TLG 2035 104 :: ATHANASIUS :: Vita sanctae Syncleticae [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Vita sanctae Syncleticae [Sp.]

Citation: Volume — page — (line)

28

.

1488

(14t)

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΑΚΑ‐
15tΡΙΑΣ ΚΑΙ ΔΙΔΑΣΚΑΛΟΥ ΣΥΓΚΛΗΤΙΚΗΣ.
16 Ἔδει πάντας ἀνθρώπους τῶν καλῶν μὴ ἀμυήτους ὑπάρχειν. Οὕτω γὰρ ἂν ἐγγεγυμνασμένοι τοῖς πράγμα‐ σιν εἰ εἶεν, τὸ ἀζήμιον εἶχον ἐν βίῳ· καὶ γοῦν τοὺς ἀκε‐ ραιοτέρους τὰ πολλὰ τῶν χρηστῶν διέλαθεν. Τοῦτο δὲ
20πεπόνθασιν ἐκ τοῦ τὴν διάνοιαν αὐτοῖς ἀμβλυωτέραν καθεστάναι ὑπὸ τῆς ἀμελείας. Πολλάκις γὰρ καὶ μαρ‐ γαρῖται πολύτιμοι εἰς πένητας παρῆλθον ἄνδρας. Οἱ δὲ ἀδοκίμαστον τὴν περὶ τούτων τέχνην ἔχοντες, ὡς μικρῶν τινων καὶ οὐδαμινῶν κατεφρόνησαν. Ἡμεῖς
25γοῦν, νηπίαν καὶ ἀνάσκητον ψυχὴν ἔχοντες, τῷ παρ‐ όντι ἐντυγχάνοντες μαργαρίτῃ, οὐδὲν μέγα τοῦτον θεωροῦμεν, τῷ σχήματι μόνῳ ἐνατενίζοντες, τῆς δὲ φύσεως αὐτοῦ, ὅσον πρὸς γνῶσιν, μακρὰν τυγχάνον‐ τες. Ὡς δὲ κατ’ ὀλίγον ἐκ τῶν πέλας ἐδιδασκόμεθα τὸ
30κάλλος αὐτοῦ, θεῖος ἔρως καὶ ἡμῖν ἐνεγεννᾶτο πρὸς τὸ ὀφθέν· καὶ γὰρ αὐτὰ τὰ πράγματα ἐζωπύρει ἡμῶν πρὸς τὸν πόθον τὴν διάνοιαν. Τί δὲ λέγω τοὺς παρόντας, ἢ καὶ ἑαυτὸν συγκα‐ ταριθμῶ τούτοις, ὥς τι εἰδότων ἡμῶν καὶ λεγόντων
35περὶ τῆς ἀοιδίμου καὶ μακαρίας Συγκλητικῆς; Οἶμαι γὰρ πᾶσαν ἀνθρώπων φύσιν λείπεσθαι πρὸς διήγησιν τῶν ἀγαθῶν αὐτῆς πράξεων. Εἰ δὲ καί τις ἐπιχειρήσειε λέγειν τι περὶ αὐτῆς, πολὺ μὲν καὶ ἄπειρον ἀπολει‐ φθήσεται τῶν ζητουμένων, κἂν σοφὸς, κἂν ἐπιστή‐
40μων τυγχάνῃ. Ὥσπερ γὰρ οἱ τῷ ἡλίῳ ἀτενίσαι βου‐ λόμενοι τὰς ὄψεις βλάπτονται, οὕτω καὶ οἱ κατοπτρί‐ ζεσθαι τῷ βίῳ ταύτης πειρώμενοι, ὑπὸ τοῦ μεγέθους τῶν κατορθωμάτων ἰλιγγιάσαντες, ὑπενδόντες ἢ καὶ ἀτονήσαντες, σύγχυσιν ὑφίστανται τῇ διανοίᾳ.
46 Ἡμεῖς δὲ κατὰ τὴν ἰδίαν δύναμιν ἰχνηλατοῦντες τὰ κατ’ αὐτὴν, καὶ ἐκ τῶν συνηλίκων δὲ αὐτῆς τὰ κατὰ τὸν πρῶτον βίον ἀκροθιγῶς ἀκούσαντες, καὶ ἐξ αὐτῶν δὲ τῶν πραγμάτων ἀμυδρῶς καταυγασθέντες,

28

.

1488

(50)

ἐπὶ τὸ γράφειν ἥκομεν, ἑαυτοῖς τροφὰς σωτηριώδεις ἀποθησαυρίζοντες. Τὸ μὲν γὰρ κατ’ ἀξίαν αὐτῆς λέ‐ γειν οὐ μόνον ἡμῖν ἀδύνατον, ἀλλὰ καὶ τοῖς πολλοῖς δυσχερές. Ἡ τῆς οὐρανίου συγκλήτου ἐπώνυμος, χώρας τῆς
55Μακεδονίας τυγχάνει. Ἀκηκοότων γὰρ τῶν προγόνων αὐτῆς τὸ φιλόθεον καὶ φιλόχριστον τῶν Ἀλεξανδρέων,
κατελάμβανον ἐκ Μακεδονίας τὴν τοῦ Μακεδόνος πό‐

28

.

1489

λιν. Ἐπιβαντῶν δὲ αὐτῶν τῇ χώρᾳ, καὶ μείζω εὑρόν‐ τες τῆς φήμης τὰ πράγματα, φιλοφρόνως ᾤκουν αὐ‐ τήν. Οὐ πλήθει δὲ δήμων συνέχαιρον, οὔτε μὴν οἰκη‐ μάτων ἐθαύμαζον μέγεθος· πίστιν δὲ μονότροπον
5εὑρόντες σὺν εἰλικρινεῖ ἀγάπῃ, δευτέραν ἔθεντο τὴν οἰκείαν τῆς μετοικίας. Ἦν δὲ καὶ τῷ γένει περίβλεπτος ἡ μακαρία Συγκλητικὴ, καὶ τοῖς ἄλλοις δὲ τοῖς κατὰ τὸν κόσμον τερπνοῖς νομιζομένοις ἐκεκόσμητο. Παρῆν δὲ αὐτῇ
10καὶ ἀδελφὴ ὁμόφρων ἅμα, καὶ ἀδελφοὶ δύο, σεμνο‐ τάτῳ καὶ αὐτοὶ ἀναχθέντες βίῳ· ὧν ὁ μὲν εἷς, ἐν τῇ παιδικῇ ἡλικίᾳ τυγχάνων, ἀπεγένετο· ὁ δὲ ἕτερος, ἐπιβὰς πέμπτῳ καὶ εἰκοστῷ ἔτει, παρὰ τῶν γονέων εἰς γάμον παρεκαλεῖτο· καὶ πάντων πρὸς τὸ ζητού‐
15μενον εὐτρεπισθέντων, καὶ τῶν ἐξ ἔθνους συμβολι‐ κῶν ἐκτελουμένων, ἀπέπτη ὁ νέος ὥσπερ ὄρνεον ἐκ βρόχων, ἀνταλλαγὴν ποιησάμενος τῆς ἐπιγείου νύμ‐ φης, τὴν ἄμωμον καὶ ἐλευθέραν τῶν ἁγίων σύνοδον. Αὕτη δὲ ἔτι ἐν ταῖς πατρῴαις ἀγκάλαις τυγχά‐
20νουσα, φιλοθεΐᾳ μὲν τὸ πρῶτον τὴν ψυχὴν ἠσκεῖτο· καὶ οὐχ οὕτω τὰς τοῦ σώματος ἐπιμελείας ἐποιεῖτο, ὡς τὰς τῆς φύσεως ὁρμὰς ἐπετήρει. Ἦν γὰρ καὶ κατὰ τὸ σῶμα περικαλλεστάτη, ὡς καὶ πολλοὺς αὐτῇ μνηστῆρας προσιέναι κατὰ τὴν
25πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε‐ λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο‐ σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ’ αὐτῆς τῆς κόρης τοῦ κάλλους ἐξαπτομένους. Καὶ γοῦν οἱ γονεῖς ἀσμέ‐ νως προετρέποντο τὴν νέαν εἰς γάμον, αὐτὸ τοῦτο
30ἐπείγοντες, ὡς ἐξ αὐτῆς τὴν τοῦ γένους διαδοχὴν αὐ‐ τοῖς φυλαχθῆναι. Ἡ δὲ σώφρων καὶ γενναία τῷ φρο‐ νήματι, οὐδόλως συνετίθετο ταῖς τοιαύταις τῶν γο‐ νέων συμβουλίαις· ἀλλὰ γάμον ἀκούουσα κοσμικὸν, γάμον θεῖον ἐφαντάζετο· καὶ πολλοὺς μνηστῆρας
35παρορῶσα, εἰς μόνον τὸν οὐράνιον νυμφίον εἶχε τὸ νεῦμα. Καὶ ἦν ἰδεῖν τῆς μακαρίας Θέκλης γνησίαν μα‐ θήτριαν, τοῖς αὐτοῖς αὐτὴν ἑπομένην διδάγμασι. Καὶ γὰρ τῶν δύο εἷς μνηστὴρ ἦν ὁ Χριστὸς, καὶ αὐτὸς ἦν
40τῶν ἀμφοτέρων νυμφαγωγὸς Παῦλος· οἶμαι δὲ καὶ τὸν θάλαμον αὐταῖς μὴ ἐναλλάττειν· εἷς γὰρ αὐταῖς παστὸς ἡ Ἐκκλησία, καὶ ὁ αὐτὸς Δαβὶδ μελῳδεῖ ἐπ’ ἀμφοτέρων τὰ σεμνὰ καὶ θεῖα ᾄσματα. Καὶ γὰρ ἐν κυμβάλοις εὐήχοις τέρπει τὰς Θεῷ ἀνατεθείσας ψυ‐
45χὰς, καὶ ἐν τυμπάνοις καὶ ἐν δεκαχόρδοις ψαλτηρίοις τὴν τελειοτάτην ᾠδὴν ἀναπέμπει. Μαριὰμ δὲ τοῖς ἱεροῖς τούτοις γάμοις τὰς χορευτρίας εἰσάγει, λέ‐ γουσα· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδό‐ ξασται Καὶ τὰ ὄψα δὲ τοῦ θείου δείπνου κοινὰ τοῖς

28

.

1489

(50)

ἑστιωμένοις· Γεύσασθε γὰρ, καὶ ἴδετε, ὅτι χρη‐ στὸς ὁ Κύριος. Καὶ ἡ τῶν νυμφικῶν δὲ αὐταῖς πε‐ ριβλημάτων μία τις ὑφή· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθησαν, Χριστὸν ἐνεδύσαντο. Ὁμότροπος οὖν αὐταῖς ἦν ἡ πρὸς Κύριον ἀγάπη· τῶν γὰρ αὐτῶν
55ἠξιοῦντο δωρεῶν· ἀλλὰ καὶ τοῖς αὐτοῖς ἀγῶσιν ἡμιλ‐ λῶντο. Τὰ μὲν γὰρ τῆς μακαρίας Θέκλης οὐδενὶ ἠγνόη‐
ται μαρτύρια, ὡς διὰ πυρὸς καὶ θηρίων ἀτιθάσσων

28

.

1492

αὐτὴν ἐνηθληκέναι· καὶ ταύτης τοὺς ἐναρέτους πό‐ νους τε καὶ ἱδρῶτας οἶμαι τοὺς πολλοὺς μὴ λανθά‐ νειν. Εἰ γὰρ εἷς Σωτὴρ ἦν αὐταῖς ὁ ποθούμενος, ἀναγ‐ καίως καὶ εἷς αὐταῖς ὁ ἀντιτασσόμενος. Καὶ τῇ μὲν
5Θέκλῃ πραϋτέρους ὑπολαμβάνω τοὺς πόνους· καθ‐ ῄρητο γὰρ ἡ τοῦ ἐχθροῦ κακία, διὰ τῶν ἐκτὸς αὐτῇ προσομιλοῦντος· ἐνταῦθα δὲ δριμυτέραν ἑαυτοῦ τὴν κακίαν ἐπιδείκνυται, ἐκ τῶν ἔνδον διὰ τῶν ἐναντίων καὶ ὀλεθρίων ἑαυτοῦ λογισμῶν κινούμενος.
11 Οὐκ ἐγοήτευσεν αὐτῆς τὸ ὄμμα ποικίλης ἐσθῆ‐ τος ὑφὴ, οὐδὲ λίθων πολυτελῶν διάφορα χρώματα· οὐκ ἠπάτησεν αὐτῆς τὴν ἀκοὴν κύμβαλον, οὐδ’ αὐλὸς διαλῦσαι δεδύνηται τὸν τῆς ψυχῆς αὐτῆς τόνον. Οὐκ
15ἐμάλαξεν αὐτὴν γονέων δάκρυα, οὐδὲ ἑτέρα τις συγ‐ γενῶν παραίνεσις· ἀλλ’ ὥσπερ ἀδάμαντα τὸν λογι‐ σμὸν ἔχουσα, οὐ παρετράπη τὸν νοῦν· καὶ ὥσπερ θυρίδας τὰς πάσας αἰσθήσεις αὐτῆς ἀποκλείουσα, τῷ ἑαυτῆς νυμφίῳ καταμόνας προσωμίλει, τὸ γρα‐
20φικὸν ἐκεῖνο λέγουσα· Ὡς ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ὁ ἀδελφιδός μου ἐμοί. Καὶ εἰ μὲν καπνώδεις καὶ σκοτειναὶ ὁμιλίαι παρῆσαν, ταύτας ἀπέφευγε, τοῖς ἔνδον ταμείοις τῆς ψυχῆς ἑαυτὴν συνάγουσα· ὅπου δὲ φωτειναὶ καὶ ἐπωφελεῖς παραινέσεις ἐτύγχα‐
25νον, πᾶσαν ἑαυτῆς τὴν διάνοιαν ἔτεινε πρὸς ὑποδο‐ χὴν τῶν λεγομένων. Οὐκ ἠμέλει δὲ καὶ τοῦ κατὰ τὸ σῶμα σωτη‐ ρίου φαρμάκου· τήν τε γὰρ νηστείαν οὕτως εἶχε φί‐ λην, ὡς μηδένα αὐτῇ τῶν παρόντων ἴσον τυγχάνειν.
30Φυλακὴν γὰρ καὶ θεμέλιον ταύτην ἡγεῖτο τῶν ἄλλων. Καὶ εἴ ποτε ἀνάγκης γενομένης παρὰ τὸν συνήθη καιρὸν ἐτράφη, τὸ ἐναντίον ὑφίστατο τοῖς ἐσθίουσιν· ὠχρία γὰρ αὐτῆς τὸ πρόσωπον, καὶ συνέπιπτεν ὁ τοῦ σώματος ὄγκος· τοῦ γὰρ κινοῦντος ἀηδισθέντος, συν‐
35αλλοιοῦται καὶ τὸ κινούμενον. Ὅπως γὰρ ἂν ἡ ἀρχὴ διατεθῇ, ὡς ἐπίπαν ἀκολουθεῖ ταύτῃ καὶ τὰ ἐκ ταύ‐ της ἠρτημένα. Οἷς μὲν γὰρ ἡ τροφὴ καὶ ἡδονὴν γίνε‐ ται καὶ προσφέρεται, εὐθαλὴς ὁ τοῦ σώματος ὄγκος ἐστίν· οἷς δὲ τὸ ἐναντίον συμβαίνει, ἄτροφος καὶ
40λεπτὴ ἡ σὰρξ τυγχάνει. Μαρτυροῦσι δέ μου τῷ λόγῳ οἱ ἄῤῥωστοι. Ἡ γοῦν μακαρία αὕτη, νοσηλεύειν πει‐ ρωμένη τὸ σῶμα, τῇ ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ‐
45τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω μὲν οὖν ἐνήθλει λανθάνουσα τοὺς πολλούς. Ὅτε δὲ οἱ γονεῖς αὐτῆς τέλος ἔσχον τοῦ βίου, ἐπὶ πλεῖον θεοφορηθεῖσα τῷ θείῳ φρονήματι, λαμβάνει καὶ τὴν ἀδελφὴν μεθ’ ἑαυτῆς· ἦν γὰρ στε‐

28

.

1492

(50)

ρηθεῖσα τῶν ὄψεων· καὶ τῶν μὲν πατρῴων οἴκων χω‐ ρίζεται· εἰς δέ τινος συγγενοῦς αὐτῆς ἡρωεῖον ἀπ‐ ῳκισμένον τῆς πόλεως κατάγεται· καὶ διαπωλήσασα πᾶσαν τὴν καταλειφθεῖσαν αὐτῇ οὐσίαν, καὶ διανεί‐ μασα τοῖς πένησι, προσκαλεσαμένη τινὰ τῶν πρε‐
55σβυτέρων, ἀπέτεμεν ἑαυτῆς τοὺς πλοκάμους. Τότε

28

.

1493

τὴν πᾶσαν κόσμησιν ἀπέθετο· ἔθος γὰρ ταῖς γυναιξὶ κόσμον καλεῖν τὴν τρίχα. Σύμβολον δὲ ἦν τὸ γινόμε‐ νον τοῦ ἀπέριττον καὶ καθαρὰν τὴν ψυχὴν αὐτῆς γεγενῆσθαι. Τότε μὲν οὖν πρῶτον ἠξιώθη τῆς παρ‐
5θενικῆς προσηγορίας. Πᾶσαν δὲ τὴν οὐσίαν αὐτῆς τοῖς πτωχοῖς δια‐ νείμασα, ἔλεγε· Μεγάλου μὲν ἠξίωμαι ὀνόματος· Τί δὲ ἀνταποδώσω ἐπάξιον τῷ δωρησαμένῳ, οὐκ ἔχω. Εἰ γὰρ ἐπὶ τῶν ἐκτὸς πραγμάτων, ἕνεκεν ἀξιώματος
10φθαρτοῦ, πᾶσαν ἑαυτῶν τὴν οὐσίαν ἀποβάλλουσι· πόσῳ μᾶλλον ἐμὲ, τοσαύτης ἀξιωθεῖσαν χάριτος, οὐκ ἄρα ἔδει μετὰ τῶν νομιζομένων ὑπαρχόντων προδοῦναι καὶ τὸ σῶμα; Τί δὲ λέγω κτήματα ἢ σῶμα δοῦ‐ ναι, πάντων αὐτοῦ ὑπαρχόντων; Τοῦ γὰρ Κυρίου
15ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Διὰ τούτων μὲν τῶν λόγων τὴν ταπεινοφροσύνην ἐγκομβωσαμένη, ἡσύ‐ χαζεν. Ἦν μὲν οὖν καὶ ἐν ταῖς πατρικαῖς αὐλαῖς ἱκανῶς προγυμνασθεῖσα τοῖς πόνοις· καὶ ἐν αὐτῇ δὲ
20τῇ ἀκμῇ τοῦ σταδίου ἀχθεῖσα, προέκοπτε ταῖς ἀρε‐ ταῖς. Ὅσοι μὲν οὖν ἀγυμνάστως καὶ ἀσκέπτως προσ‐ ῆλθον τῷ θείῳ τούτῳ μυστηρίῳ, ἀπέτυχον τοῦ ζη‐ τουμένου, μὴ προθεωρήσαντες τὰ καθ’ ἕκαστον· ὥσπερ δὲ οἱ ὁδοιπορεῖν μέλλοντες τῶν ἐφοδίων πρῶ‐
25τον φροντίζουσιν, οὕτως καὶ αὕτη, ὥσπερ ἐφοδίοις ἑαυτὴν, τοῖς πάλαι πόνοις εὐτρεπίσασα, ἀδεῶς τὴν ἐπὶ τὰ ἄνω πορείαν ἐποιήσατο· τὰ γὰρ εἰς τὸν ἀπαρτισμὸν τῆς οἰκίας προαποθεμένη, ὀχυρώτατον τὸν ἑαυτῆς ἐξετέλει πύργον. Καὶ τὸ μὲν καθ’ ἱστο‐
30ρίαν τῶν οἰκημάτων ποίημα ἐκ τῶν ἔξωθεν ὑλῶν κατασκευάζεται· αὕτη δὲ τὸ ἐναντίον πεποίηκεν· οὐ γὰρ τὰς ἔξωθεν ὕλας συνήγαγεν, ἀλλὰ μᾶλλον τὰς ἔσωθεν ἐκένωσε. Τὰ γὰρ χρήματα ἑαυτῆς διαδοῦσα τοῖς πένησι, καὶ καταλιποῦσα ὀργὴν καὶ μνησικακίαν,
35ἀπωσαμένη δὲ καὶ φθόνον καὶ φιλοδοξίαν, ᾠκοδόμησε τὴν οἰκίαν ἑαυτῆς ἐπὶ τὴν πέτραν, ἧς περιφανὴς ὁ πύργος καὶ ἀχείμαστος ἡ οἰκία. Καὶ τί πολλὰ λέγω; ὑπερέβαινε γὰρ διὰ τῶν ἀρχῶν καὶ τὰς ἐν ἕξει τοῦ μονήρους βίου τυγχανού‐
40σας. Ὥσπερ γὰρ τὰ εὐφυέστατα τῶν παιδίων, ἔτι ἐν ταῖς συλλαβαῖς ὄντα, ἁμιλλῶνται τοῖς ἐν ἡλικίᾳ καὶ πλείω χρόνον ἔχουσι παρὰ τοῖς διδασκάλοις· οὕτω καὶ αὕτη, ζέουσα τῷ πνεύματι, παρέτρεχε τὰς λοι‐ πάς.
45 Τὸν μὲν οὖν ἔμπρακτον αὐτῆς καὶ ἀσκητικὸν βίον λέγειν ἀδυνατοῦμεν, ἐπείπερ οὐδὲ συνεχώρει τινὰ τούτου θεατὴν γενέσθαι. Οὐδὲ γὰρ κήρυκας τῶν αὐτῆς ἀνδραγαθημάτων ἤθελεν εἶναι τοὺς παρόντας. Οὐχ οὕτως γὰρ τὸ εὖ πράττειν ἐφρόντιζεν, ὅσον τῆς

28

.

1493

(50)

τούτου φυλακῆς τε καὶ κρυβῆς. Τοῦτο δὲ ἐποίει οὐ φθόνῳ συνεχομένη, ἀλλὰ θείᾳ χάριτι συγκροτουμένη. Τὸ γὰρ Κυριακὸν ἐκεῖνο κατὰ νοῦν ἔφερε ῥῆμα, τὸ λέγον, ὡς Εἴ τι ἐὰν ποιῇ ἡ δεξιά σου, μὴ γνώτω ἡ ἀριστερά σου. Οὕτως μὲν λανθάνουσα ἐξετέλει τὰ
55πρέποντα τῷ ἐπαγγέλματι. Ἀπὸ δὲ τῆς πρώτης ἡλικίας, καὶ ἕως τῆς
ἀκμαστικῆς, οὐ μόνον παντὸς ἀνδρὸς συντυχίαν ἀπ‐

28

.

1496

έφευγεν, ἀλλὰ καὶ τὰς ὁμοφύλους τὰ πολλὰ παρῃτεῖτο, δύο τούτων ἕνεκα, ἢ τοῦ μὴ δοξασθῆναι τῇ ὑπερβολῇ τῆς ἀσκήσεως, ἢ τοῦ μὴ ὑποσυρῆναι τῆς ἀρετῆς διὰ τὴν σωματικὴν χρείαν.
5 Οὕτως μὲν οὖν τὰς πρώτας τῆς ψυχῆς ἐπιβο‐ λὰς παρετήρει, μὴ συγχωροῦσα αὐταῖς συγκαθέλκε‐ σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας
10ἐκφύσεις ἀφῃρεῖτο διά τε τῆς νηστείας καὶ τῆς προσ‐ ευχῆς. Καὶ εἰ βραχύ τι ἕκαστον τούτων προέκοπτε, ποικίλας αὐτοῖς τὰς τιμωρίας προσέφερε, διὰ παντο‐ δαπῶν πόνων τὸ σῶμα κακουχοῦσα. Οὐ μόνον γὰρ τῇ τοῦ ἄρτου λιμαγχονίᾳ ἠρκεῖτο, ἀλλά γε καὶ τῇ
15τοῦ ὕδατος ὀλιγοδεΐᾳ. Ὁπηνίκα μὲν πόλεμος τοῦ ἐχθροῦ πρὸς αὐτὴν συνεκροτεῖτο, προηγουμένως μὲν τὸν ἑαυτῆς Δεσπό‐ την δι’ εὐχῆς ἐκάλει πρὸς συμμαχίαν· οὐ γὰρ ἠρ‐ κεῖτο τὴν ὁρμὴν τοῦ λέοντος σβέσαι ψιλῇ ἀσκήσει.
20Καὶ παρὰ μὲν τῆς ἱκεσίας παρῆν ὁ Κύριος, καὶ ἀπ‐ εδίδρασκεν ὁ πολέμιος· πολλάκις δὲ καὶ ἐχρόνιζε πρὸς τὴν μάχην ὁ ἐχθρὸς, καὶ ὁ Κύριος οὐκ ἠμύνετο τὸν παλαμναῖον, αὐτῷ τούτῳ τῆς ἐναρέτου ψυχῆς εἰσαύ‐ ξων τὴν γυμνασίαν. Αὕτη δὲ ὥσπερ προσθήκῃ τῶν
25δώρων, ἐπὶ πλεῖον ἐκρατύνετο εἰς τὴν κατὰ τοῦ ἐχθροῦ νίκην. Οὐ μόνον γὰρ ἠρκεῖτο ταῖς ὀλιγοδεΐαις τῶν τροφῶν ἑαυτὴν νεκροῦσα, ἀλλά γε καὶ τῶν καθ’ ἡδο‐ νὴν διαιτημάτων ἐπειρᾶτο εἴργειν ἑαυτήν. Ἄρτον μὲν γὰρ πιτυρίαν ἤσθιεν· ὕδωρ δὲ πολλάκις οὐδ‐
30όλως ἐλάμβανε· καὶ ἐχαμεύνει δὲ ἕως τινός. Ἕως μὲν οὖν συνεκροτεῖτο ὁ πόλεμος, τοιούτοις ὅπλοις ἐκέχρητο· εὐχὴν μὲν ἐνδυομένη ἀντὶ ὅπλου καὶ θυ‐ ρεοῦ ἐνδυομένη· ἡ δὲ περικεφαλαία αὐτῆς ἦν ἐκ πί‐ στεως καὶ ἐλπίδος καὶ ἀγάπης συγκραθεῖσα. Ἡ γὰρ
35πίστις προηγεῖτο πάντων, ὅλους αὐτῆς τοὺς ἁρμοὺς συσφίγγουσα. Παρῆν δὲ καὶ ἡ ἐλεημοσύνη, εἰ καὶ μὴ ἡ κατ’ ἐνέργειαν, ἀλλ’ οὖν γε ἡ κατὰ πρόθεσιν. Διὰ τούτων οὖν ἧτταν ὑπομένοντος τοῦ ἐχθροῦ, καὶ αὐτὴ ἐπεκούφιζε τῆς δριμυτάτης ἀσκήσεως.
40Τοῦτο δὲ ἐποίει πρὸς τὸ μὴ ἀθρόως διαλυθῆναι τὰ τοῦ σώματος μέλη· ἥττης γὰρ ἦν τοῦτο τεκμήριον. Τῶν γὰρ ὅπλων συμπεσόντων, ποία ἐλπίς ἐστι τῷ στρατιώτῃ εἰς πόλεμον; Τινὲς γοῦν, ἀμέτρως καὶ ἀνεξετάστως τῇ ἀσιτίᾳ ἑαυτοὺς καταδαπανήσαντες,
45καιρίαν ἑαυτοῖς τὴν πληγὴν ἐπήγαγον· ὥσπερ δὲ ἐν παραιτήσει τοῦ ἀντιπάλου γενόμενοι, ἑαυτοὺς κατ‐ έφθειραν. Αὕτη δὲ οὐχ οὕτως ἔπραττεν, ἀλλὰ πάντα μετὰ διακρίσεως ἐποίει· καὶ τῷ μὲν ἐχθρῷ σφοδρῶς διά τε τῶν εὐχῶν καὶ τῆς ἀσκήσεως ἀπεμάχετο·

28

.

1496

(50)

πρὸς δὲ τὴν γαλήνην τῆς οἰκείας νηὸς ἐπεμελεῖτο τοῦ σώματος. Καὶ γὰρ οἱ ναυτιλλόμενοι, χειμῶνος καὶ κλύδωνος καταλαβόντος, ἄσιτοι διαμένουσι, πᾶ‐ σαν τὴν παρ’ ἑαυτῶν τέχνην τῷ πρὸ ὀφθαλμῶν κιν‐ δύνῳ ἀντιτιθέντες· ὁπηνίκα δὲ τύχωσι τοῦ ζῇν, τότε
55τῆς δευτέρας σωτηρίας ποιοῦνται τὴν φροντίδα· καὶ οὐχ ἅπας αὐτῶν ὁ χρόνος πρὸς τὸν σάλον τῆς θαλάσ‐ σης καταναλίσκεται· ὥσπερ δὲ ἀνάπαυλαν δέχονται τῶν πόνων τὴν βραχυτάτην γαλήνην· καὶ οὐδ’ οὕτως
ἀμερίμνως διάγουσιν, οὔτε μὴν ὕπνῳ βαθεῖ καθέλ‐

28

.

1497

κονται, πεῖραν ἐσχηκότες τῶν ἀπελθόντων, καὶ ἔν‐ νοιαν λαμβάνοντες τῶν μελλόντων. Εἰ γὰρ καὶ ὁ χει‐ μὼν ἐκόπασεν, ἀλλ’ ἡ θάλασσα οὐ μεμείωται· καὶ εἰ παρῆλθε τὸ δεύτερον, ἀλλ’ ὅμως τὸ πρῶτον [τρίτον] μέ‐
5νει· εἰ καὶ τὸ γενόμενον κεχώρισται, ἀλλὰ τὸ ποιοῦν πάρεστιν. Οὕτως οὖν καὶ ἐπὶ τοῦ παρόντος, εἰ καὶ τὸ πνεῦμα τῆς ἐπιθυμίας ἀπήλασται, ἀλλ’ ὅμως ὁ ἐξου‐ σιάζων τούτου οὐ μακρὰν τυγχάνει. Ὅθεν δεῖ ἀδια‐ λείπτως προσεύχεσθαι διὰ τὸ ἀβέβαιον τῆς θαλάσσης
10καὶ τὴν ἁλμυρὰν τοῦ ἐχθροῦ κακίαν. Ἡ οὖν μακαρία, ἀκριβῶς εἰδυῖα τὸ παρὸν ἐν τῷ βίῳ κλυδώνιον, καὶ προβλέπουσα τὰς τῶν πνευμάτων ζάλας, ἐπιμελῶς ἦν οἰακίζουσα τὸ ἴδιον σκάφος τῇ εἰς Θεὸν εὐσεβείᾳ· καὶ γὰρ ἀχείμαστον αὐτὸ τῷ σωτηρίῳ λιμένι προσ‐
15ώρμισεν, ἄγκυραν ἀσφαλεστάτην τὴν εἰς Θεὸν πίστιν θεμένη. Ἀποστολικὸς μὲν οὖν αὐτῆς ὁ βίος, διὰ πί‐ στεως καὶ ἀκτημοσύνης συσφιγγόμενος, ἔτι γε μὴν ἀγάπῃ καὶ ταπεινοφροσύνῃ διαλάμπων. Αὕτη τοῦ
20σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγων ἦς πι‐ στὸς, ἐπὶ πολλῶν σε καταστήσω. Τὸ δὲ ῥητὸν,
25εἰ καὶ ἐπὶ τῶν δωρεῶν ἀνάγεται, ἀλλ’ ὅμως ἐνταῦθα νοείσθω, ὡς Ὅτι ἐνίκησας τὸν ἔνυλον πόλεμον, καὶ κατὰ τοῦ ἀΰλου δὲ τρόπαιον πήξεις, ἐμοῦ ὑπερασπί‐ ζοντός σου. Γνώτωσαν τὸ μέγεθος τῆς πίστεως αἱ ὑπὸ τοῦ θεράποντός μου Παύλου ῥηθεῖσαι ἀρχαὶ καὶ ἐξου‐
30σίαι· νικήσας γὰρ τὰς ἐναντίας δυνάμεις, προσομι‐ λήσεις καὶ ταῖς κρείττοσιν. Οὕτως μὲν οὖν καθ’ ἑαυτὴν ἀναχωροῦσα, τῶν ἀγαθῶν ἔργων τελεσιουργὸς ἐγίνετο. Τοῦ δὲ χρόνου προϊόντος, καὶ τῶν ἀρετῶν αὐτῆς ἀνθουσῶν, ἡ εὐωδία
35τῶν εὐκλεεστάτων αὐτῆς πόνων εἰς πολλοὺς διέβαι‐ νεν· Οὐδὲν γὰρ, φησὶ, κρυπτὸν ὃ οὐ φανερωθήσε‐ ται. Οἶδε γὰρ ὁ Θεὸς τοὺς αὐτὸν ἀγαπῶντας καὶ δι’ ἑαυτοῦ κηρύττειν πρὸς διόρθωσιν τῶν ἀκουόντων. Τότε μὲν οὖν τῇ βουλήσει τοῦ κρείττονος ἤρξαντό τι‐
40νες παραβάλλειν, καὶ πρὸς οἰκοδομὴν οἰκείαν τὰς ἐν‐ τεύξεις ποιεῖσθαι· καὶ γὰρ διὰ τῶν λόγων τὰ τοῦ βίου αὐτῆς ἐμπορευόμεναι ἐπὶ πλέον προσήγγιζον, ὠφελεῖσθαι βουλόμεναι. Κατὰ γὰρ τὴν συνήθη ἀκο‐ λουθίαν ἐπυνθάνοντο αὐτῆς λέγουσαι· Πῶς δεῖ σωθῆ‐
45ναι; ἡ δὲ, στενάξασα βαρὺ, καὶ δακρύων πλῆθος ἀφεῖσα, εἰς ἑαυτὴν ἐχώρει, καὶ ὥσπερ διὰ τῶν δα‐ κρύων τὴν ἀπόκρισιν ποιησαμένη, δευτέραν σιωπὴν ἤσκει. Αἱ δὲ, συνελθοῦσαι, ἐβιάζοντο λαλεῖν αὐτὴν τὰ μεγαλεῖα τοῦ Θεοῦ· καὶ γὰρ ἐθαύμαζον ὑπὸ μόνης

28

.

1497

(50)

τῆς θέας καταπληττόμεναι· καὶ αὖθις παρεκάλουν αὐτὴν φθέγξασθαι. Ἐπὶ πολὺ δὲ τῆς μακαρίας ἐκβια‐ ζομένης, μετὰ χρόνον ἱκανὸν, πολλῆς ἡσυχίας γενο‐ μένης, ταπεινῇ τῇ φωνῇ τὸ γραφικὸν ἐκεῖνο ἔφη ῥῆμα τό· Μὴ ἐκβιάζου πένητα· πτωχὸς γάρ ἐστιν.
55Αἱ δὲ παροῦσαι ἀσμένως τὸ ῥῆμα δεξάμεναι, ὥσπερ μέλιτος καὶ κηρίου ἀπογευσάμεναι, ἐπὶ πλεῖον τῆς
ἐρωτήσεως εἴχοντο· καὶ λοιπὸν διὰ τῶν γραφικῶν

28

.

1500

αὐτὴν ῥημάτων ἐπεφόρτιζον· ἔλεγον γὰρ πρὸς αὐτὴν, ὡς Δωρεὰν ἔλαβες, δωρεὰν δός. Καί φησιν· Ὅρα μὴ τὴν κρυψοτάλαντον ἀντὶ τοῦ δούλου ἀποτίσῃς δί‐ κην. Ἡ δὲ πρὸς αὐτοὺς εἶπεν· Τί οὕτως περὶ ἐμοῦ
5τῆς ἁμαρτωλοῦ φαντάζεσθε, ὡς πραττούσης τι ἢ λεγούσης; Κοινὸν ἔχομεν διδάσκαλον τὸν Κύριον· ἐκ τῆς αὐτῆς πηγῆς ἀρυόμεθα τὰ πνευματικὰ νάματα· ἐκ τῶν αὐτῶν δὲ μαζῶν γαλακτοτροφούμεθα, τῆς τε Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης. Αἱ δὲ πρὸς αὐ‐
10τήν φασιν· Οἴδαμεν καὶ ἡμεῖς, ὅτι μία ἐστὶν ἡμῶν παιδαγωγὸς, ἡ Γραφὴ, καὶ ὁ αὐτὸς διδάσκαλος· ἀλλ’ αὐτῇ ἐπαγρύπνῳ σπουδῇ προέκοψας ταῖς ἀρεταῖς· καὶ δέον τὰς ἐν ἕξει τῶν καλῶν γενομένας, ὡς δυνα‐ τωτέρας, ἐπιπράττειν τοῖς μειρακίοις· καὶ γὰρ ὁ
15κοινὸς ἡμῶν διδάσκαλος τοῦτο παρακελεύεται. Ἡ δὲ μακαρία, ταῦτα ἀκούσασα, ὥσπερ τὰ ὑποτίτθια βρέφη, ἐκλαυθμύριζεν. Αἱ δὲ συνελθοῦσαι· ἐν δευ‐ τέρῳ θέμεναι τὴν ἐρώτησιν, παρεκάλουν αὐτὴν τοῦ κλαυθμοῦ παύσασθαι. Καὶ ὡς ἡσύχασεν, ἐπιπολὺ
20πάλιν ἡσυχία ἐγένετο. Ἤρξαντο δὲ αὖθις παρακα‐ λεῖν αὐτήν. Ἡ δὲ, σπλαγχνισθεῖσα, καὶ γνοῦσα, ὅτι τὰ λεγόμενα οὐ νέμει αὐτῇ ἔπαινον, ταῖς δὲ παρού‐ σαις κατασπείρει ὠφέλειαν, ἤρξατο λέγειν πρὸς αὐτὰς οὕτως· Τεκνία, πάντες καὶ πᾶσαι τὸ σωθῆναι οἴδα‐
25μεν, ἀλλὰ διὰ τῆς οἰκείας ἀμελείας τῆς σωτηρίας ἀπολειπόμεθα. Δεῖ γὰρ πρῶτον τὰ διὰ τῆς χάριτος τοῦ Κυρίου γνωρισθέντα φυλάττειν. Εἰσὶ δὲ ταῦτα· Ἀγαπήσεις τὸν Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ τὸν πλησίον σου ὡς ἑαυτόν.
30Ἐκ τούτων ἡ ἀρχὴ τοῦ νόμου φυλάττεται, καὶ ἐν τούτῳ τὸ πλήρωμα τῆς χάριτος ἐπαναπαύεται. Βρα‐ χεῖα μὲν τοῦ λόγου ἡ ἐκφώνησις, ἀλλὰ πολλὴ καὶ ἄπειρος ἡ ἐν τούτῳ τούτου δύναμις. Πάντα γὰρ τὰ ψυχωφελῆ ἐκ τούτων ἤρτηνται· καὶ μαρτυρεῖ Παῦ‐
35λος, λέγων ὡς τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ‐ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ‐ τὴν τελευτᾷ. Ἡ οὖν σωτηρία αὕτη ἐστὶν, ἡ διπλῆ ἀγάπη Δεῖ δὲ καὶ τοῦτο προσθεῖναι, ἐξ αὐτῆς πάλιν
40τυγχάνον, τὸ ἑκάστην ἡμῶν ἐπιγινώσκουσαν ὅ ἐστιν τῶν μειζόνων ἐφίεσθαι. Αἱ δὲ ἠπόρουν πρὸς τὸ λεχθὲν, καὶ αὖθις ἀντηρώτων. Ἡ δὲ πρὸς αὐτὰς ἔφη· Οὐκ ἀγνοεῖτε τὴν ἐν τῷ Εὐαγγελίῳ παραβολὴν περὶ τῶν ρʹ, καὶ ξʹ, καὶ λʹ· ἡ μὲν οὖν ἑκατοντάς ἐστι τὸ ἡμέτερον
45ἐπάγγελμα· ἡ δὲ ἑξακοντάς ἐστι τὸ τῶν ἐγκρατῶν τάγμα· ἡ δὲ τριακοντὰς τῶν σωφρόνως βιούντων. Καὶ ἀπὸ μὲν τῶν τριάκοντα ἐπὶ τὰ ἑξήκοντα καλὸν μεταβῆναι· ἀπὸ γὰρ τῶν μικρῶν ἐπὶ τὰ μείζονα κα‐ λὸν προκόπτειν· ἀπὸ δὲ τῶν μειζόνων ἐπὶ τὰ ἐλάτ‐

28

.

1500

(50)

τονα κατατρέχειν, ἐπικίνδυνον. Ὁ γὰρ ἅπαξ νεύσας ἐπὶ τὰ χείρω, οὐδὲ ἐν τοῖς ὀλίγοις στῆναι δύναται· ἀλλ’ ὥσπερ ἐν βυθῷ τῆς ἀπωλείας φέρεται. Τινὲς γοῦν, παρθενίαν ἐπαγγελλόμεναι, καὶ ἀσθενοῦς γνώ‐ μης τὸν λογισμὸν ὑποσυρόμεναι, προφάσεις ἐν ἁμαρ‐
55τίαις προφασίζονται. Πρὸς γὰρ ἑαυτὰς λέγουσι, μᾶλ‐

28

.

1501

λον δὲ πρὸς τὸν διάβολον, ὅτι Ἐὰν μὲν σωφρόνως (μᾶλλον δὲ ἀφρόνως) βιώσωμεν, κἂν τοῦ τριακοστοῦ ἀξιούμεθα· καὶ γάρ φησιν, ὡς πᾶσα ἡ Παλαιὰ τῆς παιδοποιίας εἴχετο. Γνωστὸν οὖν ἔστω τὴν γνώμην
5ταύτην τοῦ ἐχθροῦ εἶναι. Ὁ γὰρ ἐκ τῶν μειζόνων ἐπὶ τὰ ἐλάττω ἀγόμενος ὑπὸ τοῦ ἐναντίου βάλλεται· ὥσπερ γὰρ στρατιώτης φυγὰς, ὁ τοῦτο δρὰς κρί‐ νεται· καὶ οὐχ ὅτι πρὸς τὴν ἐλάττω στρατείαν κεχώ‐ ρηκε, συγγνώμης ἀξιοῦται· ἀλλ’ ὅτι ἀπέδρα, τὴν τι‐
10μωρίαν λαμβάνει. Δεῖ οὖν, καθὼς προεῖπον, ἐκ τῶν ἐλαττόνων ἐπὶ τὰ προσβαίνειν. Καὶ τοῦτο ὁ Ἀπό‐ στολος διδάσκει, ὡς Τῶν ὄπισθεν ἐπιλανθανομένους, τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι χρή. Δεῖ οὖν τοὺς τὴν ἑκατοντάδα κρατοῦντας, ταύτην εἰς ἑαυτοὺς ἀνα‐
15κυκλοῦν, καὶ πέρας μὴ διδόναι τῷ ἀριθμῷ. Φησὶ γὰρ, ὅτι Ἂν ποιήσητε τὰ προστεταγμένα, εἴπατε, ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν. Δεῖ οὖν ἡμᾶς τὰς τὸ ἐπάγγελμα τοῦτο ἐπαν‐ ῃρημένας, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν. Καὶ γὰρ καὶ παρὰ ταῖς κοσμικῇ δοκεῖ σωφροσύνη πολι‐
20τεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐταῖς καὶ ἀφροσύνη, διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν. Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως. Ἡμεῖς δὲ, μάλιστα καὶ ταῦτα ἀφέμεναι, ἐπαναβῶ‐ μεν ταῖς ἀρεταῖς, καὶ ἀπὸ τῶν ὀφθαλμῶν ἀφέλωμεν
25τὴν ματαίαν φαντασίαν. Καὶ γάρ φησιν ἡ Γραφή· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν· καὶ τὴν γλῶτταν κωλύειν τῶν τοιούτων ἁμαρτημάτων. Ἀθέ‐ μιτον γὰρ τὸ τῶν ὕμνων ὄργανον αἰσχρὰ προφέρειν ῥήματα. Οὐ μόνον δὲ λέγειν αὐτὰ παραιτητέον, ἀλλὰ
30καὶ ἀκούειν. Ταῦτα δὲ ἀδύνατον φυλάττειν, ἐὰν ταῖς προ‐ όδοις συνεχῶς χρώμεθα. Διὰ γὰρ τῶν αἰσθήσεων ἡμῶν, κἂν μὴ βουλώμεθα, οἱ κλέπται εἰσίασι. Πῶς γὰρ δύναται οἶκος, καπνοῦ ἐκ τῶν ἔξωθεν κινηθέν‐
35τος, καὶ τῶν θυρίδων ἀνοιγεισῶν, μὴ μελαίνεσθαι. Ἀναγκαίως οὖν παραιτεῖσθαι προσήκει τὰς εἰς τὴν ἀγορὰν προελεύσεις. Εἰ γὰρ ἐπαχθὲς καὶ βαρὺ ἡγού‐ μεθα ἀδελφοὺς καὶ γονεῖς γυμνοὺς θεάσασθαι, πόσῳ μᾶλλον ἐπιβλαβὲς ἡμῖν ἔσται θεωρῆσαι ἐπὶ τῶν
40πλατειῶν τοὺς ἀπρεπῶς γεγυμνωμένους, ἔτι γε μὴν καὶ ἀκόλαστα ῥήματα λέγοντας; Ἐκ τούτων γὰρ συμβαίνει ἀηδεῖς καὶ λοιμώδεις φαντασίας προσέρ‐ χεσθαι. Ὁπηνίκα δὲ καὶ εἰς τοὺς οἴκους ἑαυτὰς καθ‐
45είρξωμεν, οὐδὲ ἐκεῖ ὀφείλομεν ἔχειν τὸ ἀμέριμνον, ἀλλ’ ἀγρυπνεῖν· γέγραπται γάρ· Γρηγορεῖτε. Ὅσον δὲ ἑαυτὰς ἀσφαλιζόμεθα πρὸς σωφροσύνην, τοσοῦτον δριμυτέροις συναπτόμεθα λογισμοῖς. γὰρ προσ‐ θεὶς, φησὶ, γνῶσιν, προστίθησιν ἄλγημα. Ὅσον

28

.

1501

(50)

γὰρ προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον μείζοσι συν‐ άπτονται ἀνταγωνισταῖς. Ὅρα πόσον ἀνέπτης, καὶ οὐκ ὀλιγωρήσῃς πρὸς τὰ παρόντα. Τὴν ἔνυλον καὶ ἔμπρακτον πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή‐ σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης
55σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις

28

.

1504

ἐμφωλεύει, τὸν ἄϋλόν σοι κινῶν πόλεμον. Πρόσωπα γὰρ εὐπρεπῆ καὶ ὁμιλίας ἀρχαίας, καὶ ἡσυχαζούσαις παρεισφέρει. Δεῖ οὖν μὴ συγκατατίθεσθαι τοῖς φαν‐ τάσμασι· γέγραπται γὰρ, ὡς Ἐὰν πνεῦμα τοῦ ἐξ‐
5ουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς. Ἡ γὰρ πρὸς ταῦτα συγκατάθεσις, ἐφάμιλλός ἐστι τῇ κοσμικῇ πορνείᾳ· Δυνατοὶ γὰρ, φησὶ, δυνατῶς ἐτασθήσονται. Μέγας οὖν ὁ πρὸς τὸ πνεῦμα τῆς πορνείας ἀγών. Τὸ γὰρ ἐν κακοῖς κεφάλαιον τοῦ
10ἐχθροῦ πρὸς ἀπώλειαν ψυχῆς, τοῦτό ἐστι. Καὶ τοῦτο αἰνιττόμενος ὁ μακάριος Ἰὼβ, ἔλεγε πρὸς τὸν διάβο‐ λον· Ὁ ἔχων τὴν δύναμιν ἐπ’ ὀμφαλοῦ γαστρός.
15 Πολλαῖς μὲν οὖν καὶ διαφόροις μηχαναῖς τὸ τῆς πορνείας κέντρον κινεῖ ὁ διάβολος κατὰ τῶν φι‐ λοχρίστων ἀνθρώπων. Πολλάκις γοῦν καὶ ἀγάπην ἀδελφικὴν μεθώρμισεν ὁ κακόφρων εἰς τὴν οἰκείαν κακίαν. Καὶ γὰρ παρθένους φυγούσας γάμον καὶ
20φαντασίαν πᾶσαν βίου, διὰ σχέσεως ἀδελφικῆς ὑπ‐ εσκέλισε· καὶ μοναχοὺς δὲ ἔτρωσε, πᾶν ὁτιοῦν ἀπο‐ φυγόντας καὶ αὐτοὺς πορνικὸν σχῆμα· ἀλλὰ καὶ αὐ‐ τοὺς ἠπάτησε δι’ εὐλαβοῦς ὁμιλίας. Τοῦτο γὰρ τοῦ ἐχθροῦ ἔργον, τὸ, ἀμφιεννύμενον τὰ ἀλλότρια, τὰ
25οἰκεῖα λανθανόντως προβάλλεσθαι. Δείκνυσι σίτου κόκκον, καὶ ὑποτίθησιν αὐτῷ παγίδα. Οἶμαι δὲ καὶ τὸν Κύριον περὶ τούτου λέγειν, ὡς Ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύ‐ κοι ἅρπαγες.
30 Τί οὖν πρὸς τοῦτο ποιήσωμεν; Γενώμεθα φρόνιμοι ὡσεὶ ὄφεις, καὶ ἀκέραιοι ὡς περιστεραὶ, πανοῦργον κατὰ τῆς παγίδος αὐτοῦ κινοῦντες λογι‐ σμόν· τὸ μὲν γὰρ, Γίνεσθε φρόνιμοι ὡσεὶ ὄφεις, εἴρη‐ ται πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς τοῦ διαβό‐
35λου. Τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ποιεῖται τὴν διάγνωσιν. Τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι τὸ καθαρὸν τῆς πράξεως. Πᾶν μὲν οὖν ἀγαθὸν ἔργον ἐν ἀποφυγῇ ἔσται τοῦ χείρονος. Πῶς δὲ φύγωμεν ὃ μὴ οἴδαμεν; Δεῖ οὖν ἡμᾶς, κατ’ ἔννοιαν λαβούσας
40τοῦ ἐχθροῦ τὴν δεινότητα, φυλάττεσθαι ἀπὸ τῆς τού‐ του κακομηχανίας· φησὶ γάρ· Ὃς περιάγει ζητῶν τίνα καταπίῃ. Καὶ τὰ βρώματα αὐτοῦ ἐκλεκτά. Δέον οὖν πάντοτε γρηγορεῖν. Καὶ γὰρ διὰ τῶν ἔξωθεν πραγμάτων πολεμεῖ, καὶ διὰ τῶν ἔνδον λογισμῶν
45δαμάζει. Καὶ πλέον διὰ τῶν ἔνδον· καὶ γὰρ νύκτωρ καὶ μεθ’ ἡμέραν ἀΰλως προσέρχεται. Τίνος οὖν χρεία πρὸς τὸν παρόντα πόλεμον; Δῆλον, ὡς ἀσκήσεως ἐπιπόνου καὶ καθαρᾶς προσευ‐ χῆς. Ἀλλὰ ταῦτα μὲν γενικῶς ἐπὶ παντὸς λογισμοῦ

28

.

1504

(50)

ὀλεθρίου ἀλεξητήρια πέφυκε· δεῖ δὲ καὶ ἰδικαῖς τι‐ σιν ἐννοίαις χρήσασθαι πρὸς τὸ τὸν παρόντα τῆς ψυχῆς λοιμὸν ἀπώσασθαι· καὶ ἐπελθόντος τοῦ αἰ‐ σχίστου λογισμοῦ, ἀνθυποφέρειν αὐτῷ τὰ ἐναντία. Εἰ γὰρ γένοιτο ἐν τοῖς κατὰ διάνοιαν χωρίοις ὄψεως
55εὐπρεποῦς φαντασία, τῷ λόγῳ τὸ παρὸν τιμωρητέον,

28

.

1505

καὶ τοῦ εἰδώλου τοὺς ὀφθαλμοὺς ἐκκολαπτέτω, τῶν δὲ παρειῶν τὰς σάρκας ἐξαιρείτω· ὑποτεμνέτω δὲ καὶ τὰ χείλη, καὶ λοιπὸν ὁράτω πῆγμα ὀστέων ψι‐ λῶν δυσειδές· κατανοείτω λοιπὸν τί ἦν τὸ ποθούμε‐
5νον· οὕτω γὰρ ὁ λογισμὸς ἀναχαιτίσαι δυνηθείη τῆς ματαίας πλάνης. Τὸ γὰρ φιλούμενον οὐδὲν ἦν ἢ αἷμα σὺν φλέγματι μεμιγμένον, ὅπερ καὶ ὑφάσματος χρείαν παρέχει τοῖς ζώοις. Οὕτω μὲν οὖν καὶ διὰ τῶν τοιούτων λογισμῶν εἰκὸς ἀποσοβεῖσθαι τὴν μιαρὰν
10κακίαν· καὶ καθάπερ ἥλῳ ἧλον ἐκκρούειν προσήκει τὸν δαίμονα. Ἔτι γε μὴν δέον καὶ καθ’ ὅλον τοῦ ἐρωμένου τὸ σῶμα ἕλκη βαρύοσμα καὶ σηπεδονώδη ὑπογράφειν· καὶ συντόμως φάναι, νεκρῷ παραπλή‐ σιον, ἢ καὶ ἑαυτὸν νεκρὸν τοῖς ἔνδον ὀφθαλμοῖς ὑπο‐
15τιθέναι. Μεῖζον δὲ πάντων ἐστὶ τὸ γαστρὸς ἄρχειν· οὕτω γὰρ καὶ τῶν ὑπογαστρίων ἡδονῶν κρατῆσαι δυνατόν. Ἦν μὲν οὖν θεῖον συμπόσιον τῶν παρουσῶν· ἐκ γὰρ τῶν τῆς σοφίας κρατήρων ηὐφραίνοντο. Ἦν
20δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα‐ καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθουσῶν ἐπύθετο αὐτῆς λέγουσα· Εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη; Ἡ δὲ εἶπε· Καὶ πάνυ ἀγαθὸν ταῖς δυναμέναις. Αἱ γὰρ
25ὑπομένουσαι τοῦτο, θλίψιν μὲν ἔχουσι τῇ σαρκὶ, τῇ δὲ ψυχῇ ἄνεσιν. Ὥσπερ γὰρ τὰ στεῤῥὰ ἱμάτια πα‐ τούμενα καὶ βιαίως περιστρεφόμενα πλύνεται καὶ λευκαίνεται, οὕτως καὶ ἡ ἰσχυρὰ ψυχὴ διὰ τῆς ἑκου‐ σίου πενίας ἐπὶ πλεῖον κρατύνεται· αἱ δὲ ἀσθενέστε‐
30ρον τὸν λογισμὸν ἔχουσαι τὸ ἐναντίον ταῖς πρώταις πάσχουσι. Καὶ γὰρ πρὸς ὀλίγον θλιβεῖσαι, ὥσπερ τὰ διεῤῥωγότα ἱμάτια, ἀπόλλυνται, μὴ φέρουσαι τὴν διὰ τῆς ἀρετῆς πλύσιν. Καὶ εἷς ὁ τεχνίτης, διάφορον δὲ τῶν ἱματίων τὸ τέλος· τὰ μὲν γὰρ ῥήγνυται καὶ
35ἀπόλλυται, τὸ δὲ λευκαίνεται καὶ ἀνακαινίζεται. Φαίη οὖν ἄν τις, ἀγαθὸν κειμήλιον τὴν ἀκτημοσύνην τῷ ἀνδρείῳ φρονήματι· καὶ γὰρ τῶν πρακτικῶν ἁμαρτημάτων χαλινὸς τυγχάνει.
40 Δεῖ δὲ πρῶτον ἐγγυμνασθῆναι τοῖς πόνοις· λέγω δὲ, νηστείᾳ τε καὶ χαμευνίᾳ, καὶ τοῖς ἄλλοις κατὰ μέρος, καὶ οὕτως ταύτην τὴν ἀρετὴν κτήσα‐ σθαι. Οἱ γὰρ μὴ οὕτω ποιήσαντες, ἀθρόως δὲ ἐπὶ τὴν ἀποβολὴν τῶν χρημάτων δραμόντες, ὡς ἐπίπαν
45μεταμέλῳ ἑάλωσαν. Ὄργανον γὰρ τοῦ ἀπολαυστικοῦ βίου τὰ χρήματα τυγχάνει. Ἄνελε οὖν πρῶτον τὴν ἑαυτοῦ τέχνην, τουτέστι τὴν γαστριμαργίαν καὶ τὸ ἁβροδίαιτον, καὶ οὕτως εὐκόλως περιτέμνειν τὴν σαυτοῦ δυνήσῃ τῶν

28

.

1505

(50)

χρημάτων ὕλην. Βαρὺ γὰρ οἶμαι, τέχνης παρούσης, ὄργανον μὴ τυγχάνειν. Ὁ γὰρ μὴ ἀποβαλὼν τὸ πρῶ‐ τον, πῶς τὸ δεύτερον ἐξῶσαι δυνήσεται; Διὰ τοῦτο καὶ ὁ Σωτὴρ, πρὸς τὸν πλούσιον διαλεγόμενος, οὐκ ἀθρόως αὐτῷ τὴν ἀποβολὴν τῶν χρημάτων προστάσ‐
55σει· ἀλλὰ προερωτᾷ αὐτὸν, εἰ τὰ τοῦ νόμου πεποί‐ ηκε. Καὶ διδασκάλου γνησίου πρόσωπον ἀναδεξάμε‐
νος ὁ Κύριος ἐρωτᾷ· Εἰ τὰ στοιχεῖα ἔμαθες, εἰ τὰς

28

.

1508

συλλαβὰς παρείληφας, καὶ ἁπλῶς εἰ τῶν ὀνομάτων ἐν ἕξει γέγονας, δεῦρο λοιπὸν καὶ ἐπὶ τὴν τελειοτά‐ την ἀνάγνωσιν· τουτέστιν· Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ
5τάχα οἶμαι, ὡς εἰ μὴ τὰ ἐξετασθέντα ἦν ὑποσχόμε‐ νος πεποιηκέναι, οὐκ ἂν αὐτὸν ἐπὶ τὴν ἀκτημοσύνην προετρέψατο. Πῶς γὰρ ἂν ἠδύνατο πρὸς ἀνάγνωσιν ὁρμῆσαι, τὴν τῶν συλλαβῶν ἀγνοῶν δύναμιν; Καλὴ οὖν ἡ ἀκτημοσύνη τοῖς ἐν ἕξει τῶν κα‐
10λῶν γεγενημένοις· πάντων γὰρ τῶν περιττῶν τὴν ἀποβολὴν ποιησάμενοι, πρὸς τὸν Κύριον φέρουσι τὸ νεῦμα, τὸ θεῖον ἐκεῖνο ᾄδοντες λόγιον καθαρῶς, τὸ λέγον· Οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς σὲ ἐλπίζουσι· καὶ σὺ δίδως τὴν τροφὴν τοῖς ἀγαπῶσί σε ἐν
15εὐκαιρίᾳ. Ἄλλως τε πάλιν μεγάλην ὠφέλειαν εἰσπράτ‐ τονται· μὴ ἔχοντες γὰρ τὸν νοῦν πρὸς τὸν ἐν γῇ θη‐ σαυρὸν, τὴν οὐρανῶν βασιλείαν ἀμφιέννυνται· καὶ τὸ ὑπὸ τοῦ ὑμνῳδοῦ Δαβὶδ ῥῆμα ἐκτελοῦσι σαφῶς, τὸ
20λέγον· Κτηνώδης ἐγενήθην παρὰ σοί. Ὥσπερ γὰρ τὰ ὑποζύγια, τὴν ἰδίαν ἐργασίαν ποιούμενα, ταῖς πρὸς τὸ ζῇν τροφαῖς μόναις ἀρκοῦνται· οὕτω καὶ οἱ τῆς ἀκτημοσύνης ἐργάται, τὴν μὲν τοῦ ἀργυρίου χρῆσιν ὡς μηδὲν οὖσαν λογίζονται, πρὸς μόνην δὲ τὴν ἐφ‐
25ήμερον τροφὴν τὴν διὰ τοῦ σώματος ἐργασίαν ποιοῦν‐ ται. Οὗτοι τῆς πίστεως τὴν κρηπῖδα κατέχουσι· πρὸς αὐτοὺς γὰρ εἴρηται παρὰ τοῦ Κυρίου τὸ μὴ μεριμνᾷν περὶ τῆς αὔριον· καὶ ὅτι, Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρει, οὐδὲ θερίζει, καὶ ὁ Πατὴρ ὁ οὐράνιος
30τρέφει αὐτά. Τούτοις τοῖς λόγοις ἐθάῤῥησαν (Θεὸς γὰρ ὁ λαλήσας), πεπαῤῥησιασμένως τὸ γραφικὸν ἐκεῖνο φθέγγονται ῥῆμα, τὸ λέγον· Ἐπίστευσα, δι’ ὃ ἐλάλησα. Καὶ ὁ ἐχθρὸς δὲ ἐπὶ τῶν ἀκτημόνων πλέον ἡτ‐
35τᾶται· τί γὰρ βλάψῃ, οὐκ ἔχει. Αἱ γὰρ πλεῖσται τῶν λυπῶν καὶ τῶν πειρασμῶν ἐν ταῖς ἀφαιρέσεσι τῶν χρημάτων γίνονται. Τί γὰρ ἔχει ποιῆσαι τοῖς ἀκτή‐ μοσιν; οὐκ ἔχει. Χωρία ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο‐ ζύγια φθεῖραι; ἀλλ’ οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις
40ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχθροῦ τιμωρία καὶ πολύ‐ τιμος τῇ ψυχῇ θησαυρὸς ἡ ἀκτημοσύνη.
44Ὅσον μὲν οὖν αὕτη θαυμαστὴ καὶ ὑπέρογκος
45εἰς ἀρετὴν, τοσοῦτον εἰς κακίαν φαύλη καὶ μοχθηρὰ ἡ φιλαργυρία· καὶ ἀληθῶς ὁ θεσπέσιος Παῦλος περὶ ταύτης εἴρηκεν· ὡς πάντων αὐτὴν τῶν κακῶν αἰτίαν εἶναι. Ἐπιθυμία γὰρ τοῦ πλούτου, ἐπιορκία, κλοπὴ, ἁρπαγὴ, πορνεία, φθόνος, μισαδελφία, πόλεμος, εἰδω‐

28

.

1508

(50)

λολατρεία, πλεονεξία, καὶ αἱ παραφυάδες τούτων, ὑπόκρισις, κολακεία, κατάγελως· πάντων οὖν τούτων αἰτία ὡμολόγηται ἡ φιλαργυρία. Ὅθεν δικαίως αὐτὴν πάντων τῶν κακῶν μητέρα ὁ Ἀπόστολος ὠνόμασεν.
Οὐ μόνον δὲ ὁ Θεὸς τούτους τιμωρεῖται· ἀλλά γε καὶ

28

.

1509

οἴκοθεν ἑαυτοὺς καταφθείρουσιν· ἀκόρεστον γὰρ φέ‐ ροντες τὴν κακίαν, οὐκ ἔχουσι τέλος τοῦ σκοποῦ, ὅθεν ἀνίατος αὐτοῖς ἡ πληγή. Ὁ μηδὲν ἔχων ὀλίγων ἐπι‐ θυμεῖ· καὶ τυχὼν τούτων, τῶν πλειόνων ὀρέγεται·
5Ἑκατὸν χρυσίνους ἔχει, καὶ γλίχεται τῶν χιλίων· καὶ τούτων εὐπορήσας, πρὸς ἄπειρον φέρει τὸ νεῦμα. Καὶ οὕτω, μὴ ἔχοντες ἑαυτῶν στῆναι τὸ τέλος, ἀεὶ πε‐ νίαν ὀδύρονται. Φέρει δὲ ἡ φιλαργυρία μεθ’ ἑαυτῆς ἀεὶ τὸν φθόνον. Φθείρει δὲ καὶ οὗτος πρῶτον τὸν κτη‐
10σάμενον. Ὥσπερ γὰρ ἡ ἔχιδνα γεννωμένη πρῶτον τὴν ἰδίαν μητέρα φθείρει, πρὶν ἂν ἄλλους ἀδικήσῃ· οὕ‐ τω καὶ ὁ φθόνος τὸν κτησάμενον καταμαραίνει, πρὶν ἂν τοὺς ἐκ γειτόνων διανεμηθῇ.
15 Μέγα ἦν χρῆμα, εἰ τοσούτους ἠδυνάμεθα ὑπο‐ μένειν πόνους, ζητοῦντες τὸ δόκιμον ἀργύριον, ὅσοις ἀνηκέστοις περιπίπτουσιν οἱ τοῦ ματαίου κόσμου θη‐ ραταί. Ναυάγια ὑπομένουσι, πειρατηρίοις προσομι‐ λοῦσι, λῃσταῖς κατὰ γῆς περιπίπτουσιν· ἀνέχονται
20λοιπὸν ζάλης καὶ πνευμάτων βιαίων· καὶ πολλάκις κερδαίνοντες, πένητας ἑαυτοὺς φάσκουσι διὰ τοὺς φθο‐ νοῦντας. Ἡμεῖς δὲ οὐδόλως τῶν τοιούτων κινδύνων κατατολμῶμεν ὑπὲρ τοῦ ἀληθινοῦ κέρδους. Εἰ δέ ποτε καὶ μικροῦ τινος εὐπορήσωμεν, μεγαλύνομεν ἑαυτὰς,
25ἐπιδεικνύμεναι τοῖς ἀνθρώποις· καὶ πολλάκις οὐδὲ τὸ γιγνόμενον προφέρομεν εἰς διήγησιν· εὐθέως δὲ καὶ ὃν δοκοῦμεν σπινθῆρα καλοῦ ἔχειν, ὑπὸ τοῦ ἐχθροῦ κλεπτόμεθα. Κἀκεῖνοι δὲ, πολλὰ κερδαίνοντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν
30ἡγοῦνται, πρὸς δὲ τὰ μὴ παρόντα ἀποτείνονται. Ἡμεῖς δὲ, καὶ μηδὲν ἔχουσαι τῶν ζητουμένων, οὐδὲν θέλομεν κτήσασθαι· καὶ πενίαν ἐσχάτην νοσοῦσαι, πλουσίας ἑαυτὰς ἀναγορεύομεν. Καλὸν οὖν τὸν εὖ πράττοντα μηδενὶ ἀναγγέλλειν· μᾶλλον γὰρ οἱ τοιοῦ‐
35τοι ζημιωθήσονται· καὶ γὰρ ὃ δοκοῦσιν ἔχειν ἀρθή‐ σεται ἀπ’ αὐτῶν.
38 Πᾶσαν οὖν σπουδὴν δέον θέσθαι ὑπὲρ τὸ λαν‐ θάνειν τὸ κέρδος. Οἱ δὲ τὰ ἑαυτῶν κατορθώματα δι‐
40ηγούμενοι πειράσθωσαν καὶ τὰ σὺν αὐτοῖς ἐλαττώματα λέγειν· εἰ δὲ ταῦτα κρύπτουσιν, ἕνεκεν τοῦ μὴ παρὰ τῶν ἀκουόντων ψεχθῆναι, πολὺ μᾶλλον ἐκεῖνα φυλα‐ κτέον, ὡς ἐκ τοῦ Θεοῦ ἀλλοτριοῦντα. Καὶ γοῦν οἱ κατ’ ἀρετὴν βιοῦντες τὸ ἀνάπαλιν ποιοῦσι, καὶ τὰ σμικρὰ
45ἑαυτῶν πταίσματα μετὰ καὶ προσθήκης ὧν οὐκ ἔπρα‐ ξαν, ἐκδιηγοῦνται, τὴν δόξαν τῶν ἀνθρώπων ἀπο‐ βάλλοντες· τὰ μέντοι ἀγαθὰ κρύπτοντες, πρὸς ἀσφά‐ λειαν τῆς ψυχῆς. Ὥσπερ γὰρ θησαυρὸς φανερωθεὶς σπανίζεται, οὕτω καὶ ἀρετὴ γνωριζομένη καὶ δη‐

28

.

1509

(50)

μοσιευομένη ἀφανίζεται· ὥσπερ γὰρ κηρὸς λύεται ἀπὸ προσώπου πυρὸς, οὕτω καὶ ψυχὴ ἀπὸ ἐπαίνων διαχεῖται καὶ ἀποβάλλει τὸν τόνον. Καὶ τὸ ἐναντίον δὲ τούτων πάλιν ἔσται· εἰ γὰρ
ἡ θερμότης ἔλυσε τὸν κηρὸν, ἡ ψύξις ἄρα τὴν πῆξιν

28

.

1512

αὐτοῦ ποιήσεται· καὶ εἰ ἔπαινος ἀφαιρεῖται τοῦ τόνου τὴν ψυχὴν, πάντως ὀνειδισμὸς καὶ ὕβρις εἰς μέγεθος αὐτὴν τῆς ἀρετῆς ἄγει· Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅτ’ ἂν πᾶν ψεῦδος εἴπωσι καθ’ ὑμῶν
5οἱ ἄνθρωποι. Καὶ ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά‐ τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γραφῶν ἐστι τῇ ψυχῇ προσοδευόμενα θεάσασθαι.
10 Ἔστι λύπη ἐπωφελὴς, καὶ ἔστι λύπη φθορο‐ ποιός. Τῆς μὲν οὖν χρησίμης λύπης τὸ μέν ἐστι περὶ τῶν οἰκείων ἁμαρτιῶν στένειν· τὸ δὲ καὶ περὶ τῆς τῶν πλησίον ἀγνωσίας· τὸ δὲ πρὸς τὸ μὴ ἐκπεσεῖν τῆς προθέσεως· τὸ δὲ καὶ ἀφικνεῖσθαι τοῦ τέλους τῆς
15ἀγαθωσύνης. Ταῦτα μὲν οὖν τῆς γνησίας καὶ ἀγαθῆς λύπης τὰ εἴδη. Καὶ ἄλλη δέ τις λύπη, τοῦ ἐχθροῦ ὑποτιθεμένου, ἥτις ταύταις προσφύεσθαι οἶδεν. Ἐμ‐ βάλλει γὰρ καὶ αὐτὸς λύπην ἀλογίας μεστήν· ἥπερ καὶ ἀκηδία πρός τινων ὠνόμασται. Δεῖ οὖν τοῦτο τὸ
20πνεῦμα εὐχῇ μάλιστα ἀποσοβεῖν καὶ ψαλμῳδίᾳ. Τῶν οὖν ἀγαθῶν μεριμνῶν ἐχομένας ἡμᾶς, οὐ χρὴ οἴεσθαί τινα ἐν τῷ βίῳ ἀφρόντιδα εἶναι. Φησὶ γὰρ ἡ Γραφή· Πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρ‐ δία εἰς λύπην. Ἐν ἑνὶ λόγῳ τὸ ἅγιον Πνεῦμα συν‐
25έγραψε τόν τε μονήρη βίον καὶ τὸν κοσμικόν. Διὰ μὲν γὰρ τοῦ πόνου τῆς κεφαλῆς, τὸν μονήρη αἰνίττε‐ ται τρόπον· κεφαλὴ γὰρ τὸ ἡγεμονεῦον· Τοῦ γὰρ σοφοῦ, φησὶν, οἱ ὀφθαλμοὶ ἐν τῇ κεφαλῇ αὐτοῦ. Τὸ οὖν διορατικὸν, ὡς οἶμαι, ἐν αὐτῇ τυγχάνει. Τὸν
30δὲ πόνον εἶπε, διότι πᾶσα ἀρετῆς βλάστη ἐκ πόνων κατορθοῦται. Διὰ δὲ τῆς ἐν τῇ καρδίᾳ λύπης, τὸ ἄστα‐ τον καὶ μοχθηρὸν ἐδήλωσεν ἦθος. Θυμοῦ γὰρ καὶ λύ‐ πης οἰκητήριον, τὴν καρδίαν τινὲς ἔφασαν· μὴ δοξα‐ ζόμενοι, λυποῦνται· τῶν ἀλλοτρίων ὀρεγόμενοι,
35τήκονται· πενόμενοι, δυσφοροῦσι· πλουτοῦντες, ἐκ‐ μαίνονται, διὰ τὴν τῶν παρόντων φυλακὴν μηδὲ ὕπνου τυγχάνοντες. Μὴ οὖν ἡμεῖς ὑποσυρῶμεν τῷ φρονήματι, λέ‐ γουσαι τοὺς ἐν τῷ κόσμῳ ἀμερίμνους τυγχάνειν. Τάχα
40γὰρ ὡς πρὸς σύγκρισιν μᾶλλον ἡμῶν κοπιῶσι. Ταῖς δὲ γυναιξὶν ὡς ἐπίπαν μεγάλη ἐν τῷ κόσμῳ ἡ ἀπ‐ έχθεια· τίκτουσι γὰρ χαλεπῶς καὶ ἐπικινδύνως, καὶ τληπαθοῦσι πρὸς τὴν γαλακτοτροφίαν, καὶ νοσοῦσι τοῖς παιδίοις συννοσοῦσι· καὶ ταῦτα ὑπομένουσι, τέλος
45τοῦ κόπου μὴ ἔχουσαι. Ἢ γὰρ τὸ σῶμα πηροῦται τὰ κυηθέντα, ἢ κακοφροσύνῃ ἀναχθέντα δολοφονεῖ τοὺς γεννήσαντας. Ταῦτα οὖν εἰδυῖαι, μὴ δελεασθῶμεν ὑπὸ τοῦ ἐχθροῦ, ὡς ἀνέτου καὶ ἀμερίμνου τυγχάνοντος τοῦ βίου. Γεννῶσαι μὲν γὰρ, διὰ τῶν πόνων φθείρον‐

28

.

1512

(50)

ται· μὴ τίκτουσαι δὲ, ὡς στεῖραι καὶ ἄγονοι ὑπὸ τῶν ὀνειδισμῶν τήκονται.
53 Ταῦτα δὲ ὑμῖν λέγω πρὸς τὸ ἀσφαλίζεσθαι ἀπὸ ἐναντίου. Οὐ πᾶσι δὲ πέφυκεν ἁρμόδια τὰ λεγόμενα,
55ἀλλὰ μόνοις τοῖς τὸν μονήρη βίον ἐθέλουσιν. Ὥσπερ

28

.

1513

γὰρ τοῖς ζώοις οὐ μία τροφὴ, οὕτως οὐδὲ τοῖς ἀνθρώ‐ ποις ὁ αὐτὸς λόγος συμφέρει· Οὐ δεῖ γὰρ οἶνον νέον βαλεῖν, φησὶν, εἰς ἀσκοὺς παλαιούς. Ἄλλως γὰρ ἑστιῶνται οἱ θεωρίας καὶ γνώσεως ἐμφορούμενοι, ἑτέ‐
5ρως δὲ οἱ ἀσκητικῆς καὶ πρακτικῆς ἀπογευόμενοι, καὶ πρὸς δύναμιν οἱ κατὰ τὸν κόσμον δικαιοπραγοῦντες. Ὥσπερ γὰρ τῶν ζώων τινὰ μὲν ἔστι χερσαῖα, τινὰ δὲ ἔνυδρα, τινὰ δὲ πτηνά· οὕτως καὶ οἱ ἄνθρωποι οἱ μὲν τὸν μέσον βίον κατέχουσιν, ὡς τὰ χερσαῖα· οἱ δὲ πρὸς
10τὰ ὕψη ἐνατενίζουσιν, ὡς τὰ πετεινά· οἱ δὲ τοῖς ὕδασι τῶν ἁμαρτιῶν εἰσι κεκαλυμμένοι, ὡς οἱ ἰχθύες· Ἦλθον γὰρ, φησὶν, εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Καὶ τοιαύτη μὲν ἡ τῶν ζώων φύσις· ἡμεῖς δὲ, ὡς ἀετοὶ πτεροφυήσασαι,
15ἐπὶ τὰ ὑψηλότερα ἐπιβῶμεν, καὶ καταπατήσωμεν λέοντα καὶ δράκοντα· καὶ τοῦ ποτε ἄρχοντος νῦν ἄρ‐ ξωμεν. Τοῦτο δὲ ποιήσομεν, ἐὰν ὅλην ἑαυτῶν τὴν διάνοιαν τῷ Σωτῆρι προσενέγκωμεν. Ἀλλὰ ὅσον ἡμεῖς κορυφούμεθα πρὸς τὰ ὕψη,
20κἀκεῖνος ἐμποδίζειν πειρᾶται διὰ τῶν ἰδίων παγίδων. Καὶ τί μέγα ἔχειν ἡμᾶς ἀντιπάλους πρὸς τὸ ἀγαθὸν ὁρμώσας, ὅπου γε καὶ πρὸς τὰ εὐτελῆ φθονοῦσι; καὶ γοῦν τοὺς ὑπὸ τὴν γῆν τεθαμμένους θησαυροὺς οὐ συγχωροῦσι λαμβάνειν ἀνθρώπους. Εἰ οὖν καὶ πρὸς
25τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; Δεῖ οὖν κατ’ αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν εἰσελαύνουσι, καὶ οὐδὲν ἧττον ἐκ τῶν ἔξωθεν κινοῦνται. Καὶ ἡ ψυχὴ, καθάπερ ναῦς, ποτὲ
30μὲν ὑπὸ τῶν ἔξωθεν τρικυμιῶν καταποντίζεται, ποτὲ δὲ ὑπὸ τῆς ἔνδοθεν ἀντλίας ὑποβρύχιος γίνεται. Καὶ γοῦν καὶ ἡμεῖς ποτὲ μὲν διὰ τῶν ἐκτὸς πρακτικῶν ἁμαρτημάτων ἀπολλύμεθα, ποτὲ δὲ διὰ τῶν ἔνδον λογισμῶν ἀφανιζόμεθα. Δεῖ οὖν καὶ τὰς ἔξωθεν τῶν
35πνευμάτων ἐπιτηρεῖν προσβολὰς, καὶ τὰς ἔνδον τῶν λογισμῶν ἐξαντλεῖν ἀκαθαρσίας, πάντοτε δὲ γρηγο‐ ρεῖν πρὸς τοὺς λογισμούς· συνεχῶς γὰρ ἐφίστανται. Ἐπὶ μὲν ταῖς ἔξωθεν τρικυμίαις, βοώντων τῶν ναυ‐ τῶν, πολλάκις ἡ σωτηρία διὰ τῶν ἐγγυτάτων πλοίων
40γίνεται· αἱ δὲ ἀντλίαι, καὶ κοιμωμένων πολλάκις τῶν πλωτήρων, καὶ ἡσυχαζούσης τῆς θαλάσσης, ἐπισυμ‐ βαίνουσι, καὶ πολλάκις αὐτοὺς θανατοῦσιν. Δεῖ οὖν ἐπιπονωτέραν ποιεῖσθαι πρὸς τοὺς λο‐ γισμοὺς τὴν διάνοιαν. Ὁ γὰρ ἐχθρὸς, καθάπερ οἶκον
45τὴν ψυχὴν καθελεῖν βουλόμενος, ἢ ἀπὸ τῶν θεμελίων ποιεῖται αὐτῆς τὴν πτῶσιν, ἢ ἀπὸ τῆς ὀροφῆς ἀρχό‐ μενος, πᾶσαν αὐτὴν καταφέρει, ἢ καὶ διὰ τῶν θυρί‐ δων εἰσελθὼν, πρῶτον τὸν οἰκοδεσπότην δεσμεῖ, καὶ οὕτως χειροῦται τὰ πάντα. Θεμέλιος μὲν οὖν ἐστι τὰ

28

.

1513

(50)

καλὰ ἔργα, ὀροφὴ δὲ ἡ πίστις, θυρίδες δὲ αἱ αἰσθή‐ σεις. Διὰ πάντων δὲ πολεμεῖ ὁ ἐχθρός. Ὅθεν πολυ‐ όφθαλμον δεῖ εἶναι τὸν σωθῆναι βουλόμενον. Οὐκ ἔχο‐ μεν ἐνταῦθα τὸ ἀμέριμνον· φησὶ γὰρ ἡ Γραφή· Βλε‐ πέτω ὁ ἑστηκὼς μὴ πέσῃ.
55Ἐν ἀδήλῳ πλέομεν· θάλασσα γὰρ ὁ βίος ἡμῶν

28

.

1516

ὑπὸ τοῦ ἱεροῦ ψάλτου Δαβὶδ εἴρηται. Ἀλλὰ τῆς θα‐ λάσσης τὰ μέν εἰσι πετρώδη, τὰ δὲ καὶ θηρίων πλήρη, τινὰ δὲ καὶ γαληνά. Ἡμεῖς ἐν τῷ γαληνῷ μέρει τῆς θαλάσσης δοκοῦμεν πλέειν, οἱ δὲ κοσμικοὶ ἐν κινδυνώ‐
5δεσι· καὶ ἡμεῖς μὲν ἡμέρας πλέομεν ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης ὁδηγούμενοι, ἐκεῖνοι δὲ ἐν νυκτὶ, ὑπὸ τῆς ἀγνωσίας φερόμενοι. Ἀλλ’ ἐνδέχεται πολλάκις τὸν κοσμικὸν ἐν χειμῶνι καὶ ἐν σκότει τυγχάνοντα, βοήσαντα καὶ ἀγρυπνήσαντα, σῶσαι τὸ ἑαυτοῦ σκά‐
10φος· ἡμᾶς δὲ ἐν γαλήνῃ, ὑπὸ ἀμελείας βυθισθῆναι, τὸ πηδάλιον τῆς δικαιοσύνης ἀφέντας. Βλεπέτω οὖν ὁ στήκων μὴ πέσῃ. Ὁ μὲν γὰρ πεσὼν μίαν ἔχει φροντίδα, τοῦ ἀναστῆναι· ὁ δὲ στήκων φυλαττέσθω τοῦ μὴ πεσεῖν. Καὶ γὰρ τὰ
15παραπτώματα διάφορα· οἱ μὲν γὰρ πεσόντες τοῦ μὲν στήκειν ἐστέρηνται· κείμενοι δὲ, οὐ πάνυ τι ἐβλάβη‐ σαν. Ὁ δὲ ἑστὼς μὴ εὐτελιζέτω τὸν πεπτωκότα, ἀλλ’ ἑαυτὸν φοβείσθω, μὴ πεσὼν διαφθαρῇ, καὶ εἰς κατώ‐ τερον ἀπέλθῃ βόθρον. Εἰκὸς γὰρ, καὶ τῆς κραυγῆς
20ἡττηθείσης ὑπὸ τοῦ βάθους τοῦ φρέατος, μὴ βοήθειαν αἰτῆσαι. Φησὶ γὰρ ὁ δίκαιος· Μὴ καταπιέτω με βυ‐ θὸς, μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐ‐ τοῦ. Ὁ πρῶτος πεσὼν ἔμεινεν. Ὅρα σεαυτὸν, μὴ καταπεσὼν καὶ σὺ θοίνη θηρίων γένῃ. Ὁ πεσὼν οὐκ
25ἀσφαλίζεται τὴν θύραν· σὺ δὲ μηδόλως νυστάξῃς· ἀλλ’ ἀεὶ τὸ θεῖον ἐκεῖνο μελῴδει ῥητὸν, τὸ φάσκον· Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον. Ἀγρύπνει δὲ διηνεκῶς διὰ τὸν ὠρυό‐ μενον λέοντα.
30 Ταῦτα τὰ ῥήματα συντελεῖ πρὸς τὸ μὴ ὑπερ‐ αίρεσθαι. Ὁ πεσὼν ἐν τῷ ἐπιστρέψαι καὶ στενάξαι σωθήσεται. Ὅρα σὺ σαυτὴν ἡ στήκουσα. Διπλοῦς γάρ σοι ὁ φόβος ἐπίκειται, ἢ τοῦ μὴ ἐπιστρέψαι πρὸς τὰ ἀρχαῖα, δι’ ὀλιγωρίας σοι τοῦ ἐχθροῦ προσπεσόντος, ἢ
35τοῦ μὴ τρέχουσαν σκελισθῆναι. Ὁ γὰρ ἐχθρὸς ἡμῶν διάβολος ἢ ὄπισθεν ἕλκει πρὸς ἑαυτὸν, ὁπηνίκα βρα‐ δεῖαν καὶ νωθρὰν τὴν ψυχὴν θεάσηται· ἢ δοκοῦσαν αὐτὴν σπουδαίαν εἶναι καὶ ἐπίπονον πρὸς ἄσκησιν, ἐπεισέρχεται λεπτῶς καὶ κεκρυμμένως διὰ τῆς ὑπερ‐
40ηφανίας· καὶ οὕτως αὔτανδρον τὴν ψυχὴν ἀπόλλυσι. Τοῦτο τὸ ὅπλον ἔσχατον καὶ κορυφαιότατον πάντων ἐστὶ τῶν κακῶν. Ἐξ αὐτοῦ ὁ διάβολος καταβέβληται, καὶ δι’ αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει‐ ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο‐
45λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ τηνικαῦτα ἔτι ἐπικρατούντων τῶν μαχητῶν, προ‐ βάλλονται τὴν ἰσχυροτέραν πάντων μάχαιραν· οὕτως καὶ ὁ διάβολος, μετὰ τὸ πρῶτα αὐτοῦ ἀποδαπανῆσαι ἄγκιστρα, τότε τῷ τελευταίῳ χρᾶται ξίφει, τῇ ὑπερ‐

28

.

1516

(50)

ηφανίᾳ. Τίνες δὲ ἦσαν αὐτοῦ αἱ πρῶται παγίδες; Δῆλον, ὡς γαστριμαργία, φιληδονία, πορνεία. Ταῦτα γὰρ μάλιστα τὰ πνεύματα ἐπὶ τῶν νεωτερικῶν ἡλι‐ κιῶν συμβαίνουσιν. Ἐπακολουθεῖ δὲ τούτοις φιλ‐ αργυρία, πλεονεξία, καὶ τὰ τούτοις ὅμοια. Ἡ οὖν ἀθλία
55ψυχὴ, ὅταν τούτων τῶν παθῶν περιγένηται, ὁπηνίκα

28

.

1517

γαστρὸς κρατήσῃ, ὅτε καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὑπερπηδήσῃ τῇ σεμνότητι, ὅτε ἀργυρίου καταφρο‐ νήσῃ· τότε πανταχόθεν ὁ κακόφρων, ἀπορηθεὶς, ὑπο‐ βάλλει τῇ ψυχῇ ἄτακτον κίνησιν· μεγεθύνει γὰρ αὐ‐
5τὴν ἀπρεπῶς κατὰ τῶν ἀδελφῶν ἐπαίρεσθαι. Βαρὺ καὶ ὀλέθριον τοῦτο τοῦ ἐχθροῦ τὸ δηλητήριον. Πολλοὺς ἀθρόως ἐν τούτῳ σκοτίσας κατέβαλεν. Ὑποβάλλει γὰρ τῇ ψυχῇ ἔννοιαν νόθον καὶ θανατηφόρον. Κατει‐ ληφέναι γὰρ αὐτὸν φαντάζει τὰ παρὰ τοῖς πολλοῖς
10ἀγνοούμενα, καὶ ὅτι ἐν νηστείαις ὑπερβάλλει· καὶ πλῆ‐ θος αὐτῷ ἀνδραγαθημάτων προστίθησι· πάντων δὲ ὧν ἥμαρτεν εἰς λήθην αὐτὸν φέρει, πρὸς τὸ κατὰ τῶν συνόντων ἐπαίρεσθαι. Ὑποκλέπτει γὰρ αὐτοῦ ἐκ τοῦ νοῦ τὰ πλημμελήματα· οὐ πρὸς ὠφέλειαν δὲ αὐτοῦ
15τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὸ μὴ δυνηθῆναι αὐτὸν εἰπεῖν τὴν ἰατρικὴν ἐκείνην φωνὴν, τὸ, Σοὶ μόνῳ ἥμαρτον, ἐλέησόν με. Οὔτε μὴν συγχωρήσει αὐτῷ λέγειν· Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ἀλλ’ ὥσπερ αὐτὸς κατὰ διάνοιαν εἶπε τό· Ἀναβή‐
20σομαι, καὶ θήσομαι τὸν θρόνον μου· οὕτως καὶ τοῦτον φαντάζει εἰς ἀρχάς τε καὶ πρωτοκαθεδρίας, ἔτι δὲ διδασκαλίας, καὶ ἰαμάτων ἐκδόσεις. Ἡ οὖν οὕτως ἀπατωμένη ψυχὴ φθείρεται καὶ ἀπόλλυται, δυσιάτῳ ἕλκει πληγεῖσα.
25 Τί οὖν δεῖ ποιεῖν, τῶν τοιούτων λογισμῶν παρ‐ όντων; Ἀδιαλείπτως μελετᾷν τὸ θεῖον ἐκεῖνο λόγιον, ὅπερ ὁ μακάριος Δαβὶδ ἐβόα, λέγων τό· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Καὶ ἐν ἑτέρῳ φησίν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Ἔτι γε μὴν καὶ τὸ τοῦ
30Ἡσαΐου ἀκουέτω ῥῆμα τὸ λέγον, ὡς Πᾶσα δικαιοσύνη ἀνθρώπου ὡς ῥάκος ἀποκαθημένης. Καὶ εἰ μὲν ἀνα‐ χωρούσῃ καθ’ ἑαυτὴν οἱ λογισμοὶ οὗτοι παρεισέλθωσιν, ἐν κοινοβίῳ εἰσερχέσθω· ἀναγκαζέσθω δὲ καὶ δεύτερον ἐσθίειν τῆς ἡμέρας, εἴ γε δι’ ὑπερβολὴν ἀσκήσεως
35τούτῳ ἑάλω τῷ πάθει· καὶ παρὰ τῶν συνηλίκων δὲ ἐπιτιμάσθω, καὶ ὀνειδιζέσθω, καὶ ἐπιτιμάσθω σφο‐ δρῶς, ὡς μηδὲν μέγα πράττουσα· πᾶσαν δὲ ὑπηρεσίαν ποιείσθω. Προσαγέσθωσαν δὲ καὶ βίοι ἁγίων ἐξοχώτα‐ τοι εἰς ἐξήγησιν· πειράσθωσαν δὲ αἱ συνελθοῦσαι ἐπι‐
40τείνειν ἑαυτῶν τοὺς πόνους πρὸς ἄσκησιν τὰς ὀλίγας ἡμέρας, πρὸς τὸ ἐκείνην, θεασαμένην τὸ μέγεθος τῶν ἀρετῶν, ἐλάττονα καὶ ἑαυτὴν ἡγεῖσθαι. Προηγεῖται δὲ τῆς νόσου ταύτης ἕτερον κακὸν, ἡ παρακοή· ὅθεν διὰ τοῦ ἐναντίου τῆς ὑπακοῆς, δυνα‐
45τὸν τὴν σηπεδονώδη νομὴν τῆς ψυχῆς περικαθᾶραι· Ὑπακοὴ γὰρ, φησὶν, ὑπὲρ θυσίαν. Δεῖ οὖν καθαιρεῖν ὄγκον δόξης ἐν καιρῷ, καὶ ἐπαινεῖν δὲ πάλιν καὶ θαυμάζειν ἐν καιρῷ. Εἰ γὰρ ἀμελὴς καὶ νωθρὰ εὑρεθῇ ἡ ψυχὴ, ἔτι γε μὴν καὶ

28

.

1517

(50)

ὑποναρκοῦσα εἰς τὴν τοῦ καλοῦ προκοπὴν, ἐπαινεῖν ταύτην προσήκει· καὶ εἰ μικρὸν ποιήσει τι χρηστὸν, θαυμάζειν καὶ μεγεθοποιεῖν δέον αὐτήν. Καὶ τὰ σφοδρὰ καὶ ἀπάνθρωπα πλημμελήματα ὡς ἐλάχιστα καὶ οὐδαμινὰ λεκτέον· ὁ γὰρ διάβολος, βουλόμενος
55πάντα διαστρέφειν, ἐπὶ μὲν τῶν σπουδαίων καὶ
ἀσκητικῶν κρύπτειν πειρᾶται τὰ προγεγονότα ἁμαρ‐

28

.

1520

τήματα· τὴν γὰρ ὑπερηφανίαν αὐξῆσαι βούλεται· ἐπὶ δὲ τῶν νεηλύδων καὶ ἀκροπαγῶν ψυχῶν, πάντα τὰ ἁμαρτήματα αὐτῶν πρὸ ὀφθαλμῶν τίθησιν. Ἐμ‐ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται
5συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη‐ σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν οὕτω σαλευομένας ψυχὰς παραμυθητέον οὕτως· δεῖ γὰρ πρὸς αὐτὰς οὕτω λέγειν· Ῥαὰβ πόρνη ἦν, ἀλλ’ ἐσώθη διὰ πίστεως· Παῦλος διώκτης ἦν, ἀλλὰ σκεῦος ἐκλο‐
10γῆς γέγονε· Ματθαῖος τελώνης ἦν, ἀλλ’ οὐδεὶς τὴν χάριν τούτου ἀγνοεῖ· καὶ ὁ λῃστὴς ἐσύλα καὶ ἐφό‐ νευεν, ἀλλὰ πρῶτος τὴν θύραν ἀνέῳξε τοῦ παραδεί‐ σου. Τούτοις οὖν ἐνατενίζουσα, μὴ ἀπογνῷς τῆς σεαυ‐ τῆς ψυχῆς.
15 Ἐπεὶ δὲ ταῦτα ταύταις εὑρήσεις ἁρμόδια, δεῖ καὶ τῶν τῇ ὑπερηφανίᾳ ἁλισκομένων ποιεῖσθαι αὐ‐ τὴν τὴν θεραπείαν. Φάσκειν γὰρ δεῖ πρὸς αὐτήν· Τί φυσιοῦσαι; Ὡς κρέα μὴ ἐσθίουσα; ἄλλοι οὐδὲ ἰχθὺν ὁρῶσι. Καὶ εἰ οἶνον οὐ πίνεις, σκόπησον, ὡς ἄλλοι
20οὔτε ἔλαιον ἐσθίουσιν. Ἕως ὀψὲ νηστεύεις; ἄλλαι δὲ δύο καὶ τρεῖς ἡμέρας συνάπτουσιν ἄσιτοι. Ἀλλ’ ὅτι οὐ λούῃ μέγα φρονεῖς; πολλοὶ καὶ διὰ πάθος σωμα‐ τικὸν οὐδ’ ὅλως τούτῳ ἐχρήσαντο. Ἀλλὰ θαυμάζεις σεαυτὴν, ὅτι ἐν χαραδρίῳ καθεύδεις, καὶ ἐν τριχίνῃ
25στρωμνῇ; ἄλλαι δὲ χαμευνοῦσι διηνεκῶς. Ἀλλ’ εἰ καὶ τοῦτο ποιήσειας, οὐδὲν μέγα· τινὲς γὰρ καὶ λίθους ἑαυταῖς ὑπέβαλον, πρὸς τὸ μὴ καθ’ ἡδονὴν τῶν φυσι‐ κῶν τυχεῖν· ἄλλοι δὲ καὶ ἐκρέμασαν ἑαυτοὺς δι’ ὅλης τῆς νυκτός. Ἀλλ’ εἰ καὶ ταῦτα πάντα ποιήσειας, καὶ
30τὴν ἀκροτάτην ἄσκησιν ἐπιτελέσειας, μὴ μέγα φρονή‐ σῃς· καὶ γὰρ τὰ δαιμόνια πλείω τῶν σῶν πεποιήκασι καὶ ποιοῦσιν· οὔτε γὰρ ἐσθίουσιν, οὔτε πίνουσιν, οὔτε γαμοῦσιν, οὔτε ὑπνοῦσιν· ἀλλὰ καὶ ἐν ἐρήμῳ δι‐ άγουσιν, εἴ γε καὶ ἐν σπηλαίῳ οἰκοῦσα δοκεῖς μέγα τε
35ποιεῖν.
38 Οὕτω μὲν οὖν, καὶ ἐκ τοιούτων λογισμῶν, δυ‐ νατὸν ἰάσασθαι τὰ ἐναντία πάθη· τήν τε ἀπόγνωσιν
40λέγω καὶ τὴν ὑπερηφανίαν. Ὥσπερ γὰρ σφοδρῶς ἐκ‐ φυσώμενον πῦρ, διασκορπιζόμενον ἀπόλλυται, καὶ μὴ τυχὸν δὲ πνεύματος πάλιν φθείρεται· οὕτω καὶ ἡ ἀρετὴ ἀφίπταται δι’ ὑπεροψίαν, κἂν πολλὴν σφοδρό‐ τητα ἀσκήσεως λάβῃ· καὶ φθείρεται δὲ πάλιν ἐξ ἀμε‐
45λείας τὸ καλὸν, ὅταν μηδ’ ὅλως κινήσωμεν ἑαυτοὺς πρὸς ῥιπισμὸν τοῦ θείου Πνεύματος. Μάχαιρα ἔπ‐ ακμος ῥᾳδίως ὑπὸ λίθου κατάγνυται· καὶ ἄσκησις ἐπι‐ τεταμένη συντόμως ἐκ τοῦ ὑπερηφανεύεσθαι ἀπόλλυ‐ ται. Ὅθεν προσήκει πανταχόθεν ἀσφαλίζεσθαι τὴν

28

.

1520

(50)

ψυχὴν, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐκ τοῦ καύσωνος τῆς ὑπερηφανίας περικαιομένην ὑποκάμπτειν πρὸς τοὺς σκιώδεις τόπους, ἔσθ’ ὅτε καὶ περιτέμνειν τὰ περιττὰ, πρὸς τὸ τὴν ῥίζαν εὐθαλεστέραν γενέσθαι. Τὸν δὲ τῇ ἀπογνώσει ἁλισκόμενον ἀνωρεπῆ
55βιάζεσθαι ποιεῖν τοῖς προειρημένοις λογισμοῖς. Καὶ γὰρ σφόδρα ἡ ψυχὴ χαμαιπετὴς τυγχάνει. Καὶ γοῦν τῶν γεηπόνων οἱ ἄριστοι, ἐπειδὰν φυτὸν βραχὺ καὶ ἀσθενὲς θεάσωνται, ποτίζουσι δαψιλῶς, καὶ ἐπιμε‐
λείας πολλῆς ἀξιοῦσι πρὸς τὸ αὐξηθῆναι. Ἐπειδὰν δὲ

28

.

1521

ἐν φυτῷ πρόωρον βλάστην θεάσωνται, περιτέμνουσιν αὐτοὶ τὰ περιττά· φιλεῖ γὰρ ταῦτα ἑτοίμως ξηραί‐ νεσθαι. Καὶ ἰατρῶν δὲ παῖδες τινὰς μὲν τῶν ἀῤῥώ‐ στων τρέφουσι δαψιλῶς, καὶ πρὸς περίπατον προτρέ‐
5πονται· ἑτέρους δὲ δεσμεύοντες, ἀσίτους ἐπὶ πολὺ φυλάττουσιν. Φανερὸν οὖν ἐστιν, ὡς μέγιστον ἐν κακοῖς ἡ ὑπερηφανία τυγχάνει· καὶ τοῦτο δείκνυσιν αὐτῆς τὸ ἐναντίον, ἡ ταπεινοφροσύνη. Δυσχερές ἐστι κτήσα‐
10σθαί τινα τὴν ταπεινοφροσύνην. Εἰ μὴ γάρ τις πά‐ σης δόξης ἐκτὸς γένηται, τούτου τοῦ θησαυροῦ τυχεῖν οὐ δυνήσεται. Οὕτω δέ ἐστι μεγάλη ἡ ταπεινοφρο‐ σύνη, ὡς πάσας τὰς ἀρετὰς μιμεῖσθαι δοκεῖν τὸν διά‐ βολον, ταύτην δὲ μηδὲ εἰδέναι τί ὅλως ἐστίν. Εἰδὼς δὲ
15αὐτῆς τὸ ἀσφαλὲς καὶ ἑδραῖον ὁ ἀπόστολος, προσ‐ τάττει ἡμῖν ταύτην ἐγκομβώσασθαι, καὶ πάντας ποιοῦντας τὰ ἐπωφελῆ, ταύτην περιβάλλεσθαι. Κἄν τε γὰρ νηστεύῃς, κἄν τε ἐλεῇς, κἄν τε διδάσκῃς· εἰ δὲ καὶ σώφρων τυγχάνῃς καὶ συνετὸς, πάλιν ταύτην
20ἀντὶ τοιχίου ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν παίδων ὑμνολογίαν, ὅπως τῶν ἄλλων ἀρετῶν οὐ πάνυ τι μνημονεύσαντες, τοὺς τα‐
25πεινοὺς σὺν τοῖς ὑμνοῦσι συγκατηριθμήσαντο, μὴ εἰ‐ ρηκότες σώφρονας ἢ ἀκτήμονας. Ὥσπερ γὰρ ἀδύνα‐ τον ναῦν χωρὶς ἥλων κατασκευασθῆναι, οὕτως ἀδύνα‐ τον σωθῆναι χωρὶς ταπεινοφροσύνης. Ὅτι δὲ ἀγαθὴ καὶ σωτήριος πέφυκεν, ὁ Κύριος,
30πρὸς ἀνθρώπους οἰκονομίαν πληρῶν, αὐτὴν ἠμφιά‐ σατο. Φησὶ γάρ· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Ὅρα τίς ὁ λέγων, τελείως μαθήτευσον. Ἀρχή σοι καὶ τέλος τῶν ἀγαθῶν ἡ ταπει‐ νοφροσύνη γινέσθω. Φρόνησιν λέγω [λέγει] ταπεινὴν,
35οὐ σχῆμα μόνον, τὸν ἐντὸς ἄνθρωπον αἰνίττεται· ἀκο‐ λουθήσει γὰρ τούτῳ καὶ ὁ ἐκτός. Πάσας τὰς ἐντολὰς πεποίηκας; Οἶδεν ὁ Κύριος· ἀλλ’ αὐτός σοι ἐντέλλε‐ ται πάλιν ἀρχὴν δουλείας λαμβάνειν· φησὶ γάρ· Ὅταν πάντα ποιήσητε, εἴπατε· Δοῦλοι ἀχρεῖοί
40ἐσμεν. Ἡ οὖν ταπεινοφροσύνη κατορθοῦται δι’ ὀνει‐ δισμῶν, δι’ ὕβρεων, διὰ πληγῶν· ἵνα ἀκούσῃς ἄφρων καὶ μωρὸς, πένης καὶ πτωχὸς, ἀσθενὴς καὶ εὐτελὴς, ἀπρόκοπος ἐν ἔργοις, ἄλογος ἐν προφορᾷ,
45ἄτιμος ἐν εἴδει, ἀσθενὴς ἐν δυνάμει. Ταῦτα τῆς τα‐ πεινοφροσύνης τὰ νεῦρα. Ταῦτα ὁ Κύριος ἡμῶν ἤκουσε καὶ πέπονθε. Σαμαρείτην γὰρ αὐτὸν εἶπαν καὶ δαιμό‐ νιον ἔχοντα. Δούλου μορφὴν ἀνείληφεν, ἐραπίσθη, πληγαῖς ᾐκίσθη.

28

.

1521

(50)

Δεῖ οὖν καὶ ἡμᾶς μιμεῖσθαι τὴν ἔμπρακτον ταύτην ταπεινοφροσύνην. Εἰσὶ μὲν οὖν τινες καὶ διὰ τῶν ἐκτὸς σχημάτων ὑποκρινόμενοι, καὶ ταπεινοῦντες ἑαυτοὺς, αὐτῷ τούτῳ δόξαν θηρώμενοι· ἀλλ’ ἐκ τῶν
καρπῶν ἐπιγινώσκονται· καὶ γὰρ ἐπιπολαίως ὑβρι‐

28

.

1524

σθέντες, οὐκ ἤνεγκαν· ἀλλὰ παραυτὰ ὥσπερ ὄφεις τὸν ἑαυτῶν ἰὸν ἐξέμεσαν. Ἐπὶ τοῖς λόγοις δὲ τούτοις ἠγαλλιῶντο αἱ συνελθοῦσαι σφόδρα, καὶ πάλιν προσεκαρτέρουν, κόρον
5τῶν ἀγαθῶν μὴ λαμβάνουσαι. Καὶ πάλιν πρὸς αὐτὰς ἔλεγεν ἡ μακαρία· Ἀγών ἐστι πολὺς τοῖς προσερχο‐ μένοις Θεῷ καὶ κόπος τὰ πρῶτα, ἔπειτα δὲ χαρὰ ἀν‐ εκδιήγητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ
10ζητουμένου τυγχάνουσι· καὶ γάρ φησιν· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον· οὕτω δεῖ καὶ ἡμᾶς τὸ θεῖον πῦρ εἰς ἑαυτοὺς ἐξάψαι μετὰ δακρύων καὶ κό‐ που. Αὐτὸς γάρ φησιν ὁ Κύριος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. Καί τινες δι’ ὀλιγωρίαν τοῦ μὲν κα‐
15πνοῦ ἠνέσχοντο, τὸ δὲ πῦρ οὐκ ἐξῆψαν, διὰ τὸ μα‐ κροθυμίας αὐτοὺς ἐκτὸς εἶναι, καὶ μᾶλλον αὐτῶν τὴν περὶ τὸ θεῖον σχέσιν ἀσθενῆ καὶ ἀμυδρὰν τυγχάνειν.
19Ὅθεν μέγα κειμήλιον ἡ ἀγάπη· καὶ περὶ ταύ‐
20της δὲ διαβεβαιούμενος ὁ Ἀπόστολος ἔλεγεν, ὡς Ἐὰν πάντα τὰ ὑπάρχοντα διανείμῃς, καὶ τὸ σῶμα ὑπο‐ πιάσῃς, ἀγάπην δὲ μὴ ἔχῃς, γέγονας χαλκὸς ἠχῶν καὶ κύμβαλον ἀλαλάζον. Μέγα οὖν ἐν ἀγαθοῖς ἡ ἀγάπη, ὡς καὶ δεινὸν ἐν κακοῖς ὁ θυμός· πᾶσαν γὰρ τὴν ψυ‐
25χὴν σκοτίσας καὶ ἀποθηριώσας, εἰς ἀλογίαν φέρει. Ὁ δὲ Κύριος, πανταχόσε τῆς σωτηρίας ἡμῶν κη‐ δόμενος, οὐδ’ ὅλως συνεχώρησε βραχύ τι ἀσκεπὲς τῆς ψυχῆς. Λαγνείαν κινεῖ ὁ ἐχθρός; σωφροσύνῃ ἡμᾶς ὁ Κύριος ὥπλισεν. Ὑπερηφανίαν γεννᾷ; ἀλλ’ ἡ ταπει‐
30νοφροσύνη οὐ μακρὰν τυγχάνει. Μῖσος ἐνεφύσησεν; ἀλλ’ ἡ ἀγάπη ἐν μέσῳ παρίσταται. Ὅσα οὖν ὁ ἐχθρὸς καθ’ ἡμῶν κινεῖ βέλη, πλείοσιν ἡμᾶς ὁ Κύριος ὅπλοις ἠσφαλίσατο, πρός τε τὴν ἡμῶν σωτηρίαν καὶ πρὸς τὴν ἐκείνου κατάπτωσιν.
36 Κακὸν μὲν ἐν κακοῖς ὁ θυμός· Ὀργὴ γὰρ, φησὶν, ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. Δεῖ οὖν αὐτὸν ἡνιοχεῖν· ὅτι ἐν καιρῷ χρήσιμος ὤφθη· θυμοῦσθαι γὰρ καὶ κινεῖσθαι κατὰ τῶν δαιμόνων
40συμφέρει. Πρὸς δὲ ἄνθρωπον σφοδρῶς κινεῖσθαι οὐ προσήκει, κἂν ἁμαρτήσας τυγχάνῃ· ἐπιστρέφειν δὲ αὐτὸν δεῖ μετὰ τὸ παύσασθαι τὸ τῆς ὀργῆς πάθος.
44Καὶ τὸ μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον·
45ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ‐ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνησικακία, ὥσπερ ἐναποπαγεῖσα τῇ ψυχῇ, θηρίου αὐτὴν δεινοτέραν ποιεῖ· καὶ κύων μὲν, κατά τινος ἐκμανεὶς, ὑπὸ τῆς τροφῆς θωπευθεὶς, με‐

28

.

1524

(50)

ταβάλλεται τῆς ὀργῆς· καὶ τἄλλα δὲ θηρία ὑπὸ τῆς συνηθείας μειλίσσεται· ὁ δέ γε τῇ μνησικακίᾳ κρα‐ τούμενος οὐ παρακλήσει πείθεται, οὐ τροφῇ πραΰνε‐ ται, οὔτε μὴν ὁ πάντα μεταβάλλων χρόνος τὸ πάθος τούτου ἰάσατο. Οὗτοι οὖν ἀσεβέστατοι πάντων εἰσὶ
55καὶ ἀνομώτατοι. Οὐ γὰρ ὑπακούουσι τοῦ Σωτῆρος

28

.

1525

λέγοντος, ὡς Ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελ‐ φῷ σου· καὶ οὕτω πρόσαγε τὸ δῶρόν σου· καὶ ἀλλαχοῦ· Μὴ ἐπιδυέτω, φησὶν, ὁ ἥλιος ἐπὶ παρορ‐ γισμῷ ὑμῶν.
6 Καλὸν μὲν οὖν τὸ μὴ ὀργισθῆναι· εἰ δὲ καὶ γέ‐ νηται, οὐδὲ μέτρον σοι ἡμέρας πρὸς τὸ πάθος συν‐ εχώρησεν, εἶπε γὰρ μὴ ἐπιδῦναι τὸν ἥλιον. Σὺ δὲ ἐκδέχῃ, ἕως ἂν ὁ πᾶς σου χρόνος δύῃ. Οὐκ οἶδας εἰ‐
10πεῖν· Ἀρκεῖ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; Οὐκ αὐτὸς ἦν ὁ ἀδικήσας, ἀλλ’ ὁ διάβολος. Μίσησον τὴν νόσον, καὶ μὴ τὸν νο‐ σοῦντα· Τί ἐγκαυχᾷ ἐν κακίᾳ, δυνατέ; Περὶ ὑμῶν τοῦτο ὁ ψαλμὸς ἐβόησεν· Ἀνομίαν γὰρ, φησὶν, ὅλην
15τὴν ἡμέραν· τουτέστι, πάντα τὸν τῆς ζωῆς σου χρό‐ νον παρακούεις τοῦ νομοθέτου τοῦ λέγοντος· Μὴ ἐπι‐ δυέτω ὁ ἥλιος ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Φησὶ δὲ, ὡς Ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· οὐ παύῃ γὰρ βλασφημῶν τὸν ἀδελφόν σου. Ὅθεν δικαία σοι ἡ
20τιμωρία παρ’ αὐτοῦ τοῦ Ὑμνῳδοῦ ἐκ τοῦ Πνεύματος προσφέρεται· Διὰ τοῦτο γὰρ, φησὶν, ὁ Θεὸς καθ‐ ελεῖ σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ταῦτα τῷ μνησικάκῳ τὰ δῶρα· ταῦτα
25τῆς κακίας τὰ ἔπαθλα.
27 Φυλάττεσθαι οὖν δέον ἀπὸ μνησικακίας· πολλὰ γὰρ αὐτῇ ἀκολουθοῦσι δεινὰ, φθόνος, λύπη, καταλα‐ λιά. Θανατηφόρος ἡ τούτων κακία, κἂν μικρὰ δοκῇ
30τυγχάνειν. Ταῦτα μὲν γὰρ ὥσπερ βέλη λεπτὰ τοῦ ἐχθροῦ τυγχάνουσι. Καὶ πολλάκις τὰ ἀπὸ διστόμου μαχαίρας καὶ μείζονος ξίφους τραύματα, οἷά ἐστι πορνεία καὶ πλεονεξία, καὶ φόνος, ἰάθησαν πολλάκις διὰ τοῦ σωτηρίου φαρμάκου τῆς μετανοίας· ὑπερ‐
35ηφανία δὲ, ἢ μνησικακία, ἢ καταλαλιὰ, ὥσπερ μικρὰ δοκοῦντα εἶναι βέλη, λανθανόντως ἀνεῖλαν, κατὰ τῶν καιριωτέρων τῆς ψυχῆς μορίων παγέντα. Ταῦτα δὲ οὐ τῷ μεγέθει ἀναιρεῖ τῆς πληγῆς, ἀλλὰ τῇ ἀμελείᾳ τῶν τρωθέντων· ὡς μηδενὸς γὰρ ὄντων καταφρονή‐
40σαντες τῆς τε καταλαλιᾶς καὶ τῶν λοιπῶν, κατὰ μι‐ κρὸν ὑπ’ αὐτῶν διεφθάρησαν. Βαρὺ οὖν καὶ μοχθηρὸν ἡ καταλαλιά· τροφὴ γὰρ καὶ ἀνάπαυλά τινων ἀνθρώπων τυγχάνει. Σὺ δὲ μὴ παραδέξῃ ἀκοὴν ματαίαν, μὴ τῶν ἀλλοτρίων κα‐
45κῶν δοχεῖον γένῃ. Ἀπέριττον σεαυτοῦ τὴν ψυχὴν παρα‐ σκεύαζε. Ὑποδεξαμένη γὰρ τὴν δυσώδη τῶν λόγων ἀκαθαρσίαν, κηλίδας τῇ εὐχῇ σου προσάξεις διὰ τῶν λογισμῶν, καὶ ἀναιτίως μισήσεις τοὺς ἐντυγχάνοντας. Καταβαφείσης γάρ σου τῆς ἀκοῆς ὑπὸ τῆς τῶν κακο‐

28

.

1525

(50)

λογούντων ἀπανθρωπίας, ἀγεννῶς πᾶσιν ἐνατενίσεις· καθάπερ ὁ ὀφθαλμὸς, χρώματι ἀκρατέστερον προλη‐ φθεὶς, ἀδιάκριτον ἔχει περὶ τὰ ὁρώμενα τὴν φαντα‐ σίαν.
55 Δεῖ οὖν φυλάττεσθαι τὴν γλῶτταν καὶ τὴν ἀκοὴν, πρὸς τὸ μήτε λέγειν τι τοιοῦτον, μήτε ἀκούειν
ἐμπαθῶς. Γέγραπται γὰρ, ὡς Μὴ ἀκοὴν ματαίαν

28

.

1528

παραδέξασθαι· καὶ, Τὸν καταλαλοῦντα λάθρα τῷ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Ἐν δὲ τῷ Ψαλμῳδῷ φησιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Ἡμεῖς δὲ καὶ τὰ μὴ
5ἔργα λαλοῦμεν. Δέον οὖν μὴ πιστεύειν τοῖς λεγομέ‐ νοις, μήτε μὴν κατακρίνειν τοὺς λέγοντας· ἀλλὰ κατὰ τὴν θείαν Γραφὴν ποιεῖν καὶ λέγειν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα μου.
10 Οὐ δεῖ ἐπὶ συμφορᾷ ἀνθρώπου ἐπιχαίρειν, κἂν πάνυ ἁμαρτωλὸς ὑπάρχῃ. Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν τῷ δείπνῳ
15Σὺ οὖν, ἡ καλῶς στρώσασα ἑαυτῇ τὰ πράγματα, θαῤῥεῖς ἀναπαυθῆναι ἐν τῷ βίῳ; Καὶ τί ποιήσομεν τὸν λέγοντα ὡς, Ἓν συνάντημα τῷ δικαίῳ καὶ τῷ ἁμαρτωλῷ; Ἡ γὰρ ἐνταῦθα ἡμῶν διαγωγὴ μία ἐστὶ, κἂν διάφορον πολιτείαν ἔχωμεν.
20 Οὐ δεῖ μισεῖν τοὺς ἐχθρούς. Καὶ γὰρ ὁ Κύριος τῇ ἰδίᾳ φωνῇ τοῦτο ἡμῖν προσέταξε. Φησὶ γὰρ, ὡς Μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾶτε· τοῦτο γὰρ καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ τελῶναι ποιοῦσι. Τὸ γὰρ καλὸν οὐ δεῖται τέχνης καὶ ἀγῶνος πρὸς θήραν· ἑαυτῷ
25γὰρ ἐφέλκεται τοὺς ἀγαπῶντας· τὸ δὲ φαῦλον τῆς θείας διδασκαλίας χρῄζει πρὸς ἀπάλειψιν, καὶ κόπου πολλοῦ. Οὐ γὰρ ἀνέτων καὶ ἀμερίμνων ἐστὶν ἡ βασιλεία οὐ‐ ρανῶν, ἀλλὰ βιαστῶν. Ὥσπερ οὖν οὐ δεῖ τοὺς ἐχθροὺς μισεῖν, οὕτως
30οὐδὲ τοὺς ἀμελεῖς καὶ ῥᾳθύμους φεύγειν καὶ μυκτη‐ ρίζειν. Τινὲς μὲν οὖν τὸ γραφικὸν ἐκεῖνο ῥητὸν ἑαυτοῖς προσφέρουσιν, ὡς Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ στρεβλοῦ συνδιαστρέψεις. Διὰ τοῦτο, φησὶν, ἀπο‐ φεύγομεν τοὺς ἁμαρτωλοὺς, πρὸς τὸ παρ’ αὐτῶν μὴ
35διαστραφῆναι. Ἀγνοίᾳ ψυχῆς οἱ τοιοῦτοι τὰ ἐναντία πράττουσι. Προστάττει γὰρ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μετὰ τῶν στρεβλῶν συνδιαστραφῆναι, ἀλλὰ τῆς στρε‐ βλῆς αὐτοὺς ἐπανορθώσασθαι. Συνδιαστρέψεις γὰρ, τουτέστι, συνελκύσεις αὐτὸν πρὸς σεαυτὸν, ἐκ τῶν
40ἀριστερῶν ἐπὶ τὰ δεξιά. Τρεῖς γνωμῶν ἰδέαι κατὰ τὸν τῶν ἀνθρώπων βίον τυγχάνουσιν· ὧν ἡ μὲν πρώτη ἐστὶ τῆς ἀκροτά‐ της κακίας, ἡ δὲ δευτέρα μέσης τινὸς καταστάσεως· ὥσπερ γὰρ πρὸς τὰς ἀμφοτέρας σκοπεῖ τῶν ὁποτέρων
45μετέχουσα· ἡ δὲ τρίτη, εἰς μέγεθος θεωρίας ἀχθεῖσα, οὐ μόνον ἑαυτὴν συσφίγγει, ἀλλά γε καὶ τὰς τελευταίας πειρᾶται χειραγωγεῖν. Οἱ μὲν οὖν κακοὶ τῶν ἀνθρώ‐ πων, τοῖς χείροσι μιγνύμενοι, ἐπεὶ πλείω τῶν δεινῶν ποιοῦνται τὴν αὔξησιν· οἱ δέ γε μέσοι ἀποφεύγειν

28

.

1528

(50)

τοὺς ἀκολάστους πειρῶνται, αὐτὸ τοῦτο δεδοικότες, μὴ πάλιν ὑπ’ αὐτῶν καθελκυσθῶσι· νήπιοι γὰρ ἔτι τῶν ἀρετῶν τυγχάνουσιν· οἱ δὲ τρίτοι, ἀνδρείαν τὴν γνώμην ἔχοντες καὶ κραταιὸν τὸ φρόνημα, συνδι‐ άγουσι τοῖς φαύλοις καὶ συνδιαιτῶνται, σῶσαι αὐτοὺς
55βουλόμενοι. Καὶ γοῦν ὑπὸ τῶν ἔξωθεν ὀνειδίζονται·

28

.

1529

καὶ ὑπὸ τῶν θεωρούντων δὲ αὐτοὺς συνδιάγοντας τοῖς ἀμελεστέροις χλευάζονται· καὶ γὰρ αὐτοὺς ὡς ὁμοίους αὐτῶν διαβάλλουσιν. Οἱ δὲ ὡς ἐπαίνους τὰ παρὰ τῶν ἀνθρώπων ἀκούοντες, ἀδεῶς τὸ θεῖον ἔργον ἐκτελοῦσι.
5Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε, ὅταν πᾶν ψεῦδος εἴπωσι καθ’ ὑμῶν οἱ ἄνθρωποι. Δεσποτικὴ μὲν οὖν τούτων ἡ πρᾶξις· καὶ γὰρ ὁ Κύριος μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἤσθιε· μᾶλλον δὲ φιλάδελ‐ φος ἡ τούτων γνώμη ἤπερ φίλαυτος· Ὥσπερ γὰρ
10ἐμπρησμοὺς οἰκιῶν ὁρῶντες τοὺς ἁμαρτάνοντας, καὶ τῶν ἰδίων καταφρονήσαντες, τὰ ἀλλότρια καὶ ἀπ‐ ολλύμενα σώζειν διισχυρίζονται· καὶ περιφλεγόμενοι ἐκ τῶν καυστικῶν ὕβρεων, ἀνέχονται. Οἱ δέ γε μέσοι ἐὰν ἴδωσι τὸν ἀδελφὸν ὑπὸ τῆς ἁμαρτίας φλεγόμενον,
15ἀποφεύγουσι, δεδοικότες μὴ καὶ εἰς αὐτοὺς τὸ πῦρ διανεμηθῇ. Οἱ δέ γε τρίτοι, χαλεπῶν γειτόνων δίκην ἐπέχοντες, τοὺς καιομένους ἐπὶ πλεῖον ἐξάπτουσιν, ὕλας αὐτοὺς πρὸς ἀπώλειαν, τὴν οἰκείαν κακίαν προσφέροντες. Ὥσπερ γὰρ πισσηρῷ διαλαβόντες
20πλοίῳ, ἀντὶ ὕδατος κεδρίαν ἐπιβάλλουσιν. Οἱ δέ γε ἐναντίοι τούτοις, οἱ ἀγαθοὶ, τὰ οἰκεῖα κτήματα δεύ‐ τερα ἔθεντο τῆς ἐκείνων σωτηρίας. Ταῦτα τῆς ἀλη‐ θινῆς ἀγάπης τὰ τεκμήρια· οὗτοι τῆς εἰλικρινοῦς ἀγάπης οἱ φύλακες.
25 Ὥσπερ δὲ τὰ δεινὰ ἓν δι’ ἑνὸς ἤρτηται· τῇ γὰρ φιλαργυρίᾳ ἀκολουθεῖ φθόνος, δόλος, ἐπιορκία, θυμὸς, μνησικακία· οὕτω τὰ ἐναντία τούτων τῆς ἀγάπης ἔχεται· πραΰτης δὴ λέγω καὶ μακροθυμία, καὶ ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο‐
30σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη‐ μοσύνης· οὐ γὰρ πρὸς ἕνα ἄνθρωπον ὁ Κύριος τὴν ἀγάπην ἐνετείλατο, ἀλλὰ πρὸς ἅπαντας. Οὐκοῦν οὐ δέον ἔχοντας παριδεῖν τοὺς χρῄζοντας. Ὑποκλέπτε‐
35ται γὰρ τὸ τῆς ἀγάπης. Τὸ μὲν γὰρ πᾶσιν ἐξα‐ ρκεῖν ἀδύνατον ἀνθρώπῳ· Θεοῦ δὲ τοῦτο ἔργον.
38 Τί οὖν, φησὶν, ὁ μὴ ἔχων, περὶ ἐλεημοσύνης ἀγωνίζῃ, καὶ αὕτη σοι πρόφασις τοῦ κτήσασθαι γίνε‐
40ται; Κοσμικοῖς τοῦτο προστέτακται. Οὐ γὰρ τοσοῦ‐ τον πρὸς τὸ τραφῆναι τὸν πένητα ἡ ἐλεημοσύνη ὥρι‐ σται, ὅσον διὰ τὴν ἀγάπην. Ὁ γὰρ τὸν πλούσιον διοι‐ κῶν Θεὸς καὶ τὸν πένητα τρέφει. Περιττῶς οὖν ἡ ἐλεημοσύνη προσετάγη; Μὴ γένοιτο! ἀλλὰ ἀρχὴ τῆς
45ἀγάπης τοῖς μὴ εἰδόσι γίνεται. Ὥσπερ γὰρ ὑπογραμ‐ μὸς ἦν ἡ τῆς ἀκροβυστίας περιτομὴ τῆς καρδίας, οὕτως ἡ ἐλεημοσύνη τῆς ἀγάπης διδάσκαλος κατ‐ έστη. Οἷς οὖν ἡ ἀγάπη ἐκ χάριτος ἐδόθη περιττὴ ἡ ἐλεημοσύνη.

28

.

1529

(50)

Οὐ διαβάλλουσα τὸν ἔλεον ταῦτα λέγω· ἀλλὰ τῆς ἀκτημοσύνης τὸ καθαρὸν δεικνύουσα. Μὴ γινέ‐ σθω οὖν κώλυσις τὸ ἔλαττον τοῦ μείζονος. Ἐν ὀλίγῳ τὸ μικρὸν κατώρθωσας· πάντα γὰρ ὑφ’ ἓν δέδωκας· πρὸς τὸ μεῖζον λοιπὸν ἀνάνευσον, τὴν ἀγάπην. Σταυ‐
55ροφόρος γὰρ τυγχάνεις. Σὺ τὴν ἐλευθέραν φωνὴν
ὀφείλεις εἰπεῖν, τὸ, Ἰδοὺ πάντα ἀφήκαμεν, καὶ

28

.

1532

ἠκολουθήσαμέν σοι. Σὺ τὴν εὐπαῤῥησίαστον γλῶτ‐ ταν τῶν ἀποστόλων μιμήσασθαι κατηξιώθης. Φησὶ γὰρ Πέτρος καὶ Ἰωάννης, ὡς Χρυσίον καὶ ἀργύριον οὐχ ὑπάρχει μοι. Διπλῆ μὲν ἡ γλῶττα, ἀλλὰ μονό‐
5τροπος ἡ πίστις. Καὶ ἐν τοῖς κοσμικοῖς δὲ μὴ ἁπλῶς οὕτως ἐλεη‐ μοσύνη γινέσθω. Φησὶ γὰρ, ὡς Ἔλαιον ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου. Προσήκει οὖν τὸν ἐλεοῦντα Ἀβραμιαῖον ἔχειν τὸ φρόνημα, καὶ ὡς
10ἐκεῖνος τὸ δίκαιον δικαίως πράττειν. Φιλοξενῶν γὰρ ὁ δίκαιος, μετὰ τῆς ἑστίας καὶ τὴν γνώμην παρέθη‐ κεν. Ἔστη γὰρ, φησὶν, ὑπηρετῶν, μὴ βουληθεὶς τοὺς οἰκέτας συμμεριστὰς τοῦ κέρδους γενέσθαι. Ἀληθῶς οἱ τοιοῦτοι μισθὸν τῆς ἐλεημοσύνης ἕξουσι,
15κἂν ἐν τῷ δευτέρῳ τάγματι τυγχάνωσιν. Ὁ γὰρ Κύριος, δημιουργήσας τὴν οἰκουμένην, διπλῆν ἐν αὐτῇ τῶν οἰκητόρων ἔθετο τὴν τάξιν. Τοῖς μὲν γὰρ σεμνῶς βιοῦσι διὰ τὴν παιδοποιίαν τὸν γάμον προσ‐ έταξε· τοῖς δὲ διὰ καθαρότητα βίου τὴν ἁγνείαν προσ‐
20έταξεν, ἰσαγγέλους αὐτοὺς ποιῶν· καὶ τοῖς μὲν νό‐ μους καὶ ἐκδικήσεις καὶ διδασκαλίας παρέδωκε· τούτοις δέ φησιν· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταπο‐ δώσω, λέγει Κύριος. Ἐκεῖ φησιν· Ἐργάσῃ τὴν γῆν· καὶ ὧδε μὴ μεριμνῆσαι τῆς αὔριον κελεύει.
25Ἐκείνοις νόμον ἔδωκεν· ἡμῖν δὲ διὰ χάριτος αὐτοψεὶ τὰς ἐντολὰς ἐγνώρισεν.
28 Σταυρὸς ἡμῖν ἐστι τὸ τρόπαιον τῆς νίκης. Τὸ γὰρ ἐπάγγελμα ἡμῶν οὐδὲν ἄλλο ἐστὶν ἢ ἀποταγὴ
30βίου, μελέτη θανάτου. Ὥσπερ οὖν οἱ νεκροὶ οὐκ ἐνεργοῦσι τῷ σώματι, οὕτω καὶ ἡμεῖς. Ὅσα γὰρ ἦν δι’ αὐτοῦ ἐπιτελέσαι, πεποιήκαμεν ὅτε ἦμεν νήπιοι. Φησὶ γὰρ ὁ Ἀπόστολος, ὡς Ἐμοὶ κόσμος ἐσταύ‐ ρωται, κἀγὼ τῷ κόσμῳ. Τῇ ψυχῇ ζῶμεν· αὐτῇ τὰς
35ἀρετὰς ἐπιδείξωμεν· κατὰ διάνοιαν ἐλεήσωμεν· Μα‐ κάριοι γὰρ οἱ ἐλεήμονες τῇ ψυχῇ. Ὥσπερ γὰρ ἐκεῖ λέγει, ὅτι ὁ ἐπιθυμήσας κάλλους, καὶ δίχα τῆς πρά‐ ξεως, ἀμάρτυρον τὴν ἁμαρτίαν εἰργάσατο· οὕτως ἐνταῦθα ἡ ἐλεημοσύνη εἴρηται, τῆς γνώμης τὴν πρᾶ‐
40ξιν τελούσης, κἂν τὸ ἀργύριον ἄπεστι, τῇ μείζονι ἀξίᾳ τετιμήμεθα. Ὥσπερ γὰρ οἱ κατὰ τὸν κόσμον δεσπόται δια‐ φόρους οἰκετῶν ὑπηρεσίας κέκτηνται· καὶ τοὺς μὲν ἐν τοῖς χωρίοις ἐκπέμπουσι, πρὸς τὸ τὰς γαίας ἐργά‐
45ζεσθαι, καὶ τὴν τοῦ γένους διαδοχὴν φυλάττειν· τοὺς δὲ, ἐὰν ἐπιεικεῖς καὶ περικαλλεῖς ἐξ αὐτῶν γενομένους θεάσωνται, ἐν τοῖς ἰδίοις οἴκοις μεθιστῶσι πρὸς τὴν ἑαυτῶν ὑπηρεσίαν· οὕτως καὶ ὁ Κύριος τοὺς μὲν τὸν σεμνὸν γάμον ἑλομένους, ἐν τῷ τοῦ κόσμου χω‐

28

.

1532

(50)

ρίῳ ἔθετο· τοὺς δὲ τούτων βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά‐ των τυγχάνουσιν ἀλλότριοι· τῆς γὰρ Δεσποτικῆς τρα‐ πέζης ἠξίωνται. Οὐ μεριμνῶσι περὶ ἀμφιάσεως·
55Χριστὸν γὰρ ἐνδέδυνται.

28

.

1533

Τῶν οὖν ἀμφοτέρων ταγμάτων εἷς ἐστι δεσπό‐ της ὁ Κύριος. Ὥσπερ γὰρ ἐκ τοῦ αὐτοῦ σίτου ἐστὶ καὶ τὸ ἄχυρον καὶ τὸ σπέρμα, οὕτως ἐκ τοῦ αὐτοῦ Θεοῦ εἰσι καὶ οἱ κατὰ τὸν κόσμον σεμνῶς βιοῦντες,
5καὶ οἱ τὸν μονήρη ἐπανῃρημένοι βίον. Καὶ γοῦν τῶν ἀμφοτέρων χρεία ἐστί· τῶν μὲν φύλλων πρὸς χρείαν καὶ φυλακὴν τοῦ σπέρματος, τοῦ δὲ καρποῦ ἀναγ‐ καία ἡ κτῆσις· γένεσις γὰρ τοῦ παντὸς τυγχάνει. Ὥσπερ γὰρ οὐκ ἐγχωρεῖ κατὰ ταυτὸ καὶ βοτάνην
10εἶναι καὶ σπέρμα, οὕτως ἀδύνατον, τῆς κοσμικῆς δό‐ ξης ἡμῖν περικειμένης, καρπὸν οὐράνιον ποιῆσαι. Τῶν δὲ φύλλων ἀποῤῥυέντων, καὶ τῆς καλάμης ξη‐ ρανθείσης, ἐπιτήδειος ὁ στάχυς πρὸς θερισμόν ἐστι. Καὶ ἡμεῖς οὖν, ἀποβαλοῦσαι τὴν ἐκ γῆς φαντασίαν
15ἀντὶ τῶν φύλλων, καὶ ξηράνασαι ἑαυτῶν τὸ σῶμα ὡς τὴν καλάμην, ὑψώσασαι δὲ ἑαυτῶν τὸν λογισμὸν, δυ‐ νησόμεθα σπέρμα σωτηρίας γεννῆσαι. Ἐπικίνδυνον τὸν μὴ διὰ πρακτικοῦ βίου ἀχθέν‐ τα, διδάσκειν ἐπιχειρεῖν. Ὥσπερ γὰρ ἂν, εἴ τις οἰκίαν
20ἔχων σαθρὰν, ξένους ὑποδεξάμενος, βλάψει τῇ πτώσει τοῦ οἰκήματος· οὕτω καὶ οὗτοι, μὴ πρότερον ἑαυτοὺς ἀσφαλῶς οἰκοδομήσαντες, καὶ τοὺς προσελθόντας σὺν αὐτοῖς ἀπώλεσαν. Τοῖς μὲν γὰρ λόγοις προεκαλέ‐ σαντο εἰς σωτηρίαν, τῇ δὲ τοῦ τρόπου κακίᾳ, τοὺς
25συλλεγέντας μᾶλλον ἠδίκησαν. Ἡ μὲν γὰρ ψιλὴ τῶν λόγων ἔκθεσις ἔοικε γραφαῖς διὰ χρωμάτων εὐαπο‐ πτώτων συνιστάσαις, ἅστινας σμικρότατος χρόνος διέλυσεν ἀνέμων ῥιπαῖς καὶ ὑετῶν σταγόσι· τὴν δὲ ἔμπρακτον διδασκαλίαν οὐδ’ ὁ πᾶς αἰὼν διαλῦσαι δυ‐
30νηθείη. Τὰ γὰρ στερεὰ τῆς ψυχῆς ἐκκολάπτων ὁ λόγος, αἰώνιον ἄγαλμα Χριστοῦ τοῖς πιστοῖς δω‐ ρεῖται.
34Δέον οὖν καὶ ἡμᾶς μὴ ἐπιπόλαιον τῆς ψυχῆς
35ποιεῖσθαι τὴν θεραπείαν, ἀλλ’ ὅλην αὐτὴν δι’ ὅλου κοσμεῖν, μάλιστα τοῦ βάθους μὴ ἀμελούσας. Τριχῶν ἐποιησάμεθα τὴν ἀφαίρεσιν· συναφέλωμεν καὶ τοὺς ἐν τῇ κεφαλῇ σκώληκας· μονάσαντες γὰρ οὗτοι, ἐπὶ πλεῖον ἡμᾶς ὀδυνήσουσι. Τὸ μὲν γὰρ τρίχωμα ἡμῶν
40ἦν ὁ κατὰ τὸν βίον κόσμος, τιμαὶ, δόξαι, χρημάτων κτῆσις, λαμπραὶ ἐσθῆτος στολαὶ, λουτρῶν χρήσεις, βρωμάτων ἀπολαύσεις. Ταῦτα ἐδόξαμεν ἀποβάλλειν· ἀλλὰ τοὺς ψυχοφθόρους σκώληκας μᾶλλον ἐξώσωμεν. Τίνες δέ εἰσιν οὗτοι; καταλαλιὰ, ἐπιορκία, φιλαργυ‐
45ρία. Ἡ οὖν κεφαλὴ ἡμῶν ἐστιν ἡ ψυχή· καὶ ἕως μὲν ἐν ταῖς ὕλαις τῶν κοσμικῶν πραγμάτων ἐσκέ‐ ποντο τὰ θηρία, ἐδόκουν λανθάνειν· νῦν δὲ, γυμνω‐ θέντα, πᾶσίν ἐστιν ἔκδηλα· διὰ τοῦτο ἐν παρθένῳ ἢ ἐν μοναχῷ προφανῆ τυγχάνει καὶ τὰ εὐτελέστερα

28

.

1533

(50)

ἁμαρτήματα· ὥσπερ γὰρ ἐν καθαρῷ οἰκήματι κατα‐ φανὲς πᾶσι γίνεται τὸ ὀφθὲν θηρίον, κἂν βραχύτατον τυγχάνῃ· ἐν δὲ τοῖς κοσμικοῖς ὥσπερ ἐν ἀκαθάρτοις σπηλαίοις ἐμφωλεύοντα τὰ μέγιστα τῶν ἰοβόλων λαν‐ θάνει, ὑπὸ τῆς συνεχοῦς ὕλης καλυπτόμενα. Δέον οὖν
55ἐφ’ ἡμῶν καθαίρειν τὸν οἶκον διηνεκῶς, καὶ περιβλέ‐ πεσθαι μή τι τῶν ψυχοφθόρων ζωϋφίων παρεισδύῃ
ἐν τοῖς τῆς ψυχῆς ταμείοις· καὶ θυμιᾷν δὲ τοὺς τό‐

28

.

1536

πους τῷ θείῳ θυμιάματι τῆς προσευχῆς. Ὥσπερ γὰρ τὰ ἰοβόλα ζῶα τὰ δριμύτερα τῶν φαρμάκων ἀπελαύ‐ νει, οὕτω λογισμὸν ῥυπαρὸν εὐχὴ μετὰ νηστείας ἐκδιώκει.
5 Ἓν δὲ τῶν ψυχοφθόρων ἐστὶ θηρίων καὶ τὸ ὑποσυρῆναι παρὰ τῶν λεγόντων εἶναι εἱμαρμένην, ἥνπερ καὶ γένεσιν καλοῦσι. Κέντρον δέ ἐστι καὶ τοῦτο τοῦ διαβόλου δεινότατον. Καὶ ταῖς μὲν σπουδαίαις ψυχαῖς πολλάκις κατὰ νοῦν μόνον φαντασίαν λοιμι‐
10κὴν κινῆσαν, ἀφίπταται· τῶν δὲ ἀμελεστέρων καὶ δεσπόζει. Οὐδεὶς γὰρ τῶν κατ’ ἀρετὴν βιούντων ἐμπι‐ στεύει ἢ παραδέχεται τὸ φρενοβλαβὲς καὶ μάταιον τοῦτο φρόνημα· Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ‐ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν
15γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας. Ὅσοι δὲ ἐξ ἀβουλίας τὰ ἐκ ῥᾳθυμίας πεπόν‐ θασιν, εὐθὺς ἐκείνῳ τῷ δαιμονίῳ προσέρχονται. Ὥσπερ γὰρ παῖδες λειποτακτοῦντες καὶ μὴ φέροντες τὴν τῶν γονέων πρὸς ὠφέλειαν παίδευσιν, ἀποφοι‐
20τῶντες, τοὺς ἐρήμους καταλαμβάνουσι τόπους, καὶ ἀγρίοις καὶ μαρμαρώδεσι συνάπτονται δαίμοσιν· αἰδούμενοι γὰρ τὴν γνώμην τὴν αἰτίαν τιθέναι τῶν παρ’ αὐτοῖς πραττομένων, συκοφαντοῦσι τὰ μὴ παρόντα.
25 Ἔτι γε μὴν καὶ τοῦ θείου ἑαυτοὺς ἀπωσάμενοι, ἐκ τῆς γενέσεως αὐτοῖς φάσκουσι τὰ καθ’ ἡδονὴν προσ‐ γίνεσθαι. Πορνεύοντες γὰρ καὶ κλέπτοντες, φιλαρ‐ γυρίαν τε νοσοῦντες καὶ δολοφροσύνην, αἰδούμενοι τὰς σφῶν αὐτῶν πράξεις, ἐξέκλιναν ἀπὸ τῆς ἀληθείας. Τὸ
30γὰρ τέλος αὐτῶν τοῦ σκοποῦ ἡ ὀλεθροφόρος αὐτοῖς ἐστιν ἀπόγνωσις. Ἀνάγκη γὰρ ἐκ τούτων τῶν λογισμῶν ἀναιρεῖσθαι παρ’ αὐτῶν τὸν Θεὸν, καὶ προσέτι τὴν κρίσιν. Φησὶ γὰρ, ὡς Εἰ τοῦτό μοι κέκριται, πορ‐ νεύειν ἢ πλεονεκτεῖν, περιττὴ ἡ κρίσις. Ἡ μὲν γὰρ
35δικαία τιμωρία ἑκουσίων ἐστὶ πταισμάτων· ἡ δὲ ὡς ἔκ τινος ἀρχῆς ἀκουσία πρᾶξις ἀναίτιον ποιεῖται τὸν δράσαντα· καὶ ἐκ τούτου ἀναιρεῖται μὲν ἡ κρίσις.
40 Πῶς δὲ καὶ τὸ θεῖον παρ’ αὐτοῖς ἐκβάλλεται, ἀκουστέον. Φήσουσι γὰρ αὐτὸ ἢ πρῶτον, ἢ δεύτερον, ἢ ἀεὶ συνὸν τῇ αὐτῶν ματαιότητι. Εἰ μὲν οὖν πρω‐ τεύειν εἴπωσι τὸν Θεὸν, ἀνάγκῃ ἀκολουθήσει πάντα δι’ αὐτοῦ γεγενῆσθαι· καὶ γὰρ αὐτὸς ἐν πᾶσιν· οὐκ‐
45οῦν αὐτὸς τῆς εἱμαρμένης κύριος. Εἰ δὲ πλεο‐ νέκτης, ἢ πορνοκόπος ἐκ τῆς γενέσεως, ἀναγκαῖον διὰ μέσου τῆς γενέσεως τὸν Θεὸν αἴτιον τῆς κακίας ὑπάρχειν· ὅπερ ἄτοπον. Εἰ δὲ δεύτερον αὐτὸ πάλιν φήσουσιν, εἰκὸς αὐτὸ ὑπόδουλον γενέσθαι τῷ πρώτῳ·

28

.

1536

(50)

καὶ ὅπερ βούλεται τὸ ἡγούμενον, τούτῳ ἀναγκαίως ἀκολουθήσει τὸ ἑπόμενον· καὶ πάλιν τῶν κακῶν παρ’ αὐτοῖς αἴτιος ὁ Θεός· ὅπερ ἀθέμιτον. Εἰ δὲ καὶ συναΐδιον αὐτὸ ἐθέλουσιν εἶναι, πάντως μάχην πρὸς ἑαυτὰ κινήσουσιν ἐναντίας ἔχοντα φύσεις. Ἐκ τούτων
55οὖν τῶν λογισμῶν, ὡς ἐν κεφαλαίῳ ἀνῄρηται αὐτῶν ἡ ματαία ὑπόνοια. Περὶ τούτων εἴρηκεν ἡ Γραφὴ,
ὥς φησιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ

28

.

1537

ἔστι Θεός· καὶ, Εἰς τὸ ὕψος ἐλάλησαν ἀνομίαν.
4Καὶ προφασίζονται δὲ ἑαυτοῖς προφάσεις ἐν
5ἁμαρτίαις. Ἀκρωτηριάζουσι γὰρ τὰς Γραφὰς, τυ‐ φλώττοντες, ἐξ αὐτῶν τὴν κακοφροσύνην αὐτῶν πλη‐ ροφορεῖν βουλόμενοι. Καὶ πρῶτον μὲν ἐκ τοῦ Εὐαγ‐ γελίου τὸν ἑαυτῶν ἰὸν ἐξεμεῖν πειρώμενοι, ἐκβιάζον‐ ται· φησὶ γὰρ, ὡς Τοῦ δὲ Χριστοῦ ἡ γένεσις οὕτως
10ἦν. Τὴν γέννησιν γὰρ αὐτοῦ γένεσιν ἡ θεία Γραφὴ ὠνόμασεν. Ἔτι γε μὴν καὶ τὸ πρὸς ἀνθρώπους αὐτὸν οἰκονομικῶς γενέσθαι ἀκολούθως γένεσις ὠνόμασται. Εἰ δὲ καὶ περὶ τοῦ ἀστέρος τι ψευδολογοῦσι, κἀκεῖ πάλιν τὴν ἔνδοξον αὐτοῦ παρουσίαν μανθανέτωσαν.
15Εἷς ἡμῖν ἀστὴρ φωτεινότατος κήρυξ γέγονε τῆς ἀλη‐ θείας· ἡ δὲ ἐκείνων ματαία γνώμη πολλοὺς παρεισ‐ φέρει εἰς θήραν ἀνθρωπίνης γενέσεως. Καὶ ἐκ τούτου δέδεικται, ὡς πανταχοῦ ἑαυτῇ ἀντίκειται ἡ κακία. Καὶ τὸν Ἡσαΐαν δὲ εἰς μαρτυρίαν τῆς ἑαυτῶν
20ἀνοίας καλοῦσι. Φάσκουσι γὰρ αὐτὸν εἰρηκέναι τό· Κύριος ὁ ποιῶν εἰρήνην, καὶ κτίζων κακά. Ἡ μὲν οὖν εἰρήνη παρὰ πᾶσιν ὡμολόγηται ὡς Θεοῦ ἔργον τυγχάνουσα· ἡ δὲ κακία παρ’ αὐτοῖς μὲν ἀλη‐ θῶς πολιτεύεται, κακία τῆς ψυχῆς ὑπάρχουσα· παρὰ
25δὲ ἡμῖν ἡ ἐκ τοῦ Θεοῦ γενηθεῖσα κακία ὠφελιμωτάτη ἐστί. Πρὸς γὰρ σωτηρίαν ψυχῆς καὶ παιδείαν σωμά‐ των γίνονται λιμοὶ καὶ ἀνομβρίαι, νόσοι τε καὶ πενίαι, καὶ ἄλλαι τινὲς περιστάσεις. Τὰ γὰρ σωτήρια φάρμακα, ἃ ἐκεῖνοι κακίαν ψυχῆς καὶ κακὰ οὐκ ἀληθῶς ὑπενόη‐
30σαν, ταῦτα πρὸς ἐπιστροφὴν ἡμῖν παρὰ τοῦ κρείττονος προσφέρεται· Τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει ὁ πατήρ; Ἔτι δὲ καὶ τὸ, Οὐκ ἐν ἀνθρώπῳ αἱ ὁδοὶ αὐ‐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα‐ στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται.
35Ὁδὸν οὐκ ἔχει πλεονεξία, γαστριμαργία, πορνεία· ἀνυπόστατα γὰρ ταῦτα, καθ’ ἑαυτὰ μὴ ὄντα. Ταῦτα γὰρ ἐκεῖνοι ὁδοὺς εἰώθεσαν λέγειν. Ὁδοὺς δὲ ἡμῖν ἡ Γραφὴ λέγει τὰς κοινὰς πᾶσι, τήν τε ζωὴν καὶ τὸν θάνατον. Ἀληθῶς γὰρ πορεῖαί εἰσι τῆς τε ἐνταῦθα
40εἰσαγωγῆς καὶ τῆς ἐκ τῶν αἰσθητῶν τούτων μετ‐ αναστάσεως. Πάντα οὖν ποιοῦσιν οἱ κακοδαίμονες, ὥστε τοῦ αὐτεξουσίου ἑαυτοὺς ἀπώσασθαι· καὶ ταύτην σπουδὴν τίθενται τοῦ ἀντικαταλλάξαι τῆς ἐλευθερίας τὴν δου‐
45λείαν. Καὶ γὰρ τοῦτο τῆς κακίας ἔργον, τὸ πάντοτε τοῖς χείροσιν ἑαυτὴν συγκαθέλκειν· ἑαυτῶν γὰρ γί‐ νονται μάρτυρες, ὡς τῇ κακίᾳ ἑαυτοὺς πεπρακότες. Καὶ τοῦτο οὖν τοῦ διαβόλου τὸ ἀπατηλὸν τέχνασμα· τὰς γὰρ ἀμελεῖς ψυχὰς διὰ τῆς κακοδοξίας κάτω

28

.

1537

(50)

κεκυφέναι παρασκευάζει, μὴ συγχωρῶν αὐτὰς ἀνα‐ νῆψαι πρὸς ἐπίγνωσιν τῆς ἀληθείας. Ὥσπερ γὰρ ναῦς ἐκτὸς πηδαλίων πλέουσα ἀεὶ χειμάζεται, οὕτω τούτοις πάντοτε ὁ κίνδυνος ἐπιπνεῖ· οὐδὲ γὰρ πρὸς τὸν σωτήριον λιμένα ὁρμῆσαι δύνανται, τὸν κυβερ‐
55νῶντα Κύριον καταλιπόντες. Καὶ τὰς μὲν ἐκδεδομέ‐
νας αὐτῷ ψυχὰς οὕτως πλανᾷ. Πολλάκις δὲ καὶ τὰς

28

.

1540

σπουδαίας παρυφιζάνει διὰ τούτων ὁ ἐχθρὸς, τὸν ἀγα‐ θὸν αὐτῶν δρόμον ἐκκόψαι βουλόμενος. Κατ’ ἔννοιαν γὰρ ἐμβάλλει, ὡς καὶ τὸ εὖ πράττειν παρὰ τῆς κινή‐ σεως τῶν ἄστρων γίνεται. Τοῦτον δὲ τὸν λογισμὸν ὁ
5ἐναντίος προσάγει τοῖς ἐκ σοφίας κοσμικῆς ἐπὶ τὸν μονήρη βίον τραπεῖσι· φρόνιμος γὰρ ἐν τοῖς κακοῖς τυγχάνων ὁ διάβολος, πρὸς τὰς φύσεις τῶν ἀνθρώπων τὰς παγίδας ὑποτίθησι. Τοῖς μὲν γὰρ διὰ τῆς ἀπογνώ‐ σεως ἐνδελεχεῖ· τινὰς δὲ διὰ τῆς κενοδοξίας καθέλκει,
10καὶ ἑτέρους διὰ τῆς φιλοχρηματίας κατορύττει. Ὥσπερ γὰρ θανατηφόρος ἰατρὸς προσάγει τοῖς ἀν‐ θρώποις τὰ δηλητήρια· καὶ τὸν μὲν ἐκ τοῦ ἥπα‐ τος ἀναιρεῖ, προσάγων αὐτῷ τὸ τῆς ἐπιθυμίας τοξικόν· ἄλλον δὲ καρδιότρωτον ποιεῖ, τὸν θυμὸν
15αὐτοῦ πρὸς ὀργὴν ἐξάπτων· τινῶν δὲ καὶ τὴν ἡγε‐ μονικὴν ἀμβλύνει δύναμιν, ἢ ἀγνοίᾳ αὐτοὺς περι‐ βάλλων, ἢ διὰ περιεργίας αὐτοὺς στρεβλῶν.
20 Τινὰς οὖν ἐκ ζητήσεων οὐκ ὀρθῶν παρέτρεψε. Περὶ γὰρ Θεοῦ καὶ τῆς αὐτοῦ οὐσίας διαλαβεῖν θελή‐ σαντες, ἐναυάγησαν. Τὸν γὰρ πρακτικὸν βίον ἀκο‐ λούθως μὴ ἡνιοχήσαντες, πρὸς θεωρίαν ὥρμησαν, καὶ ἰλιγγιάσαντες πεπτώκασι. Τοῦ γὰρ πρώτου ὡς
25πρὸς τὴν τάξιν μὴ ἐπιλαβόμενοι, τοῦ δευτέρου ἠστό‐ χησαν. Ὥσπερ γὰρ οἱ τῷ ἄλφα στοιχείῳ ἐντυγχά‐ νοντες, πρῶτον αὐτοῦ τὸ σχῆμα ὁρῶσι, καὶ δεύτερον τὸ ὄνομα διδάσκονται, καὶ οὕτως τὸν ἀριθμὸν μανθά‐ νουσι, καὶ τὸ τελευταῖον τοὺς τόνους παραλαμβάνου‐
30σιν. Εἰ οὖν ἐπὶ τοῦ πρώτου στοιχείου τοσαύτη χρεία τριβῆς καὶ τέχνης, πόσῳ μᾶλλον ἐπὶ τοῦ Δημιουργοῦ ὀφείλει πόνος καὶ χρόνος προηγεῖσθαι εἰς τὴν τοῦ ἀξιουμένου θεωρίαν τῆς ἀνεκφράστου δόξης; ἀλλὰ μή τις γαυριάτω πρὸς κατάληψιν τῶν θείων ἐκ τῶν
35ἔξωθεν μαθημάτων ὁρμώμενος. Φρεναπατᾷ γὰρ ἑαυ‐ τὸν ὁ τοιοῦτος, ὑπὸ τοῦ δαίμονος φανταζόμενος. Φησὶ γὰρ ὁ Ὑμνῳδός· Ἐκ τοῦ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. Καὶ ὁ Κύριος δὲ ἐν τῷ Εὐαγγελίῳ· Ἄφετε τὰ παιδία ἐλθεῖν πρὸς μέ·
40τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. Καὶ ἀλλαχοῦ φησιν· Ἐὰν μὴ γένησθε ὡς τὰ παι‐ δία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐ‐ ρανῶν. Ταῦτα ἐπαιδεύθης διὰ τὸν κόσμον· μωρὸς γενοῦ διὰ τὸν Θεόν· ἔκκοψον τὰ παλαιὰ, ἵνα νέα φυ‐
45τεύσῃς· τοὺς σαθροὺς θεμελίους κάθελε, ἵνα τὴν ἀδαμάντινον τοῦ Κυρίου βάσιν ἐπιθῇς· ἵνα καὶ σὺ ὡς Ἀπόστολος ἐπὶ τὴν στερεὰν πέτραν οἰκοδομηθῇς. Οὐ δεῖ οὖν φιλόνεικον εἶναι· διὰ τὴν πολυλο‐ γίαν μὴ πολλὰ ἀσχοληθῇς. Καὶ γὰρ διὰ τῆς ἀκαίρου

28

.

1540

(50)

φλυαρίας δύναται βλάπτειν ὁ διάβολος. Πολλὰς γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει τοὺς βρό‐ χους. Βαρὺς καὶ θανατηφόρος ἐστὶ βρόχος τὸ πι‐
55στεύειν εἶναι γένεσιν. Φευκταῖος ὁ πρὸς τοῦτο λογι‐ σμός. Ἀλλὰ πείθει σε διὰ πραγμάτων καὶ προγνώ‐
σεων; Στοχαστικὸς ὁ τρόπος· ἀβέβαιος ἡ γνώμη.

28

.

1541

Οὐδὲ γὰρ ἀναγκαίως ἀκολουθεῖ τὰ παρ’ αὐτῶν λεγό‐ μενα· ὥσπερ γὰρ τοῖς ἰδιώταις καὶ τοῖς ναυτίλοις ἐκ τῆς τῶν νεφῶν ἰδιότητός ἐστί τις ἀμυδρὰ γνῶσις ἀνέμων ἢ ὑετῶν· οὕτω τούτοις ἐκ δαιμόνων ἡ σαθρὰ
5πρόγνωσις. Καὶ γοῦν τινα καὶ αὐτοὶ λέγουσι στοχα‐ στικῶς, ὡς καὶ οἱ ἐγγαστρίμυθοι· καὶ τοῦτο δ’ ἂν αὐτῶν μᾶλλον διασκεδάσαι δυνηθείη τὴν φαύλην διά‐ νοιαν· εἰ γὰρ ἐκ δαιμόνων αἱ στοχαστικαὶ αὗται ψευδολογίαι συνέστησαν, ματαία τῶν ψηφιζόντων ἡ
10τέχνη. Εἰ δὲ ἐπὶ πλεῖον ἐνδελεχεῖ περὶ αὐτῶν δικαιο‐ λογούμενος ὁ ἐχθρὸς, ἐκ τούτου αὐτὸν ἐλέγξεις, ἐκ τοῦ ἄλλοτε ἄλλοις λογισμοῖς τῇ ψυχῇ πολεμεῖν. Τὸ γὰρ ἄστατον ἀβέβαιον· τὸ δὲ ἀβέβαιον ἀπωλείας ἐγγύς.
15Οὐδὲ γὰρ τῇ πρώτῃ αὐτοῦ κακίᾳ ἐπαρκεῖται ὁ διά‐ βολος· ἀλλά γε καὶ αὐτοματισμὸν ὑποβάλλει τῇ ψυχῇ· καὶ ἄνθος φύσεως τὸν ἡγεμόνα ἡμῶν νοῦν ὑπογρά‐ φει· καὶ ὅτι, διαλυομένου τοῦ σώματος, συμφθείρεται καὶ ἡ ψυχή. Ταῦτα δὲ ἡμῖν πάντα ὑποβάλλει πρὸς τὸ
20ἀμελείᾳ τὴν ψυχὴν διαφθεῖραι. Ἀλλὰ προσγινομέ‐ νων τούτων τῶν σκιωδῶν φαντασμάτων, μὴ ὡς ἀλη‐ θέσιν αὐτοῖς συνθώμεθα. Ταῦτα γὰρ αὐτῶν τὴν κα‐ κίαν δείκνυσιν, ἄλλοτε ἄλλως προσερχόμενα, καὶ ῥιπῇ ὀφθαλμοῦ ἀφιπτάμενα. Καὶ γοῦν οἶδά τινα Θεοῦ
25δοῦλον κατ’ ἀρετὴν βιοῦντα, ὅστις, καθεζόμενος ἐν τῷ κελλίῳ, ἐπετήρει τῶν λογισμῶν τὰς παρεισ‐ αγωγὰς, καὶ ἐμέτρει ποῖος πρῶτος, καὶ ποῖος δεύτε‐ ρος, καὶ ἕκαστος αὐτῶν πόσον χρόνον κατεῖχε· καὶ εἰ ὑστέρησεν ἢ προέφθασεν τῆς παρελθούσης ἡμέρας·
30οὕτως ἀκριβῶς ἠπίστατο τήν τε τοῦ Θεοῦ χάριν καὶ τὴν οἰκείαν καρτερίαν τε καὶ δύναμιν· ἔτι γε μὴν καὶ τὴν τοῦ ἐχθροῦ καθαίρεσιν.
34Δέον οὖν ἡμᾶς τούτους τοὺς κανόνας ὑποδεξα‐
35μένας φυλάττειν. Εἰ γὰρ οἱ ἐμπορευόμενοι τὰς προσ‐ καίρους πραγματείας καθ’ ἑκάστην ἡμέραν ζυγοστα‐ τοῦσι τὰ κέρδη· καὶ ἀσμένως μὲν τὰ πλείονα ὑποδέ‐ χονται, πρὸς δὲ τὰς ζημίας ἀπεχθάνονται· πολὺ πλέον τούτων ἀγρυπνεῖν προσήκει τοὺς τὸν ἀληθινὸν θη‐
40σαυρὸν ἐμπορευομένους· καὶ τῶν μὲν πλειόνων ἀγα‐ θῶν ἐφίεσθαι· εἰ δὲ καὶ μικρά τις κλοπὴ τοῦ ἐχθροῦ γένοιτο, βαρέως μὲν φέρειν διὰ τὸ κρίνεσθαι, ἀλλ’ οὐ μὴν ἀπογικώσκειν ἑαυτοὺς, καὶ πάντα ῥίπτειν διὰ τὸ ἀκούσιον πταῖσμα. Ἔχεις τὰ ἐνενήκοντα ἐννέα
45πρόβατα, ζήτει καὶ τὸ ἀπολωλός. Μὴ πτοηθῇς διὰ τὸ ἓν, μὴ ἀποφύγῃς τὸν Δεσπότην, καὶ ὁ αἱμοβόρος διά‐ βολος πᾶσάν σου τὴν ἀγέλην τῶν πράξεων αἰχμαλω‐ τίσας ἀπολέσει. Μὴ οὖν λειποτακτήσῃς διὰ τὸ ἕν· ἀγαθὸς γάρ ἐστιν ὁ Δεσπότης· φησὶ γὰρ διὰ τοῦ

28

.

1541

(50)

Ψαλμῳδοῦ, ὡς Ἐὰν πέσῃ, οὐ καταῤῥαχθήσεται· ὅτι ὑποστηρίζει Κύριος χεῖρα αὐτοῦ. Ὅσα γὰρ ἐὰν πράξωμεν ἢ κερδάνωμεν ἐνταῦθα, μικρὰ ἡγησώμεθα πρὸς τὸν μέλλοντα αἰώνιον πλοῦ‐ τον. Ἐν γὰρ τῇ γῇ ταύτῃ ὡς ἐν δευτέρᾳ μητρῴᾳ
55κοιλίᾳ τυγχάνομεν. Ὥσπερ γὰρ ἐν ἐκείνοις τοῖς μυχοῖς οὐ τοιαύτην ζωὴν εἴχομεν· οὔτε γὰρ τῶν
τοιούτων στερεμνίων τροφῶν ἀπελαύομεν ἐν ἐκείνοις

28

.

1544

τοῖς χωρίοις ὡς νῦν· οὔτε μὴν οὕτως ἐνεργεῖν ἠδυνά‐ μεθα ὡς ἐνταῦθα· καὶ γὰρ τοῦ ἡλιακοῦ φωτὸς καὶ πάσης αὐγῆς ἐκτὸς ὑπήρχομεν· ὥσπερ οὖν ἐν ἐκεί‐ νοις τοῖς ταμιείοις οὖσαι, πολλῶν τῶν ἐνταῦθα ἐλει‐
5πόμεθα· οὕτως καὶ ἐν τῷ νῦν κόσμῳ πλεονεκτού‐ μεθα πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν. Ἐλάβομεν πεῖραν τῶν ἐνταῦθα τροφῶν, τῶν θείων ὀρεχθῶμεν. Ἀπελαύσαμεν τοῦ ἐνταῦθα φωτὸς, τὸν ἥλιον τῆς δι‐ καιοσύνης ποθήσωμεν. Τὴν ἄνω Ἱερουσαλὴμ ἡγησώ‐
10μεθα ἑαυτῶν πόλιν τε καὶ μητέρα· πατέρα δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό‐ νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν.
14Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα
15ἐξ ἐλάττονος τροφῆς τε καὶ ζωῆς, διὰ τούτου καὶ πρὸς τὴν μείζονα φέρονται σωτηρίαν· οὕτως καὶ οἱ δίκαιοι ἐκ τῆς τοῦ κόσμου διαγωγῆς πρὸς τὴν ἄνω πορείαν ἀναχωροῦσι κατὰ τὸ γεγραμμένον· Ἐκ δυνάμεως εἰς δύναμιν. Οἵ γε ἁμαρτωλοὶ, ὥσπερ τὰ κατὰ
20γαστρὸς ἔμβρυα ἐν τῇ μήτρᾳ τελευτήσαντα, ἐκ σκό‐ τους σκότει παραδίδονται. Καὶ γὰρ ἐν τῇ γῇ νε‐ κροῦνται τῷ πλήθει τῶν ἁμαρτημάτων κεκαλυμμέ‐ νοι· καὶ ἀπαχθέντες δὲ τοῦ βίου, εἰς ζοφώδεις καὶ ταρταρώδεις τόπους καταφέρονται. Τρίτον τῷ βίῳ
25τικτόμεθα· ὧν ἡ μὲν πρώτη ἐστὶν ἡ ἐκ τῶν μητρῴων κόλπων πρόοδος, ὁπηνίκα εἰς γῆν ἀπαγώμεθα ἐκ γῆς· αἱ δὲ λοιπαὶ δύο ἐκ γῆς ἡμᾶς εἰς οὐρανοὺς ἀν‐ άγουσιν· ὧν ἡ μὲν μία ἐστὶν ἐκ χάριτος, ἡ διὰ τοῦ θείου λουτροῦ ἡμῖν προσερχομένη· καὶ γὰρ ταύτην
30ἀληθῶς παλιγγενεσίαν καλοῦμεν· ἡ δὲ τρίτη ἐκ τῆς μετανοίας ἡμῖν καὶ τῶν ἀγαθῶν πόνων προσγίνεται. Ἐν ταύτῃ νῦν ἡμεῖς ἑστήκαμεν. Ὀφείλομεν νῦν, τῷ ἀληθινῷ νυμφίῳ προσελ‐ θοῦσαι, εὐπρεπέστερον κοσμηθῆναι. Γινέσθω ἡμῖν
35οἰκοδομὴ ἡ θέα τοῦ κοσμικοῦ γάμου. Εἰ γὰρ ἐκεῖναι, πρὸς τὸν εὐάλωτον συναπτόμεναι ἄνδρα, τοσαύτην τίθενται σπουδὴν λουτρῶν τε καὶ μυραλοιφιῶν, καὶ ποικίλης κοσμήσεως (ἐκ γὰρ τούτων δοκοῦσιν ἑαυτὰς ἐρασμίους μᾶλλον παρασκευάζειν), καὶ εἰ τοσαύτη
40τοῖς κατὰ τὸ σῶμα πολιτευομένοις φαντασία ἐντέ‐ τεκται· πόσῳ μᾶλλον δέον ἡμᾶς ἐπαναβῆναι ἐκείνας τῇ γνώμῃ, τῷ οὐρανίῳ νυμφίῳ μνηστευθείσας, καὶ ἀπολούσασθαι μὲν τῶν ἁμαρτιῶν τὸν ῥύπον τῇ ἐπι‐ πόνῳ ἀσκήσει, ἀντικαταλλάξαι δὲ τῶν σωματικῶν
45ἐνδυμάτων τὰ πνευματικά. Ἐκεῖναι τὸ σῶμα τοῖς κοσμικοῖς καὶ γηΐνοις ἄνθεσι κοσμοῦσιν· ἡμεῖς τὴν ψυχὴν ταῖς ἀρεταῖς φαιδρύνωμεν· καὶ ἀντὶ μὲν λίθων πολυτελῶν τῇ κεφαλῇ περιθῶμεν τὸν τρίπλοκον στέ‐ φανον, πίστιν, ἐλπίδα καὶ ἀγάπην· τῷ δὲ τραχήλῳ

28

.

1544

(50)

τὴν τιμίαν κόσμησιν περιθῶμεν, τὴν ταπεινο‐ φροσύνην· ἀντὶ δὲ ζώνης τὴν σωφροσύνην περιζω‐ σώμεθα· λαμπρὰ δὲ ἡμῖν περιβολὴ ἡ ἀκτημοσύνη γινέσθω· προσαγέσθω δὲ τῷ δείπνῳ τὰ μὴ φθειρόμενα ὄψα, εὐχαί τε καὶ ψαλμοί. Ἀλλ’ ὡς ὁ Ἀπόστολός
55φησι, μὴ μόνον τὴν γλῶτταν κίνει· ἀλλά γε καὶ

28

.

1545

τῷ πνεύματι νόει τὰ λεγόμενα. Πολλάκις γὰρ τὸ μὲν στόμα φθέγγεται, ἡ δὲ καρδία περὶ λογισμοὺς ἀσχο‐ λεῖται. Προσέχειν δὲ δεῖ, μὴ, τοῖς θείοις γάμοις προσ‐ ελθοῦσαι, πενίαν λαμπάδων, τουτέστιν ἀρετῶν, νοσή‐
5σωμεν. Μισήσει γὰρ ἡμᾶς ὁ μνηστὴρ, καὶ οὐδ’ ὅλως προσδέξεται, ἐὰν μὴ τὰς ὑποσχέσεις λάβῃ. Τίνες δέ εἰσιν αὗται; τοῦ μὲν σώματος ἥττω φροντίζειν, ἐπὶ πλείω δὲ τὴν ψυχὴν ἀρδεύειν· αὗται γάρ εἰσιν αἱ πρὸς αὐτὸν συνθῆκαι.
10 Ὥσπερ δὲ οὐκ ἐγχωρεῖ δύο κάδους κατὰ τὸ αὐτὸ ἀνάγειν πεπληρωμένους ὕδατος· διὰ γὰρ τοῦ στρεφομένου ἄξωνος, ὁ μὲν εἷς κοῦφος κατάγεται, ὁ δὲ ἕτερος μεστὸς ἀνάγεται· οὕτως καὶ ἐφ’ ἡμῶν ἐστιν· ὅταν γὰρ τὴν πᾶσαν κηδεμονίαν τῇ ψυχῇ
15προσοίσωμεν, πληρωθεῖσα τῶν καλῶν ἀνάγεται, τῶν μεταρσίων ἐφιεμένη. Τὸ δὲ σῶμα ἡμῶν, διὰ τῆς ἀσκήσεως κοῦφον γενόμενον, οὐ βρίθει τὴν ἡγεμο‐ νοῦσαν δύναμιν. Καὶ τούτου μάρτυς ὁ Ἀπόστολος, φησὶ γάρ· Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθεί‐
20ρεται, τοσοῦτον ὁ ἔνδον ἀνακαινοῦται. Ἐν μονῇ κοινοβίου τυγχάνεις; μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρα‐ σκευάζει· οὕτως παρθένος ἢ μοναχὸς ψυχροῦται
25καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου μετα‐ βαίνων Μή σε δελεάσῃ ἡ τῶν κατὰ τὸν κόσμον πλου‐ σίων τρυφὴ, ὥς τι χρήσιμον ἔχουσα. Ἡδονῆς ἕνεκεν τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς
30διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλου. Φησὶ γὰρ, ὡς Ψυχὴ, ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ
35ὧν πᾶσα κακία κατάγεται· ἐπιθυμία, ἡδονὴ, λύπη. Ἓν ἐξ ἑνὸς ταῦτα ἤρτηται, καὶ ἓν ἑνὶ ἀκολουθεῖ· καὶ ἡδονῆς μὲν κρατῆσαι δυνατὸν μετρίως, ἐπιθυμίας δὲ ἀδύνατον. Τὸ μὲν γὰρ τῆς ἡδονῆς διὰ τοῦ σώματος τελεῖται· τὸ δὲ ἀπὸ ψυχῆς ἄρχεται· ἡ δὲ λύπη ἐκ
40τῶν ἀμφοτέρων κατασκευάζεται. Μὴ συγχωρήσῃς οὖν τὴν ἐπιθυμίαν ἐνεργῆσαι, καὶ τὰ λοιπὰ ἀποσκεδά‐ σεις. Εἰ δὲ συγχωρήσῃς προκύψαι τὸ πρῶτον, διανε‐ μηθὲν πρὸς τὸ δεύτερον, κυκλικὴν ἀνταπόδοσιν ποιή‐ σονται πρὸς ἑαυτὰ, καὶ οὐδαμῶς συγχωρήσει τῇ
45ψυχῇ ἀνασφῆλαι. Γέγραπται γὰρ, ὡς Μὴ δὸς ὕδατι διέξοδον. Οὐ πᾶσι πάντα συμφέρει· ἕκαστος δὲ τῷ ἰδίῳ νοῒ πληροφορείσθω. Ὅτι πολλοῖς ἐν κοινοβίῳ συμφέ‐ ρει, καὶ ἄλλοις κατ’ ἰδίαν ἀναχωρεῖν ὠφέλιμον τυγ‐

28

.

1545

(50)

χάνει. Ὥσπερ γὰρ τῶν φυτῶν τὰ μὲν ἐν τοῖς δι‐ ύγροις τόποις τυγχάνοντα εὐθαλέστερα γίνονται, τὰ δὲ ἐν τοῖς ξηροτέροις μονιμώτερα· οὕτω καὶ τῶν ἀν‐ θρώπων οἱ μὲν ἐν τοῖς ὑψηλοτέροις τόποις εὖ πράτ‐
τουσιν, οἱ δὲ ἐν τοῖς ταπεινοτέροις διασώζονται.

28

.

1548

Πολλοὶ οὖν ἐν πόλει, τὰ τῆς ἐρήμου φανταζόμενοι, ἐσώθησαν καὶ πολλοὶ, ἐν ὄρει ὄντες, τὰ τῶν δημο‐ τῶν πράττοντες, ἀπώλοντο. Δυνατὸν μετὰ πολλῶν ὄντα μονάζειν τῇ γνώμῃ, καὶ μόνον ὄντα μετὰ ὄχλων
5τῇ διανοίᾳ συνδιάγειν
7 Πολλὰ τοῦ διαβόλου τὰ κέντρα. Διὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει εἰς δέλεαρ. Δι’ ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν, ἐπαίνους καὶ
10δόξαν προβάλλεται. Διὰ τῆς ὑγείας ἡττήθη; νοσο‐ ποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπα‐ τῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν τῆς ψυχῆς πειρᾶται ποιῆσαι ἀπροαίρετον καὶ ἀβούλητον. Νόσους γάρ τινας καὶ βαρυτάτας ἐξ αἰτήσεως προσ‐
15άγει, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην. Ἀλλ’ εἰ καὶ κατα‐ τέμνεται τὸ σῶμα, καὶ πυρετοῖς σφοδροτάτοις κατα‐ φλέγεται, ἔτι μὴν καὶ δίψει ἀνιάτῳ καὶ ἀσχέτῳ κατα‐ θλίβεται· εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι,
20ὑπομνήσθητι τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰω‐ νίου πυρὸς καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐκ ὀλιγωρήσεις πρὸς τὰ παρόντα. Χαίρου, ὅτι ἐπεσκό‐ πησέ σε ὁ Κύριος, καὶ τὸ εὔφημον δὲ ἐκείνο ῥητὸν ἐπὶ τῆς γλώσσης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με
25ὁ Κύριος· τῷ δὲ θανάτῳ τῆς ἁμαρτίας οὐ παρ‐ έδωκέ με. Σίδηρος ἐτύγχανες, ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλῃ. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζω προκόπτεις. Χρυσὸς εἶ, ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ. Ἐδόθη σοι ἄγ‐
30γελος Σατᾶν τῇ σαρκὶ, ἀγαλλιῶ, βλέπε τίνι ὅμοιος γέγονας τῆς γὰρ Παύλου δωρεᾶς ἠξιώθης. Διὰ τοῦ πυρετοῦ δοκιμάζῃ· διὰ ῥίγους παιδεύῃ· ἀλλά φησιν ἡ Γραφή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος. Λοι‐ πὸν τὸ ἀναψυκτήριον ἡτοίμασται. Ἔτυχες τοῦ πρώ‐
35του, προσδόκα τὸ δεύτερον. Πράττων [πάσχων] βόα τὰ τοῦ ἁγίου Δαβὶδ ῥήματα· φησὶ γὰρ, ὡς Πένης καὶ πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ τῆς τριάδος. Καὶ γάρ φησιν· Ἐν θλίψει ἐπλά‐ τυνάς με. Ἐν τούτοις μάλιστα τοῖς γυμνασίοις τὰς
40ψυχὰς ἀσκηθῶμεν· ἐπ’ ὀφθαλμοῖς γὰρ ὁρῶμεν τὸν ἀντίπαλον. Μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι εἰς εὐχὴν στῆναι, ἢ ψάλλειν μετὰ φωνῆς· πάντα ἡμῖν ταῦτα ἤνυτο πρὸς
45καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ νηστεία καὶ χαμευνία διὰ τὰς αἰσχίστους ἡμῖν ἡδονὰς νενομοθέτηνται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ πόνος. Τί δὲ λέγω περιττός; ὥσπερ γὰρ μείζονί τινι καὶ ἰσχυ‐ ροτέρῳ φαρμάκῳ τῇ νόσῳ τὰ ὀλεθροφόρα συμπτώ‐

28

.

1548

(50)

ματα κεκοίμηνται. Καὶ αὕτη ἐστὶν ἡ μεγάλη ἄσκη‐ σις, τὸ ἐν ταῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ κρείττονι. Ἀφαιρούμεθα ὀφθαλμῶν; μὴ βαρέως ἐνέγκωμεν· τὰ γὰρ τῆς ἀπλη‐ στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς
55τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν;

28

.

1549

εὐχαριστήσωμεν τὴν ματαίαν ἀκοὴν τέλεον ἀποβαλόν‐ τες. Τὰς χεῖρας πεπόνθαμεν; ἀλλὰ τὰς ἔνδον ἔχομεν εὐτρεπισθείσας πρὸς τὸν κατὰ τοῦ ἐχθροῦ πόλεμον. Ἀῤῥωστία καθ’ ὅλον τὸ σῶμα κρατεῖ; ἀλλ’ ἡ κατὰ
5τὸν ἔσω ἄνθρωπον ὑγεία μᾶλλον αὔξει.
7 Ἐν κοινοβίῳ οὖσαι, τὴν ὑπακοὴν μᾶλλον τῆς ἀσκήσεως προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν δι‐ δάσκει, ἡ δὲ ταπεινοφροσύνην ἐπαγγέλλεται. Ἔστι
10δὲ καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις. Καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνω‐ μεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον, ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω.
15Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην πλήθει τροφῶν καταλύσῃς τὴν δύναμιν. Τοῦτο ἡδὺ τῷ ἐχθρῷ. Πανταχοῦ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Μὴ ὑφ’ ἕν σου τὰ ὅπλα ἀναλώσῃς, καὶ γυμνὸς εὑρε‐ θεὶς ἐν τῷ πολέμῳ εὐάλωτος γενήσῃ. Τὰ ὅπλα ἡμῶν
20ἐστι τὸ σῶμα· ἡ δὲ ψυχὴ ὁ στρατιώτης· καὶ τῶν ἀμ‐ φοτέρων ἐπιμελοῦ πρὸς τὰς χρείας. Νέος ὢν καὶ ὑγιὴς, νήστευσον. Ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθε‐ νείας. Ὡς δύνῃ, θησαύρισον τροφὰς, ἵνα, μὴ δυνά‐ μενος, εὕρῃς. Νήστευε μετὰ λόγου καὶ ἀκριβείας.
25Ὅρα μὴ ὁ ἐχθρὸς ἐπεισέλθῃ τῇ ἐμπορίᾳ τῆς νη‐ στείας· καὶ τάχα οἶμαι περὶ τούτου τὸν Σωτῆρα εἰρηκέναι τό· Γίνεσθε δόκιμοι τραπεζῖται· τουτέστι, τὸ βασιλικὸν χάραγμα ἀκριβῶς γινώσκετε· εἰσὶ γὰρ καὶ παραχαράγματα· καὶ ἡ μὲν τοῦ χρυσοῦ φύσις
30ἡ αὐτὴ, διαφέρει δὲ τῷ χαράγματι. Ὁ μὲν χρυσός ἐστι νηστεία, ἐγκράτεια, ἐλεημοσύνη· ἀλλὰ καὶ Ἑλλήνων παῖδες τὴν τυραννικὴν αὐτῶν εἰκόνα τού‐ τοις ἐντίθενται, καὶ αἱρετικοὶ δὲ πάντες διὰ τούτων σεμνύνονται. Ὁρᾷν δὲ δεῖ τούτους, καὶ ἀποφεύγειν
35ὡς παραχαράκτας. Βλέπε μὴ, ἀγυμνάστως περιπε‐ σὼν αὐτοῖς, ζημιωθῇς. Δέχου οὖν μετὰ ἀσφαλείας τὸν τοῦ Χριστοῦ σταυρὸν διεντετυπωμένον ταῖς ἀρεταῖς· τουτέστι, πίστιν ὀρθὴν μετὰ σεμνῶν πράξεων.
41 Δεῖ ἡμᾶς πάσῃ διακρίσει κυβερνᾷν τὴν ψυ‐ χὴν, καὶ ἐν κοινοβίῳ οὔσας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῇ κατὰ πίστιν μητρὶ πειθαρχεῖν. Ἐξορίᾳ ἑαυτὰς παρεδώκαμεν·
45τουτέστι τῶν κοσμικῶν ὅρων ἔξω ἐγενόμεθα· οὐκοῦν ἐκβεβλήμεθα· μὴ τὰ αὐτὰ ζητήσωμεν. Ἐκεῖ δόξαν εἴχομεν, ὧδε ὀνειδισμόν· ἐκεῖ δαψίλειαν τροφῶν, ὧδε καὶ τοῦ ἄρτου ἔνδειαν. Ἐν τῷ κόσμῳ οἱ πταίοντες, καὶ μὴ βουλόμενοι εἰς φυλακὴν βάλλονται· καὶ ἡμεῖς

28

.

1549

(50)

διὰ τὰς ἁμαρτίας ἡμῶν ἑαυτὰς φυλακίσωμεν, ἵνα τὸ ἑκούσιον τῆς γνώμης τὴν μέλλουσαν κόλασιν ἀπο‐ σοβήσῃ. Νηστεύεις; μὴ προφασίσῃ νόσον. Καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς περιέπεσον νοσήμασιν.
55Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς, τοῦ ἐχθροῦ σε
ἐγκόπτοντος. Αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται·

28

.

1552

καὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι, πρῶτον μὲν δεξιοῦ πνεύ‐ ματος τυγχάνουσι ἁπλώσαντες τὰ ἱστία· αὖθις δὲ αὐτοῖς ἐναντίος ἄνεμος ἀπαντᾷ· ἀλλ’ οἱ ναυτικοὶ διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν·
5μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, τὸν πλοῦν ποιοῦνται· οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσασαι, ἀδεῶς τὸν πλοῦν ἐκτελέσομεν. Ταῦτα τῆς σεμνῆς καὶ παναρέτου Συγκλητι‐
10κῆς τὰ διδάγματα· καὶ μᾶλλον πράξεις ἢ ῥήματα· καὶ ἄλλα δὲ πολλὰ καὶ μεγάλα ὑπ’ αὐτῆς ἐγνωρίσθη πρὸς ὠφέλειαν τῶν ἀκουσάντων τε καὶ θεασαμένων. Τοσοῦτον δὲ πλῆθος ἐξ αὐτῆς ἀγαθῶν ἐβλάστησεν, ὅσον ἀνθρωπίνη γλῶσσα ἀπορήσειεν ἂν ἐκφράσαι
16 Ὁ δὲ μισόκαλος διάβολος, μὴ φέρων τὴν τοσαύτην τῶν καλῶν ἀφθονίαν, ἐξετήκετο, καὶ εἰς ἑαυτὸν ἐδραματούργει, ὅπως ἂν δυνηθείη ἐπιθολῶσαι τὴν τῶν χρηστῶν ἀνατολήν. Καὶ λοιπὸν ἐξαιτεῖται
20πρὸς τὸν τελευταῖον ἀγῶνα τὴν γενναιοτάτην παρ‐ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, βύθιον αὐτῇ τὴν ἀλ‐ γηδόνα ἀπένεμεν· ὡς ἀπαραμύθητον αὐτὴν ἐκ τῆς
25ἀνθρώπων ἐπικουρίας γενέσθαι. Καὶ πρῶτον μὲν τὸ ἀναγκαιότατον ἐν ζωῇ πλήττει μόριον, τὸν πνεύμονα, καὶ διὰ νόσων ὀλεθρο‐ φόρων κατ’ ὀλίγον ἐξάπτει τὴν κακίαν. Ἐνεχώρει μὲν γὰρ καὶ ἐν ὀλίγῳ διὰ τῆς ἐξαιτήσεως συντεμεῖν
30αὐτῆς τὴν τελευτήν· ἀλλ’ ὥσπερ αἱμοβόρος δήμιος, διὰ πληγῶν πολλῶν καὶ χρόνου μακροῦ τὴν οἰκείαν δεινότητα ἐνδείκνυται. Κατὰ μικρὸν γὰρ ἀναλύων τὸν πνεύμονα διὰ τῶν ἀναγομένων πτυσμάτων, τοῦ‐ τον ἀπέβαλλε. Παρῆσαν δὲ καὶ πυρετοὶ ἀδιάλειπτοι,
35ῥίνης δίκην ἀποδαπανῶντες τὸ σῶμα. Ὀγδοηκοστὸν ἦγεν ἔτος, ὅτε ὁ διάβολος τὰ τοῦ Ἰὼβ ἆθλα εἰς ταύτην μετέφερεν· αὐταῖς μὲν γὰρ καὶ τότε ἐκέχρητο ταῖς μάστιξιν· ἀλλ’ ἐπὶ τοῦ παρ‐ όντος συντέμνει τὸν χρόνον, φορτικωτέρας ποιούμε‐
40νος τὰς ἀλγηδόνας. Πέμπτον μὲν καὶ τριακοστὸν ἔτος ὁ μακάριος Ἰὼβ ἐν τῇ πληγῇ πεποίηκεν· ἐνταῦθα δὲ ὁ ἐχθρὸς, ὥσπερ ἀπαρχάς τινας τοὺς τῶν δεκάδων χρόνους ἀποσυλήσας, πρὸς τὰς πληγὰς συνάπτει τῷ ἱερῷ ταύτης σώματι. Τρία γὰρ ἥμισυ ἔτη διὰ τῶν
45εὐκλεῶν τούτων πόνων τῷ ἐχθρῷ ἀπεμαχήσατο. Ἐπὶ μὲν οὖν τοῦ Ἰὼβ ἐκ τῶν ἔξω τὰς ἀρχὰς τῶν τραυμά‐ των ἐποιεῖτο ὁ διάβολος· ἐπὶ δὲ ταύτης ἐκ τῶν ἔσω πρόσεισι ταῖς τιμωρίαις. Τῷ γὰρ ἐνδοσθίων αὐτῆς μελῶν ἅπτεσθαι, μείζονας αὐτῇ καὶ χαλεπωτέρας

28

.

1552

(50)

τὰς ἀλγηδόνας ἀπένειμεν. Οὐχ οὕτως οἶμαι τοὺς γενναιοτάτους ἐνηθληκέναι μάρτυρας, ὡς τὴν ἀοίδι‐ μον Συγκλητικήν. Ἐκείνους μὲν γὰρ ἐκ τῶν ἔξω προσῄει ὁ παλαμναῖος. Κἄν τε γὰρ ξίφος, κἄν τε πῦρ αὐτοῖς προσέφερεν, ἠπιώτερον ὑπῆρχε τῶν παρόντων
55αὐτῇ πειρατηρίων. Ἀντὶ μὲν γὰρ καμίνου πεπυρω‐ μένης τὰ σπλάγχνα αὐτῆς ὑπέκαιεν, ἐκ τῶν ἔσω τὸ πῦρ κατ’ ὀλίγον ἐξάπτων· καὶ ῥίνης δίκην διὰ μα‐ κροῦ χρόνου ἀπεδαπάνα τὸ σῶμα. Καὶ ἔστιν ἀληθῶς
βαρὺ τοῦτο καὶ ἀπάνθρωπον εἰπεῖν. Καὶ γὰρ οἱ τὰς

28

.

1553

δικαστικὰς ἐμπεπιστευμένοι ἀρχὰς, ὁπηνίκα ἂν βου‐ ληθῶσι τοῖς ἁμαρτήσασι βαρυτέρας ἐπιθεῖναι τιμω‐ ρίας, διὰ βληχροτάτου πυρὸς τούτους ἀναλίσκουσιν· οὕτως οὖν καὶ ὁ ἐχθρὸς ἐκ τῶν ἔνδον, ὥσπερ ὑποσμυχόμενον τὸν πυρετὸν κινῶν, ἄπαυστον ἐν νυκτὶ
5καὶ μεθ’ ἡμέραν ἐποιεῖτο τὴν τιμωρίαν. Καὶ ταύτην δὲ τὴν πληγὴν γενναίως ὑποφέ‐ ρουσα οὐ συνέπιπτε τῷ φρονήματι· ἀλλὰ πάλιν ἡ μακαρία κατὰ τοῦ ἐχθροῦ ἠγωνίζετο. Καὶ γοῦν πά‐ λιν ταῖς ἀγαθαῖς διδασκαλίαις τοὺς ὑπ’ αὐτοῦ τραυ‐
10ματιζομένους ἰᾶτο· καὶ γὰρ ὥσπερ ἐκ λέοντος αἱμο‐ βόρου τὰς ψυχὰς ἀπλήγους ἀνέσπα. Ἐθεράπευε δὲ τοὺς τραυματίας τοῖς σωτηρίοις τοῦ Κυρίου φαρμά‐ κοις. Τινὰς δὲ καὶ ἀτρώτους διεφύλαττεν· ὑποδεικνύ‐ ουσα γὰρ αὐτοῖς τοῦ διαβόλου τὰς δολερὰς παγίδας,
15ἐλευθέρους ἐποιεῖτο τῆς ἁμαρτίας. Ἔλεγε δὲ ἡ θαυμασία, ὡς μὴ δεῖν ἀμεριμνᾷν ποτε τὰς Θεῷ ἀνακειμένας ψυχάς. Ταύταις γὰρ μά‐ λιστα ἀντίκειται ὁ ἐχθρός. Καὶ γὰρ, ἡσυχαζουσῶν αὐτῶν, βρύχει, καὶ ἡττώμενος ἀνιᾶται· καὶ μικρὸν
20ἀποχωρήσας, ἐπιτηρεῖ· κἂν βραχύ τι ἀφυπνώσωσιν, οὕτως ἐπεισέρχεται· καὶ δι’ ὧν νομίζει τις ἔχειν τὸ ἀμέριμνον, διὰ τούτων αὐτῶν ὑποσκελίζει· ὥσπερ γὰρ ἀδύνατον τοὺς πάνυ φαύλους μὴ ἔχειν καὶ σπιν‐ θῆρα καλοῦ, οὕτω τὸ ἐναντίον τοῖς χρηστοῖς πρόσεστι.
25Τῶν γὰρ μαχομένων μοῖρά τις ἐν τοῖς ἀντικειμένοις μέρεσι τυγχάνει. Πολλάκις γοῦν ἄνθρωπος παντὶ αἰσχίστῳ περιεστοίχισται, καὶ πάσῃ ἀκολασίᾳ συμ‐ πέφυρται· ἀλλ’ ὅμως ἐλεήμων τυγχάνει· καὶ ἐν σπουδαίοις πολλάκις ἐμπολιτεύεται σωφροσύνη, νη‐
30στεία, ἐπίπονος ἄσκησις· εἰσὶ δὲ φειδωλοὶ καὶ κατά‐ λαλοι.
33 Δεῖ οὖν τῶν σμικρῶν μὴ ἀμελεῖν, ὡς μὴ δυ‐ ναμένων βλάπτειν. Καὶ γὰρ ὕδωρ λίθον τῷ χρόνῳ
35διέλυσε. Τὰ μὲν οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα‐ λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο‐ κοῦντα σμικρὰ τυγχάνειν δι’ ἑαυτῶν ἀποσοβεῖν δεδι‐ δάγμεθα. Ὁ οὖν τῷ μεγάλῳ διὰ τῆς χάριτος ἀπομα‐ χησάμενος, τοῦ δὲ σμικροῦ καταφρονήσας, μεγάλως
40βλαβήσεται. Ὁ γὰρ Κύριος ἡμῶν, ὥσπερ γνήσιος Πατὴρ, ἀρτίως τῶν παιδίων αὐτοῦ ὁρμώντων πρὸς βάδισιν, ὀρέγει τὴν χεῖρα· καὶ κατὰ πᾶν ὁτιοῦν τῶν μεγάλων ἡμᾶς κινδύνων ῥυόμενος, εἰς τὰ μικρὰ συγ‐ χωρεῖ ἡμῖν ἀφ’ ἑαυτῶν κινεῖσθαι, καθάπερ ποσί·
45τούτοις τὴν γνώμην δεικνὺς ἐλευθέραν. Ὁ γὰρ πρὸς τὰ μικρὰ εὐάλωτος, πῶς ἂν τὰ μείζω φυλάξαι δυνη‐ θείη; Πάλιν ὁρῶν αὐτὴν διισχυριζομένην καθ’ ἑαυ‐ τοῦ ὁ μισόκαλος, ἤχθετο. Καὶ ὁρῶν ἑαυτοῦ τὴν τυ‐

28

.

1553

(50)

ραννίδα καθαιρουμένην, ἕτερόν τινα μηχανᾶται κα‐ κίας τρόπον· καὶ πλήττει τὰ φωνητικὰ ὄργανα, πρὸς τὸ τὸν προφορικὸν ἐκκόψαι λόγον, δοκῶν διὰ τούτου λιμαγχονῆσαι τῶν θείων λόγων τὰς συνερχομένας. Ἀλλ’ εἰ καὶ τὴν ἀκοὴν τῆς ὠφελείας ἐστέρησεν, ἐν
55τῷ μείζονι τὸ κέρδος δεδώρηται· τῇ γὰρ ὄψει τοῖς πάθεσιν ἐνατενίζουσαι, μᾶλλον ἐκραταιοῦντο τὴν γνώμην. Τὰ γὰρ ἐκείνης τοῦ σώματος τραύματα
τὰς πεπληγμένας ψυχὰς ἰᾶτο· καὶ ἦν ἰδεῖν προφυλα‐

28

.

1556

κὴν καὶ θεραπείαν τῶν θεωμένων τὴν τῆς μακαρίας μεγαλοψυχίαν τε καὶ καρτερίαν.
4Πρόφασιν μὲν οὖν αὐτῇ τῆς πληγῆς ποιεῖται
5ταύτην ὁ ἐχθρός· μίαν γὰρ μύλην ὀδυνήσας, σήπει παραυτὰ τὸ οὖλον· καὶ ἐκπίπτει μὲν τὸ ὀστέον· ἡ δὲ νομὴ διατρέχει εἰς ἅπασαν τὴν γένυν, καὶ γίνεται φθορὰ τῶν ἐπικειμένων σωμάτων· καὶ ἐν τεσσαρά‐ κοντα ἡμέραις τερηδονίζεται τὸ ὀστέον· καὶ μετὰ
10διμηναῖον χρόνον, γίνεται ἔκτρησις. Μελανθέντες οὖν ἦσαν ἅπαντες οἱ πέριξ τόποι. Τὸ δὲ ὀστέον καὶ αὐτὸ φθαρὲν, κατ’ ὀλίγον ἐδαπανᾶτο· σῆψις δὲ καὶ βαρυτά‐ τη δυσωδία καθ’ ὅλον τὸ σῶμα ἐκράτει· ὡς τὰς ὑπουρ‐ γούσας πλέον αὐτῆς πάσχειν. Καὶ τὸν μὲν πλείονα
15χρόνον ἐχωρίζοντο, μὴ φέρουσαι τὴν ἀπάνθρωπον ὀσμήν· ὅτε δὲ χρεία ἐκάλει, θυμιαμάτων ὑπεκκαίου‐ σαι πλῆθος προσῄεσαν, καὶ αὖθις ὑπεχώρουν διὰ τὸ τῆς δυσωδίας ἀπάνθρωπον. Ἡ δὲ μακαρία προφανῶς ἐθεώρει τὸν ἀντίπαλον, καὶ οὐδ’ ὅλως συνεχώρει αὐτῇ
20ἀνθρώπινον προσαχθῆναι βοήθημα· δεικνύουσα καὶ ἐν τούτῳ τὴν οἰκείαν ἀνδρείαν. Αἱ δὲ συνελθοῦσαι παρεκάλουν κἂν μύροις τοὺς τόπους ὑπαλείφειν διὰ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ οὐκ ἐπείθετο. Ἡγεῖτο γὰρ διὰ τῆς συμμαχίας τῶν ἐκτὸς καθαιρεῖσθαι τοῦ ἐν‐
25δόξου ἀγῶνος. Καὶ δή τινα ἰατρὸν αἱ συνελθοῦσαι με‐ ταστέλλονται, ὡς, εἴ γε δυνηθείη, κἂν αὐτὸς πεῖσαι θεραπείας τυχεῖν. Ἡ δὲ πάλιν οὐκ ἠνείχετο, λέγου‐ σα· Τί με τῆς ἀγαθῆς πάλης ταύτης ἐγκόπτετε; Τί ζητεῖτε τὸ φαινόμενον, ἀγνοοῦσαι τὸ κρυπτόμενον;
30Τί πολυπραγμονεῖτε τὸ γινόμενον, τὸν ποιοῦντα μὴ θεωροῦσαι; Καὶ πρὸς αὐτήν φησιν ὁ παρὼν ἰατρός· Οὐχ ἕνεκεν θεραπείας τινὸς ἢ παραμυθίας προσφέ‐ ρομεν φάρμακον, ἀλλ’ ἵνα τὸ ἠλλοτριωμένον καὶ νεκρὸν μόριον κατὰ τὴν συνήθειαν θάψωμεν, πρὸς τὸ
35μὴ τοὺς παρόντας συνδιαφθαρῆναι. Ὅπερ γὰρ τοῖς τεθνεῶσι προσάγουσι, τοῦτο καὶ ἡμεῖς νῦν ποιοῦμεν· ἀλόην ἅμα σμύρνῃ καὶ μυρσίνῃ οἴνῳ δεύσας προστί‐ θημι. Ἡ δὲ, ἀποδεξαμένη τὴν συμβουλίαν ἠνείχετο, τὰς συνελθούσας μᾶλλον ἐλεήσασα· ἐκαθαίρετο γὰρ
40ἐκ τούτου ἡ ἀμετρία τῆς δυσωδίας. Τίς οὐκ ἔφριξε τὴν τηλικαύτην πληγὴν θεα‐ σάμενος; Τίς οὐκ ὠφελήθη τὴν καρτερίαν τῆς μακα‐ ρίας θεασάμενος, καὶ ἐν ταύτῃ τὴν κατάπτωσιν τοῦ ἐχθροῦ ἐννοήσας; Ἐκεῖ μὲν γὰρ ἔστησε τὴν πληγὴν,
45ὅθεν ἡ σωτήριος καὶ γλυκυτάτη τῶν λόγων προΐει πηγὴ, καὶ τὸ ὑπερβάλλον αὐτοῦ τῆς δεινότητος πᾶσαν παράκλησιν ἀπεσκέδασεν. Ὥσπερ γὰρ θηρίον αἱμο‐ βόρον, πᾶσαν τῶν συνερχομένων τὴν σπουδὴν ἀπεσό‐ βησε, πρὸς τὸ σπαράξαι τὸ προσπεσὸν θήραμα· καὶ

28

.

1556

(50)

θοίνην ζητῶν, βορὰ γέγονε. Ἐδελεάσθη γὰρ ὥσπερ δι’ ἀγκίστρου τῇ τοῦ σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύ‐ φλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς λογισμὸν κατ‐
55οπτεῦσαι μὴ δυνάμενος. Μησὶ μὲν οὖν τρισὶ καὶ πρὸς τοῦτον τὸν ἀγῶνα ἐνήθλησε. Δυνάμει δὲ θείᾳ τὸ ὅλον παρεκρατεῖτο σῶμα. Τὰ γὰρ συντελοῦντα πρὸς τὴν
διαμονὴν αὐτοῦ ἐμεμείωτο. Ἀτροφία μὲν οὖν παρῆν·

28

.

1557

πῶς γὰρ ἠδύνατο σιτίων μεταλαβεῖν, τοσαύτης σή‐ ψεως καὶ δυσωδίας κρατούσης; Ἀποκεχώριστο δὲ ἀπ’ αὐτῆς καὶ ὁ ὕπνος ὑπὸ τῶν ἀλγηδόνων ἐκκοπτό‐ μενος.
5 Ὅτε δὲ αὐτῆς τὸ πέρας τῆς νίκης καὶ τοῦ στεφάνου ἐγγὺς ἐγένετο, καὶ ὀπτασίας ἐθεώρησε καὶ ἀγγέλων ἐπιστασίας, καὶ παρθένων ἁγίων προτροπὰς πρὸς τὴν ἄνοδον, καὶ ἐλλάμψεις ἀνεκλαλήτου φωτὸς, καὶ παραδείσου χῶρον· καὶ μετὰ τὴν θέαν τούτων,
10ὥσπερ εἰς ἑαυτὴν γενομένη, κατήγγειλε ταῖς παρ‐ ούσαις, γενναίως τε φέρειν, καὶ μὴ ὀλιγωρεῖν πρὸς τὸ παρόν. Εἶπε δὲ αὐταῖς, καὶ ὡς ὅτι Μετὰ τρεῖς ἡμέρας χωρισθήσομαι τοῦ σώματος. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὴν ὥραν τῆς ἀφίξεως τῶν ἐνταῦθα
15ἐδήλωσε. Καὶ συντελεσθέντος τοῦ χρόνου, ἀπῆλθεν ἡ μακαρία Συγκλητικὴ πρὸς τὸν Κύριον, ἔπαθλον τῶν ἀγώνων παρ’ αὐτοῦ δεξαμένη τὴν τῶν οὐρανῶν βασι‐ λείαν· εἰς δόξαν καὶ ἔπαινον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ παναγίῳ Πνεύ‐
20ματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ταῖς πρεσβείαις τῆς πανυμνήτου Θεοτόκου τῆς ἐμῆς βεβαίας ἐλπίδος, καὶ ὧν Πατέρων πόθῳ καὶ κόπῳ τοὺς βίους συνελε‐ ξάμην, ἀξίωσόν με τὸν ἁμαρτωλὸν εὑρεῖν χάριν
25ἐνώπιόν σου οἷς οἶδας κρίμασιν. Ἕως ὧδε πεπλήρωνται οἱ ἐκ τῆς ἁγίας παρὰ τοῦ μακαρίου Ἀρσενίου τοῦ Πηγάδων ἐξεληλυθότες λόγοι,
καθὼς καθ’ εἱρμὸν κεῖνται ἅπαντες.