TLG 2035 101 :: ATHANASIUS :: Sermo pro iis qui saeculo renuntiarunt [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo pro iis qui saeculo renuntiarunt [Sp.]

Citation: Volume — page — (line)

28

.

1409

(6t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
7tΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
8tΛόγος διακριτικὸς, καὶ εἰς τὰς ἐντολὰς τοῦ Θεοῦ τοῖς ἀποταξαμένοις καὶ σωθῆναι θελουμένοις
13 Ἀγαπητοὶ, φροντίσωμεν τῆς σωτηρίας ἡμῶν, ὅτι ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν· καὶ οὐ δύ‐
15ναταί τις φροντίσαι τῆς ἑαυτοῦ ψυχῆς, ἕως οὗ φρον‐ τίζει τὰ τοῦ σώματος. Ὥσπερ γὰρ οὐ δύναταί τις προσέχειν ἐν ἑνὶ ὀφθαλμῷ εἰς τὸν οὐρανὸν, καὶ ἐν ἑνὶ ἐπὶ τὴν γῆν· οὕτως οὐ δύναται ἄνθρωπος φροντίσαι τὰ τοῦ Θεοῦ καὶ τὰ τοῦ σώματος. Ὥσπερ οὐ δύναται
20πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς ἐξενεγκεῖν ὕδωρ γλυκὺ καὶ πικρὸν, οὕτως οὐ δύναται ἄνθρωπος καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὥσπερ οὐ δύναται ἄκανθα καρπὸν ἐλαίου προβάλλεσθαι, οὕτως οὐ δύνα‐ ται ἄνθρωπος καὶ τὰ οὐράνια ζητεῖν, καὶ τὰ ἐπίγεια
25ποθεῖν, καθώς φησιν ὁ Κύριος· Οὐ δύνασθε καὶ Θεῷ ἀρέσκειν, καὶ σαρκὸς ἐπιθυμίας ἐπιτελεῖν. Ὅθεν καὶ ὁ ἀπόστολος Παῦλος ἀκούσας ταῦτα, καὶ ἐκκόψας αὐ‐ τοῦ πάντα τὰ τῆς σαρκὸς φρονήματα, φησί· «Δι’ ὃν πάντα ζημιοῦμαι, ἵνα Χριστὸν κερδήσω,» καὶ αὐτῷ
30συμβασιλεύσω. «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπά‐ σματα, τούτοις ἀρκεσθησώμεθα. Οἱ γὰρ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ παγίδα δια‐ βόλου, καὶ ἐπιθυμίας ἀτόπους.» Σὺ δὲ, ὦ ἀδελφὲ, μὴ προσέχῃς τι τοῦ κόσμου
35τούτου, ἵνα δυνηθῇς σωθῆναι, ἀλλὰ ἄσκησον δικαιοσύ‐ νην, καὶ ἀλήθειαν, καὶ ἀγάπην, καὶ φόβον Κυρίου, καὶ πραότητα, ὑπακοὴν, καὶ ἐγκράτειαν, καὶ ἀμνησι‐ κακίαν. Μίσησον λόγους κοσμικοὺς, ἵνα καρδία σου ὄψηται τὸν καλόν. Ἀγάπησον τὸ συνεχῶς προσεύ‐
40χεσθαι, ἵνα φωτισθῇ σου ἡ καρδία. Διάδος ὑστερου‐ μένοις ὀφθαλμῷ πλουσίῳ, ἵνα μὴ καταισχυνθῇς ἔμ‐ προσθεν τοῦ βήματος τοῦ Χριστοῦ· μίσησον τὴν ἐπι‐ θυμίαν ἐν τοῖς βρώμασιν, ἵνα μὴ ὁ Ἀμαλὴκ τῶν παθῶν κυκλώσῃ σε. Γοργεύου ἐν ταῖς προσευχαῖς,
45ἵνα μὴ καταφάγῃ σε τὸ θηρίον. Φεῦγε τὸν οἶνον, ἵνα
μὴ στερηθῇς τῆς εὐφροσύνης τοῦ Θεοῦ. Ἀγάπησον1409

28

.

1412

τοὺς πιστοὺς, ἵνα διὰ αὐτῶν ἐλεήσῃς. Πόθησον τοὺς ἁγίους, ἵνα ὁ ζῆλος αὐτῶν ἑλκύσῃ σε πρὸς ἀρετήν. Μνη‐ μόνευε τῆς ἐξόδου τῆς ψυχῆς σου, καὶ οὐχ ἁμαρτήσεις πολλὰ πρὸς Θεόν· ἀναμιμνήσκου ἀεὶ τὴν τῶν οὐρα‐
5νῶν βασιλείαν, ἵνα ἡ ἐπιθυμία αὐτῆς ἑλκύσῃ σε πρὸς αὐτήν· διαλογίζου τὴν γέενναν τοῦ πυρὸς, καὶ τῶν βασάνων τῶν δεινῶν, ἵνα μισήσῃς τὰ ἔργα τὰ πονηρά. Ἑτοίμαζε οὖν σεαυτῷ καθ’ ἡμέραν ὑπαντῆσαι Χρι‐ στῷ· μέλλει γὰρ ἀοράτως ἔρχεσθαι. Καθ’ ἑκάστην
10ἡμέραν ἀνάκρινε σεαυτὸν ἐκ τῶν ἐντολῶν τοῦ Χρι‐ στοῦ, τί ὑστέρησας, καὶ ἀνοικοδόμει αὐτό. Ἴδωσιν οἱ ἀδελφοί σου τὰ ἔργα σου, καὶ ὁ ζῆλος ὁ κατὰ Θεὸν κα‐ ταφάγεται αὐτούς. Ἐρεύνησον σεαυτὸν καθ’ ἑκάστην ἡμέραν, ποῖον πάθος ἐνέκρωσας, καὶ δὸς δόξαν τῷ
15Θεῷ· αὐτοῦ γάρ ἐστι τὸ ἔλεος. Μὴ λογίζου ἑαυτὸν ὡς κατορθώσαντα τὸ ἀγαθὸν ἐνώπιον τοῦ Θεοῦ· φησὶ γάρ· «Ὅταν πάντα ποιήσητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.» Μὴ ὑψηλοφρονήσῃς, ὅτι ἀπ’ ἄρτι κα‐ λὸς εἶ· οὐ γὰρ δύνῃ πιστεῦσαι ἑαυτὸν τοῖς ἐχθροῖς
20σου. Μὴ θαῤῥήσῃς ἑαυτοῦ τῷ σώματι. Ὁ φοβούμε‐ νος τοὺς δαίμονας δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ γὰρ φοβούμενος τὸν Θεὸν ἐξ ὅλης αὐτοῦ τῆς καρδίας ἑδραῖός ἐστιν ἐπ’ αὐτοῖς. Τὸ
25μὴ μετρῆσαι ἑαυτὸν, ἀλλ’ ἑαυτὸν ἔχειν ἄγνωστον, φα‐ νεροῖ τῷ ἀνθρώπῳ, ὅτι οὐ ζητεῖ ποιῆσαι τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ τοῦ Θεοῦ. Ὁ λέγων τὸν λόγον αὐτοῦ ἐπὶ πολλῶν, δῆλον ἑαυτὸν ποιεῖ, ὅτι οὐκ ἔστι φόβος Θεοῦ ἐν αὐτῷ. Ὁ βουλόμενος σωθῆναι σχολάσει τῷ
30Θεῷ, καὶ καταπατήσει τὰ πάθη. Τὸ φροντίσαι ἐν γνώ‐ σει ἐκδιώκει τὰ πάθη· γέγραπται γάρ· «Φροντὶς ἐπελεύσεται ἐπ’ ἄνδρα σοφόν.» Ὥσπερ ἡ ἀκηδία βοή‐ θειά ἐστι τῶν παθῶν, οὕτω καὶ ἡ μακροθυμία δύ‐ ναμίς ἐστι τῶν ἀρετῶν. Τὸ μὴ κρίνειν ἄνθρωπον τεῖ‐
35χός ἐστιν ἀντίτητον· τὸ δὲ ψέξαι ἢ καταλαλῆσαι ἀπ‐ ώλειαν τῇ ψυχῇ κατεργάζεται. Τὸ κρατῆσαι τῆς γλώτ‐ της δηλοποιεῖται, ὅτι πρακτικός ἐστι μὲν ταῖς ἀρε‐ ταῖς· ἡ δὲ ἀπαιδευσία τῆς γλώσσης σημαίνει, ὅτι οὐ κέκτηται ἀρετὴν ἔνδοθεν. Ἡ ἐν γνώσει ἐλεημοσύνη
40τίκτει τὸ προορᾷν, καὶ ὁδηγεῖ εἰς τὴν ἀγάπην· ἡ δὲ ἀνελεημοσύνη τίκτει τὴν ἀπανθρωπίαν. Μήτηρ ἀρε‐ τῶν ἐστιν ἡ συμπάθεια· πλήρωμα δὲ κακῶν ἡ ἀνυπο‐ ταξία. Ἡ ἀγαθότης τίκτει τὴν ἁγνείαν· ἡ δὲ ὀξυχο‐ λία τίκτει τὰ πάθη. Ἡ σκληροκαρδία τίκτει τὴν ὀργήν·
45ἡ δὲ ἀκηδία τίκτει τὴν ἔνδειαν. Κόρος ὕπνου ταραχὴ παθῶν· σωτηρία δὲ ψυχῆς ἀγρυπνία ἔμμετρος. Ὕπνος ἐν κόρῳ πλῆθος φαντασιῶν· ἄνθος δὲ τοῦ νοῦ, ἀγρυπνία ἐν προσευχῇ. Πολὺς ὕπνος παχύνει καρδίαν, ἀγρυπνία δὲ λεπτύνει αὐτήν· ἀγρυπνίαν δὲ λέγω τὴν

28

.

1412

(50)

κατὰ Θεὸν γινομένην ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς. Ἀγαθὸς γὰρ ὕπνος ἐν σιωπῇ τῶν ἀγρυπνούντων ἐν ματαιολογίᾳ.
55 Τὸ πένθος ἐκδιώκει τὰ πάθη, τὸ δὲ γέλως χω‐ ρίζει ἀπὸ Θεοῦ. Τὸ μὴ πλῆξαι ἄνθρωπον τίκτει τα‐
πείνωσις· ἡ δὲ δόξα τῶν ἀνθρώπων τίκτει τὴν ὑπερ‐1411

28

.

1413

ηφανίαν. Ἡ ἀοργησία τίκτει τὴν πραότητα· ἡ δὲ μνησικακία τίκτει τὴν ἀπώλειαν. Τὸ ἀγαπᾷν τὸν πλατυσμὸν ἐκδιώκει τὰς ἀρετάς· ἡ δὲ στενοχωρία ταπεινοῖ τὰ πάθη. Ἡ ἐπιθυμία τῶν ἐδεσμάτων δι‐
5άγει εἰς τὰ πάθη· ἡ δὲ ἐγκράτεια ἐκδιώκει αὐτά. Κό‐ σμησις σώματος, ψυχῆς καταστροφή· τῆξις δὲ σώμα‐ τος, ἀνακαινισμὸς ψυχῆς. Περιφρόνησις σώματος, σω‐ τηρία ψυχῆς· ἐπιμέλεια δὲ σώματος, παγὶς τῇ ψυχῇ. Τῆξις δὲ σώματος φωτισμὸς ψυχῆς. Τὸ προσέχειν τὸν
10νοῦν ἄνω πάντοτε, τίκτει τὴν ἀγάπην τὴν πρὸς Θεόν· ἡ δὲ μέριμνα τοῦ βίου ἐκδιώκει τὰς ἀρετάς. Τὸ φυλά‐ ξαι τὸ στόμα, διεγείρει τὴν διάνοιαν πρὸς τὸν Θεόν· ἡ δὲ πολυλογία τίκτει τὴν ἀκηδίαν καὶ τὴν μανίαν. Τὸ ποιῆσαι τὸ θέλημα τοῦ πλησίον, σημαίνει ὁ
15νοῦς βλέπειν τὰς ἀρετάς· τὸ δὲ ποιῆσαι τὸ ἴδιον θέλημα, σημαίνει τὴν ἄγνοιαν. Ἡ μελέτη ἐν φόβῳ, φυ‐ λάσσει τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ· τὸ δὲ λαλεῖν τοὺς κοσμικοὺς λόγους σκοτίζει τὴν ψυχήν. Τὸ ἀγαπᾷν τὴν ὕλην τοῦ κόσμου, χωρίζει ἀπὸ τοῦ Θεοῦ τὸν νοῦν· ἡ
20δὲ ἀκτημοσύνη παῤῥησίᾳ βλέπει τῷ Θεῷ. Τὸ μὴ ἐξάξαι τοὺς λογισμοὺς δηλοποιεῖται, ὅτι ἐκζητεῖ τὴν δόξαν τοῦ κόσμου τούτου τὴν αἰσχρὰν καὶ ματαίαν· τὸ δὲ γνωρίσαι αὐτὰ πνευματικοῖς πατράσιν, ἐκδιώ‐ κει αὐτά. Ὥσπερ ὁ ἰὸς βιβρώσκεται ὁ μοναχὸς ὑπὸ
25τὴν δόξαν τῶν ἀνθρώπων, ἐὰν ἡ καρδία αὐτοῦ συμ‐ πεισθῇ αὐτῷ. Ὥσπερ σκώληξ, ἤτοι σμίλαξ, συμπλα‐ κεὶς τῇ ἀμπέλῳ, ἀφανίζει τὸν καρπὸν αὐτῆς· οὕτως ἀφανίζει κενοδοξία τὸν καρπὸν τοῦ μοναχοῦ, ἐὰν ἡ καρδία αὐτοῦ συμπεισθῇ αὐτῇ. Πρὸ πάντων τῶν
30ἀρετῶν ἐστιν ἡ ταπεινοφροσύνη· πρὸ δὲ πάντων τῶν παθῶν ἐστιν ἡ γαστριμαργία. Τέλος ἀρετῶν, ἀγάπη· πλήρωμα δὲ κακῶν, τὸ ἑαυτὸν λογίσασθαι εἶναι δίκαιον. Ὥσπερ σκώληξ κατεσθίων ξύλον ἀφανίζει αὐτὸ, οὕτως ἀφανίζει μνησικακία τὴν ψυχὴν τοῦ μοναχοῦ. Τὸ παραῤῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, τίκτει τὸ ὑπο‐
35φέρειν ὕβριν ἀταράχως· τὸ δὲ μὴ ἐξουθενεῖν ἑαυτὸν, τίκτει τὴν ὑπερηφανίαν. Μὴ ἔσο πεποιθὼς ἐπὶ τῇ σῇ δυνάμει, καὶ ἡ βοήθεια τοῦ Θεοῦ παροικήσει σοι. Μὴ ἔχε ἔχθραν μετά τινος, ἐπεὶ ἀπρόσδεκτός ἐστιν ἡ προσ‐ ευχή σου. Ἀλήθειαν ἀγάπα· τῆς γὰρ ψευδόμενος
40ἀθετεῖ τὸν καλόν. Φύλαξον τοὺς ὀφθαλμούς σου, καὶ ἡ καρδία σου οὐ μὴ ἴδῃ πονηρόν. Ὁ γὰρ βλέπων γυναῖκα ἐν ἡδονῇ, μοιχείαν ἐπιτελεῖ. Φύλασσε τὴν ἀκοήν σου, ἵνα μὴ ἐπισυνάξῃς σεαυτῷ πάντα πονηρὸν σπόρον. Φεύξου ἀπὸ καταλαλιᾶς τοῦ πονηροτάτου δαίμονος, καὶ
45εἰρήνευε μετὰ πάντων, ἵνα παῤῥησιάσῃ εὐχόμενος. Μὴ ἐπιποθῇς ἀκοῦσαι βλάβην λύπης παντὸς ἀνθρώπου, ἵνα μὴ ἀνταποδώσεις αὐτὸν ἐν τῇ καρδίᾳ σου. Ἐργά‐ ζου ἐν τῷ ἐργοχείρῳ σου, ἵνα εὕρῃ πτωχὸς σὸν ἄρτον· ἡ γὰρ ἀργία θάνατός ἐστι τῇ ψυχῇ. Τὸ συνεχῶς

28

.

1413

(50)

προσεύχεσθαι λυτροῦται τὴν ψυχὴν ἀπὸ παντὸς κα‐ κοῦ. Τὸ δὲ καταμικραμελῆσαι, οἰκητήριον τῶν δαι‐ μόνων ἀποκαθίσταται. Καθήμενος ἐν τῷ κελλίῳ σου τῶν ποτε τούτων φρόντιζε συνεχῶς· τῆς εὐχῆς, καὶ τῆς μελετῆς, καὶ τοῦ ἐργοχείρου. Καθ’ ἑκάστην ἡμέ‐
55ραν μνημόνευε, ποῦ εἶς, καὶ τί ἐργάζῃ, καὶ ὅταν μεταστῇς, ποῦ ἔχεις ἀπελθεῖν, καὶ πρόσεχε σεαυτῷ.
Ἐὰν ὁ λογισμός σου ὕζει σε, ὅτι ἔχει τις κατὰ σοῦ,1413

28

.

1416

μὴ καταφρονήσῃς αὐτῷ, ἀλλὰ βάλε αὐτῷ μετά‐ νοιαν. Βλέπε μὴ καταφρονήσῃς ἑκάστῃ ὥρᾳ τὰς λει‐ τουργίας σου ἐπιτελεῖν· αὐτὰ γὰρ φέρουσι τὸν φωτι‐
5σμὸν ἐν τῇ ψυχῇ. Εἰ ἀγαθὰ ἐποίησας, μὴ κατακαυ‐ χῶ· εἰ δὲ πολλὰ ἐποίησας κακὰ, μὴ ἀμέτρως λυπη‐ θῇς, ἀλλὰ στῆθι, μηκέτι αὐτὰ πράξεις, καὶ σωθήσῃ. Ἐὰν ὀχλήσῃ πορνείας λογισμὸς, εὐχὴν ἀδιάλειπτον θῦσον τῷ Θεῷ, καὶ ἀναπαύσει σοι. Ἐὰν ὁ ζῆλος καὶ
10ὁ φθόνος πολεμῇ τὴν καρδίαν σου, μνήσθησο, ὅτι μέλη Χριστοῦ ἐσμεν πάντες, καὶ ὅτι ἡ τιμὴ, καὶ τὸ ὄνειδος τοῦ πλησίον πάντων ἡμῶν ἐστι, καὶ φεύξεται ἀπὸ σοῦ. Ταῦτα δὲ πάντα συνάγουσα ἡ διάκρισις καὶ ἀναλογιζομένη, τὰς μὲν ἀρετὰς περιπύσεται, τὰ δὲ
15πονηρὰ ἐκποδὼν ποιεῖται. Ἀδύνατον δὲ ἐλθεῖν σοι τὴν διάκρισιν, ἐὰν μὴ πρῶτον τὰς ἀρετὰς αὐτῆς ἐπι‐ τελέσῃς, πρὸ πάντων δὲ τὴν ἡσυχίαν. Ἡ ἡσυχία τίκτει τὴν ἄσκησιν· ἡ ἄσκησις τίκτει τὴν κατάνυξιν καὶ τὸν κλαυθμόν· ὁ κλαυθμὸς τίκτει τὸν φόβον· ὁ
20φόβος τίκτει τὴν ταπείνωσιν ἡ ταπείνωσις τίκτει τὸ προορᾷν· τὸ προορᾷν τίκτει τὴν ἀγάπην· ἡ ἀγάπη τίκτει τῇ ψυχῇ τὸ μετὰ ἀγγέλων ὁμιλεῖν. Τότε γινώ‐ σκει ὁ ἄνθρωπος λοιπὸν, ὅτι μακράν ἐστιν ἀπὸ Θεοῦ. Ὁ θέλων οὖν, ἀδελφοὶ, ἐλθεῖν ἐπὶ πάσας τὰς ἐντίμους
25ἀρετὰς ταύτας, ἀμέριμνός τε δεῖ εἶναι ἀπὸ παντὸς πράγματος, καὶ μισῆσαι τὸν κόσμον τοῦτον· καὶ λοι‐ πὸν τότε ἀξιοῦται κτήσασθαι τὰς ἀρετὰς ταύτας παρὰ Κυρίου. Τοῦτο δὲ μάθε, ἀδελφὲ, ὅτι πᾶς ἄνθρωπος ἐσθίων
30καὶ πίνων ἀμέτρως, ἢ ἐμπεριφερόμενος τῷ κόσμῳ τούτῳ, οὐ μὴ ἀξιωθῇ ἐλθεῖν εἰς τὰ μέτρα ταῦτα· εἰ γὰρ κτήματα καὶ ἀμπελῶνα ἔχεις, ἢ οἰκήματα, ἤ τι τοῦ αἰῶνος τούτου, ἵνα τί καὶ γυναῖκα οὐκ ἔγημας; τί ἑαυτὸν φρεναπατῶν ἀγνοῶν, ὅτι τὸν ἐν ἀκάνθαις σπει‐
35ρόμενον οὐ τελειοφορεῖ; Καὶ ὁ μὴ σχολάσας, Θεὸν γνῶναι οὐ δύναται. Καὶ τοῦτο δὲ παρακαλῶ πάντα ἄνθρωπον βουλόμενον δοῦναι μετάνοιαν τῷ Θεῷ, φυ‐ λάξαι αὑτὸν ἀπὸ πολυοινίας· πολλὰ γὰρ αὐτοῦ τὰ πτώματα. Μὴ προσέχῃς οὖν εἰς πάλην, ἕως οὗ ᾖς ἐν
40τῷ σώματι, μηδὲ πιστεύσῃς ἑαυτῷ. Στῶμεν οὖν, ἀδελφοὶ, στῶμεν ἐν φόβῳ Κυρίου, καὶ μὴ ἐκκακή‐ σωμεν ἐν τῇ πάλῃ. «Οὐ γάρ ἐστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξου‐ σίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶ‐
45νος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.» Περιβαλλώμεθα τὰ ὅπλα τῶν ἀρετῶν, ὡς ὁπλῖται· διότι ὁ κόπος καὶ ὁ μόχθος, καὶ ἡ στενοχω‐ ρία, καὶ ἡ στενοτεία, καὶ ἡ εὐδία τῶν ἐπιθυμιῶν οὐ μόνον φυλάττουσιν ἡμᾶς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ,

28

.

1416

(50)

ἀλλὰ καὶ βασιλείας οὐρανῶν κληρονόμους ἀποκαθ‐ ίστησιν.
53 Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ἐν τῷ καιρῷ τούτῳ τὸ βραχὺ, ἅπερ τύχωμεν βασιλείας οὐρανῶν.
55Ὁ γὰρ διδάσκαλος ἡμῶν Ἰησοῦς Χριστὸς οὕτως εἴ‐ ρηκεν· «Ἀγωνίζεσθε ἕως ἐλθεῖν διὰ τῆς στενῆς
πύλης, καὶ τεθλιμμένης ὁδοῦ. Γρηγορεῖτε οὖν ἐν1415

28

.

1417

πάσῃ ὥρᾳ, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἔρ‐ χεται· μήποτε εἰσέλθῃ ἄφνω, καὶ εὑρήσῃ ὑμᾶς καθεύ‐ δοντας. Βλέπετε μή ποτε βαρυνθῶσιν ὑμῶν αἱ καρ‐ δίαι ἐν κραιπάλῃ καὶ μέθῃ, καὶ μερίμναις βιωτι‐
5καῖς, καὶ ἐπελεύσεται ὑμῖν ἄφνω ἡ ὥρα. Ἰδοὺ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Μὴ κτήσητε χρυσὸν, μήτε ἄργυρον, μήτε δύο χιτῶνας· μηδὲ δειμάσητε ἀπὸ ἀποκτεινόντων τὸ σῶμα. Εἶδον γὰρ τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πε‐
10σόντα. Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύ‐ ναμιν τοῦ ἐχθροῦ, καὶ οὐ μὴ ἀδικήσωσιν ὑμᾶς. Καὶ οὐκ αὐτοῖς ἀποστόλοις μόνον τοῦτο δέδωκεν ὁ Κύ‐ ριος, ἀλλὰ καὶ πᾶσι τοῖς βουλομένοις σωθῆναι καὶ
15ἀκολουθῆσαι τοῖς προστάγμασιν αὐτοῦ. Καὶ βλέπε, ὁ ἀντιλέγων, τὰς μυριάδας τῶν ἁγίων. Ἔδωκε γὰρ ἡμῖν τὴν ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. «Μὴ φο‐ βοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν τῶν οὐρανῶν.
20Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημο‐ σύνην, καὶ ἕξετε βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Ποιησάντων δὲ τῶν ἁγίων μαθητῶν αὐτοῦ καὶ ταύτην τὴν ἐντολὴν, εἴ‐ ρηκε πρὸς αὐτούς· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν,
25εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν.» «Ὁ» γὰρ «ἀγαπῶν με τὰς ἐντολάς μου τηρήσει· κἀγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα.» Ὑποδεικνύων δὲ ἡμᾶς γενναίως ὑποφέρειν τοὺς πειρασμοὺς καὶ τὰ παλαίσματα, εἴρηκεν· Ἐν τῷ
30κόσμῳ θλίψιν ἕξετε. Ἀλλὰ «θαρσεῖτε· ἐγὼ νενί‐ κηκα τὸν κόσμον. Ὑμεῖς δέ ἐστε οἱ δι’ ἐμὲ μεμε‐ νηκότες ἐν τοῖς πειρασμοῖς μου, κἀγὼ διατίθημι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητέ τε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.»
35Ταῦτα δὲ οὐ πᾶσι λέγει, ἀλλὰ τοῖς ὑπομένουσι τοῖς πειρασμοῖς, καὶ ταῖς θλίψεσιν ἐν μακροθυμίᾳ. Ἀπερ‐ χόμενος ἐπὶ τὸ ἅγιον πάθος τοῦ σταυροῦ ὁ Κύριος, οὕτως ἔφη· Ὁ θέλων ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης μου, συμπορεύσαι μετ’ ἐμοῦ ἐπὶ τὸν
40σταυρόν· τουτέστι νεκρωθήτω καὶ αὐτὸς τῷ κόσμῳ, ὡς ἐγὼ, διὰ τῆς τῶν ἐντολῶν μου πράξεως. Ἀκούσας δὲ ὁ ἀπόστολος Παῦλος, καὶ ἐκκόψας αὐτοῦ πάντα τῆς σαρκὸς φρονήματα, ἐτόλμα λέγειν· «Χριστῷ συσταυροῦμαι. Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ
45Χριστός.» Καὶ γὰρ ἐφ’ ὅσον σαρκικὰ περιπατῶμεν, νεκροί ἐσμεν ταῖς ἁμαρτίαις. Φησὶ γάρ· «Οἱ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Καὶ εἰ συναποθάνομεν, καὶ συζήσομεν. Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν

28

.

1417

(50)

αὐτῷ· εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς. Τίς οὖν ἐστιν ὁ ἀρνούμενος ἢ ὁ κατὰ τὰς ἐπιθυμίας τῆς σαρκὸς περιπατῶν; Οὗτος γάρ ἐστιν ὁ ἐνυβρίζων τῷ βαπτίσματι. Καὶ τίς ἐστιν ὁ μὴ ἐνυβρίσας ἐξ ἡμῶν τὸ βάπτισμα διὰ τὰ τοῦ πονηροῦ ποικίλα μηχανή‐
55ματα; Ἀλλὰ διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγά‐
πησεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἔδω‐1417

28

.

1420

κεν ἡμῖν τὴν μετάνοιαν ἕως ἐσχάτης ἀναπνοῆς. Εἰ μὴ γὰρ ἦν μετάνοια, οὐκ ἂν ἐσώθη πᾶσα σὰρξ, ὥς φησιν ὁ Κύριος· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, οὐ χαί‐ ρει ὁ Θεὸς ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, ὡς ἐφ’
5ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.»
7 Σπουδάσωμεν, ἀδελφοὶ, μετανοῆσαι, ἕως ἐσμὲν ἐν τῷ σώματι, κλαύσωμεν, καὶ πλύνωμεν τὰ τῆς καρδίας κρυπτὰ τραύματα. Μέλλει γὰρ φανεροῦσθαι
10τὰ ἐν ἡμῖν πεπραγμένα δεινὰ ἐπὶ τοῦ φοβεροῦ βή‐ ματος ἐκείνου. Ἤγγικε γὰρ ὁ Κύριος, καὶ ἔρχεται ἐπὶ θρόνου δόξης ἁγίου αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Καὶ ἕκαστος φα‐ νεροῦται ἐκ τῆς ἰδίας λαμπάδος· ὅστις δὲ οὐ κέ‐
15κτηται ἔλαιον, σβεσθήσεται αὐτοῦ ἡ λάμπας· κἀκεῖ‐ νος πορευθῇ ἐν τῷ ἐξωτέρῳ σκότει. Σπουδάσωμεν οὖν, ἀδελφοὶ, καὶ πλήσωμεν τὰ ἀγγεῖα ἡμῶν ἐλαίου, ἵνα μὴ ῥιφῶμεν ἐν τῷ σκότει καὶ αἰωνίῳ πυρί. Τὸ γὰρ ἀγγεῖόν ἐστιν ἡ μετάνοια· τὸ δὲ ἔλαιον τῶν ἀρε‐
20τῶν ἡ πρᾶξις· ἡ δὲ φωτεινὴ λαμπὰς ὑπάρχει ἡ ἁγία ψυχή. Ἀγωνιζώμεθα οὖν, ἀδελφοὶ, ὅτι ἤγγικεν ἡ ἡμέρα. Μακάριος ἄνθρωπος ὁ ἔχων τὴν μέριμναν ταύτην καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν. Ὁ γὰρ καρπὸς ὄψιμος γεγονὼς καιρός ἐστι τοῦ θερισμοῦ.
25Μακάριός ἐστιν ἐκεῖνος ὁ σώσας τὸν καρπὸν αὐτοῦ· συνάξουσιν αὐτὸν οἱ ἄγγελοι εἰς τὴν αἰώνιον ἀποθή‐ κην. Οὐαὶ δὲ τοῖς ὁμοίοις μου, τουτέστι τοῖς ζιζα‐ νίοις, ὅτι τὸ πῦρ αὐτοὺς κληρονομήσει. Φύγωμεν οὖν, ὦ ἀδελφοὶ, τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ,
30ὅπερ κληρονομήσωμεν τὰ ἀγαθὰ ἐκεῖνα, «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρ‐ δίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Τὸ λοιπὸν, ὦ ἀδελφοὶ, ἐν τούτοις στῆτε, ταῦτα μελετᾶτε, καὶ μὴ ἀμελήσητε, ὅπερ
35ἀξιώσῃ ὑμᾶς Κύριος τηρῆσαι τὴν ἐντολὴν ταύτην ἡμέρας καὶ νυκτὸς, καὶ σώσῃ εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. Ὅστις ἀναγινώσκει τὰς ἐντολὰς ταύτας, ἢ ἀκούει, καὶ μὴ ποιεῖ αὐτὰς, πεπλήρωται ἐν αὐτῷ ὁ σπόρος ὁ πεσὼν εἰς τὴν πέ‐
40τραν, καὶ διὰ τὸ μὴ ἔχειν γῆν, παραχρῆμα ἐξη‐ ράνθη. Ὁ δὲ ἀναγινώσκων καὶ ποιῶν ἐστιν ὁ σπόρος ὁ πεσὼν εἰς τὴν γῆν τὴν ἀγαθὴν, καὶ ἐκαρποφόρη‐
σεν ἓν λʹ, καὶ ἓν ξʹ, καὶ ἓν ρʹ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα. Ἀμήν.1419