TLG 2035 091 :: ATHANASIUS :: In caecum a nativitate [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

In caecum a nativitate [Sp.]

Citation: Volume — page — (line)

28

.

1001

(7t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
8tΑΘΑΝΑΣΙΟΥ
9tΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΕΚ ΓΕΝΕΤΗΣ ΤΥΦΛΟΝ
12 Πολυσπούδαστόν ἐστι πᾶσιν ἀνθρώποις τὸ τῶν γονέων γλύκασμα, γνήσιον, ποθητὸν, παντὸς χρυσίου τιμιώτερον. Οὐκ ἔστιν ἐν τῷ παρόντι βίῳ
15γονεῦσιν ἀντισταθμιζόμενον κτῆμα. Χρυσὸς πολλάκις ἀπόλλυται· γονέων δὲ φίλτρον οὐ μαραίνεται. Ἄρ‐ γυρος πολλάκις ἰοῦται· τῶν δὲ γεννησάντων αἱ ὠδῖ‐ νες οὐ μειοῦνται. Μαργαρῖται πολλάκις διαφθείρον‐ ται· γονέων δὲ δάκρυα τῷ Κυρίῳ παρίστανται. Διὸ καὶ
20τῶν γονέων τὸ τίμιον ἡ θεία Γραφὴ γνωρίζουσα, παραινεῖ τοῖς τέκνοις βοῶσα· «Ὁ κακολογῶν πα‐ τέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.» Ἔστι δὲ πάν‐ τως εἰπεῖν τινα· Καὶ εἰ περισπούδαστόν ἐστι τὸ τῶν γονέων γλύκασμα, τίνος ἕνεκεν ὁ Δαβὶδ τοὺς γονεῖς
25διαβάλλων ἔλεγεν· «Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με;» Τί λέγεις, ὦ φίλε, πρὸς τὰ παρόντα; Παντὸς κτίσματος τιμιώτερον τὸ τῶν γονέων γλύκασμα· μὴ γὰρ ὡς πρὸς τὸν δημιουργὸν τῶν ἁπάντων Θεόν· οὐκ ἔστι
30κτίσμα κτίστῃ συγκριθῆναι δυνάμενον. Εἰ μὲν ἦν ὁ Δαβὶδ εἰρηκώς· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με.» ἀντελάβετο δέ μου ὁ δεῖνα, ὁ γεί‐ των, ἢ ὁ συγγενὴς, ἢ ὁ φίλος, ὡς ὑπεναντίον διε‐ βεβαίου· εἰ δὲ καὶ τῶν γονέων τὸν Κύριον εὐ‐
35σπλαγχνότερον ἀπεφήνατο, καὶ τοὺς γονεῖς οὐκ ἐν‐ ύβρισε, καὶ τὸν Θεὸν ἐδόξασεν.
39Τίνος δὲ χάριν ὁ Δαβὶδ προσήκατο τὰς συλλα‐
40βὰς, λέγων· «Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέ‐ λιπόν με· ὁ δὲ Κύριος ἀντελάβετό με;» Ἴστε πάντες σαφῶς, ὅσα τε φιλόλογοι, πῶς ὁ τῶν ἁπάν‐ των Θεὸς βουλόμενος τὸν Σαοὺλ, ὡς φαῦλον, τῆς βα‐
σιλείας διαδέξασθαι, καὶ τὸν Δαβὶδ, ὡς φίλον, εἰς τὴν1001

28

.

1004

βασιλείαν προσήκασθαι, ἀποστέλλει τὸν ἑαυτοῦ διάκονον Σαμουὴλ εἰς τὸν οἶκον τῶν γονέων τοῦ Δα‐ βὶδ, ἐπιφερόμενον τὸ κέρας τῆς χειροτονίας, λέ‐ γων πρὸς τὸν Σαμουὴλ ὁ Κύριος· Πορευθεὶς εἰς τὸν
5οἶκον Ἰεσσαὶ, χρῖσόν μοι ἕνα τῶν υἱῶν αὐτοῦ εἰς βα‐ σιλέα. Ὁ δὲ Σαμουὴλ ὡς εἰς διακονίαν στελλόμενος ἀντερήσατο πρὸς τὸν Κύριον, λέγων· Καὶ τίνα προχειρίσομαι; Λέγε μοι τὸ ὄνομα, Δέσποτα, ἵνα σπουδαιότερον πρὸς τὸ δοκοῦν σοι διαβήσωμαι. Ὁ
10δὲ Κύριος πρὸς τὸν Σαμουήλ· Οὐ θέλω σε γινώσκειν τὸν προχειριζόμενον, ἵνα μὴ ὡς προσωπολήπτης δια‐ βληθῇς. Ἔχεις τὸ κέρας τῆς χειροτονίας, ὅπου δ’ ἂν ἐπινεύσει τὸ κέρας, καὶ τὸ ἔλαιον λιμνάσει, ἐκεῖνόν μοι προχείρισον εἰς βασιλέα. Κατέχων τὸ κέρας,
15ἀπροσωπόληπτον διαιτητὴν, μηδαμῶς δυσχέραινε. Ταῦτα ἀκούσας ὁ Σαμουὴλ, καὶ ὡς παρὰ Θεοῦ τὴν γνῶσιν δεξάμενος, εὐθέως ἀναμφιβόλῳ ποδὶ κατέδρα‐ μεν ἐπὶ τὸν οἶκον τοῦ Ἰεσσαὶ, λέγων πρὸς αὐτόν· Ἀπέστειλέ με ὁ Κύριος προχειρίσασθαι ἕνα τῶν
20υἱῶν σου εἰς βασιλέα. Εὐθέως δὲ ὁ Ἰεσσαὶ καὶ ἡ τού‐ του γαμετὴ τὸν πρῶτον υἱὸν προεβίβασαν, ὡς τὴν εὐλογίαν τῶν πρωτοτόκων βαστάζοντα, καὶ ἐν τοῖς τέκνοις τὴν εὐταξίαν φυλάττοντα. Ὁ δὲ Σαμουὴλ, εὐθέως τὴν χεῖρα ὑψώσας, καὶ πρὸς τὴν χειροτονίαν
25σχηματισθεὶς, καὶ τὸ κέρας ἐπινεύσας, ἀπέλυσε τὸν πρῶτον ἀχειροτόνητον, θείῳ νεύματι τοῦ ἐλαίου στάξαι μὴ βουληθέντος. Ὡς δὲ ἕνα ἕκαστον τῶν υἱῶν αὐτοῦ παρήγαγεν αὐτῷ ἐκτὸς τοῦ Δαβὶδ, ὑπέστρε‐ ψαν οἱ πάντες λιτοὶ καὶ ἀχειροτόνητοι. Ὑποστρεψάντων δὲ τούτων λιτῶν, ἀντέβαλλεν ὁ
30Ἰεσσαὶ πρὸς τὸν Σαμουὴλ, λέγων· Τί πεποίηκας, ἄνθρωπε; ἐσφάλης, καὶ οὐκ οἶδας. Ἢ ἐσφάλης, ἢ παῖξαί με παρέδραμες. Παρὰ θύρας εἰσήλυθες· ἀλ‐ λαχοῦ ἀπεστάλης, καὶ ὧδε τὸ κέρας ἐγύμνωσας· μά‐ την ἡμᾶς ἐχαροποίησας, θρυλλήσας, καὶ τὴν ἐπαγ‐
35γελίαν μὴ πληρώσας. Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσ‐ σαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς δι‐ στάζεις· εἰ δὲ ὁ τῶν καρδιῶν γνώστης ἀπέστειλέ με,
40τί ἀνανεύεις; Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Καὶ ἐν τίνι λοιπὸν ἐπινεύσω; Παρήγαγόν σοι πᾶσαν τῶν τέκνων μου τὴν καλλονὴν, καὶ οὐδαμοῦ τῆς ἐπαγγε‐ λίας τὸ γνώρισμα. Μὴ μᾶλλον οὐκ ἔγνως τὸν ἀποστεί‐ λαντά σε; Μὴ ἆρα ἀλλαχοῦ ἀπεστάλης; Μήτιγε
45ἐμὲ τὸν πρεσβύτην κατέδραμες χειροτονῆσαι; Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί· Τί με καταπλήττεις, πρεσβῦτα; Οὐκ ἔχεις ἄλλον υἱόν; εἰ μὲν οὐκ ἔχεις, ἐσφάλην· εἰ δὲ ἔχεις, οὐκ ἐπλανήθην. Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Ἔχω μὲν καὶ ἄλλον υἱὸν, ἀλλ’

28

.

1004

(50)

ὅμως μικρὸν, εὐτελῆ, μὴ ποιοῦντα βασιλέα. Αἰσχύ‐ νομαι καὶ προβιβάσαι αὐτόν. Ὁ δὲ Σαμουὴλ πρὸς αὐ‐ τόν· Παραδιατάττῃ τῷ Κτίσαντι; αἰσχύνῃ προβιβά‐
σαι τοῦτον; Τί γάρ; Πολυσαρκίαν χρίζει ὁ Θεός;1003

28

.

1005

Προχείρισαι οὖν τοῦτον· λιμνάσει πάντως τὸ ἔλαιον, ἐπινεύσει, οἶδα, τὸ κέρας. Εὐφραινέσθω σου ὁ οἶκος. Τί γάρ; Ὅτι μικρός ἐστιν, οὐ ποιεῖ βασιλέα; Περί‐ μεινον μικρὸν, καὶ ὄψῃ· πῶς οὗτος ὁ μικρὸς τὸν
5γιγανταῖον πύργον, τὸν Γολιὰθ λέγω δὴ, καταστρέ‐ ψει. Τοιγαροῦν ταύτην τῶν γονέων τὴν λοιδορίαν ὁ Δαβὶδ κατανοήσας, καὶ τὴν τοῦ Κυρίου παράδοξον εὐεργεσίαν θείᾳ Γραφῇ παραδιδοὺς, ἐβόα· «Ὁ πα‐ τήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύ‐
10ριος προσελάβετό με.» Ταύτην τοίνυν τὴν τοῦ προφήτου Δαβὶδ εὐχάρι‐ στον φωνὴν, εὐκαίρως καὶ ὁ ἐκ γενετῆς τυφλὸς ἀνα‐ βλέψας, ἐρεῖ μεγαλοφώνως καὶ αὐτός· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος
15προσελάβετό με.» Ἴστε πάντες σαφῶς, πῶς καὶ οὗτος ὑπὸ μὲν τῶν γονέων διεπτύσθη, ὑπὸ δὲ τοῦ Θεοῦ οὐκ ἐγκατελείφθη. Ὅπως δὲ τὸ χρέως ἀποδωσώμεθα, καὶ μικρὸν ἀναψύξωμεν, ἵνα καὶ πάλιν πιστευθῶμεν ὀφει‐ λήματα· φέρε τοίνυν ἐπὶ τὸν ἐκ γενετῆς τυφλὸν
20εὐκαίρως παραγάγωμεν. Ἤκουες, ἀγαπητὲ, τῇ προ‐ τέρᾳ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· «Καὶ παρ‐ άγων, φησὶν, ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς καθήμενον· καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, τίς ἥμαρτεν, οὗ‐
25τος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Ὁ δὲ Κύριος πρὸς αὐτούς· «Οὐδὲ οὗτος ἥμαρτεν, οὐδὲ οἱ γονεῖς αὐτοῦ· ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ταῦτα εἰπὼν ὁ Κύριος, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τοὺς
30ὀφθαλμοὺς τοῦ τυφλοῦ.» Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ· καὶ ἀπελθὼν ἐνίψατο· καὶ νιψάμενος ἀνέβλεψε· καὶ ἀναβλέψας ἐπίστευσε τῷ ἀποστεί‐ λαντι. Ἄκουε συνετῶς. Ἐπηρώτησαν τὸν Κύριον οἱ μαθηταὶ, λέγοντες· «Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος
35ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;» Δικαία τῶν ἀποστόλων ἡ ἐπερώτησις, ἔνθεν δείκνυται, ὅτι ὡς Θεῷ τῷ Κυρίῳ Ἰησοῦ προσίεσαν. Τίς γὰρ οἶδε τὰ κρυπτὰ τῶν ἀνθρώπων, εἰ μὴ ὁ τῶν καρδιῶν ἰχνηλάτης; Διὸ καὶ ὁ Κύριος οὐκ ἀνένευσε πρὸς τὴν
40ἐπερώτησιν, ἀλλὰ παραυτὰ ἐποίει τὴν ἀπόκρισιν, ἐν ταυτῷ καὶ τῶν ἀποστόλων τὴν ἐπερώτησιν πληροφο‐ ρῶν, καὶ τὴν αὐτοῦ θεοπιστίαν βεβαιῶν. Ἀποκριθεὶς γὰρ ὁ Κύριος εἶπεν· «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ
45ἐν αὐτῷ·» τουτέστιν ἡ παροῦσα τούτου τύφλωσις οὐκ ἔστιν ἁμαρτιῶν πρόσκομμα, ἀλλὰ φύσεως σφάλμα. Ὥσπερ γὰρ φυτὸν πρὸ τοῦ τῆς γῆς ἐκκύψαι, ἐν τῇ ῥίζῃ πολλάκις ἀπὸ περιστάσεως ἀερίου τὴν βλάβην δέχεται, οὕτω καὶ οὗτος ὁ ἐκ γενετῆς τυφλὸς, ἐν τῇ

28

.

1005

(50)

νηδύϊ τὴν πήρωσιν ἐδέξατο· ἢ τοῦ μητρῴου κόλπου ἀνευθέτου ὑπάρχοντος, ἢ τοῦ πατρῴου σπόρου κακο‐ χύμου καταβληθέντος. Ὁ δὲ τὴν σφαλεῖσαν φύσιν διορ‐ θώσασθαι δυνάμενος οὐδὲν ἕτερον ἢ τῶν φύσεων δη‐
μιουργὸς εὑρεθήσεται. Διὸ καὶ ὁ Κύριος ἀπεφήνατο1005

28

.

1008

λέγων· «Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.» Καὶ ταῦτα εἰπὼν εὐθέως διὰ τοῦ ἔργου γνωρίζει, ὅτι αὐ‐ τός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑ‐
5τοῦ ἔλεγεν· «ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·» τουτέστιν, ἵνα γνωρισθῶ δι’ αὐτοῦ, ὅτι οὐκ εἰμὶ λιτὸς ἄνθρωπος, ἀλλὰ Θεὸς κραταιός. Ἠδύνατο γὰρ ὁ Κύριος τῷ ῥήματι μόνῳ τὸν τυφλὸν ἰάσασθαι, ὁ λόγῳ τοὺς οὐρανοὺς στερεώσας, κατὰ τὸ φάσκον
10θεῖον ῥητόν· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώ‐ θησαν·» ἠδύνατο οὖν λόγῳ καὶ τοῦτον τὸν ἐκ γενετῆς τυφλὸν θεραπεῦσαι. Ἀλλ’ οὐ ποιεῖ τοῦτο, πηλὸν δὲ ἐπιχρίει τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἵνα πᾶσι φανε‐ ρὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τοῦ Ἀδὰμ κε‐
15ραμεὺς, καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀποπληρῶν. Οὐ ξενίζει τὴν περιοδίαν, ἵνα μὴ διασκεδάσῃ τὴν θαυ‐ ματουργίαν· πηλὸν ἐπὶ πηλὸν ἐπιχρίει, διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀναπληρῶν. Ἔστι δὲ πάντως εἰπεῖν τινα, καὶ ὅτι τούτου χάριν ὁ Κύριος ἔχρισε πηλῷ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ,
20ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ χοοπλαστήσας. Τίνος δὲ ἕνεκεν ἀπέστειλεν αὐτὸν εἰς τὸν Σι‐ λωάμ; Μὴ καὶ τὸν Ἀδὰμ εἰς τὸν Σιλωὰμ ἐχάλασεν; Ἄκουε συνετῶς. Ὅτε τὸν Ἀδὰμ ὁ Κύριος ἐπηλό‐ πλασε, τότε οὐδεὶς τῶν ἀντιλεγόντων Ἰουδαίων
25παρῆν· ἐπεὶ οὖν οὐδεὶς ἦν ἀντιλέγων, τότε μὲν ὁ Κύ‐ ριος εὐσυσταλτικώτερον τὸν λογικὸν ἀνδριάντα κα‐ τασκευάζει· νυνὶ δὲ ὡς πολλῶν ὄντων τῶν ἀντιλε‐ γόντων, πλατύνει τὴν περιοδίαν, ἵνα κρατύνῃ τὴν ἐξουσίαν, ὅπως καὶ ἄκοντας τοὺς ἀντιλέγοντας ἐπι‐
30νεῦσαι τῷ θαύματι παρασκευάσῃ. Τούτου οὖν χάριν ἀπέστειλε τὸν πηλοφόρον εἰς τὸν Σιλωὰμ νίψασθαι, οὐχ ὅτι τοῦ Σιλωὰμ ἔχρῃζεν ὁ τοῦ Σιλωὰμ δεσπότης· ἀλλ’ ὅπως, τοῦ τυφλοῦ τρέχοντος, οἱ βλέποντες ἀκο‐ λουθήσωσι καὶ γενήσηται ὁ μὴ βλέπων τῶν βλεπόν‐
35των ὁδηγὸς, αὐτοὶ δὲ οἱ καταδραμόντες μάρτυρες γενήσωνται τοῦ θαύματος. Ὅταν γὰρ καὶ τοῦτο ἐποίησεν ὁ Κύριος, καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σι‐ λωὰμ, ἄπειρα πλήθη κατέδραμον μαρτυροῦντα τῷ θαύματι. Καὶ ἔτι ἐνήχουν οἱ τῶν Φαρισαίων παῖδες πο‐
40λυπραγμονοῦντες, καὶ φαντασίαν τὴν θαυματουργίαν βοῶντες. Τί ἔμελλον ποιεῖν, εἰ μὴ ἐπλάτυνε τὴν θαυ‐ ματουργίαν; Ἄλλως δὲ πάλιν, εἰ βουληθῇς τὸν Σι‐ λωὰμ εἰς τύπον λαβεῖν τῆς τοῦ βαπτίσματος κολυμ‐ βήθρας, οὐκ ἂν ἁμάρτοις· ἐπειδὴ ἐν ἐκείνῃ πάντες
45ἀπονίπτονται τὸ σκότος τῆς ἀγνωσίας, καὶ λαμβά‐ νουσι τὸ φῶς τῆς εὐσεβείας. Καὶ ὅτι μετὰ τὴν τοσαύτην τοῦ θαύματος πλα‐ τύτητα οἱ πλείους τῶν Ἰουδαίων ἀντέλεγον τῷ θαύ‐ ματι, ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· «Οἱ δὲ γεί‐

28

.

1008

(50)

τονες, καὶ οἱ ἰδόντες αὐτὸν πρὸ τούτου, ὅτι προσαίτης ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ προσαιτῶν, ὁ ἐκ γενε‐ τῆς τυφλός; Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν. Ἕτεροι δὲ ἔλεγον· Οὐκ ἔστιν οὗτος, ἀλλ’ ὅμοιος αὐτῷ ἐστιν.
Ὁ δὲ ἀναβλέψας ἔλεγεν ὅτι, Ἐγώ εἰμι, ὃν λέγετε.»1007

28

.

1009

Εἶδες τύφλωσιν ἀναβλέψεως πρόξενον; Ὁ τυφλὸς ἀνέβλεψε καὶ οἱ βλέποντες ἐτυφλώθησαν τῇ κακίᾳ. Ἀεὶ γὰρ ἡ κακία τυφλή. Διὸ καὶ Ἰουδαίων παῖδες ἀπὸ κακίας ἐπήχουν τὸν ἐκ γενετῆς τυφλὸν, λέ‐
5γοντες πρὸς αὐτόν· Λέγε ἡμῖν, ἄνθρωπε, τίνος χά‐ ριν συγκροτεῖς ἡμῖν τὸν υἱὸν τοῦ τέκτονος, καὶ ὡς Θεὸν αὐτὸν θέλεις διαφημίζεσθαι; Οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός· γνωρίζομεν ἡμεῖς ἐκεῖνον· πολλο‐ στὸν αὐτῷ τὰ πρὸς τὰς χρείας ἐχορηγήσαμεν. Πῶς
10οὖν θρυλλεῖς σὺ, καὶ λέγεις, ὅτι Αὐτὸς ἀνέῳξέ μου τοὺς ὀφθαλμούς; Εἰ χρημάτων δέῃ, καὶ τούτων χά‐ ριν ψευδολογεῖς, ὅσον βούλει κομίζου· μόνον τῆς ἀληθείας μὴ ἀπέχου. Πάντα οὖν ἐποίουν, ἵνα πως διασκεδάσωσι τὸ θαῦμα. Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς
15ἀντιλέγοντας Ἰουδαίους ἔφασκε· Τί με συκοφαν‐ τεῖτε; Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαι‐ ρεῖσθε; Ἀνέβλεψα, οὐ τυφλοῦμαι· μάτην μοι κο‐ νιορτὸν βλασφημίας προσρίπτετε. Ἄλλος ἐφιλαν‐ θρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε. Οὐ προσκυνεῖτε,
20ἀλλὰ λοιδορεῖτε. Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε· μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλ‐ μῶν τὰς θυρίδας. Μικρόν μοι συγχωρήσατε, εἰ μετ’ ὀλίγον ὑμῖν διαλέγομαι. Συγχωρήσατέ μοι πρῶτον κα‐ τανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ ἡλίου τὸ κέν‐
25τρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτητα, τῆς θαλάσσης τὸ κύτος, τῶν πλοίων τὴν ἄτριβον διά‐ βασιν, τῶν ἀνωμάλων τὴν περιοχὴν, τῶν ὀρέων τὰ
30κυρτώματα, τῶν ποταμῶν τὰ ῥεύματα, τῶν πηγῶν τὰ νάματα, τῶν φρεάτων τὰ ἀντλήματα, τῶν κτηνῶν τὰ σκιρτήματα, τῶν θηρίων τὰ ποικίλματα, τῶν ὀρνέων τὰ σχιζόπτερα, τῶν ἰχθύων τὰ ἰδιώματα, τῶν δένδρων τὰ ὑψώματα, τῶν καρπῶν τὰ γλυκάσματα.
35Συγχωρήσατέ μοι πρῶτον ταῦτα καὶ παραπλήσια τούτων θεάσασθαι, καὶ εἶθ’ οὕτως ὑμῖν διαλέγομαι, πῶς ἀνέβλεψα. Πάλαι μὲν ἐγεννήθην, νυνὶ δὲ πρῶτον εἰσῆλθον εἰς τὸν κόσμον τῷ μέρει τῆς ὄψεως. Ἤκουσα τοῦ προφήτου βοῶντος· «Ἐκ μεγέθους καὶ καλλονῆς
40κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖ‐ ται.» Ἐγὼ ἐκ τῶν κτισμάτων, ὑμεῖς ἐκ τῶν ἐμῶν ὀφθαλμῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσατε. Τί μοι χρημάτων περιουσίαν ἐπαγγέλλεσθε; Οὐ πιπρά‐ σκω τὸ δῶρον, οὐ καπηλεύω τῶν ἐμῶν ὀφθαλμῶν τὴν
45ἀνάβλεψιν. Ἄμεινον εὐγνωμόνως προσαιτεῖν, ἢ κα‐ κοτρόπως πλουτεῖν. Τὸ λοιπὸν οὐκέτι προσαιτῶ· ἔλαβον γὰρ τὸν παράπτοντά μοι πρὸς ἐργασίαν λύ‐ χνον τοῦ σώματος. Οὐκέτι οὖν προσαιτῶ, ἀλλὰ γεωργῶ· οὐκέτι χάριν αἰτῶ, ἀλλὰ μισθὸν ἀπαιτῶ· οὐκέτι ῥάβδῳ

28

.

1009

(50)

τὴν γῆν ψηλαφῶ, ἀλλὰ τὴν ἄμπελον δρεπάνῳ κλαδεύω· οὐκέτι ἀργύρια συνάγω, ἀλλὰ δράγματα θερίζω· οὐκ‐ έτι τὴν πήραν περισφίγγω, ἀλλ’ ἅμαξαν ἕλκω· οὐκ‐ έτι ἄρτων κλάσματα λαμβάνω, ἀλλὰ σῖτον κομίζω·
οὐκέτι στένων βοῶ· Δῶτε τῷ τὸ φῶς μὴ ἔχοντι, ἀλλὰ1009

28

.

1012

μεγαλοφώνως κράζω· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» Ταῦτα ἀκούσαντες οἱ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν μὴ μόνον ἰαθέντα, ἀλλὰ καὶ συνηγο‐
5ροῦντα τῷ θαύματι, προσῄεσαν ἔτι ἐπερωτῶντες αὐ‐ τόν· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄν‐ θρωπος, ὅτι ἐπιμένεις τῷ πράγματι; Ὁ δὲ ἀναβλέ‐ ψας πρὸς τοὺς τυφλωθέντας ἔφη· Πῶς ἀνέβλεψα; Ἐπὶ Θεοῦ λέγετε, πῶς τῆς φύσεως ἀκολουθία γίνε‐
10ται; Εἰ τὸ πῶς ἐρωτᾶτε, ἀντερωτήσω ὑμᾶς κἀγώ· Πῶς τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἀκολουθίαν ἢ θαυ‐ ματουργίαν μηνύσας; Πῶς τὸν Λάζαρον ἐκ τοῦ τάφου ἐκάλεσε, φυσικῶς ἢ θεοπρεπῶς; Πῶς τὸν λεπρὸν τοῦ πάθους ἀπέλυσε, περιοδεύσας, ἢ θελήσας; Πῶς
15τὴν αἱμοῤῥοοῦσαν γυναῖκα, ναυαγοῦσαν ἐκ τῆς τῶν αἱμάτων φορᾶς, τοῦ κλύδωνος διέσωσε; Τὸ πάθος ἐρευνήσας, ἢ τὴν πίστιν κατανοήσας; Οἱ δὲ ἀντιλέ‐ γοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν ἐπιμένοντα, δριμύ‐ τερον κατεσχηκότες, εἷλκον αὐτὸν μετὰ βίας ἐπὶ τὸ
20Φαρισαϊκὸν κριτήριον, λέγοντες πρὸς αὐτόν· Νυνί σου τὰς σάρκας καταξανθῆναι παρασκευάσομεν, ἵνα δου‐ λείαν, καὶ μὴ διδασκαλίαν μετέρχῃ. Οὐ σιωπᾷς, ἀλλὰ δημηγορεῖς, καὶ ὡς Θεὸν αὐτὸν θέλεις φημίζεσθαι, ἐκεῖνον τὸν υἱὸν τοῦ Ἰωσήφ; Ἀπὸ συμβεβηκότος τι‐
25νὸς ἀνέβλεψας, καὶ προσφωνεῖς ἡμῖν, ὡς ἐκ γενετῆς τυφλὸς ἐτέχθης, καὶ ἐπάγεις ἡμῖν ἐκεῖνον τὸν τοῦ τέκτονος υἱόν; Οὐ σιωπᾷς, ἀλλὰ μεγάλα βοᾷς; Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν· Εἰ οὐ θέ‐ λετέ με βοᾷν, τί ἐπερωτᾶτέ με συχνῶς; Ὑμεῖς
30ἑαυτοὺς θρυλλεῖτε, κἀμοὶ τὸ ἔγκλημα προσάπτετε. Ὥς φατε, εἰ ἐκ συμβεβηκότος τινὸς ἀνέβλεψα, τί μου τοὺς γονεῖς παρεστήσατε; Μάτην θορυβεῖσθε· οὐ δύ‐ νασθε κρύψαι τὸ θαῦμα· κἂν γὰρ ἐγὼ σιωπήσω, οἱ ὀφθαλμοί μου βοῶσιν. Ἄνθρωπός τις λεγόμενος Ἰη‐
35σοῦς, οὗ καὶ τὸ ὄνομα ἴασις, πηλὸν ἐπέχρισέ μου τοῖς ὀφθαλμοῖς, καὶ εἶπέ μοι· «Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.» Καὶ ἀπελθὼν ἐνιψά‐ μην· νιψάμενος, τὸν μὲν πηλὸν ἀπεθέμην, τὸ δὲ φῶς ἐδεξάμην.
40 Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, καὶ πλή‐ θους ἀπείρου συναθροιζομένου· σάββατον γὰρ ἦν, ὅτε τὸ θαῦμα τοῦτο πεποίηκεν ὁ Ἰησοῦς· ἐπηρώτων αὐτὸν τὰ αὐτὰ τοῖς Ἰουδαίοις λέγοντες· Οἶδας, ἄν‐ θρωπε, ποίῳ τόπῳ παρέστηκας, καὶ ὅτι ἀσυγχώρητον
45τὸ παρὸν κριτήριον τυγχάνει, καὶ ὡς οὐκ ἔστιν ἐν‐ ταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρὸς τὸ Φαρισαϊκὸν κριτήριον, ἀπεκρίνατο· Πῶς ἀνέβλεψα,

28

.

1012

(50)

πάλιν περιεργάζεσθε; πάλιν ὡς κατάδικον εὐθύνετε, λέγοντές μοι· Πῶς ἀνέβλεψας; Ἐὰν ὑμῖν εἴπω, πάλιν θορυβεῖσθε. Τὸ πῶς ἀνέβλεψα, ἐγὼ ὑμῖν ἐρῶ. Τὴν μὲν αἰτίαν τῆς περιοδίας λέγω, τὴν δὲ ἐξουσίαν τῆς
θαυματουργίας, οὐκ ἔχω λέγειν· «Τίς γὰρ ἔγνω νοῦν1011

28

.

1013

Κυρίου; ἢ τίς ξύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προ‐ έδωκεν αὐτῷ, καὶ οὐκ ἀνταποδοθήσεται αὐτῷ;» Εἰ θέλετε μαθεῖν τὴν περιοδίαν, αὕτη ἐστὶν, ἣν ἤδη προεῖπον· «Πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς
5ὀφθαλμούς· καὶ εἶπέ μοι· Ὕπαγε νίψαι εἰς τὴν κο‐ λυμβήθραν τοῦ Σιλωάμ. Ἀπῆλθον δὲ, καὶ ἐνιψάμην, καὶ εὐθέως ἀνέβλεψα·» οὐ τοῦ ὕδατος ἐνεργήσαντος, ἀλλὰ τοῦ πτύσματος παραδοξοποιήσαντος. Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, ὡς εἶδον αὐτὸν
10ἔτι ἐπιμένοντα τοῖς αὐτοῖς, τοῦτον ἀπωσάμενοι, τοὺς γονεῖς τοῦ ἀναβλέψαντος ἐφώνησαν, καὶ ἐπυνθάνοντο παρ’ αὐτῶν λέγοντες· «Εἴπατε ἡμῖν· οὗτός ἐστιν ὁ Υἱὸς ὑμῶν, ὃν λέγεται, ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν ἄρτι βλέπει;» Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος
15ἀνταποκριθέντες πρὸς τοὺς ἐπερωτῶντας, εἶπον τὰ τῆς μακαρίας Σουσάννης· Στενὰ ἡμῖν πάντοθεν. Ἐὰν εἴπωμεν ὅτι Υἱὸς ἡμῶν ἐστιν, οὐκ ἐκφευξόμεθα τὰς χεῖρας ὑμῶν· τοῦτο γὰρ ἐπηγγείλασθε· ἐὰν δὲ εἴπω‐ μεν, ὅτι οὐκ ἔστιν υἱὸς ἡμῶν, αἰωνίαν κόλασιν ὑπο‐
20στησόμεθα· τοῦτο γὰρ ἀπόκειται τοῖς τὴν ἀλήθειαν κρύπτουσι. Διὸ, τὴν αἰωνίαν μᾶλλον κόλασιν προτι‐ μήσαντες, τοσοῦτον ἐροῦμεν, ὅσον καὶ ἐν τοῖς παροῦσι ζημίαν οὐχ ὑπομείνωμεν· «Οὗτος ὁ παῖς, ὦ ἄρχον‐ τες, ὅτι μὲν υἱὸς ἡμῶν ἐστιν, ἴσμεν, καὶ ὅτι τυφλὸς
25ἐγεννήθη οὐκ ἀγνοοῦμεν· τὸ δὲ πῶς ἀνέβλεψεν, οὐκ οἴδαμεν· ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν. Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς λαλήσει περὶ ἑαυτοῦ.» Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, καὶ σφόδρα δια‐
30πορούμενοι· ἐπέφερεν γὰρ αὐτοῖς οὐ τὴν τυχοῦσαν αἰσχύνην τὸ ὅλως ὁμολογεῖσθαι, ὅτι υἱὸς αὐτῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη· ὡς οὖν εἶδον οἱ Φαρισαϊκοὶ κριταὶ ἐπιμένοντας τοὺς γονεῖς τοῦ τυφλοῦ, καὶ λέ‐ γοντας, ὅτι Οὗτος ὁ υἱὸς ἡμῶν ἐστι, καὶ ὅτι τυφλὸς
35ἐγεννήθη, ἐπὶ τούτῳ δακνόμενοι, ἐπειδὴ ὡμολογεῖτο ἡ ἀλήθεια, τινὰς τῶν ἀπατεώνων ἐκ τῶν ὄπισθεν ἀπέστειλαν πρὸς τοὺς γονεῖς τοῦ τυφλοῦ, περιηχοῦν‐ τας αὐτῶν τὰς ἀκοὰς, καὶ ἐν τῷ κρυπτῷ λέγοντας· Ἀρνήσασθε τὸ τέκνον ὑμῶν, καὶ μὴ ὁμολογήσητε,
40ὅτι τυφλὸς ἐγεννήθη, ὅπως ἕξητε τοὺς ἄρχοντας φί‐ λους, καὶ πολλῶν δωρεῶν ἀξιωθήσεσθε. Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος, ὅσα τε γονεῖς, δακρύοντες ἀπεκρί‐ ναντο πρὸς τοὺς τὰ μάταια συμβουλεύοντας· Τί λέ‐ γετε, ὦ ἄνθρωποι; Τί ἡμᾶς ὑποσύρετε; ἀρνησώμεθα
45τὸ ἴδιον ἡμῶν τέκνον; Θηρίων ἡμᾶς ὠμοτέρους θέ‐ λετε εἶναι. Δράκων τὰ ἴδια τέκνα περιπτύσσεται, καὶ ἡμεῖς τὸ ἴδιον τέκνον ἀρνησώμεθα; μὴ γὰρ ἠπεί‐ θησε τοῖς γονεῦσί ποτε· ἀλλὰ καὶ τυφλὸς ὢν διέτρε‐ φεν ἡμᾶς, καὶ ἀναβλέψας πολλῷ μᾶλλον γηροκομήσει

28

.

1013

(50)

ἡμᾶς. Ἀρκείσθω οὖν ὑμῖν· ἔστω, ὅτι οὐ θέλομεν δι’ ὑμᾶς κηρύττειν τὸν περιοδεύσαντα τὸ ἡμέτερον τέ‐ κνον, οὔτε εἰπεῖν μετὰ παῤῥησίας, τίς ἐστιν οὗτος. Ἔστι δὲ εἰπεῖν τινα πάντως· Καὶ πόθεν ἡμῖν ἡ γνῶ‐ σις, ὅτι διὰ τὸν Φαρισαϊκὸν φόβον ἔκρυψαν οἱ γονεῖς
55τοῦ ἀναβλέψαντος τὸ κηρύξαι τὸν Δεσπότην Χριστὸν1013

28

.

1016

ἐπὶ πάντων; Πόθεν οὖν ἡμῖν ἡ ἀπόδειξις, αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης ἀπεμνημόνευσε, λέγων· «Ταῦτα δὲ ἔλεγον οἱ γονεῖς τοῦ ἀναβλέψαντος, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους. Ἤδη γὰρ συνετέθειντο οἱ
5Ἰουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀπο‐ συνάγωγος γένηται.» Εἶδες Φαρισαϊκὴν πονηρίαν. Δέον αὐτοὺς ὁμολογεῖν τὸν Κύριον, προσπίπτειν τε, καὶ προσκυνεῖν τὸν Κτίστην, ἔτι δὲ καὶ τῶν παθῶν τὴν λύσιν ἐπιζητεῖν· ἐκεῖνοι δὲ οὐ μόνον οὐχ ὡμολόγησαν,
10ἀλλὰ καὶ τοὺς ὁμολογοῦντας ἐμάστιζον. Διὸ καὶ ὁ Κύριος κατακρίνων αὐτοὺς ἔλεγεν· «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν, καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε δὲ τοὺς βουλομένους εἰσελθεῖν συγ‐
15χωρεῖτε.» Τί οὖν οἱ Φαρισαϊκοὶ κριταί; Ὡς εἶδον τοὺς γονεῖς τοῦ ἀναβλέψαντος μηδὲν πρὸς τὸ δοκοῦν αὐτοῖς ἀποκρινομένους, τούτους ἀπωσάμενοι δι’ ἑτέρας θύ‐ ρας, καὶ ἐκ δευτέρου προφωνήσαντες τὸν ἀναβλέψαντα
20παῖδα· οὐκ ἦν γὰρ παρὼν ὁ παῖς, ὅτε τὴν πεῦσιν προσῆγον οἱ Φαρισαῖοι τοῖς γονεῦσιν αὐτοῦ· πιθανο‐ λογοῦντες ἐπηρώτων πάλιν τὸν ἀναβλέψαντα, λέγοντες αὐτῷ Κἂν νῦν ὁμολογεῖς τὴν ἀλήθειαν, καὶ πᾶσι φανερὸν καθιστᾷς, ὅτι οὐκ εἶ σὺ ὁ ἐκ γε‐
25νετῆς τυφλός· ἤδη γὰρ παρὼν ἔφης γονέων ἐκείνων εἶναι, καὶ ἰδοὺ ἀκηκόαμεν παρ’ αὐτῶν, ὅτι οὐκ εἶ αὐτῶν υἱὸς, οὐδὲ ἔσχον ἐκ γενετῆς τυφλὸν τέκνον. Πῶς οὖν σὺ ἐπιτρίβῃ λέγων, ὅτι Ἄνθρωπός τις λε‐ γόμενος Ἰησοῦς ἐπέχρισε πηλὸν ἐπὶ τοὺς ὀφθαλ‐
30μούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω; Ταῦτα ἀκούσας ὁ ἀναβλέψας, καὶ ἐπιγνοὺς αὐτῶν τὴν κακίαν, ἀντ‐ απεκρίνατο πρὸς αὐτοὺς λέγων· Θαυμάζω, εἰ ἀλη‐ θεύετε ταῦτα λέγοντες. Οἱ γονεῖς εἶχον ἀρνήσασθαι τὸ ἴδιον τέκνον, καὶ μάλιστα μήτηρ ἄῤῥενα, ἢ πατὴρ
35μὴ παροξυνθείς; σφόδρα ἄπιστόν μοι φαίνεται τὸ λεγόμενον, καὶ τῶν ἐμῶν ἀκοῶν ἀπρόσδεκτον. Εἰ δὲ τοῦτο γέγονεν, οὐδὲν θαυμαστόν· τοῦτο ἴδιον τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει, διὸ καὶ συγγνώμης ἀξιωθήσονται, ὡς φόβῳ τοῦτο ποιήσαντες. Ὑμεῖς οἱ
40γραμματεῖς τὸν Θεὸν ἀρνεῖσθε, καὶ ὡς μηδὲν φαῦλον πράττοντες διάκεισθε. Καὶ περὶ τῶν ἐμῶν γονέων ὁ λόγος· ὃ ὑμεῖς πρὸς τὸν Θεὸν ποιεῖτε, τοῦτο τοὺς γονεῖς πρὸς ἐμὲ ποιεῖν διαβάλλετε. Οὐχὶ περὶ ὑμῶν ὁ Κύριος ἔκραξεν ἐκ πολλῶν τῶν χρόνων διὰ τοῦ προ‐
45φήτου Ἡσαΐου λέγων· «Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν;» εἰ καὶ ὑμῖν φίλον τὸ ἀρ‐ νεῖσθαι, ἀλλ’ ὅμως ἐγὼ τοῦτο ποιεῖν οὐκ ἀνέχομαι. Ὁμολογῶ καὶ τὸν θεραπεύσαντά με, γνωρίζω δὲ καὶ τοὺς γεννήσαντάς με· εἰ γὰρ καὶ ἠρνήσαντό με οἱ

28

.

1016

(50)

γονεῖς μου, καὶ οὕτως οὐ διστάζω. Οἶδα, οἶδα σαφῶς βοῶντα τὸν Δαβίδ· «Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό μου.» Οἱ δὲ Φαρισαῖοι δριμυχθέντες ἔλεγον αὐτῷ· Τί λέγεις, ματαιόφρον, τῷ Δαβὶδ ἑαυτὸν συγκρίνεις; καὶ τὸν
55υἱὸν τοῦ τέκτονος Κύριον ὁμολογεῖς, τὸν μὴ ἔχοντα1015

28

.

1017

ποῦ τὴν κεφαλὴν κλῖναι; Κείσθω, ὅτι ἀνέβλεψας· τὸν Θεὸν ὑμνολόγει. Τί τούτῳ εὐχαριστεῖς; Οὐκ ἔστιν οὗτος ἐκ τοῦ Θεοῦ· εἰ ἦν ἐκ τοῦ Θεοῦ, οὐκ ἂν ἔλυεν τὸ σάββατον. «Δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς γὰρ οἴδαμεν,
5ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.» Ὁ δὲ ἀναβλέψας, ἀκούσας ὅτι ἁμαρτωλὸν τὸν Κύριον λέγουσι, τὴν ψυχὴν εἰλιγγιάσας, καὶ τὰς ἀκοὰς ἐπισχὼν, ἀνταποκρίνεται πρὸς τοὺς Φαρισαίους λέγων· Τί λέγετε; Ἁμαρτωλός ἐστιν, ὁ τῶν ἐμῶν
10ὀφθαλμῶν φωτοδότης; Τί τῇ πικρίᾳ μέλι προσμι‐ γνύετε; Ἐν ταὐτῷ με καὶ δοξάζειν καὶ βλασφημεῖν παρακελεύετε. Τὸ μὲν δοξάσαι τὸν Θεὸν, καλὸν, τὸ δὲ ἁμαρτωλὸν εἰπεῖν, ἐσκοτισμένης διανοίας ἐστὶν ἐπιχείρημα. Εἰ ἁμαρτωλός ἐστιν, δείξατέ μοι ἁμαρ‐
15τίας ἔμφασιν ἐν αὐτῷ, καὶ πείθωμαι τῇ διδασκαλίᾳ ὑμῶν· ἢ ὑμεῖς ἔμφασιν ἐν αὐτῷ ἁμαρτίας δείξατε, ἢ ἐγὼ θείας ἐν αὐτῷ θαυματουργίας ὑπάρχειν ἐχέγγυα. Καταλιμπάνω τὰ κατ’ ἐμαυτὸν, καὶ λοιπὸν ἐκ τῶν ἄλλων ποιοῦμαι τὴν ἐπερώτησιν· Ἁμαρτωλός ἐστιν,
20ὥς φατε; Οὐχ οὗτος τὸν υἱὸν τῆς χήρας ἐκκομιζόμε‐ νον νεκρὸν λόγῳ ἀνέστησεν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου ἦν τὸ ἔργον; Οὐχὶ τῶν δέκα λεπρῶν ὑφ’ ἓν τὴν καταστιχθεῖσαν ὑπὸ τοῦ πάθους παρδα‐ λιαίαν δορὰν ῥήματι ἐκκαθαίρων, εἰς τὴν ἀνθρωπό‐
25μορφον μονοειδῆ μετήνεγκε θέαν; Ἁμαρτωλοῦ ἀνθρώ‐ που, ἢ Θεοῦ Λόγου τὸ ἔργον; Οὐχὶ τὸν ὑπὸ λεγεῶνος τῶν δαιμόνων παρενοχλούμενον ἄνθρωπον, τὸν μήτε κρα‐ τηθῆναι δυνάμενον, μήτε οἶκον εἰσδεχόμενον, ἀλλ’ ἐν τοῖς μνήμασιν αὐλιζόμενον, βασιλικῶς τῆς τυραννί‐
30δος ἀπέλυσεν; Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον; Ἀγνωμονέστερόν με τῶν δαιμόνων θέλετε εἶναι; Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ’ αὐτοῦ, Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν· κἀγὼ ὁ θερα‐ πευθεὶς παρ’ αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφωνήσω;
35Ὡς Θεὸς ἐργάζεται, καὶ ὡς ἁμαρτωλὸς φημίζεται; «Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα· ἓν δὲ οἶδα, ὅτι τυ‐ φλὸς ὢν, ἄρτι βλέπω.» Τοῦτο δὲ Θεοῦ, καὶ οὐχ ἁμαρτωλοῦ τὸ ἔργον. Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ὡς εἶδον ἑαυ‐
40τοὺς ἐπιπολὺ τῆς αἰσχύνης ἐμπλέους, ἀπεκρίναντο πρὸς τὸν ἀναβλέψαντα, λέγοντες· Ἔδει μέν σε ὡς κατάδικον μαστιχθῆναι, καὶ κατὰ τοὺς νόμους τιμω‐ ρηθῆναι· ἀλλ’ ἵνα μὴ παρὰ τῶν ματαιοφρόνων ὡς βάσκανοι διαβληθῶμεν, συμπεριφερώμεθά σου τῇ
45ἕξει· διὸ δὴ πρὸς τὴν ἐπερώτησιν ἀποκρίθητι τί σοι ἐποίησεν ἐκεῖνος; πῶς ἀνέβλεψας; Λέγε, τί πέπον‐ θας; Ὁ δὲ ἀναβλέψας, ἐπιθαῤῥήσας, προέκοπτε γὰρ τῇ πίστει, ἀνταπεκρίνετο λέγων· Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα; Καθ’ ἑαυτῶν πράττετε, καὶ οὐκ οἴδα‐

28

.

1017

(50)

τε. Ὅσον θέλετε τὸ θαῦμα σβέσαι, τοσοῦτον πλειόνως αὐτὸ φαιδρύνεται. Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα, ἤδη τρίτον ὑμῖν εἶπον, καὶ οὐκ ἐπιστεύσατέ μοι. «Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε μα‐ θηταὶ αὐτοῦ γενέσθαι;» Οὐχὶ διὰ τοῦτο μετὰ
55ἀκριβείας τὴν περιοδίαν ἐρευνᾶτε; Εἰ τοῦτο βού‐
λεσθε, τὸ λοιπὸν προσέλθετε πρὸς αὐτὸν ἀνενδοιά‐1017

28

.

1020

στως, καὶ φωτίσθητε· γνωρίσατε αὐτὸν ἀναμφιβόλως· οὐκ ἀποστρέφεται τὸν μετὰ πίστεως προσιόντα αὐτῷ. Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ἐλοιδόρησαν τὸν ἀνα‐ βλέψαντα, λέγοντες αὐτῷ· «Σὺ εἶ μαθητὴς ἐκείνου·
5ἡμεῖς γὰρ τοῦ Μωσέως ἐσμὲν μαθηταί. Ἡμεῖς οἴδα‐ μεν, ὅτι Μωσῇ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδα‐ μεν, πόθεν ἐστί. Σὺ εἶ μαθητὴς ἐκείνου.» Ὁ δὲ ἀναβλέψας, ὑπομειδιάσας, ἀπεκρίνατο λέγων· Ἐγώ εἰμι μαθητὴς ἐκείνου; καλῶς ἐλέξατε λοιδορήσαντές
10με. Ὢ ὕβρεως ἐνδόξου! Ἐδοξάσατέ με μᾶλλον, καὶ οὐκ οἴδατε. Τοῦ Μωσέως ἐστὲ μαθηταί; Καὶ τί δυ‐ νάμεως ἀπεδείξασθε ἔργον; Ὑμεῖς μὲν τοῦ Μωσέως ἐστὲ μαθηταί· οἱ δὲ ἀπόστολοι τοῦ ἐμοῦ ἰατροῦ εἰσι μαθηταί. Ἐπιδείξατε καὶ ὑμεῖς οἱ τοῦ Μωσέως μαθη‐
15ταί τί ποτε κατὰ τῶν μαθητῶν τοῦ ἐμοῦ ἰατροῦ. Εἴ τί ποτε δυνάμεως ἔχετε, οὐ λέγω νεκροὺς, τοὺς καθ‐ εύδοντας διυπνίσατε, ὡς οἱ ἀπόστολοι τοὺς τεθνεῶ‐ τας. Εἰ δύνασθε τοῖς ἀποστόλοις ἐξισοῦσθαι, οὐ λέγω ἐπὶ ὕδατος, ἐπὶ γῆς βαδίσατε, ὡς ὁ Πέτρος ἐπὶ θα‐
20λάσσης. Εἴ τι δυνάμεως ἔχετε, τοῖς ἀποστόλοις ἁμιλ‐ λᾶσθε, οὐ λέγω πνεύματα, τὰ ὄρνεα σοβήσατε, ὡς οἱ ἀπόστολοι τοὺς δαίμονας. Εἴπατέ μοι· Τοῦ Μωσέως ἐστὲ μαθηταί; Εἰ Μωσέως ἐστὲ μαθηταὶ, ἐπειθαρ‐ χεῖτε ἂν τῷ Μωσῇ λέγοντι περὶ αὐτοῦ· «Ὅτι προ‐
25φήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ. Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς. Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.» Βλέπετε μὴ ἐξολοθρευθήσεσθε, καὶ εἰς πάντα τὰ ἔθνη
30διασπαρήσεσθε, ὡς τοῦ προφητευθέντος τὴν δύναμιν μὴ γνωρίζοντες. Οὐκ οἴδατε τίς ἐστιν ὁ τῶν ἐμῶν ὀφθαλμῶν περιοδευτής; Οὐκ οἴδατε, ἐπειδὴ πρὸς φό‐ νον αὐτὸν ζητεῖτε. Οἴδατε δὲ καὶ τίς ἐστι, καὶ πόθεν ἐστίν. Ὅτε γὰρ παρὰ Ἡρώδου ἠρωτᾶσθε, ποῦ ὁ
35Χριστὸς γεννᾶται, εὐθυβόλως καὶ τὸν τόπον καὶ τὸν τρόπον ἀνηγγείλατε λέγοντες, ὅτι ἐν Βηθλεὲμ γεννᾶ‐ ται. Ὅτε πρὸς φονοκτονίαν ἐπιζητεῖται, γνωρίζετε· ὅτε δὲ πρὸς θαυματουργίαν ἐνδείκνυται, οὐ γνωρί‐ ζετε.
40 Ἔστι δὲ πάντως εἰπεῖν τινα, Καὶ πόθεν ἡμῖν ἡ γνῶσις, ὅτι ὁ ἀναβλέψας τυφλὸς τοσαύτην δικαιο‐ λογίαν εἶχε ποιήσασθαι πρὸς τοὺς Φαρισαϊκοὺς κρι‐ τάς; Τί λέγεις, ὦ φίλε; σίδηρος πυρὶ προσομιλήσας ὅλως πυρακτοῦται, καὶ στομωθεὶς ὀξύτατα τέμνει·
45καὶ οὗτος τῶν Δεσποτικῶν χειρῶν ἀξιωθεὶς, καὶ τοῦ θεϊκοῦ ἐμπτύσματος, οὐκ εἶχεν ἀσυλλόγιστα κατὰ τῶν παρανόμων ῥητόρων σοφιστεύειν; Οὐ περὶ τούτου καὶ τῶν τοιούτων ἔλεγεν ἡ θεία Γραφή· «Κύ‐ ριος σοφοῖ τυφλούς;» Εὔκαιρον καὶ τοῦτον τὸν πα‐

28

.

1020

(50)

ραδόξως ἀναβλέψαντα, καὶ τῷ Κυρίῳ γνησίως πι‐ στεύσαντα, καὶ κατὰ Ἰουδαίων κραταιῶς ἐνισχύσαν‐ τα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσ‐ ειπεῖν. Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν, ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους· εἰσῆλθε διὰ
55τῆς σταυρικῆς θύρας εἰς τὴν ἐκκλησιαστικὴν μάν‐ δραν. Ἤκουες ἀρτίως τοῦ Κυρίου λέγοντος· «Ἀμὴν,
ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας1019

28

.

1021

εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλα‐ χόθεν, κλέπτης ἐστὶ καὶ λῃστής» Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ γὰρ ὅπως μή τινες, θύραν ἀκούσαντες, δόξουσιν ἁπλῶς αὐτὸν περὶ θύρας λιτῆς
5λέγειν, ἐπάγει τὴν ἑρμηνείαν, ἵνα κρατύνῃ τὴν δι‐ δασκαλίαν· εὐθέως γὰρ προσθεὶς ἔλεγεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει.» Καλῶς ὁ Κύριος θύραν ἑαυτὸν προσηγόρευσεν, ὡς
10φυλάττων τοὺς ἔνδον τῆς πίστεως, ὡς ἀποσοβῶν τοὺς ἔξω περιαθροῦντας, καὶ εἰσάγων εἰς τὴν τοῦ οἰκοδεσπότου πατρὸς συντυχίαν. Οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα εἰ μὴ διὰ τοῦ Υἱοῦ, κατ’ αὐτὸν τὸν λέ‐ γοντα· «Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς,
15καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.» Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Καλῶς ὁ Κύριος ἑαυτὸν προσ‐ ηγόρευσε θύραν, καὶ οὐ θύρας· εἷς γὰρ ὁ Πα‐ τὴρ, καὶ εἷς ὁ Υἱὸς, καὶ ἓν Πνεῦμα τὸ ἅγιον, καὶ οὐ τρεῖς θεοί· ἀλλὰ μία θύρα γνώσεως. Καὶ τίς
20τούτου μάρτυς; Παῦλος βοῶν· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Οὐδαμοῦ, οὐ δύο, οὐ τρεῖς, οὐ τέσσαρες, οὐ πέντε, ἀλλὰ πανταχοῦ τὸ εἷς, ἐπειδὴ καὶ μία θύρα, εἷς Κύριος, ἀδιαίρετος οὐσία· μία πίστις, ἡ ἀβαθμίδοτος δοξολογία, ἓν βάπτισμα,
25καὶ ἀκαπήλευτον φώτισμα· ὁ ταύτην ἔχων τὴν γνῶ‐ σιν διὰ τῆς θύρας εἰσέρχεται, καὶ τῇ θύρᾳ Χρι‐ στοῦ περιπτύσσεται, καὶ τῆς θύρας οὐ χωρί‐ ζεται. Ἡμᾶς ὁ Κύριος ἀρτίως ἴδια πρόβατα ἀκολα‐
30κεύτως προσηγόρευσεν· ἴδια πρόβατα, ὡς πολυπο‐ κοῦντα τῇ φιλοπτωχίᾳ· ὡς πλεονάζοντα τὸ γάλα τοῦ θρεπτικοῦ λόγου· ὡς χλοαζόμενα τὸ τοῦ Κυρίου σῶμα· ὡς πειθομένους τῇ σταυρικῇ βακτηρίᾳ· ὡς συναγομένους τῇ τριπλόκῳ τῆς πίστεως ἀλύσει· ὡς
35μὴ λειποτακτοῦντας, ἀλλ’ ἐπερειδομένους τῷ ἀκρο‐ γωνιαίῳ λίθῳ Χριστῷ. Θύραν ὁ Κύριος ἑαυτὸν προσ‐ ηγόρευσε· καὶ καλῶς θύραν· ἔχει γὰρ δύο παραστά‐ δας, τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην· ὁδὸν καὶ ὑπέρθυρον, περιτομὴν καὶ ἀκροβυστίαν· οἶκον
40τὴν ἐκκλησίαν· τράπεζαν τὸ θυσιαστήριον· ἄρτον τὸν ἀμνόν· κρατῆρα τὸν μυστικὸν οἶνον· χρυσὸν τὴν ἀκίβδηλον πίστιν· ἄργυρον τὴν λαμπρὰν πολιτείαν· μαργαρίτας τὰ θεῖα δόγματα· χλαῖναν τὴν στολὴν τοῦ βαπτίσματος. Ἤκουες ἀρτίως αὐτοῦ λέγοντος·
45«Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» Ἑαυτὸν ὁ Κύριος ᾐνίττετο· ὃ γὰρ ἤμελλε ποιεῖν, προέλεγεν· οὐδεὶς γὰρ ὑπὲρ τῶν προβάτων θάνατον κατεδέξατο εἰ μὴ μόνος ὁ Κύριος. Αὐτὸς μόνος ὑπὲρ

28

.

1021

(50)

τῶν λογικῶν προβάτων κατεδέξατο θάνατον, οὐκ ἀκού‐ σιον, ἀλλ’ ἑκούσιον· θάνατον οὐκ ἐπιζήμιον, ἀλλ’
ἐπικερδῆ· θάνατον οὐ φθορᾶς δεκτικὸν, ἀλλ’ ἀφθαρ‐1021

28

.

1024

σίας χορηγόν· θάνατον πίστει κατανοούμενον, οὐ πολυ‐ πραγμονούμενον· θάνατον οὐ καθ’ ὁμοιότητα τοῦ θανάτου γενόμενον, ἀλλ’ αὐτοῦ τοῦ θανάτου θάνατον εὑρισκόμενον. Εἰ μὴ γὰρ ὁ Κύριος τὸν ἑκούσιον θά‐
5νατον κατεδέξατο, οὐκ ἂν ὁ διάβολος θάνατον ὑπέ‐ μεινε. Διὸ καὶ ὁ Παῦλος βοῶν ἔλεγε· «Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος;» ἀλλ’ ἐνταῦθα τὸν λόγον σφραγίσαντες, τῷ Θεῷ εὐχαριστήσωμεν, ᾧ ἡ δόξα
10καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1023