή· ὁμοίως γὰρ ἀθάνατος, ὁμοί‐ ως ἄφθαρτος, ὁμοίως ἁγία, ὁμοίως ἀγαθή. Καὶ | |
15 | διὰ τοῦτο λέγομεν μίαν οὐσίαν, τρεῖς ὑποστάσεις. Ἀνόμ. Ποῦ γέγραπται, ὅτι τὸ Πνεῦμα, Θεοῦ λέγεται; Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Οὐδεὶς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐ‐ | |
20 | δεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Ἀνόμ. Τὸ Πνεῦ‐ μα τοῦ Θεοῦ λέγει αὐτὸν τὸν Θεόν. Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς λέγοντος οὕτως· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὸ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς | |
25 | ἀγαπῶσιν αὐτόν· ἡμῖν δὲ καὶ Θεὸς ἀπεκάλυψε διὰ τοῦ Πνεύματος αὐτοῦ· τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ | |
30 | Θεοῦ.» | |
32 | Ἀνόμ. Διὰ τί δὲ μὴ καὶ τρεῖς οὐσίας εἴπωμεν; Ὀρθ. Ὅτι ἀνάγκη τῷ ἀριθμῷ τὴν ἰδιότητα δοθῆναι· ἡ δὲ ἰδιότης ἑτερότης· ἡ δὲ ἑτερότης τῆς οὐσίας ἑτε‐ | |
35 | ροούσιον ποιεῖ· τὸ δὲ ἑτεροούσιον οὐχ ὁμοίως ἐστὶν ἀθάνατον, οὐχ ὁμοίως ἄφθαρτον, οὐχ ὁμοίως ἅγιον, οὐχ ὁμοίως ἄτρεπτον. Ὁμοίως δὲ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ἀθάνατον, ἅγιον, ἄτρεπτον. Μία ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. | |
40 | Ὅταν δὲ λέγωμεν τρεῖς ὑποστάσεις Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, τὸ ἀληθὲς εἶναι λέγομεν τῶν ἰδιοτήτων τὴν διαφορὰν ἐν τῇ ὑποστάσει, οὐχὶ δὲ καὶ ἐν τῇ οὐσίᾳ. Ἀνόμ. Λέγεις δὲ ὅλως διαφορὰν ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Ὀρθ. Τὴν | |
45 | διαφορὰν ταύτην λέγω, τὸ τὸν Πατέρα μὴ εἶναι Υἱὸν, μηδὲ τὸν Υἱὸν Πατέρα μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον Πα‐ τέρα ἢ Υἱόν· ἵνα μὴ ὀνόματα ψιλὰ νομίσῃς ἀκούων Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ἀλλ’ ὑποστά‐ σεις ἀληθῶς οὔσας καὶ ὑφεστώσας· ὅταν δὲ λέγωμεν | |
28.1140(50) | μίαν οὐσίαν, ὅτι ὅπερ ἂν νοήσωμεν εἶναι τοῦ Πατρὸς τὴν οὐσίαν, τοῦτό ἐστιν ὁ Υἱὸς, τοῦτο καὶ τὸ τοῦ Πατρὸς αὐτοῦ Πνεῦμα· περὶ οὗ αὐτὸς ὁ Υἱὸς εἶπεν· «Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα | |
τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ διὰ τοῦτο | ||
28.1141 | εἴρηται· «Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός·» ἀγαθοῦ ὄντος τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ‐ ματος, οὐ μετοχῇ ἀγαθότητος, ἀλλ’ οὐσίας ταυτότητι. Ἀνόμ. Ἀγαθὸν γὰρ λέγεις καὶ τὸ Πνεῦμα; Ὀρθ. Ὁ | |
5 | προφήτης Δαβὶδ λέγει· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Ἀνόμ. Καὶ ἄνθρωποι λέγονται ἀγαθοί. Ὀρθ. Ναὶ, ἀλλὰ μετοχῇ ἀγαθότητος. Ἀνόμ. Καὶ τὸ Πνεῦμα λέγω. Ὀρθ. Δύναται οὖν καὶ ἀποβαλεῖν τὴν ἀγαθότητα, ὡς ὁ Ἰούδας, καὶ ὡς ὁ διά‐ | |
10 | βολος; Ἀνόμ. Ἐὰν θελήσῃ, ναί. Ὀρθ. Μή μοι εἴη κατ‐ έναντι Κυρίου ἀσεβῆσαι, ὥστε κἂν εἰς νοῦν τοῦτο λαβεῖν! | |
15 | Ἀνόμ. Οὕτως οὖν ἀγαθὸν λέγεις τὸ Πνεῦμα, ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ αὐτὸ οὐ μετοχῇ ἀγαθότητος ἀγαθόν ἐστιν, ἀλλ’ αὐτοαγαθὸν, ἤγουν ἀγαθότης, ἐστίν. Ἀμέλει Ματθαῖος μὲν ὁ εὐαγγελιστὴς λέγει εἰρηκέ‐ | |
20 | ναι τὸν Κύριον· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴ‐ δατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» ὁ δὲ Λουκᾶς· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς | |
25 | τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὁ οὐράνιος δώ‐ σει Πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν;» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι οἱ εὐαγγελισταὶ ταυτὸν γινώσκοντες εἶναι τὸ Πνεῦμα τῇ ἀγαθότητι, καὶ τὴν ἀγαθότητα τῷ Πνεύματι· ὁ μὲν «τὰ ἀγαθὰ» αὐτὸ τὸ | |
30 | Πνεῦμα εἶπεν, ὁ δὲ τὸ Πνεῦμα αὐτὰ «τὰ ἀγαθά.» Ἀνόμ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ. Ἀντίθετον, οὔ. Ἀνόμ. Τί θέλει εἶναι ἀντίθετον; Ὀρθ. Τὸ ἀντιτεταγμένον τῷ θελήματι τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα οὐκ ἀντιτέτακται, ἀλλ’ ἐκ τῆς θεότη‐ | |
35 | τός ἐστι· καὶ διὰ τοῦτο λέγομεν μίαν θεότητα Πα‐ τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Μία οὖν ὑπόστασις. Ὀρθ. Οὔ. Ἀνόμ. Εἰ μία ἐστὶ θεότης, μία καὶ ἔστιν ὑπόστασις. Ὀρθ. Εἰ ᾔδεις τὴν δω‐ ρεὰν τοῦ Θεοῦ, ἐγίνωσκες, ὅτι θεότης τὸ «εἶναι» | |
40 | κοινὸν ταῖς ὑποστάσεσι σημαίνει, ὑπόστασις δὲ τὸ «εἶναι,» οὐσία δὲ «τὴν ταυτότητα.» Ὡς ἀνθρωπό‐ της, τό τι εἶναι κοινόν· ὑπόστασις δὲ τὸ εἶναι· οὐ‐ σία δὲ ἡ ταυτότης· οὐ γὰρ πᾶσα ὑπόστασις θεότης, οὐδὲ πᾶσα ὑπόστασις ἀνθρωπότης. Εἰ δὲ οὐ πᾶσα | |
45 | ὑπόστασις ἀνθρωπότης, οὐδὲ πᾶσα ὑπόστασις θεό‐ της, οὐκ ἄρα ταυτὸν σημαίνει ὑπόστασις θεότητι καὶ ἀνθρωπότητι. Ἀνόμ. Ἡ ἀνθρωπότης οὐχ ὑφέστη‐ κεν; Ὀρθ. Ναὶ, ἐν ἀτόμοις θεωρουμένη. Ἀνόμ. Οὐκ‐ οῦν καὶ ὑπόστασίς ἐστιν. Ὀρθ. Εἶπον, ἐν ἀτόμοις | |
28.1141(50) | θεωρουμένη. Ἀνόμ. Τί ἐστιν ἄτομον, καὶ τί ἐστιν ἀνθρωπότης; Ὀρθ. Ἄτομόν ἐστιν, ἡ καθ’ ἕκαστον ἡμῶν ὑπόστασις· ἀνθρωπότης δὲ ἡ τῆς οὐσίας κοι‐ νότης. Ἀνόμ. Καὶ τίς ἡ διαφορὰ κοινότητος καὶ ὑποστάσεως; Ὀρθ. Ὅτι ἡ μὲν σὴ ὑπόστασις οὐκ | |
55 | ἔστι πάντων ἀνθρώπων· ἡ δὲ ἀνθρωπότης κοινὴ πάν‐ | |
28.1144 | των ἀνθρώπων. Ἀνόμ. Ἡ ἐμὴ ὑπόστασις οὐκ ἔστιν ἄλλο ἢ ἀνθρωπότης; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν; Ὀρθ. Ὅτι ἡ μὲν ἀνθρωπότης κοινὴ πάντων ἀνθρώ‐ πων, ἡ δὲ ὑπόστασις ἡ ἰδιότης ἑκάστου. | |
7 | Ἀνόμ. Ἡ ὑπόστασις τοῦ Πατρὸς οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀλλ’ ἡ θεότης τό τι εἶναι σημαί‐ νει, ἡ δὲ ὑπόστασις τὸ εἶναι. Ἀνόμ. Καὶ ἡ ὑπόστα‐ | |
10 | σις τοῦ Υἱοῦ οὐκ ἔστι θεότης; Ὀρθ. Ναί. Ἀνόμ. Δύο οὖν θεότητες. Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς οὖν; Ὀρθ. Οὐ γὰρ ἄλλη καὶ ἄλλη θεότης ἐστίν. Ἀνόμ. Ἄλλη καὶ ἄλλη ὑπόστασίς ἐστιν. Ὀρθ. Ἀλλ’ οὐχὶ τὸ αὐτὸ σημαίνειν εἶπον θεότητα καὶ ὑπόστασιν· ἡ γὰρ ὑπό‐ | |
15 | στασις τὸ εἶναι, ἡ δὲ θεότης τό τι εἶναι· ὡς γὰρ οὐκ εἰσὶ δύο ἀνθρωπότητες Πέτρου καὶ Παύλου, οὐδὲ δύο θεότητες Πατρὸς καὶ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν οὐχὶ ἡ ὑπόστασις τοῦ Πατρός; Ὀρθ. Ἡ μὲν ὑπόστασις τοῦ Πατρὸς καὶ θεότης, καὶ ἡ ὑπόστασις τοῦ Υἱοῦ καὶ | |
20 | θεότης· οὐχὶ δὲ, ἐπειδὴ δύο ὑποστάσεις εἰσὶ, δύο καὶ θεότητες. Ἀνόμ. Πῶς οὐχί; Ὀρθ. Ὅτι καὶ ἀθανα‐ σία ὑπόστασις τοῦ Πατρὸς, καὶ ἀθανασία ὑπόστασις τοῦ Υἱοῦ, καὶ οὐ δύο ἀθανασίαι. Ἀνόμ. Καὶ οὐκ εἰσὶ δύο ἀθανασίαι; Ὀρθ. Οὔ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι | |
25 | μὴ διάφορός ἐστιν ἀθανασία· ἀθανασία γὰρ ἀθανα‐ σίας οὐδὲν διαφέρει, ᾗ ἀθανασία ἐστίν. Ἀνόμ. Εἴπερ ἀληθῶς ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, πῶς οὐχὶ ἄλλη καὶ ἄλλη ἀθανασία; Ὀρθ. Ἄλλη καὶ ἄλλη ὑπόστασίς ἐστι Πατρὸς καὶ Υἱοῦ, ἀλλ’ οὐχὶ ἄλλη | |
30 | καὶ ἄλλη ἀθανασία. Καὶ γὰρ καὶ ἡμεῖς ἄλλην καὶ ἄλλην ἔχομεν ὑπόστασιν, ἀλλ’ οὐχὶ ἄλλην καὶ ἄλλην ἀνθρωπότητα. Καὶ ἡ ὑπόστασις Πέτρου ἄνθρωπός ἐστι, καὶ ἡ ὑπόστασις Παύλου ἄνθρωπός ἐστι· καὶ δύο εἰσὶν ὑποστάσεις, καὶ οὐ δύο ἀνθρωπότητες. | |
35 | Καὶ ἄλλην καὶ ἄλλην ὑπόστασιν ἔχομεν, οὐχὶ δὲ ἄλλην καὶ ἄλλην ἀθανασίαν, ἣν διὰ τοῦ ἑνὸς βα‐ πτίσματος ἐλάβομεν. Εἰ γὰρ ἄλλη καὶ ἄλλη ἀθανα‐ σία, ἄλλο καὶ ἄλλο βάπτισμα, καὶ ἄλλη καὶ ἄλλη πίστις, καὶ οὐκ ἔστιν «εἷς Κύριος, μία πίστις, ἓν βά‐ | |
40 | πτισμα.» | |
43 | Ἀνόμ. Ἀλλὰ ἡ ἡμετέρα ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν καὶ τὸ βάπτισμα· ἄρα καὶ | |
45 | ἡ τοῦ Θεοῦ ὑπόστασις ἄλλη ἐστὶ παρὰ τὴν ἀθανασίαν. Ὀρθ. Οὔ. Ἀλλὰ αὐτὴ ἡ ὑπόστασις καὶ ἀθανασία ἐστί· καὶ οὐ μόνον ἀθανασία, ἀλλὰ καὶ ἀφθαρσία, καὶ δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις, καὶ κυ‐ ριότης, καὶ δύναμις. Καὶ οὐκ ἔστι κατὰ σύνθεσιν | |
28.1144(50) | ταῦτα ὁ Θεὸς, ἀλλὰ κατὰ διαφόρους ἐπινοίας λεγόμε‐ νος· ἀθανασία μὲν διὰ τὸ ἀτελεύτητον· ἀφθαρσία δὲ, διὰ τὸ ἄλυτον· δικαιοσύνη διὰ τὸ ἴσον· ἁγια‐ σμὸς διὰ τὸ φυλάττειν ἀπὸ ἁμαρτίας· ἀπολύτρωσις διὰ τὸ σώζειν ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· κυριότης, | |
55 | διὰ τὸ πάντων κρατεῖν· δύναμις, διὰ τὸ μηδὲν αὐτῷ | |
ἀντικεῖσθαι. Ταῦτα δὲ πάντα καὶ περὶ τὴν ὑπόστα‐ | ||
28.1145 | σιν τοῦ Υἱοῦ θεωρεῖται, ὁμοίως τῷ Πατρὶ, καὶ οὐ μεθεκτῶς· καὶ διὰ τοῦτο δύο μὲν ὑποστάσεις λέγο‐ μεν Πατρὸς καὶ Υἱοῦ, μίαν δὲ θεότητα, δύναμιν, κυ‐ ριότητα, καὶ ἀθανασίαν, καὶ ἀφθαρσίαν, καὶ ὅσα | |
5 | τοιαῦτα. Ἀνόμ. Οὐκοῦν καὶ ἀγεννησίαν μίαν λέ‐ γεις. Ὀρθ. Ἀγένητον μὲν λέγω καὶ τὸν Υἱὸν, οὐκ ἀγέννητον δέ. Ἀνόμ. Ἄλλο γάρ ἐστιν ἀγένητον, καὶ ἄλλο ἀγέννητον; Ὀρθ. Καὶ πάνυ. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι τὸ μὲν γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστά‐ | |
10 | σεως γεννώμενον, καὶ διὰ τοῦτο ἐκ γαστρὸς λεγόμε‐ νον· τὸ δὲ γενητὸν τὸ ἐκ τῆς ἐξουσίας τοῦ γενεσιουρ‐ γοῦ. «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν.» Ἐποίησε δὲ πῶς; «Εἶπεν, καὶ ἐγενήθησαν· ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Ἀνόμ. Οὐκ ἠρώτησα, τί ἐστι γεννη‐ | |
15 | τὸν, καὶ τί γενητόν· ἀλλ’ εἰ ἄλλο ἐστὶ τὸ ἀγένητον, καὶ ἄλλο τὸ ἀγέννητον. Ὀρθ. Εἰ τὸ γεννητόν ἐστι τὸ ἐκ τῆς ὑποστάσεως καὶ ἐκ γαστρὸς, τὸ μὴ ὂν ἐκ γα‐ στρὸς, ἤγουν ἐκ τῆς ὑποστάσεως, ἀγέννητόν ἐστι· καὶ εἰ τὸ γενητὸν ἐκ τῆς ἐξουσίας ἐστὶ κατ’ ἐντολὴν, | |
20 | τὸ ἀγένητον τὸ μὴ κατ’ ἐντολὴν ὑπάρχον, ἀλλ’ ἢ ἀναίτιον ὂν, ἢ ἐκ τῆς ὑποστάσεως τοῦ ἀγεννήτου. | |
25 | Ἀνόμ. Δύο οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἐγὼ καὶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα ἀγένητα λέγω, ἀλλ’ οὐκ ἀπάτορα τρία, οὐδὲ ἀναίτια· ἀλλὰ τὸν μὲν Πατέρα, καὶ ἀπάτορα, καὶ ἀναίτιον, καὶ ἀγένητον. Καὶ γὰρ οὔτε Πατέρα ἔχει ὁ Πατὴρ, οὔτε | |
30 | γενεσιουργὸν, οὔτε αἴτιον τοῦ εἶναι ὡς ἐξ ὑποστά‐ σεως. Ὁ δὲ Υἱὸς Πατέρα μὲν ἔχει, γενεσιουργὸν δὲ οὐκ ἔχει· οὐ γὰρ ἐγένετο, ἀλλ’ ἐγεννήθη. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατέρα οὐκ ἔχει, οὐ γὰρ ἐγεννήθη· γενεσιουργὸν οὐκ ἔχει, οὐ γὰρ ἐγένετο· αἴτιον δὲ | |
35 | ἔχει τὸν Θεὸν, οὗ Πνεῦμά ἐστι, παρ’ οὗ καὶ ἐκπο‐ ρεύεται. Ἀνόμ. Τὰ γὰρ ἄλλα πνεύματα οὐ παρ’ αὐ‐ τοῦ ἐκπορεύεται; Ὀρθ. Καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐγεν‐ νήθημεν· «Ὅσοι γὰρ αὐτὸν ἔλαβον,» γέγραπται, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, οἳ | |
40 | οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν.» Ἀλλ’ ὥσπερ ἡμεῖς, ἐκ Θεοῦ γεννηθέντες, οὐκ ἐκ γαστρὸς τῆς ὑποστάσεως ἐγεν‐ νήθημεν, οὕτω καὶ τὰ ἐκπορευόμενα πνεύματα ἐκ τοῦ Θεοῦ, οὐκ ἐκ τοῦ στόματος τῆς ὑποστάσεως αὐ‐ | |
45 | τοῦ εἰσι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ στόματος τῆς ὑποστάσεώς ἐστι Πνεῦμα· «Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόμα‐ τος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ὁ Πατὴρ λέ‐ γει· «Ἰδοὺ ὁ Παῖς μου, ὁ ἀγαπητός μου, εἰς ὃν | |
28.1145(50) | εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐ‐ τόν.» Ἀνόμ. Εἰ καὶ ὁ Υἱὸς ἐκ τῆς ὑποστάσεως, καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως, εἰσὶν ἀδελφοί; Ὀρθ. Μὴ γένοιτο! οὐδεὶς τοῦτο λέγει. Πῶς γὰρ μονογενὴς ὁ Υἱὸς, εἰ δύο εἰσὶν ἀδελφοί· Ἀνόμ. Πῶς οὖν καὶ ὁ | |
55 | Υἱὸς ἐκ τῆς ὑποστάσεως καὶ τὸ Πνεῦμα, καὶ οὐ δύο | |
28.1148 | ἀδελφοί; Ὀρθ. Διὰ τοῦτο ὁ Υἱὸς οὐ μόνον ἐκ τῆς ὑποστάσεως, ἀλλὰ καὶ ἐκ γαστρὸς εἴρηται· καὶ τὸ Πνεῦμα οὐ μόνον ἐκ τῆς ὑποστάσεως, ἀλλὰ καὶ Πνεῦμα στόματος εἴρηται· ἵνα ἡ διαφορὰ μὴ κατὰ | |
5 | τὸν ἐκ τῆς ὑποστάσεως λόγον γένηται, ἀλλὰ κατὰ τὸν ἐκ γαστρὸς καὶ στόματος. | |
8 | Ἀνόμ. Ἄλλο οὖν στόμα, καὶ ἄλλο γαστὴρ, καὶ ἄλλο ὑπόστασις, Ὀρθ. Οὐκ ἄλλο καὶ ἀλλὸ, ὡς πρᾶγμα, | |
10 | ὡς τριτώνυμόν τι. Ἀνόμ. Ἀλλ’ ὡς τί; Ὀρθ. Ὡς ἄλλο τι σημαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς γαστρὸς, καὶ ἄλλο τοῦ στόματος. Ἀνόμ. Τί σημαίνει ἡ ὑπόστασις, καὶ τί τὸ στόμα, καὶ τί ἡ γαστήρ; Ὀρθ. Ἡ ὑπόστασις τὸ εἶναι σημαίνει· ἡ γαστὴρ τὸ γεννη‐ | |
15 | τικόν· τὸ στόμα τὸ διδακτικόν. Πῶς δὲ γεννᾷ τὸν Υἱὸν ὁ Θεὸς, οὐ πολυπραγμονῶ· καὶ πῶς ἐκπέμπει τὸ Πνεῦμα, ὁμοίως οὐ πολυπραγμονῶ· ἀλλὰ πιστεύω, ὅτι καὶ ὁ Υἱὸς γεννᾶται ἀῤῥήτως καὶ ἀπαθῶς, καὶ τὸ Πνεῦμα ἐκπορεύεται ἀῤῥήτως καὶ ἀπαθῶς. Ἀνόμ. | |
20 | Ἔνθα στόμα, καὶ γαστὴρ, καὶ ὑπόστασις, τί ἄλλο ἐστὶν ἢ σύνθεσιν εἰπεῖν; Ὀρθ. Σύνθεσιν οὐ ποιοῦσι τὰ ὀνόματα· οὐδὲ γὰρ πάντως ἐπὶ μελῶν λέγονται. Ἀνόμ. Τὸ στόμα οὐκ ἔστι στόμα; καὶ ἡ γαστὴρ οὐκ ἔστι γαστήρ; Ὀρθ. Οὐ πᾶν στόμα τὸ αὐτὸ στόμα, | |
25 | οὐδὲ πᾶσα γαστὴρ ἡ αὐτὴ γαστήρ· οὐδὲ γὰρ πᾶν στόμα ἐστὶ μέλος, οὐδὲ πᾶσα γαστὴρ πάντως ἐστὶ μέλος. Ἀνόμ. Καὶ πῶς δύναται στόμα μὴ εἶναι στό‐ μα, καὶ γαστὴρ μὴ εἶναι γαστήρ; Ὀρθ. Ἡ Γραφὴ πολλαχοῦ στόμα μαχαίρας ὠνόμασε· καὶ οὐδεὶς οὕτω | |
30 | μέμηνεν, ὥστε λέγειν μέλος ἔχειν τὴν μάχαιραν, ὃ καλεῖται στόμα· ἀλλὰ αὐτὸ τὸ ἀναλωτικὸν τῆς μα‐ χαίρας στόμα ὠνόμασε· καὶ, ἐκ ποίας δὲ γαστρὸς ἐκπορεύεται κρύσταλλος, εἰποῦσα, οὐ σωματικὴν γα‐ στέρα ἐπιζητεῖ· καὶ πρόσωπον πυρὸς εἰποῦσα, οὐκ | |
35 | ἀνθρωποειδὲς λέγει τὸ πῦρ, καὶ τὸ μὲν αὐτοῦ μέλος εἶναι πρόσωπον, τὸ δὲ πῦρ· καὶ πρόσωπον γῆς εἰ‐ ποῦσα, οὐκ ἀνθρωποειδῆ λέγει τὴν γῆν. | |
40 | Ἀνόμ. Ποῦ γὰρ εἴρηται πρόσωπον ἔχειν τὴν γῆν; Ὀρθ. «Ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ προσώπου πυρὸς,» παρὰ τῷ προφήτῃ γέγραπται. Καὶ ἐν τῇ Γενέσει ὁ Κάϊν λέγει· «Εἰ ἐκβάλλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσ‐ | |
45 | ώπου σου κρυβήσομαι.» Ἀνόμ. Ἀλλ’ ὅταν ἐπὶ ζώων λέγηται ταῦτα τὰ ὀνόματα, μέλη σημαίνουσιν· ἐπὶ δὲ τῶν ἀναισθήτων καταχρηστικῶς. Ὀρθ. Οὐ δοκεῖ σοι ἡ ψυχὴ ζῶον εἶναι; Ἀνόμ. Καὶ πάνυ. Καὶ γὰρ καὶ ἄγγελος ζῶόν ἐστι, καὶ πάντα τὰ πνεύματα· διὰ | |
28.1148(50) | γὰρ τοῦτο καὶ τὰ σεραφὶμ ζῶα λέγονται καὶ, «Ὁ Θεὸς, ἐν μέσῳ δύο ζώων γνωσθήσῃ,» γέγραπται. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεός· «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ,» ποῖον λέγει στόμα; Ἐὰν δὲ ὁ Δαβὶδ ἐν τῷ ριηʹ | |
ψαλμῷ· «Τὸ στόμα μου ἤνοιξα, εἵλκυσα Πνεῦμα, ὅτι | ||
28.1149 | τὰς ἐντολάς σου ᾑρετισάμην,» ποῖον λέγει στόμα; Ἐὰν δὲ λέγῃ ὁ Ἰώβ· «Ἀληθινὸν δὲ στόμα ἐμπλήσει γέλωτος,» ποῖον λέγει στόμα; Ποίῳ δὲ στόματι ἐβόα Μωσῆς ἀκούων· «Τί βοᾷς πρὸς μέ;» Τίς δὲ οὐκ | |
5 | οἶδεν, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, στεναγμοῖς ἀλαλήτοις βοώντων; Ποίαν δὲ γαστέρα ὁ προφήτης λέγει· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλά‐ βομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτη‐ ρίας ἐπὶ τῆς γῆς;» Ὥσπερ οὖν ἡ ψυχὴ καὶ γαστέρα | |
10 | ἔχειν λέγεται, καὶ στόμα, καὶ ὀφθαλμοὺς, καὶ ὦτα, καὶ πάντα τὰ ἄλλα μέλη τοῦ σώματος, καὶ οὐ σύγ‐ κειται ἐκ μελῶν· οὕτως, ὅταν ἀκούσῃς ἐπὶ Θεοῦ, τοῦ ἀληθῶς ἀσωμάτου, στόμα ἢ γαστέρα, μὴ σύνθεσιν νόει, ἀλλὰ γαστέρα τὸ γεννητικὸν, στόμα τὸ διδακτι‐ | |
15 | κὸν, ὀφθαλμοὺς τὸ κατανοητικὸν, ὦτα τὸ ἀκουστικόν. Καὶ διὰ τοῦτο ἐκ γαστρὸς εἴρηται ὁ Υἱὸς, ἐπειδὴ γε‐ γέννηται· καὶ διὰ τοῦτο Πνεῦμα στόματος τὸ Πνεῦμα, ἐπειδὴ διδακτικόν. Καὶ ὥσπερ οὐ λέγεις γεννητὸν τὸ Πνεῦμα, ἵνα μὴ δύο υἱοὺς εἴπῃς· οὕτως μὴ λέγε αὐτὸ | |
20 | γενητὸν, ἵνα μὴ ἓν τῶν γενητῶν εἴπῃς, καὶ ἀναγ‐ κασθῇς καὶ δοῦλον εἰπεῖν διὰ τὸν εἰρηκότα Προφήτην, ὅτι «Τὰ σύμπαντα δοῦλα σά.» | |
25 | Ἀνόμ. Εἶπον καὶ ἐν ἀρχῇ τοῦ λόγου, παρ’ ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέσθαι. Ὀρθ. Γέ‐ νοιτό σε εἰπεῖν, Χριστιανὸν γενέσθαι! Γενόμενος γὰρ Χριστιανὸς, ἐπιγνώσῃ, ὅτι ὁμοούσιον δεῖ λέγειν ἀπὸ τῶν θείων Γραφῶν διδαχθείς. Ὅσα γὰρ | |
30 | ἴδιά εἰσι Θεοῦ, ταῦτα κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς εἴρηται παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ, ὅτι μόνῳ Θεῷ ἀδύνατόν ἐστι τὸ ψεύσασθαι; Ὀρθ. Τοῦτο δὲ ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ‐ ματος λεχθήσεται. Ὃ γάρ ἐστιν ἴδιον τῆς φύσεως, τοῦτο | |
35 | κοινὸν τῶν ὑποστάσεων. Ἀνόμ. Δύναται δὲ ψεύσα‐ σθαι τὰ σεραφίμ; Ὀρθ. Εἰ μὴ δύναται ψεύσασθαι, οὐκέτι μόνος ὁ Θεὸς ἀψευδής ἐστιν. Ἀνόμ. Οὐκ εἶπεν, ὅτι μόνῳ Θεῷ ἀδύνατον τὸ ψεύσασθαι, ἀλλ’ ὅτι ἀδύ‐ νατον Θεῷ ψεύσασθαι. Ὀρθ. Πᾶν ὅ τι γενητόν | |
40 | ἐστιν, δύναται ψεύσασθαι· καὶ διὰ τοῦτο καὶ ὁ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὢν, ἐδυνήθη ψεύσα‐ σθαι. Καὶ τοῦτό ἐστι τῶν λογικῶν δυνάμεων ἡ τροπὴ, τὸ ψεύσασθαι. Θεὸς δὲ, ἄτρεπτος ὢν, καὶ ἀψευδής ἐστι· καὶ ὥσπερ μόνος ἄτρεπτός ἐστι, καὶ μόνος | |
45 | ἀθάνατος, καὶ μόνος ἀόρατος, καὶ μόνος ἄφθαρτος, οὕτως καὶ μόνος ἀψευδής· τοῦτο δὲ κοινόν ἐστι Πα‐ τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς οὖν εἴρηται περὶ τοῦ Πνεύματος, ὅτι οὐ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει, λαλήσει, εἴπερ τῆς αὐτῆς | |
28.1149(50) | ἐστι φύσεως; Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ δείκνυσι καὶ αὐτὸ ἀψευδὲς εἶναι, καὶ τῆς αὐτῆς φύσεως ὄν. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι πᾶν τὸ γενητὸν, ἐὰν ᾖ λογικὸν, ὅτε θέλει, καὶ ἀφ’ ἑαυτοῦ λαλεῖ, ἐπειδὴ καὶ ἴδιον | |
ἔχει θέλημα, ὃ κατασιγάζει, ἵνα τὸ τοῦ Θεοῦ θέλημα | ||
28.1152 | εἴπῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως, ἀλλ’ ὡς Πνεῦμα Θεοῦ, ταυτὸ θέλημα ἔχει τῷ Θεῷ· καὶ τοῦτό ἐστι τὸ, «Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ ἑαυτοῦ ὁ Υἱὸς εἶπεν, ὅτι «Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς | |
5 | ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ.» Ἆρα οὖν ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἡ σοφία ἡ τοῦ Θεοῦ, οὐκ ᾔδει τί λαλήσει; Μὴ γένοιτο τοῦτο ἄνθρωπον Χριστιανὸν λογίσασθαι! ἀλλ’ ἵνα γνῶμεν ἡμεῖς τὸ ταυτὸ τῆς φύσεως, καὶ τὸ ἀδιαίρετον τοῦ θελήματος, ταῦτα διδασκόμεθα· εἰ δὲ | |
10 | μὴ, Παῦλος μὲν λέγει· «Περὶ δὲ τῶν παρθένων ἐπι‐ ταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεη‐ μένος·» ὁ δὲ Υἱὸς ἐντολὴν λαμβάνει, τί εἴπῃ, καὶ τί λαλήσει, καὶ τὸ Πνεῦμα οὐ λαλεῖ ἀφ’ ἑαυτοῦ. | |
17 | Ἀνόμ. Οὐκ ἔχει οὖν ἴδιον θέλημα τὸ Πνεῦμα. Ὀρθ. Ἐναντίον τοῦ Θεοῦ, μὴ γένοιτο! οὐδὲ ποτὲ γὰρ θέλει τὰ τοῦ Θεοῦ, ποτὲ δὲ τὰ ἑαυτοῦ· ἀλλ’ εἴ τι | |
20 | θέλει Πνεῦμα τὸ ἅγιον, τοῦτο τοῦ Θεοῦ ἐστι θέλημα· καὶ εἴ τι θέλει ὁ Θεὸς, τοῦτο θέλημά ἐστι τοῦ Πνεύ‐ ματος. Ἀνόμ. Οἱ γὰρ προφῆται, οὐκ εἴ τι θέλει ὁ Θεὸς, θέλουσιν; Ὀρθ. Οὐ πάντοτε· ἔσθ’ ὅτε γὰρ καὶ ἀφ’ ἑαυτῶν ἐλάλουν. Μωσῆς γὰρ πρῶτος ἔλεγεν· | |
25 | «Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι, καὶ οὐκ εἰσακούσεταί μου Φαραώ·» καὶ τὸ, «Δέομαί σου, προχείρισαι ἄλλον,» τί σημαίνει ἢ ἄλλο θέλημα ἐν ἑαυτῷ εἶναι, ὃ ἐκόλασεν, ἵνα τὸ τοῦ Θεοῦ ποιήσῃ; Καὶ Ἀαρὼν καὶ Μαρία ἀφ’ ἑαυτῶν κινούμενοι ἐγόγ‐ | |
30 | γυσαν κατὰ Μωσέως, ὅτε ἐλεπρίασεν ἡ Μαρία, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἱερεμίας, παραιτούμενος τὴν προφητείαν, ἔλεγε· «Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν.» Καὶ ὁ Ἰωνᾶς εἰς τοσοῦτον παρῃτήσατο, ὡς καὶ δόξαι φεύγειν ἀπὸ προσώπου | |
35 | Κυρίου. Καὶ ὁ Δαβὶδ, τὸ θέλημα τὸ ἑαυτοῦ ποιήσας, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. Σιωπῶ γὰρ τὰ κατὰ τὸν Οὐρίαν τὸν Χετταῖον. Καὶ πάντα γὰρ τὰ λογικὰ κτίσματα ποτὲ τὰ ἑαυτῶν λαλοῦσι, ποτὲ τὰ τοῦ Θεοῦ· τὸ δὲ Πνεῦμα οὐχ οὕτως· οὐ γὰρ ποτὲ τὰ | |
40 | τοῦ Θεοῦ, καὶ ποτὲ τὰ ἑαυτοῦ· οὐδὲ γάρ ἐστιν ἄλλο τι ἐν αὐτῷ θέλημα, ἐπειδὴ οὐδὲ ἐν τῷ Υἱῷ, ἀλλ’ ἕν ἐστι θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύμα‐ τος. Καὶ διὰ τοῦτο εἴρηται περὶ τοῦ Πνεύματος· «Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ·» καὶ περὶ τοῦ Υἱοῦ, ὅτι «Ἀπ’ | |
45 | ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ·» οὐκ ἐπειδὴ οὐκ οἶδε λαλῆσαί τι, ἀλλ’ ὅτι οὐκ ἄλλο θέλει ὁ Πατὴρ, καὶ ἄλλο θέλει ὁ Υἱὸς, καὶ ἄλλο τὸ Πνεῦμα. | |
51 | Ἀνόμ. Εἰ καὶ μὴ πάντοτε οἱ προφῆται τὰ τοῦ Θεοῦ ἔλεγον, ὡς ἔδειξεν ὁ λόγος, ἀλλ’ οἱ ἀπόστολοι οὐδὲ ἐλάλουν ἀφ’ ἑαυτῶν, ἀλλὰ πάντοτε τὰ τοῦ Θεοῦ. | |
Ὀρθ. Ἡ Γραφὴ ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ ἀπόστολοι ἐλά‐ | ||
28.1153 | λουν ἀφ’ ἑαυτῶν. Ἀνόμ. Πῶς; Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς Παύλου λέγοντος περὶ τῶν ἀποστόλων, «Ἀλλ’ ὅτε εἶδον, ὅτι οὐκ ὀρθοποδοῦσι πρὸς τὴν ἀλή‐ θειαν τοῦ Εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάν‐ | |
5 | των» (τὰ δὲ ἑπόμενα οἶδας, εἰ φιλόλογος εἶ), τί ἄλλο λογίζῃ, ἢ τὸ ἀφ’ ἑαυτῶν τι λελαληκέναι καὶ πε‐ ποιηκέναι, ὅπερ οὐκ ἦν θεόπνευστον; Καὶ περὶ ἑαυ‐ τοῦ δὲ λέγει· «Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαίωμαι.» Τὸ δὲ Πνεῦμα οὐχ οὕτως· | |
10 | καὶ διὰ τοῦτο εἴρηται, ὅτι «Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ.» Ἀνόμ. Ἀλλὰ καὶ πάντες ἄνθρωποι ποτὲ μὲν τὰ ἑαυτῶν λέγουσιν, καὶ ποτὲ δὲ τὰ τοῦ Θεοῦ· ἀλλ’ οἱ ἄγγελοι πάντοτε τὰ τοῦ Θεοῦ λέγουσιν. Ὀρθ. Οὐδὲ τοῦτο ἀληθές. Εἰ γὰρ πάντοτε τὰ τοῦ Θεοῦ ἔλεγον, | |
15 | οὐκ ἂν ἥμαρτον, ὥστε λέγεσθαι· «Εἰ γὰρ ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο.» Ἀνόμ. Ἀλλὰ καὶ εἴ ποτε ἥμαρτόν τινες τῶν ἀγγέλων, ἀλλ’ εἰσὶν ἄγγελοι ἀν‐ αμάρτητοι. Ὀρθ. Οὐ ζητοῦμεν, εἴ εἰσιν ἄγγελοι ἀναμάρ‐ τητοι, ἀλλ’ εἰ δύνανται ἁμαρτῆσαι. Καὶ γὰρ καὶ ἡμεῖς | |
20 | ἕως νῦν οὐκ ἀπεθάνομεν, καὶ ἐσμὲν θνητοὶ τῷ δύνασθαι ἀποθανεῖν, οὐ τῷ ἤδη ἀποτεθνηκέναι· ἐγχω‐ ρεῖ γὰρ καὶ μὴ ἀποθανεῖν τινα ἡμῶν, ὡς τὸν Ἠλίαν. Κἂν μή τις δὲ ἡμῶν ἀποθάνῃ, ἀλλ’ ἡ φύσις αὐτὴ θνητή ἐστιν. Ὥστε καὶ τῶν ἀγγέλων αἱ μυριάδες οὐκ | |
25 | ἐψεύσαντο, ἀλλ’ ἐφύλαξαν τὰ τοῦ Θεοῦ λόγια· ἀλλ’ ἐδείχθη αὐτῶν ἡ φύσις τρεπτὴ, καὶ λαλοῦσα ἀφ’ ἑαυτῆς, τό τινας αὐτῶν τραπῆναι καὶ λαλεῖν ἀφ’ ἑαυτῶν. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ λαλεῖ ἀφ’ ἑαυτοῦ. Οὐ γάρ ἐστι γενητῆς φύσεως, ὥστε καὶ δύνασθαι | |
30 | τραπῆναι. | |
33 | Ἀνόμ. Πόθεν γὰρ, ὅτι οὐ δύναται τραπῆναι τὸ Πνεῦμα; Ὀρθ. Τὸ παρέχον ἄλλοις τὴν ἀτρεψίαν, | |
35 | ἀνάγκη ἄτρεπτον εἶναι τῇ φύσει. Ἀνόμ. Εἰσὶ γὰρ οὖν καὶ ἄλλα ἄτρεπτα. Εἰ γὰρ παρέχει ἄλλοις τὸ Πνεῦμα τὴν ἀτρεψίαν, αὐτὰ ἐκεῖνα, οἷς παρέχει τὸ Πνεῦμα τὴν ἀτρεψίαν, ἄτρεπτά εἰσιν. Ὀρθ. Ἀλλὰ τὰ μέν εἰσι μετοχῇ ἄτρεπτα, τὰ δὲ τῇ φύσει, ὡς | |
40 | τὸ πῦρ φύσει ἐστὶ καυστικὸν, τὸ δὲ ὕδωρ κατὰ παράθε‐ σιν τοῦ πυρὸς καυστικὸν γίνεται. Οὕτως τὸ μὲν Πνεῦμα φύσει ἐστὶν ἄτρεπτον, οἱ δὲ μετέχοντες αὐτοῦ κατὰ μετ‐ οχὴν ἄτρεπτοι. Ἀνόμ. Μὴ θέλεις εἰπεῖν ὅτι καὶ αὐτὸ τὸ Πνεῦμα Πατήρ ἐστιν; Ὀρθ. Μὴ γένοιτο! Ἀνόμ. | |
45 | Εἰ πάντα τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Πνεύματός εἰσι καὶ τοῦ Υἱοῦ κοινὰ, ὀφείλει καὶ Πατὴρ εἶναι τὸ Πνεῦμα καὶ Υἱός. Ὀρθ. Οὐκ εἶπον· Τὰ ἴδια τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματός εἰσι κοινά· ἀλλὰ, Τὰ ἴδια τῆς οὐσίας τοῦ Θεοῦ, τοῦ Πατρὸς καὶ | |
28.1153(50) | τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός εἰσι κοινά· οἷον τὸ ἄφθαρτον, τὸ ἀθάνατον, τὸ ἀναλλοίωτον, τὸ ἀψευ‐ δὲς, καὶ ὅσα τοιαῦτα. Ἀνόμ. Ἄλλος οὖν ἐστιν ὁ Θεὸς, καὶ ἄλλος ὁ Πατήρ; Ὀρθ. Μὴ γένοιτο! ἀλλὰ | |
τὸ, Θεὸς, τὴν φύσιν δηλοῖ, τὸ δὲ Πατὴρ, τὴν σχέσιν | ||
28.1156 | τὴν πρὸς τὸν Υἱόν. Ὅσα οὖν ἴδιά εἰσι τῆς φύσεως, ταῦτα κοινὰ τῶν τῆς αὐτῆς οὐσίας ὑποστάσεων. Ἀμέ‐ λει καὶ τῆς μεγαλωσύνης τοῦ Θεοῦ οὐκ ἔστι πέρας, εἴρηται παρὰ τῷ προφήτῃ· τοῦτο δὲ ἄν τις εἴποι καὶ | |
5 | περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ Πνεύματος· οὔτε γὰρ τῆς μεγαλωσύνης τοῦ Υἱοῦ ἐστι πέρας, οὔτε τῆς μεγαλωσύνης τοῦ Πνεύματος. «Ποῦ» γὰρ «πο‐ ρευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Τῶν δὲ κτισμάτων ἁπάντων καὶ πέρας | |
10 | ἐστὶ καὶ ποσότης. Δύναμαι γὰρ νοῆσαι τὸν Γα‐ βριὴλ, ἔνθα οὐκ ἔστιν ὁ Ῥαφαήλ· Πατέρα δὲ καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων νοῶ | |
15 | Ἀνόμ. Κἀγὼ λέγω, ὅτι πανταχοῦ καὶ ἐν πᾶσι καὶ διὰ πάντων ἐστὶ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Τοῦτο οὖν ἐστιν ὁμοούσιον, ὃ τὸν αὐτὸν ἐπιδέχεται λόγον τῆς οὐσίας. Ἀνόμ. Οὐ λέγεις οὖν μείζονα τὸν Πατέρα τοῦ Υἱοῦ; Ὀρθ. Ὡς Θεὸν | |
20 | Θεοῦ, οὔ· ὡς Πατέρα δὲ Υἱοῦ ἐνανθρωπήσαντος. Ἀμέλει οὐκ εἶπεν· Ὁ Θεὸς μείζων μου ἐστίν· ἀλλ’, «Ὁ Πατὴρ μείζων μου ἐστίν.» Ἀνόμ. Τῇ θεότητι οὖν ἴσον λέγεις τὸν Υἱὸν τοῦ Πατρός; Ὀρθ. Καὶ πάνυ· καὶ γὰρ καὶ ὁ Ἀπόστολος λέγει· «Τοῦτο φρονείσθω | |
25 | ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἀνόμ. Ὃ οὖν αὐτὸς οὐχ ἥρπασε, σὺ διὰ τί δί‐ δως αὐτῷ; Ὀρθ. Ὅτι οὐχ ἥρπασεν, ἀλλ’ ἔχει τῇ φύ‐ σει· καὶ ἔχων τοῦτο, «ἑαυτὸν ἐκένωσε, μορφὴν δού‐ | |
30 | λου λαβών.» Ποῖος γὰρ ἦν ἔπαινος τῷ μὴ ἔχοντι τὸ ἴσον, καὶ μὴ ἁρπάζοντι; Εἰ γὰρ τοῦτο ἔπαινος, ἐπαι‐ νεθήσεται ὁμοίως καὶ ὁ οὐρανὸς, καὶ ὁ Γαβριὴλ, καὶ ὁ Ῥαφαὴλ, καὶ ἕκαστος τῶν ἀγγέλων, καὶ ἕκαστος τῶν ἀρχαγγέλων, ὅτι μὴ ἥρπασαν τὸ εἶναι ἴσα Θεῷ. | |
36 | Ἀνόμ. Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, καὶ πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ’ ὥσπερ ἐπίσκοπος οὐκ ὢν, ἄνθρωπος δὲ ὢν, τὴν αὐτὴν ἔχει φύσιν | |
40 | τῷ ἐπισκόπῳ· ὁμοίως καὶ ὁ διάκονος, οὔτε πρεσβύ‐ τερος, οὔτε ἐπίσκοπος ὢν, τῆς αὐτῆς μέντοι ἐστὶ φύσεως· οὕτως οὖν λέγεις καὶ αὐτὸς τὸν Υἱὸν Πα‐ τέρα μὲν μὴ εἶναι, τῆς δὲ αὐτῆς φύσεως τῷ Πα‐ τρί· καὶ τὸ Πνεῦμα δὲ τοῦ Θεοῦ, Υἱὸν μὲν μὴ εἶναι | |
45 | μήτε Πατέρα, τῆς δὲ αὐτῆς εἶναι φύσεως τῷ Πατρί. Τί οὖν ἀπατᾷς τοὺς ἀκούοντας, μὴ εἰδὼς ἃ λέγεις, οὐ λέγεις δὲ τρεῖς φύσεις ἀνομοίους ὡς ἄγγελον, καὶ ἄνθρωπον, καὶ ἵππον; Ἀνόμ. | |
Οὕτω λέγω· ἐὰν γὰρ τοῦτο μὴ εἴπω, ὁμοουσιαστὴς | ||
28.1157 | ἐγενόμην. Ὀρθ. Ἔγνως οὖν, ὅτι ὁ λέγων τὸν Πα‐ τέρα ὡς ἐπίσκοπον, καὶ τὸν Υἱὸν ὡς πρεσβύτερον, καὶ τὸ Πνεῦμα ὡς διάκονον, ὁμοούσιον λέγει. Οὕτω δὲ λέγων σαυτὸν Χριστιανὸν ἐνόμισας | |
5 | μέχρι τοῦ παρόντος. Εἰ δὲ τοῦτο ὁ λέγων οὐ κέκριταί σοι εἶναι Χριστιανὸς, σαυτὸν ἄρα κατέκρινας, καὶ ἐκ τοῦ στόματός σου ἐκρίθης μὴ ὢν Χριστιανός. Ἀνόμ. Ὁ λέγων οὖν ὁμοούσιον Χριστιανὸς οὐκ ἔστιν; Ὀρθ. Ὁ λέγων ὁμοούσιον Χριστιανός ἐστιν· ὁ δὲ νομίζων | |
10 | μὴ εἶναι Χριστιανὸν τὸν λέγοντα ὁμοούσιον, καὶ αὐ‐ τὸς λέγων, εὑρεθήσεται ἑαυτὸν κατακρίνων, ὡς ὁ κακὸς δοῦλος ἐκεῖνος, ὁ ἐκ τοῦ ἰδίου στόματος κατα‐ κεκριμένος. Ἀνόμ. Πῶς γὰρ αὐτὸ λέγων εὑρέθην; Ὀρθ. Εἶπας ὅτι, Ἡμεῖς λέγομεν Πατέρα, καὶ Υἱὸν, | |
15 | καὶ ἅγιον Πνεῦμα, ὡς ἐπίσκοπον, πρεσβύτερον, καὶ διάκονον. Ἀνόμ. Ὁμολογῷ εἰρηκέναι, ὡς ἐπί‐ σκοπον, πρεσβύτερον, καὶ διάκονον. Ὀρθ. Ἀλλ’ ἐπίσκοπος, πρεσβύτερος, καὶ διάκονος ὁμοούσιοί εἰσιν· ὁμοούσιον ἄρα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα | |
20 | ὡμολόγηκας. Ἀνόμ. Θέλεις οὖν εἰπεῖν, ὅτι, ὥσπερ κονδῖτος οἶνος κερασθεὶς, οὕτως ἐστὶ Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Οὐδὲ οἶδας, ὅτι σὺ τοῦτο λέγεις; Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι ἄλλην φύσιν λέγεις τοῦ Πατρὸς, καὶ ἄλλην τοῦ Υἱοῦ, καὶ ἄλλην τοῦ ἁγίου | |
25 | Πνεύματος, ὡς οἴνου καὶ μέλιτος καὶ πεπέρεως. Ἡμεῖς δὲ λέγομεν· Ἐὰν ᾖ ὁ Πατὴρ οἶνος εὐφραίνων καρδίαν, καὶ ὁ Υἱὸς οἶνος εὐφραίνων καρδίαν, καὶ τὸ Πνεῦμα οἶνος εὐφραίνων καρδίαν ἐστὶν, ᾗ ὁ Πα‐ τὴρ ὑπὲρ μέλι καὶ κηρίον. Ὑμεῖς ἄρα καὶ οὐχ | |
30 | ἡμεῖς, κονδίτῳ παρεβάλλετε τὸν Πατέρα καὶ Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, οἱ ἀνομοίους τὰς φύσεις εἰσ‐ ηγούμενοι. | |
34t | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
35t | ΑΘΑΝΑΣΙΟΥ | |
36t | ΔΙΑΛΟΓΟΣ Βʹ ΠΕΡΙ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ, ΕΝ ῼ ΔΙΑΛΕΓΟΝΤΑΙ ΟΜΟΙΩΣ ΟΡΘΟΔΟΞΟΣ ΚΑΙ | |
37t | ΑΝΟΜΟΙΟΣ ΑΡΕΙΑΝΙΣΤΗΣ. | |
41t | ΑΝΟΜΟΙΟΣ. | |
42 | Πᾶσι τοῖς νοῦν ἔχουσιν ὁμολογούμενόν ἐστιν, ὅτι τὸ ἔκ τινος ὂν μεταγενέστερόν ἐστι τοῦ ἐξ οὗ ἐστιν, ὡς ἐξ αἰτίου. Ὀρθόδοξος. Οὐ πάντως. Ἀνόμ. | |
45 | Σὺ οὐκ εἶ ἐκ τοῦ πατρός σου, καὶ μετὰ τὸν πατέρα | |
28.1160 | σου; Ὀρθ. Ἐγὼ μὲν ἐκ τοῦ πατρός μου εἰμὶ, καὶ μετὰ τὸν πατέρα μου εἰμὶ, καὶ ἐκτὸς τοῦ πατρός μου εἰμί· τὸ δὲ φῶς ἐκ τοῦ ἡλίου ἐστὶ, καὶ οὐδὲ μετὰ τὸν ἥλιόν ἐστιν, οὐδὲ ἐκτὸς τοῦ ἡλίου ἐστὶν, ἀλλὰ μετὰ | |
5 | τοῦ ἡλίου, καὶ ἐν τῷ ἡλίῳ, καὶ σὺν τῷ ἡλίῳ· καὶ ἡ εὐωδία ἐκ τοῦ μύρου ἐστὶ, καὶ οὔτε μετὰ τὸ μύ‐ ρον, οὔτε ἐκτὸς τοῦ μύρου, ἀλλὰ μετὰ τοῦ μύρου, καὶ ἐν τῷ μύρῳ, καὶ σὺν τῷ μύρῳ· καὶ τὸ νοεῖν ἐκ τοῦ νοῦ ἐστι, καὶ οὔτε μετὰ τὸν νοῦν, οὔτε ἐκτὸς τοῦ | |
10 | νοῦ, ἀλλὰ μετὰ τοῦ νοῦ, καὶ ἐν τῷ νῷ, καὶ σὺν τῷ νῷ· καὶ τὸ θέλειν ἐκ τοῦ θέλοντός ἐστι, καὶ οὔτε ἐκτὸς τοῦ θέλοντος, οὔτε μετὰ τὸν θέλοντα, ἀλλὰ μετὰ τοῦ θέλοντος, καὶ ἐν τῷ θέλοντι, καὶ σὺν τῷ θέλοντι· καὶ ἡ σοφία ἐκ τοῦ σοφοῦ ἐστι, καὶ | |
15 | οὔτε μετὰ τὸν σοφὸν, οὔτε ἐκτὸς τοῦ σοφοῦ, ἀλλὰ μετὰ τοῦ σοφοῦ, καὶ ἐν τῷ σοφῷ, καὶ σὺν τῷ σοφῷ· καὶ ἡ δύναμις ἐκ τοῦ δυνατοῦ, καὶ οὔτε μετὰ τὸν δυνατὸν, οὔτε ἐκτὸς τοῦ δυνατοῦ, ἀλλ’ ἐν τῷ δυνατῷ, καὶ μετὰ τοῦ δυνατοῦ, καὶ σὺν τῷ δυνατῷ. | |
20 | Οὕτω τοίνυν καὶ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκ τοῦ Θεοῦ νοοῦμεν, καὶ οὐ μετὰ τὸν Θεὸν, οὔτε ἐκτὸς τοῦ Θεοῦ, ἀλλὰ μετὰ τοῦ Θεοῦ, καὶ ἐν τῷ Θεῷ, καὶ σὺν τῷ Θεῷ. Ἀνόμ. Ἀλλὰ τὸ ἀπαύγασμα, καὶ τὸ νοεῖν, καὶ τὸ θέλειν, καὶ ἡ σοφία, καὶ ἡ δύναμις, οὐκ ἔστιν | |
25 | οὐσία ἐνυπόστατος· ὁ δὲ Υἱὸς τοῦ Θεοῦ οὐσία ἐστὶν ἐν ἰδίᾳ ὑποστάσει. Ὀρθ. Καὶ ἐν τούτῳ τῶν σωμα‐ τικῶν υἱῶν τὸ ἀσύγκριτον ἔχει, ὅτι ἐγὼ μὲν, υἱὸς ὢν τοῦ πατρός μου, οὐκ εἰμὶ αὐτοῦ σοφία, οὐκ εἰμὶ αὐτοῦ δύναμις, οὐκ εἰμὶ αὐτοῦ θέλημα, οὐκ εἰμὶ | |
30 | αὐτοῦ λόγος, οὐκ εἰμὶ αὐτοῦ ἀπαύγασμα, οὐκ εἰμὶ ἐν αὐτῷ τῷ πατρί μου. Οὐκ αὐτὸς ὁ πατήρ μου ἐν ἐμοὶ, οὐ καθὼς ὁ πατήρ μου ἐργάζεται, κἀγὼ ἐρ‐ γάζομαι· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς οὐ μόνον ἐστὶν Υἱὸς, ἀλλὰ καὶ δύναμις, καὶ σοφία, καὶ Λόγος, καὶ θέλημα, | |
35 | καὶ ἀπαύγασμα, ἵνα ἀπὸ τοῦ εἶναι Υἱὸς, τὸ ἐνυπό‐ στατον νοηθῇ· καὶ ἀπὸ τοῦ εἶναι σοφία, καὶ δύναμις, καὶ Λόγος, καὶ θέλημα, καὶ ἀπαύγασμα, τὸ μετὰ τοῦ Πατρὸς, καὶ ἐν τῷ Πατρὶ, καὶ σὺν τῷ Πατρὶ νοηθῇ, καὶ οὐ δεύτερος, οὐδὲ μετὰ τὸν Πατέρα, | |
40 | οὐδὲ ἐκτὸς τοῦ Πατρός. Διὰ γὰρ τοῦτο βοᾷ ὁ προ‐ φήτης, λέγων· «Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. Κύριε, ὁ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν.» Οὐ γὰρ ἐκτὸς τοῦ Πατρὸς Υἱὸς γνωρίζεται, ἀλλ’ ἐν τῷ Πατρὶ, καὶ σὺν | |
45 | τῷ Πατρὶ, καὶ ἅμα τῷ Πατρὶ, ὡς ἀπαύγασμα δόξης, ὡς χαρακτὴρ ὑποστάσεως, ὡς σοφία σοφοῦ, ὡς δύνα‐ μις δυνατοῦ, ὡς Λόγος νοῦ. Ἀνόμ. Ἀλλὰ τὸ ἀπαύ‐ γασμα τοῦ φωτὸς υἱὸς οὐκ ἔστιν· ὁ χαρακτὴρ τῆς ὑποστάσεως υἱὸς οὐκ ἔστιν· ἡ σοφία τοῦ σοφοῦ υἱὸς | |
28.1160(50) | οὐκ ἔστιν· ἡ δύναμις τοῦ δυνατοῦ υἱὸς οὐκ ἔστιν. Ὀρθ. Τοῦ μὲν δυνατοῦ ἡ δύναμις οὐκ ἔστιν αὐτοῦ υἱός· καὶ ἡ σοφία τοῦ σοφοῦ οὐκ ἔστιν αὐτοῦ υἱός· καὶ ὁ λόγος τοῦ νοῦ οὐκ ἔστιν αὐτοῦ υἱός· καὶ τὸ | |
ἀπαύγασμα τῆς δόξης οὐκ ἔστιν αὐτῆς υἱός· ὁ δὲ τοῦ | ||
28.1161 | Θεοῦ Υἱὸς καὶ Υἱός ἐστι τοῦ Θεοῦ καὶ Λόγος αὐτοῦ, καὶ Υἱός ἐστι τοῦ σοφοῦ καὶ σοφία αὐτοῦ, καὶ Υἱός ἐστι τοῦ δυνατοῦ, καὶ δύναμις αὐτοῦ ἐστι. Καὶ διὰ τοῦτο, Υἱὸν ἀκούοντες, τὸ ἐνυπόστατον νοοῦμεν· καὶ | |
5 | δύναμιν ἀκούοντες, καὶ Λόγον, καὶ σοφίαν, τὸ ἀχώ‐ ριστον καὶ συναΐδιον ἐπαιδεύθημεν. | |
8 | Ἀνόμ. Ἅμα οὖν λέγεις ὑπάρχειν Πατέρα καὶ Υἱόν; Ὀρθ. Ἅμα λέγω. Ἀνόμ. Δύο οὖν ἀγένητα | |
10 | λέγεις; Ὀρθ. Ἐγὼ Πατέρα καὶ Υἱὸν λέγω· τί δέ ἐστιν ἀγένητον, οὐκ ἐδιδάχθην ἀπὸ τῶν θείων Γραφῶν. Ἀνόμ. Οὐκ ἔστιν οὖν ὁμολογούμενον, ὅτι ὁ Πατὴρ τοῦ Χριστοῦ οὐκ ἔστι γενητός; Ὀρθ. Ὡμολόγηται καὶ παρ’ ἐμοῦ. Ἀνόμ. Ὁ δὲ μὴ γεγονὼς καὶ ὑπάρ‐ | |
15 | χων ἀγενήτως ὑπάρχει· ἀγένητος ἄρα. Ὀρθ. Ὅτι μὲν οὐκ ἐγένετο, οἶδα· ἀγένητον δὲ αὐτὸν λέγειν, οὐκ ἐδιδάχθην ὑπὸ τῆς θείας Γραφῆς, ἀλλὰ Πατέρα. Ἀνόμ. Εἰ οὐκ ἐγένετο ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, ἀγενήτως ὑπάρχει· ὁ δὲ ἀγενήτως ὑπάρχων ἀγένητός ἐστιν. | |
20 | Ὀρθ. Ἀλλ’ οὐκ εἶπεν ἡ Γραφὴ τὸ ἀγένητον, τὸ δὲ Πατέρα αὐτὸν εἶναι εἶπε. Κἀκεῖνο λέγω, ὃ ἡ Γραφὴ εἶπε, καὶ οὐχὶ ὃ τῇ ἐννοίᾳ τῶν ἀνθρώπων ὑποπίπτει. Καὶ γὰρ ἄλλα πολλά ἐστιν, ἃ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτει, καὶ ὡς ἀπρεπῆ λέγειν αὐτὰ περὶ Θεοῦ | |
25 | παραιτούμεθα, ἐπειδὴ οὐδὲ ἡ Γραφὴ εἶπεν. Ἀνόμ. Οἷον; ὡς τί εἰπέ. Ὀρθ. Ὅτι ἡμεῖς εὐχόμεθα προ‐ κόπτειν ἐπί τι βέλτιον, δῆλόν ἐστιν· ὁ δὲ Θεὸς οὐ προκόπτει· οὐδὲν γὰρ αὐτῷ λείπει. Ἀνόμ. Οὐδὲν αὐτῷ λείπει. Ὀρθ. Οὐ χρείαν οὖν ἔχει τοῦ προ‐ | |
30 | κόπτειν. Ἀνόμ. Οὐ χρείαν ἔχει. Ὀρθ. Οὐδεὶς ἡμῶν, διὰ τὸ μὴ προκόπτειν αὐτὸν, ἀπρόκοπτον λέγει αὐτὸν, ἀλλ’ ὡς ἀναξίαν τοῦ Θεοῦ τὴν φωνὴν παραιτούμεθα. Οὕτως οὐδὲ τὸ ἀγένητον ἄξιον εἶναι τοῦ Θεοῦ λέγομεν· εἰ γὰρ ἦν ἄξιον, εἶπεν ἂν αὐτὸ ἡ θεία Γραφή. | |
37 | Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός; εἰπὲ, καὶ ὑπὸ τίνος ἐγένετο; Ὀρθ. Εἰ διὰ τοῦτο ἀγένητον αὐτὸν δεῖ λέγειν, ἐπειδὴ ὑπ’ οὐδενὸς ἐγένετο, εἰπὲ αὐτὸν καὶ | |
40 | ἄπιστον, ἐπειδὴ εἰς οὐδένα πιστεύει· εἰπὲ καὶ ἀσεβῆ, ἐπειδὴ οὐδένα σέβεται. Εἰ δὲ ταῦτα ἡ μὲν ἔννοια ὑποβάλλει, ἡ δὲ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν· οὕτω καὶ τὸ ἀγένητον, κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑπο‐ πίπτειν, ἀλλ’ ἡ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν. Εἰ δὲ | |
45 | μὴ, εἶπεν αὐτὸ πάντως ἡ Γραφή. Ἀνόμ. Οὐ λέγεις οὖν ἀγένητον τὸν ἐπὶ πάντων Θεόν; Ὀρθ. Εἰ γέγρα‐ πται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐκ ἔχω ἀνάγκην εἰπεῖν. Καὶ ὅτι οὐ πάντως τὰ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτοντα δεῖ λέγειν, ἔξεστι καὶ ἄλλως γνῶναι. | |
28.1161(50) | Παρὰ πάντων ἡμῶν ὡμολόγηται, ὅτι ὁ Θεὸς ἀόρατός ἐστι, τοῦ ἁγίου Παύλου λέγοντος· «Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.» Ὁ δὲ ἄφθαρτος οὐχ ἑαυτῷ μὲν φθαρτός ἐστιν, ἄλλοις δὲ ἄφθαρτος, ἀλλὰ καὶ πᾶσι καὶ ἑαυτῷ ἄφθαρτός ἐστιν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ. | |
55 | Οὐκοῦν, ἐπειδὴ συνῆπται τῷ ἀφθάρτῳ τὸ ἀόρατον, | |
28.1164 | εἴπωμεν καὶ αὐτὸν ἑαυτῷ ἀόρατον εἶναι τὸν Θεόν. Καὶ ἐψεύσαντο τὰ Εὐαγγέλια καθ’ ὑμᾶς, λέγοντα· «Ὁ ὢν παρὰ τοῦ Πατρὸς, αὐτὸς ἑώρακε τὸν Πα‐ τέρα.» Εἰ δὲ ὁ ὢν παρὰ τοῦ Πατρὸς ὁρᾷ τὸν Πατέρα, | |
5 | καὶ ὁ Πατὴρ αὐτὸς ἑαυτὸν ὁρᾷ, ὅ ἐστι, καὶ λέγεται, καὶ πιστεύεται εἶναι ἀόρατος, οὐχ ἑαυτῷ, οὐδὲ τῷ ἐξ αὐτοῦ Υἱῷ, οὐδὲ τῷ παρ’ αὐτοῦ ἁγίῳ Πνεύματι, ἀλλὰ πάσῃ τῇ κτίσει. | |
11 | Ἀνόμ. Νῦν μανθάνω, ὅτι ὃ πᾶσιν ἀνθρώποις ἐστὶν ὡμολογημένον, τοῦτο ὑμεῖς οὐ πιστεύετε. Ὀρθ. Ποῖον; Ἀνόμ. Ὅτι ἀγένητός ἐστιν ὁ Θεὸς, πάντες ἄνθρωποι, οἱ νοῦν ὀρθὸν ἔχοντες, ὁμολογοῦσιν, ὑμεῖς | |
15 | δὲ οὐ δέχεσθε. Ὀρθ. Οὐ λέγω, ὅτι τὸ ἀγένητον αὐτὸν ὁμολογεῖν ἀπαράδεκτόν ἐστιν ἡμῖν· ἀλλ’ ὅτι κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ’ ὅμως ὡς οὐδαμοῦ τῆς θείας Γραφῆς κειμένην τὴν φωνὴν οὐκ ἀναγκαῖον λέγειν. Εἰ γὰρ ἦν ἀναγκαῖον, εἶπεν ἂν αὐτὸ ἡ θεία | |
20 | Γραφή. Ἀνόμ. Γενητὸν οὖν εἴπωμεν αὐτόν; Ὀρθ. Ὁ λέγων αὐτὸν γενητὸν ἀσεβεῖ. Εἶπε γὰρ ἡμῖν ἡ Γραφὴ, τίνα ἐστὶ τὰ γενητὰ, καὶ τίς ὁ τούτων γενεσιουργός. Ὁ δὲ λέγων αὐτὸν ἀγένητον, ὃ οὐκ εἶπεν ἡ Γραφὴ, περιττολογεῖ. Ἀνόμ. Εἰ οὐκ ἔστι | |
25 | γενητὸς, ἀγένητός ἐστιν. Ὀρθ. Κἂν ἀνθρωπίνη διά‐ νοια τοῦτο νοεῖν ποιῇ, ἀλλ’ οὐχ οὕτως ἡ θεία Γραφὴ ἐδίδαξεν· ἀλλ’ ἀκούεις αὐτῆς λεγούσης· καὶ «Καθ‐ όσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τοσοῦτον ἀπέχουσι τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων | |
30 | μου.» Εἰ δὲ νομίζει Εὐνόμιος εὑρηκέναι, τὸ τί ἐστιν ὁ Θεὸς, ἐκ τοῦ μὴ εἶναι αὐτὸν γενητὸν, μηδὲ ἔχειν γενεσιουργὸν, λεγέτω αὐτὸν καὶ ἄθεον, ἐπειδὴ Θεὸν οὐκ ἔχει. Ἀλλ’ εἰ οὐ δεῖ λέγειν τοῦτο, κἂν ὑποπί‐ πτῃ ταῖς ἐννοίαις ἡμῶν· μηδὲ τὸ ἀγένητον λεγέσθω, | |
35 | κἂν ὑποπίπτῃ ταῖς ἐννοίαις ἡμῶν. Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός; Ὀρθ. Οὐκ ἐγένετο. Ἀνόμ. Ἀγένητος οὖν ἐστιν; Ὀρθ. Ἔχει Θεὸν ὁ Θεός; Ἀνόμ. Ὁ ἀγένη‐ τος οὔ. Ὀρθ. Ἄθεος οὖν ἐστι. Καὶ ὁρᾷς, πῶς μειρακιώδη καὶ ἀνδραποδώδη εἰσὶν ὑμῶν τὰ διανοή‐ | |
40 | ματα; Διὸ μᾶλλον ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, εἴπωμεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Θεόν· καὶ οὐ φοβούμεθα περὶ τὴν πίστιν ναυαγῆσαι. Τὸ γὰρ ἀγένητον εὕρεσίς ἐστιν ἀετοῦ πετομένου, ζητοῦντος βορὰν, οὗ ἴχνος ἐρηρεισμένον οὐχ εὑρίσκεται· | |
45 | οὐ γὰρ ἔχει ἐν τῇ Γραφῇ, οὗ στήσει τοὺς πόδας. Ἀνόμ. Λάβε, ἀνάγνωθι τὴν ἐπιστολὴν Ἀετίου, καὶ εἰπὲ πρὸς αὐτήν. Ὀρθ. Αὐτὸς ἀνάγνωθι. Ἀνόμ. Εἰσὶ μετ’ αὐτῆς καὶ σχόλια Εὐνομίου. Ὀρθ. Καὶ αὐτὰ | |
ἀνάγνωθι. | ||
28.1165(1t) | Σχόλια Εὐνομίου, καὶ πρὸς αὐτὰ Ὀρθο‐ | |
2t | δόξου. | |
3 | Ὅτι ἡ θέλησις καὶ ἡ βούλησις οὐ ταυτὸν τῇ οὐσίᾳ τοῦ Θεοῦ· ἡ μὲν γὰρ θέλησις καὶ ἄρχεται καὶ παύε‐ | |
5 | ται· ἡ δὲ οὐσία οὔτε ἄρχεται, οὔτε παύεται· τὸ δὲ ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ τὸ αὐτὸ εἶναι οὐ δύναται. Καὶ ἄλλως, εἰ ταυτὸν ἦν τῇ οὐσίᾳ τοῦ Θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν· εὑρίσκονται δὲ | |
10 | κατὰ τὴν διδασκαλίαν τῶν θείων Γραφῶν, οὐ μία θέλησις, ἀλλὰ πολλαὶ θελήσεις· τῆς Γραφῆς λεγού‐ σης· «Πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·» πολλὰ οὖν ἠθέλησε καὶ οὐχ ἕν. Ἐναργέστερον δὲ ἰδεῖν ἐπὶ τῆς κοσμοποιίας. Ἠθέλησε γὰρ εἶναι τὸν κόσμον, καὶ | |
15 | ὑπέστη κατὰ τὴν αὐτοῦ θέλησιν, καὶ διαμένει τὸ γενόμενον. Ἄλλο δέ ἐστιν ἡ διαμονὴ παρὰ τὴν θέλησιν τῆς δημιουργίας· ἐπηγγείλατο δὲ καὶ μετα‐ σχηματίσαι τὸν κόσμον. Θελήσας ἄρα μετασχημα‐ τίζει. Οὐ μόνον δὲ πολλαὶ, ἀλλὰ καὶ διάφοροι αἱ θε‐ | |
20 | λήσεις. Ἠθέλησε γὰρ καὶ οὐρανὸν, ἠθέλησε καὶ ἥλιον, ἠθέλησε καὶ γῆν. Τῶν δὲ θελημάτων διαφόρων ὄντων, ἀνάγκη διαφέρειν καὶ τὰς περὶ αὐτῶν θελήσεις· καὶ ἐπὶ τῶν νοητῶν δὲ ὡσαύτως. Ὀρθ. Εἰ τοίνυν καὶ κατὰ σὲ οὐ ταυτόν ἐστι τῇ οὐσίᾳ ἡ βούλησις, ἤγουν | |
25 | ἡ θέλησις, πάντα δὲ τὰ γεγονότα τοῦ θελήματος αὐτοῦ εἰσιν ἔργα, ὁμολόγει τὸν Υἱὸν ἐκ τῆς οὐσίας· οὕτω γὰρ αὐτὸν καὶ μονογενῆ ὁμολογήσεις τὸ μόνον ἐκ τῆς οὐσίας γεγενῆσθαι. Εἰ γὰρ καὶ αὐτὸς βουλήσεως καὶ θελήσεώς ἐστιν Υἱὸς, οὐκ ἔστι μονογενὴς, πολλῶν | |
30 | ὄντων τῶν κατὰ βούλησιν ἀποκυηθέντων. Γέγραπται γάρ· «Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας.» Πολλαὶ δὲ θελήσεις οὐκ εἰσὶν, ὡς ἐνόμισας· οὐ γὰρ, ἐπειδὴ διάφορα τὰ δημιουργήματα, πάντως διάφοροι καὶ αἱ θελήσεις· ἀλλ’ ὥσπερ ἑνὶ θελήματι ποιήσας | |
35 | τὸν ἄνθρωπον ἐκ διαφόρων μελῶν καὶ μερῶν πε‐ ποίηκεν, ὀφθαλμοὺς, ὦτα, ῥῖνας, τρίχας, ἔντερα, καὶ διαφόρως τὴν τῶν ἐντέρων σύνθεσιν, σπλῆνα, ἧπαρ, νεφροὺς, καὶ ὅσα ἐν ἡμῖν· οὕτω καὶ πάντα τὸν κό‐ σμον ἑνὶ θελήματι δημιουργεῖ. | |
42 | Ἀνόμ. Εἰ μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ; καὶ εἰ μείζων, κατὰ τί μείζων, πότερον μείζων ὄγκῳ σώματος, ἢ κατὰ τὴν φύσιν τῆς ἀγεννησίας; καὶ πό‐ | |
45 | τερον τὸ ἀγέννητον οὐσία ἐστὶν, ἢ οὐδέν ἐστιν; Ὀρθ. Μείζων ὁ Πατὴρ τοῦ Υἱοῦ γέγραπται, οὔτε δὲ ὄγκῳ, οὔτε χρόνῳ, οὔτε φύσει, ἀλλ’ ὡς Πατὴρ Υἱοῦ ἐνανθρωπήσαντος. Διὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τῶν ἀγγέλων ἠλαττῶσθαι αὐτὸν λέγει ὁ Ἀπόστολος, γρά‐ | |
28.1165(50) | φων· «Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Διὰ δὲ ταύτην τὴν ἐνανθρώπησιν καὶ τῇ Μαρίᾳ καὶ τῷ | |
Ἰωσὴφ ὑπετάσσετο. «Ἦν γὰρ ὑποτασσόμενος αὐτοῖς,» | ||
28.1168 | ὡς ἐν Εὐαγγελίῳ γέγραπται. Ἀνόμ. Ἀλλὰ φύσει μείζων κατὰ τὸ ἀγέννητον, ἔστι τι, ἢ οὐδέν ἐστι, καθὼς προείπομεν; Ὀρθ. Οὐδέν ἐστι φύσει· οὐ γὰρ οὐσία ἐστίν. Εἰ τοίνυν κατὰ τὸ ἀγέννητόν ἐστι μείζων, | |
5 | τὸ δὲ ἀγέννητον οὐδέν ἐστι, κατ’ οὐδέν ἐστι μείζων. Ὁ δὲ ἐν μηδενὶ μείζων κατὰ πάντα ἴσος. Οὐ γὰρ δὴ ὁ Πατὴρ ἐλάττων τοῦ Υἱοῦ. Ἀνόμ. Οὐκοῦν ἴσον λέγεις τὸ ἀγέννητον τῷ γεννήματι· καὶ πῶς ἀληθεύει ὁ λέγων· «Ὁ Πατὴρ ὁ πέμψας με μείζων μού | |
10 | ἐστιν;» Ὀρθ. Τὸ ἀγέννητον ἐπὶ Θεοῦ καὶ Πατρὸς οὐσία οὐκ ἔστιν, ἀλλὰ τοῦ μὴ Πατέρα ἔχειν τὸν Θεὸν δηλωτικόν. Οὐδεὶς δὲ διὰ τοῦτο μείζων τινὸς, διὰ τὸ Πατέρα μὴ ἔχειν. Οὐδὲ γὰρ ὁ Ἀδὰμ πατέρα ἔσχεν, οὔτε ἡ Εὔα· ἀλλ’ ὅμως εἰσὶν ἡμῖν ὁμοούσιοι. | |
15 | Πῶς δὲ καὶ, περὶ ἀγεννήτου καὶ γεννητοῦ φιλοσοφῶν, ὥσπερ ἐπιλανθανόμενος σαυτοῦ ἐπήγαγες τό· Ὁ Πα‐ τὴρ ὁ πέμψας με μείζων μού ἐστιν;» Ἔδει γάρ σε μᾶλλον ἑαυτῷ ἀκολουθοῦντα εἰπεῖν· Ὁ ἀγέννητος ὁ πέμψας με μείζων μού ἐστιν. Ἀλλ’ οὐ γέγραπται· | |
20 | διὰ τοῦτο οὐ λέγεις καλῶς. «Μὴ σοφίζου πολλὰ, ἵνα μὴ ἐκπλαγῇς.» Οὐ γὰρ εἶ σοφώτερος τοῦ Δανιὴλ, μήτοι γε τοῦ Πνεύματος, τοῦ Πατέρα μὲν διδάξαντος, ἀγέννητον δὲ μή. | |
27 | Ἀνόμ. Εἰ δὲ κατ’ ὄγκον ὁ Πατὴρ μείζων, σύνθετος ἔσται ὁ ἀγέννητος, καίπερ ἁπλοῦς ὢν καὶ ἀσχημάτιστος· εἴγε ὁ ὄγκος σύνθετον καὶ μεριστόν· | |
30 | πᾶς γὰρ ὄγκος ἐκ μερῶν σύγκειται, καὶ σύνθεσιν μερῶν ἔχει· ὅπερ ἐπὶ Θεοῦ λέγει ἄτοπον. Ὀρθ. Ἐπὶ Θεοῦ λέγειν σύνθεσιν καὶ ὄγκον ἄτοπον, ἀληθῶς δὴ ἄτοπον. Θεὸς δὲ, κἂν μὴ θέλῃς, ὁ Υἱὸς, ἀσύνθετος καὶ ἁπλοῦς καὶ ἀσχημάτιστος καὶ αὐτός· καὶ σύνθε‐ | |
35 | σιν λέγειν καὶ ὄγκον ἐπ’ αὐτοῦ ἄτοπον. Εἰ δὲ τοῦτο, τὸ μεῖζον ἄρα ἐν τούτοις οὐχ εὑρεθήσεται. Ἐν δὲ τῷ ἁπλῷ καὶ ἀσυνθέτῳ καὶ ἀσχηματίστῳ καὶ θείῳ ἴσος ὁμολογηθεὶς, μείζονα τὸν Πατέρα λέγει, μορφὴν δού‐ λου λαβὼν, καὶ τιμῶν τὸν ἑαυτοῦ Πατέρα. Ἀκούεις | |
40 | γοῦν αὐτοῦ λέγοντος· «Ἀλλ’ ἐγὼ τιμῶ τὸν Πα‐ τέρα, ὑμεῖς δὲ ἀτιμάζετέ με·» καὶ, Ὁ Πατὴρ τιμᾷ τὸν Υἱὸν, καθίσας αὐτὸν ἐκ δεξιῶν, καὶ πάντας ἕλκων πρὸς αὐτόν. Λέγει γὰρ αὐτὸς ὁ Υἱός· «Οὐδεὶς ἔρχε‐ ται πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐ‐ | |
45 | τὸν πρὸς μέ.» | |
48 | Ἀνόμ. Ἄλλως δὲ, εἰ ἔστι τι τὸ ἀγέννητον, ἢ ὅλον ἐστὶ τοῦτο ἢ μέρος· ἀλλ’ εἰ μὲν μέρος, πάλιν | |
28.1168(50) | ἑαυτοῦ ἐστιν ἀνόμοιος· εἴγε τὸ μὲν μέρος αὐτοῦ ἀγέννητον, τὸ δὲ ἄλλο μή. Εἰ δὲ ὅλη ἡ φύσις ἀγέν‐ νητος, καθόλου δὲ μείζων ὁ Πατὴρ, εὐθὺς ἐπὶ τὴν παραλλαγὴν τῆς οὐσίας ὅλως ἐκπίπτει. Εἰ γὰρ ἡ οὐ‐ | |
σία ὅλη ἀγέννητος, καὶ οὐδὲν ἐπ’ αὐτῇ μέρος γεννη‐ | ||
28.1169 | τὸν, κατὰ δὲ τὸ ἀγέννητον ἀνόμοιος, καθ’ ὅλην ἄρα τὴν οὐσίαν ἀνόμοιος. Πῶς οὖν λέγεις, πλὴν τῆς ἀγεν‐ νησίας, ἐν δὲ τῷ γεννητῷ ἔχει τὴν ὑπεροχὴν κατὰ τοῦ Υἱοῦ; Τὸ δὲ ἀγέννητον οὐδὲν ἔσται τοῦ Υἱοῦ μεῖ‐ | |
5 | ζον, ὅπερ ἔξω φασὶ τῆς οὐσίας τοῦ Πατρός. Εἰ δὲ ἡ ὑπεροχὴ ἔξω τῆς οὐσίας τοῦ Πατρὸς, ἡ ἰσότης ἐν τῇ οὐσίᾳ ἐστί. Μεῖζον δέ ἐστι τὸ ἀγέννητον τοῦ Υἱοῦ, ὅπερ πᾶσιν οὐδέν· καὶ τὸ ἴσον ἐν τῷ Υἱῷ ἔσται, ἐκεῖνο μὲν ἀγέννητον, ταῦτα δὲ γεννητά. Ὀρθ. | |
10 | Ἁρπάζειν δεῖ οὐ τὰ ἄγραφα, ἀλλὰ τὴν τῶν οὐρανῶν βασιλείαν. Τί οὖν σὺ ἁρπάζεις ὃ οὔτε ἡ Γραφή σοι δίδωσιν, οὔτε ἡμεῖς; Οὐδεὶς γὰρ ἡμῶν σοι δίδωσι κατὰ τὸ ἀγέννητον μείζονα τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ Υἱὸς εἶπεν· Ὁ ἀγέννητος μείζων μού ἐστιν, ἀλλ’ ὁ | |
15 | Πατὴρ, πρὸς ὃν πορεύεσθαι ἔμελλε. Λέγει γὰρ οὕ‐ τως· «Εἰ γὰρ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα· ὁ γὰρ Πατήρ μου μεί‐ ζων μού ἐστι.» Πορεύεται δὲ, ὡς μορφὴν δούλου λαβών· ὡς δὲ Θεὸς, ἐν αὐτῷ τὸν Πατέρα ἔχει, λέ‐ | |
20 | γων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Μὴ οὖν ἐπίσπειρε ζιζάνια τῷ ἀγρῷ τῆς θείας Γραφῆς, τὸ ἀγέννητον καὶ τὸ ἀν‐ | |
25 | όμοιον· ἀλλ’ εἰ θέλεις φιλοσοφεῖν ταῦτα τὰ ῥήματα, ἐπὶ τοῦ ἀφθάρτου καὶ ἀθανάτου φιλοσόφει· ταῦτα γάρ εἰσι σπέρματα τοῦ ἀγροῦ τῆς Γραφῆς· οἷον, Εἰ ἔστι τὸ ἀθάνατον, ἢ ὅλον ἐστὶ τοῦτο ἢ μέρος. Ἀλλ’ εἰ μὲν μέρος, πάλιν ἑαυτῷ ἔσται ἀνόμοιος, εἴ γε τὸ | |
30 | μὲν μέρος αὐτοῦ ἀθάνατον, τὰ δὲ ἄλλα μή. Εἰ δὲ ὅλη ἡ φύσις ἀθάνατος καὶ ἄφθαρτος, καθόλου δὲ ἀθάνατος ὁ Πατὴρ καὶ ἄφθαρτος, καὶ ὁ Υἱὸς εὐθὺς ἐπὶ τὸ ταυ‐ τὸν τῆς οὐσίας ὅλον εὑρεθήσεται. Εἰ γὰρ ἡ οὐσία ὅλη ἀθάνατος καὶ ἄφθαρτος, καὶ οὐδὲν ἐν αὐτῇ μέρος | |
35 | ἐναντίον, καθ’ ὅλην ἄρα τὴν οὐσίαν ἡ ταυτότης. Πῶς οὖν τολμᾷ τις λέγειν ἀνόμοιον; Λέγετε τῆς ἐνεργείας, φασὶν, εἰκόνα. Εἰ δὲ ἐνέργεια ταυτὸν τῇ οὐσίᾳ, τῆς ἄρα οὐσίας ἔσται εἰκὼν ὁ Υἱός. | |
41 | Ἐρωτῶμεν τοίνυν· Ἐγέννησεν ἢ οὔ; Φασὶ, ναί. Ἐκ τῆς οὐσίας, ἢ ἐκ τῆς θελήσεως; Οὐκ ἐκ τῆς οὐσίας, φησὶν, ἀλλ’ ἐκ τῆς βουλήσεως· ἄλλο γὰρ λέ‐ γεις αὐτὸς τὴν ἀγαθότητα καὶ τὴν βούλησιν παρὰ | |
45 | τὴν οὐσίαν, ἢ τὴν αὐτήν. Εἰ μὲν οὖν τὴν αὐτὴν λέ‐ γεις, ἐκ δὲ τῆς θελήσεως καὶ τῆς ἀγαθότητος ἐγέν‐ νησεν, ἀλλ’ ὡς ὁμοούσιον λέγεις τῷ Πατρὶ τὸν Υἱόν· ὅπερ οὐ βούλει. Λέγεις δὲ, ὅτι καὶ τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ Θεοῦ ἐγένετο διὰ Υἱοῦ. Εἰ δὲ | |
28.1169(50) | θέλησις ταυτὸν τῇ οὐσίᾳ, ὁμοούσια ἔσται τὰ πάντα τῷ Θεῷ, εἴτε ἑρπετὰ, εἴτε νηκτὰ, καὶ τὰ λοιπὰ πάντα· «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·» οὕτως ἄρα, καὶ τῆς ἐνερ‐ | |
γείας εἰκὼν ὢν, ἐξ ὧν αὐτὸς λέγεις, οὐχὶ καὶ | ||
28.1172 | τῆς οὐσίας ἐστὶν ἀπαράλλακτος; Εἰ μὲν οὖν τοὺς ἑαυτοῦ διατρέπειν ὁμοδόξους ἐπιχειρεῖς, συν‐ ήγαγες· εἰ δὲ τὸν ἀληθῆ λόγον, οὐδὲ ἀκροατὴς γε‐ γενῆσθαι τούτου φαίνῃ μοι. Ὅτι γὰρ τῆς οὐσίας εἰ‐ | |
5 | κὼν ὁ Υἱὸς, ὁ Ἀπόστολος εἶπεν· «Ὃς ὢν ἀπαύ‐ γασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως.» Τὸ γὰρ χαρακτὴρ τῆς ὑποστάσεως οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἡ εἰκὼν τῆς οὐσίας. Καὶ ὅτι οὐκ ἔστι ταυτὸν ἡ θέλησις καὶ ἡ οὐσία, ἡμῶν οὗτος ὁ λόγος. Διὰ γὰρ | |
10 | τοῦτο τὸν μὲν Υἱὸν γέννημα τῆς οὐσίας λέγομεν εἶ‐ ναι, ἑαυτοὺς δὲ τῆς θελήσεως. Ἔστιν δὲ καὶ κατὰ σὲ οὐ ταυτὸν τῇ οὐσίᾳ ἡ θέλησις· ἡ δὲ οὐσία οὔτε ἤρξατο, οὔτε παύεται. Οὔτε ἄρα ἤρξατο ἡ εἰκὼν, οὔτε ἐπαύσατο. Ἡ δὲ θέλησις καὶ ἄρχεται καὶ παύε‐ | |
15 | ται. Τοὺς τοίνυν λέγοντας ταυτὸν εἶναι τῇ οὐσίᾳ τὴν θέλησιν, ἐκείνους ἔχε. Ἡμεῖς γὰρ καὶ βουλόμεθα, καὶ ὁμολογοῦμεν, καὶ πιστεύομεν ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν. Διὰ γὰρ τοῦτο καὶ μονογενῆ αὐτὸν εἶναι πιστεύομεν· ὅτι μόνος αὐτὸς ἐκ τῆς οὐσίας γε‐ | |
20 | γέννηται, καθὼς προείρηται· οἱ δὲ ἄλλοι πάντες ἐκ τῆς θελήσεως. Ὁμοούσιον δὲ λέγοντες τῷ Πατρὶ τὸν Υἱὸν, οὐκ αὐτὸν ἑαυτῷ λέγομεν ὁμοούσιον· οὐδεὶς γὰρ αὐτὸς ἑαυτῷ ὁμοούσιος. Εἰ δὲ ἀληθῶς ὁμολογεῖς τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ | |
25 | γεγονέναι, μετὰ δὲ πάντων λέγεις τὸν Υἱὸν γεγονέναι, καὶ αὐτὸν δι’ ἑαυτοῦ δώσεις γεγονέναι· εἰ δὲ τοῦτο ἄτοπον, οὐκ ἄρα βουλήσεώς ἐστιν ὁ Υἱός. Εἰ γὰρ «Ὅσα ἂν ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ,» ποιήσει καὶ ὁ Υἱὸς ἄλλον υἱὸν, ἵνα πάντα τῷ | |
30 | Πατρὶ ὁμοίως ποιήσῃ. Εἰ δὲ οὐκ ἐποίησεν, οὐδὲ ποιεῖ, οὐκ ἔστι ποίημα αὐτός. Ἀληθεύει γὰρ λέγων ὅτι· «Πάντα ὅσα ἂν ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Οὐ ποιεῖ δὲ ἑαυτόν· οὐκ ἔστιν ἄρα ποίημα. Ἀλλ’ ἐρεῖς· Οὐκ εἶπεν, Πάντα ὅσα ἐποίησεν. | |
35 | ἀλλ’ ὅσα ποιεῖ· γίνωσκε, ὅτι ἔθος τῇ Γραφῇ τὸ παρ‐ ῳχηκὸς ὡς ἐπὶ ἐνεστῶτος χρόνου λέγειν· ὡς τὸ, «Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα·» καὶ ἐν ἑτέρῳ· «Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς·» καὶ, «Ὁ ποιῶν πλειάδα, καὶ ἕσπερον, καὶ | |
40 | ἀρκτοῦρον, καὶ ταμιεῖα νότου.» | |
44 | Ἀνόμ. Πρὸ πάντων δὲ καὶ ὑπὲρ πάντα ἐρω‐ | |
45 | τᾷν δεῖ αὐτοὺς, τί σημαίνει τὸ ἀγέννητον. Εἰ μὲν γὰρ τὴν οὐσίαν, ὅπερ ἐστὶν ἀληθὲς, τοσαύτη ἔσται ἡ παραλλαγή. Ὀρθ. Καὶ ἡμεῖς δὲ πρὸ πάντων ἐρωτῶ‐ μεν, τί σημαίνει τὸ γεννητόν. Εἰ μὲν γὰρ τὴν οὐ‐ σίαν, ὅπερ ἐστὶ ψεῦδος, πάντα τὰ γεννητὰ ὁμοούσια· | |
28.1172(50) | εἰ δὲ οὐ πάντα τὰ γεννητὰ ὁμοούσια, ὅπερ ἐστὶν ἀλη‐ θὲς, οὐκ ἄρα τὸ γεννητὸν οὐσία. Εἰ δὲ τὸ γεννητὸν οὐκ οὐσία, οὐδὲ τὸ ἀγέννητον οὐσία. Εἰ δὲ τὸ ἀγέννη‐ τον οὐσία, τὸ δὲ γεννητὸν οὐκ οὐσία, ἀνούσια τὰ γεν‐ | |
νητά. Τί οὖν λέγεις ἀνόμοιον; Τὸ γὰρ μὴ ὂν | ||
28.1173 | τῷ ὄντι οὔτε ὅμοιον, οὔτε ἀνόμοιον. Ἡμεῖς τὸν Υἱὸν γεννητὸν μὲν λέγομεν, οὐχὶ δὲ καὶ γενητόν. Γεννη‐ τὸν γάρ ἐστι τὸ πατέρα ἔχον, γενητὸν δὲ τὸ γενε‐ | |
σιουργὸν ἔχον. | ||
28.1201(35t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
36t | ΑΘΑΝΑΣΙΟΥ | |
37t | ΔΙΑΛΟΓΟΣ Γʹ περὶ τῆς ἁγίας Τριάδος, ἐν ᾧ αἱρετικοῦ φρονοῦντος τὰ τοῦ Πνευματομάχου Μα‐ | |
38t | κεδονίου ἀντίθεσις πρὸς Ὀρθόδοξον. | |
42t | ΜΑΚΕΔΟΝΙΟΣ. | |
43 | Ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; ΟΡΘΟΔΟ‐ | |
ΞΟΣ. Εἰ ἐπίστευες εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ὀρθῶς, ἐγί‐ | ||
28.1204 | νωσκες τὴν περὶ τοῦ Πνεύματος πίστιν. Μακ. Ἡμεῖς οὕτως πιστεύομεν, ὡς ὁ μακάριος Λουκιανός. Ὀρθ. Θέλω γνῶναι, εἰ κἂν ὡς ὁ μακάριος Λου‐ κιανὸς πιστεύεις. Μακ. Καὶ ὑμεῖς γὰρ οὕτως πι‐ | |
5 | στεύετε; Ὀρθ. Ἡμεῖς μὲν οὕτως πιστεύομεν, ὡς πάντες οἱ ἅγιοι μάρτυρες. Καὶ γὰρ καὶ αὐτοὶ οὕτως ἐπίστευσαν, ὡς οἱ ἅγιοι ἀπόστολοι. Μακ. Πιστεύεις οὖν ὡς ὁ μακάριος Λουκιανός; Ὀρθ. Εἶπον, ὅτι οὐ μόνον ὡς ὁ μακάριος Λουκιανὸς, ἀλλὰ καὶ ὡς πάντες | |
10 | οἱ ἅγιοι μάρτυρες, καὶ οἱ ἀπόστολοι. Μακ. Ὑπο‐ γράφεις οὖν τῇ ἐκθέσει Λουκιανοῦ; Ὀρθ. Τί γὰρ κατ‐ έγνως τῆς ὑπὸ τῶν τιηʹ Πατέρων ἁγίων ἐν Νι‐ καίᾳ τῆς Βιθυνίας ἐκτεθείσης, ἵνα καὶ ἄλλην περι‐ βλέψῃ; Μακ. Σὺ γὰρ τί κατέγνως τῆς τοῦ Λουκια‐ | |
15 | νοῦ; Ὀρθ. Κατέγνων τῆς προσθήκης ἧς προσεθήκα‐ τε, καὶ ἔχω δεῖξαι, ὅτι προσεθήκατε ἐναντία αὐτῆς. Μακ. Ὑμεῖς γὰρ οὐ προσεθήκατε τῇ ἐν Νικαίᾳ; Ὀρθ. Ἀλλ’ οὐκ ἐναντία αὐτῇ. Μακ. Ὅλως προσ‐ εθήκατε. Ὀρθ. Τὰ τότε μὴ ζητηθέντα, ἃ καὶ νῦν | |
20 | ἡρμήνευσαν οἱ Πατέρες εὐσεβῶς· ὑμεῖς δὲ τὴν προσ‐ θήκην ἐπὶ τὸ ἀσεβέστερον προσεθήκατε, καὶ οὐδ’ οὕ‐ τως αὐτῇ ἀκολουθεῖτε. Μακ. Ἡμεῖς οὕτω πιστεύομεν, ὡς Λουκιανός. Ὀρθ. Ἐὰν δέ ς’ ἐλέγξω, μηδ’ οὕτως πιστεύοντα; Μακ. Πῶς ἔχεις δεῖξαι; Ὀρθ. Ἐν αὐτῇ | |
25 | γέγραπται· Ὁ Υἱὸς τοῦ Θεοῦ οὐσίας καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτος εἰκὼν, ἢ οὔ; Μακ. Ναί. Ὀρθ. Οὐσία δὲ οὐσίας ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστιν οὐσία; Μακ. Τοιαύτη οὐσία. Ὀρθ. Ἄλλο γάρ ἐστι τοιαύτη, καὶ ἄλλο ἡ αὐτή; Μακ. Ἡμεῖς | |
30 | τοιαύτην λέγομεν καὶ ὁμοίαν, οὐ τὴν αὐτὴν δέ. Ὀρθ. Οὕτως λέγεις ὅμοιον τῷ Πατρὶ τὸν Υἱὸν, ὡς ἄγγελον ἀγγέλῳ; Μακ. Ναί. Ὀρθ. Τῶν δὲ ἀγγέλων ἡ αὐτή ἐστιν οὐσία; Μακ. Ἡμεῖς τοιαύτην λέγομεν καὶ ὁμοίαν, οὐ τὴν αὐτήν· διὸ καὶ ὁμοιοούσιον λέγομεν, καὶ οὐχ | |
35 | ὁμοούσιον. | |
38 | Ὀρθ. Λέγεις Θεὸν ἐκ Θεοῦ; Μακ. Ναί. Ὀρθ. Καὶ φῶς ἐκ φωτός; Μακ. Ναί. Ὀρθ. Οὗτος ὁ Θεὸς | |
40 | καὶ Υἱὸς ἐκ τούτου τοῦ Θεοῦ καὶ Πατρός; Μακ. Ναί. Ὀρθ. Τοῦτο τὸ φῶς, ὅ ἐστιν Υἱὸς, ἐκ τούτου φωτὸς, ὅ ἐστι Πατήρ; Μακ. Ναί. Ὀρθ. Αὕτη ἡ οὐσία ἐκ ταύτης τῆς οὐσίας; Μακ. Οὔ. Ὀρθ. Πῶς οὖν ἀπαράλ‐ λακτος; Μακ. Ὅτι ἄλλη τοιαύτη. Ὀρθ. Ἡ μὴ οὖσα | |
45 | ἐξ αὐτῆς τῆς οὐσίας, Υἱὸς εἶναι οὐ δύναται, οὔτε μὴν ἄλλη τοιαύτη εἶναι, ἀπαραλλάκτως ἔχουσα. Μακ. Ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Ὅταν ς’ ἐξ‐ ελέγξω μηδ’ οὕτως ἔχοντα, ὡς ἣν προεβάλλου ἔκθεσιν, τότε λέγω, ποῦ γέγραπται. Τέως οὖν εἰπέ | |
28.1204(50) | μοι, εἰ ὁμολογεῖς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν τοῦ Θεοῦ Υἱόν. Μακ. Ναὶ, ναὶ, ναί· τρίτον εἶπον. Ὀρθ. Εἰ οὖν αὐτὴν τὴν βουλὴν, καὶ δύναμιν, καὶ δόξαν λέγεις τοῦ Υἱοῦ καὶ τοῦ Πατρός; Μακ. Οὐ λέγω· οὐ γὰρ ἡ ἔκθεσις Λου‐ | |
55 | κιανοῦ τὴν αὐτὴν λέγει βουλὴν, καὶ δύναμιν, καὶ δό‐ | |
ξαν. Ὀρθ. Οὐκ ἀληθῶς ἄρα τὴν δικαιοσύνην λαλεῖς. | ||
28.1205 | Βουλὴ γὰρ βουλῆς ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι βουλή· καὶ δύναμις δυνάμεως ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι δύναμις· καὶ δόξα δόξης ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι δόξα. Μακ. Ἀπαράλλακτον λέγω, | |
5 | τὴν αὐτὴν οὐ λέγω. Ὀρθ. Μᾶλλον οὖν καὶ τὸ ἀπαράλ‐ λακτον φωνῇ λέγεις, ὡς οἱ Χριστὸν αὐτὸν καλοῦντες, καὶ μὴ πιστεύοντες, ὅτι Χριστός ἐστιν. Εἰ γὰρ ἐπί‐ στευον, οὐκ ἂν τύπτοντες αὐτὸν ἔλεγον· «Προφήτευ‐ σον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε;» Μακ. | |
10 | Εἶπον, ὅτι οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δό‐ ξης ἀπαράλλακτον εἰκόνα λέγω τὸν Υἱὸν τῷ Πατρί. Ὀρθ. Ἄλλην τοιαύτην οὐσίαν λέγεις, καὶ ἄλλην τοιαύ‐ την βουλὴν, καὶ ἄλλην τοιαύτην δύναμιν, καὶ ἄλλην τοιαύτην δόξαν; Μακ. Ναί. Ὀρθ. Δύο οὖν Θεοί; Μακ. | |
15 | Εἷς καὶ εἷς. Ὀρθ. Οὗτος ὁ τοιοῦτος εἷς ἐκ τούτου τοῦ ἑνός; Μακ. Ναί. Ὀρθ. Ἐκ τῆς οὐσίας ἆρα; Μακ. Οὔ. Ὀρθ. Ἀλλ’ ἐκ μὴ ὄντων αὐτὸν ὑπεστήσατο; Μακ. Ἐκ μὴ ὄντων τι ἐστίν. Ὀρθ. Τοὺς ἀγγέλους λέγεις εἶναι, καὶ πᾶσαν τὴν κτίσιν, ἐκ τοῦ Θεοῦ; Μακ. | |
20 | Ναί. Γέγραπται γάρ· «Τὰ πάντα ἐκ τοῦ Θεοῦ.» Ὀρθ. Ἐκ τῆς οὐσίας αὐτοῦ; Μακ. Οὐχί. Μὴ γένοιτο! Ὀρθ. Οὕτως οὖν καὶ τὸν Υἱὸν λέγεις ὡς τὰ πάντα; Μακ. Μονογενῆ αὐτὸν λέγω, οὐ μὴν ἐκ τῆς οὐσίας. Ὀρθ. Ὁ μὴ ὢν ἐκ τῆς οὐσίας, Υἱὸς ἀπαράλλακτος κατ’ οὐ‐ | |
25 | σίαν εἶναι οὐ δύναται. Μακ. Οἱ ἄγγελοι οὐκ εἰσὶ κατ’ οὐσίαν ἀλλήλοις ἀπαράλλακτοι; Ὀρθ. Ναί. Μακ. Μὴ κατ’ οὐσίαν ἄγγελος ἐξ ἄλλου ἐστίν; Ὀρθ. Ἀλλ’ οὐδεὶς ἀγγέλων ἀγγέλου πατὴρ ἢ υἱός. Ὁ δὲ μακάριος Λουκιανὸς, Υἱὸν Πατρὸς οὐσίας, καὶ βουλῆς, καὶ δυνά‐ | |
30 | μεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα εἰρηκὼς, διὰ τοῦ Υἱοῦ τὸ ἐξ αὐτῆς ἔδειξε, καὶ διὰ τοῦ ἀπαραλ‐ λάκτου τὸ αὐτόν. Μακ. Ἐγὼ ἀπαράλλακτον λέγω· οὔτε δὲ ἐκ τῆς οὐσίας, οὔτε τὴν αὐτὴν οὐσίαν, οὔτε τὴν αὐτὴν δύναμιν, οὔτε τὴν αὐτὴν δόξαν. | |
39 | Ὀρθ. Ἄλλην οὖν ἔχει δύναμιν ὁ Υἱὸς, καὶ ἄλλην | |
40 | δόξαν παρὰ τὸν Πατέρα; Μακ. Ἄλλην τοιαύτην. Ὀρθ. Πῶς οὖν εἴρηται· «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία;» καὶ πῶς ὁ Υἱὸς λέγει· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;» Μακ. Καὶ ὁ Πατὴρ ἰδίαν ἔχει δόξαν, καὶ βουλὴν, καὶ δύνα‐ | |
45 | μιν, ἢ οὔ; Ὀρθ. Ναί. Μακ. Καὶ ὁ Υἱὸς ἰδίαν, ἢ οὔ; Ὀρθ. Αὐτὴ ἡ τοῦ Πατρὸς δόξα, καὶ βουλὴ, καὶ δύνα‐ μις, τοῦ Υἱοῦ ἐστιν. Διὰ τοῦτο λέγει ὁ Υἱός· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Μακ. Ὁ Υἱὸς οὖν οὐκ ἔχει δόξαν, οὐκ ἔχει βουλὴν, οὐκ ἔχει δύναμιν, οὐκ | |
28.1205(50) | ἔχει θεότητα, ἐὰν μὴ λάβῃ παρὰ τοῦ Πατρός. Ὀρθ. Αὕτη ἡ δόξα, καὶ βουλὴ, καὶ δύναμις, καὶ ἡ θεότης, τοῦ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ; Μακ. Μὴ γέ‐ νοιτο εἰπεῖν! Ὀρθ. Πῶς οὖν λέγει ὁ Υἱός· «Πάντα τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά;» Μακ. Περὶ τῶν ἀπο‐ | |
55 | στόλων λέγει. Ὀρθ. Οἶδα κἀγὼ, ὅτι περὶ τῶν μαθη‐ | |
28.1208 | τῶν διαλαλῶν εἶπε ταῦτα· ἀλλὰ συνῆψε τοῖς μαθη‐ ταῖς πάντα, οὐκ ἔτι εἰπὼν, Οἱ ἐμοὶ σοί εἰσιν, ἀλλὰ, «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἐπεὶ, εἰ πρὸ τῆς κτίσεως οὐδὲν εἶχεν ὁ Πατὴρ τῶν προειρη‐ | |
5 | μένων; Μακ. Ναὶ, εἶχεν θεότητα, δόξαν, δύναμιν, βουλὴν, ἀφθαρσίαν· ἀλλ’ οὐ περὶ αὐτῶν ἔλεγεν. Ὀρθ. Ἄκουε τῶν τοῦ Κυρίου φωνῶν· ἔχουσι δὲ οὕτως· «Πάντα τὰ ἐμὰ σὰ, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Μακ. Ἐν γὰρ τοῖς μαθηταῖς δεδόξασται. | |
10 | Ὀρθ. Οὐκ εἶχεν οὖν δόξαν πρὸ τοῦ τὸν κόσμον εἶναι; Μακ. Ναὶ, εἶχεν· γέγραπται γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Ὀρθ. Ἐν αὐτῇ δὲ ἔρχεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἢ ἐν ἄλλῃ; Μακ. Ἐν αὐτῇ. Ὀρθ. Λέγει δὲ ἐν Εὐαγγε‐ | |
15 | λίοις· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ.» Αὕτη ἄρα ἡ δόξα τοῦ Υἱοῦ ἐστιν καὶ τοῦ Πατρός. Καὶ ὅτι μία δόξα, ἐν ἄλλῳ τόπῳ τοῦ Εὐαγγελίου λέγει· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ | |
20 | ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ.» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι αὐτὴν δόξαν ἑαυτοῦ λέγει καὶ τοῦ Πατρός. | |
25 | Μακ. Ἔχεις μοι δεῖξαι, ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμα; τί με περιάγεις πολλά; Ὀρθ. Εἰ μὲν πρῶτον ἔγνωσαν οἱ ἅγιοι ἀπόστολοι τὸ Πνεῦμα, καὶ τότε τὸν Υἱὸν, καλῶς καὶ σὺ ἐπιζητεῖς τὴν περὶ τοῦ Πνεύματος γνῶσιν πρὸ τῆς τοῦ Πατρὸς | |
30 | γνώσεως· εἰ δὲ πρότερον ἐγνώσθη αὐτοῖς ὁ Υἱὸς, καὶ τότε τὸ Πνεῦμα, πρότερον καὶ αὐτὸς ἐπίγνωθι τὴν τοῦ Υἱοῦ θεότητα, καὶ οὕτως μαθήσῃ καὶ τὴν τοῦ Πνεύματος γνῶσιν. Μακ. Οἶδα, καὶ πιστεύω, ὅτι Θεός ἐστιν ὁ Υἱὸς, ἐκ τοῦ Θεοῦ τοῦ Πατρὸς γεννη‐ | |
35 | θεὶς, ὅλος ἐξ ὅλου. Ὀρθ. Οὐκοῦν ἐκ τῆς οὐσίας; Μακ. Οὔκ. Ὀρθ. Οὕτως οὖν αὐτὸν λέγεις ὅλον ἐξ ὅλου, ὡς ἕκαστον τῶν ἀγγέλων καὶ τῶν ἄλλων κτισμάτων; Μακ. Ἀλλ’ ὁ Υἱὸς μονογενής ἐστι Θεός. Ὀρθ. Διὰ τοῦτο αὐτὸν λέγεις μονογενῆ, ἐπειδὴ ἄλλος τοιοῦτος | |
40 | οὐκ ἔστιν, ἣ ἐπειδὴ μόνος ἐκ τῆς οὐσίας γεγέννηται; Μακ. Ἐπειδὴ ἄλλος τοιοῦτος οὐκ ἔστιν. Ὀρθ. Εἰπὲ οὖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον μονογενῆ Υἱόν. Ἄλλο γὰρ τοιοῦτον οὐκ ἔστιν. Μακ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα διὰ τὸ μόνον τοιοῦτον αὐτὸν εἶναι, μονογε‐ | |
45 | νὴς λέγεται, ἀλλ’ ἐπειδὴ μόνος ἐκ τῆς οὐσίας γεγέν‐ νηται. Μακ. Οὐκ ἔστιν οὖν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα; Ὀρθ. Καὶ πάνυ. Μακ. Καὶ αὐτὸ ἄρα Υἱός. Ὀρθ. Ἀλλ’ ὁ μὲν Υἱὸς ἐκ τῆς οὐσίας γεγέννηται, καὶ διὰ τοῦτο μονογενὴς Υἱός· τὸ δὲ Πνεῦμα ἐκ τῆς οὐσίας | |
28.1208(50) | ἐκπορεύεται. «Πνεῦμα» γὰρ «παρ’ ἐμοῦ ἐκπορεύε‐ ται,» γέγραπται· οὐ, Γεγέννηται· καὶ Υἱὸς λέγει· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκ‐ | |
πορεύεται·» οὐ, Γεγέννηται. Μακ. Καὶ τίς ἡ διαφορὰ | ||
28.1209 | τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως; Ὀρθ. Ὁ τὴν διαφορὰν εἰδὼς, καὶ τὸν τρόπον τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως οἶδεν. Ὅτι δὲ οὐδεὶς οἶδεν τὸν τρό‐ πον τῆς γεννήσεως, ὁ προφήτης βοᾷ· «Τὴν γένε‐ | |
5 | σιν αὐτοῦ τίς διηγήσεται·» Μακ. Καὶ πῶς οὖν λέγεις, ὅτι ὁ μὲν Υἱὸς ἐκ τῆς οὐσίας γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύεται; Ὀρθ. Τὰ γεγραμμένα λέγω. Καὶ σὺ λέγε, καὶ οὐ κινδυνεύεις. Μακ. Ποῦ οὖν γέ‐ γραπται, ἐκ τῆς οὐσίας; Ὀρθ. Ὅτι πάντα ἐκ τοῦ | |
10 | Θεοῦ, γέγραπται, καὶ σὺ ὁμολογεῖς; Μακ. Ναὶ, ὁμο‐ λογῶ. Μὴ οὖν ἐκ τῆς οὐσίας πάντα; Ὀρθ. Οὐχὶ, μὴ γένοιτο! Ἀλλ’ ὅτι, πάντων ὄντων ἐκ τοῦ Θεοῦ, οὗτος μονογενὴς Υἱὸς, πολλῶν ὄντων υἱῶν, ἦ μὴν ἐκ τῆς οὐσίας, δῆλόν ἐστιν. | |
17 | Μακ. Μὴ καὶ τὸ Πνεῦμα μονογενὴς Υἱός ἐστιν; Ὀρθ. Καὶ νῦν λέγω, μὴ γένοιτο εἰπεῖν! Ἀλλ’ ὥσπερ πολλῶν ὄντων υἱῶν, τοῦτον ἔγνωμεν ἐκ τῆς οὐσίας, | |
20 | διὰ τὸ λέγειν τὸν Πατέρα· «Οὗτός μοί ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός·» οὕτω τὸ Πνεῦμα ἔγνωμεν ἐκ τῆς οὐ‐ σίας, διὰ τὸ, πολλῶν ὄντων πνευμάτων, λέγειν τὸν Πατέρα· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Ἄλλως γὰρ οὐ δύναται χωρισθῆναι τῶν ἄλλων | |
25 | ἁγίων πνευμάτων, καὶ συναφθῆναι τῷ Πατρὶ, εἰ μὴ τῷ λόγῳ τῆς οὐσίας. Μακ. Ὁ γὰρ Πατήρ ἐστιν ὁ λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου;» Ὀρθ. Καὶ πάνυ. Μακ. Πόθεν τοῦτο;» Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Ὅτε γὰρ ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ τοῦ Σω‐ | |
30 | τῆρος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» Τίς ἐξέχεε διὰ Ἰησοῦ Χριστοῦ; | |
35 | δηλονότι ὁ εἰρηκώς· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου.» Μακ. Οὐχ ὁ Υἱὸς οὖν δίδωσι τὸ Πνεῦμα; Ὀρθ. Ἤκουσας, ὅτι ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ δίδωσι τὸ Πνεῦμα. Ἀμέλει τοῦ Πατρὸς εἰρηκότος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις | |
40 | ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου,» ὁ Υἱὸς ἀναστὰς ἐκ νεκρῶν, λέγει· «Λάβετε Πνεῦμα ἅγιον.» Μακ. Εἶπον ἐκ πολλοῦ, μή με περίσπα· ἀλλ’, εἰ ἔχεις δεῖ‐ ξαι, εἶπον ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα. Ὀρθ. Ὁμολόγησον τὴν θεότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ μίαν, | |
45 | ἤγουν τὴν οὐσίαν, καὶ τὴν βουλὴν, καὶ τὴν δύναμιν, καὶ τὴν δόξαν· καὶ τότε μαθήσῃ περὶ τοῦ Πνεύματος. Μακ. Μία θεότης πάλιν ποῦ γέγραπται; Ὀρθ. Ὁμο‐ λογεῖς, ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος, ἢ οὔ; Μακ. Οὕτω γέγραπται. Ὀρθ. Ἄλλην | |
28.1209(50) | ὁμολογεῖς τὴν θεότητα τοῦ Πατρὸς, καὶ ἄλλην τὴν θεότητα τοῦ Υἱοῦ; Μακ. Ναί. Ὀρθ. Ἡ θεότης οὖν τοῦ Πατρὸς ἐν τῇ θεότητι τοῦ Υἱοῦ; Μακ. Ναί. Ὀρθ. Δύο οὖν θεότητες; Μακ. Ὁ Θεὸς καὶ Πατὴρ, καὶ ἡ | |
θεότης αὐτοῦ εἷς Θεός· καὶ ὁ Θεὸς καὶ Υἱὸς, καὶ ἡ θεό‐ | ||
28.1212 | της αὐτοῦ, εἷς Θεός· καὶ ἔστιν, ὡς καὶ πάλαι εἶπον, εἷς καὶ εἷς Θεός. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεὸς διὰ τοῦ προφήτου Ἡσαΐου· «Ἐγὼ ὁ Θεὸς, καὶ οὐκ ἔστι παρὲξ ἐμοῦ σώ‐ | |
5 | ζων, ἀνήγγειλα, καὶ ἔσωσα, καὶ ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος·» τίνα αὐτῶν εἷς καὶ εἷς εἶναι θέλεις; Μακ. Ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ σώζει. Ὀρθ. Εἷς ἄρα Θεὸς ὁ σώζων Πατὴρ καὶ Υἱός. Μακ. Ὁ αὐτὸς οὖν καὶ Πατήρ ἐστι καὶ Υἱός. Ὀρθ. Μὴ γένοιτο εἰ‐ | |
10 | πεῖν! ἀλλ’ ὥσπερ οἱ ἐν Χριστῷ κατηρτισμένοι εἷς ἐσμεν, οὐ συγκεχυμένων τῶν ὑποστάσεων, ἀλλὰ τῷ λόγῳ τῆς συμφωνίας καὶ τῆς φύσεως, ἤγουν οὐσίας· οὕτως Πατέρα καὶ Υἱὸν ἕνα Θεὸν λέγω τῷ λόγῳ τῆς οὐσίας καὶ τῆς συμφωνίας. Μακ. Καὶ ἡμεῖς λέγομεν | |
15 | μίαν συμφωνίαν. Ὀρθ. Εἰπὲ καὶ θεότητα, καὶ σώ‐ θητι. Μακ. Μίαν θεότητα οὐ λέγω. Ὀρθ. Ἐὰν ἀκούσῃς πάλιν τοῦ Θεοῦ ἐν τῷ αὐτῷ προφήτῃ λέγον‐ τος, «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος. Κατ’ ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός | |
20 | μου δικαιοσύνη· οἱ λόγοι μου οὐκ ἀπογραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ,» τίνα λέγεις τῶν εἷς καὶ εἷς εἰρηκέναι; Μακ. Τὸν Υἱόν· ὁ γὰρ Ἀπόστολος λέ‐ γει, ὅτι «Ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπου‐ ρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ πᾶσα | |
25 | γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος ὁ Ἰησοῦς Χρι‐ στὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.» Ὀρθ. Μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Μακ. Πῶς; Ὀρθ. Λέγει γάρ· «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος.» Ἢ γὰρ γε‐ νόμενος ἄφρων, ἐρεῖς, ὅτι οὐκ ἔστι Θεὸς ὁ Πατήρ· | |
30 | ἢ ὁμολογῶν Θεὸν τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, καὶ ἀκούων αὐτοῦ λέγοντος, «Ἐγώ εἰμι Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος,» μίαν θεότητα ὁμολογήσεις, καὶ οὐ κινδυνεύσεις. Μακ. Ἐγὼ μίαν θεότητα οὐ λέ‐ γω. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς τοῦ προφήτου ἐκ προσ‐ | |
35 | ώπου πάντων τῶν ἁγίων λέγοντος, «Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδ’ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν, πλὴν σοῦ,» τί ἐρεῖς πρὸς αὐτούς; Μακ. Τὸν Υἱὸν λέγει. Ἄλλον γὰρ οὐκ εἴδομεν εἰ μὴ τὸν ἐνανθρω‐ πήσαντα Υἱόν. Ὀρθ. «Ὁ δὲ ἑωρακὼς τὸν Υἱὸν ἑώ‐ | |
40 | ρακε τὸν Πατέρα.» Μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Μακ. Μίαν θεότητα οὐ λέγω. | |
44 | Ὀρθ. Ἐὰν λέγῃ ὁ Θεὸς ἐν τῷ αὐτῷ προφήτῃ, «Ἐγὼ | |
45 | Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ ἐπερχόμενα,» τίνα λέγεις τῶν εἷς καὶ εἷς εἰρηκέναι; Μακ. Τὸν Πατέρα. Ὀρθ. Τὸν Υἱὸν οὖν οὐ λέγεις Θεόν; Μακ. Εἶπον Θεὸν ἐκ Θεοῦ. Ὀρθ. Εἰ τοίνυν Θεὸς ὁ Πατὴρ, καὶ Θεὸς ὁ Υἱὸς, λέγει δὲ ὁ Θεὸς, «Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ | |
28.1212(50) | ἐπερχόμενα·» μία ἄρα θεότης. Μακ. Κἂν πλείονα εἴπῃς, ἐγὼ μίαν θεότητα εἰπεῖν οὐ πείθομαι. Ὀρθ. Εἰ μή ἐστι μία θεότης Πατρὸς καὶ Υἱοῦ, ἄλλη ἐστὶ θεότης τοῦ Πατρὸς, καὶ ἄλλη θεότης τοῦ Υἱοῦ. Μακ. Καὶ πάνυ. Ὀρθ. Ἄλλη δὲ καὶ ἄλλη θεότης οὐκ εἰσὶν | |
55 | εἷς Θεός. Μακ. Οὐ γὰρ λέγω ἕνα Θεὸν Πατέρα καὶ | |
28.1213 | Υἱόν. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς τοῦ προφήτου λέγον‐ τος, «Οὕτω λέγει Κύριος σαβαώθ· Ἐκοπίασεν Αἴ‐ γυπτος, καὶ ἐμπορία Αἰθιόπων· καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ ἀκολουθήσου‐ | |
5 | σιν ὀπίσω σοι δεδεμένοι χειροπέδαις, καὶ προσκυνή‐ σουσί σοι. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ,» τίνα λέγεις εἰρηκέναι ταῦτα; Μακ. Τὸν Υἱόν. Ὀρθ. Εἰ δὲ καὶ οἱ ἀκολουθοῦντες αὐτῷ προσκυνήσουσιν ἐν αὐτῷ προσευχόμενοι, ἀληθινός | |
10 | ἐστι Θεός; Μακ. Ναί. Ὀρθ. Προσκυνοῦντες δὲ αὐτῷ οὐκ ἀλλοτρίῳ Θεῷ προσκυνοῦμεν, οὐδὲ δύο Θεοῖς· γέ‐ γραπται γάρ· «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Εἰ δὲ προσκυνοῦντες αὐτῷ, καὶ τῷ Πατρὶ Κυρίῳ τῷ Θεῷ προσκυνοῦμεν, | |
15 | καὶ αὐτῷ μόνῳ λατρεύομεν· μία ἄρα θεότης Πατρὸς καὶ Υἱοῦ. Οὕτω γὰρ καὶ ἐροῦμεν, ὅτι «Σὺ ὁ Θεὸς, καὶ ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Μακ. Εἰ ἐν αὐτῷ ὁ Θεὸς, πῶς μία θεότης; Ὀρθ. Ὅτι ἐπι‐ φέρει· «Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ.» Καὶ ὁ Ἱερε‐ | |
20 | μίας λέγει· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Εἰ δὲ | |
25 | οὗτος ὁ ἐπὶ γῆς ὀφθείς ἐστιν ὁ Θεὸς ἡμῶν, καὶ οὐ λο‐ γισθήσεται ἕτερος πρὸς αὐτόν· μία ἄρα θεότης Πα‐ τρὸς καὶ Υἱοῦ. Μακ. Εἰ μία θεότης ἐστὶν, ἀγέννητος δέ ἐστιν ἡ τοῦ Πατρὸς, γεννητὴ δέ ἐστι τοῦ Υἱοῦ· γεννητ‐ | |
30 | αγέννητός ἐστιν ἡ θεότης. Ὀρθ. Γελοῖον ὑπομέ‐ μνηκας φρόνημα. Ἆρα γὰρ, ὅτι ὁ ἀνὴρ καὶ ἡ γυνὴ οὐκ εἰσὶ δύο, ἀλλὰ μία σὰρξ, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, ἀνδρογύναιός ἐστιν ἡ σάρξ; Μακ. Ἀλλὰ ἡ σὰρξ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς, ἐκ μιᾶς ὑποκειμέ‐ | |
35 | νης ὕλης εἰσὶ, τῆς γῆς. Ὀρθ. Ἐὰν οὖν λέγῃ ἡ Γραφὴ περὶ τῶν πιστευσάντων, «Ἦν αὐτοῖς καρδία μία καὶ ψυχὴ μία,» ἦν τὸ πλῆθος τῶν πιστευσάντων ἐξ ἀνδρῶν καὶ γυναικῶν, ἀνδρογύναιος ἦν ἡ ψυχή; Ἐὰν δὲ λέγῃ Παῦλος, «Ἓν σῶμα καὶ ἓν πνεῦμα, | |
40 | καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν,» ἀνδρογύναιον λέγεις τὴν ἐλπίδα, ἐπειδὴ μίαν ἐλπίδα ἄνδρες καὶ γυναῖκες ἔχομεν; Μακ. Πάλιν λέγω, ἡμεῖς μίαν θεότητα οὐ λέγομεν. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεὸς διὰ τοῦ Δαβὶδ, «Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· | |
45 | Ἰσραὴλ, καὶ διαμαρτυροῦμαί σοι. Ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις Θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου,» τίνα λέγεις εἰρηκέ‐ ναι; τὸν Πατέρα ἢ τὸν Υἱόν; Μακ. Ὡς Ἰουδαῖος, | |
28.1213(50) | ἀπὸ τῆς Παλαιᾶς μοι Διαθήκης διαλέγῃ. Ὀρθ. Ὁ Χριστὸς εἶπεν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ.» Μακ. Ἀπὸ τῆς Καινῆς οὖν Διαθήκης οὐκ ἔστιν εὑρεῖν τὸν Χριστόν; | |
Ὀρθ. Καὶ πάνυ. Φοβοῦμαι δὲ μήπως ὡς Μανιχαῖος | ||
28.1216 | παραγράφῃ τὴν Παλαιὰν Διαθήκην, μὴ πιστεύων, ὅτι ὁ αὐτὸς ὁ Θεὸς κἀκείνην ἐλάλησε καὶ ταύτην. Μακ. Οἶδα, ὅτι αὐτὸς Θεὸς καὶ τὴν Παλαιὰν Διαθήκην καὶ τὴν Καινὴν διέθετο· ἀλλὰ βούλομαι ἀπὸ τῆς Καινῆς | |
5 | μαθεῖν, ἐπειδὴ αὐτὴ φανερώτερον τὰς τρεῖς ὑποστά‐ σεις ἐδίδαξεν. | |
9 | Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς Παύλου λέγοντος, «Ὅτι | |
10 | ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα,» τίνα λέγεις λέγεσθαι τῶν εἷς καὶ εἷς; Μακ. Τὸν Πατέρα. Ὀρθ. Οὐκ ἔστι διὰ τοῦ Υἱοῦ τὰ πάντα; Μακ. Καὶ διὰ τοῦ Υἱοῦ τὰ πάντα. Ὀρθ. Πῶς οὖν οὐκ ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα; Μακ. | |
15 | Ὁ Πατὴρ ἔχει καὶ τὸ «ἐξ οὗ,» καὶ τὸ «δι’ οὗ,» καὶ τὸ «εἰς αὐτόν.» Ὁ δὲ Υἱὸς τὸ μὲν «δι’ οὗ» ἔχει, τὸ δὲ «ἐξ οὗ» οὐκ ἔχει. Ὀρθ. Ἀνάγνωθι τὸ ῥητὸν, ἵνα γνῷς, ὅτι τὸ «ἐξ αὐτοῦ,» καὶ «δι’ αὐτοῦ,» καὶ «εἰς αὐτὸν τὰ πάντα,» καὶ περὶ τοῦ Πατρὸς καὶ τοῦ | |
20 | Υἱοῦ εἶπεν ὁ ἅγιος Ἀπόστολος. Ἐὰν γὰρ αὐτὸ ἐφ’ ἑνὸς προσώπου στήσῃς, ὁ Υἱὸς εὑρεθήσεται μὴ εἰδὼς τὰ τοῦ Πατρὸς, μηδὲ σύμβουλος αὐτοῦ ὢν, ἢ ὁ Πα‐ τὴρ εὑρεθήσεται μὴ εἰδὼς τὰ τοῦ Υἱοῦ, μηδὲ σύμβου‐ λος αὐτοῦ ὤν. Μακ. Εἰπὲ, ποῦ γεγράπται, Θεὸς τὸ | |
25 | Πνεῦμα; Ὀρθ. Μάθε πρῶτον, ὅτι καὶ ἡ Παλαιὰ Δια‐ θήκη τὰς τρεῖς ὑποστάσεις φανερῶς ἐδίδαξε. Μακ. Εἰπὲ, ποῦ γέγραπται; Ὀρθ. Ἐν τῇ Γενέσει· «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ καθημένῳ πρὸς τῇ δρυῒ τῇ Μαμ‐ βρῇ· καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ.» | |
30 | Μακ. Καὶ τοὺς τρεῖς ἄνδρας λέγεις Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ὀρθ. Μὴ ταράττου, ἀλλὰ μετὰ φόβου Θεοῦ ἀναγνῶμεν. Λέγει δὲ ἡ Γραφὴ, ὅτι «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς ἔστησαν ἐπάνω αὐτοῦ.» Οἱ τρεῖς ἄνδρες ἦσαν ὁ Θεός. | |
35 | Μακ. Ὁ Θεὸς ἦν εἷς, πρὸς ὃν καὶ διαλέγεται· οἱ δὲ ἄλλοι δύο, ἄγγελοι. Ὀρθ. Λέγει ἡ Γραφὴ οὕτως· «Ὤφθη δὲ αὐτῷ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθ‐ ημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ με‐ σημβρίας· καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, | |
40 | καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύ‐ ρας τῆς σκηνῆς αὐτοῦ, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.» Τίνι προσεκύνησεν ἐπὶ τὴν γῆν, ἢ τοῖς ἀνδρά‐ σιν; Μακ. Εἶπον, ὅτι οἱ δύο ἄγγελοι ἦσαν μετὰ τοῦ | |
45 | Θεοῦ, καὶ προσεκύνει δηλονότι τῷ Θεῷ, οὐχὶ τοῖς ἀγ‐ γέλοις. Καὶ γὰρ ἀναστὰς εἶπεν· «Κύριε, εἰ εὗρον χά‐ ριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου.» Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν, ὅτι τὰς τρεῖς ὑποστάσεις Κύριον καλεῖ. Μακ. Μὴ γένοιτο! | |
52 | Ὀρθ. Ἄκουε οὖν τῶν ἑξῆς· «Ληφθήτω δὲ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ κατα‐ ψύξατε ὑπὸ τὸ δένδρον. Καὶ λήψομαι ἄρτον, καὶ φά‐ | |
55 | γεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν | |
28.1217 | ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Καὶ εἶπον αὐτῷ· Οὕτως ποίησον, καθὰ εἴρηκας.» Γέγραπται, ἢ οὐ γέγραπται; Μακ. Γέγραπται ὅλα. Ὀρθ. Ὁ δὲ παῖς Κυρίου, ὅτι παῖς ἐστιν εἰρη‐ | |
5 | κὼς αὐτῶν, τὴν αὐτὴν κυριότητα αὐτῶν ὡμολόγησεν. Οὐδὲ γὰρ εἶπεν· Οὗ ἕνεκεν ἐξέκλινας πρὸς τὸν παῖδά σου· ἀλλὰ, «ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν·» ὧν καὶ τοὺς πόδας ὁμοίως νίψαι ἐσπούδασεν. Μακ. Καὶ τί ἄτοπον ἀγγέλων νίψαι πόδας; Καὶ γὰρ οὐδέπω ᾔδει, | |
10 | ὅτι ὁ Θεὸς ἦν αὐτῷ ὀφθεὶς, ἀλλ’ ἐνόμιζεν ἄνδρας ξένους ξενίζειν. Ὀρθ. Δῶμεν, ὅτι Ἀβραὰμ ἐνόμιζεν, ὡς εἶπας· οἱ ἄγγελοι οὐκ ἂν εἶπον αὐτῷ, ὅτι μὴ ἡμῖν ἰσοτίμως πρόσεχε; Πῶς δὲ καὶ ἐνόμιζεν ὁ Ἀβραὰμ ἄνδρας ξένους ξενίζειν, ὁ πεσὼν ἐπὶ τὴν γῆν, καὶ | |
15 | προσκυνήσας, καὶ θεασάμενος αὐτοὺς ἐπάνω ἑαυτοῦ; Οὕτω γὰρ γέγραπται, ὅτι «Ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες ἔστησαν ἐπάνω αὐτοῦ,» οὐχὶ δὲ ἔμπροσθεν αὐτοῦ. Μακ. Οὐ‐ δέπω ἦν φανερωθὲν αὐτῷ, ὅτι οἱ μὲν ἄγγελοι ἦσαν, | |
20 | ὁ δὲ Θεός. Ὀρθ. Τέως οὖν ἰσοτίμως αὐτοὺς ἐδέ‐ ξατο· «Ἔσπευσε γὰρ Ἀβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, καὶ εἶπεν αὐτῇ· Σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως, καὶ ποίησον ἐγκρυφίας. Καὶ εἰς τὰς βόας ἔδραμεν Ἀβραὰμ, καὶ ἔλαβεν μοσχάριον | |
25 | ἁπαλὸν καὶ καλὸν, καὶ ἔδωκεν τῷ παιδὶ αὐτοῦ, καὶ ἐτάχυνεν τοῦ ποιῆσαι· ἔλαβεν δὲ βούτυρον, καὶ γάλα· καὶ τὸ μοσχάριον, ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον. Αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δέν‐ δρον.» Γέγραπται, ἢ οὔ; Μακ. Ναί. Ὀρθ. Καὶ οἱ | |
30 | ἄγγελοι συνήσθιον τῷ Θεῷ. Μακ. Ὀπτασία ἦν, ὅτι δὲ ἄγγελοι ἦσαν, εἰπὲ τὰ ἑξῆς, καὶ εὑρήσεις. | |
34 | Ὀρθ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι ἐν τοῖς ἑξῆς ἀγγέ‐ | |
35 | λους λέγει τοὺς δύο· ἀλλὰ πάλιν ἐν τοῖς μετὰ τὰ ἑξῆς Κύριον αὐτοὺς ἡ Γραφὴ καλεῖ. Δῆλον γὰρ, ὅτι καὶ ὁ Υἱὸς ἄγγελος κέκληται καὶ τὸ Πνεῦμα οὐ μόνον ἐν‐ ταῦθα, ἀλλὰ καὶ ἐν ἄλλοις. Ἀλλὰ ἄγγελος λέγεται καταχρηστικῶς, ὡς ἐν Εὐαγγελίῳ, ὅταν λέγῃ· «Ἄν‐ | |
40 | θρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς·» εἶτα μετὰ ταῦτα λέγει· «Ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καὶ μετὰ τοὺς δούλους ἕνα, ὃν εἶχεν, υἱόν·» δῆλον ὅτι τὸν Πατέρα λέγει ἄνθρωπον. Καὶ τὸ, «Ἄνθρωπός τις ἐποίει γάμους τῷ υἱῷ | |
45 | αὐτοῦ·» καὶ ἐνταῦθα δὲ ἄνδρα αὐτὸν λέγει· ἀλλὰ ἡ πραγματεία τῆς Γραφῆς Θεὸν αὐτὸν δείκνυσιν. Ὅτι δὲ φανερώτατα εἷς τῶν δύο ἀγγέλων ὁ Υἱὸς ἦν, αὐτὴ ἡ Γραφὴ ἐδίδαξεν. Μακ. Πῶς; Ὀρθ. Μετὰ γὰρ τὸ φαγεῖν αὐτοὺς καὶ εὐλογηθῆναι τὸν Ἀβραὰμ, καὶ τὴν | |
28.1217(50) | τοῦ Ἰσαὰκ λαβεῖν αὐτὸν ἐπαγγελίαν, οὕτως γέγρα‐ πται, καὶ ἐὰν μακροθυμήσῃς, λέγω. Μακ. Εἰπέ. Ὀρθ. | |
«Καὶ ὁ Κύριος εἶπεν· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ | ||
28.1220 | τοῦ παιδός μου, ἃ μέλλω ποιεῖν ἐγώ. Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλο‐ γηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς·» εἶτα μετ’ ὀλίγα· «Εἶπε δὲ ὁ Κύριος· Κραυγὴ Σοδόμων καὶ | |
5 | Γομόῤῥας πεπλήθυνται πρὸς μὲ, καὶ αἱ ἁμαρτίαι αὐ‐ τῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρὸς μὲ συντε‐ λοῦνται· εἰ δὲ μὴ, ἵνα γνῶ. Καὶ ἀποστραφέντες ἐκεῖ‐ θεν οἱ ἄνδρες, ἦλθον εἰς Σόδομα. Ἀβραὰμ δὲ ἦν ἑστη‐ | |
10 | κὼς ἔναντι Κυρίου· καὶ ἐγγίσας Ἀβραὰμ εἶπεν· Μὴ συναπολέσεις δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος, ὡς ὁ ἀσεβής; Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτοὺς, καὶ οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν | |
15 | ἐν αὐτῇ; Μηδαμῶς σὺ ποιήσῃς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. Ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσει κρίσιν; Εἶπεν δὲ ὁ Κύριος· Ἐὰν εὕρω ἐν Σοδόμοις πεντήκοντα δικαίους ἐν τῇ πόλει, ἀφήσω | |
20 | πάντα τὸν τόπον δι’ αὐτούς.» Καὶ οὕτως ὑφείλας πέντε, καὶ πάλιν πέντε, ἦλθεν ἕως δέκα· «Καὶ εἶπεν ὁ Θεός· Οὐκ ἀπολέσω ἕνεκεν τῶν δέκα. Ἀπῆλθεν δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.» | |
25 | Μακ. Εἰπὲ τὰ ἑξῆς. Ὀρθ. «Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα.» Μακ. Ἀκούεις, ὅτι ἄγγελοι ἦσαν οἱ δύο; Ὀρθ. Προλαβὼν εἶπον, ὅτι ὥσπερ λέγει τοὺς δύο ἄνδρας, καὶ οὐκ ἦσαν τῇ φύσει ἄνδρες· οὕ‐ τως καὶ τοὺς δύο ἀγγέλους λέγει, καὶ οὐκ ἦσαν τῇ | |
30 | φύσει ἄγγελοι, ἀλλὰ καταχρηστικῶς, ἐκ τοῦ ἀγγέλλειν αὐτοὺς τὴν τοῦ Θεοῦ βουλήν. Τῶν δὲ ἑξῆς ἀκούσω‐ μεν. Μᾶλλον γὰρ ἐκ τοῦ ἐδαφίου διδασκόμεθα. Μακ. Εἰπέ. Ὀρθ. «Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Λὼτ δὲ ἐκάθητο περὶ τὴν πύλην Σοδόμων. | |
35 | Ἰδὼν δὲ Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παι‐ δὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες, ἀπελεύσεσθε εἰς τὴν | |
40 | ὁδὸν ὑμῶν.» Ἀκούεις, ὅτι προσεκύνησεν αὐτοὺς, καὶ κυριολογεῖ, καὶ παῖς εἶναι αὐτῶν ὁμολογεῖ; Μακ. Ἐνόμιζεν εἶναι αὐτοὺς ἀνθρώπους, καὶ φιλόξενος ὢν προσεκύνησεν αὐτοὺς, καὶ κυρίους καλεῖ. Ὀρθ. Ἀλλ’ εἰ ἦσαν ἄγγελοι, εἶπον ἂν αὐτῷ, Κυρίῳ τῷ | |
45 | Θεῷ σου προσκύνει· ἡμεῖς γάρ σου ὁμόδουλοί ἐσμεν.» Μακ. Τί γὰρ ἠδικεῖτο προσκυνῶν ἀγγέλοις; Ὀρθ. Ἤκουσα ὑμῶν λεγόντων πολλάκις, ὅτι οὐ δεῖ προσ‐ κυνεῖν Πνεύματι τῷ ἁγίῳ. Μακ. Καὶ γὰρ οὐ δεῖ. Ὀρθ. Καὶ πῶς νῦν λέγεις· Τί γὰρ ἐβλάπτετο ὁ ἅγιος | |
28.1220(50) | Λὼτ προσκυνῶν τοῖς ἀγγέλοις; Μακ. Μὴ γὰρ ὡς Κυρίῳ τῷ Θεῷ προσκυνεῖ αὐτοῖς; Ὀρθ. Ἀνάγνωθι τὰ ἑξῆς. Μακ. Ἀνάγνωθι αὐτός. Ὀρθ. Μετὰ τὰ ἀναγνωσθέντα ἐπιφέρει, ὅτι ἐξένισεν αὐτούς· καὶ | |
ἦλθον οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, ζητοῦντες παρα‐ | ||
28.1221 | νομῆσαι εἰς τοὺς ἄνδρας. Καὶ ὁ Λὼτ τὰς θυγατέρας ἐδίδου εἰς ὕβριν μᾶλλον ἢ τοὺς ἄνδρας. Καὶ ἐπιμενόν‐ των τῶν Σοδομιτῶν τῇ ἀθέῳ γνώμῃ, ἐπεσπῶντο οἱ ἄγγελοι τὸν Λὼτ εἰς τὴν οἰκίαν, ἐκείνους δὲ ἐπάταξαν | |
5 | ἀορασίᾳ. Ἢ οὐχ οὕτως; Μακ. Οὕτως. Ὀρθ. Καὶ ἑξῆς γέγραπται· «Εἶπον δὲ οἱ ἄνδρες πρὸς Λώτ· Ἔστι σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες; ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τό‐ που τούτου. Ὅτι ἀπόλλυμεν ἡμεῖς τὸν τόπον τοῦτον, | |
10 | ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς ὁ Κύριος ἐκτρίψαι αὐτήν.» | |
13 | Μακ. Ἀκούεις, ὅτι ὁμολογοῦσιν ἀπεστάλθαι παρὰ Κυρίου; Μὴ αὐτοὶ Κύριοί εἰσιν; Ὀρθ. Ἐὰν | |
15 | οὖν λέγῃ ἐν τοῖς Εὐαγγελίοις ὁ Σωτὴρ, ὅτι «Οὐκ ἀπ‐ εστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ·» καὶ ἀλλαχοῦ· «Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, καὶ ὁ πέμψας με ἐντολήν μοι δέδωκεν·» τί εἴπω, ἢ τί λαλήσω; Οὐκέτι ὁμολογεῖται Κύριος, | |
20 | ἐπειδὴ ἀπεστάλη; Μακ. Καὶ ὁ Υἱὸς ὁμολογουμένως Κύριός ἐστιν· μὴ καὶ τὸ Πνεῦμα; Ὀρθ. Τελείως ἐν‐ ταῦθα καὶ συμπροσκυνεῖται καὶ συγκυριολογεῖται τῷ Υἱῷ. Μακ. Ἤδη γὰρ δέδεικται, ὅτι Υἱὸς ἦν τῷ Λὼτ ὁ διαλεγόμενος; Ὀρθ. Μακροθύμει, καὶ ὁμολογήσεις. | |
25 | Μακ. Οἶδα, ὅτι περισπᾷς με, μὴ δυνάμενος εἰπεῖν, ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα. Ὀρθ. Τέως γνῶ‐ μεν, τίνες ἦσαν οὗτοι οἱ φαινόμενοι ἄνδρες, καὶ τότε αὐτὸ τὸ Πνεῦμα δώσει πάντων τῶν ζητουμένων τὴν εὕρεσιν. Μακ. Ἐγὼ, ὡς ἔχει ἡ Γραφὴ, ἀγγέλους | |
30 | λέγω. Ὀρθ. Κἀγὼ ἀγγέλους καὶ ἄνδρας λέγω· ἀλλ’ ὥσπερ τέως ὡμολόγηται ἡμῖν, ὅτι εἷς τῶν τριῶν ἀν‐ δρῶν Κύριος ὁ Θεὸς, οὕτως ἡ ἐξέτασις εὑρήσει καὶ οἱ δύο τίνες ἦσαν. Μακ. Εἰπὲ τί θέλεις. Ὀρθ. Τὰ ἑξῆς ἀναγινώσκω; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ἡνίκα | |
35 | δὲ ὄρθρος ἐγένετο, ἐπεσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λαβὲ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως. Καὶ ἐταράχθησαν, καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ, καὶ τῆς χει‐ | |
40 | ρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν δύο θυ‐ γατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ. Καὶ ἐγένετο ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω, καὶ εἶπον· Σῶζε τὴν ἑαυτοῦ ψυχὴν, καὶ μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. Εἰς τὸ ὄρος σώζου, | |
45 | μή ποτε συμπαραληφθῇς. Εἶπε δὲ Λὼτ πρὸς αὐτόν· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναν‐ τίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ’ ἐμὲ, τοῦ ζῇν τὴν ψυχήν μου. Ἐγὼ δὲ οὐ δυνή‐ σομαι σωθῆναι εἰς τὸ ὄρος, μή ποτε μεταλάβῃ με τὰ | |
28.1221(50) | κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς, τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά. Ἐκεῖ σωθήσομαι. Οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου.» Ἀκού‐ εις, εἰ ὦτα ἔχεις, ὅτι, γνοὺς αὐτῶν τὴν κοινότητα καὶ ἑνότητα, προσπεσὼν αὐτοῖς εἶπεν· «Δέομαι, Κύ‐ | |
55 | ριε,» οὐχὶ, Κύριοι. ᾜδει γὰρ, ὅτι οὐδεὶς δύναται δυσὶ | |
28.1224 | κυρίοις δουλεύειν· δύο δέ εἰσιν, ὅτε ὁ μὲν τοῦτο θέ‐ λει, ὁ δὲ τοῦτο. Εἰπὲ οὖν καὶ αὐτὸς Υἱῷ καὶ τῷ Πνεύ‐ ματι· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, οὐκ, Ἐναντίον ὑμῶν, ἵνα μὴ διέλῃς τὴν | |
5 | κυριότητα. Εἰ γὰρ ὁ κολλώμενος τῷ Θεῷ ἓν πνεῦμά ἐστι, πῶς δυνατὸν τὸ Πνεῦμα χωρίζεσθαι τοῦ χορη‐ γοῦντος αὐτό; Μακ. Ἤδη γὰρ δέδεικται, ὅτι τὸ Πνεῦμα καὶ ὁ Υἱὸς ἦσαν οἱ ἄγγελοι. Ὀρθ. Τοῖς οὖν φύσει ἀγγέλοις εἶπεν ὁ ἅγιος Λώτ· «Δέομαι, Κύριε, ἐπειδὴ | |
10 | εὗρεν ὁ παῖς σου χάριν ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ’ ἐμὲ, τοῦ ζῇν ψυ‐ χήν μου.» Μακ. Καὶ πάνυ. Ὀρθ. Οὐκοῦν ἄκουε καὶ πάλιν τῶν ἑξῆς· «Καὶ εἶπεν αὐτῷ·» οὐκέτι λέγει, Οἱ ἄγγελοι, ἀλλὰ δηλονότι Ὁ ὁμολογηθεὶς Κύριος· | |
15 | «Ἰδοὺ, ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥή‐ ματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ. Οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.» Καὶ οὐκέτι εἶπεν· Δυνησόμεθα, καίτοιγε ἐν | |
20 | ἀρχῇ ἔλεγον, ὅτι Ἐκτρίβομεν ἡμεῖς τὴν πόλιν, ὅτε αὐτοὺς ἐνόμιζεν ἄνδρας καὶ ἀγγέλους εἶναι. Ὅτε δὲ αὐτῶν τὴν κυριότητα ἔγνω, καὶ οὐκέτι κυρίους καλεῖ, ἀλλὰ Κύριον λέγει, λέγων, «Δέομαι, Κύριε,» τότε καὶ αὐτοὶ ὡς εἷς αὐτῷ διαλέγονται. Οὐ γὰρ λέγουσιν, | |
25 | Ἐθαυμάσαμέν σου τὸ πρόσωπον, ἀλλὰ, «Ἐθαύμασα.» | |
29 | Μακ. Ὁ Πατὴρ οὖν ἦν μετ’ αὐτῶν ὀφθείς; | |
30 | Ὀρθ. Καὶ πάνυ. Μακ. Πῶς οὖν λέγει· «Θεὸν οὐδεὶς ἑώρακεν πώποτε;» Ὀρθ. Διὰ γὰρ τοῦτο ὡς ἄνδρες ὤφθησαν, ἐπειδὴ ὅ ἐστι τῇ φύσει, οὐδεὶς οὔτε εἶδεν, οὔτε ἰδεῖν δύναται. Μακ. Ἐγὼ λέγω, ὅτι ὁ Υἱὸς ἦν ὁ ὀφθεὶς τῷ Ἀβραάμ. Ὀρθ. Πάλιν οὖν ἀναχωρῶ τοῦ | |
35 | ἀναγνώσματος; Μακ. Ἀνάγνωθι. Ὀρθ. «Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ· Κύριος ἔβρεξεν ἐπὶ Σόδομα πῦρ καὶ θεῖον παρὰ Κυ‐ ρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψεν πάσας τὰς πό‐ λεις.» Ποῖος Κύριος; δῆλον, ὅτι ὁ εἰρηκὼς τῷ Λὼτ, | |
40 | ὅτι «Ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥή‐ ματι τούτῳ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Σπεῦσον οὖν σωθῆναι ἐκεῖ. Οὐ γὰρ δυνή‐ σομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ.» Μακ. Ὁ εἷς ἦν ὁ Κύριος· μὴ γὰρ οἱ δύο; Ὀρθ. | |
45 | Εἶπον, ὅτι τοῖς δυσὶν ὡς ἑνὶ διελέγετο. Ἀμέλει οἱ δύο λέγουσιν· «Εἰ ἔστι σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἐξάγαγε μετὰ σεαυτοῦ. Ἀπόλλυμεν γὰρ ἡμεῖς τὴν πόλιν ταύτην.» Ποτὲ οὖν τὸ «Ἡμεῖς» λέγει διὰ τὰς ὑποστάσεις, ποτὲ δὲ τὸ «Ἐγὼ» διὰ τὴν | |
28.1224(50) | φύσιν. «Σύνετε οὖν,» καθὼς εἴρηται, «ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε.» Ὅτι καὶ Ἀβραὰμ, τὰς τρεῖς ὑποστάσεις ἐγνωκὼς, Κύριον λέγει· καὶ Λὼτ, τὰς δύο ἐγνωκὼς, ὁμοίως Κύριον λέ‐ γει· καὶ μὴ διαιρεῖτε τὰ ἀδιαίρετα, μηδὲ μερί‐ | |
55 | ζετε τὰ ἀμέριστα. Μακ. Ἔχεις μοι εἰπεῖν, ποῦ | |
28.1225 | γέγραπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Τέως ἔμαθες, ὅτι καὶ ἡ Παλαιὰ Διαθήκη οἶδε τὰς τρεῖς ὑποστάσεις· καὶ οὐκ ἐπιλανθανομένη τῶν προειρημένων λέγει· «Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν,» ἀλλ’ ἑνοῦσα | |
5 | τὴν θεότητα. Ἄκουε οὖν τοῦ Ἰὼβ λέγοντος· «Ὁ τα‐ νύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσ‐ σης ὡς ἐπὶ ἐδάφους.» Δῆλον, ὅτι τὸν Υἱὸν λέγει προ‐ φητικῶς. Ὁ γὰρ περιπατήσας ἐπὶ θαλάσσης αὐτός ἐστιν. | |
12 | Μακεδ. Ἰδὲ οὖν πάλιν, ὁ Υἱὸς μόνος περιεπά‐ τησεν ἐπὶ τῆς θαλάσσης. Ὀρθ. Ἀλλ’ εἶπον, ὅτι τὸ μόνος ἐπὶ τῆς θεότητος λαμβανόμενον ὡς ἐπὶ τὸ πλεῖ‐ | |
15 | στον Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει. Εἰσὶ δέ τινα, ἃ μόνου τοῦ Υἱοῦ ἴδιά εἰσι. Μόνος γὰρ ἐνηνθρώπησε, μόνος ἐβαπτίσθη, μόνος ἐκ Πατρὸς γεγέννηται, μόνος ἐσταυρώθη, καὶ ὅσα τοιαῦτα· οὐ χωρισθεὶς τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἀλλ’ ὢν ἐν | |
20 | αὐτῷ, καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ, ἰδιοποιεῖται τὴν ἐνανθρώπησιν, ἵνα διευκρινηθῶσιν αἱ ὑποστάσεις. Ἵνα δὲ μὴ νομίσῃς, ὅτι ἡ Παλαιὰ μόνη οἶδε τὸν ἕνα καὶ μόνον Θεὸν καταγγέλλειν, ἄκουσον αὐτοῦ τοῦ Σω‐ τῆρος λέγοντος· «Γέγραπται, Κυρίῳ τῷ Θεῷ σου | |
25 | προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» Καὶ ἐν ἄλλοις, ἐρωτηθεὶς, ποία ἐντολὴ μεγάλη ἐν νόμῳ, εἶπεν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν.» | |
30 | Ἆρα, ἐπειδὴ οὐκ εἶπε Κύριον τὸν Θεόν σου, καὶ Υἱὸν αὐτοῦ, οὐ δεῖ ἀγαπᾷν ἡμᾶς, μᾶλλον δὲ συναγα‐ πᾷν Κυρίῳ τῷ Θεῷ καὶ Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Μακεδ. Ναί. Ἀλλ’ εἰπὲ, ποῦ Θεὸς τὸ Πνεῦμα εἴρηται. Ὀρθ. Τέως μάθε αὐτὸ μὴ χωρίζειν τῆς κοι‐ | |
35 | νωνίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἀλλὰ συναγαπᾷν τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τὸ ἅγιον Πνεῦμα, ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τότε ἐπίγνωσιν Θεοῦ εὑρήσεις. Μακεδ. Ἀγαπῶ μὲν αὐτὸ ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ δια‐ | |
40 | νοίας· οὐ μὴν θεολογῶ αὐτό. Ὀρθ. Πῶς γὰρ δύνῃ θεολογῆσαι τὸ Πνεῦμα, ὁ μὴ θέλων εἰπεῖν τὴν αὐτὴν οὐσίαν, καὶ δόξαν, καὶ βουλὴν, καὶ δύναμιν Πατρὸς καὶ Υἱοῦ; ἀλλ’ ἐναντία εὑρέθης λέγων ᾗ προσεβάλλου πίστει τοῦ μακαρίου Λουκιανοῦ. Μακεδ. Ἐγὼ πιστεύω, ὡς ὁ | |
45 | μακάριος Λουκιανὸς, καὶ λέγω οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα· τὴν αὐτὴν οὐ λέγω οὐδὲ οὐσίαν, οὐδὲ θεότητα, οὐδὲ βου‐ λὴν, οὔτε δύναμιν, οὔτε δόξαν. Ὀρθ. Σαυτῷ οὖν ἐναντία λέγεις καὶ τῷ μακαρίῳ Λουκιανῷ· καὶ ὥσπερ | |
28.1225(50) | οἱ Μανιχαῖοι καὶ Φρύγες, καὶ πᾶσαι αἱρέσεις λέγουσιν, οὕτως πιστεύομεν, ὡς οἱ ἀπόστολοι· ἐξετα‐ ζόμενοι δὲ, ἐναντία εὑρίσκονται λέγοντες· οὕτω καὶ αὐτὸς ποιεῖς. Καὶ Ἰουδαίων δὲ ἔστιν ἀκοῦσαι, ὅτι Οὕτω | |
πιστεύομεν, ὡς ὁ μακάριος Μωσῆς καὶ οἱ προφῆται, | ||
28.1228 | καὶ ἐν ταῖς ἐρωτήσεσιν αὐτὸν τὸν προφητευόμενον εὑρίσκονται σταυρώσαντες. | |
5 | Μακεδ. Ἡμεῖς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης, ἀπαράλλακτον εἰκόνα λέγομεν τὸν Υἱὸν τοῦ Πατρός· οὔτε δὲ ἐκ τῆς οὐσίας λέγομεν, οὔτε τὴν αὐτὴν οὐσίαν, καὶ βουλὴν, καὶ δύναμιν, καὶ δόξαν. Λοιπὸν, εἰ ἔχεις εἰπεῖν, ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα, εἰπέ. | |
10 | Τί με σήπεις; Ὀρθ. Ὅτε ἔδειξα, ὅτι σαυτῷ ἐναντία λέγεις, ὡς οἱ ἀκροαταὶ ἴσασι, καὶ οἱ μετὰ ταῦτα ἀνα‐ γινώσκοντες γνώσονται, τότε δείκνυμι, ὅτι καὶ Θεὸς καὶ κτίστης καὶ ζωοποιός ἐστιν ὁ Παράκλητος τὸ Πνεῦμα τῆς ἀληθείας. Μακεδ. Κἂν ἓν τούτων | |
15 | δείξῃς, γίνομαι ὁμοουσιαστής. Ὀρθ. Τίνι εἶπεν ὁ Θεός· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν;» Μακεδ. Ὁ Θεὸς καὶ Πατὴρ ἔλε‐ γε τῷ Υἱῷ καὶ Θεῷ. Ὀρθ. Ἀπ’ αὐτοῦ τοῦ γεγονό‐ τος δυνάμεθα γνῶναι, τίνι ἔλεγε τὸ γεγονός. Ὁ ἄν‐ | |
20 | θρωπος ἐγένετο κατ’ εἰκόνα Θεοῦ, ἢ οὔ; Μακεδ. Καὶ πάνυ. Ὀρθ. Εἰπὲ οὖν, εἰ δύναται εἰκὼν Θεοῦ εἶναι ἄνθρωπος, μὴ ὢν ἄρτιος· καὶ εἰ δύναται εἶναι ἄρ‐ τιος, μὴ ἁγιασθεὶς τῷ Πνεύματι τῆς ἁγιωσύνης. Μα‐ κεδ. Καὶ πάντες οὖν οἱ ἄνθρωποι Πνεῦμα ἅγιον ἔχου‐ | |
25 | σιν; Ὀρθ. Εἰ πάντες εἰσὶ κατ’ εἰκόνα ἄρτιοι, καὶ πάντες Πνεῦμα ἅγιον ἔχουσιν. Μακεδ. Πάντες ἔχουσι τὸ κατ’ εἰκόνα. Ὀρθ. Πῶς οὖν ὁ ἅγιος Παῦλος λέγει· «Ὅπως γένησθε κατ’ εἰκόνα τοῦ κτίσαντος ὑμᾶς;» καὶ ἐν ἄλλοις· «Καὶ καθὼς ἐφορέσαμεν τὴν | |
30 | εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπου‐ ρανίου;» Μακεδ. Οὐκ ἐσμὲν οὖν πάντες κατ’ εἰκό‐ να; Ὀρθ. Οἱ ἁμαρτάνοντες, οὔ· οἱ δὲ τὰς πράξεις τοῦ σώματος θανατοῦντες, καὶ ἐνδιδυσκόμενοι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἔχουσι τὸ κατ’ | |
35 | εἰκόνα. Τοιοῦτος γὰρ ἦν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς. Ἐκεῖνος οὖν ὁ κατ’ εἰκόνα τοῦ Θεοῦ κτισθεὶς ἄνθρω‐ πος παρὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐκτίσθη. «Ποιήσωμεν» γὰρ, εἶπεν, ἵνα τὴν συνέρ‐ γειαν εἴπῃ, οὐχὶ, Ποιήσατε, ἵνα μὴ σὺ πάλιν ὑπουρ‐ | |
40 | γὸν καὶ λειτουργὸν εἴπῃς. | |
43 | Μακεδ. Τὸ Πνεῦμα τὸ ἅγιον συνεργὸν λέγεις Πατρὸς καὶ Υἱοῦ; Ἡ Γραφὴ δὲ καὶ τοὺς ἁγίους ἀπο‐ | |
45 | στόλους συνεργοὺς καλεῖ. Ὀρθ. «Ναὶ, εἰς τὴν σωτη‐ ρίαν τῶν σωζομένων,» οὐ μὴν εἰς τὴν δημιουρ‐ γίαν κτισμάτων. Οἱ μὲν οὖν ἀπόστολοι εἰς τὴν σωτηρίαν τῶν ἀνθρώπων συνεργοὶ, ἐπειδὴ τοῦ Πνεύ‐ ματος ἦσαν καὶ εἰσὶν ναός· αὐτὸ δὲ τὸ Πνεῦμα εἰς | |
28.1228(50) | δημιουργίαν. Μακεδ. Καὶ ἔχεις μοι δεῖξαι, ὅτε συνήργησεν εἰς τὴν δημιουργίαν τῶν ἀνθρώπων τὸ Πνεῦμα; Ὀρθ. Δέδεικται. Μακεδ. Πῶς; Ὀρθ. Ὅτι τὸν κτισθέντα ἄνθρωπον κατ’ εἰκόνα, μετὰ τῆς τοῦ | |
Πνεύματος συνεργείας ὁρῶμεν ὄντα. Μακεδ. Ἐγὼ | ||
28.1229 | πάντα ἄνθρωπον κατ’ εἰκόνα λέγω. Ὀρθ. Δυνάμει λέγεις, ἢ ἐνεργείᾳ; Μακεδ. Καὶ τί ἐστιν δυνάμει; καὶ τί ἐστιν ἐνεργείᾳ; Ὀρθ. Δυνάμει ἐστὶν, ὃ δύναται γενέσθαι· ἐνεργείᾳ δὲ ὁ ἐνεργῶν τὰ τῆς εἰκόνος | |
5 | κάλλη. Ὥσπερ τὸ βρέφος δυνάμει ἐστὶ ζῶον λογικὸν θνητόν· ἐνεργείᾳ δὲ γίνεται αὐξηθὲν, ὃ πρὸ τούτου τῇ δυνάμει· οὕτω καὶ κατ’ εἰκόνα Θεοῦ ἐστιν ἕκα‐ στος δυνάμει. Ἐὰν δὲ ἀπεκδύσηται τὴν νεκρότητα, ἣν ἐπενδύσατο διὰ τῆς παραβάσεως ὁ Ἀδὰμ, καὶ | |
10 | ἐνδύσηται τὸν καινὸν ἄνθρωπον τῆς ἀφθαρσίας, ὃν ἐκδυσάμενος Ἀδὰμ, γυμνὸς ηὑρέθη· τότε γίνεται ἐνεργείᾳ κατ’ εἰκόνα τοῦ κτίσαντος, οἷοι ἐγένοντο οἱ ἀπόστολοι, ὧν ἡ σκιὰ δυνάμεις ἀπετέλει. Μακεδ. Πρὸ τούτου οὖν οὐκ ἦσαν κατ’ εἰκόνα οἱ ἀπόστολοι; Ὀρθ. | |
15 | Μὴ τὸν ἔξω ἄνθρωπον, ὃν διαφθείρεσθαι εἶπεν ὁ Παῦ‐ λος, λέγεις τὸν κατ’ εἰκόνα, οὐχὶ δὲ τὸν ἔσω τὸν ἀνακαι‐ νούμενον; Μακεδ. Τὸν ἔσω λέγω, τὸν ἀνακαινούμενον· οὐδὲ γὰρ ἀνθρωπόμορφον λέγω τὸν Θεόν. Ὀρθ. Ὁ Θεὸς, οὗ ἐστιν εἰκὼν ὁ ἄνθρωπος, ἀόρατός ἐστιν; | |
20 | Μακεδ. Πάνυ. Ὀρθ. Ἀνάγκη οὖν τοῦ ἀοράτου Θεοῦ ἀόρατον εἶναι καὶ τὴν εἰκόνα, καὶ τῆς ἀοράτου εἰκόνος ἀόρατον τὸν κατ’ εἰκόνα ἄνθρωπον. Μακεδ. Ἐὰν δέξω‐ μαι, ὅτι ὁ κατ’ εἰκόνα γεγονὼς ἄνθρωπος ὁ ἐν τῷ κρυ‐ πτῷ ἐστιν, ἀλλ’ οὐ λέγω τὸ Πνεῦμα τὸ ἅγιον πεποιηκέ‐ | |
25 | ναι αὐτόν. Ὀρθ. Τίθῃ δὲ ὅλως, ὅτι ὁ Ἀδὰμ ἐν τῷ παρα‐ δείσῳ ἅγιος ἦν; Μακεδ. Ναί. Ὀρθ. Οὕτω κτισθεὶς, ἢ ἐξ ἀρετῆς γενόμενος τοιοῦτος; Μακεδ. Οὕτω κτισθείς. | |
31 | Ὀρθ. Συνέκτισεν ἄρα τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον τὸν ἄνθρωπον. Μακεδ. Οὐκ ἐδύ‐ νατο γὰρ αὐτὸν ὁ Υἱὸς ἅγιον κτίσαι; Ὀρθ. Καὶ πάνυ. Μακεδ. Τί οὖν λέγεις, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον αὐ‐ | |
35 | τὸν ἐποίησεν; Ὀρθ. Ὥσπερ ὁ Πατὴρ, δυνάμενος κτί‐ σαι τὸν ἄνθρωπον, μετὰ τοῦ Υἱοῦ κτίζει, ἵνα δειχθῇ τὸ ταυτὸν τῆς φύσεως· οὕτω καὶ ὁ Υἱὸς, δυνάμενος κτίσαι ἅγιον τὸν ἄνθρωπον, μετὰ τοῦ Πνεύματος κτί‐ ζει, ἵνα δειχθῇ τὸ γεγονὸς ἔργον Πατρὸς, καὶ Υἱοῦ, | |
40 | καὶ ἁγίου Πνεύματος. Οὕτως γοῦν καὶ πεπτωκότα τὸν ἄνθρωπον, καὶ παραβληθέντα τοῖς κτήνεσι τοῖς ἀνοήτοις, ἄνευ τοῦ Πνεύματος οὐκ ἀνεκαίνισεν· ἀλλὰ καθὼς ὁ Προφήτης λέγει· «Ἐξαπόστειλον τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον | |
45 | τῆς γῆς.» Μακεδ. Καὶ ἡμεῖς λέγομεν, ὅτι ἀνακαι‐ νισμὸς ἡμῶν διὰ τοῦ Πνεύματος γίνεται· Πνεῦμα γὰρ ἁγιωσύνης ἐστίν. Ὀρθ. «Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς.» Ἐπειδὴ δὲ οὐκ ἐν ἁπλότητι εἶπας, διὰ τοῦ Πνεύματος, ἀναγκαίως οὐ παρασιωπῶ. Εἰπὲ οὖν | |
28.1229(50) | μοι, ὁ ἀνακαινισμὸς ἡμῶν οὐ διὰ λουτροῦ τῆς πα‐ λιγγενεσίας γίνεται; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν βαπτιζόμεθα; εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; Μακεδ. Εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύ‐ | |
55 | ματος. Ὀρθ. Τί οὖν λέγεις τὸν ἀνακαινισμὸν ἡμῶν | |
28.1232 | διὰ Πνεύματος ἁγίου γίνεσθαι; οὐχὶ δὲ ἐκ Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος; Μακεδ. Οὐ γέγρα‐ πται, ὅτι κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινίσεως | |
5 | Πνεύματος ἁγίου;» Ὀρθ. Προλαβὼν εἶπον, ὅτι «τοῖς καθαροῖς πάντα καθαρά.» Παρ’ ἡμῖν γὰρ, κατὰ τὸν σκοπὸν τῆς Γραφῆς, τὸ «δι’ οὗ» ταυ‐ τόν ἐστι τῷ «ἐξ οὗ.» Ἀμέλει γοῦν λέγει ὁ ἅγιος Παῦλος· «Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινω‐ | |
10 | νίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ ἐνταῦθα γὰρ τὸ «δι’ οὗ» ἀντὶ τοῦ «ἐξ οὗ» κεῖται. Ὁμολόγει οὖν, ὅτι ἡ κτίσις ἡμῶν παρὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ἐγένετο. Οὐ γὰρ ἄλλος ἔκτισεν, καὶ ἄλλος ἀνεκαίνισεν· ἀλλ’ ὁ κτίσας Θεὸς μετὰ τοῦ Υἱοῦ καὶ | |
15 | Πνεύματος ἁγίου. Καὶ διὰ τοῦτο ἐν ἀρχῇ εἶπεν· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν,» ἵνα ἐκ τῆς συνεργείας τὸ ταυτὸν τῆς φύσεως δείξῃ. Μακεδ. Φανερώτερόν μοι δεῖξον, ὅτι τὸ Πνεῦμα | |
20 | τὸ ἅγιον κτίζει. Ὀρθ. Ἀρκεῖ μὲν καὶ τὰ προειρη‐ μένα τῷ νοῦν ἔχοντι πρὸς φανερὰν ἀπόδειξιν· ἐπειδὴ δὲ καὶ ἐκ τοῦ πλήθους τῶν μαρτυριῶν πιστωθῆναι θέ‐ λεις, ἄκουσον τοῦ Ἰὼβ λέγοντος· «Πνεῦμα θεῖον. τὸ ποιῆσάν με· πνοὴ δὲ παντοκράτορος ἡ διδά‐ | |
25 | σκουσά με.» Μακεδ. Ἐλιούδ ἐστιν ὁ λέγων, καὶ οὐκ εἶπεν ἁπλῶς, «Τὸ ποιῆσάν με,» ἀλλὰ λέγει οὕτω· «Καθαρά μου ἡ καρδία ῥήμασιν, σύνεσις δὲ χει‐ λέων μου καθαρὰ νοήσει· Πνεῦμα θεῖον τὸ ποιῆσάν με καθαρὰ νοήσει.»—«Πνεῦμα θεῖον τὸ ποιῆσάν με.» | |
30 | τουτέστι, τὸ ποιῆσάν με καθαρὰ νοῆσαι. Ὀρθ. Ὁμο‐ λογεῖς δὲ ὅλως θεῖον τὸ Πνεῦμα. Μακεδ. Μὴ γὰρ ὁ Ἰὼβ αὐτὸ εἶπεν· ἀλλ’ ὁ Ἐλιοὺδ, ὃν ἐμέμψατο ὁ Θεός. Ὀρθ. Μὴ γὰρ ἐμέμψατο αὐτὸν, διατί εἶπεν τὸ Πνεῦμα θεῖον; Μακεδ. Ὅμως ἐμέμψατο αὐτὸν ὁ | |
35 | Θεός. Ὀρθ. Ἐὰν οὖν ἀκούσῃς καὶ τοῦ Ἰὼβ λέγοντος· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικεν, καὶ ὁ παντο‐ κράτωρ ὁ πικράνας μου τὴν ψυχήν. Ἦ μὴν ἔτι τῆς πνοῆς μοι ἐνούσης· Πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν,» τί ἔχεις εἰπεῖν καὶ περὶ τοῦ Ἰώβ; Μακεδ. | |
40 | Καὶ λέγω θεῖον τὸ Πνεῦμα, οὐ μὴν Θεόν. Ὀρθ. Τὸ δὲ θεῖον Πνεῦμα τί ἄλλο ἐστὶν ἢ Θεός; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκοῦν εἰπὲ, εἴ τινα τῶν ἁγίων δυ‐ νάμεων θεῖον εἶπεν ἡ Γραφή. Ἀνάγνωθι τὴν Πα‐ λαιὰν πᾶσαν Διαθήκην καὶ τὴν Καινὴν, εἰ εὑρέθη τις | |
45 | τῶν ἁγίων ἀγγέλων θεῖον λεγόμενος Πνεῦμα. Μακεδ. Οὐδὲν γὰρ τῶν ἄλλων πνευμάτων τοιοῦτό ἐστι Πνεῦμα· μοναδικὸν γάρ ἐστι. Ὀρθ. Ὁμολογεῖται οὖν καὶ παρὰ σοῦ, μὴ εἶναι ἐν τοῖς κτίσμασι Πνεῦμα τοιοῦτο. Μακεδ. Ὁμολογεῖται. Ὀρθ. Ἴδωμεν οὖν | |
28.1232(50) | λοιπὸν, εἰ οὐκ ἔχει μετὰ Πατρὸς καὶ Υἱοῦ τὴν κατὰ φύσιν κοινωνίαν. Μακεδ. Τοῦτο ἐὰν δειχθῇ, ἐδείχθη καὶ Θεός. Ὀρθ. Τέως Πνεῦμα θεῖον ἐδείχθη. Μακεδ. Ἀλλ’ οὐ Θεός. Ὀρθ. Ἐὰν ἀκούσωμεν Παύλου τοῦ ἀποστόλου λέγοντος, τὸν Θεὸν μηδὲν ἄλλο εἶναι ἢ θεῖον, | |
55 | ἀνάγκη συνθέσθαι τὸ θεῖον εἶναι Θεόν. Μακεδ. Οὐ | |
28.1233 | πάντως. Οὐδὲ γὰρ ἐπειδὴ ὁ Θεὸς Πνεῦμα, καὶ τὸ θεῖον Πνεῦμα Θεός. Ποῦ δὲ γέγραπται, ὁ Θεὸς θεῖον; Ὀρθ. Ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει Παῦλος οὕτως· «Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, | |
5 | οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ, χαρά‐ γματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπων, τὸ θεῖον εἶναι ὅμοιον.» | |
10 | Μακεδ. Φθάσας εἶπον, ὅτι κἂν θῶ, ὅτι ὁ Θεὸς Πνεῦμά ἐστιν, οὐ πάντως καὶ τὸ θεῖον Πνεῦμα Θεός. Ὀρθ. Εἰ οὐδὲν τῶν κτισμάτων Πνεῦμα θεῖον, οὐδὲν Πνεῦμα ἁγιωσύνης, κοινὰ δὲ ταῦτα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος· τῆς αὐτῆς ἄρα φύσεως | |
15 | Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Μακεδ. Δεῖξον οὖν, ὅτι, ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, ὁμοίως δὲ καὶ ὁ Υἱὸς, οὕτω καὶ τὸ Πνεῦμα ζωοποιεῖ. Ὀρθ. Λέγει Παῦλος· «Ὑμεῖς δὲ οὐκέτ’ ἐστὲ ἐν σαρκὶ, εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. | |
20 | Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νε‐ κρὸν δι’ ἁμαρτίαν, τὸ δὲ Πνεῦμα ζωὴ διὰ δικαιοσύ‐ νην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν Χριστὸν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιή‐ | |
25 | σει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Μακεδ. Οὕτως οὐ γέ‐ γραπται, διὰ τοῦ ἐνοικοῦντος, ἀλλὰ τὸ ἐνοικοῦν. Ὀρθ. Ἐὰν δειχθῇ, ὅτι «διὰ τοῦ ἐνοικοῦντος» γέ‐ γραπται, πείθῃ, ὅτι τῆς αὐτῆς ἐστι φύσεως τὸ | |
30 | Πνεῦμα Πατρὶ καὶ Υἱῷ; Μακεδ. Ἐὰν οὖν που ἓν ἢ δεύτερον ἀντίγραφον εὑρεθῇ ἐσφαλμένον παρ’ ὑμῖν, ἐκ τούτου ἔχεις με πεῖσαι; Ὀρθ. Ἔχομεν δεῖξαι, ὅτι ἐν ὅλοις τοῖς ἀρχαίοις ἀντιγράφοις οὕτω γέγρα‐ πται. Ἐπεὶ δὲ νομίζεις τοῦτο ἀντιλεγόμενον εἶναι, | |
35 | πληροφορήθητι καὶ ἐξ ἄλλης γραφικῆς ἀποδείξεως. Μακεδ. Εἰπέ· τοῦτο γὰρ ἀντιλέγεται. Ὀρθ. Λέγει ὁ αὐτὸς ὁ ἅγιος Παῦλος· «Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ’ ἑαυτῶν λογίσασθαί τι, ὡς ἐξ ἑαυτῶν, ἀλλ’ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ· ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους | |
40 | Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ Πνεύματος. Τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Μακεδ. Ζωοποιεῖν λέγεται τὸ ἀπὸ ἁμαρτιῶν ἄγειν εἰς δικαιοσύνην. Οὐ μὴν ἐγείρει νεκροὺς, ὡς ὁ Χρι‐ στὸς ἤγειρεν. Ὀρθ. Παῦλος ὁ ἀπόστολος ἤγειρε τὸν | |
45 | Εὔτυχον ἀποθανόντα, ἢ οὔ; Μακεδ. Ἀλλ’ οὐκ ἦν Παῦλος ὁ ἀναστήσας, ἀλλ’ ὁ ἐν Παύλῳ λαλήσας Χρι‐ στός. Ὀρθ. Καίτοιγε Παῦλος λέγει, ὅτι «Χριστὸς ἐν δυνάμει Πνεύματος ἁγίου πεποίηκεν ἐν ἐμοὶ τὰ ση‐ μεῖα.» Λέγει γὰρ οὕτως, ὅτι «Οὐ τολμῶ τι ἐγὼ λέ‐ | |
28.1233(50) | γειν ὧν οὐ κατειργάσατο Χριστὸς δι’ ἐμοῦ λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Μακεδ. Οὐκ ἐδύνατο γὰρ ὁ Χριστὸς ἄνευ τοῦ Πνεύματος τοῦ | |
ἁγίου ποιῆσαι τὰ σημεῖα καὶ τὰ τέρατα; Ὀρθ. Οὐκ | ||
28.1236 | ἐδύνατο γὰρ ὁ Πατὴρ ἄνευ τοῦ Υἱοῦ ποιῆσαι τὰ πάντα; Μακεδ. Ναί· ἀλλ’ ἵνα καὶ Υἱὸς δημιουργὸς δειχθῇ. Ὀρθ. Τῷ αὐτῷ λόγῳ, δυνάμενος καὶ ὁ Υἱὸς ποιῆσαι τὰ σημεῖα καὶ τὰ τέρατα, ποιεῖ ἐν τῷ | |
5 | Πνεύματι, ἵνα δειχθῇ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὰ αὐτὰ ποιοῦν τῷ Πατρὶ καὶ τῷ Υἱῷ. | |
9 | Μακεδ. Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν Θεὸν τὸ | |
10 | Πνεῦμα. Ὀρθ. Λέγεις τὰς θείας Γραφὰς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου εἰρῆσθαι διὰ τῶν προφη‐ τῶν καὶ τῶν ἀποστόλων, ἢ οὔ; Μακεδ. Ναί. Ὀρθ. Θεὸς ἄρα τὸ ἐμπνεῦσαν αὐτοὺς Πνεῦμα. Μακεδ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Εἰ αἱ πνευσθεῖσαι Γραφαὶ | |
15 | παρ’ αὐτοῦ θεόπνευστοί εἰσιν, τί ἂν ἄλλο εἴη τὸ Πνεῦμα ἢ Θεός; Μακεδ. Τὴν τοῦ Θεοῦ διδασκαλίαν διηκόνησεν ἡμῖν, καὶ διὰ τοῦτο αὐτὴ ἡ διδασκαλία θεόπνευστος λέγεται. Ὀρθ. Ἐπειδὴ καὶ ὁ ἁγιασμὸς, ὃν ἁγιάζει καὶ ἡμᾶς τὸ Πνεῦμα, Θεοῦ ἐστιν ἁγια‐ | |
20 | σμὸς, οὐκ ἔστιν αὐτοῦ τοῦ Πνεύματος ὁ ἁγιασμός; Μακεδ. Ναὶ, καὶ αὐτοῦ τοῦ Πνεύματός ἐστιν ὁ ἁγια‐ σμός. Ὀρθ. Ὥσπερ οὖν ὁ ἁγιασμὸς Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός ἐστιν, οὕτως καὶ ἡ θεία Γραφή. Ἡ τοίνυν διδασκαλία Πατρὸς, καὶ Υἱοῦ, καὶ | |
25 | ἁγίου Πνεύματός ἐστιν. Θεόπνευστος δὲ ἡ Γραφὴ ὁμο‐ λογεῖται παρὰ τῷ ἁγίῳ Παύλῳ· Θεὸς ἄρα Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Διὸ καὶ εἴρηται παρὰ τοῖς προφήταις· «Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ.» Μακεδ. Πᾶς ὁ μαθὼν παρὰ τοῦ Πατρὸς διδακτὸς | |
30 | Θεοῦ ἀκούει. Ὀρθ. Ὥσπερ ὁ ἁγιαζόμενος παρὰ τοῦ Πατρὸς καὶ Υἱοῦ, ἁγιάζεται ὁμοίως καὶ παρὰ τοῦ Πνεύματος· οὕτως ὁ μαθὼν παρὰ Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος μανθάνει· ἀμέλει τοῦ Χριστοῦ εἰρηκότος, ὅτι «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦν‐ | |
35 | τες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν,» ὁ ἅγιος Παῦλος λέγει· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Ἀκούεις, ὅτι ἃ λαλεῖ τὸ Πνεῦμα, Χριστοῦ διδασκαλία ἐστίν· καὶ ἃ λαλεῖ Χριστὸς καὶ τὸ Πνεῦμα, Πατρὸς διδα‐ | |
40 | σκαλία ἐστίν. Εἰ δὲ τοῦτο, ἄρα ἃ λαλεῖ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, θεόπνευστος Γραφή ἐστιν. Μακεδ. Ὅταν οὖν λέγῃ ὁ Πατήρ· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα·» Πατὴρ, | |
45 | καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα τοῦτο λέγει. Ὀρθ. Εἰσὶ φωναὶ ἴδιαι τοῦ Πατρὸς, καὶ εἰσὶ φωναὶ ἴδιαι τοῦ Υἱοῦ, καὶ εἰσὶ φωναὶ ἴδιαι τοῦ Πνεύματος· καὶ εἰσὶ κοιναὶ Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὅταν οὖν λέγῃ ὁ Πατὴρ, ὡς προλαβὼν εἴρηκας, «Οὗ‐ | |
28.1236(50) | τός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα,» αὐτοῦ τοῦ Πατρός ἐστι φωνή. Καὶ ὁμοίως ὅταν λέγῃ, «Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησεν ἡ | |
ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν·» καὶ | ||
28.1237 | ὅσαι τοιαῦται, αὐτοῦ τοῦ Πατρός εἰσιν ἴδιαι. Ὅταν δὲ λέγῃ ὁ Υἱὸς, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου,» καὶ ὅσαι τοιαῦται, τοῦ Χριστοῦ εἰσι φωναί. Οὕτω καὶ τοῦ Πνεύματος ἴδιαί εἰσι φωναί· ὡς ὅταν | |
5 | λέγῃ ὁ Ἄγαβος· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα τοῦτον, οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν.» Πᾶσαι δὲ αὗται, θεόπνευστοι λέγονται, διὰ τὸ καὶ τὰς τοῦ Πατρὸς Θεοῦ εἶναι φωνὰς, καὶ τὰς τοῦ Υἱοῦ Θεοῦ εἶναι φωνὰς, καὶ τὰς τοῦ Πνεύ‐ | |
10 | ματος Θεοῦ εἶναι φωνάς. Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκοῦν εἰπὲ τὰς μὲν εἶναι θεοπνεύστους (τὰς δὲ οὔ)· καὶ μέμψαι τῷ ἁγίῳ Παύλῳ γράψαντι θεο‐ πνεύστους τὰς πάσας Γραφάς. Μακεδ. Ἦ οὖν, ἐπειδή τινα ῥήματα τῶν ἁγίων εἰσὶν ἐν αὐταῖς καὶ τῶν | |
15 | ἀσεβῶν καὶ ἁμαρτωλῶν ἀνθρώπων, διὰ τοῦτο καὶ οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ θεοί εἰσιν; Ὀρθ. Ἀλλὰ καὶ τὰς τοῦ Πατρὸς φωνὰς καὶ τὰς τοῦ Υἱοῦ καὶ τὰς τῶν ἁγίων, καὶ τὰς τῶν ἀσεβῶν καὶ ἁμαρτωλῶν, τὸ Πνεῦμα διὰ τῶν προφητῶν καὶ ἀποστόλων ἔγραψεν. | |
20 | Οὐ γὰρ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός. Μακεδ. Δεῖξόν μοι, ποῦ φανερῶς Θεὸς εἴρηται τὸ Πνεῦμα τὸ ἅγιον. Ὀρθ. Ὁμολογεῖς ναὸς εἶναι τοῦ Θεοῦ, ἢ οὔ; Μακεδ. Ναί. Καὶ γὰρ εἴρηται παρὰ τοῦ ἁγίου | |
25 | Παύλου· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ;» Ὀρθ. Πᾶς δὲ ναὸς, Θεοῦ ναός ἐστι· Θεὸς ἄρα τὸ Πνεῦμα. Μακεδ. Οὐ λέγω Θεὸν τὸ Πνεῦμα. Ὀρθ. Οὐκοῦν οὐδὲ σὺ ναός. Μακεδ. Τοῦ Θεοῦ ναός εἰμι. | |
30 | Ὀρθ. Τοῦ Πνεύματος οὔ; Μακεδ. Ναὶ καὶ τοῦ Πνεύματος. Ὀρθ. Ἄρα καὶ Πνεῦμα Θεός. Μακεδ. Ἐπειδὴ καὶ ἄγγελοι ᾤκησαν ἐν τοῖς ἁγίοις, ὥσπερ ὁ προφήτης λέγει· «Τάδε λέγει ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί·» διὰ τοῦτο καὶ τοὺς ἀγγέλους θεοὺς | |
35 | λέγω; Ὀρθ. Οὐκ ἔχεις μὲν δεῖξαι, ὅτι εἷς ἦν τῶν γενητῶν ἀγγέλων ὁ λαλῶν ἐν τῷ προφήτῃ. Προαπο‐ δέδεικται γὰρ, ὅτι καὶ ὁ Υἱὸς ἄγγελος, καὶ τὸ Πνεῦ‐ μα. Κἂν δοθῇ σοι ἕνα τῶν γενητῶν ἀγγέλων λαλεῖν ἐν τῷ προφήτῃ, ἀλλ’ οὐχὶ καὶ ναὸς τοῦ ἀγγέλου | |
40 | ὁ προφήτης. Πᾶς γὰρ ναὸς, Θεοῦ ναός. Ἐπειδὴ εἰπὲ, ποῦ τῆς Γραφῆς εἴρηται ναὸς ὁ προφήτης ἢ ὁ ἀπό‐ στολος, ἢ καθόλου ἄνθρωπος, ἀγγέλου, ἤ τινος κτί‐ σματος. Μακεδ. Θεὸς οὖν τὸ Πνεῦμα; Ὀρθ. Ἐὰν θέλῃς, κἂν μὴ θέλῃς. Μακεδ. Τρεῖς οὖν θεοί. | |
45 | Ὀρθ. Θεὸς ὁ Πατήρ; Μακεδ. Ναί. Ὀρθ. Καὶ ὁ Υἱός; Μακεδ. Ναί. Ὀρθ. Δύο οὖν θεοί; Μακεδ. Οὔ. Ὀρθ. Οὕτως οὐδὲ τρεῖς; Μακεδ. Ἀλλ’ εἷς καὶ εἷς. Ὀρθ. Εἰ τὸ εἷς καὶ εἷς οὐκ εἰσὶ δύο, οὐδὲ τὸ εἷς καὶ εἷς καὶ εἷς, τρεῖς. Μακεδ. Οὐκ ἔστιν οὖν εἷς Θεὸς, ἐξ οὗ | |
28.1237(50) | τὰ πάντα, καὶ εἷς Κύριος, δι’ οὗ τὰ πάντα; Ὀρθ. Εἰπὲ καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. Μακεδ. Ποῦ τοῦτο γέγραπται; Ὀρθ. Παρὰ τῷ Δαβίδ· «Τῷ Λόγῳ | |
Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι | ||
28.1240 | τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Μακεδ. Ἀλλὰ τὸ Πνεῦμα τοῦ στόματος οὐκ ἔστι τὸ ἅγιον Πνεῦμα. Ὀρθ. Οὐκοῦν οὐδὲ ὁ Λόγος Υἱός. Μακεδ. Ἐνταῦθα οὐ τὸν ἐνυπόστατον Λόγον λέγει, οὐδὲ τὸ | |
5 | ἐνυπόστατον Πνεῦμα. Ὀρθ. Ἵνα σοι καὶ δοθῇ λό‐ γον ἔχειν προφορικὸν τὸν Θεὸν, εἰπὲ ἡμῖν, ὁ ἐνυπό‐ στατος Λόγος ἐστὶν ὁ τὸν οὐρανὸν στερεώσας, ἢ ὁ προφορικός; Μακεδ. Τὸν προφορικὸν λέγω, τὴν ἐν‐ τολὴν αὐτοῦ· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν· | |
10 | αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Εἶπε δὲ καὶ ἐνετείλατο τῷ Υἱῷ, ἐνυποστάτῳ Λόγῳ· ὁ δὲ τὴν ἐν‐ τολὴν λαβὼν Υἱὸς ἔκτισεν. | |
15 | Ὀρθ. Οὐκέτι οὖν τῷ λόγῳ αὐτοῦ ἐστερεώθη‐ σαν, ἀλλὰ τῇ τοῦ Υἱοῦ ἐνεργείᾳ. Καὶ ψεῦδος τὸ λέ‐ γειν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.» Οὐ γὰρ ἔσχεν ὁ Λόγος σύνδρομον τὴν δύναμιν, ἀλλ’ ἐνέμεινεν τὴν τοῦ Υἱοῦ ἐνέργειαν. Καὶ εἰς ὅσην | |
20 | ἀτοπίαν ἐκπίπτει σου ὁ λόγος, ἀγνοεῖς; Εἰπὲ γὰρ ἡμῖν, πολυμαθὲς, ἆρα ὁ Υἱὸς ἀκούσας παρὰ τοῦ Πατρὸς, κινήσας ἑαυτοῦ τὴν οὐσίαν τέχνῃ τινὶ καὶ μεθόδῳ ἐστερέωσε τὸν οὐρανὸν, ἢ λόγῳ αὐτὸν ὑπ‐ εστήσατο; Μακεδ. Ὁ μὲν τοῦ Λόγου λόγος σύνδρο‐ | |
25 | μον ἔσχε τὴν δύναμιν· ὁ δὲ τοῦ Πατρὸς λόγος ἐξεδέ‐ ξατο τὸν τοῦ Χριστοῦ λόγον. Οὐκ αὐτῷ οὖν ὁ Πατὴρ ἐνετείλατο ποιῆσαι τὰ πάντα; Ὀρθ. Τοῦτο οὐ γέγραπται, ἀλλ’ ὅτι ὁ Πατὴρ τοῦ Λόγου ὄντως πάντα ἐποίησεν. Μακεδ. Εἰ Πατὴρ ἐποίει, πῶς διὰ τοῦ Υἱοῦ | |
30 | ποιεῖ; Ὀρθ. Ὡς τὸ φῶς διὰ τοῦ ἀπαυγάσματος φω‐ τίζει, οὕτως ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ κτίζει· καὶ ὡς νοῦς διὰ τοῦ λόγου διδάσκει, οὕτως καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ κτίζει. Μακεδ. Μὴ διὰ τοῦ Πνεύματος; Ὀρθ. Διὰ τοῦ Λόγου κτίζει, καὶ διὰ τοῦ Πνεύματος | |
35 | ἁγιάζει. Μακεδ. Τοῦτο δέχομαι. Ὀρθ. Τοῦτο οὖν ἐστι· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Μακεδ. Ἀλλ’ ὁ μὲν Υἱὸς κτίζει, τὸ δὲ Πνεῦμα ἁγιάζει, καὶ οὐ κτίζει. Ὀρθ. Ὁ συνετὸς | |
40 | ἀκούων οἶδεν, ὅτι καὶ τὸ ἁγιάζειν κτίζειν ἐστίν. Ὅταν ἀκούσωμεν, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς,» τί ἄλλο νοοῦμεν ἢ τὸ, Καρδίαν καθαρὰν ἁγίασον ἐν ἐμοὶ, ὁ Θεός; Ἐπειδὴ δὲ σὺ βούλει συν‐ ουσιᾶσθαι τὸν ἁγιασμὸν τοῖς οὐρανοῖς, εἰπὲ, τί μεῖ‐ | |
45 | ζόν ἐστι, κτίζειν ἢ ἁγιάζειν; Μακεδ. Τὸ κτίζειν, ἔρ‐ γον Θεοῦ ἐστιν. Ὀρθ. Ἔργον μὲν Θεοῦ ἐστι τὸ κτίζειν, οὐ μὴν μεῖζον τοῦ ἁγιάζειν ἐστίν. Καὶ γὰρ καὶ αὐτὸ τὸ ἁγιάζειν, ἔργον Θεοῦ ἐστιν. Γέγραπται γάρ· «Πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου.» Ὅτι δὲ τὸ | |
28.1240(50) | ἁγιάζειν μεῖζόν ἐστι τοῦ κτίζειν, ἐκ τοῦ ἀποτελέσμα‐ τος γνῶθι, ὅταν τις ἀπολέσῃ τὸν ἁγιασμόν. Ἀκούει ὁ ἄθλιος Ἰούδας· «Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Μακεδ. Καλὸν μὲν ἦν αὐτῷ, εἰ | |
οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Ἀλλ’ ὁ κτίζων | ||
28.1241 | καὶ δημιουργῶν τὰ μὴ ὄντα ὡς ὄντα, μόνος ἐστὶ Θεός. Ὀρθ. Δέδεικται μὲν, ὅτι τὸ, «Ποιήσωμεν ἄν‐ θρωπον,» ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέλεκται· καὶ τὸ, «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐ‐ | |
5 | τὸν,» ὁμοίως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ‐ ματος εἴρηται. Ἵνα δὲ μὴ περιέλκηται ὁ λόγος, ἄκου‐ σον τοῦ Εὐαγγελίου λέγοντος, ὅτι τὸν ναὸν τοῦ σώ‐ ματος τοῦ Χριστοῦ, τὸ Πνεῦμα τὸ ἅγιον ἔκτισε. Μακεδ. Εἰπὲ ποῦ; Ὀρθ. «Τοῦ Ἰησοῦ ἡ γένεσις | |
10 | οὕτως ἦν· μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Μακεδ. Ὁ Υἱὸς οὖν ἐστιν ὁ Ἰησοῦς τοῦ Πνεύματος. Ὀρθ. Ἡ γένεσις, εἶπεν, οὐχὶ ἡ γέννησις· ἓν λέγει, οὐχὶ δύο. Μακεδ. | |
15 | Ἀλλ’ ὁ ἄγγελος εἶπε· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὀρθ. Πρῶτον γένεσιν ἄκου‐ σον τοῦ ναοῦ, καὶ τότε γέννησιν. Καὶ γὰρ καὶ οἱ ἄνθρωποι πρῶτον γιγνόμεθα δημιουργικῶς, εἶθ’ οὕ‐ τως γεννώμεθα καταχρηστικῶς· «Υἱοὺς» γὰρ «ἐγέν‐ | |
20 | νησα, καὶ ὕψωσα,» γέγραπται, οὐ φυσικῶς δηλον‐ ότι, ἀλλὰ καταχρηστικῶς. Μακεδ. Πῶς εἶπεν ὁ Σο‐ λομών· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ. Τοῦτο γάρ ἐστιν ὃ λέγω, ὅτι πάντα τὰ ἔργα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματός | |
25 | ἐστι· καὶ διὰ τοῦτο ποτὲ τοῦ Πατρὸς λέγεται, ποτὲ τοῦ Υἱοῦ, ποτὲ τοῦ ἁγίου Πνεύματος. Ἀμέλει λέγει Παῦλος ὁ ἅγιος ἀπόστολος· «Ὅτε δὲ ηὐδόκησεν ὁ Θεὸς, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκα‐ λύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοί·» καὶ πάλιν ὁ αὐτὸς | |
30 | λέγει· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπό‐ στολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ.» Μακεδ. Τί τοῦτο ποιεῖ; Ὀρθ. Βούλομαί σοι δεῖξαι, ὅτι ποτὲ ἑαυτὸν ἀφόρισμα λέγει τοῦ Πατρὸς, ποτὲ τοῦ Υἱοῦ. Μακεδ. Μὴ καὶ τοῦ Πνεύματος; Ὀρθ. Μάθε οὖν, | |
35 | ὅτι καὶ τὸ Πνεῦμα αὐτὸν ἀφώρισεν, ὡς ἤδη προ‐ είρηται. Γέγραπται δὲ οὕτως ἐν ταῖς. Πράξεσι τῶν ἀποστόλων· «Εἶπε δὲ τὸ Πνεῦμα αὐτοῖς· Ἀφορίσατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς.» Μακεδ. Κἀγὼ λέγω, οὓς | |
40 | καλεῖ ὁ Πατὴρ, τούτους καλεῖ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα· καὶ οὓς ἁγιάζει ὁ Πατὴρ, τούτους ἁγιάζει καὶ τὸ Πνεῦμα, ἀλλ’ οὐ κτίζει τὸ Πνεῦμα. Ὀρθ. Δέ‐ δεικται, ὅτι κτίζει τὸ Πνεῦμα. Ηὑρέθη γὰρ ἡ ἁγία Μαρία ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Μακεδ. | |
45 | Οὐκ εἶπεν, ἐν γαστρὶ ἔχουσα κτίσαντος τοῦ Πνεύ‐ ματος τοῦ ἁγίου· ἀλλ’ ἁπλῶς εἴρηται· «Ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ὀρθ. Τὸ οὖν, «ἐκ Πνεύματος ἁγίου,» τί ἄλλο ἡγῇ πλὴν τοῦ κτί‐ σαι; Μακεδ. Ἐγὼ τὴν οἰκονομίαν λέγω τοῦ Πνεύ‐ | |
28.1241(50) | ματος ἐνταῦθα σημαίνεσθαι. Ὀρθ. Μὴ οὖν θέλεις εἰπεῖν τὸ Κυριακὸν σῶμα κτίσμα; Μακεδ. Κτίσμα μὲν λέγω τὸ σῶμα, ἀλλ’ οὐ τοῦ Πνεύματος αὐτὸ λέγω | |
κτίσμα, ἀλλὰ τοῦ Χριστοῦ. Ὀρθ. Ἀλλ’ ἡ Γραφὴ | ||
28.1244 | εἶπεν·» Ηὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Μακεδ. Αὐτῇ τῇ λέξει εἰπέ μοι, ποῦ γέγρα‐ πται, ὅτι τι ἔκτισε τὸ Πνεῦμα. Ὀρθ. Ἀρκεῖ μὲν τοῖς | |
5 | εὐγνωμόνως ἀκούουσι καὶ τὰ προειρημένα· ἐπειδὴ δὲ σκοπὸς ἡμῖν ἐστιν ὠφελῆσαι καὶ τοὺς ἀγνώ‐ μονας, ἄκουε καὶ τοῦ Πνεύματος λέγοντος· «Ἑτοι‐ μάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραὴλ, ὅτι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ | |
10 | ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Μακεδ. Ὁ Πατήρ ἐστιν ὁ λέγων. Ὀρθ. Εἰ ὁ Πατὴρ ἔλεγεν, εἶχεν ἂν εἰπεῖν, Ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστόν μου· καὶ οὐκ ἂν εἶπεν, τὸν Χριστὸν αὐτοῦ. Ἐπεὶ εἰπέ μοι, εἰ ἄλλου Θεοῦ ἐστι παρὰ τὸν Πα‐ | |
15 | τέρα ὁ Χριστός. Μακεδ. Ἄλλος μὲν Θεὸς παρὰ τὸν Χριστοῦ Πατέρα οὔτε ἦν, οὔτε ἐστὶν, οὔτε ἔσται· ὁ προφήτης δέ ἐστιν ὁ λέγων· «Ἑτοιμάζου τοῦ ἐπι‐ καλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ·» οὐ κεῖται δὲ τὸ, «Ἰδοὺ ἐγὼ,» ἀλλ’ «Ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων | |
20 | πνεῦμα, ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐ‐ τοῦ·» αὐτὸς ὁ Θεός. Ὀρθ. Πάντα ὑμῖν ἔξεστιν, ἀλλ’ οὐ πάντα συμφέρει. Ὑμεῖς γάρ ἐστε οἳ καὶ τὴν πρὸς Ἑβραίους τοῦ ἁγίου Παύλου παραγραφόμενοι, καὶ τὴν πρὸς Ῥωμαίους παραχαράττοντες, ἐν τῷ | |
25 | λέγειν, οὐ γέγραπται, «Διὰ τοῦ ἐνοικοῦντος Πνεύ‐ ματος ἐν ὑμῖν,» ἀλλὰ, «διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα.» Ἰδοὺ δὴ καὶ τὸν προφήτην ἐπιχειρεῖς πα‐ ραχαράττειν. Ἀλλ’ οὐδείς σοι συγχωρεῖ. Ἐὰν οὖν προκομίσωμεν τὸ προφητικὸν, καὶ δείξωμεν, ὅτι τὸ | |
30 | «Ἰδοὺ ἐγὼ» γέγραπται, πείθῃ, ὅτι κτίζει τὸ Πνεῦ‐ μα; Μακεδ. Οἶδα, ὅτι ἐν ἐνίοις τῶν ἀντιγράφων γέ‐ γραπται τὸ, «Ἰδοὺ ἐγώ.» Ἀλλ’ ἐγὼ λέγω ἐσφαλμένα εἶναι τὰ ἀντίγραφα. Οὐ γὰρ ἔχει ἀκολουθίαν λέγειν, τὸ Πνεῦμά ἐστι τὸ λέγον, ὅτι «Ἰδοὺ ἐγὼ στερεῶν | |
35 | βροντὴν, καὶ κτίζων πνεῦμα.» Ὀρθ. Καίτοιγε ἡ μεγίστη ἀκολουθία τοῦ ῥητοῦ αὕτη, καὶ ἄλλως ἐξ‐ ομαλισθῆναι οὐ δύναται ἢ οὕτως. Τὸ γὰρ Πνεῦμά ἐστι τὸ λέγον· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ. Ὅτι ἰδοὺ ἐγὼ τὸ Πνεῦμα, στερεῶν βροντὴν, καὶ | |
40 | κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ,» δηλονότι τοῦ Θεοῦ. Μακεδ. Ποῖον πνεῦμα κτίζει; Ὀρθ. Εἰ μὲν κατὰ τὸ ῥητὸν, τὸ ἑπόμε‐ νον τῇ βροντῇ· εἰ δὲ κατὰ διάνοιαν, ὃ εἶπεν ὁ ἅγιος Παῦλος «τηρηθῆναι ἄμεμπτον μετὰ τῆς ψυχῆς, καὶ | |
45 | τοῦ σώματος, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Καὶ γὰρ τὴν ἐστερεωμένην βροντὴν τὸ βάπτισμα δεῖ νοεῖν, πρότερον ὂν παρὰ Ἰουδαίοις χαῦνον καὶ ὑδατῶδες· ὥστε λέγειν τὸν ἅγιον Ἰωάν‐ νην· «Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετά‐ | |
28.1244(50) | νοιαν· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, ὃς ὑμᾶς βα‐ πτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί.» Ἐπειδὴ οὖν αὐτὸ τὸ βάπτισμα τῇ τοῦ Πνεύματος παρουσίᾳ στε‐ ρεοῦται, καλῶς εἴρηται, ὅτι «Ἰδοὺ ἐγὼ» τὸ Πνεῦμα | |
«στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα,» τὸ ἐν | ||
28.1245 | ἑκάστῳ ἡμῶν, ὃ καὶ καρδίαν ἐκάλεσεν ὁ Δαβὶδ, λέ‐ γων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» | |
6 | Μακεδ. Καὶ βροντὴν λέγεις τὸ βάπτισμα. Ὀρθ. Συμβολικῶς καὶ πάνυ. Ὡς γὰρ ὅταν ἀκούω, «Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,» οὐκ ἄμπελον σωματικὴν περιβλέπομαι, ἀλλὰ τὸν ναὸν νοῶ· οὕτως | |
10 | καὶ βροντὴν τὸ βάπτισμα νοῶ. Καὶ γὰρ τοὺς μαθητὰς αὐτοῦ υἱοὺς βροντῆς ἐκάλεσεν ὁ Χριστὸς, τουτέστι βαπτίσματος υἱούς. Ἐπειδὴ γὰρ ἡ βροντὴ συνίσταται ἐξ ὕδατος καὶ πνεύματος, τοῦτο δέ ἐστιν ἡ τοῦ ἁγίου βαπτίσματος μυσταγωγία, συμβολικῶς τὸ βάπτισμα | |
15 | βροντὴν καλεῖ ἐστερεωμένην ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ἀμέλει ὁ Ἀπόστολος, ὡς ἐν ταῖς Πρά‐ ξεσιν εἴρηται, ἐλθὼν καὶ εὑρών τινας βαπτισθέντας, ἠρώτησεν αὐτοὺς λέγων· «Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες;» Ἐκείνων δὲ εἰρηκότων, «Ἀλλ’ οὐδὲ | |
20 | εἰ Πνεῦμα ἅγιόν ἐστιν ἠκούσαμεν,» εἶπεν· «Εἰς τί οὖν ἐβαπτίσθητε;» ὡς τοῦ στερεώματος οὐκ ὄντος ἐν τῷ βαπτίσματι, μὴ παρόντος τοῦ Πνεύματος. Στερεοῖ οὖν βροντὴν τὸ βάπτισμα, καὶ κτίζει τὸ πνεῦμα, τουτέστι τὰς καρδίας ἡμῶν, αὐτὸ τὸ ἅγιον | |
25 | Πνεῦμα τὸ λέγον διὰ τοῦ προφήτου· «Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου, Ἰσραήλ· διότι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλ‐ λων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ.» Μακεδ. Καὶ τὸ ἑξῆς ἑρμήνευσον, καὶ οὕτως ἐξομάλισον. | |
30 | Ὀρθ. «Ποιῶν ὄρθρον καὶ ὀμίχλην, ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς.» Μακεδ. Τί οὖν λέγεις τὸν ὄρθρον, καὶ τὴν ὀμίχλην, καὶ τὰ ὑψηλὰ τῆς γῆς; Ὀρθ. Κατὰ διάνοιαν ὄρθρον λέγω τὴν ἀνάστασιν. Τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης ἀνατολὴ, νοεῖται ἡ ἀνάστασις. Ὀμί‐ | |
35 | χλη δὲ ἡ μὴ συγχωροῦσα πᾶσι τηλαυγῶς αὐτὸν ὁρᾷν. Ηὑρέθη γὰρ ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Τὰ δὲ ὑψηλὰ τῆς γῆς οἱ ἐπὶ γῆς περιπατοῦντες, καὶ ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχοντες. Ἐπὶ γὰρ τούτους ἐπιβαίνει ἡ τοῦ Πνεύματος χάρις. | |
42 | Μακεδ. Τὸ Πνεῦμα οὖν τὸ ἅγιον ἤγειρεν τὸν Χριστόν; Ὀρθ. Ταῦτα λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Ὥσπερ γὰρ τὸ σῶμα τὸ Κυριακὸν | |
45 | λέγεται πεποιηκέναι ὁ Πατὴρ (γέγραπται γάρ· «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε· καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε·» καὶ τοῦτο αὐτὸ τὸ σῶμα ὁ Σολομὼν λέγει τὴν σοφίαν ᾠκοδομηκέναι·» λέγει γάρ· «Ἡ σοφία ᾠκοδόμησεν | |
28.1245(50) | ἑαυτῇ οἶκον, καὶ τὸ Εὐαγγέλιον λέγει ἐκ Πνεύματος ἁγίου αὐτὸ εἶναι), οὕτω καὶ τὴν ἀνάστασιν αὐτοῦ τοῦ σώματος μὲν ὁ Υἱὸς λέγει· «Λύσατε τὸν ναὸν τοῦ‐ τον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν·» ὁ δὲ Ἀπόστολος, ὅτι «Ὁ Θεὸς αὐτὸν ἤγειρεν, λύσας | |
55 | τὰς ὠδῖνας τοῦ θανάτου·» ἐνταῦθα δὲ, ὅτι τὸ Πνεῦμα. | |
28.1248 | «Ποιῶν» γὰρ «ὄρθρον,» ἐὰν ἀκούσω, τὴν ἀνάστα‐ σιν νοῶ. Ἃ γὰρ ποιεῖ ὁ Πατὴρ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ· καὶ ἃ ποιεῖ ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ταυτὰ ποιεῖ τὸ Πνεῦμα, ὡς καὶ ἐν τοῖς ἀνωτέρω δέδεικται. | |
5 | Μακεδ. Καὶ ἔχεις μοι δεῖξαι, ὅτι τὸ Πνεῦμα ἤγειρεν τὸν Χριστόν; Ὀρθ. Οὐ λέγω, ὅτι τὸ Πνεῦμα, ὡς δυνατώτερον τοῦ Χριστοῦ, ἤγειρεν αὐτὸν τὸν Χριστὸν, ἀλλ’ ὅτι αὐτὸν τὸν ναὸν τοῦ σώματος ἤγειρεν ὁ Πα‐ τὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Μακεδ. | |
10 | Καὶ πῶς με ἔχεις πεῖσαι; ἆρα βοηθείας ἔχρῃζεν ὁ Υἱὸς, ἵνα τὸν ναὸν αὐτοῦ ἐγείρῃ; Ὀρθ. Βοηθείας γὰρ χρῄζων ἐπληροῦτο αὐτῷ τῷ Πνεύματι; Μακεδ. Ποῦ γέγραπται, ὅτι ἐπληροῦτο τῷ Πνεύματι; Ὀρθ. Ἀνάγνωθι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον, ἵνα ἀκούσῃς· | |
15 | «Ὁ οὖν Ἰησοῦς πλήρης τοῦ Πνεύματος ἁγίου ὑπ‐ έστρεψεν εἰς τὴν ἔρημον.» Καὶ τὸ παράδοξον, ὅτι οὐ μόνον ἐπληροῦτο, ἀλλὰ καὶ ἤγετο ἐν τῷ Πνεύματι, γέγραπται. Ὥσπερ δὲ ἐπληροῦτο καὶ ἤγετο, οὕτω καὶ ἀνέστη. Καὶ ἵνα γνῷς, ὅτι οὐδὲν κωλύει, τοῦ | |
20 | Πατρὸς αὐτὸν ἐγείροντος, καὶ τὸ Πνεῦμα ἐγείρειν, ἄκουσον, ὅτι καὶ τοῦ Πατρὸς ἐν αὐτῷ μένοντος, ὡς ἐν τοῖς Εὐαγγελίοις αὐτὸς ὁ Υἱὸς λέγει· ὅτι «Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός·» οὕτω καὶ τὸ Πνεῦμα μένει ἐν αὐτῷ· «Κατῆλθε» γὰρ «τὸ | |
25 | Πνεῦμα σωματικῷ εἴδει ὡσεὶ περιστερὰ, καὶ ἔμεινεν ἐπ’ αὐτόν.» Ὥσπερ οὖν οὐδὲν κωλύει, τοῦ Πατρὸς μένον‐ τος, καὶ τὸ Πνεῦμα μένειν· οὕτως οὐδὲν αὐτὸν κωλύει, τοῦ Πατρὸς ἐγείροντος, καὶ τὸ Πνεῦμα ἐγείρειν· καὶ τοῦτό ἐστι τὸ εἰρημένον· «Ποιῶν ὄρθρον,» τὴν | |
30 | ἀνάστασιν· καὶ «ὀμίχλην,» τὸ σῶμα. Μακεδ. Οὐκ ἐδύνατο γὰρ ἑαυτὸν ἐγεῖραι; Ὀρθ. Ἀλλ’ ἐκ τού‐ των δείκνυται τὸ ταυτὸν τῆς φύσεως· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱός· καὶ ἃ ποιεῖ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα ὁμοίως ταῦτα ποιεῖ. Μακεδ. Καὶ πῶς | |
35 | δυνατόν; Ὀρθ. Ὡς δέδεικται. Μακεδ. Καὶ ποῦ δέ‐ δεικται; Ὀρθ. Ὅτι ἁγιάζει ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ὡς καὶ γέγραπται παρὰ τῷ Ἀποστόλῳ· «Ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἐδικαιώθητε, ἀλλ’ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ | |
40 | ἐν Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Μακεδ. Ὀλίγος εἰμί· εὑρίσκω δὲ τὸν δυνάμε‐ νον πρὸς ταῦτα εἰπεῖν. Πεῖσον τοὺς διδασκάλους μου, καὶ πείθομαι. Ὀρθ. Κατὰ τὴν σὴν γνώμην εἰ ἦν ὁ μακάριος καὶ ἅγιος Ἀπόστολος, ὅτε αὐτῷ ὤφθη Χρι‐ | |
45 | στὸς, εἶπεν ἄν· Πεῖσον τοὺς ἀρχιερεῖς καὶ γραμμα‐ τεῖς πρῶτον, καὶ τότε πείθομαί σοι. Μακεδ. Ξενοφω‐ νοῦμαι ἐν τούτοις. Οἱ πατέρες ἡμῶν οὐδέποτε ἡμῖν ἡρμήνευσαν οὕτως. Ἀνάγκη οὖν ἡμᾶς ἐπὶ τούτοις σκέψασθαι, μάλιστα ὅτι ξένον ἤκουσα τὸ βάπτισμα | |
28.1248(50) | βροντήν. Ὀρθ. Ὁμολογεῖς, ὅτι οἱ ἀπόστολοι υἱοὶ βροντῆς ἐκλήθησαν παρὰ τοῦ Σωτῆρος, ἢ οὔ; Μακεδ. Οἱ δύο μόνοι ἀδελφοί. Ὀρθ. Ἡμεῖς ὃ κἂν ἑνὶ εἴρηται, πᾶσι λέγωμεν ἁρμόζειν τοῖς τὸ αὐτὸ Πνεῦμα | |
ἔχουσιν. Καὶ γὰρ Παῦλος ὁ ἅγιος ἀπόστολος εἶπε· | ||
28.1249 | «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· οὐκ ἐμοὶ δὲ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ» Πείθῃ οὖν, ὅτι υἱοὺς βροντῆς ἐκάλεσε τοὺς ἀποστόλους, Καὶ | |
5 | πότερον βροντὴ αὐτοὺς ἐγέννησεν, ἢ ἄνθρωποι; Μακεδ. Πείθομαι, υἱοὺς βροντῆς αὐτοὺς εἶπεν διὰ τὸ ὑψηλὸν κήρυγμα τῆς πίστεως. Ὀρθ. Τί δὲ ὑψηλότερον τοῦ βαπτίσματος; Σκόπησον δὴ μετὰ φόβου Θεοῦ, εἰ μὴ πανταχοῦ ἐν τῇ θεοπνεύστῳ Γραφῇ αἰνίττεται τὸ | |
10 | βάπτισμα βροντήν. Καὶ γὰρ Δαβὶδ λέγει· «Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστρα‐ παί σου τῇ οἰκουμένῃ. Εἶδεν καὶ ἐσαλεύθη ἡ γῆ.» Τί ἄλλο ἢ τὸ βάπτισμα λέγει βροντήν; τὸν δὲ τροχὸν τὸν κύκλον τοῦ βίου τούτου; καὶ τὰς ἀστραπὰς τοὺς | |
15 | ἁγίους ἀποστόλους, τοὺς καὶ φάναντας τῇ οἰκουμένῃ τὸ φῶς τῆς βροντῆς; Αὐτοὶ γάρ εἰσιν οἱ ἀκούσαντες· «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Ἡ δὲ σαλευθεῖσα γῆ εἰς γεωργίαν ἐκ τῆς βροντῆς, καὶ ἐκ τῆς φαύσεως τῶν ἄστρων τὰ ἔθνη ἀπὸ τῆς ἀγνωσίας εἰς τὴν ἐπί‐ | |
20 | γνωσιν. Μακεδ. Εἶπον, ὅτι ξενοφωνοῦμαι, καὶ ἀνάγκη με ἐπισκέψασθαι. Ὀρθ. Ἐπειδὴ πανταχόθεν σε θέλω πεισθῆναι, μάθε, ὅτι καὶ ἐν ἑτέρῳ ψαλμῷ ὁ Δαβὶδ τὸ βάπτισμα βροντὴν καλεῖ, λέγων· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.» Καὶ τὰ ἑξῆς· «Ὁ Θεὸς | |
25 | τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Μακεδ. Ἔγνων λοιπὸν, τί ἐστιν ὃ θέλεις κατασκευάσαι καὶ συναγαγεῖν. Ἀλλ’ εἶπον, ἐγὼ ὀλίγος εἰμί· ἔνδος μοι ἐπισκέψασθαι. Ὀρθ. Δῴη σοι ὁ Θεὸς σύνεσιν, | |
ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων. | ||
28.1265(22t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
23t | ΑΘΑΝΑΣΙΟΥ | |
24t | Διάλεξις εʹ, ἐν ᾖ τοῦ αὐτοῦ Ἀπολλιναριαστοῦ κεφαλαίωσις καὶ Γρηγορίου ἐπισκόπου. | |
27t | ΑΠΟΛΛΙΝΑΡΙΑΣΤΗΣ. | |
28 | Θεοῦ ἐνεργήσαντος ἀνθρώπῳ, ἀποτελεῖται προ‐ φήτης, ἤγουν ἀπόστολος, οὐ Σωτὴρ κόσμου· | |
30 | Χριστὸς δὲ Σωτὴρ κόσμου· οὐκ ἄρα, Θεοῦ ἐνεργή‐ σαντος ἀνθρώπῳ, ἀπετελέσθη Χριστός; ΟΡΘΟΔΟΞΟΣ. Θεοῦ μὲν ἐνεργήσαντος οὐχ ἁπλῶς, ὡς ἐνόμισας, ἀλλὰ προφητείαν, ἀποτελεῖται προφήτης, ἤγουν ἀπόστολος, καὶ οὐ Σωτὴρ κόσμου. Θεὸς δὲ, μορφὴν | |
35 | δούλου λαβὼν, ἐγένετο ὁ αὐτὸς καὶ προφήτης, καὶ ἀπόστολος, καὶ ἀρχιερεὺς, καὶ μεσίτης Θεοῦ καὶ ἀν‐ θρώπων, Σωτὴρ κόσμου, μένων Θεὸς, καὶ οὐ τραπεὶς εἰς τὰ προειρημένα. Ἀπολλ. Πᾶς ἄνθρωπος μέρος κόσμου, καὶ οὐ‐ | |
40 | δὲν μέρος κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὑφ’ ᾗ καὶ αὐτὸς κεῖται. Χριστὸς δὲ αἴρει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Διὰ γὰρ τοῦτο, ἐπειδὴ οὐδὲν μέρος κόσμου αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, | |
ὁ δημιουργὸς τοῦ κόσμου μορφὴν ἔλαβε μέρους κό‐ | ||
28.1268 | σμου, ἵνα τῷ μέρει τοῦ κόσμου, σφαγεὶς ὡς μέρος κόσμου, ἄρῃ τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς δημιουρ‐ γὸς τοῦ κόσμου. Ἀπολλ. Πᾶς ἄνθρωπος ὑπὸ θάνατον· καὶ οὐ‐ | |
5 | δεὶς, ὑπὸ θάνατον ὢν, καταργεῖ θάνατον. Χριστὸς δὲ καταργεῖ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Διὰ γὰρ τοῦτο, ἐπειδὴ οὐδεὶς ἀνθρώπων καταργεῖ θάνα‐ τον, ὑπὸ θάνατον ὢν, ὁ ἀθάνατος τοῦ Θεοῦ Υἱὸς, Λό‐ γος ὢν καὶ Θεὸς, ἥνωσεν ἑαυτῷ τὸ ὑπὸ θάνατον, «ἵνα | |
10 | ἐν τῷ θανάτῳ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου κατ‐ αργήσῃ.» Ὡς γὰρ οὐκ ἠδύνατο ἀόρατος ὢν ὁραθῆ‐ ναι, μὴ λαβὼν τὸ ὁρατόν· οὕτως οὐδὲ ἠδύνατο ἀθά‐ νατος ὢν ἀποθανεῖν, μὴ λαβὼν τὸ θνητόν. | |
15 | Ἀπολλ. Πᾶς ἄνθρωπος χοϊκός. Χριστὸς δὲ οὐ χοϊκὸς, ἀλλ’ ἐπουράνιος· οὐκ ἄρα ἄνθρωπος ὁ Χρι‐ στός· εἰ μὴ ὁμωνύμως τὸ αὐτὸ τοῦτο ἄνθρωπος. Ὀρθ. Πλανᾶσθε· οὐ γὰρ πᾶς ἄνθρωπος χοϊκός. Ἐδί‐ δαξε γὰρ ἡμᾶς ἡ Γραφὴ καὶ ἐπουρανίους ἀνθρώπους, | |
20 | εἰ καὶ μὴ τῇ φύσει, ἀλλὰ τῷ τρόπῳ, λέγουσα· «Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι.» Συνωνύ‐ μως δὲ ἡμεῖς τὸν Χριστὸν ἄνθρωπον λέγομεν κατὰ τὴν ἀνθρωπότητα. Καὶ ὥσπερ ζῶον τὸν ἄνθρωπον λέγοντες, συνωνύμως τῷ ἵππῳ ἢ καὶ ἑτέρῳ τινὶ τῶν | |
25 | ζώων λέγομεν, οὐ πάντως δὲ καὶ λογικὸν πᾶν ζῶον· οὕτως καὶ ἐὰν εἴπωμεν συνωνύμως τὸν Χριστὸν ἄν‐ θρωπον, οὐ πάντως πᾶς ἄνθρωπος Χριστός. Καὶ ὥσπερ τὸ συνταττόμενον λογικὸν τῷ ζώῳ ἄν‐ θρωπός ἐστιν, οὐκ ἀναιρεῖται ζῶον εἶναι· οὕτως συν‐ | |
30 | ταττόμενος Θεὸς, καὶ συμπιστευόμενος λογικῷ ζώῳ, Χριστὸς ὁμολογεῖται καὶ πιστεύεται· καὶ οὐκ ἀναι‐ ρεῖται ἄνθρωπος εἶναι, ἀλλ’ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. | |
35 | Ἀπολλ. Ὁ διδοὺς ἐξουσίαν τέκνα Θεοῦ γενέ‐ σθαι, οὐχὶ καὶ αὐτὸς γέγονε. Χριστὸς δὲ δίδωσιν· οὐκ ἄρα γέγονεν Υἱὸς, ἀλλ’ ἔστι τῇ φύσει. Ὀρθ. Υἱὸς Θεοῦ οὐ γέγονεν, ἀλλ’ ἦν τῇ φύσει. Υἱὸς δὲ ἀνθρώ‐ που γέγονεν. Οὐ γὰρ ἦν, καὶ ἐγένετο ὃ οὐκ ἦν, | |
40 | ἵνα ἡμᾶς τῷ τρόπῳ ποιήσῃ γενέσθαι, ὃ αὐτὸς ἦν καὶ ἔστι τῇ φύσει· καὶ ἔστιν ὁ αὐτὸς Θεὸς καὶ ἄν‐ θρωπος Ἀπολλ. Οὐδεὶς ἀνθρώπων προϋπάρχει τῶν πρεσβυτέρων αὐτοῦ· Χριστὸς δὲ προϋπάρχει τῶν | |
45 | κατὰ σάρκα πρεσβυτέρων· οὐκ ἄρα ἄνθρωπος, εἰ μὴ κατὰ σάρκα. Ὀρθ. Χριστὸς κατὰ τὴν ἀνθρωπότητα οὐ προϋπάρχει τῶν κατὰ τὴν ἀνθρωπότητα πρεσβυ‐ τέρων αὐτοῦ· προϋπάρχει δὲ κατὰ τὴν θεότητα οὐ τῶν κατὰ σάρκα πρεσβυτέρων μόνον, ἀλλὰ καὶ | |
28.1268(50) | πάντων τῶν αἰώνων, Θεὸς ὢν αὐτῶν. Οὐκ ἄρα Χρι‐ στὸς κατὰ σάρκα πρὸ τῆς Μαρίας. Πῶς γὰρ τὸ ἐξ αὐτῆς ὂν, πρὸ αὐτῆς ὑπάρχει; προϋπάρχει δὲ αὐτῆς θεϊκῶς, Θεὸς ὢν αὐτῆς· καὶ ἔστιν ὁ αὐτὸς, ὡς Θεὸς | |
προϋπάρχων, καὶ ὡς ἄνθρωπος ἐξ αὐτῆς. | ||
28.1269(3) | Ἀπολλ. Οὐδεὶς ἀνθρώπων πρὸ τῶν αἰώνων ἔχει δόξαν. Χριστὸς δὲ ἔχει· οὐκ ἄρα ἄνθρωπος ὁ | |
5 | Χριστός. Ὀρθ. Οὐδεὶς γὰρ ἀνθρώπων πρὸ τῶν αἰώ‐ νων ἐστίν. Χριστὸς δὲ κατὰ τὴν θεότητα πρὸ τῶν αἰώ‐ νων. Υἱὸς ὢν καὶ Θεὸς καὶ Δεσπότης, εἰκότως πρὸ τῶν αἰώνων ἔχει δόξαν· Κύριος δόξης ὢν κατὰ φύ‐ σιν, Χριστὸς δὲ κληθεὶς, διὰ τὸ μορφὴν δούλου λα‐ | |
10 | βεῖν. Ὁ νῦν οὖν κληθεὶς Χριστὸς, καὶ λίθος, καὶ ποι‐ μὴν, καὶ κόκκος, καὶ ἄνθος ῥάβδου, καὶ Ἐμμανουὴλ, καὶ Ἰησοῦς, καὶ ἄνθρωπος, καὶ παῖς δωδεκαετὴς, καὶ τριακονταετὴς γεγονὼς διὰ τὴν πρὸς ἀνθρώπους οἰκονομίαν, καὶ πρὸ τῶν αἰώνων Θεὸς, καὶ νῦν μετὰ | |
15 | τὸ ταῦτα γενέσθαι μένων, ὃ ἦν, ἔχει δόξαν πρὸ τῶν αἰώνων, Θεὸς ὢν ἐκ Θεοῦ. | |
18 | Ἀπολλ. Εἰ ὁ Θεὸς ἐν Ἰησοῦ, οὐ δι’ αὐτοῦ τὰ πάντα, ἀλλὰ διὰ τὸν ἐν αὐτῷ. Δι’ αὐτοῦ δὲ τὰ | |
20 | πάντα· οὐκ ἄρα Θεὸς ἐν Ἰησοῦ, ἀλλ’ αὐτὸς Θεός ἐστιν. Ὀρθ. Ὁ Θεὸς Λόγος, ἐνυπόστατος ὢν Θεὸς, μετασχὼν ἀνθρωπότητος, Ἰησοῦς ἐκλήθη. Μὴ οὖν λέγε, Θεὸς ἦν ἐν Ἰησοῦ, ἀλλ’ αὐτὸς ὁ Θεὸς Ἰησοῦς ἐκλήθη. Διὸ καὶ αὐτός ἐστιν Ἰησοῦς, δι’ οὗ τὰ πάντα. | |
25 | Ὁ γὰρ νῦν κληθεὶς Ἰησοῦς διὰ τὴν ἀνθρωπότητα, Θεὸς δὲ Λόγος ὢν καὶ πρὸ τῆς τοῦ ὀνόματος κλήσεως, καὶ μετὰ τὴν τοῦ ὀνόματος κλῆσιν, αὐτός ἐστιν Ἰησοῦς, δι’ οὗ τὰ πάντα, Θεὸς ὢν κατὰ Πνεῦμα, ἄνθρωπος δὲ διὰ τὴν τοῦ δούλου μορφήν· διὸ καὶ αὐ‐ | |
30 | τός ἐστιν Ἰησοῦς, δι’ οὗ τὰ πάντα. | |
32 | Ἀπολλ. Ὁ ἐξ ἁμαρτίας σώζων ὑπὲρ ἁμαρ‐ τίαν ἐστίν. Καὶ σώζει Χριστός. Οὐδεὶς δὲ ἀνθρώπων ὑπὲρ ἁμαρτίαν· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. | |
35 | Οὐ γὰρ ἄνθρωπος ψιλὸς ὁ Χριστός· οὐδὲ γὰρ ἦν Χρι‐ στὸς αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, εἰ ψιλὸς ἦν ἄνθρωπος. Διὰ δὲ τοῦτο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου Χριστὸς, ἐπειδὴ ὁ Θεὸς Λόγος, μορφὴν δού‐ λου λαβὼν, ἐγένετο Χριστὸς ἄνθρωπος. Καὶ διὰ τοῦτο | |
40 | ὁ προφήτης λέγει· «Καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν;» καὶ αὐτὸς ὁ Χριστός· «Τί με ζη‐ τεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ἵνα νοήσωμεν τὸν Χριστὸν ἄνθρωπον διὰ τὴν ἀνθρωπότητα, καὶ Θεὸν διὰ τὴν θεότητα· ὡς τὸν | |
45 | ἄνθρωπον νοοῦμεν λογικὸν διὰ τὸ λογιστικὸν, καὶ ζῶον διὰ τὸ ζωτικόν. | |
48 | Ἀπολλ. Πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρ‐ κὸς πρὸς νοῦν· Χριστὸς δὲ οὐκ ἔχει· οὐκ ἄρα ἄνθρω‐ | |
28.1269(50) | πος ὁ Χριστός. Ὀρθ. Εἰ πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς νοῦν, εἷς δὲ τῶν ἀνθρώπων καὶ Ἡλίας ὁ ἀναληφθεὶς, καὶ πιστευόμενος παρ’ ἡμῖν | |
μέχρι τοῦ παρόντος ἐν σαρκὶ, διαστασιάσει αὐτῷ ἡ | ||
28.1272 | σὰρξ πρὸς τὸν νοῦν. Εἰ δὲ μὴ διαστασιάζει τῷ νῷ αὐτοῦ ἡ σὰρξ, οὐκ ἄρα πᾶς ἄνθρωπος διάστασιν ἔχει σαρκὸς πρὸς τὸν νοῦν. Πολλῷ οὖν πλείω ὁ τοῦ Ἠλία Δεσπότης οὐκ ἔχει διαστασιάζουσαν τὴν σάρκα πρὸς | |
5 | τὸν νοῦν· ἀλλὰ ἐν πᾶσιν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα ὁμοιωθεὶς χωρὶς ἁμαρτίας, ἐλεήμων καὶ πιστὸς ἀρχ‐ ιερεὺς γενόμενος, ἔστιν ἀληθῶς ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Ἀπολλ. Πᾶς ἄνθρωπος νεκροῖ τὴν σάρκα | |
10 | πρὸς τὸ τελειωθῆναι κατ’ ἀρετήν· Χριστὸς δὲ οὔ· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Ποίᾳ νεκρώσει ἐν‐ έκρωσεν ἑαυτοῦ τὴν σάρκα ὁ Ἰωάννης, σκιρτῶν ἐν κοιλίᾳ, καὶ ὀφθεὶς ἐν ἀγαλλιάσει; Εἰ δὲ καὶ δοθείη, ὅτι πᾶς ἄνθρωπος νεκροῖ τὴν σάρκα πρὸς τὸ τελειω‐ | |
15 | θῆναι κατὰ ἀρετὴν, ἀλλὰ τελειωθεὶς, καὶ ἐν οὐρανῷ πολίτευμα ἔχων, ζωοποιεῖσθαι αὐτὸν παρασκευάζει διὰ τοῦ ἐνοικοῦντος ἐν αὐτῷ Πνεύματος, ὡς ἐν ἀρετῇ τελειωθέντα λέγειν· «Τὸν δρόμον τετέλεκα.» Χρι‐ στὸς δὲ οὐκ ἐξ ἀσκήσεως τετελείωται, ἀλλ’ ἐν αὐτῇ | |
20 | τῇ συλλήψει ἐξ ἑνώσεως Ἐμμανουὴλ τεχθεὶς, Θεός ἐστι καὶ ἄνθρωπος· διὸ καὶ Θεοτόκος ἡ Μαρία. | |
23 | Ἀπολλ. Οὐδενὸς ἀνθρώπου ἡ σὰρξ ἐξ οὐρα‐ νοῦ λέλεκται· Χριστοῦ δὲ ἡ σὰρξ ἐξ οὐρανοῦ εἴρη‐ | |
25 | ται· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστὸς κατὰ τὴν θεότητα τὴν προσλαβοῦσαν τὴν σάρκα. Οὕτως οὖν καὶ ἐξ οὐ‐ ρανοῦ λέγεται, διὰ τὸ ἡνῶσθαι τῷ ἐξ οὐρανοῦ. Ὀρθ. Οὐδὲν γελοιότερον. Εἰ γὰρ διὰ τοῦτο ἐξ οὐρανοῦ λέ‐ γεται διὰ τὸ ἡνῶσθαι τῷ ἐξ οὐρανοῦ, οὐκ ἐξ οὐρανοῦ | |
30 | ἡ σάρξ. Ὥσπερ οὖν τὴν μὴ οὖσαν ἐξ οὐρανοῦ, λέγεις ἐξ οὐρανοῦ· οὕτω καὶ τοὺς ἀνθρώπους τοὺς ἐπουρα‐ νίους ἡ Γραφὴ λέγει διὰ τὸ οὐράνιον φρόνημα ἐξ οὐ‐ ρανοῦ. Ἄκουε, καὶ λέλυταί σου ἡ πρότασις, ἤγουν ἀνακεφαλαίωσις, ὡς αὐτὸς ὠνόμασας ἐπιγρά‐ | |
35 | ψας. Χριστὸς δὲ, ἐξ οὐρανοῦ λεγόμενος ἄνθρωπος, οὐ διὰ τὸ φρόνημα, καθάπερ πάντες ἄνθρωποι, ἐπουρά‐ νιος κέκληται, ἀλλὰ διὰ τὴν θείαν καὶ προσκυνουμέ‐ νην ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὴν τοῦ δούλου μορ‐ φὴν, ὡς εἶναι τὸν αὐτὸν καὶ Θεὸν καὶ ἄνθρωπον. | |
41 | Ἀπολλ. Οὐδεὶς ἀνθρώπων ζωογονεῖ· οὐ γάρ ἐστι Χριστός· Χριστὸς δὲ ζωογονεῖ· οὐκ ἄρα ἄνθρω‐ πος ὁ Χριστός. Ὀρθ. Χριστὸς δὲ διὰ τοῦτο ζωογονεῖ, ἐπειδὴ Θεὸς Λόγος, μορφὴν δούλου λαβὼν, ἐκλήθη | |
45 | Χριστός. Ἀπολλ. Οὐδενὶ ἀνθρώπων ἁρμόζει ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἡ δόξα ἡ τοῦ μόνου Θεοῦ· Χρι‐ στῷ δὲ ἁρμόζει· οὐκ ἄρα ἄνθρωπος ὁ Χριστός. Ὀρθ. Τοῦτο ἂν εἴποις καὶ περὶ τῆς Παρθένου Μαρίας. | |
28.1272(50) | Οὐδενὶ ἀνθρώπων ἁρμόζει τὸ παρθένον οὖσαν τεκεῖν· Παρθένος δὲ οὖσα ἔτεκεν ἡ Μαρία· οὐκ ἄρα ἄνθρω‐ πος ἡ Μαρία. Ὅλως δέ σου καὶ οὕτως ἐλεγχθήσεται τὸ σόφισμα. Οὐδενὶ γὰρ ἀληθῶς ἁρμόζει τῶν ἀνθρώ‐ πων ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, καὶ ἡ δόξα ἡ τοῦ | |
55 | μόνου Θεοῦ· ἐπειδὴ οὐδεὶς ἀνθρώπων Χριστὸς ἐξ | |
ἑνώσεως Θεοῦ Λόγου καὶ μορφῆς δουλικῆς. | ||
28.1273 | Ἀπολλ. Εἰ ὁ Θεὸς ἐν ἀνθρώπῳ κατῴκησεν, οὐκ ἐκενώθη· ἐκενώθη δὲ ὁ ἐν μορφῇ Θεοῦ, μορφὴν δούλου λαβών· οὐκ ἄρα ἐν ἀνθρώπῳ κατῴκησεν. Ὀρθ. Οὐ γὰρ ἐν ἀνθρώπῳ ἁπλῶς κατῴκησεν ὁ Θεὸς Λόγος, | |
5 | ἀλλὰ καὶ ἐγένετο ἄνθρωπος, μετασχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος· διὰ τοῦτο Χρι‐ στὸς οὐ ψιλὸς ἄνθρωπος ἀλλ’ ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος Ἀπολλ. Θεὸς, ἐν ἀνθρώπῳ κατοικῶν, οὐκ | |
10 | ἔστιν ἄνθρωπος· Πνεῦμα δὲ, σαρκὶ ἡνωμένον, ἄνθρωπος. Χριστὸς, ὡς εἴρηται, ὁμωνύμως· Πνεῦμα ἄρα θεῖόν ἐστιν ἡνωμένον σαρκί. Ὀρθ. Ἠδολέσχη‐ σας. Οὐ γὰρ Πνεῦμα σαρκὶ ἡνωμένον πάντως ἄνθρω‐ πός ἐστιν· ἀλλ’ ἐγχωρεῖ καὶ βοῦν εἶναι καὶ ὄνον, καὶ | |
15 | πᾶν εἴ τι ἕτερον τῶν σαρκικῶν ζώων. Ἵνα δέ σοι δοθῇ καὶ τὸ θεῖον εἶναι Πνεῦμα σαρκὶ ἡνωμένον, ἀνάγκη πᾶσα, γενόμενον ἄνθρωπον ἐκ γυναικὸς τὸν Θεὸν Λόγον, Πνεύματι σαρκὶ ἡνωμένῳ ἑνωθῆναι, ἵνα ἄνθρωπος γένηται. Πῶς γὰρ οὖν ἠδύνατο μὴ ἑνωθεὶς | |
20 | ἀνθρώπῳ; Ὁμωνύμως δὲ οὐκ ἂν εἴποιμεν τὸν Χρι‐ στὸν ἄνθρωπον, ἵνα μὴ κατὰ φαντασίαν νομισθῇ ἄν‐ θρωπος, μόνον τὸ ὄνομα κοινὸν ἔχων. | |
24 | Ἀπολλ. Ἀνθρώπου τὸ ἀναστῆναι ἐκ νεκρῶν, | |
25 | Θεοῦ δὲ τὸ ἀναστῆσαι· ἑκάτερα δὲ Χριστός· Θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Ὀρθ. «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,» ὅτι καὶ ἄκων τὴν ἀλήθειαν ὡμολόγησας. Ἔδει γὰρ τὸν ἀνιστάμενον εἶναι καὶ τὸν ἀνιστῶντα. Καὶ ὥσπερ οὐκ ἂν εἴη Θεὸς καὶ σὰρξ | |
30 | μὴ ἑνωθεὶς σαρκὶ, οὐδὲ Θεὸς καὶ ἄνθρωπος, μὴ ἑνωθεὶς ἀνθρώπω. | |
33 | Ἀπολλ. Εἰ μόνον ἦν ἄνθρωπος ὁ Χριστὸς, ἢ εἰ μόνον Θεὸς, οὐκ ἂν ἦν μέσος Θεοῦ καὶ ἀνθρώπων. | |
35 | Ὀρθ. Εὐλογητὸς ὁ Θεὸς ἐν πᾶσι τούτοις, ὅτιπερ ὡμο‐ λόγησας μήτε μόνον ἄνθρωπον τὸν Χριστὸν εἶναι, μήτε μόνον Θεόν. Ὁ γὰρ Θεὸς Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄνθρωπος κοινός· καὶ ἄνθρωπος ὁ κοινὸς ἄν‐ θρωπός ἐστιν, καὶ οὐκ ἔστι Θεός. Θεὸς ἀνθρώπῳ | |
40 | ἑνωθεὶς Χριστός ἐστι, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος. Ἀπολλ. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς, οὐκ ἂν ἔσωζε τὸν κόσμον· καὶ εἰ μόνον Θεὸς, οὐκ ἂν διὰ πάθους ἔσωζεν· ἑκάτερα δὲ Χριστός· καὶ Θεὸς ἄρα | |
45 | ἐστὶ καὶ ἄνθρωπος. Ὀρθ. Καὶ νῦν εὐγνωμόνως. Ἀνάγκη γὰρ τῷ πάθει ἀνθρωπότητα ὑποκεῖσθαι, καὶ τῆς ζωῆς θεότητα ἡγεῖσθαι. Οὔτε οὖν ἐζωοποίει, μὴ ὢν Θεὸς, οὔτε ἔπασχεν ἑκουσίως μὴ ὢν ἄνθρωπος· ἀμφότερα δὲ Χριστὸς, καὶ ἔπαθε καὶ ἐζωοποίει· Θεὸς | |
28.1273(50) | ἄρα ἐστὶ καὶ ἄνθρωπος. | |
52 | Ἀπολλ. Εἰ μόνον ἄνθρωπος ἦν ὁ Χριστὸς, οὐκ ἂν ἐζωοποίει τοὺς νεκρούς· καὶ εἰ μόνον Θεὸς, οὐκ ἂν ἰδίᾳ παρὰ τὸν Πατέρα ἐζωοποίει τινὰς τῶν νε‐ | |
55 | κρῶν· ἑκάτερα δὲ Χριστός· Θεὸς ἄρα καὶ ἄνθρωπος | |
28.1276 | ὁ αὐτός. Ὀρθ. Οὐ μόνον μὲν ἄνθρωπος ἦν ὁ Χρι‐ στός· οὐδὲ γὰρ ἂν ἦν Χριστὸς, εἰ μόνον ἦν ἄνθρω‐ πος· ζωοποιῶν δὲ τοὺς νεκροὺς, οὐκ ἰδίᾳ παρὰ τὸν Πατέρα ζωοποιεῖ. Πῶς γὰρ ἔλεγεν, «Ὁ Πατὴρ ὁ | |
5 | ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτὸς,» εἴπερ ἰδίᾳ παρὰ τὸν Πατέρα ζωοποιεῖ; κἂν τοίνυν λέγῃ, «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς, οὓς θέλει ζωοποιεῖ,» οὐ κεχωρι‐ σμένως τοῦ Πατρὸς κατ’ ἐνέργειαν τοῦτο ποιεῖν | |
10 | λέγει, ἀλλὰ τὸ αὐτοτελὲς τῆς ἑαυτοῦ ὑποστάσεως δι‐ δάσκων ἡμᾶς. Οὐ γὰρ ἄλλους ἐγείρει ὁ Πατὴρ νε‐ κροὺς καὶ ζωοποιεῖ, καὶ ἄλλους ὁ Υἱός. | |
14 | Ἀπολλ. Ἄνθρωπος, ὑπὸ Θεοῦ ἐνεργούμενος, | |
15 | οὐ Θεός· σῶμα δὲ συναφθὲν Θεῷ, Θεός· Θεὸς δὲ ὁ Χρι‐ στός· οὐκ ἄρα ὑπὸ Θεοῦ ἐνεργούμενος ἄνθρωπος, ἀλλὰ σῶμα πρὸς Θεὸν συντεθέν. Ὀρθ. Οὐκ ἄνθρωπος μὲν ὑπὸ Θεοῦ ἐνεργούμενος ὁ Χριστὸς, ἀλλὰ Θεὸς ἀνθρώπῳ, ὡς αὐτὸς ὠνόμασας, συντεθεὶς, ἤγουν | |
20 | ἑνωθείς. Εἰ γὰρ δύναται σῶμα Θεῷ ἑνωθῆναι, ἤγουν συντεθῆναι δύναται, καὶ ὅλος ἄνθρωπος συντεθῆναι Θεῷ, καὶ εἶναι Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, ὡς σὰρξ καὶ Θεὸς ὁ αὐτός. Τί δὲ καὶ λέγειν ἠθέλησας, σῶμα Θεῷ συναφθὲν Θεὸς, λέγων, ἀγνοῶ. Τὸ γὰρ σῶμα | |
25 | Θεὸν λέγεις, καὶ οὐκ ἔστι σῶμα· ἢ τὸν Θεὸν διὰ τοῦτο Θεὸν, διὰ τὸ συναφθὲν, ἤγουν συντεθέν. Καὶ πῶς φύσει Θεὸς, ὁ διά τι Θεός; Ἡμεῖς δὲ οὐ διὰ τὴν πρὸς τὸ σῶμα σύνθεσιν Θεὸν λέγομεν, οὔτε διὰ τὴν πρὸς ἄνθρωπον, ἀλλὰ Θεὸν διὰ τὴν φύσιν τὴν ἐκ | |
30 | Πατρός· Χριστὸν δὲ διὰ τὴν τοῦ δούλου μορφὴν, ἕνωσιν, ἤγουν σύνθεσιν, ὡς αὐτὸς ὠνόμασας. | |
33 | Ἀπολλ. Εἰ Θεοῦ ναὸς ἐγεννήθη ἐκ τῆς Μα‐ ρίας, περιττὴ ἡ καινότης τῆς ἐκ Παρθένου γεννή‐ | |
35 | σεως· ναοὶ γὰρ Θεοῦ καὶ ἄνευ ταύτης ἄνθρωποι. Ὀρθ. Μάχου τοῖς θείοις Εὐαγγελίοις, ἵνα ἀκούσῃς· «Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.» Καὶ ἄκουε τοῦ Κυρίου λέγοντος· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Εἰ δέ τινες ἄνθρω‐ | |
40 | ποι ναοὶ, ἀλλ’ οὐχ οὕτω, ὡς καὶ Χριστοί· οὐδεὶς δὲ αὐτῶν συντεθεὶς τῷ Θεῷ Λόγῳ Χριστός· οὐκ ἀνα‐ χωρῶ γὰρ τῆς σῆς ὀνομασίας, ἵνα σε ἐκ τοῦ σοῦ στόματος πείσω· ἐνταῦθα δὲ συντεθεὶς ναὸς Θεῷ Λόγῳ, ἐγεννήθη Χριστὸς θεοπρεπῶς ἐκ Παρ‐ | |
45 | θένου. | |
48 | Ἀπολλ. Εἰ ἡ αὐτὴ φύσις Χριστοῦ, οἵα καὶ ἡ ἡμῶν, ὁ παλαιός ἐστιν ἄνθρωπος ψυχὴ ζῶσα, καὶ οὐ | |
28.1276(50) | πνεῦμα ζωοποιοῦν· καὶ ὁ τοιοῦτος οὐδὲ ζωοποιήσει· ζωοποιεῖ δὲ Χριστὸς, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν· οὐκ ἄρα τῆς ἡμετέρας ἐστὶ φύσεως. Ὀρθ. Ἔτι τὸ Χριστὸς οὐ νενόηκας. Οὐ γὰρ ἔγνως, ὅτι δύο ἐστὶ | |
φύσεων ἕνωσις, καὶ οὔτε μόνος ὁ Θεὸς Χριστὸς λέ‐ | ||
28.1277 | γεται, οὔτε μόνος ἄνθρωπος. Εἰ γὰρ τοῦτο ἔγνως, ἐγίνωσκες, ὅτι κατὰ μὲν τὴν ἀνθρωπότητα τὴν αὐτὴν ἡμῖν φύσιν ἔχει, κατὰ δὲ τὴν θεότητα τῷ Θεῷ καὶ Πατρί· καὶ τῆς ἑνώσεως γενομένης, Θεὸς ὁμολογεῖται | |
5 | καὶ δοξάζεται, καὶ διὰ τοῦτο ζωοποιεῖ, καὶ Πνεῦμα ζωοποιοῦν ἐστιν, τῷ τῆς θεότητος λόγῳ· οὔτε δὲ ἡμῖν κατὰ τὸ συναμφότερον. | |
9 | Ἀπολλ. Διὰ τὴν ἑαυτοῦ φύσιν ζῇ Χριστὸς, ἢ | |
10 | διὰ χάριν Θεοῦ. Εἰ μὲν διὰ τὴν ἑαυτοῦ φύσιν, Θεός ἐστιν· εἰ δὲ διὰ χάριν Θεοῦ, οὔτε ὑπὲρ ἡμᾶς ἐστιν, οὔτε ζωοποιήσει ἡμᾶς. Ὀρθ. Χριστὸς ἓν πρόσωπόν ἐστιν συντεθὲν ἐκ Θεοῦ καὶ ἀνθρωπότητος, ὡς πᾶς ἄνθρωπος ὁ κοινὸς ἐκ ζώου καὶ λογικοῦ. Καὶ διὰ τὴν | |
15 | ἐκ Πατρὸς φύσιν ζωοποιήσει ἡμᾶς, ἐπειδὴ ζωή ἐστιν ἐνυπόστατος μορφωθεῖσα τῇ τοῦ δούλου μορφῇ. | |
19 | Ἀπολλ. Εἰ μὲν ὡς προαιρέσει κάλλιον, τοῦτο | |
20 | δεδύνηται πῶς; Προαίρεσις γὰρ ἀνθρώπου δικαιοσύ‐ νην ἀληθινὴν οὐ κατορθοῖ. Εἰ δὲ ὡς φύσει δίκαιος, Θεός ἐστιν· εἰ δὲ ὡς ἐνεργείᾳ δικαιούμενος τῇ ἐκ Θεοῦ, αὐτὸς δὲ ἀνενέργητος, καλλίους οἱ ἐνεργοῦντες. Ὀρθ. Καὶ πῶς οὐ κατώρθωσαν δικαιοσύνην ἀληθι‐ | |
25 | νὴν οἱ ἀκούσαντες· «Καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ;» καὶ, «Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου;» Καὶ εἰ κατώρθωσαν δὲ δικαιοσύνην ἀληθινὴν, ἀλλ’ οὐκ εἰσὶν αὐτοδικαιοσύνη. Ὁ δὲ Θεὸς Λόγος, | |
30 | αὐτοδικαιοσύνη ὢν, μορφὴν δούλου λαβὼν, «ἐγένετο ἡμῖν δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις.» Ὁ ὢν δικαιοσύνη, ἐγένετο δικαιοσύνη κατὰ τὸν τῆς ἀνθρωπότητος λόγον, ἵνα ἡμᾶς τοὺς μὴ ὄντας δι‐ καιοσύνην, δικαιώσῃ τῇ ἑαυτοῦ χάριτι. Καὶ ἔστιν ὁ | |
35 | αὐτὸς Θεὸς καὶ ἄνθρωπος· ὡς μὲν Θεὸς, δικαιο‐ σύνη ὤν· ὡς δὲ ἄνθρωπος, γινόμενος δικαιοσύνη, ἵνα πληρωθῇ τὸ εἰρημένον· «Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι.» | |
41 | Ἀπολλ. Εἰ συμπέπλεκται. Θεῷ ἄνθρωπος, ἐν Χριστῷ αὐτὸς καὶ ἀφ’ ἑαυτοῦ ἐνομοθέτει, ἢ οὔ; Ἀλλ’ εἰ μὲν ἀφ’ ἑαυτοῦ, Θεός· εἰ δὲ οὐκ ἀφ’ ἑαυτοῦ, πῶς οὐκ ἔλεγε, «Τάδε λέγει Κύριος,» ἀλλ’, «Ἐγὼ λέγω | |
45 | ὑμῖν;» πῶς δὲ οὐκ ἦν κεχωρισμένος τοῦ λέγοντος ὁ μὴ λέγων; Ὀρθ. Εἰ μὲν ἄλλο πρόσωπόν ἐστιν ὁ Χρι‐ στὸς, οὐ συμπέπλεκται Θεῷ, ἠρώτηκας ἀνακολούθως· εἰ δὲ αὐτὸς ὁ Χριστός ἐστι Θεὸς καὶ ἄνθρωπος, τίς ἡ περισσεία τοῦ μόχθου τῆς ἐρωτήσεως; Πόθεν δὲ τὸ | |
28.1277(50) | συμπέπλεκται λαβὼν, ἠρώτησας, μηδαμοῦ τῆς Γρα‐ φῆς οὕτω λεγούσης; Κἄν τε δὲ, Συμπέπλεκται, θέ‐ λῃς λέγειν, κἄν τε, ὡς ἡ Γραφὴ εἶπεν, Ἔλαβεν, κἄν τε, Ἐγένετο, Θεός ἐστι Λόγος, μορφὴν δούλου λαβὼν, | |
Χριστὸς ὀνομαζόμενος, καὶ ὢν, καὶ πιστευόμενος· | ||
28.1280 | καὶ χριόμενος μὲν ὡς ἄνθρωπος τῷ Πνεύματι τῷ ἁγίῳ· ὡς δὲ Θεὸς, παρέχων αὐτὸς τοῖς ἀξίοις. Οὕτω καὶ ὁ Θεὸς νομοθετεῖ, καὶ ὡς ἄνθρωπος ὑπὸ νόμον γίνεται, καὶ διὰ τοῦτο οὐ λέγει, Τάδε λέγει Κύριος, ἐπειδὴ οὐκ | |
5 | ἄνθρωπός ἐστι μετασχὼν θεότητος, ἀλλὰ Θεὸς μετα‐ σχὼν αἵματος καὶ σαρκὸς, τουτέστιν ἀνθρωπότητος. Ἡ Γραφὴ γὰρ τὸν ἄνθρωπον σάρκα καὶ αἷμα καλεῖ, ὡς ὅταν λέγῃ Παῦλος· «Οὐ προσανεθέμην σαρκὶ καὶ αἵ‐ ματι·» καὶ ὥσπερ ἕν ἐστι πρόσωπον ὁ ἄνθρωπος, ἐκ | |
10 | ζώου καὶ λογικοῦ συγκείμενος· οὕτω καὶ ἒν πρόσωπον Χριστὸς ἐκ Θεοῦ καὶ μορφῆς δουλικῆς ὑπάρχων, καὶ διὰ τοῦτο οὐ λέγει, «Τάδε λέγει Κύριος,» ἀλλ’, «Ἐγὼ λέγω ὑμῖν·» καὶ, «Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀλή‐ θεια.» Ὡς οὖν ἐὰν λέγῃ τὸ ἐν ἡμῖν λογικόν· | |
15 | Ἐγώ εἰμι ὁ κατ’ εἰκόνα Θεοῦ γεγονὼς, ἄφθαρτος κατεσκευασμένος· καὶ πάλιν τὸ αὐτὸ λογικόν· Ἐγώ εἰμι γῆ καὶ σποδός· οὐ ποτὲ τὸ ζῶον λαλεῖ, καὶ ποτὲ τὸ λογικόν· ἀλλ’ αὐτὸ τὸ λογικὸν, ποτὲ τὰ ἑαυτοῦ ἴδια λέγει, καὶ ποτὲ τὰ τοῦ ζώου· οὕτως ἐξ ἑνώσεως ἓν | |
20 | πρόσωπον ὢν ὁ ἄνθρωπος καὶ Θεὸς Λόγος, ὅτε λέγει, «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» τὴν θεω‐ ρίαν τῆς ἰδίας θεότητος λέγει. Οὐ γὰρ ὁ ἑωρακὼς τὴν σάρκα, ἑώρακε τὸν Πατέρα· εἰ δὲ μὴ, καὶ Πόντιος, καὶ Ἡρώδης, καὶ οἱ ῥαπίσαντες, καὶ οἱ προσηλώσαν‐ | |
25 | τες δήμιοι, εὑρεθήσονται ἑωρακότες τὸν Πατέρα. Καὶ ὅταν λέγῃ, «Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας,» οὐ τῆς θεότητος λέγει νῶτον· οὐδ’ ὅταν λέγῃ· Πῶς γὰρ τῆς θεότητος ἥψατό τις; ἀλλὰ τοῦ σώματος ὁ ἁψάμενος μετὰ πίστεως, τοῦ συναμφοτέρου ἥψατο, | |
30 | τῇ μὲν χειρὶ τοῦ σώματος, τῇ δὲ πίστει τῆς θεό‐ τητος, ἐπειδὴ τὸ συναμφότερον ἕν ἐστι πρόσωπον ὁ Χριστὸς, «ὁ πάντα πᾶσι γινόμενος, ἵνα τοὺς πάντας ἐλεήσῃ.» Ὥστε οὐ ποτὲ μὲν ὁ Θεὸς λαλεῖ, ποτὲ δὲ ἄνθρωπος· ἐπειδήπερ, ὡς προείρηται, οὐδὲ ποτὲ μὲν | |
35 | τὸ ζῶον λαλεῖ κεχωρισμένον τοῦ λογικοῦ, ποτὲ δὲ τὸ λογικὸν κεχωρισμένον τοῦ ζώου· ἀλλὰ τὸ λογικὸν ἐν τῷ ζώῳ, καὶ διὰ τοῦ ζώου λαλεῖ· ἐκ παραλλήλου τὸ αὐτὸ λέγω, ἵνα πανταχόθεν γνῷς τὴν ἕνωσιν. | |
43 | Ἀπολλ. Ἔτι δὲ ἢ αὐτὸς ἐτέλει τὰ τεράστια, ἢ οὔ. Ἀλλ’ εἰ μὲν ἐτέλει, οὐκ ἦν ἄνθρωπος· εἰ δὲ | |
45 | μὴ, πῶς λέγει τελεῖν; ἢ πῶς ὁ αὐτὸς τῷ τελοῦντι; Ὀρθ. Ὥσπερ τὸ λογικὸν ἐν τῷ ζώῳ τελεῖ τὰ ἑαυτοῦ, οὐ κεχωρισμένον ὂν τοῦ ζώου· οὕτω Θεὸς Λόγος, ἑνω‐ θεὶς ἀνθρώπῳ, τελεῖ τὰ τεράστια, οὐ κεχωρισμένος τῆς ἀνθρωπότητος, δι’ αὐτῆς, καὶ ἐν αὐτῇ, καὶ μετ’ | |
28.1280(50) | αὐτῆς, εὐδοκήσας τὴν ἑαυτοῦ θείαν δύναμιν ἐνεργεῖν. Καὶ ὥσπερ εἰ δοίη τις τῷ λόγῳ ἥλιον, τὸν μέγαν τοῦ‐ τον ἀστέρα, διὰ λύχνου, καὶ ἐν λύχνῳ ἐκπέμπειν τὸ ἑαυτοῦ φῶς· ἐκ παραλλήλου γὰρ πάλιν τὸ αὐτὸ | |
ἄκουε· οὐ δύο φῶτά εἰσιν. Οὐ γὰρ φαίνει λύχνος κατ‐ | ||
28.1281 | έναντι ἡλίου· οὐ γὰρ κωλύεται εἶναι λύχνος· ἀλλὰ μένει μὲν τὴν ἰδίαν ἐνέργειαν καὶ κίνησιν ἔχων· οὐ φαίνει δὲ τοῦ ἡλίου ἐν αὐτῷ καὶ δι’ αὐτοῦ φαίνον‐ τος, καὶ κατακρατοῦντος τοῦ λύχνου, καὶ ἰδιοποιησα‐ | |
5 | μένου αὐτὸν, ὡς καὶ λύχνον χρηματίσαι τὸν ἥλιον· οὕτω Θεὸς Λόγος, ἐν λογικῷ καὶ διὰ λογικοῦ ζώου τὴν ἰδίαν δύναμιν ἐνεργῶν, καὶ ὑπὲρ τὴν φύσιν τὴν ἰδίαν ἀποτελεῖ τὸ ζῶον εὐδοκίᾳ τῇ ἑαυτοῦ, καὶ τὸ ζῶον εἶναι λογικὸν οὐκ ἐκώλυσε· καὶ ὁ αὐτὸς ἄνθρω‐ | |
10 | πος χρηματίζειν οὐ κατηξίωσε, καὶ τελῶν τὰ τερά‐ στια οὐ κεχώρισται τοῦ ἑνωθέντος, ἤγουν προσ‐ ληφθέντος, ἀλλ’ ὡς οὖν τὸ ἐκείνου γεγονὸς ἐνεργεῖ τὰ πάντα· καὶ διὰ τοῦτο, «Ὁ Λόγος σὰρξ ἐγένετο,» εἴρηται, καὶ οὐκ ἐν σαρκὶ, ἵνα γνῶμεν τὴν ἐξ εὐδο‐ | |
15 | κίας ἕνωσιν, καὶ τοῦτο διδαχθέντες Χριστὸν ἕνα καὶ τὸν αὐτὸν γνωρίζωμεν Θεὸν καὶ ἄνθρωπον. | |
19 | Ἀπολλ. Προσκυνεῖται ὑπὸ ἀγγέλων ὁ ἄνθρω‐ | |
20 | πος, ἢ οὔ. Ἀλλ’ εἰ μὲν οὐ προσκυνεῖται, πῶς ἥνω‐ ται, καὶ ἀποστέλλει ὁ Υἱὸς τοὺς ἀγγέλους αὐτοῦ; εἰ δὲ προσκυνεῖται διὰ τὸ ἐν αὐτῷ θείαν ἐνοικῆσαι δύνα‐ μιν, πῶς ὑπὸ τῶν ἀεὶ θείαν ἐχόντων δύναμιν ἐνοι‐ κοῦσαν; Καὶ ἡμεῖς δὲ προσκυνήσομεν τὸν ἄνθρω‐ | |
25 | πον, ἢ οὔ. Ἀλλ’ εἰ μὲν οὐ προσκυνήσομεν, πῶς ἡνῶσθαι νομιοῦμεν αὐτὸν, καὶ πῶς εἰς τὸν θάνατον αὐτοῦ βα‐ πτιζόμεθα; εἰ δὲ προσκυνήσομεν, ὥσπερ τὸν Θεὸν, οὕτω καὶ τὸν ἄνθρωπον, ἀσεβήσομεν κτίσμα κτίστῃ ἐν ἴσῳ τιθέντες. Καὶ εἰ κριτὴν προσδοκῶμεν τὸν ἄν‐ | |
30 | θρωπον μετὰ τοῦ Θεοῦ φωτίζοντα τὰ κρυπτὰ τοῦ σκότους, τὴν τοῦ Θεοῦ κρίσιν ἀναθήσομεν ἀνθρώπῳ· εἰ δὲ μὴ, πῶς «ἔδωκεν αὐτῷ ὁ Πατὴρ ἐξουσίαν κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί;» καὶ πῶς ἥνωται τῷ κρίνοντι; Ὀρθ. Διὰ γὰρ τοῦτο ἔλαβε παρὰ τοῦ | |
35 | Θεοῦ ἐξουσίαν κρίσιν ποιεῖν, Κύριος ὢν τῆς δόξης καὶ πάσης ἐξουσίας, ἐπειδὴ, Θεὸς Λόγος ὢν, ἐγένετο ἄνθρωπος, ὅλην ἀνθρωπότητα λαβών. Ἡ γὰρ μορφὴ τοῦ δούλου ὅλη ἐστὶν ἀνθρωπότης, ὡς ἡ μορφὴ τοῦ Θεοῦ ὅλη θεότης. Καὶ ἡμεῖς καὶ ἄγγελοι προσκυνοῦ‐ | |
40 | μεν αὐτῷ τῷ Θεῷ Λόγῳ, μορφὴν δούλου λαβόντι· καὶ οὐκ ἐν μέρει τὸν Θεὸν προσκυνοῦμεν, καὶ ἐν μέρει τὸν ἄνθρωπον· οὐδὲ κτίσμα καὶ κτίστην ἐν ἴσῳ τιθέ‐ μεθα· ἀλλ’ ὥσπερ σὺ, εἴ γε ὁμολογεῖς κἂν γοῦν σάρκα ὁμοούσιον ἡμῖν αὐτὸν λαβόντα ἐκ τῆς Παρθένου, | |
45 | προσκυνεῖς αὐτὸν σαρκωθέντα μετὰ τῆς σαρκὸς, οὐκ ἐν ἴσῳ τιθεὶς τὴν σάρκα καὶ τὴν θεότητα, οὐδὲ χωρί‐ ζων τὴν σάρκα, καὶ ἐν μέρει προσκυνῶν αὐτὴν, ἀλλὰ τὴν θεότητα μετὰ τῆς σαρκὸς προσκυνεῖς· οὕτω καὶ ἡμεῖς τὴν θεότητα ἐνανθρωπήσασαν προσ‐ | |
28.1281(50) | κυνοῦμεν, οὐ χωρίζοντες αὐτὴν τῆς ἀνθρωπότητος. Καὶ φωτίζει τὰ κρυπτὰ τοῦ σκότους Χριστὸς, εἷς ὢν ὁ αὐτὸς Θεὸς καὶ ἄνθρωπος, ὡς πῦρ ἐν ὕλῃ φωτίζων τοὺς προσιόντας αὐτοῦ τῷ φωτὶ, οὐ χωριζόμενον τῆς ἑνωθείσης ὕλης, οὐδὲ ἀναλισκομένης τῆς ὕλης, καθ‐ | |
55 | άπερ οὐδὲ ἡ παρὰ Μωσῇ βάτος. | |
28.1284 | Ἀπολλ. Ἄνθρωπος Θεῷ παραζευχθεὶς, ἕτερος παρὰ τὸν Θεόν ἐστι ταῖς ζωτικαῖς κινήσεσι, λογιστι‐ καῖς τε καὶ παθητικαῖς· καὶ πάσχων, ὡς ἕτερος πάσχει, καὶ προσκυνούμενος, ὡς ἕτερος προσκυνεῖ‐ | |
5 | ται. Σὰρξ δὲ Θεοῦ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλὰς, καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι, οὔτε πράξεις, καὶ τοῖς πάθεσιν ὑπο‐ βαλλομένη· κατὰ τὸ σαρκὶ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν, διὰ τὸ Θεοῦ εἶναι σὰρξ, ὥστε καὶ κατ‐ | |
10 | άρξαι τῆς ἀπαθείας τοῖς οὐχ ὁμοίως μὲν, ὁμοζώοις δὲ σώμασι· καὶ προσκυνεῖται ὡς Θεοῦ σὰρξ, Θεοῦ ὄντος οὕτω τοῦ προσκυνουμένου· καὶ συνάφειαν ἡμῖν δίδωσιν, οὗ ἐστι σῶμα· καὶ προσκυνεῖται, οὐχ ὡς κτίσμα, ὅτι μηδὲν κτίσμα μέρος Θεοῦ. Οἱ ἄρα | |
15 | σάρκα λαβεῖν τὸν Θεὸν πιστεύσαντες, καὶ τῶν εὐερ‐ γεσιῶν τυγχάνουσι, καὶ οὐκ εἰς ἕτερον μεταπίπτου‐ σιν· ὧν τὰ ἐναντία ἔχουσιν οἱ ἄνθρωπον παρεζεῦχθαι λέγοντες Θεῷ. Ὀρθ. Ἀνεχώρησας τῆς θεο‐ πνεύστου Γραφῆς, καὶ διὰ τοῦτο τῆς χάριτος ἐξέπε‐ | |
20 | σες, τῆς Γραφῆς λεγούσης τὸ, «Ἔλαβε,» καὶ, «Ἐγέ‐ νετο·» τὸ παρεζεῦχθαι σαυτῷ ὤρυξας καθάπερ λάκ‐ κον συντετριμμένον, μὴ δυνάμενον ὕδωρ συνέχειν. Πῶς δὲ οὐ θέλεις ταῖς ζωτικαῖς καὶ λογιστικαῖς καὶ παθητικαῖς κινήσεσι χωρίζεσθαι τὸν Λόγον τῆς ἀν‐ | |
25 | θρωπότητος; Ἆρα γὰρ καὶ αὐξάνων, θεϊκῇ κινήσει ἀπὸ ἡλικίας εἰς ἡλικίαν θεϊκῶς ηὔξανεν; Καὶ σοφίᾳ προκόπτων, θεϊκῶς προσέκοπτεν; Καὶ λυπούμενος καὶ ἀγωνιῶν, καὶ ταραττόμενος, θεϊκῶς ἐλυπεῖτο καὶ ἠγωνία, καὶ ἐταράττετο, καὶ ἐκοπία καὶ ἔπασχεν; Μὴ | |
30 | γένοιτο! Ἀλλ’ ὥσπερ τὸ σῶμα τὸ ἐκ Μαρίας, ἑαυτοῦ σῶμα ἔλεγεν ὁ Θεὸς Λόγος, οὐ τῆς αὐτῆς οὐσίας ὂν τῇ θεότητι· οὕτω καὶ τὰ πάθη καὶ τὴν αὔξησιν τὴν ζωτικὴν καὶ λογιστικὴν ἑαυτοῦ λέγει, ἰδιοποιούμενος πάντα τῆς ἀνθρωπότητος τῇ εὐδοκίᾳ τῆς χάριτος· | |
35 | ὡσαύτως καὶ τὴν σάρκα ζωῆς ὄργανον ἁρμοζό‐ μενον πρὸς τὰς θείας βουλάς. Ἵνα γὰρ πτύσῃ, σώ‐ ματι κέχρηται ὀργάνῳ· ἵνα ταφῇ, ὁμοίως τῷ σώ‐ ματι· ἵνα δὲ πάθῃ ἑκουσίως, καὶ ἵνα τὸν ᾅδην σκυ‐ λεύσῃ, τῇ ψυχῇ, ἣν ἔλεγε τιθέναι ὑπὲρ τῶν προβάτων. | |
40 | Καὶ οὔτε ἀνθρώπου λόγοι ἴδιοι, οὔτε αἱ πράξεις· σὰρξ δὲ τοῖς πάθεσιν, ὑποβαλλομένη κατὰ τὸ ἀνθρώπῳ προσῆκον, ἰσχύει κατὰ τῶν παθῶν διὰ τὴν πρὸς τὸν Θεὸν ἕνωσιν. «Ἁμαρτίαν γὰρ οὐκ ἐποίη‐ σεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ,» ὥστε | |
45 | κατάρξαι τῆς ἀπαθείας τοῖς ὁμοίοις. «Ὡμοίωται» γὰρ «κατὰ πάντα τοῖς ἀδελφοῖς ὁ Θεὸς Λόγος, «ἑνω‐ θεὶς ἀνθρωπότητι, καὶ προσκυνεῖται Θεὸς ἐνανθρω‐ πήσας· καὶ συνάφειαν ἡμῖν πρὸς αὐτὸν δίδωσι, με‐ τασχὼν αἵματος καὶ σαρκὸς, καὶ προσκυνεῖται ὁ αὐ‐ | |
28.1284(50) | τὸς, ἑνώσει τῇ πρὸς ἡμᾶς ὡς ἄνθρωπος, φύσει δὲ καὶ οὐσίᾳ ὢν Θεός. Τί δὲ καὶ λέγειν ἐτόλμησας μέρος Θεοῦ τὴν σάρκα τὴν ἐκ σπέρματος Δαβὶδ, τὴν ἐκ Μαρίας τῆς | |
Παρθένου, τὴν οὐ φαντασίᾳ σάρκα, ἀλλ’ ἀληθείᾳ, καὶ | ||
28.1285 | μετὰ τὴν ἀνάστασιν φανεῖσαν; Νομιζόντων γὰρ τῶν μαθητῶν φάντασμα εἶναι, ὅτι τῶν θυρῶν κεκλεισμένων εἰσῆλθεν, ὑπομνήσθητι αὐτοῦ τῶν λόγων, ἵνα ἀκούσῃς τό· «Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα | |
5 | καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ὁρᾶτε ἔχοντα.» Τοῦ δὲ ἀμεροῦς Θεοῦ πῶς οἷόν τέ ἐστι μέρος νοῆσαι, καὶ ταῦτα σάρκα, τῆς σῆς ἐστι σοφίας ἐξηγήσασθαι. | |
14 | Ἀπολλ. Εἰ σὰρξ, ὡς ἐπιστρατευομένη τῷ | |
15 | νῷ, κεχώρισται τοῦ νοῦ, κατὰ τὸν Ἀπόστολον, ὁ τὴν σάρκα λαβὼν Θεὸς ἀπὸ ταύτης ἔχει τὰς ἐπιστρατευο‐ μένας ἐπὶ νοῦν κινήσεις, αὐτῷ δὲ μὴ ὑποταττομένας ὡς ἀνταγωνιστῇ τῷ νῶ. Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεός. Ὀρθ. Τίνι γὰρ τῶν ἁγίων οὐχ | |
20 | ὑπετάγησαν αἱ ἐπιστρατευόμεναι τῷ νῷ κινήσεις; ἢ πῶς ἅγιοι, εἰ μὴ ὑπέταξαν αὐτάς; Εἰ δὲ τῷ νῷ τῶν ἁγίων ὑπετάγησαν αἱ ἀντιστρατευόμεναι τῷ νῷ κι‐ νήσεις, πῶς οὐχὶ τῷ Θεῷ Λόγῳ ὑποταγήσονται, ἑνωθέντι ψυχῇ νοερᾷ μετὰ σαρκὸς, ἵνα κατὰ πάντα | |
25 | τοῖς ἀδελφοῖς ὁμοιωθῇ χωρὶς ἁμαρτίας, καὶ ᾖ αὐτὸς Θεὸς καὶ ἄνθρωπος; Τί δὲ εἶναι θέλει τὸ, Εἰ δὲ τοῦτο, οὐκ αὐτὸς ὁ πάσχων, καθὸ Θεὸς, ἄλλοι νοή‐ | |
σουσιν, οἱ ἐπιγραφόμενοί σε διδάσκαλον. |