TLG 2035 102 :: ATHANASIUS :: Doctrina ad monachos [Sp.] ATHANASIUS Theol. Doctrina ad monachos [Sp.] Citation: Volume — page — (line) | ||
28.1421(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ | |
2t | Διδασκαλία πρὸς μοναχοὺς πραοτέρα, πνευματική. | |
---|---|---|
5 | Τὸν πιστεύοντα τῷ Κυρίῳ, καὶ προσιόντα ἑαυ‐ τῷ, καὶ ἐπὶ τέλειον εἰς μαθητείαν, μανθάνειν δεῖ πρότερον ἀφίστασθαι παντὸς ἁμαρτήματος· ἔπειτα δὲ καὶ ἀφέλκοντας τοῖς ὀφειλομένοις κατὰ πολλοὺς λόγους εὐπαθεῖν τῷ Κυρίῳ ἡμῶν, κἂν | |
10 | ἀλογοφάνειρος εἶναι δοκῶ σοι. Ἀδύνατον γὰρ τὸν ἁμαρτίαν ποιοῦντα, ἢ ἐμπλεκόμενον ταῖς τοῦ βίου πραγματείαις ἢ φροντίσι, δοῦναι αὐτὸν τῇ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων δουλεύσει, οὐχ ὅτι μαθη‐ τευθῆναι τῷ Κυρίῳ· οὐ πρότερον εἰπόντι τῷ | |
15 | νεανίσκῳ, «Δεῦρο ἀκολούθει μοι,» ἕως ἂν ἐντείλασθαι πωλῆσαι τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχῷ· ἀλλὰ οὐ‐ δὲ τὸ τοῦτο προσέταξε, πρὶν ὁμολογῆσαι αὐτὸν, ὅτι «Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου.» Ὁ γὰρ μήποτε λαβὼν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ κατα‐ | |
20 | λυθεὶς ἀπὸ τούτων ἐν τῷ αἵματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δουλεύων δὲ τῷ διαβόλῳ καὶ κρα‐ τούμενος ὑπὸ τῆς ἐν αὐτῷ ἁμαρτίας, ἀδυνάτως ἔχει δουλεῦσαι τῷ Κυρίῳ τῷ ἀπαράβατον ἀπόφασιν δεδω‐ κότι τὸ εἰπεῖν· «Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός | |
25 | ἐστι τῆς ἁμαρτίας. Ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα.» Μαρτυρεῖ καὶ ὁ ἐν Χριστῷ λαλῶν Παῦλος, ὅτι «ὁ δοῦλος τῆς ἁμαρτίας, ἐλεύθερός ἐστιν ἀπὸ τῆς δικαιοσύνης.» Καὶ πάλιν ὁ Κύριος· «Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν,» καὶ τὰ | |
30 | ἑξῆς· δι’ ὧν ἐδίδαξε, καὶ ἔδειξεν ὁριστίζων, καὶ εἰ‐ πὼν, ὅτι οὔτε οἱ περὶ τὴν ὄντως ἀναγκαίαν τοῦ ζῇν μέριμναν ἐνεχόμενοι, δουλεύειν δύνανται, οὐχὶ τόδε μαθητεύειν, ὅ τι ἔμαθεν Ἀπόστολος πλατύτερον θεω‐ ρήσας· εἶπε γάρ· «Τίς μετοχὴ δικαιοσύνης καὶ ἀνο‐ | |
35 | μίας, καὶ τίς κοινωνία φωτὶ πρὸς σκότος, τίς δὲ συμ‐ φώνησις Χριστοῦ πρὸς Βελίαδ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου, τίς δὲ συγκατάθεσις ναῷ μετὰ εἰδώ‐ λου;» Καὶ πάλιν ὁριστίζει· «Ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· | |
40 | ταῦτα δὲ ἀντίκεινται ἀλλήλοις, ἵνα μὴ ἃ ἂν θέλητε ταῦτα ποιῆτε.» Ῥυσθῆναι δεῖ πρότερον τοῦ καταδυ‐ ναστοῦ τοῦ διαβόλου ἐνάγοντος ἐπὶ τὴν ἁμαρτίαν τὸν ὑπ’ αὐτῆς κρατούμενον. Ἔφαμεν βούλεσθαι δὲ ἄρα καὶ πότε ἀπαρνησάμενον πάντα τὰ παρόντα καὶ ἑαυ‐ | |
45 | τὸν, τῆς δὲ προσπαθείας τοῦ ζῇν ἀναχωρήσαντα μαθητευθῆναι τῷ Κυρίῳ, καθὸ αὐτὸς εἴρηκεν· «Εἴ τις ἐλεύσεται πρὸς μὲ, ἀπαρνησάσθω αὐτὸν, καὶ ἀρά‐ τω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι,» ὅπερ ἐστὶ μαθητής μου ἐνταῦθα. Οὐ μόνον δὲ τῶν ὑπαρχόντων, | |
28.1421(50) | καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων καταφρονεῖν προσ‐ | 1421 |
28.1424 | τασσόμεθα, ἀλλὰ καὶ τῶν πρὸς ἀλλήλους νενομισμέ‐ νων καὶ κατὰ φύσιν καὶ νόμον δικαίων καθηκόντων ὑπερφρονεῖν παιδευόμεθα, τοῦ Κυρίου λέγοντος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου | |
5 | ἄξιος.» Ὁμοίως καὶ τὸ λοιπὸν ἐγγυτάτω οἰκεῖ, δῆλον δὲ ὅτι πολὺ ποῤῥωτέρω καὶ ξένων τῆς πίστεως. Διὸ παρακαλῶν μεγάλως ἀοργετουμένοις ἐν καρτε‐ ρίᾳ τοὺς τῆς ἀσκήσεως πόνους, ἐν μηδενὶ δεδιότας τὰς καθ’ ἡμῶν τοῦ ἐχθροῦ μεθόδους. Παράγει τοῦτο | |
10 | σχῆμα τοῦ κόσμου τούτου. Καὶ ταῦτα ἡ ἀπάτη, καὶ θλίψις τοῦ βίου τούτου πρόσκαιρός ἐστι καὶ ὀλιγο‐ χρόνιος, ἡ δὲ τῷ Θεῷ δουλεύειν, ζωὴ αἰώνιος, ἀΐδιος καὶ ἀθάνατος, ποῦ ἀναμένομεν οἱ τῷ Χριστῷ δουλεύ‐ οντες· δι’ ἣν καὶ ἀπεταξάμεθα τῷ κόσμῳ, καὶ πά‐ | |
15 | σαις ταῖς ἐπιθυμίαις αὐτοῦ. Καὶ οὐκ ὀφείλομεν μνη‐ μονεύειν ἐκεῖνα, ἅπερ διὰ τὴν ἐντολὴν ταύτην κατ‐ ελείψαμεν, ἵνα μὴ πάλιν τὰ πρόσκαιρα ποθήσαντες, τὴν αἰώνιον ζωὴν ἀποβαλώμεθα. Ἀψευδὴς γὰρ ὁ εἰ‐ πὼν ὅτι «πᾶς ὃς ἀφῆκεν οἰκίαν,» καὶ τὰ λοιπὰ, | |
20 | «ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κλη‐ ρονομήσει.» Οὐ γὰρ, ὥς τινες ταῦτα ἑρμηνεύειν δοκοῦ‐ σιν, ὅτι περὶ τῶν ἐν τῷ καιρῷ τῶν διωγμῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαρτυρησάντων εἶπεν ὁ Κύριος. Οὐ γὰρ ἔφη ὅτι, Μόνον οἱ ἐν τῷ καιρῷ τῶν διωγμῶν | |
25 | ὑπὲρ τοῦ ὀνόματός μου τὰ ἑαυτῶν σώματα παρα‐ δώσοντες, ζωὴν αἰώνιον κληρονομήσονται· ἀλλὰ πάν‐ τες οἳ διὰ τὸ ὄνομά μου καὶ κόσμῳ, καὶ πάσαις ταῖς ἐπιθυμίαις αὐτοῦ ἀποταξώμεθα, καὶ πᾶσι τοῖς ὑπάρ‐ χουσιν αὐτοῦ ἀποταξώμεθα, ζωὴν αἰώνιον, μετὰ πάν‐ | |
30 | των δηλαδὴ τῶν ὑπὲρ τοῦ ὀνόματός μου μαρτυρη‐ σάντων, κληρονομήσουσι. Πάντας τοὺς πτωχοὺς τῷ πνεύματι, καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ, καὶ τοὺς πραεῖς, καὶ τοὺς φοβουμένους τὸ ὄνομα αὐτοῦ μακα‐ ρίζεσθαι Σωτὴρ ἔλεγεν, «Ὅτι ὑμῶν ἐστιν ἡ βασιλεία | |
35 | τῶν οὐρανῶν.» Οἱ μὲν γὰρ μάρτυρες πολλάκις, καὶ ἐπὶ μιᾷ καιροῦ ῥοπῇ ἀγωνισάμενοι ἐτελειώθησαν· ἡ δὲ τῶν μοναχῶν πολιτεία ἄθλοις καθ’ ἑκάστην δι’ αὐτὸν μαρτυρεῖ, οὐκ ἀπὸ αἵματος, καὶ σαρκὸς παρα‐ τασσόμεθα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς ἐξουσίας πρω‐ | |
40 | τοκοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἕως ἐσχάτης ἀναπνοῆς τὴν πάλην ἔχουσα, καὶ ἀθλεῖ, καὶ εἰσφανοῦται τῇ παν‐ οπλίᾳ ... ... τοῦ Θεοῦ περιφραττομένη, καὶ πάντα ἰσχύει διὰ τὸν ἐνδυναμοῦντα, καὶ ἐλεοῦντα Χριστόν. Ἡμῖν γὰρ | |
45 | ἐν παραβολῇ τὸν ἑαυτοῦ πλοῦτον θέλων χαρίσασθαι ὁ Κύριος ἔλεγεν· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας,» καὶ τὰ ἑξῆς. Ταύτην τὴν ἐντολὴν βεβαιῶν οὕτως εὐαγ‐ γελιστὴς ἔφη· «Μὴ ἀγαπᾶτε τὸν κόσμον μηδὲ τὰ ἐν | |
28.1424(50) | κόσμῳ. Ὁ γὰρ τὸν κόσμον ἀγαπῶν, οὐκ ἀγαπᾷ τὸν ἀγαπήσαντα αὐτὸν Κύριον.» Ὁ δὲ τοῦτον τὸν κό‐ σμον καὶ τὰ ἐν αὐτῷ σκάνδαλα μισήσας, καὶ τὸ θέ‐ λημα τοῦ Θεοῦ ἀγαπήσας εὐμένει εἰς τὸν αἰῶνα. Χω‐ ρίσαι γὰρ βουλόμενος ἡμᾶς ὁ Δεσπότης τῆς ἐν κόσμῳ | |
55 | διατριβῆς ἔλεγεν· «Οὐδεὶς βαλὼν τὴν χεῖρα αὐτοῦ | |
ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός | 1423 | |
28.1425 | ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Ὁ δὲ Ἀπό‐ στολός φησι· «Στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις.» Καὶ πάλιν ὁ Κύριος· «Ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστραφῇ εἰς τὰ ὀπίσω,» τουτέστι μὴ | |
5 | πάλιν μνημονεύειν ἢ ποθεῖν ἐορκεῖν ἀναστροφὴν, ἣν διὰ τὸν Θεὸν καὶ τὴν ἐντολὴν αὐτοῦ μισήσας, κατ‐ έλιπε. Μὴ οὖν φοβεῖσθε τοὺς ἐκ τοῦ διαβόλου ἡμῖν ἐπαγομένους πειρασμοὺς, κἂν ποικίλοι ὦσι, γέγρα‐ πται γάρ· «Υἱέ μου, εἰ προσέχῃς δουλεύειν τῷ Κυ‐ | |
10 | ρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμούς.» Καὶ περὶ τῆς καρδίας τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ βοή‐ θειαν ἀναμένων· μείζων γάρ ἐστι τοῦ πολεμοῦντός σε διαβόλου, καθὼς πολλάκις λέγεται· Μείζων ἐστὶν ὁ ἐν ἡμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ· καὶ ὁ Ψαλμῳδός· «Οὐ φοβη‐ | |
15 | θήσομαι κακὰ, ὅτι σὺ μετὰ ἐμοῦ εἶ.» Καί· «Κύριος φω‐ τισμός μου, καὶ Σωτήρ μου, τίνα φοβηθήσομαι;» Καὶ, «Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσε‐ ται ἡ καρδία μου.» Καὶ, «Κύριος ἐμοὶ βοηθὸς, κἀ‐ γὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.» Μὴ δεῖ τοίνυν τὸν | |
20 | δουλεύοντα τῷ Κυρίῳ ἀπιστεῖν, ὡς οὐχ ὑπερασπίζε‐ ται τοῦτον ὁ Κύριος πάντοτε· αὐτὸς γὰρ εἴρηκεν· «Οὐ μή σε ἀναλείπω, οὐδὲ μή σε ἐγκαταλείπω.» Καὶ γοῦν αὐτὸν ἔθου καταφυγήν σου, «οὐ προσελεύ‐ σεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγίσει τῷ σκη‐ | |
25 | νώματί σου·» καὶ τὰ ἑξῆς. Διὸ παρακαλῶ ὑμᾶς, ὦ ἀδελφοὶ, μὴ ἐνδῶμεν ὅλως τῷ πονηρῷ, μηδὲ θανατώ‐ σωμεν ἑαυτοὺς, διὰ οἱασδηποτοῦν ἡδονῆς, ἀλλὰ με‐ μνημένοι τὰ ἀποκείμενα ἡμῖν ἐν οὐρανοῖς ἀγαθὰ, πάντων τούτων ὑπερίδωμεν. Μὴ οὖν φανῶμεν τῶν | |
30 | πρὸ ἡμῶν αὐχήσαντες παίγνιον. Ἕκαστον γὰρ ἐν τῇ κλήσει, ᾗ ἐκλήθη μένειν ἐν Χριστῷ παραγγέλλει ὁ Ἀπόστολος· ἵνα τὸν τῆς ὑπομονῆς στέφανον παρὰ τοῦ μισθαποδότου Χριστοῦ ἀπολάβωμεν, ὃν ἐπηγγείλατο τῷ ἀγαπῶντι αὐτόν. Γέγραπται γάρ· «Τὴν ἐπιθυ‐ | |
35 | μίαν σου διὰ τῆς ὑπομονῆς νίκησον, καὶ ἔσῃ τέλειος ἐν Χριστῷ·» καί· «Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς τοῦ ἐν μέσῳ τοῦ παραδείσου.» Λέγει Κύριος καὶ πάλιν· Ὅστις διὰ τοῦ ξύλου τοῦ σταυροῦ πάντα τὰ τῆς σαρκὸς νικήσει πάθη, τούτῳ | |
40 | δώσω στολὴν λευκήν. Εἰ γὰρ φοβοῦμεν τὸν Κύριον, τὰ ἀνεκδιήγητα ἀγαθὰ, καὶ οἱ τῆς δόξης στέφανοι ἡτοιμάσθησαν. Οὐ γὰρ ἐπιτάγματι τῶν ἁγίων ὁ πρὸς τὰς μεθοδείας τοῦ ἐχθροῦ πόλεμος, καὶ ἡ κατ’ αὐτοῦ νίκη, διὰ τῆς τοῦ Κυρίου βοηθείας δέδοται, ἀλλὰ τρι‐ | |
45 | σὶν ὡς ἐν τῇ τοῦ σπέρματος παραβολῇ, αὐτὸς Κύριος ἔφη· Ἐδίδου γὰρ, φησὶν, ὁ μὲν τριάκοντα, ὁ δὲ ἑξή‐ κοντα ὁ δὲ ἕκατον. Τούτων δὲ τῶν ταγμάτων τὰς ὑπο‐ θέσεις, εἰ τὰς Γραφὰς ἐρευνήσεις, πολύτροπον ἂν εὑ‐ ρήσεις· μάρτυρες μὲν οὖν εἰσιν, ὡς ὁ ἐμὸς λόγος, οἳ τὸν | |
28.1425(50) | ἕκατον ποιοῦνται καρπὸν, παρθένοι αἳ τὸν ἑξήκοντα· καὶ οἱ λοιποὶ οἳ κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου, σπου‐ δάζοντες ἀμέμπτους ἐν πάσῃ ἀναστροφῇ ἑαυτοὺς φυ‐ λάσσειν, τῷ Κυρίῳ ἀρεσκούσῃ, τριάκοντα. Τῶν σῶν μαθητῶν γένοιτο ἡμᾶς ἐνταγῆναι, Χριστὲ Ἰησοῦ, καὶ | |
55 | τῶν ἁγίων σου ἀγαθῶν ἀπολαύειν, νῦν καὶ εἰς τοὺς | |
ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1425 |