TLG 2035 099 :: ATHANASIUS :: Dialogi duo contra Macedonianos [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Dialogi duo contra Macedonianos [Sp.]

Citation: Volume — page — (line)

28

.

1292

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΑΘΑΝΑΣΙΟΥ
3tΛόγος ἐν εἴδει διαλέξεως μετὰ Μακεδονιανοῦ
4tΠνευματομάχου.
5 Ἀπεστείλαμεν τῇ σῇ συνέσει τὸ παρὸν σύνταγμα ὑπὲρ τοῦ ἀναγνόντα σε δοκιμάσαι καὶ τὰ παρὰ τῶν αἱρετικῶν, τῶν τὰ Μακεδονίου φρονούντων εἰρημένα, καὶ τὰ παρ’ ἡμῶν ἀντιτεθέντα. Τὰ μὲν οὖν ὑπ’ ἐκείνων τεθέντα, ἐν τῷ σχεδαρίῳ ταῦτά εἰσιν·
10 Εἰ ἔστι Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἔστι Πατὴρ ἢ Υἱός· εἰ δὲ μὴ, οὐ Θεός. Καὶ ἡμεῖς πρὸς αὐτόν· Ἐδέξω σαυτῷ τό· Εἰ ἔστι Θεὸς τὸ Πνεῦμα, ἔστι Πατὴρ ἢ Υἱὸς, ὡς τοῦ Πατρὸς διὰ τοῦτο ὄντος Θεοῦ, ἐπειδὴ Πατήρ ἐστι, καὶ ὡς τοῦ Υἱοῦ διὰ τοῦτο ὄντος Θεοῦ,
15ἐπειδὴ ὁ Υἱός ἐστιν. Εἰ οὖν διὰ τοῦτο Θεός ἐστιν ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐ Θεὸς ὁ Υἱὸς, ἐπειδὴ οὐ Πα‐ τήρ. Καὶ εἰ διὰ τοῦτό ἐστι Θεὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, οὐ Θεὸς ὁ Πατὴρ, ἐπειδὴ οὐχ Υἱός· οὐκ ἄρα, ἐὰν ᾖ Θεὸς τὸ Πνεῦμα, πάντως ἐστὶ Πατὴρ, ἢ Υἱός. Τὸ
20γὰρ «Θεὸς» ὄνομα, φύσεώς ἐστι θεωρουμένης, εἴτουν διαθεούσης τὰ πάντα δηλωτικόν· τὸ δὲ «Πατὴρ» σχετι‐ κὸν, καὶ τὸ «Υἱὸς» ὁμοίως. Οὔτε δὲ τὸ τῆς σχέσεως ὄνομα τὴν διαθέουσαν, ἢ τὴν θεωρουμένην τι φύσιν ση‐ μαίνει· οὔτε τὸ τῆς τι θεωρουμένης ἢ διαθεούσης
25φύσεως ὄνομα, τὴν πρὸς Υἱὸν σχέσιν εἰσάγει. Πρὸς τούτοις, προσποιησάμενος Ὀρθοδόξου πρόσωπον, ἑαυτὸν ἠρώτα· Οὐ προσκυνητὸν οὖν; καὶ ἔπειτα πά‐ λιν αὐτὸς ἑαυτῷ· Ἀπολείπεται τῆς τοιαύτης ἀξίας τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς γὰρ προσκυνητέον τὸ μήτε
30Πατὴρ, μήτε Υἱός;
32 Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ μὲν διὰ τοῦτο προσ‐ κυνεῖς τὸν Πατέρα, ἐπειδὴ Πατήρ ἐστι, καὶ τὸν Υἱὸν, ἐπειδὴ Υἱός ἐστι· προσκυνεῖς καὶ πάντα πα‐
35τέρα, καὶ πάντα υἱόν· εἰ δὲ οὐ διὰ τοῦτο προσκυνη‐ τὸς ὁ Πατὴρ, ἐπειδὴ Πατὴρ, οὐδὲ διὰ τοῦτο προσκυνη‐ τὸς ὁ Υἱὸς, ἐπειδὴ Υἱὸς, ἀλλὰ δι’ αὐτὴν τὴν φύσιν· ταύτην ζητητέον. Καὶ εἰ μὲν εὑρεθείη καὶ τὸ Πνεῦμα τῆς αὐτοῦ φύσεως, προσκύνει· εἰ δὲ μὴ εὑρεθείη,
40χωρίς. Ζητεῖται γὰρ οὐχὶ, εἰ Πατήρ ἐστι τὸ Πνεῦμα, οὐδ’ εἰ Υἱός· ἀλλ’ εἰ τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ. Πρὸς τοῦτο πάλιν ἑαυτῷ ἀντιτίθησιν, ὡς παρὰ Ὀρθοδόξου εἰρημένον· Οὐ γέγραπται, ὅτι «Πνεῦμα ὁ Θεός;» Εἶτά φησιν αὐτός· Πνεῦμά
45ἐστιν ὁ Θεὸς, καὶ οὐχὶ τὸ Πνεῦμα Θεός. Πᾶν γὰρ εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐκ εἴ τι Πνεῦμα, τοῦτο δὴ καὶ Θεός. Ἡμεῖς δὲ πρὸς αὐτόν· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τὴν τῶν Γραφῶν κατεῖχες μνήμην, οὐκ ἂν ἀπεφήνω τοῦτο. Οὐ πᾶν γὰρ εἴ τι

28

.

1292

(50)

Θεὸς, τοῦτο καὶ τὸ Πνεῦμα. Καὶ γὰρ ὁ Μωσῆς θεὸς ἐκλήθη· «Ἰδοὺ γὰρ τίθημί σε θεὸν τοῦ Φαραώ·» ἀλλὰ καὶ Ἀαρὼν τοῦ αὐτοῦ ἀδελφοῦ· «Ἔσῃ γὰρ αὐτῷ, φησὶν, εἰς θεὸν, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι εἰς προφήτην.» Καὶ ὁ Υἱὸς ἐν τοῖς Εὐαγγε‐
55λίοις λέγει περὶ τῶν ἁγίων· «Εἰ οὖν ἐκείνους εἶπε
θεοὺς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ

28

.

1293

δύναται ἡ Γραφὴ λυθῆναι·» καὶ, «Θεὸς θεῶν Κύ‐ ριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν·» καὶ ἐν ἑτέροις· «Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών·» καὶ, «Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, καὶ ἐν μέσῳ δὲ
5θεοὺς διακρινεῖ·» καὶ, «Θεοὺς οὐ κακολογήσεις,» γέγραπται. Κατὰ γοῦν τὴν σὴν σοφίαν, εἰ πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα, πάντες οἱ προειρημένοι ἄν‐ θρωποι καὶ θεοὶ, Πνεύματά εἰσιν. Εἰ δὲ θεὸς Μωσῆς, καὶ ἕκαστος τῶν προειρημένων, καὶ οὐ Πνεύματα, οὐκ
10ἄρα πᾶν εἴ τι Θεὸς, τοῦτο καὶ Πνεῦμα· οὐδὲ πᾶν εἴ τι Πνεῦμα, τοῦτο καὶ Θεός. Καὶ γὰρ τὰ δαιμόνια ὑμῶν τῶν αἱρετικῶν πνεύματά εἰσι, καὶ οὐκ εἰσὶ θεοί. Ἔτι πρόσωπον εἰσαγαγὼν Ὀρθοδόξου, Δῶμεν,
15φησὶν, ὡς οὐ θεολογεῖται τὸ Πνεῦμα, ὅμως κυριολο‐ γεῖται· γέγραπται γάρ· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν.» Ἔτι φησίν· Εἰπὲ αὐτὸς τὸ ἐπαγόμενον· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Περὶ τοῦ Κυρίου λέγει, φησὶν, ὅτι ὁ Κύριος τὸ Πνεῦμά
20ἐστιν. Ἡμεῖς δὲ πρὸς αὐτόν· Ἀληθῶς τὸ, «Φάσκον‐ τες εἶναι σοφοὶ ἐμωράνθησαν,» περὶ ὑμῶν εἴρηται. Τοῦ γὰρ ἐπαγομένου φανερῶς δεικνύντος, ὅτι τὸ Πνεῦμά ἐστιν, οὗ εἴρηται, «Ὁ δὲ Κύριος τὸ Πνεῦ‐ μά ἐστιν,» ἠπάτησας αὐτὸς ἑαυτὸν, ἵνα ἐκ τοῦ στόμα‐
25τός σου ἔλεγχος προέλθῃ, καὶ ἀκούσῃς, ὅτι «Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε.» Τὸ γὰρ ἐπαγόμενόν ἐστιν· «Οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Τὸ δὲ ὂν Πνεῦμα Κυρίου, Κυρίου ἐστὶ Πνεῦμα, ὅπερ εἴρηται Κύριος. Ὡς γὰρ Υἱὸς Κύριος
30ὢν, Κύριός ἐστιν· οὕτως τὸ Πνεῦμα, Κύριος ὂν, Κύ‐ ριός ἐστιν.
33 Καὶ πάλιν ἑαυτῷ πρόσωπον ποιησάμενος, ἑαυ‐ τὸν ἠρώτα· Οὐδὲ προσκυνητόν ἐστιν; ἔπειτα αὐτὸς
35ἑαυτῷ· Οὐκ ἔστιν· οὐδὲ γὰρ γέγραπται. Εἶτα πάλιν λαβὼν Ὀρθοδόξου πρόσωπον, λέγει· Εἰ ἀνθρώποις προσεκύνησαν ἄνθρωποι, φέρε εἰπεῖν, ὡς Ναθὰν ὁ προφήτης τῷ Δαβίδ· γέγραπται γάρ· «Εἰσῆλθε κατὰ πρόσωπον τοῦ βασιλέως Ναθὰν ὁ προφήτης,
40καὶ προσεκύνησεν αὐτὸν ἐπὶ τὴν γῆν·» διὰ τί μὴ καὶ τῷ Πνεύματι προσκυνήσομεν πρὸ πάντων ἀνθρώπων; Καὶ αὐτὸς ἑαυτῷ πάλιν ἐπάγει· «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις·» μὴ καὶ τῷ Πνεύματι; Τὸ Πνεῦμα Κύριος οὐκ ἔστιν· ἀλλ’ οὔτε Θεός· πῶς
45οὖν ἔσται προσκυνητὸν, μὴ ὂν ἐν τῷ τῆς προσκυνή‐ σεως ὅρῳ; «Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν, εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.» Δεῖ γὰρ ἀληθῶς τὸν προσαγόμενον Θεῷ, δι’ ἑτέρου τῷ ἁγίῳ Πνεύματι προσάγεσθαι. Εἰ προσκυνήσω λοιπὸν τῷ ἁγίῳ Πνεύ‐

28

.

1293

(50)

ματι, διὰ τίνος ἢ ἐν τίνι προσκυνήσω προσαχθεὶς αὐτῷ; Τί οὖν ὑμεῖς πρὸς ταῦτα; Δικάσεταί σε ἐν ἡμέρᾳ κρίσεως Ναθὰν ὁ προφήτης, ὡς οὐ παρὰ τὸν νόμον πεποιηκὼς καὶ προσκυνήσας τῷ Δαβίδ. Προσ‐
ήγαγες γὰρ τὸ ῥητὸν, ὡς ὀφείλων καταδικάσαι αὐτὸν

28

.

1296

παρανομήσαντα. Εἰ γὰρ ἐκεῖνος τῷ Δαβὶδ προσεκύ‐ νησε (γέγραπται δέ· «Κυρίῳ τῷ Θεῷ σου προσκυ‐ νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις»), παρὰ τὸν νό‐ μον πεποίηκε κατὰ τὴν σὴν κατηγορίαν. Ἡμεῖς δὲ
5οὐ κατηγοροῦμεν τοῦ προφήτου· μὴ γένοιτο! ἀλλὰ διὰ τοῦτο μάλιστα λέγομεν προσκυνητὸν τὸ ἅγιον Πνεῦμα. Οὐκ ἂν γὰρ τῷ Δαβὶδ προσεκύνησεν ὁ προ‐ φήτης, εἰ ψιλὸν ἄνθρωπον ἐγίνωσκεν· ἀλλὰ Χριστὸν Κυρίου διδαχθεὶς αὐτὸν εἶναι, ἐν ἐλαίῳ ἁγίῳ χρι‐
10σθέντα, προσεκύνει αὐτὸν διὰ τὴν ἐν τῷ ἐλαίῳ τοῦ Πνεύματος ἐνέργειαν Πῶς δὲ, «ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾴδοντος,» τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις,» ἀκούσας,
15τοῦ ἑξῆς οὐκ ἐπήκουσας, τοῦ, «Καὶ αὐτῷ μόνῳ λα‐ τρεύσεις;» Τοῦτο δὲ ποιεῖς, ἵνα μὴ ἀκούσῃς τὸ, «Μόνῳ λατρεύσεις.» Τίνι; τῷ Πατρὶ, ἢ τῷ Υἱῷ; Καὶ πῶς μόνῳ ἐρεῖς; Ἐὰν ᾖς Χριστιανὸς, ὅτι διὰ τὸ ταυτὸν τῆς φύσεως. Ἐὰν δειχθῇ οὖν καὶ τὸ Πνεῦμα
20τῆς αὐτῆς φύσεως, τὸ, «Κυρίῳ τῷ Θεῷ σου προσ‐ κυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» Πατέρα καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα λέγει, διὰ τὸ ταυτὸν τῆς φύσεως. Εἰ δὲ μὴ, ἀναγκασθήσῃ ἐπὶ ἑνὸς προσώπου δεχόμενος, τῷ «Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις,
25καὶ αὐτῷ μόνῳ λατρεύσεις,» ἢ τὸν Υἱὸν παρακού‐ σασθαι, ἢ τὸν Πατέρα παραγράψασθαι. Ἐὰν οὖν δει‐ χθῇ τῆς αὐτῆς εἶναι φύσεως καὶ θεότητος τῷ Υἱῷ καὶ τῷ Πατρὶ, καὶ τὸ Πνεῦμα τὸ ἐξ αὐτοῦ τοῦ Πα‐ τρὸς διὰ τοῦ Υἱοῦ ἐκχυθὲν, καὶ προσκυνητὸν καὶ
30λατρευτὸν ἀποδειχθήσεται. Πειρασόμεθα δὲ σὺν εὐ‐ μενείᾳ αὐτοῦ τοῦ Πνεύματος δεῖξαι ταυτὴν τὴν φύσιν ἐκ τῶν θείων λογίων. Καὶ τὸ, «Οὐδεὶς γὰρ δύ‐ ναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ,» οὐ κατὰ τῆς τοῦ Πνεύματός ἐστι προσκυνήσεως. Ὡς
35γὰρ αὐτὸν τὸν Θεὸν Πατέρα ἐν Πνεύματι καὶ ἀλη‐ θείᾳ προσκυνοῦντες, οὐκ ἀποστεροῦμεν τῆς ἀλη‐ θείας τὴν προσκύνησιν, ἀλλ’ ἴσμεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς ἡ ἀλήθεια, καὶ ἐν Πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντες τὸν Θεὸν, προσκυνοῦμεν τὴν ἀλήθειαν·
40οὕτω δὴ καὶ τὸ Πνεῦμα προσκυνοῦμεν, ὡς τὴν ἀλή‐ θειαν. Εἰ δὲ, ἐπειδὴ ἐν Πνεύματι προσκυνοῦμεν, οὐ προσκυνεῖς τὸ Πνεῦμα, καὶ ἐπειδὴ ἐν ἀληθείᾳ προσ‐ κυνοῦμεν, οὐ προσκυνεῖς τὴν ἀλήθειαν, καὶ νομίζεις δὲ ἐλαττοῦσθαι τὴν τοῦ Πνεύματος ἀξίαν, ἐπειδὴ ἐν
45αὐτῷ τὸν Υἱὸν Κύριον ὁμολογοῦμεν· ἐλαττώσεις ἄρα καὶ τὴν τοῦ Πατρὸς ἀξίαν, ἐπειδὴ «οὐδεὶς ἔρχεται πρὸς τὸν Υἱὸν, ἐὰν μὴ ὁ Πατὴρ ὁ οὐράνιος ἑλκύσῃ αὐτὸν πρὸς αὐτόν.» Τοῦτο γὰρ ἐν τῷ Εὐαγγελίῳ γέ‐ γραπται· καὶ ὁ Ἀπόστολος βοᾷ· «Πιστὸς ὁ Θεὸς,

28

.

1296

(50)

δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Καὶ αὐτὸς ὁ Πατὴρ ἐν τοῖς προφήταις, πρὸς αὐτὸν τὸν Υἱὸν λέγει· «Ἰδοὺ προσήλυτοι διελεύσονταί σοι δι’ ἐμοῦ.» Εἰ δὲ καὶ διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν καλούμεθα, οὐκ ἐλαττοῦσθαι ἄρα τούτου ἕνεκεν
55τῆς ἀξίας τὸ Πνεῦμα. Προσαγόμεθα τῷ Πνεύματι. Ἀνά‐ γνωθι τὰς Γραφὰς καὶ μάθε, ὅτι, ὥσπερ διὰ τοῦ
Πατρὸς πρὸς τὸν Υἱὸν, καὶ διὰ τοῦ Υἱοῦ πρὸς τὸν

28

.

1297

Πατέρα. Ἀντιστρέφει γὰρ, καθὼς προαποδέδοται. Ὡς οὖν διὰ τοῦ Πατρὸς πρὸς τὸν Υἱὸν, οὕτως διὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ πρὸς τὸ Πνεῦμα. Οὐ γὰρ πρότερον ἐνοικήσαντος τοῖς ἀποστόλοις τοῦ
5Πατρὸς, ἐγνώσθη ὁ Υἱός· ἀλλὰ πρότερον αὐτῶν γνόν‐ των τὸν Υἱὸν, καὶ μαθητευθέντων, καὶ ἀποσταλέν‐ των δύο δύο, ὡς γέγραπται, καὶ γραφέντων αὐτῶν τῶν ὀνομάτων ἐν τοῖς οὐρανοῖς, καὶ καταξιωθέντων τῆς θείας θεοπτείας ἐν τῇ ὀπτασίᾳ τῆς ἀναστά‐
10σεως, τότε δέδοται αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ Θεοῦ, ὁδηγοῦντος αὐτοὺς πρὸς τὴν τοῦ Πνεύμα‐ τος χάριν. Καὶ ὥσπερ λέγοντες Κύριον Ἰησοῦν, ἐκ τῆς ὁδηγίας αὐτοῦ τοῦ Πνεύματος τοῦτο γνόντες εἰρήκαμεν· οὕτως ὁδηγούμενοι παρὰ τοῦ Υἱοῦ εἰς τὴν τοῦ Πνεύματος γνῶσιν, ἐβαπτίσθημεν εἰς Πατέρα,
15καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· δηλονότι ἀποκαλύψαντος τοῦ Υἱοῦ τὴν εἰς τὸ Πνεῦμα μυσταγωγίαν. Πῶς δὲ οὐ θέλεις προσκυνεῖσθαι τὸ Πνεῦμα τὸ ἅγιον, εἰς ὃ ἐβαπτίσθης; Τί γὰρ ἄρα μεῖζόν ἐστι, προσκύνησις ἢ βάπτισμα; Πῶς δὲ οὐχ ὁμολογούμε‐ νόν ἐστιν, ὅτι τῆς προσκυνήσεως τὸ βάπτισμα μεῖ‐
20ζον, ὅπου γε καὶ κατηχούμενοι προσκυνοῦσι Πατέρα καὶ Υἱὸν, οὐκ ἔχουσι δὲ τελειότητα, ἐὰν μὴ βαπτι‐ σθῶσιν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος; Εἰ δὲ μή εἰσι τέλειοι Χριστια‐ νοὶ οἱ κατηχούμενοι πρὶν ἢ βαπτισθῶσι, βαπτισθέν‐
25τες δὲ τελειοῦνται· τὸ βάπτισμα ἄρα μεῖζόν ἐστι τῆς προσκυνήσεως, ὃ τὴν τελειότητα παρέχει. Καὶ τοῦτό ἐστιν «ἡ λογικὴ καὶ ζῶσα λατρεία ἡμῶν,» ἣν ὁ Ἀπόστολος λέγει· «Παραστήσατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογι‐
30κὴν λατρείαν ὑμῶν.» Παρεστήσαμεν δὲ τὰ αὐτὰ λογικὴν λατρείαν, συνταφέντες τῷ Χριστῷ ἐν τῷ βαπτίσματι. Τὸ ἄρα, «Κυρίῳ τῷ Θεῷ σου προσκυ‐ νήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις,» τὴν τοῦ βαπτί‐ σματος εἰσάγει διδασκαλίαν. Πρὸς τούτοις ἑαυτῷ
35ἐπήγαγεν, ὡς ἡμῶν εἰρηκότων· Εἰ μήτε Κύριός ἐστι, μήτε Θεὸς, μήτε προσκυνητὸς, πῶς συναρι‐ θμεῖται τῇ Τριάδι, Καὶ τότε τὸ ἑαυτοῦ τίθησι· Τῷ ὀνόματι συναριθμεῖται, φησὶ, τῷ τοῦ Πνεύματος, μὴ τῷ τοῦ Πατρὸς, ἢ Θεοῦ, ἢ Υἱοῦ συναριθμεῖται
40ὀνόματι. Οὕτως κάλει, μήτε πλεῖον οὗ ἔχει· ἀρκεῖ‐ ται γὰρ τῷ οἰκείῳ ἀξιώματι. Κἄν τε γὰρ θέλῃς πλεῖον οὗ ἔχει προσθεῖναι, οὐκ ἐφίεται· οὐ γὰρ ἐξ ὧν σὺ δοξάζεις προσλαμβάνεται τῷ ὅρῳ τοῦ πρὸ πάσης κτίσεως τιμήσαντος. Ἡμεῖς δὲ πρὸς αὐτόν·
45Συναρίθμησον καὶ πάντας ἀγγέλους τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἀκούσας παρ’ αὐτοῦ τοῦ Θεοῦ· «Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἀγαθὸν οὐ καταξιοῖς τῆς τοῦ ὀνόματος συναριθμήσεως· τοὺς δὲ ἀνθρώπους ἀναγ‐

28

.

1297

(50)

κασθήσῃ, ἐξ ὧν δέδωκας, συναριθμῆσαι τῷ Θεῷ; Ἡμεῖς δὲ οὐ τῷ ὀνόματι συναριθμοῦμεν (οὐδὲν γὰρ τοῦτο μέγα), ἀλλ’ αὐτῇ τῇ φύσει, ὡς ὕστερον ἀποδεί‐ ξομεν, πρότερον ἐλέγξαντες τὴν ἐν τῷ σχεδαρίῳ σου ματαίαν ἀδολεσχίαν. Ἀληθῶς δὲ, καθὼς καὶ ἄκων
55ὡμολόγησας, κἂν θέλῃς αὐτῷ τι προσθεῖναι, λέγω δὴ τῷ ἁγίῳ Πνεύματι, οὐκ ἐφίεται· κἂν θελήσῃς ὑφ‐
ελεῖν, σεαυτὸν ἀδικεῖς· ἀρκεῖται γὰρ τῷ οἰκείῳ

28

.

1300

ἀξιώματι, εἴπερ ἔστιν ἐπὶ Πνεύματος ἀξίωμα λέγειν. Τοῦτο δὲ καὶ ἐπὶ τοῦ Πατρὸς καὶ ἐπὶ τοῦ Υἱοῦ. Οὔτε γὰρ προσθεῖναί τι δύνῃ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, οὔτε ὑφελεῖν τι, κἂν θέλῃς ὑφελεῖν· σεαυτὸν γὰρ ἀδικεῖς·
5ἐπεὶ πάντα τέλεια ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ οὐδὲν ἀτελὲς, ἵνα καὶ προσλάβηται ἔξωθεν. Ὅρῳ γὰρ τοῦ πρὸ πάσης κτίσεως τετίμηται, ὡς αὐτὸς γέγραφας, διὰ τούτου παραστῆσαι θέλων μὴ εἶναι αὐτὸ αὐτοῦ Πνεῦμα τῇ ἀληθείᾳ, ἀλλὰ τῇ
10χάριτι, καθάπερ καὶ τὰ ἄλλα πάντα λειτουργικὰ, καὶ οὐ φύσει εἰσὶν αὐτοῦ πνεύματα. Πρὸς τούτοις πάλιν ἑαυτῷ ἐπήγαγεν, ὡς παρ’ ἡμῶν αὐτῷ εἰρημένον· Οὐκ ἔστιν οὖν ὁμότιμον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ πάλιν
15ἑαυτῷ ἀποφαίνεται· Οὐκ ἔστιν· ἐπειδὴ οὐδὲ γέγρα‐ πται. Περὶ μὲν γὰρ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γέγρα‐ πται· «Ἵνα τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Μὴ εἶπε, καὶ τὸ Πνεῦμα. Πρὸς ταῦτα ἡμεῖς πρὸς αὐτόν· Μακάρια τὰ ὦτα τὰ μὴ ἀκούσαντα ὑμῶν,
20καὶ ψυχαὶ αἱ φυλαχθεῖσαι ἄτρωτοι ἀπὸ τῶν ὑμετέρων λόγων. Καὶ πῶς, οὐ λογιζόμενος ὁμότιμον εἶναι τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁμοτίμως εἰς αὐτὸ βαπτίζῃ; Ἢ οὐ δοκεῖ σοι τιμᾶσθαι τὸν Πατέρα καὶ τὸν Υἱὸν τῇ τοῦ βαπτίσματος ὁμολογίᾳ; Καὶ εἰ μὴ
25τοῦτό ἐστιν ἡ τιμὴ, τί καὶ βαπτιζόμεθα; Τί καὶ κινδυνεύομεν πᾶσαν ὥραν ἐπὶ τῷ φυλάξαι τὸ βάπτι‐ σμα ἄσπιλον, ἀγωνιζόμενοι πρὸς τὰς μεθόδους τοῦ διαβόλου; Πῶς δὲ οὐ δοκεῖ σοι πάσης θυσίας ἀνωτέρα εἶναι ἡ τῶν σωμάτων ἡμῶν παράστασις, τοῦ Ἀπο‐
30στόλου λέγοντος· «Ὅπως παραστήσητε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ·» Πᾶσα δὲ θυσία εἰς τιμὴν Θεοῦ γίνεται. Ταύτην δὲ Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι προσηγάγομεν κἀν τῷ βαπτίσματι, οὐκ ἐν διαφόρῳ τόπῳ, οὐδὲ ἐν
35ἄλλῳ τρόπῳ τιμήσαντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Καὶ ἔτι ἑαυτὸν ἐρωτᾷ, ὡς παρ’ ἡμῶν ἐπερωτώ‐ μενος· Τί οὖν; λέγεις τὸ Πνεῦμα κτίσμα; Οὐκοῦν ἔσται τῶν κτισμάτων ἕν. Εἶτα αὐτὸς ἑαυτῷ· Εἰ γέ‐
40γραπται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐ λέγω. Καὶ πάλιν ἑαυτῷ ἀνθυποφέρει, ὡς παρ’ ἡμῶν ἐπενεχθὲν αὐτῷ, καί φησι· Γέγραπται, ὅτι «Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.» Καὶ αὐτὸς ἑαυτῷ· Ἀλλ’ οὐ κοινοποιεῖται τοῖς, πᾶσι μοναδικὸν ὂν τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ
45κοινότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις· ἐπεὶ ἄρα ὁμοτιμία ἐν τοῖς κτίσμασιν. Ἡμεῖς δὲ πάλιν πρὸς ταῦτα· Εἰ φόβον Θεοῦ εἶχεν ἡ καρδία σου, οὐ γέγραφε πονηρίαν, ἀλλ’ ἐξ εὐθείας ἔλεγες, ὃ ἐφρόνεις. Φοβῇ δὲ εἰπεῖν, οὐ τὸν Θεὸν φοβούμενος, ἀλλὰ τὸν

28

.

1300

(50)

ὄχλον, ὡς οἱ Φαρισαῖοι τὸ βάπτισμα Ἰωάννου φοβη‐ θέντες εἰπεῖν, πόθεν ἦν. Καὶ φοβούμενος οὐ σιωπᾷς, ἀλλὰ βοᾷς· βοᾷς δὲ τοῖς εἰδόσι, τί ἐστιν, «ἰὸς ἀσπί‐ δων ὑπὸ τὰ χείλη αὐτῶν.» Καὶ γὰρ διελογίσαντο οἱ Φαρισαῖοι· «Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί
55οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; καὶ ἐὰν εἴπωμεν, Ἐξ ἀν‐ θρώπων, φοβούμεθα τὸν ὄχλον.» Τοῦτο καὶ αὐτὸς δια‐
λογίζῃ· Ἐὰν εἴπωμεν, Οὐκ ἔστι κτίσμα, ἐροῦσι·

28

.

1301

Διὰ τί οὖν οὐ προσκυνεῖς αὐτῷ; Ἐὰν εἴπω, Κτίσμα, φοβοῦμαι καὶ τὸν ὄχλον. Ὁ γὰρ λαὸς ἅπας λιθοβο‐ λήσει ἡμᾶς, ἀποταξάμενος τῇ κτίσει, καὶ συνταξάμε‐ νος Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι. Τί οὖν
5ποιεῖς; Κτίσμα λέγων κρύπτεις τὸν δόλον, καὶ αὐτὸ κατασκευάζεις εἰρηκώς· Ἀλλ’ οὐ κοινοποιεῖται τοῖς πᾶσι, μοναδικὸν ὃν, τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ ἡ κοι‐ νότης τῶν λέξεων κοινοποιεῖται τὰς φύσεις. Ἐπεὶ ἄρα ἔσται ὁμοτιμία ἐν τοῖς κτίσμασιν· ὅ ἐστι· Κτίσμα
10μέν ἐστιν, οὐκ ἔστι δὲ ὁμότιμον τοῖς κτίσμασιν. Ὡς εἰ ἔλεγέ τις· Ὁ ἥλιος μοναδικόν ἐστιν ἄστρον, καὶ οὐκ ἔστιν ὁμότιμον τοῖς ἀστράσι. Πᾶν ἄστρον ἐστὶν ἡμεροφανὲς, κἂν μὴ κοινοποιῆται τοῖς ἄλλοις ἄστροις. Καὶ τί ἐστιν ἀσεβέστερον τοῦ εἰπεῖν κτίσμα τὸ Πνεῦ‐
15μα τὸ ἅγιον, λέγοντος τοῦ Υἱοῦ, ὅτι «Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Αὐτοῦ λέγοντος τὸ Πνεῦμα τοῦ Πατρὸς εἶναι, σὺ πῶς κτίσμα αὐτὸ λέγεις; Πῶς δὲ οὐκ ἀκούεις τοῦ Πατρὸς λέγοντος· «Ἐν ταῖς ἐσχά‐
20ταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶ‐ σαν σάρκα·» καὶ ἔτι· «Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν;» Καὶ πρὸς τούτοις ὁ Πέτρος λέγει· «Ὑμεῖς ἐπίστασθε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς
25Ἰουδαίας· ἀρξάμενον γὰρ ἀπὸ Γαλιλαίας μετὰ τὸ βάπτισμα, ὃ ἐκήρυξεν Ἰωάννης, Ἰησοῦν τὸν ἀπὸ Να‐ ζαρὲτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Ἆρα τῷ ἑαυτοῦ κτίσματι χρίεται ὁ Υἱός; Καὶ πῶς οὐκ ἀνόητον εἰπεῖν τοῦτο; Καὶ αὐτὸς δὲ ὁ
30Υἱὸς λέγει· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρι‐ σέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Καὶ ὁ Πέτρος δὲ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων λέγει οὕτως· «Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς, τὴν δὲ ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ
35Πατρὸς, ἐξέχεε τοῦτο, ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.» Ἆρα ὃ αὐτὸς ἔκτισε, λαμβάνει παρὰ τοῦ Πατρός; καὶ οὐκ ἔσχεν ἐξουσίαν τοῦ ἑαυτοῦ κτίσματος; Ἀλλ’ ἐρεῖς· Μεῖζον οὖν ἐστι τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Υἱοῦ; Ἀποκρινόμεθά σοι τοίνυν· Μὴ γένοιτο! Οὐδεὶς ἡμῶν
40τοῦτο λέγει. Ἀλλ’ ἔδει αὐτὸν, δούλου μορφὴν λαβόντα, χρίεσθαι, οὐκ ἔτι ἐλαίῳ τῷ κατὰ τὸ παλαιὸν κατα‐ σκευαζομένῳ προστάγματι Θεοῦ, ἀλλ’ ἐλαίῳ ἀγαλ‐ λιάσεως παρὰ τοὺς μετόχους. «Διὰ, γὰρ, τοῦτο, φησὶν ὁ Δαβὶδ, ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον
45ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»—«Διὰ τοῦτο,» ποῖον; ὅτι, Θεὸς ὢν καὶ Υἱὸς, μορφὴν δούλου ἔλαβεν.
49Ἐπειδὴ δὲ προεπηγγειλάμεθα δεικνύναι τὸ Πνεῦ‐

28

.

1301

(50)

μα τὸ ἅγιον τῆς αὐτῆς φύσεως ὂν Πατρὶ καὶ Υἱῷ, ἀκολούθως διάλογον ἐκ δύο προσώπων ἐνστησάμενοι, τοῦτο δεῖξαι σπουδάσωμεν, σὺν εὐμενείᾳ αὐτοῦ τοῦ Πνεύματος. Συντυχόντες τινὶ τῶν τὰ αὐτὰ τῷ γράψαντι τὸ σχεδάριον φρονούντων, ἔφημεν οὕτως· Μόνος
55ἔχειν τὴν ἀθανασίαν εἴρηται ὁ Θεὸς παρὰ τῷ Ἀπο‐
στόλῳ· «Ὁ μόνος γὰρ, φησὶν, ἔχει ἀθανασίαν, φῶς

28

.

1304

οἰκῶν ἀπρόσιτον.» Μακεδ. Ναί. Ὀρθ. Ἔχουσι δὲ καὶ οἱ ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, θρόνοι καὶ κυριότητες; Μακεδ. Ναί. Ὀρθ. Πῶς οὖν μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ὁ Θεὸς αὐτός ἐστιν
5ἡ ἀθανασία· οἱ δὲ ἄγγελοι μετοχῇ εἰσιν ἀθανασίας ἀθάνατοι, καὶ οἱ ἀρχάγγελοι, καὶ πάντα τὰ ἐπουρά‐ νια. Ὀρθ. Καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἔχει ἀθανασίαν, ἢ οὔ; Μακεδ. Καὶ πάνυ. Ὀρθ. Οὕτως ὡς ὁ Πατὴρ, ἢ ὡς τὰ ἐπουράνια; Μακεδ. Ὡς ὁ Πατήρ. Ὀρθ. Πῶς οὖν
10μόνος ὁ Πατὴρ ἔχει τὴν ἀθανασίαν; Μακεδ. Ὅτι ἀ‐ παράλλακτός ἐστι κατ’ οὐσίαν ὁ Υἱὸς τῷ Πατρί. Ὀρθ. Μόνος οὖν Θεὸς ὁ Υἱὸς, ὡς καὶ ὁ Πατὴρ, λέγεται διὰ τὸ ἀπαράλλακτον τῆς οὐσίας; Μακεδ. Οὕτως ἔχειν τὴν ἀθανασίαν τὸν Υἱὸν ὁμοίως τῷ Πατρὶ λέγω. Ὀρθ.
15Ἔχει τε καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὴν ἀθανασίαν; Μακεδ. Ἔχει. Ὀρθ. Οὕτως ἔχει ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἢ ὡς ἄγγελοι, καὶ ἀρχαὶ, καὶ ἐξουσίαι, μετοχῇ καὶ χάριτι; Μακεδ. Ὡς ὁ Πατὴρ, καὶ ὁ Υἱός. Ὀρθ. Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον
20Πνεῦμα; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἔτι οὖν μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Εὑρέθη γὰρ καὶ ἄλλη φύσις οὕτως αὐτὴν ἔχουσα, ὡς αὐτὸς ὁ Θεός.
25 Μακεδ. Πάλιν οὖν τὰ τρία ἓν λέγω. Ὀρθ. Ταῖς ὑποστάσεσιν οὐχ ἓν, ἀλλὰ τρία. Μακεδ. Πῶς οὖν λέγω μίαν φύσιν; Ὀρθ. Ὅτι ὁμοίως ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, τὴν τοῦ Πατρὸς ἀθανασίαν ἔχει. Καὶ ὥσπερ Παῦλος, καὶ Πέτρος, καὶ Τιμόθεος, φύσεως
30μιᾶς εἰσι, καὶ τρεῖς ὑποστάσεις· οὕτως Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τρεῖς ὑποστάσεις λέγω, καὶ μίαν φύσιν. Μακεδ. Ἀλλὰ τῶν ἀνθρώπων προϋπάρχου‐ σιν ἄλλοι ἄνθρωποι· ἄρα καὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος προϋπάρχει ἄλλη φύσις. Ὀρθ. Μὴ γένοιτο!
35Μακεδ. Πῶς οὖν λέγεις· Οὕτως, ὡς ἐπὶ ἀνθρώπων; Ὀρθ. Τῶν μὲν ἀνθρώπων, Παύλου, καὶ Πέτρου, καὶ Τιμοθέου, προϋπάρχουσιν ἄνθρωποι, καὶ τῶν πρὸ αὐτῶν ἄλλοι· τοῦ δὲ Ἀδὰμ οὐ προϋπάρχει ἄλλος, ἀλλ’ αὐτὸς ὁ Θεός. Πατρὸς δὲ καὶ Υἱοῦ, καὶ ἁγίου
40Πνεύματος οὐδὲν προϋπάρχει· ἀλλ’ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται. Μακεδ. Οὐκ ἔστιν οὖν τοῦ Υἱοῦ τὸ Πνεῦμα; Ὀρθ. Πάντα μὲν τὰ τοῦ Πατρὸς, εἰσὶ καὶ τοῦ Υἱοῦ. Καὶ γὰρ ὁ Ἀπόστολος λέγει καὶ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ
45εἶναι τὸ Πνεῦμα, οὕτως λέγων· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο‐

28

.

1304

(50)

σύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείροντος Χριστὸν Ἰησοῦν ἐκ τῶν νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Υἱὸς εἶπε, τοῦ Πατρὸς αὐτοῦ εἶναι τὸ Πνεῦμα. Μακεδ. Πῶς; Ὀρθ.
55«Οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς τὸ λαλοῦν ἐν ὑμῖν.» Καὶ αὐτὸς δὲ ὁ Πατὴρ
ἑαυτοῦ λέγει τὸ Πνεῦμα διὰ τοῦ προφήτου λέγοντος·

28

.

1305

«Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύμα‐ τός μου ἐπὶ πᾶσαν σάρκα.» Μακεδ. Ὁ Υἱός ἐστιν ὁ λέγων.
5 Ὀρθ. Ἀνάγνωθι τὸν Ἀπόστολον, ἵνα ἀκούσῃς αὐτοῦ. Λέγει γὰρ οὕτως, γράφων τῷ ἑαυτοῦ μαθητῇ· «Ὅτε δὲ ἐπεφάνη ἡ χάρις τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς, διὰ
10λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως, διὰ Ἰησοῦ Χρι‐ στοῦ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν.» Μακεδ. Ἡμεῖς οὐ δυνάμεθα εἰπεῖν μίαν φύσιν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ὀρθ. Ὁμολογεῖς καὶ
15αὐτὸς τὸν Πατέρα εἶναι ἅγιον, περὶ οὗ εἴρηται· «Ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος.» Μακεδ. Ναί. Ὀρθ. Οὕτως λέγεις ἁγίους τοὺς ἀγγέλους, ὡς τὸν Πατέρα; Μακεδ. Οἱ ἄγγελοι μετοχῇ ἁγιασμοῦ εἰσιν ἅγιοι· ὁ δὲ Πατὴρ φύσει ἐστὶν ἅγιος. Ὀρθ. Οὕτως,
20ὡς οἱ ἄγγελοι μετοχῇ εἰσιν ἅγιοι, ἅγιος ὁ Υἱὸς, ἢ ὡς ὁ Πατήρ; Μακεδ. Ὡς ὁ Πατήρ· κατὰ πάντα γὰρ αὐτὸν ὅμοιον λέγω. Ὀρθ. Τὸ Πνεῦμα τὸ ἅγιον οὕτως λέγεις ἅγιον, ὡς τοὺς ἀγγέλους, ἢ ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν; Μακεδ. Ὡς τὸν Πατέρα καὶ τὸν Υἱόν. Ὀρθ.
25Τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ; Μακεδ. Καὶ εἰ ἀληθῶς, ὡς λέγετε, μία φύσις ἐστί· καθέζε‐ ται δὲ ὁ Υἱὸς ἐκ δεξιῶν τοῦ Πατρός· ποῦ καθέζεται τὸ Πνεῦμα; Ὀρθ. Σὺν αὐτῷ τῷ Χριστῷ. Εἰ γὰρ ἡμεῖς, ὡς λέγει Παῦλος, συγκαθεζόμεθα, δῆλον ὅτι καὶ
30τὸ Πνεῦμα· διὰ γὰρ αὐτὸ καὶ ἡμεῖς. Μακεδ. Ποῦ γέ‐ γραπται, ὅτι καὶ ἡμεῖς συγκαθεζόμεθα; Ὀρθ. Ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ γέγραπται· «Καὶ ὄν‐ τας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησε τῷ Χριστῷ, καὶ συνήγειρε, καὶ συνεκάθισεν ἐν τοῖς
35οὐρανοῖς.» Ἀδύνατον δὲ συγκαθίσαι τινὰ τῷ Χριστῷ μὴ γενόμενον ναὸν τοῦ Πνεύματος. Εἰ δὲ ὁ ναὸς συγκαθέ‐ ζεται, τί ἂν εἴποις περὶ τοῦ ἐνοικοῦντος Πνεύματος; Μακεδ. Ἀποστολικὸν τὸ Πνεῦμά ἐστιν· ἀποστέλλεται γάρ. Ὀρθ. Ὁ γὰρ Υἱὸς οὐκ ἀποστέλλεται; Μακεδ.
40Ναί. Ὀρθ. Μὴ ἀπὸ τόπου εἰς τόπον ἀπεστάλη; Μακεδ. Οὔ· πανταχοῦ γὰρ λέγω εἶναι τὸν Υἱὸν καὶ τὸν Πα‐ τέρα. Ὀρθ. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐ πανταχοῦ λέ‐ γεις; Μακεδ. Ναί. Ὀρθ. Εἰ πανταχοῦ ἐστιν ὁ Πα‐ τὴρ, καὶ πανταχοῦ ἐστιν ὁ Υἱὸς, καὶ πανταχοῦ τὸ
45Πνεῦμα· τῆς αὐτῆς φύσεώς ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ τὸ Πνεῦμα. Μακεδ. Ἐπειδὴ καὶ ὁ διάβολος παν‐ ταχοῦ ἐστι, τῆς αὐτῆς φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ; Ὀρθ. Οὐκ ἔστι πανταχοῦ ὁ διάβολος· οὔτε γὰρ ἐν τῷ οὐρανῷ ἐστιν, οὔτε ἐν πάσῃ τῇ γῇ· ἀλλ’ ὥσπερ

28

.

1305

(50)

τις τύραννος ἐν τόπῳ τινὶ ὢν, διὰ τῶν προσταγμάτων ἑαυτοῦ ἀποστέλλων ὑπηκόους, πανταχοῦ κρατεῖν λέ‐ γεται, ἔνθα εἰσὶν αἱ ὑπηρετούμεναι αὐτῷ δυνάμεις· καὶ τῇ μὲν ὑποστάσει ἐν ἑνὶ τόπῳ ἐστί· τῇ δὲ ἐνερ‐ γείᾳ τοῦ θελήματος πανταχοῦ ὅπου δ’ ἂν κρατῇ, εἶναι
55λέγεται· οὕτως καὶ ὁ διάβολος τῇ μὲν ὑποστάσει περι‐

28

.

1308

έρχεται ἀπὸ τόπου εἰς τόπον, τῇ δὲ ἐνεργείᾳ τοῦ θελήματος πανταχοῦ γῆς, ἐνεργουμένου τοῦ θελήμα‐ τος αὐτοῦ ἐν «τοῖς υἱοῖς τῆς ἀπειθείας, διὰ τῶν ἀρ‐ χῶν καὶ τῶν ἐξουσιῶν, καὶ τῶν κοσμοκρατόρων τοῦ
5σκότους.» Πατὴρ δὲ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐσίᾳ, καὶ δυνάμει, καὶ δόξῃ πανταχοῦ, καὶ ἐν πᾶσι, καὶ διὰ πάντων εἰσίν. Εἰ δὲ τοῦτο, μία ἄρα οὐσία Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ. Πατὴρ μὲν καὶ Υἱὸς οὐσίᾳ καὶ βουλῇ καὶ δυνάμει καὶ
10δόξῃ πανταχοῦ καὶ ἐν πᾶσι· τὸ δὲ Πνεῦμα ἐκεῖ ἐστιν, ἔνθα ἀποστέλλεται. Ὀρθ. Ὅτε οὖν κατῆλθεν ἐν τῷ ὑπερῴῳ ἔνθα ἦσαν οἱ μαθηταὶ, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Μακεδ. Ὁ γὰρ Γαβριὴλ, ὅτε ἀπεστάλη πρὸς τὴν Μαρίαν,
15οὐκ ἦν καὶ ἐν τῷ οὐρανῷ; Ὀρθ. Οὐσίᾳ, οὔ· διανοίᾳ, ναί. Μακεδ. Οὕτω λέγω καὶ τὸ Πνεῦμα. Ὀρθ. Καὶ πῶς ἀκούεις τοῦ λέγοντος, ὅτι «Πνεῦμα Κυρίου πε‐ πλήρωκε τὴν οἰκουμένην· καὶ τὸ συνέχον πάντα γνῶ‐ σιν ἔχει φωνῆς;» Τί δέ ἐστι τὸ τὴν τοῦ Θεοῦ γνῶσιν
20ἔχον, ἀλλ’ ἢ τὸ Πνεῦμα, περὶ οὗ εἴρηται· «Πνεῦμα γνώσεως καὶ εὐσεβείας;» Μακεδ. Ἁγιαστικόν ἐστι τὸ Πνεῦμα. Ὀρθ. Ὁ γὰρ Πατὴρ οὐχ ἁγιάζει; Ἢ οὐ γέγραπται ἐν τοῖς Εὐαγγελίοις· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου;» Καὶ διὰ τοῦ προφήτου
25λέγει· «Ἐγὼ Κύριος ἁγιάζων αὐτούς.» Μακεδ· Ναὶ, ἁγιάζει καὶ ὁ Πατὴρ καὶ ὁ Υἱός. Ὀρθ. Εἰ ἁγιά‐ ζει ὁ Πατὴρ καὶ ἁγιάζει καὶ ὁ Υἱὸς, καὶ ἁγιάζει καὶ τὸ Πνεῦμα· τῆς αὐτῆς ἄρα φύσεώς ἐστι Πατρὶ καὶ Υἱῷ· ὧν γὰρ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις.
32 Μακεδ. Ἡμεῖς ὁδηγητικὸν λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ δὲ ὁδηγῶν πρὸς ἄλλον ὁδηγεῖ. Ὀρθ. Οὐχ ὁδηγεῖ οὖν ὁ Θεός; Μακεδ. Ποῦ γέγραπται; Ὀρθ.
35Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ τίς ἐστι; Μακεδ. Ὁ Θεός. Ὀρθ. Ἄκουε οὖν τοῦ Δαβὶδ λέγοντος· «Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες· ὁ ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι.» Ἀκούεις, ὅτι καὶ ποιμαίνει καὶ ὁδηγεῖ
40ὁ Θεός; Μακεδ. Ναὶ, ποιμαίνει καὶ ὁδηγεῖ ὁ Θεός· ἀλλὰ πρὸς ἑαυτὸν ὁδηγεῖ. Τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυ‐ τὸν, ἀλλὰ πρὸς πᾶσαν τὴν ἀλήθειαν ὁδηγεῖ. Ὀρθ. Ὁ γὰρ Θεὸς οὐ πρὸς πᾶσαν ἀλήθειαν ὁδηγεῖ; Μακεδ. Ἀλλ’ αὐτός ἐστιν ἀληθῶς ἡ πᾶσα ἀλήθεια. Ὀρθ. Τὴν
45αὐτὴν ἄρα ὁδηγεῖ ὁδηγίαν, ἣν ὁδηγεῖ τὸ Πνεῦμα. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, καὶ ἡ αὐτὴ φύσις. Οὐδὲ γὰρ δύνῃ εἰπεῖν, ὅτι τὸ μὲν Πνεῦμα ἄλλως ὁδηγεῖ, ὁ δὲ Θεὸς πρὸς πᾶσαν τὴν ἀλήθειαν· τοῦ Κυρίου Ἰησοῦ εἰρηκότος, ὅτι αὐτὸ τὸ Πνεῦμα ὁδηγεῖ ἡμᾶς πρὸς

28

.

1308

(50)

πᾶσαν τὴν ἀλήθειαν. Μακεδ. Ἀλλ’ εἶπον, ὅτι ὁ Θεός ἐστιν ἡ πᾶσα ἀλήθεια, καὶ αὐτὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τὸ δὲ Πνεῦμα οὐ πρὸς ἑαυτὸ, ἀλλὰ πρὸς πᾶσαν ἀλή‐ θειαν, ὅ ἐστι πρὸς τὸν Θεόν. Ὀρθ. Καὶ εἰ ὁ Θεὸς πρὸς ἑαυτὸν ὁδηγεῖ, τίς ἡ χρεία τῆς τοῦ Πνεύματος
55ὁδηγίας; Μακεδ. Πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε
ὁ Θεός. Ὀρθ. Εἰ ὁ ὁδηγῶν πρὸς ἄλλον τινὰ ὁδηγεῖ,

28

.

1309

ὁδηγεῖ δὲ τὸ Πνεῦμα πρὸς τὸν Θεόν· καὶ ὁ Θεὸς, ὁδη‐ γῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ. Μακεδ. Εἶπον, ὅτι πρὸς ἑαυτόν. Ὀρθ. Οὐκ ἄρα ὁ ὁδηγῶν, πρὸς ἄλλον τινὰ ὁδηγεῖ, ἀλλὰ πρὸς ἑαυτόν. Εἰ δὲ τοῦτο, καὶ τὸ
5Πνεῦμα ὁδηγοῦν, καὶ πρὸς ἑαυτὸ ὁδηγεῖ, καὶ πρὸς τὸν Πατέρα, καὶ πρὸς τὸν Υἱόν. Ἡ γὰρ πᾶσα ἀλήθεια, πρὸς ἣν ὁδηγούμεθα, ἡ εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστιν ὁδηγία· κἂν ὁδηγῇ ὁ Πατὴρ, πρὸς ἑαυτὸν ὁδηγεῖ· κἂν ὁδηγῇ τὸ Πνεῦμα, πρὸς
10ἑαυτὸ ὁδηγεῖ. Μακεδ. Ἀλλ’ εἶπον, ὅτι πρῶτον ὁδηγεῖ τὸ Πνεῦμα, καὶ τότε ὁ Θεός. Ὀρθ. Ἀλλ’ εἰ τὴν αὐ‐ τὴν ὁδηγίαν ὁδηγεῖ τῷ Θεῷ τὸ Πνεῦμα τὸ ἅγιον, ὧν ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Ἀλλὰ τοῦτο ζητεῖται, εἰ πρῶτον τὸ Πνεῦμα ὁδηγεῖ, καὶ τότε ὁ
15Θεός. Ὀρθ. Εἶπον, ὅτι οὐδὲν ποιεῖ, κἂν πρῶτον τὸ Πνεῦμα ποιῇ, κἂν πρῶτον ὁ Θεὸς, ὅπερ οὐκ ἔστι κοινόν· μᾶλλον γὰρ εὑρεθήσεται ἐν τοῖς πλείοσιν ὁ Θεὸς πρῶτος ὁδηγῶν τοῦ Πνεύματος κατὰ τὸν σὸν λόγον. Ἡμεῖς γὰρ λέγομεν τὴν αὐτὴν καὶ κατὰ ταυ‐
20τὸν εἶναι ὁδηγίαν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ‐ ματος. Ἐπεὶ δὲ σὺ μερίζεις τὸν καιρὸν καὶ τὴν ὁδηγίαν, εἰπὲ παρὰ τίνος ὡδηγήθη πρώτου Ἀδὰμ, μένων ἐν τῷ παραδείσῳ πρὸ τῆς παραβάσεως ἐργά‐ ζεσθαι αὐτὸν καὶ φυλάττειν· παρὰ τοῦ Πατρὸς, ἢ
25παρὰ τοῦ Υἱοῦ, ἢ παρὰ τοῦ ἁγίου Πνεύματος; Μακεδ. Παρὰ τοῦ Πνεύματος. Ὀρθ. Καίτοιγε εἴρηται· «Καὶ ἔθετο αὐτὸν ὁ Θεὸς ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν.» Οὐκοῦν καὶ ἄκων ὁμολογεῖς Θεὸν εἶναι τὸ Πνεῦμα· ἐπειδὴ αὐτὸ πρῶτον ὁδηγεῖν λέγεις. Μακεδ.
30Ὁ Θεὸς ἐν τῷ Πνεύματι ὁδηγεῖ. Ὀρθ. Καὶ πῶς γέ‐ γραπται· «Ὁ ὁδηγήσας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωσέως καὶ ἐν βραχίονι Ἀαρών;» Μὴ ἡ χεὶρ Μωσέως τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι; Μακεδ. Εἰ μία φύσις ἐστὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος,
35δύναται καὶ γεννῆσαι καὶ κτίσαι τὸ Πνεῦμα. Ὀρθ. Μίαν λέγεις φύσιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύμα‐ τος εἶναι, ἢ οὐδὲ τοῦτο λέγεις; Μακεδ. Μίαν οὐ λέγω· ὁμοίαν δὲ λέγω. Ὀρθ. Ὁμοίαν λέγεις, ὡς χρυσοῦ καὶ χαλκοῦ; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἀλλ’ ὡς τί;
40Μακεδ. Ὡς χρυσοῦ καὶ χρυσοῦ. Ὀρθ. Τοῦτο οὖν ἐστι μία φύσις. Ὅλως δὲ οὕτως ὅμοιον λέγεις τὸν Υἱὸν τῷ Πατρὶ, ὡς χρυσὸν χρυσῷ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν οὖν θελήσῃ ὁ Υἱὸς, τῆς αὐτῆς ὢν φύσεως τῷ Πατρὶ, δύναται γεννῆσαι Υἱόν; Μακεδ. Ναὶ, δύναται· ἀλλ’
45ἵνα μὴ θεογονίαν διδαχθῶμεν, τοῦτο οὐ ποιεῖ. Ὀρθ. Οὐδὲν ἄρα κωλύει τῆς αὐτῆς εἶναι φύσεως τὸ Πνεῦμα τὸ ἅγιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, καὶ μήτε γεννᾷν, μήτε κτίζειν, ἵνα μὴ θεογονίαν, ὡς ἔφης, μήτε πολυ‐ θεΐαν διδαχθῶμεν. Ἃ μέντοιγε θέλει ὁ Πατὴρ, κτίζει

28

.

1309

(50)

ὁ Υἱὸς, ἁγιάζει τὸ Πνεῦμα. Καὶ τοῦτό ἐστι τὸ, «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύ‐ ματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Οὔτε ὁ Πατὴρ, βοηθείας δεόμενος, κτίζει διὰ τοῦ Υἱοῦ, οὔτε ὁ Υἱὸς, βοηθείας χρῄζων, κτίζει διὰ τοῦ Πνεύ‐
55ματος· ἀλλ’ ἵνα ἐκ τῶν γιγνομένων δειχθῇ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἡ ταυτότης. Ὅτι δὲ
δύναται κτίσαι τὸ Πνεῦμα τὸ ἅγιον, ἐδείχθη ἐκ τοῦ

28

.

1312

Κυριακοῦ σώματος, τοῦ ἀγγέλου εἰρηκότος· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Μακεδ. Καὶ ὁ Πατὴρ Πνεῦμα ἅγιόν ἐστι, καὶ ὁ Υἱός· καὶ ὅταν λέγει, Ἐκ Πνεύματός ἐστιν ἁγίου, τοῦ Υἱοῦ λέ‐
5γει, οὐχὶ δὲ τοῦ Πνεύματος, περὶ οὗ ὁ λόγος.
7 Ὀρθ. Ἀνάγνωθι τὸν τόπον τοῦ Εὐαγγελίου, ἵν’ ἀκούσῃς τοῦ ἀγγέλου λέγοντος τῇ Μαρίᾳ· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ·» ποῖον; περὶ οὗ ὁ λόγος,
10ἢ περὶ Υἱοῦ, ἢ καὶ περὶ ἄλλου τινὸς Πνεύματος ἁγίου; Καὶ γὰρ οἱ ἅγιοι ἄγγελοι πνεύματά εἰσιν ἅγια. Μα‐ κεδ. Πνεῦμα ἅγιον λέγει αὐτὸ τὸ Πνεῦμα, εἰς ὃ βα‐ πτιζόμεθα. Ὀρθ. Ἐκ τούτου ἄρα τοῦ Πνεύματος τὸ Κυριακὸν σῶμα λέγει ὁ Γαβριὴλ γεγεννῆσθαι. Οὐ γὰρ
15ἄλλο αὐτῇ ἐπῆλθε, καὶ ἄλλο τὴν χάριν εἰργάσατο· ἀλλὰ τὸ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἁγίου ἐστὶ, δηλονότι τοῦ ἐπελθόντος αὐτῇ. Μακεδ. Καὶ πῶς λέ‐ γει· «Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον;» Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ λέγομεν ἡμεῖς, ὅτι Πάντα τὰ τοῦ
20Πατρὸς ἔργα, εἰσὶ τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ λέγονται εἶναι τοῦ Πνεύματος· ἐπειδὴ μία ἐστὶ δύναμις τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ ἐνεργουμένη. Ἀμέλει Παῦλος λέγει· «Ἄλλους μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προ‐
25φήτας, τρίτον διδασκάλους·» καὶ πάλιν ὁ αὐτός· «Πέμψας ἀπὸ τῆς Μιλήτου εἰς τὴν Ἔφεσον, μετ‐ εστείλατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας,» καὶ λέγει αὐτοῖς; «Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποι‐ μνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκό‐
30πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.» Ὁρᾷς, ὅτι, οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὓς ἔθετο τὸ Πνεῦμα, ἔθετο ὁ Θεός· καὶ οὐκ ἄλλους τὸ Πνεῦμα, καὶ ἄλλους ὁ Θεὸς, ἀλλ’ αὐ‐ τοὺς οὓς ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα; Εἰ δὲ οὓς
35ἔθετο ὁ Θεὸς, ἔθετο τὸ Πνεῦμα, ἡ αὐτὴ ἄρα ἐνέργεια τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ φύσις. Μακεδ. Καίτοιγε ὁ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Γέγραπται γάρ· «Διαι‐ ρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαι‐
40ρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαι‐ ρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός ἐστιν, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.» Ὀρθ. Εἰπὲ τὰ ἑξῆς, ἵνα ἀκούσῃς· «Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον. ᾯ μὲν γὰρ δίδοται διὰ
45τοῦ Πνεύματος λόγος σοφίας· ἄλλῳ δὲ λόγος γνώ‐ σεως κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα· ἑτέρῳ δὲ προ‐ φητεία· ἄλλῳ δὲ διακρίσεις πνευμάτων· ἑτέρῳ δὲ

28

.

1312

(50)

γένη γλωσσῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.» Βούλεται δὲ ἃ βούλεται ὁ Πατὴρ καὶ ὁ Υἱός· καὶ διὰ τοῦτο λέγομεν βουλὴν μίαν. Ὧν δὲ τὸ αὐτὸ βούλημα καὶ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ καὶ ἡ φύσις.
56Μακεδ. Οὐκοῦν καὶ Θεός ἐστι τὸ Πνεῦμα; Ὀρθ.

28

.

1313

Τοῦτο καὶ αὐτὸς ἐξ αὐτῆς τῆς ἀκολουθίας ὡμολόγησας. Ἐκεῖνο δὲ γίνωσκε, ὅτι τὸ Θεὸν εἶναι δεύτερόν ἐστι τῆς φύσεως. Καὶ γὰρ ἡμεῖς, ἐὰν μιμηταὶ γενώμεθα τοῦ Θεοῦ, κατὰ τὸν Παῦλον θεοὶ μὲν γινόμεθα· τῆς
5δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα. Μακεδ. Καὶ αὐτὸ οὖν τὸ Πνεῦμα κατὰ μίμησιν καὶ χάριν λέγεις εἶναι Θεόν; Ὀρθ. Μὴ γένοιτό μοι ἐπίκτητόν τι εἰπεῖν ἐπὶ τοῦ Πνεύματος! οὔτε γὰρ τὸ ἅγιον, οὔτε τὸ ἀθά‐ νατον, οὔτε τὸ ἀγαθὸν, οὔτε ἄλλο τι τῶν περὶ τὸν
10Θεὸν θεωρουμένων λέγω εἶναι ἐπίκτητον τῷ ἁγίῳ Πνεύματι· ἀλλὰ φύσει ἅγιον, φύσει ἀγαθὸν, φύσει ἄφθαρτον, φύσει ἀθάνατον, ὡς Πνεῦμα Θεοῦ καὶ ἐξ αὐτοῦ πηγάζον, ἤτοι ἐκπορευόμενον. Μακεδ. Ἀεὶ οὖν ἐκπορεύεται παρ’ αὐτοῦ; Ὀρθ. Ἵνα μὴ νομίσῃς,
15ὅτι ἤρξατο τοῦ ἐκπορεύεσθαι καὶ πέπαυται, διὰ τοῦτο εἴρηται· Ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται· ἵνα μήτε ἀρχὴν, μήτε τέλος ἐπιζητήσῃς τῆς ἐκπορεύσεως. Τοῦτο καὶ περὶ τῆς γεννήσεως τοῦ Υἱοῦ σημαινόμε‐ νον εὑρήσεις. Οὐ γὰρ εἶπε, Πρὸ δὲ πάντων ἐγέννησέ
20με, ἀλλὰ Γεννᾷ με· ἵνα μήτε ἀρχὴν τῆς γεννήσεως, μήτε τέλος ἐπιζητήσῃς. Μακεδ. Δύο οὖν εἰσιν Υἱοί; Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἀληθῶς καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς καὶ τὸ Πνεῦμα, δύο εἰσὶν ἀδελφοί. Ὀρθ. Ἀλλ’ ὁ μὲν Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύε‐
25ται. Μακεδ. Καὶ τίς ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως; Ὀρθ. Τὴν διαφορὰν μὴ περιεργά‐ ζου· οὐ γὰρ καταληπτὴ, ἀλλ’ ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ περαιτέρω τούτων μὴ ἐξέταζε. Προσετάγη δέ σοι τὸ πιστεύειν, ὅτι ὁ Υἱὸς γεννᾶται, καὶ τὸ
30Πνεῦμα ἐκπορεύεται· τὰ δὲ ἄλλα πάντα, οὐρανὸς, γῆ, θάλασσα, καὶ τὰ ἐν αὐτοῖς λογικὰ καὶ ἄλογα, κτίσματά εἰσι, κατ’ ἐντολὴν αὐτοῦ τοῦ Θεοῦ κτισθέν‐ τα· «Αὐτὸς γὰρ εἶπε, καὶ ἐγεννήθησαν· αὐτὸς ἐν‐ ετείλατο, καὶ ἐκτίσθησαν.» Μακεδ. Οὐδὲ ἐγὼ λέγω,
35ὅτι τὸ Πνεῦμα κτίσμα ἐστίν· ἀλλ’ οὖν οὐ Θεὸν αὐτὸ λέγω. Ὀρθ. Ἓν ἔσο γινώσκων, ὅτι διὰ τοῦτο σὺ αὐτὸς οὐκ εἶ Θεὸς τῇ φύσει, ἐπειδὴ κτίσμα Θεοῦ, ὡς εἰ μὴ ἦς κτίσμα, Θεὸς ἂν ἦς τῇ φύσει.
41 Μακεδ. Ἀλλ’ οὐδαμοῦ γέγραπται, ὅτι Θεός ἐστι τὸ Πνεῦμα. Ὀρθ. Δῶμεν, ὅτι οὐ γέγραπται τὸ «Θεός.» Σὺ δὲ τὴν φύσιν ὁμολόγει, καὶ τὰς θεϊκὰς ἐνεργείας, καὶ ἀρκεῖ μοι πρὸς τὴν ὁμολογίαν τῆς θεό‐
45τητος. Μακεδ. Διὰ τί ὃ οὐ γέγραπται, σὺ λέγεις; Ὀρθ. Γέγραπται μὲν, σὺ δὲ τὴν φύσιν ὁμολόγει· καὶ εἰ μὴ γέγραπται, αὐτὴ ἡ φύσις τὸ ὄνομα ἑπόμενον ἔχει· ὡς γὰρ ἐὰν ὁμολογηθῇ Πνεῦμα ἐνυπόστατον, ἁγιαστικὸν, ἄκτιστον, Θεός ἐστι, κἂν μὴ θέλῃς. Μα‐

28

.

1313

(50)

κεδ. Ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμά ἐστιν; Ὀρθ. Ἔνθα γέγραπται τὸ ὅμοιον κατ’ οὐσίαν. Μα‐ κεδ. Ἀλλ’ οἱ Πατέρες ἡμῶν τὸ ὁμοούσιον κατ’ οὐ‐ σίαν εἶπον περὶ τοῦ Υἱοῦ. Ὀρθ. Ἀπὸ τῆς ἐννοίας τῆς Γραφῆς κινούμενοι, ἢ ἀπὸ ἰδίας αὐθεντίας εἰρή‐
55κασι τὸ μὴ γεγραμμένον; Μακεδ. Ἀπὸ τῆς ἐννοίας τῆς Γραφῆς κινούμενοι. Ὀρθ Καὶ ἡ ἔννοια τῆς Γρα‐
φῆς διδάσκει τὸ ἄκτιστον Πνεῦμα ἐκ Θεοῦ ὂν, καὶ

28

.

1316

ζωοποιὸν, καὶ ἁγιαστικὸν θεῖον εἶναι Πνεῦμα. Μακεδ. Καὶ ἡμεῖς θεῖον αὐτὸ λέγομεν, ἀλλ’ οὐ Θεόν. Ὀρθ. Τὸ δὲ θεῖον Πνεῦμα, ἄκτισκον ὂν, τί ἄλλο ἐστὶν ἢ Θεός; Μακεδ. Ἄλλο ἐστὶ θεῖον, καὶ ἄλλο Θεός. Ὀρθ.
5Ἐὰν λέγει ἡ Γραφὴ, «Πνεῦμα θεῖον τὸ ποιῆσάν με,» οὐ τὸ Πνεῦμα τὸ ἅγιον λέγει; Μακεδ. Οὔ· ὁ γὰρ Θεός ἐστιν ὁ ποιήσας τὸν ἄνθρωπον. Ὀρθ. Οὐχὶ δὲ τὸ Πνεῦμα; Μακεδ. Ὁ Θεὸς οὖν θεῖόν ἐστι Πνεῦμα; Ὀρθ. Ναί. Εἰ δὲ ὁ Θεὸς Πνεῦμα θεῖον εἴρηται ἐν τῇ
10Γραφῇ, οὔτε δὲ ἄγγελος, οὔτε ἀρχάγγελος, οὔτε ἄλλη τις δύναμις εἴρηται θεῖον ἐν τῇ Γραφῇ· μόνος δὲ ὁ Θεὸς καὶ τὸ Πνεῦμα αὐτοῦ θεῖον εἴρηται· οὐκ ἄρα τὸ θεῖον ἄλλο τί ἐστι παρὰ τὸ, Θεός. Καὶ Παῦλος δὲ ἐν ταῖς Πράξεσιν οὕτως λέγει· «Γένος οὖν ὑπάρχοντες
15τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ, ἢ λίθῳ χαράγματος τέχνης καὶ ἐνθυμήσεως ἀνθρώ‐ που τὸ θεῖον εἶναι ὅμοιον.» Ὁρᾷς, ὅτι ὁ Θεὸς θεῖον, καὶ τὸ θεῖον Θεός; Καὶ ὁ Ἰὼβ δὲ θεῖον εἶπε τὸ Πνεῦμα, οὕτως λέγων· «Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ
20ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχήν. Εἰ μὴ ἔτι τῆς πνοῆς μοι ἐνούσης, Πνεῦμα δὲ θεῖόν μοι ἐν ῥισὶ, μὴ λαλῆσαι τὸ στόμα μου ἄδικα·»—«Ζῇ Κύριος» λέγων, τὸν Υἱόν· καὶ «ὁ παντοκράτωρ,» τὸν Πατέρα· «Πνεῦμα τὸ θεῖον,» τὸ Πνεῦμα τὸ ἅγιον.
27 Μακεδ. Τρία οὖν ἴσα λέγεις; Ὀρθ. Τῇ πατρό‐ τητι, οὔ· τῇ υἱότητι, οὔ· τῇ φύσει, ναί. Μακεδ. Πῶς οἷόν τε; Ὀρθ. Ὡς ἀποδέδεικται. Μακεδ. Πῶς ἀπο‐
30δέδεικται; Ὀρθ. Ὅτι τὸ Πνεῦμα ὁμοίως Πατρὶ καὶ Υἱῷ οὐσίᾳ καὶ δυνάμει καὶ βουλῇ καὶ δόξῃ πανταχοῦ ἐστιν, ὁμοίως ὁδηγεῖ πρὸς πᾶσαν ἀλήθειαν, ὁμοίως ἁγιάζει, ὁμοίως τὰ πάντα ἐν πᾶσιν ἐνεργεῖ. Ὧν δὲ ἡ αὐτὴ ἐνέργεια, ἡ αὐτὴ φύσις. Μακεδ. Πῶς οὖν
35εἴρηται· «Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσει, λαλήσει;» Ὀρθ. Ὅτι καὶ ὁ Υἱὸς λέγει· «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω καὶ τί λαλή‐ σω.» Τοῦτο δὲ μάλιστα τὴν αὐτὴν δείκνυσι φύσιν Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Μακεδ.
40Πῶς; Ὀρθ. Ὅτι πᾶσα ἡ γενητὴ φύσις, ἡ οὖσα λογι‐ κὴ, καὶ ἀφ’ ἑαυτῆς λαλεῖ· ὡς ὅταν λέγῃ ὁ Ἀβραάμ· «Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ·» καὶ ὁ Μω‐ σῆς· «Ἰσχνόφωνος καὶ βραδύγλωσσός εἰμι·» καὶ τὸ, «Δέομαί σε, Κύριε, προχείρισαι ἄλλον·» καὶ ὡς
45Ἱερεμίας· «Νεώτερός εἰμι, καὶ οὐ δύναμαι προφη‐ τεύειν·» ὥστε λέγειν αὐτῷ τὸν Θεόν· «Μὴ λέγε, ὅτι Νεώτερός εἰμι ἐγώ.» Καὶ ὁ Ἰωνᾶς, ἀφ’ ἑαυτοῦ βουλευσάμενος, ἀνέβη εἰς πλοῖον, τοῦ φυγεῖν εἰς Ταρσεῖς ἀπὸ προσώπου Κυρίου. Τὸ δὲ Πνεῦμα οὐχ

28

.

1316

(50)

οὕτως· οὐδὲ γὰρ ἔχει φύσιν τοῦ ἕτερον ἔχειν θέλημα, ὅπερ οὐκ ἔστι τοῦ Θεοῦ· ἀλλὰ πάντα, ὅσα ἂν λαλῇ, τοῦ Θεοῦ εἰσι λόγια. Καὶ διὰ τοῦτο εἴρηται· «Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ τοῦ Υἱοῦ τὸ αὐτὸ εἴρηται· ἐπειδὴ μή ἐστιν ἐν αὐτῷ ἄλλο τι θέ‐
55λημα, ὃ οὐκ ἔστι τοῦ Πατρός. Μακεδ. Οὐκ ἔχει οὖν
ἴδιον θέλημα τὸ Πνεῦμα; Ὀρθ. Ἀπεξενωμένον τοῦ

28

.

1317

Θεοῦ μὴ γένοιτο εἰπεῖν! Μακεδ. Ἀλλὰ πῶς οὐκ ἔχει θέλημα ἴδιον; Ὀρθ. Τὸ τοῦ Θεοῦ θέλημα τοῦ Πνεύ‐ ματός ἐστι θέλημα. Οὐ γὰρ ἀγνοεῖ τὸ τοῦ Θεοῦ θέλη‐ μα· ἀλλ’ ὃ θέλει ὁ Πατὴρ, τοῦτο θέλει καὶ τὸ Πνεῦμα·
5πάντα γὰρ οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀν‐ θρώπου τὰ τοῦ ἀνθρώπου. Μακεδ. Καίτοιγε καὶ ὁ Υἱὸς λέγει· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.» Ὀρθ. Τί δὲ ἦν τὸ θέλη‐ μα τοῦ πέμψαντος αὐτὸν, ὃ ἦλθε ποιῆσαι; Μακεδ.
10Ἡ σωτηρία τοῦ κόσμου. Ὀρθ. Τοῦτο καὶ ποιῶν οὐ ποιεῖ τὸ ἑαυτοῦ θέλημα, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαν‐ τος αὐτόν. Μακεδ. Αὐτὸς λέγει, ὅτι Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Ὀρθ. Ἀνάγκη οὖν πᾶσα ἐναντίον
15εἶναι θέλημα ἐν αὐτῷ, ὃ ἐκώλυσεν, ἵνα τὸ τοῦ πέμψαντος ποιήσῃ. Μακεδ. Μὴ γένοιτο! οὐ λέγω ἐναντίον εἶναι θέλημα τοῦ Υἱοῦ τῷ θελήματι τοῦ Πα‐ τρός. Ὀρθ. Οὐκοῦν τὸ αὐτὸ θέλημα Πατρὸς καὶ Υἱοῦ. Καὶ γὰρ ὁ Υἱὸς θέλει σῶσαι διὰ σταυροῦ καὶ
20θανάτου τὸ γένος ἡμῶν, καὶ ὁ Πατὴρ τοῦτο θέλει. Ἐὰν δὲ λέγῃ, «Οὐκ ἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με,» ὡς εἰς Πατέρα τὰ ὅλα ἀνάγει· κἂν λέγῃ, «Ὁ πέμψας με ὁ Πατὴρ ἐντολήν μοι δέδωκε, τί εἴπω, καὶ τί λαλή‐
25σω;» τιμῶν τὸν Πατέρα ὡς Πατέρα λέγει. Εἰ δὲ μὴ, πῶς ὁ Υἱὸς, ἐν ᾧ ἀπόκεινται πάντες οἱ θησαυροὶ τῆς σοφίας, οὐκ οἶδε τί λαλήσει; Μακεδ. Τοῦτο δέχομαι, ὅτι ὁ Υἱὸς ὡς Υἱὸς ἓν θέλημα ἔχει τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα, ἐὰν μὴ ἀκούσῃ καὶ λάβῃ, οὐ λαλεῖ ἀφ’
30ἑαυτοῦ. Ὀρθ. Ὥσπερ οὖν ὁ Υἱὸς πάντα ἔχων ἐν τῇ φύσει, ὡς Υἱὸς λέγει, «Οὐδὲν ποιῶ ἀπ’ ἐμαυτοῦ,» ἵνα τῶν ἀγαθῶν τὴν ἀρχὴν ἐπὶ τὸν Πατέρα ἀναγάγῃ· οὕτως καὶ περὶ τοῦ Πατρὸς ἄκουε αὐτοῦ λέγοντος· πάντα γὰρ ἔχοντος ἐν τῇ αὐτοῦ φύσει ὡς Πνεύματος
35Θεοῦ, ἐπὶ τὸν αἴτιον ἀνάγει λέγων· «Οὐ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ’ ὅσα ἀκούσῃ, λαλήσει, καὶ τὰ ἐρ‐ χόμενα ἀναγγελεῖ ὑμῖν·» καὶ τὸ, «Ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται,» δηλονότι ἐκ τοῦ Πατρός. Ἐπάγει γάρ· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· διὰ τοῦτο
40εἶπον, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Λαμβάνειν δὲ αὐτὸ εἶπεν, οὐχ ὡς ἀγνοοῦν, ἀλλ’ ὡς ἐπὶ τὸν αἴτιον ἀνάγων τὴν τοῦ Πνεύματος ἐνέργειάν τε καὶ χάριν. Μακεδ. Ἐὰν οὕτως, καλῶς καὶ τοῦτο δέχομαι· διακονεῖ γὰρ ἡμῖν τὴν τοῦ Θεοῦ χάριν τὸ Πνεῦμα.
48 Ὀρθ. Πάλιν διακονίαν λέγεις, ὡς παραιτού‐ μενος εἰπεῖν συνεργὸν τοῦ Θεοῦ τὸ Πνεῦμα; Μακεδ.

28

.

1317

(50)

Οὐ μὴ πείσῃς μέ ποτε εἰπεῖν συνεργὸν τοῦ Θεοῦ τὸ Πνεῦμα. Ὀρθ. Παῦλος ὁ ἀπόστολος συνεργοὺς τοὺς ἀποστόλους λέγει τοῦ Θεοῦ, καὶ σὺ τὸ Πνεῦμα αὐτοῦ συνεργὸν φοβῇ εἰπεῖν; Ἄξιον ἵνα ἀκούσης· «Ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος.» Μακεδ. Κἂν
55εἴπω συνεργὸν τὸ Πνεῦμα τῷ Θεῷ, ἀλλ’ οὐ συνδοξάζω
αὐτὸ τῷ Θεῷ. Ὀρθ. Ἐὰν οὖν λέγῃ Παῦλος περὶ τῶν

28

.

1320

πιστευσάντων, ὅτι «Οὐκ ἔτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος μὲν Θεοῦ, συγκληρονόμος δὲ Χριστοῦ·» ἄρα σαυτὸν μὲν ἄξιον τῆς συγκληρονο‐ μίας ἡγῇ, τὸ δὲ Πνεῦμα οὔ; Καὶ σὺ μὲν ἀκούεις·
5«Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν·» τὸ δὲ Πνεῦμα οὔ; «Εἰ συναπεθάνομεν, καὶ συμβασι‐ λεύσομεν·» τὸ δὲ Πνεῦμα οὔ; Μακεδ. Καὶ τὸ Πνεῦμα βασιλέα λέγεις; Ὀρθ. «Εἰ ὁ θάνατος ἐβασίλευσεν ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωσέως, καὶ ἐπὶ τοὺς μὴ
10ἁμαρτήσαντας,» πῶς οὐχὶ τὸ Πνεῦμα τῆς ζωῆς βασι‐ λεύει ἡμῖν; Μακεδ. Ἡμεῖς λέγομεν, ὅτι ὁ Πατήρ ἐστι βασιλεὺς, καὶ ὁ Υἱός· τὸ δὲ Πνεῦμα ὑπηρέτης. Ὀρθ. Οὐδὲ οἶδας σαυτοῦ τὴν αἵρεσιν. Ὁ γὰρ ὑπηρέ‐ της, κἂν μὴ ᾖ βασιλεὺς, τῆς αὐτῆς ἐστι τῷ βασιλεῖ
15οὐσίας. Λέγεις οὖν καὶ αὐτὸς τῆς αὐτῆς οὐσίας εἶναι τῷ Θεῷ τὸ Πνεῦμα. Μακεδ. Οὔ. Ὀρθ. Τὸ δὲ μὴ ὂν τῆς αὐτῆς οὐσίας κτίσμα ἐστὶ καὶ τρεπτὸν, καὶ ἀλλοιωτόν· ἀλλὰ προωμολόγηται ἄτρεπτον καὶ ἀναλ‐ λοίωτον καὶ ἄκτιστον εἶναι· τῆς αὐτῆς ἄρα οὐσίας
20τῷ Θεῷ καὶ τῷ Υἱῷ αὐτοῦ ἐστι. Μακεδ. Εἷς οὖν ἐστι καὶ ὁ αὐτὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦ‐ μα; Ὀρθ. Μὴ γένοιτο εἰπεῖν τοῦτο! εἰ γὰρ ἦν εἷς καὶ ὁ αὐτὸς Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, οὐκ ἂν εἴρητο παρ’ ἡμῶν τῆς αὐτῆς εἶναι οὐσίας. Οὐδὲ γὰρ
25αὐτὸς ἑαυτῷ τῆς αὐτῆς οὐσίας εἶναι λέγεται.
28 Μακεδ. Ποῦ γέγραπται Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Ὅταν λέγει ὁ προφήτης, «Καὶ ἔσονται πάντες διδα‐
30κτοὶ Θεοῦ,» περὶ τίνος λέγει; Μακεδ. Περὶ τοῦ Υἱοῦ. Ὀρθ. Καίτοιγε ὁ Υἱὸς λέγει· «Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· αὐτὸ γὰρ τὸ Πνεῦμα διδάξει ὑμᾶς, τί δεῖ ποιεῖν.» Εἰ δὲ οἱ ὑπὸ τοῦ Πνεύματος διδασκόμε‐ νοι διδακτοὶ Θεοῦ ἀκούουσι, τί ἄλλο ἂν εἴη τὸ Πνεῦμα,
35σαυτὸν ἐρώτα. Μακεδ. Διδακτοὶ Θεοῦ ἀκούουσιν οἱ ὑπὸ τοῦ Πνεύματος διδασκόμενοι, ἐπειδὴ ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοὺς διδάσκει. Ὀρθ. Οὐκ εἶπεν· Ἔσονται πάντες διδακτοὶ τοῦ Θεοῦ, ἀλλ’ ἄνευ τοῦ ἄρ‐ θρου. Μακεδ. Τρεῖς οὖν εἰσι Θεοί; Ὀρθ. Μὴ γένοιτο!
40Εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Θεὸς ὁ Υἱὸς, καὶ εἷς Θεὸς τὸ ἅγιον Πνεῦμα. Μακεδ. Τρεῖς οὖν Θεοί; Ὀρθ. Ὁμολογεῖς καὶ αὐτὸς Θεὸν εἶναι τὸν Πατέρα, καὶ Θεὸν τὸν Υἱὸν, ἢ οὐδὲ τοῦτο; Μακεδ. Ὁμολογῶ Θεὸν τὸν Πατέρα, καὶ τὸν Υἱόν. Ὀρθ. Δύο οὖν Θεοὺς λέγεις; Μακεδ. Μὴ γένοι‐
45το! Ὀρθ. Ὥσπερ οὖν Θεὸν λέγων τὸν Πατέρα καὶ Θεὸν τὸν Υἱὸν, οὐ δύο Θεοὺς λέγεις· οὕτως ὁμολογῶν καὶ τὴν τοῦ Πνεύματος θεότητα, μὴ τρεῖς λέγε Θεούς· «Ἄκουε, γὰρ, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Μακεδ. Εἷς οὖν ἐστι Θεὸς, Πατὴρ, καὶ

28

.

1320

(50)

Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Ὀρθ. Εἷς Θεὸς, οὐχ ὡς τρι‐ ώνυμος, ἀλλ’ ὡς οἱ ἐν Χριστῷ κατηρτισμένοι, εἷς τῷ λόγῳ τῆς συμφωνίας καὶ τῆς φύσεως. Μακεδ. Κἀγὼ λέγω μίαν συμφωνίαν. Ὀρθ. Εἰπὲ καὶ φύσιν, ἵνα μακάριος γένῃ. Μακεδ. Οὐ δύναμαι εἰπεῖν μίαν φύ‐
55σιν. Ὀρθ. Οὐκοῦν εἰπὲ ἀνομοίους. Μακεδ. Οὐδὲ τοῦτο
λέγω. Ὀρθ. Οὔτε οὖν ψυχρὸς εἶ, κατὰ τὸ γεγραμμέ‐

28

.

1321

νον, οὔτε θερμός· εἰ γὰρ ἦς ψυχρὸς, ἀνομοίους ἂν εἶπες τὰς φύσεις· εἰ ἦς θερμὸς, ἀπαραλλάκτους. Μα‐ κεδ. Ἀπαράλλακτον λέγω φύσιν τὸν Υἱόν. Ὀρθ. Φύ‐ σις δὲ φύσεως ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι φύσις.
5Ὁμοίως γάρ ἐστιν ἀθάνατος, ὁμοίως ἅγιος, ὁμοίως ἄφθαρτος, ὁμοίως ἄτρεπτος. Πατὴρ δὲ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα ὁμοίως εἰσὶ τὰ προειρημένα. Μία ἄρα φύσις ἐστὶ τῷ λόγῳ τῆς ταυτότητος. Μακεδ. Ἀλλὰ ὑποτάσσεσθαι λέγω τῷ Πατρὶ τὸν Υἱὸν, καὶ πῶς δύνα‐
10μαι εἰπεῖν μίαν φύσιν; Ὀρθ. Τὴν γὰρ ὑποταγὴν, τῆς φύσεως ὑποταγὴν εἶναι λέγεις, ἢ τῆς οἰκονομίας; Μακεδ. Τῆς φύσεως. Ὀρθ. Οὐκοῦν ἀνόμοιον λέγεις τὴν φύσιν; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ὅταν λέγῃ ὁ Προφήτης· «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν
15αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,» τὴν φύσιν τῶν ἀλόγων τῇ φύσει τῶν ἀνθρώπων ὑποτάσσεσθαι λέγει; Μακεδ. Ναί. Ὀρθ. Ἀνόμοιος δὲ ἡ φύσις τῶν κτηνῶν τῇ φύσει τῇ ἀνθρω‐ πίνῃ; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν λέγῃ. «Ὑπέταξε
20λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν,» οὐ τὴν φύσιν τῇ φύσει λέγει, ἀλλὰ τὴν τῆς ἁμαρτίας δουλείαν τῇ ἐλευθερίᾳ τῆς πίστεως; Μακεδ. Ναί. Ὀρθ. Ἄλ‐ λως οὖν ἡμῖν τὰ κτήνη ὑποτάσσεται, καὶ ἄλλως τὰ ἔθνη; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν λέγῃ ἡ Γραφὴ, «Οἱ
25δοῦλοι ὑποτασσόμενοι τοῖς κατὰ σάρκα κυρίοις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς,» ἄλλως τὰ κτήνη, καὶ ἄλλως τὰ ἔθνη, καὶ ἄλλως οἱ δοῦλοι· τὰ γὰρ κτήνη τῇ φύσει, τὰ ἔθνη τῇ πίστει, οἱ δοῦλοι τῷ νόμῳ. Ἐγχωρεῖ γὰρ τοὺς δούλους
30κρείττονας εἶναι τῇ ἀρετῇ τῶν δεσποτῶν. Μακεδ. Ὁμολογουμένως ἄλλως καὶ ἄλλως ὑποταγή. Ὀρθ. Ἀλλὰ καὶ ἡμεῖς ἀλλήλοις ὑποτασσόμενοι διὰ τὴν ἀγάπην, οὐχ ὡς τὰ κτήνη φυσικῶς, οὔθ’ ὡς τὰ ἔθνη τῇ πίστει, οὔθ’ ὡς δοῦλοι τῷ νόμῳ. Μακεδ. Οὔτε ὡς
35κτήνη, οὔτε ὡς ἔθνη, οὔτε ὡς οἱ δοῦλοι, ἀλλὰ διὰ τὴν τοῦ Κυρίου ἀγάπην. Ὀρθ. Ὁ τοίνυν Υἱὸς ὑποτασσό‐ μενος τῷ Πατρὶ, ὡς τὰ κτήνη διὰ τὴν φύσιν τοῖς ἀν‐ θρώποις ὑποτάσσεται, ἢ ὡς δοῦλοι διὰ τὸν νόμον, ἢ ὡς ἁμαρτωλὸς διὰ τὴν πίστιν, ἢ ὡς Υἱὸς διὰ τὴν ἀγάπην.
40Υἱὸς δὲ Πατρὶ τὴν αὐτὴν ἔχει φύσιν ὑποτασσόμενος, οὐχὶ φύσει τῆς θεότητος, ἀλλὰ τῇ οἰκονομίᾳ τῆς ἀν‐ θρωπότητος. Ὁ γὰρ ὑποτασσόμενος ἔχει τι θέλημα, ὃ κολάζει, ἵνα τὸ τοῦ προστάσσοντος ποιήσῃ· Πατρὸς δὲ καὶ Υἱοῦ ἕν ἐστι θέλημα τῷ λόγῳ τῆς θεότητος.
47 Μακεδ. Πῶς οὖν γέγραπται· «Ὑπήκοος γενό‐ μενος μέχρι θανάτου·» καὶ, «Ὅταν δὲ αὐτῷ ὑπο‐ ταγῇ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ

28

.

1321

(50)

ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν;» Ὀρθ. Μορφὴν γὰρ δούλου λαβὼν ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἀναγκαῖον καὶ τὴν ὑποταγὴν τῆς δουλικῆς μορφῆς ἀνειληφὼς, ὑπὲρ ἡμῶν ὑποτάσσεται τῷ ἑαυτοῦ Πατρὶ, οὐ φύσει θεότητος, ἀλλ’ ἑνώσει
55μορφῆς δουλικῆς, ἧς ἔλαβε. Τί δὲ καὶ ἐλαττοῦσθαι τὴν τοῦ Υἱοῦ φύσιν νομίζεις διὰ τὸ ὑποτάσσεσθαι αὐ‐
τὸν τῷ Πατρί; Ἐὰν οὖν ἀκούσῃς, ὅτι καὶ ἀνθρώποις

28

.

1324

ὑπετάγη ὁ Θεὸς Λόγος, ἆρα καὶ τῶν ἀνθρώπων ἐλάτ‐ τονα θήσεις τῇ φύσει; Μακεδ. Ποῦ γέγραπται, ὅτι καὶ ἀνθρώποις ὑπετάγη; Ὀρθ. Ἄνθρωπος ἦν ἡ Μα‐ ρία καὶ ὁ Ἰωσὴφ, καὶ ὑπετάγη αὐτοῖς, ὡς ἐν Εὐαγγε‐
5λίοις γέγραπται. Εὑρόντες γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, ἔλεγον αὐτῷ· «Τέκνον, τί ἐποίησας ἡμῖν οὕ‐ τως; Ἰδοὺ ἐγὼ καὶ ὁ πατήρ σου ἐζητοῦμέν σε. Ὁ δὲ εἶπε· Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε, ὅτι ἐν τῷ οἴκῳ τοῦ Πατρός μου δεῖ με εἶναι; καὶ κατῆλθεν εἰς Να‐
10ζαρὲτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς.» Ἆρα καὶ τοῦ Ἰωσὴφ καὶ τῆς Μαρίας ὑποδεέστερος ἦν ὁ Μονογε‐ νὴς τοῦ Θεοῦ, ὁ Σωτὴρ τοῦ κόσμου; Μακεδ. Οὐχὶ, μὴ γένοιτο! Ὀρθ. Οὕτω, κἂν ὑποτάσσεσθαι λέγηται τῷ Πατρὶ, οὐκ ἐλαττοῦται τὴν φύσιν· ἀλλ’ ὡς Υἱὸς
15μορφὴν δούλου εὐδοκήσας λαβεῖν, καὶ τὴν ὑποταγὴν ἔλαβε τῆς δουλικῆς μορφῆς. Ἐν γὰρ ταύτῃ ὢν, καὶ τῇ Μαρίᾳ ὑπετάγη. Μακεδ. Αὐτὸς εἶπε Θεὸν ἑαυτοῦ τὸν Πατέρα. Καὶ πῶς δύναται ἡ αὐτὴ φύσις εἶναι; Ὀρθ. Ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεός ἐστι τῇ φύσει, καὶ ἄνθρω‐
20πος τῇ προσλήψει τῆς σαρκὸς, ἢ οὔ; Μακεδ. Ναί. Ὀρθ. Οὐκοῦν τῇ μὲν θεότητι Πατὴρ αὐτοῦ ἐστιν ὁ Θεὸς, τῇ δὲ ἀνθρωπότητι, Θεός. Μακεδ. Ἐγὼ τοῦ συναμ‐ φοτέρου αὐτὸν Θεὸν λέγω. Ὀρθ. Ἀναμνήσθητι τοῦ ῥητοῦ τοῦ λέγοντος οὕτως· «Πορεύομαι πρὸς τὸν Πατέρα
25μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Ἢ οὐχ οὕτως; Μακεδ. Οὕτως. Ὀρθ. Οὕ‐ τως οὖν ἐστιν αὐτοῦ Πατὴρ ὡς καὶ ἡμῶν; Μακεδ. Οὔκ. Ὀρθ. Ἀλλ’ αὐτοῦ μὲν φύσει, ἡμῶν δὲ χάριτι; Μέτοχοι γὰρ γενόμενοι τοῦ Χριστοῦ, εὑρέθημεν ἐγγὺς
30οἱ μακρὰν τῇ φύσει, ὥστε χρηματίζειν ἡμῶν τὸν Θεὸν Πατέρα. Μακεδ. Οὕτως. Ὀρθ. Ὥσπερ οὖν ἡμεῖς, μέτοχοι τοῦ Χριστοῦ γενόμενοι, ἔχομεν τὸν Θεὸν Πα‐ τέρα, οὕτω καὶ ὁ Υἱὸς Λόγος ὢν καὶ Θεὸς, μετασχὼν αἵματος καὶ σαρκὸς, ἔσχε τὸν Πατέρα Θεόν· ὥστε
35λέγειν αὐτόν· «Ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.» Ἐκ κοιλίας δὲ μητρὸς ὁ Λόγος ἐγένετο, ὅτε ἡ Παρθένος ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκε τὸν Ἐμμανουὴλ, καὶ οὕτως ὑποτάσσεται μορφὴν δούλου λαβών. Μα‐ κεδ. Αὐτὸς λέγει· «Ὁ Πατήρ μου μείζων μου ἐστίν.»
40Ὀρθ. Καὶ τὸ «μείζων» τῶν πολλαχῶς ἐστι λεγομένων ἐν τῇ θείᾳ Γραφῇ. Μακεδ. Καὶ τὸ «μείζων» διὰ τὴν σάρκα λέγεις; Ὀρθ. Ἴδωμεν μετὰ φόβου Θεοῦ τὸν νοῦν τῆς Γραφῆς, ποσαχῶς λέγει τὸ «μείζων.» Μακεδ. Ἴδωμεν. Ὀρθ. Λέγει ὁ Υἱὸς ἐν Εὐαγγελίοις· «Ὁ
45Πατὴρ, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστὶ, καὶ οὐ‐ δεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ Πατρός μου. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ περὶ τοῦ Ἡσαῦ εἴρηται· «Ὅτι ὁ μείζων δουλεύσει τῷ ἐλάττονι·» καὶ, «Μείζων ἦν ὁ Σαοὺλ τῶν πάντων ἀνθρώπων·» καὶ,

28

.

1324

(50)

«Ἡ ἀγάπη μείζων πάντων ἐστί·» καὶ, «Ὁ κόκκος τοῦ σινάπεως, ὅταν αὐξηθῇ, μείζων πάντων τῶν λα‐ χάνων γίνεται.» Γέγραπται ταῦτα, ἢ οὔ; Μακεδ. Γέγραπται. Ὀρθ. Οὕτως οὖν λέγεις τὸν Ἡσαῦ τοῦ Ἰακὼβ μείζονα, ὡς τὸν Σαοὺλ τῶν ἄλλων ἀνθρώπων,
55ὡς τὴν ἀγάπην τῆς ἐλπίδος καὶ πίστεως; Μακεδ. Οὔ.
Ὀρθ. Εὖ λέγεις. Ὁ γὰρ Σαοὺλ μεγέθει τοῦ σώματος

28

.

1325

μείζων ἐλέχθη τῶν ἄλλων ἀνθρώπων· ἡ δὲ ἀγάπη τῆς ἐλπίδος καὶ τῆς πίστεως μείζων ἐλέχθη, ὡς τῆς τῶν ἄλλων ἀρετῶν ἐπιδόσεως αἰτία οὖσα· ἀγαπή‐ σαντες γὰρ πιστεύομεν, πιστεύσαντες δὲ ἐλπίζομεν.
5Μακεδ. Καὶ τοῦτο δέχομαι. Ὀρθ. Οὕτως οὖν λέγεις τὸν Πατέρα μείζονα πάντων, ὡς τὴν ἀγάπην τῆς ἐλ‐ πίδος τῇ ποιότητι, ἢ ὡς τὸν Ἡσαῦ τοῦ Ἰακὼβ τῷ χρόνῳ, ἢ ὡς τὸν Σαοὺλ τῶν ἄλλων ἀνθρώπων τῷ μεγέθει; Μακεδ. Οὔ. Ὁ γὰρ Πατὴρ ἀσυγκρίτῳ
10ὑπεροχῇ μείζων πάντων ἐστίν. Ὀρθ. Οὐκοῦν, εἰ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ἐστὶν ὁ Πατὴρ, οὔτε ὡς Ἡσαῦ τοῦ Ἰακὼβ τῷ χρόνῳ, οὔτε ὡς ὁ Σαοὺλ τῶν ἄλλων ἀνθρώπων τῷ μεγέθει, οὔτε ὡς ἡ ἀγάπη τῆς πίστεως καὶ ἐλπίδος τῇ ποιότητι. Μακεδ. Πῶς
15δέ; Ὀρθ. Ὅτι ὁ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων πάντων ὢν, ὁμοίως καὶ ὡσαύτως μείζων πάντων ἐστὶ, καὶ οὐ τοῦ μὲν πλεῖον, τοῦ δὲ ἔλαττον. Μακεδ. Ἀληθῶς λέ‐ γεις. Ὀρθ. Ὡσαύτως οὖν λέγεις μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα καὶ τῶν ἵππων, καὶ τῶν κυνῶν, καὶ
20πάντων ἀλόγων ζώων, καὶ τῆς ἀναισθήτου ὕλης; Μακεδ. Οὐχὶ, μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα πάντων ἀσυγκρίτῳ ὑπεροχῇ μείζων ἐστί. Τοῦ γὰρ Υἱοῦ ὡς Πατὴρ Υἱοῦ. Μακεδ. Συγκρίτως ἄρα. Ὀρθ. Εἶπον ὡς Πατὴρ Υἱοῦ. Ὑπερέχων γὰρ τῶν ἄλλων ἀσυγκρίτῳ
25ὑπεροχῇ, οὐ τοῦ Υἱοῦ μείζων ἐστὶν ἀσυγκρίτῳ ὑπερ‐ οχῇ, ἀλλ’ ὡς Πατὴρ Υἱοῦ. Εἰ δὲ οὐκ ἀσυγκρίτῳ ὑπεροχῇ μείζων αὐτοῦ ἐστιν, οὐ φύσει μείζων· οὐ γὰρ ἀσύγκριτος. Εἰ δὲ οὐ τῇ φύσει μείζων, οὐδὲ τῷ μεγέθει· ἀμεγέθης γάρ· οὐδὲ τῷ χρόνῳ· ἄχρονος γάρ· οὐδὲ τῇ
30ποιότητι· ἄποιος γάρ. Οὐκ ἄρα ἄλλῳ τινὶ μείζονα ἑαυτοῦ τὸν Πατέρα λέγει, ἀλλ’ ἢ ὡς Υἱὸς μορφὴν δούλου λαβὼν καὶ τιμῶν τὸν ἑαυτοῦ Πατέρα. Μακεδ. Τοῦτο δέχομαι. Ὀρθ. Ἡ αὐτὴ ἄρα φύσις ἐστὶ Πατρὸς καὶ Υἱοῦ· ἐπειδὴ μὴ ἀσυγκρίτῳ ὑπεροχῇ μείζω ἑαυτοῦ
35τὸν Πατέρα λέγει. Οὐδὲ γὰρ ἂν εἴη Υἱὸς μὴ τὴν αὐ‐ τὴν φύσιν ἔχων. Εἰ δὲ τοῦτο, οὐκ ἄρα τῇ φύσει ὑπο‐ τάσσεται, ἀλλ’ ὡς Υἱὸς μορφὴν δούλου λαβών.
42 Μακεδ. Περὶ μὲν τοῦ Υἱοῦ καλῶς λέγεις· περὶ δὲ τοῦ Πνεύματος οὐ καλῶς. Κἂν γὰρ μὴ ᾖ κτιστὸν τὸ Πνεῦμα, ἀλλὰ γενητόν ἐστι. Πάντα γὰρ διὰ τοῦ
45Υἱοῦ ἐγένοντο. Εἰ δὲ πάντα, δηλονότι καὶ τὸ Πνεῦμα. Ὀρθ. Εἰ γενητόν ἐστι, καὶ κτιστόν ἐστιν. Εἰ γὰρ τὸ γενητὸν οὐκ ἔστι κτιστὸν, πάντα δὲ δι’ αὐτοῦ ἐγέ‐ νετο· οὐδὲ τὰ πάντα κτιστά. Εἰ δὲ τοῦτο, πῶς νοήσω‐ μεν τὸ παρὰ τῷ Παύλῳ εἰρημένον· «Τὰ πάντα ἐν

28

.

1325

(50)

αὐτῷ ἔκτισται;» Μακεδ. Ἀλλ’ οὐ πάντα ὁμότιμά εἰσιν. Ὀρθ. Κἂν μὴ ὦσιν ὁμότιμα, ἀλλ’ ὅμως τὰ πάντα κτίσματά εἰσι. Κτίσμα δὲ κτίσματος οὐδὲν διαφέρει, ᾗ κτίσμα ἐστί. Μακεδ. Οὐδὲν διαφέρει ὁ Γαβριὴλ τοῦ ἵππου, ἢ καὶ ἑτέρου τινὸς τῶν ἀλόγων;
55Ὀρθ. ᾟ κτίσμα ἐστὶν, οὐδὲν διαφέρει· ᾗ δὲ ἄγγελος, πνεῦμα λειτουργικὸν, εἰς διακονίαν ἀποστελλόμενον,
οὐ τῶν ἀλόγων μόνον, ἀλλὰ καὶ ἡμῶν τῶν ἀνθρώπων,

28

.

1328

καὶ τῶν ἀγγέλων, ἀρχάγγελος ὤν. Καὶ γὰρ ὀφθαλ‐ μὸς τῶν ἄλλων μελῶν τοῦ σώματος τιμιώτερός ἐστιν, ᾗ ὀφθαλμός ἐστιν· ἀλλ’ οὐχὶ σῶμά ἐστι. Μακεδ. Ἡμεῖς λέγομεν, ὅτι ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ ἔχει τὸ
5εἶναι. Ὀρθ. Τὰ γὰρ ἄλλα, οὐκ ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ ἔχοντα τὸ εἶναι, κτίσματά εἰσι; Μακεδ. Ναί. Ὀρθ. Κτίσμα ἄρα καὶ τὸ Πνεῦμα. Μακεδ. Οὐ λέγω κτίσμα, ἐπειδὴ οὐ γέγραπται. Ὀρθ. Μὴ γενητὸν λέγε, ἐπειδὴ ἐκ παραλλήλου αὐτὸ σημαινόμενόν ἐστι.
10Μακεδ. Ἀλλὰ, «Πάντα δι’ αὐτοῦ ἐγένετο,» γέγρα‐ πται· καὶ, «Τὰ σύμπαντα δοῦλα σὰ,» γέγραπται. Ὀρθ. Δοῦλον οὖν λέγεις τὸ Πνεῦμα; Μακεδ. Μὴ γέ‐ νοιτο! Ὀρθ. Οὐκ ἄρα μετὰ τῶν πάντων συναριθμεῖ‐ ται. Μακεδ. Τρία οὖν ἀγένητα λέγεις; Ὀρθ. Ἀλλ’ οὐκ
15ἀναίτια, οὔτε μὴ ἀπάτορα. Καὶ γὰρ εἰ ἀγένητον τὸ Πνεῦμα, ἀλλ’ οὐκ ἀναίτιον· ἔχει γὰρ αἴτιον τὸν Θεὸν, οὗ Πνεῦμά ἐστι. Κἂν ἀγένητος ὁ Υἱὸς, ἀλλ’ οὐκ ἀπάτωρ· ἔχει γὰρ Πατέρα τὸν Θεὸν, ἐξ οὗ καὶ γεγέννηται. Ὁ δὲ Πατὴρ καὶ ἀγένητος καὶ ἀναίτιος
20καὶ ἀπάτωρ. Μακεδ. Οὐκ ἐγένετο οὖν τὸ Πνεῦμα διὰ τοῦ Υἱοῦ; Ὀρθ. Μὴ γένοιτο! Πῶς γὰρ ὁ Πατὴρ λέ‐ γει τιθέναι αὐτὸ ἐπὶ τὸν Υἱὸν, εἴπερ δι’ αὐτοῦ ἐγέ‐ νετο; Μακεδ. Ποῦ γέγραπται, ὅτι ὁ Πατὴρ ἐπὶ τὸν Υἱὸν τίθησι τὸ Πνεῦμα; Ὀρθ. «Ἰδοὺ ὁ Παῖς μου ὁ
25ἀγαπητὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν.» Μακεδ. Οὐ τοῦτο λέγει τὸ Πνεῦμα. Ὀρθ. Ἔστι γὰρ ἄλλο Πνεῦμα τοῦ Πατρός; Μακεδ. Καὶ αὐτὸς ὁ Πατὴρ Πνεῦμά ἐστι· καὶ ὅταν λέγει, «Θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτὸν,» δύναμιν
30αὐτοῦ λέγει. Ὀρθ. Ὅταν οὖν λέγει, «Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτὸν,» τὴν δύναμιν αὐτοῦ λέγει; Μακεδ. Οὔκ, ἀλλ’ αὐτὸ τὸ Πνεῦμα τὸν Παράκλητον λέγει. Ὀρθ. Ἄλλο οὖν εἶπε τῷ προφήτῃ τιθέναι ἐπ’ αὐτὸν, καὶ ἄλλο τῷ Ἰωάννῃ.
35Μακεδ. Ὃ εἶπε τῷ Ἰωάννῃ τιθέναι ἐπ’ αὐτὸν, ἔστιν ὁ Παράκλητος· ὃ δὲ εἶπε διὰ τοῦ προφήτου, τὴν δύ‐ ναμιν τὴν ἑαυτοῦ λέγει. Ὀρθ. Δύο Πνεύματα ἔχει ὁ Θεός; Μακεδ. Αὐτὸς ὁ Θεὸς Πνεῦμά ἐστι· λέγεται δὲ καὶ ἡ δύναμις αὐτοῦ Πνεῦμα. Ὀρθ. Ἡ δύναμις αὕτη
40Πνεῦμα ἐνυπόστατον. Μακεδ. Ἐνυπόστατον τί ἐστιν, οὐ νοῶ· τὴν δύναμιν αὐτοῦ εἶπε τιθέναι. Ὀρθ. Τὴν δύναμιν αὐτοῦ, ἣν εἶπε τιθέναι, ἐνυπόστατός ἐστιν. Μακεδ. Αὐτό ἐστιν ὁ Θεός. Ὀρθ. Καίτοιγε εἰρηκὼς τῷ Ἰωάννῃ· «Ἐφ’ ὃν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον
45ὡσεὶ περιστερὰν, καὶ μένον ἐπ’ αὐτόν·» καὶ τοῦ Ἰωάννου θεασαμένου, ἐπήγαγε τὴν παρὰ τῷ προ‐ φήτῃ σημαινομένην φωνήν· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου.» Ὁρᾷς, ὅτι αἱ αὐταὶ φωναὶ κεῖνται· ἵνα μὴ ἄλλο διὰ

28

.

1328

(50)

τοῦ προφήτου Πνεῦμα, καὶ ἄλλο τῷ Ἰωάννῃ εἰρημέ‐ νον νοήσωμεν; Ἔπειτα μάθε καὶ παρὰ τῷ Λουκᾷ, τί γέγραπται. Ὅτι, κατελθόντος τοῦ Πνεύματος καὶ μεί‐ ναντος ἐπ’ αὐτὸν, καὶ τῆς φωνῆς λεγομένης, λέγει· «Ἰησοῦς δὲ, Πνεύματος ἁγίου πλήρης, ὑπέστρεψεν
55ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.» Μακεδ. Τὸ
Πνεῦμα οὖν τὸ ἅγιον πλήρωσίς ἐστι τοῦ Χριστοῦ;

28

.

1329

Ὀρθ. Ὁ εὐαγγελιστὴς λέγει, ὅτι Ἰησοῦς ἦν πλήρης Πνεύματος ἁγίου. Μακεδ. Μεῖζον οὖν λέγει τὸ Πνεῦμα τοῦ Υἱοῦ. Ὀρθ. Μὴ γένοιτο! Μακεδ. Εἰ ἐπλήρωσεν αὐτὸ τὸν Υἱὸν, εἰ ἐν τῷ Πνεύματι ἄγε‐
5ται, μεῖζον αὐτοῦ ἐστιν. Ὀρθ. Καὶ πάλιν λέγω, μὴ γένοιτο τοῦτο εἰπεῖν! ἀλλ’ ὥσπερ ἐὰν ἀκούσῃς, ὅτι ὁ Υἱὸς ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, οὔτε τόπον νοεῖς ἐπὶ Θεὸν, οὔτε μείζονα τὸν Υἱὸν ἡγῇ, ἀλλ’ ἐκ τῆς ὑπερβαλλούσης τιμῆς τὸ ταυτὸν τῆς φύσεως
10νοεῖς· οὕτως, ἐὰν ἀκούσῃς, ὅτι ὁ Ἰησοῦς πλήρης Πνεύματος ἁγίου, μὴ ἐλλείψεως πλήρωσιν νομίσῃς, μήτε μεῖζον τὸ Πνεῦμα ἡγῇ· ἀλλ’ ἐκ τῆς ὑπερβαλ‐ λούσης τιμῆς καὶ ἑνώσεως τὸ αὐτὸν τῆς φύσεως νόει ἐν τρισὶ τελείαις ὑποστάσεσιν. Ὅτι δὲ ἐπ’ αὐτὸν τὸν
15Υἱόν ἐστι τὸ Πνεῦμα, ἄκουε καὶ αὐτοῦ λέγοντος τοῖς Ἰουδαίοις· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με·» καὶ τοῦ Πέτρου· «Ὅτι ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει.» Μακεδ. Ἐγὼ ἀμαθής εἰμι, ἄγω τὸν διδάσκαλόν μου, καὶ διαλέγε‐
20ταί σοι. Ὀρθ. Γένοιτό σοι τὸν εὐσεβῆ λογισμὸν λαβεῖν διδάσκαλον! ἵνα μὴ ἀνθρώποις ᾖς ἀκολουθῶν, ἀλλὰ τῷ Θεῷ τῷ εἰρηκότι· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.»
25Ἀμήν.
28tΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ
29tἙτέρα διάλεξις πρὸς Μακεδονιανὸν, περὶ τοῦ,
30tεἰ ἐφόρεσε σῶμα ἔμψυχον ὁ τοῦ Θεοῦ Λό‐
31tγος.
32tΜΑΚΕΔΟΝΙΑΝΟΣ.
33 Οὐ μόνον σφάλλεσθε λέγοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ’ ὅτι καὶ ψυχὴν εἶχε σαρκωθεὶς
35ὁ Κύριος. ΟΡΘΟΔΟΞΟΣ. Οὐ μόνον εὐσεβοῦμεν λέ‐ γοντες, ὅτι ὁμοούσιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ’ ὅτι καὶ ψυχὴν εἶχε σαρκωθείς. Οὐδὲν δὲ μέγα ποιεῖς ἀρνούμενος τὸ ὁμοούσιον, εἰ ψυχὴν αὐτὸν ἔχειν ἀρνῇ. Τοῦτο γάρ ἐστιν ἴδιον τῶν τὸ ἑτερούσιον καὶ τὸ ἀν‐
40όμοιον λεγόντων. Ἵνα γὰρ παθητὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς εἴπωσιν, ἄψυχον λέγουσι, καὶ ἐκ τούτου κατασκευάζουσι τὸ ἀνόμοιον. Μακεδ. Ἀλλ’ ἡμεῖς ἀν‐ όμοιον μὲν οὐ λέγομεν, ἄψυχον δὲ λέγομεν. Ὀρθ. Ὁμο‐ λογεῖς, ὅτι παρὰ τῷ θανάτῳ ἤρξατο λυπεῖσθαι καὶ
45ἀδημονεῖν, ὡς ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ γέ‐ γραπται, καὶ ἐν τῷ κατὰ Μάρκον, Ἤρξατο θαμβεῖ‐ σθαι καὶ ἀδημονεῖν; Μακεδ. Ναί. Ὀρθ. Ἀδη‐ μονεῖ δὲ καὶ ἐκθαμβεῖται θεότης τὸν θάνατον, ἢ τὸ ἄψυχον σῶμα; Μακεδ. Δηλονότι ἡ θεότης σεσαρκω‐

28

.

1329

(50)

μένη. Ὀρθ. Ἀνόμοιος ἄρα ἡ τοῦ Υἱοῦ θεότης τῇ τοῦ Πατρὸς θεότητι; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Εἰ ἀδημονεῖ καὶ ἐκθαμβεῖται τὸν θάνατον, πῶς δύναται ὅμοιος εἶναι καὶ ἀπαράλλακτος τῷ μήτε ἀδημονοῦντι, μήτε λυπουμένῳ, μήτε ἐκθαμβουμένῳ;
55Μακεδ. Ἐπειδὴ σῶμα ἀνθρώπινον ἔσχεν, ἀδημονεῖ.

28

.

1332

Ὀρθ. Σῶμα δὲ ἄψυχον οὐκ ἀδημονεῖ, οὐκ ἐκθαμ‐ βεῖται, οὐ λυπεῖται. Μακεδ. Ἀλλ’ εἶχε θεότητα ἀντὶ τῆς ψυχῆς. Ὀρθ. Τὸ σῶμα ἐποίει τὴν θεότητα ἐκθαμβεῖσθαι, ἢ ἡ θεότης τὸ σῶμα; Μακεδ. Διὰ τὸ
5σῶμα ἡ θεότης ἐξεθαμβεῖτο. Ὀρθόδ. Ἐθολοῦτο οὖν ἡ θεότης ὑπὸ σώματος, ὡς τὸ ἡγεμονικὸν ἡμῶν. Μακεδ. Μὴ γένοιτο εἰπεῖν! Ὀρθ. Ἀνάγκη οὖν δοῦναι ψυχὴν τὴν θολουμένην. Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Πῶς οὖν ἀκούσῃ τοῦ ἀγγέλου λέγοντος τῷ
10Ἰωσήφ· «Παράλαβε τὴν μητέρα καὶ τὸ παιδίον, καὶ φεῦγε εἰς Αἴγυπτον· μέλλει γὰρ ὁ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου·» καὶ πάλιν· «Ἐγερ‐ θεὶς παράλαβε Μαριὰμ τὴν γυναῖκά σου, καὶ δεῦρο εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν
15ψυχὴν τοῦ παιδίου·» καὶ αὐτὸς ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·» καὶ πάλιν· «Ὅτε θέλω, τίθημι αὐτὴν, καὶ ὅτε θέλω, λαμβάνω αὐτήν;» Μακεδ. Ἐπειδὴ καὶ ὁ Πατὴρ λέ‐
20γει, «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου,» ἆρα διὰ τοῦτο καὶ τὸν Πατέρα ψυχὴν ἔχειν λέξομεν; Ὀρθ. Πρῶτον ὃ παρήγαγες ῥητὸν οὐκ ἐνόησας. Οὐ γὰρ ἔχεις δεῖξαι, ὅτι Πατήρ ἐστιν ὁ λέγων. Μακεδ. Ἀλλὰ τίνος ἐστὶν ἡ φωνή; Ὀρθ.
25Τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ εἰρηκότος· «Ἔγνω βοῦς τὸν κτησάμενον αὐτὸν, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκε.» Μακεδ. Οὗτος οὖν ἐστιν ὁ λέγων· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή
30μου;» Ὀρθ. Καὶ πάνυ. Τότε γὰρ αὐτὰ ἐμίσησεν, ὅτε ἐνηνθρώπησε, καὶ τὴν Καινὴν Διαθήκην διέθετο. Μακεδ. Καὶ εἶχε ψυχὴν, ὅτε ὤφθη τῷ Ἡσαΐᾳ; Ὀρθ. Ὥσπερ οὐκ εἶχε χεῖρας καὶ πόδας σωματικοὺς, οὔτε μὴν ἱμάτια σωματικὰ πρὸ τῆς ἐνανθρωπήσεως, ὅτε
35ἔλεγεν, «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλήρους,» ἀλλὰ τὰ μέλλοντα γίνεσθαι ἔλεγεν· οὕτω καὶ περὶ ψυχῆς λέ‐ γων εἶπε· «Μισεῖ ἡ ψυχή μου.» Μακεδ. Δῶμεν, ὅτι ἡ φωνὴ τοῦ Υἱοῦ ἐστι· μὴ καὶ ὅτε ἔλεγεν,
40«Ἰδοὺ ὁ Παῖς μου ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδό‐ κησεν ἡ ψυχή μου· θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐ‐ τὸν,» ὁ Υἱός ἐστιν ὁ λέγων; Ὀρθ. Οὐκ ἔστιν ὁ Υἱὸς ὁ λέγων, ἀλλ’ ὁμολογουμένως ὁ Πατήρ. Οὐ μὴν ὡς αὐτὸς ψυχὴν ἔχων ταῦτα λαλεῖ· ἀλλὰ πᾶσαν
45ψυχὴν ἁγίαν, ἑαυτοῦ ψυχὴν λέγει. Ἥτις οὖν ψυχὴ εἰς τὸν Υἱὸν ηὐδόκησε, αὕτη μου, φησὶν, ἔστιν ἡ ψυχή. Ὡς γὰρ ὁ δίκαιος ἄνθρωπος, τοῦ Θεοῦ λέγεται ἄνθρωπος· οὕτω καὶ ἡ δικαία ψυχὴ τοῦ Θεοῦ λέγεται καὶ ἔστι ψυχή. Μακεδ. Τί οὖν ἐστιν εὐδοκία; Ὀρθ.

28

.

1332

(50)

Ὁ προφήτης Ἡσαΐας τὸ ηὐδόκησε, προσεδέξατο, εἶπε, λέγων· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐ‐ τοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ Πνεῦμά μου ἐπ’ αὐτόν.» Ἥτις οὖν ψυχὴ τοῦτον, ὃν δείκνυμι ὑμῖν παῖδά μου, προσ‐
55εδέξατο, αὕτη μου ἐστὶ ψυχή. Μακεδ. Ἡμεῖς κατα‐
χρηστικῶς τὸν Πατέρα λέγομεν εἰρηκέναι τὴν φω‐

28

.

1333

νήν. Οὔτε γὰρ ψυχὴν ἔχων ὁ Πατὴρ λέγει· «Εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου·» οὔτε, ὡς σὺ νενόηκας, περὶ τῆς τῶν ἀνθρώπων ψυχῆς λέγει. Ὀρθ. Δῶμεν, ὅτι καταχρηστικῶς εἴρηται περὶ τοῦ Πατρός· ἆρα
5καὶ περὶ τοῦ Υἱοῦ καταχρηστικῶς εἴρηται; Μακεδ. Ναί. Ὀρθ. Ἐὰν οὖν καὶ ἄνθρωπος λέγηται ὁ Πα‐ τὴρ, καταχρηστικῶς εἴρηται· καὶ εἰ περὶ τοῦ Πα‐ τρὸς, ἆρα καὶ τὸν Υἱὸν καταχρηστικῶς ἄνθρωπον λέξομεν; Μακεδ. Ποῦ γέγραπται καταχρηστικῶς ὁ
10Πατὴρ ἄνθρωπος; Ὀρθ. Αὐτὸς ὁ Υἱὸς ἐν τοῖς Εὐαγγελίοις λέγει αὐτὸν ἄνθρωπον. Μακεδ. Ἀνά‐ γνωθί μοι ποῦ αὐτὸν λέγει ἄνθρωπον. Ὀρθ. Ὅταν λέγῃ, «Ἄνθρωπός τις ἐποίησε γάμους τῷ υἱῷ αὐ‐ τοῦ,» ποῖον λέγει ἄνθρωπον; Καὶ ὅταν λέγῃ· «Ἄν‐
15θρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς,» ποῖον νοεῖς ἄνθρωπον; Μακεδ. Ἐν παραβολῇ τὸν Πατέρα. Ὀρθ. Ἆρα οὖν, ἐπειδὴ ἐν παραβολαῖς τὸν Πατέρα λέγει ἄνθρωπον, καὶ ἐν αὐτῇ τῇ παραβολῇ καὶ ἑαυτὸν Χριστὸν ἄνθρωπον
20μετὰ τοὺς δούλους ἀπεσταλμένον, εἴποιμεν ἂν καὶ αὐτὸν τὸν Υἱὸν καταχρηστικῶς ἐνηνθρωπηκέναι; Μακεδ. Μὴ γένοιτο! Ὀρθ. Ἐὰν δὲ ἀκούσωμεν πρόσωπον Πατρὸς, ὃ βλέπουσιν ἄγγελοι τῶν παιδίων, ὡς ἐν Εὐαγγελίοις γέγραπται· ἀκούσωμεν δὲ καὶ
25πρόσωπον Υἱοῦ, ὃ ἔλαμψεν ἐν τῷ ὄρει, καὶ ἐῤῥά‐ πισεν ὁ ὑπηρέτης· οὕτως ἀκούσομεν τῶν σημαινο‐ μένων; ἢ τὸ μὲν σώματος πρόσωπον, τὸ δὲ κατα‐ χρηστικῶς ὀνομάσομεν πρόσωπον, ὅ ἐστιν ὑπόστασις; Μακεδ. Ὁμολογουμένως ἄλλως ἐπὶ τοῦ Πατρὸς, καὶ
30ἄλλως ἐπὶ τοῦ Υἱοῦ. Ὀρθ. Οὐκ ἄρα, καὶ εἰ περὶ τοῦ Πατρὸς καταχρηστικῶς εἴρηται ψυχὴ, πάντως καὶ περὶ τοῦ Υἱοῦ· Μανιχαίων γὰρ αὕτη ἡ μανία, τὸ λέγειν μὴ ἐνηνθρωπηκέναι τὸν Υἱὸν τοῦ Θεοῦ. Μακεδ. Ἐνηνθρωπηκέναι λέγομεν· ἀλλ’ οὐχὶ ψυχὴν
35εἰληφέναι. Ὀρθ. Μὴ λέγε ἐνηνθρωπηκέναι μόνον, ἀλλὰ καὶ σεσαρκῶσθαι. Εἰ γὰρ οὐκ ἔλαβεν ἔμψυχον σῶμα, οὐδὲ ἐνηνθρώπησε. Μακεδ. Διὰ τί; Ὀρθ. Ὅτι σῶμα ἄψυχον, τὸ μὴ κοινωνῆσαν ψυχῇ λογικῇ, οὐκ ἔστιν ἀνθρώπινον σῶμα. Πῶς δὲ ὡς «ἀσπίδος
40κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσ‐ ακούσεται φωνῆς ἐπᾴδοντος,» οὕτως ἀκούετε τοῦ Πέτρου λέγοντος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὅτι «Οὔτε ἡ ψυχὴ αὐτοῦ κατελείφθη εἰς ᾅδου, οὔτε ἡ σὰρξ αὐτοῦ οἶδε διαφθοράν; Καὶ ὁ προφήτης Ἡσαΐας
45βοᾷ· «Ἐὰν δῶτε περὶ ἁμαρτίας τὴν ψυχὴν ὑμῶν, ὄψεσθε σπέρμα μακρόβιον.» Καὶ βουλεύσεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς· καὶ τὰς ἁμαρτίας

28

.

1333

(50)

αὐτῶν αὐτὸς ἀνοίσει. Διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα. Ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀν‐ ήνεγκε, καὶ διὰ τῆς ἀνομίας αὐτῶν παρεδόθη.»
55Μακεδ. Καὶ ἡμεῖς ἴσμεν, ὅτι πολλαχοῦ εἴρηται ἐν
τῇ Γραφῇ, ὅτι ψυχὴν εἶχεν· ἀλλὰ καταχρηστικῶς

28

.

1336

εἴρηται, καὶ οὐκ ἀληθείᾳ. Ὀρθ. Πάντα οὖν ὅσα εἴρηται περὶ αὐτοῦ ἀνθρώπινα, οἷον ἀκοὴ, ὅρασις, ὄσφρησις, φωνὴ, γεῦσις, ἐπιθυμία, λύπη, θάμβος, ἀδη‐ μονία, περίπατος, καταχρηστικῶς εἴρηται, καὶ οὐκ
5ἀληθείᾳ; Μακεδ. Πάντα ταῦτα τὰ προειρημένα ἀλη‐ θῶς εἴρηται, ψυχὴ δὲ καταχρηστικῶς. Ὀρθ. Καὶ ὁ καταξιώσας κοπιῶντι τῷ σώματι, καὶ ἐξ ὀστέων, καὶ νεύρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ ἄλλων μελῶν τοῦ σώματος καὶ μερῶν συμπαγέντι ἑνωθῆναι, οὐκ εἶχε
10ψυχήν; Μακεδ. Τί χρείαν εἶχε ψυχῆς ἡ Ζωή; Ὀρθ. Τί δὲ χρείαν εἶχε τῆς σαρκὸς, ὁ ἄνευ σαρκὸς ὀφθεὶς πρὸς τοὺς πατέρας ἡμῶν; Μακεδ. Εἰς τὸ σταυρω‐ θῆναι χρείαν εἶχε σαρκός. Ὀρθ. Καὶ εἰς τὸ λυπη‐ θῆναι, καὶ ἀδημονῆσαι, καὶ ἐκθαμβηθῆναι, καὶ ἐν
15ᾅδου γενέσθαι, χρείαν εἶχε ψυχῆς. Τοῦτο γάρ ἐστι τὸ μορφὴν δούλου λαβὼν, οὐ τὸ ἐν σώματι φανῆ‐ ναι μόνον, ἀλλὰ καὶ τὸ τὰ πάθη τῆς δουλείας λαβεῖν. Μακεδ. Μορφὴν δούλου ἔλαβε, σάρκα λαβών. Ὀρθ. Ἡ μορφὴ τοῦ Θεοῦ τελεία ἐστὶ μορφὴ Θεοῦ; Μακεδ.
20Ναί. Ὀρθ. Καὶ ἡ μορφὴ ἄρα τοῦ δούλου τελεία μορφὴ τοῦ δούλου ἐστί. Διὰ τοῦτο γὰρ καὶ θάμβος, καὶ λύπη, καὶ ἀδημονία, διὰ τὸ τελείαν εἶναι τὴν τοῦ δούλου μορφήν. Καὶ τοῦτό ἐστι τὸ πρόβατον, ὃ ζητήσας καὶ εὑρὼν, ἐπὶ τῶν ὤμων φέρει, οὐκ
25ἀσκὸν ἄψυχον, ἀλλ’ ἔμψυχον ζῶον, συγχωρῶν αὐτῷ ἔχειν τὰ πάθη, οὐ τὰ τῆς ἁμαρτίας, ἀλλὰ τὰ τῆς φύσεως· ἵνα μὴ φαντασία νομισθῇ, καὶ Μανι‐ χαῖος μανῇ. Μακεδ. Δῶμεν, ὅτι περὶ ψυχῆς καλῶς λέγεις, διὰ τί καὶ ὁμοούσιον λέγετε τὸν Υἱὸν τῷ
30Πατρί; Ὀρθ. Ὅτι ὃν ἐὰν εἴπῃς λόγον τῆς οὐσίας τοῦ Πατρὸς, τοῦτον αὐτὸν τὸν λόγον εἶναι τιθέμεθα καὶ τῆς τοῦ Υἱοῦ οὐσίας. Μακεδ. Ἀλλὰ τοῦτο οὐκ ἔστιν ὁμοούσιον, ἀλλὰ ὁμοιοούσιον. Ὀρθ. Τὸ ὁμοιοούσιον, ἵν’ οὕτως εἴπω, ἄγροικος σοφία ἐστίν·
35ὡς ἐὰν λέγῃ τις τὸν ὁμότροπον ὁμοιότροπον, ἢ τὸν ὁμογενῆ ὁμοιογενῆ, ἢ τὸν ὁμόδοξον ὁμοιόδοξον, ἢ τὸν ὁμόφρονα ὁμοιόφρονα. Μακεδ. Οὔκ· ἀλλὰ τὸ ὁμοιοού‐ σιον ἐπὶ τῶν ἀσωμάτων· τὸ δὲ ὁμοούσιον ἐπὶ τῶν σωμάτων. Ὀρθ. Εἶπον, ὅτι ἄγροικος σοφία ἐστί· μᾶλλον
40γὰρ τὸ ὁμοιοούσιον ἔδει λέγεσθαι παρ’ ὑμῶν ἐπὶ τῶν σωμάτων, ἐφ’ ὧν καὶ ὁμοιότης, τὸ δὲ ὁμοούσιον ἐπὶ τῶν ἀσωμάτων, ἐφ’ ὧν ἡ ταυτότης· τὸ γὰρ ὁμοούσιόν ἐστι τὸ ταυτοούσιον. Μακεδ. Ἀλλὰ τὰ ὁμοούσια ἔχουσι προϋποκειμένην οὐσίαν. Ὀρθ. Οὐκ ἀληθῶς
45λέγεις· καὶ γὰρ ὁμοούσιός ἐστιν ἡ Εὔα τῷ Ἀδὰμ, καὶ οὐκ ἔχουσι προϋποκειμένην οὐσίαν ἀνθρώπων. Μακεδ. Ἀλλὰ τὴν γῆν ἔχουσι προϋποκειμένην. Ὀρθ. Ἀλλ’ οὐ διὰ τοῦτό εἰσιν ὁμοούσιοι, ἐπειδὴ ἐκ τῆς γῆς εἰσιν, ἀλλ’ ὅτι τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς οὐσίας.

28

.

1336

(50)

Μακεδ. Ἐγὼ δὲ διὰ τοῦτο λέγω ὁμοουσίους, ἐπειδὴ ἐκ τῆς αὐτῆς εἰσιν οὐσίας, ἐκ τῆς γῆς. Ὀρθ. Εἶπε οὖν καὶ τοὺς κύνας, καὶ τοὺς ὄφεις, καὶ πάντα τὰ ἄλλα ζῶα, ὁμοούσια τοῖς ἀνθρώποις· καὶ οὐ μόνον τὰ ἄλο‐ γα ζῶα, ἀλλὰ καὶ τὰ φυτὰ, καὶ εἴ τι ἕτερόν ἐστιν ἐκ
55τῆς γῆς. Ὁμωνύμως γὰρ πάντα γήϊνα καλοῦνται· ἀλλ’ οὐ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς οὐσίας. Μακεδ. Ἐγὼ οὐκ ἀκολουθῶ Ἀριστοτέλει. Ὀρθ. Οὐδὲ γὰρ ἐγώ. Μακεδ. Ἀλλὰ Ἀριστοτέλης εἶπε τῶν ὁμ‐
ωνύμων τὸν λόγον τῆς οὐσίας ἕτερον εἶναι. Ὀρθ. Σὺ

28

.

1337

δὲ τὸν αὐτὸν εἶναι λόγον λέγεις τῆς οὐσίας ἀνθρώπων καὶ ὄνων, καὶ βοῶν, καὶ ἵππων, καὶ τῶν ἄλλων ζώων; Μακεδ. Ναί. Ὀρθ. Τὸν αὐτὸν ἄρα λόγον ἔχεις τῆς οὐσίας τοῖς ἀλόγοις; Μακεδ. Ναί. Ἐκ τῆς γῆς γὰρ
5ἐγενόμεθα πάντες. Ὀρθ. Ἐγὼ μὲν οὐκ Ἀριστοτέλει ἀκολουθῶν, ἀλλ’ αὐτῇ τῇ ἀληθείᾳ, τῶν ὁμωνύμων τὸν λόγον τῆς οὐσίας οὐ τὸν αὐτὸν λέγω, οὐδὲ ταυτὰ τοῖς ἀλόγοις τὰ λογικά. Πᾶς δὲ αἱρετικὸς «παρα‐ συνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη
10αὐτοῖς.» Μακεδ. Μὴ ὕβριζε διαλεγόμενος. Ὀρθ. Ἐγὼ
οὐχ ὑβρίζω· ἀλλ’ ἡ σὴ φωνὴ τοῦτο συνήγαγε.