TLG 2035 090 :: ATHANASIUS :: Homilia in occursum domini [Sp.] ATHANASIUS Theol. Homilia in occursum domini [Sp.] Citation: Volume — page — (line) | ||
28.973(14t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
15t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
16t | ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΥΠΑΝΤΗΝ ΤΟΥ ΚΥΡΙΟΥ, ΚΑΙ ΘΕΟΥ, ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ | |
17t | ΧΡΙΣΤΟΥ. | |
20 | Τὰ τῆς παρούσης ἱερᾶς πανηγύρεως ἡ εὐαγγε‐ λικὴ σάλπιγξ περιηχείτω· καὶ τοὺς τῷ παρθενικῷ τῷδε νυμφῶνι ἐξ εἰλικρινοῦς διανοίας παραστάντας ἡμᾶς ὁ μυστικὸς νυμφοστόλος Λουκᾶς πρὸς τὴν τῶν ἐν αὐτῷ καλῶν κατανόησιν τῷ λόγῳ χειραγωγείτω. | |
25 | Οὐδὲ γὰρ ὅσιον, αὐτοῦ χοροστατοῦντος τὰ κατ’ αὐ‐ τὴν, ἕτερόν τινα λόγον ἔξωθεν παρεισάγεσθαι, μηδεμίαν μὲν εὐπρέπειαν, οὐκ ὀλίγον δὲ ταύτῃ τὸ αἶ‐ σχος περιποιούμενον. Ὡς γὰρ, ἡλίου καθαρῶς ἐπι‐ λάμποντος, ματαία τις ἡ τοῦ λύχνου φαῦσις καὶ | |
30 | ἄχρηστος· οὕτως ἔνθα Λουκᾶς, ἢ ἄλλος τις τῶν εὐαγγελιστῶν ἀπηχήσειε, πᾶς λόγος ἀργὸς, καὶ προσκορὴς, καὶ ἀνόνητος. Λεγέτω δὴ οὗτος τῆς ἑορ‐ τῆς τὰ γνωρίσματα, καὶ δεικνύτω ταύτην μᾶλ‐ λον τοῖς φιλεόρτοις ἡμῖν ἢ τοῖς φιλοπολέμοις τὰς πα‐ | |
35 | ρατάξεις αἱ σάλπιγγες. Λέξει δὲ πάντως καὶ δείξει μάλα τρανῶς, ἀκοὴν ἡμῶν ὑποτιθέντων εὐγνώμονα. Καὶ δὴ προσεκτέον, καὶ πάσῃ φυλακῇ τηρητέον, ἵνα μὴ, κατήγορον τὸν συνήγορον καὶ κριτὴν τὸν παν‐ ηγυριστὴν παραφρόνως ἀπεργασάμενοι, μεταμελετῶ‐ | |
40 | μεν ἐπ’ ἐσχάτων, πλὴν ἀνωφελῆ καὶ ἀνόνητα. «Ἀνήγαγον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγρα‐ πται ἐν νόμῳ Κυρίου.» Τίς ἂν ἐφίκοιτο λόγος τῶν λεγομένων; Ποῖος νοῦς ἐν περινοίᾳ τοῦ θαύματος | |
45 | περιγένηται; Ποία ἀκοὴ τὸ μεγαλεῖον χωρήσει τοῦ | |
διηγήματος; Ὢ τῶν φοβερῶν ἀκουσμάτων! Ὁ προ‐ | 973 | |
28.976 | αιώνιος πρόσφατος· ὑπὸ χρόνον ὁ ἄχρονος· ἐν περι‐ λήψει ὁ ἀπερίληπτος· ὁ ἀΐδιος νήπιος· τὸ μέγιστον, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου καὶ γίνεται καὶ πι‐ στεύεται. Τί τὸ ξένον, τί τὸ παράδοξον; Τίς ἡ | |
5 | τοσαύτη τοῦ Λόγου περὶ ἡμᾶς συγκατάβασις; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τί λέγεις, ὦ τῶν ἱερῶν εὐαγγελιστῶν ἐξοχώτατε καὶ σοφώτατε; Τί λέ‐ γεις, ὦ τῆς οὐρανίας ἐκφαντορίας ἐξηγητὰ καὶ δι‐ δάσκαλε; Τί λέγεις, ὦ μυστικὲ λογογράφε τῶν νοη‐ | |
10 | μάτων τοῦ Πνεύματος; Περὶ Θεοῦ διαλέγῃ, καὶ τοπι‐ κῆς μεταβάσεως μέμνησαι; Υἱὸν Θεοῦ τὸν ἐκ Παρθέ‐ νου τεχθέντα βούλει διατρανῶσαι τοῖς πέρασι, καὶ σαρκικοὺς εἰς μέσον παράγεις γονεῖς; Καὶ ἔστιν ὅλως Θεοῦ γονεὺς ἐπὶ τῆς γῆς; Ἢ ἔχει γονεῖς Θεός; Ἢ | |
15 | νηπιάζει Θεός; Ἢ βαστάζεται ὑπὸ γονέων Θεός; Τίς ὁ λόγος, τί τὸ μυστήριον; Ἀνήγαγον οἱ γονεῖς τὸ παιδίον. Τίσιν ἄρα παλάμαις· ἀγκάλαις δὲ ποίαις τοῦτον βαστάζοντες; Τὰ χερουβὶμ τρέμει, τὰ σερα‐ φὶμ ἀποστρέφεται, ἄγγελοι φρίττουσιν, ἀρχάγγελοι | |
20 | καταπλήττονται, καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν φόβῳ τὰς ὄψεις κατακαλύπτουσι· καὶ σὺ βρο‐ τοὺς εἰσάγεις ἐνύλους βαστάζοντας τοῦτον, καὶ κι‐ νοῦντας καὶ περιάγοντας. Τί τὸ θαῦμα; Τί τὸ πρᾶγμα; Τί τὸ ἀπόῤῥητον; Ἀνήγαγον οἱ γονεῖς τὸ | |
25 | παιδίον· ταῦτα γὰρ ἔλεγες, τὰ περὶ τὴν γέννησιν ἡμῖν ἱστορῶν· τούτου γὰρ χάριν καὶ τοὺς ἀγγέλους εἰσήγαγες τοῖς ποιμέσι τὸν τόκον ὁμοῦ καὶ τὸν τόπον ἐν ᾧ οὗτος ὑποδεικνύντας καὶ διαγγέλλοντας· τήν τε οὐρανίαν ἐκείνην πληθὺν, μεγαλοφώνως βοῶσαν, καὶ | |
30 | λέγουσαν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ‐ ρήνη·» καὶ τὴν τεκοῦσαν πάντα μετ’ ἐπιμελείας διατηροῦσαν, καὶ ταῖς τῆς παρθενίας σφραγῖσι συμ‐ βάλλουσαν; Ναὶ, φησὶ, καὶ μὴ πρὸς τὸ θαῦμα μόνον, ἀλλὰ καὶ πρὸς τὴν οἰκονομίαν ἀπόβλεπε. Οὐ γὰρ | |
35 | Θεὸς οὕτως, ὡς ἔφυ, γυμνὸς βρεφουργεῖται, καὶ μη‐ τρικαῖς ὠλέναις ἐμπεριγράφεται, ἀλλὰ τὴν βρο‐ τείαν φύσιν ὑπειλημμένος, μᾶλλον δὲ αὐτόχρημα τῆς ἁμαρτίας χωρὶς κατὰ ἀλήθειαν γενόμενος ἄνθρωπος. Πῶς καὶ τίνα τρόπον; Οὐκ ἔχω λέγειν, φησίν· ἄῤ‐ | |
40 | ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ καὶ τῆς ὑπὲρ ἄνθρωπον κατηξίωται χάριτος, ἀλλὰ καὶ αὐτῇ τῇ ἀΰλῳ φύσει, καὶ πρώτῃ μετὰ τὴν | |
45 | πρώτην Εἰ δὲ καὶ ἄϋλος φύσις, καὶ αὐτὴ ἡ τῷ μυ‐ στηρίῳ καθυπουργήσασα παντελῶς ἠγνόησε τὸ μυ‐ στήριον, πῶς τοῦτο παρ’ ἐμοῦ μαθεῖν ἐπιζητεῖς, ἀν‐ θρώπου μηδ’ αὐτὸ τὸ ἐν ποσὶν ἔστιν ὅτε γινώσκον‐ τος; Πῶς γέγονεν ἄνθρωπος; εἰπὲ σὺ περὶ σεαυτοῦ | |
28.976(50) | πρῶτον, πῶς γέγονας ἄνθρωπος, καὶ τότε διερευνή‐ σεις καὶ περὶ τῆς θείας σαρκώσεως· μᾶλλον δὲ μηδὲ τότε· οὐδὲ γὰρ ἐπειδήπερ ἡ σὴ γέννησις γνώριμος, ἤδη καὶ ἡ Θεοῦ· ἢ γὰρ ἂν ἦν κἀκείνη ἀνθρώπου, καὶ οὐ Θεοῦ. | |
55 | Οὔκουν ἐξεταστέον τὸ, «πῶς·» ὅσῳ γὰρ σὺ τοῦ | 975 |
28.977 | Θεοῦ ταπεινότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀποῤῥητοτέρα, καὶ ἔτι μᾶλλον, ἡ τοῦ Θεοῦ. «Ἀνήγα‐ γον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσό‐ λυμα.» Τί ποτε ἄρα δράσοντες; Μήτιγε τὴν τοῦ | |
5 | Ἰσραὴλ βασιλείαν παραληψόμενοι; ἢ ὅπλα χαλκεύ‐ σοντες, ἢ στρατὸν συγκινήσοντες, ἢ ἄλλο τι τῶν χα‐ μαιπετῶν καὶ προσκαίρων συνεπικερδήσοντες τῷ παιδί; Οὒ, φησίν· ἀλλὰ «παραστῆσαι τῷ Κυρίῳ, καθ‐ ὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Τί φὴς, ἄνθρωπε; | |
10 | καὶ ἔστι τοῦ ἀληθῶς Θεοῦ Θεός· ἢ τοῦ κυρίως Κυρίου Κύριος ἕτερος; Ἔστι, φησὶ, καὶ μὴ δείσῃς· οὐ γὰρ κατὰ φύσιν τοῦτο, κατὰ χάριν δὲ καὶ οἰκονο‐ μίαν τὴν ἀνωτάτω. Ὥσπερ γὰρ τῶν οὐ κυρίως υἱῶν Πατὴρ ὁ Θεὸς λέγεται· «Ἐγὼ γὰρ, φησὶν, εἶπα, | |
15 | Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες·» οὕτω καὶ τοῦ κυρίως Υἱοῦ κατὰ φύσιν (ὁμοούσιος γὰρ ὁ Υἱὸς τῷ Πατρὶ), κατὰ χάριν δὲ καὶ οἰκονομίαν Θεὸς λέγε‐ ται· «Ἀναβαίνω γὰρ φησὶ, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν» | |
20 | Ὅτου χάριν «οὐδὲ ἀδελφοὺς ἡμᾶς ὁ Υἱὸς καλεῖν ἐπαισχύνεται· Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Ὢ τῆς οἰκονο‐ μίας! ὢ τῆς ἀνεξιχνιάστου περὶ ἡμᾶς τοῦ Λόγου οἰ‐ | |
25 | κονομίας καὶ ἀγαθότητος! Ὁ νομοθέτης ὑπὸ τὸν νό‐ μον· ὁ τῶν Μωσαϊκῶν προσταγμάτων δοτὴρ τοῖς προσταττομένοις ὑποκύπτειν οὐκ ἀπαναίνεται. Ὁ τῆς τοῦ νόμου κατάρας ἐλευθερώσας τὸν ἄνθρωπον, ὡς ἄνθρωπος τῷ νόμῳ δουλεύειν οὐκ ἀναβάλλεται. | |
30 | «Καθώς ἐστι γεγραμμένον ἐν νόμῳ Κυρίου.» Τίς ὁ γράψας, τίς; Ὁ Κύριος. Οὐχ εἷς καὶ ὁ αὐτός ἐστιν οὗτος, ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος; Ναὶ, φησίν· ἀλλὰ τῆς οἰκονομίας τοῦτο, καὶ τοῦ μὴ νομισθῆναι τοῖς χριστομάχοις ἀντίθεος. «Μὴ νο‐ | |
35 | μίσητε γὰρ, φησὶν, ὅτι ἦλθον καταλῦσαι τὸν νό‐ μον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Καὶ τί ξένον εἰ ὁ γέννησιν καὶ φάτνην καὶ σπάργανα, καὶ περιτομὴν καταδεξάμενος ὀκτα‐ ήμερον, καὶ παραστῆναι ἔναντι Κυρίου κατὰ τὸν νό‐ | |
40 | μον ἄνεισιν εἰς Ἱεροσόλυμα· ὅς γε τοσοῦτον οὐκ ἐπι‐ καλύπτεται τούτοις, ὅτι καὶ τῷ Στεφάνῳ λιθολευστου‐ μένῳ πρὸς Ἰουδαίων ἐκ δεξιῶν ἑστῶτα τοῦ Πατρὸς ἐμφανίζει ἑαυτὸν, καίτοι μονίμην ἔχων τὴν ἐκ δεξιῶν τούτου καθέδραν καὶ ἀδιάπτωτον. «Εἶπε γὰρ, φησὶν, | |
45 | ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ’ ἐκεῖνο μὲν ἄνω καὶ θεϊκῶς, τοῦτο δὲ κάτω καὶ οἰκονομικῶς διὰ τὴν πρόσληψιν, καὶ διὰ τὸ χρηματίσαι τοῦτον Θεὸν καὶ ἄνθρωπον, μίαν ἐξ ἀμφο‐ | |
28.977(50) | τέρων ὑπόστασιν· καὶ διὰ μιᾶς ταύτης ἄμφω ταῦτα, καὶ ὄντα καὶ γνωριζόμενον· ἵνα τῇ κοινωνίᾳ τῶν φύ‐ σεων καὶ τῶν οἰκείων ταύταις ἰδιωμάτων ῥᾴστην ἡμῖν καὶ συντομωτάτην τὴν σωτηρίαν περιποιήση‐ ται. | |
55 | «Ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ | 977 |
28.980 | Κυρίῳ κληθήσεται.» Τί οὖν, πᾶς πρωτότοκος ἅγιος; Ὥρα σοι λοιπὸν, καὶ Ἰσμαὴλ, καὶ Ἠσαῦ, καὶ πρὸ τούτων τὸν Κάϊν, καὶ πολλοὺς ἄλλους τῶν θεο‐ στυγῶν τε καὶ κατηραμένων ἀνδρῶν, τῷ πρώτους | |
5 | αὐτοὺς διανοῖξαι μήτραν, ἁγίους τῷ Κυρίῳ καλεῖν. Καὶ τίνος χάριν λέγεται περὶ Ἰσμαὴλ, ὅτι «Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς·» περὶ δὲ Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ | |
10 | τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, τί πλέον ἔχει Χριστὸς τοῦ Ῥουβίμ; Τί δὲ τὸ περισ‐ σὸν τούτου πρὸς τὸν Ἀμνών; καὶ γὰρ καὶ οὗτοι δόξαιεν ἂν, τῷ πρώτως ἀποτεχθῆναι, μήτραν πως | |
15 | διανοῖξαι. Ἀλλ’ ὅρα, μὴ θερμῶς ᾄττε περὶ τὰ Γράμ‐ ματα, καὶ μὴ πόῤῥω τῆς νύσσης ἀπότρεχε Οὐ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Πᾶν πρωτότοκον ἅγιον τῷ Κυρίῳ κληθήσεται· ἢ γὰρ ἂν οὕτω καὶ πρὸς τὴν ἄλογον φύσιν ἡ ἁγιότης διέβαινεν· ἀλλ’ ὅτι Πᾶν ἄρσεν | |
20 | διανοῖγον μήτραν· τουτέστιν, Ὅταν ἀπειρογάμως ὁ τόκος προβῇ· ὅταν οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήμα‐ τος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐξ ἁγίου Πνεύματος ἡ τοῦ τικτομένου γένηται σύλληψις· ὅταν, μηδενὸς ἔξωθεν κρούσαντος, αὐτὸ τὸ βρέφος ἔσωθεν | |
25 | διανοίξῃ· ὅταν, τῆς παρθενίας σφραγίδων καὶ κλεί‐ θρων ἀσαλεύτων φυλαττομένων ἔνδοθεν, ἔξω τὸ τικτό‐ μενον ἐκπηδήσῃ· οὕτω «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Ἐκεῖ μὲν γὰρ οὐδὲ τὰ βρέφη τὰς μήτρας διήνοιξεν, ἀλλ’ ἡ τοῦ ἀνδρὸς πρὸς | |
30 | τὴν γυναῖκα συνέλευσις· «Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν.» Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ αὐτὸ τὸ τεχθὲν τὰς τῆς μήτρας διήνοιξε πύλας, μηδὲ μιᾶς προσδεηθὲν σαρκικῆς συμφωνίας ἀπὸ τῶν ἔξωθεν. | |
35 | «Πρὶν ἢ γὰρ, φησὶ, συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Δύνασαι δὲ καὶ συνεκδοχικώτερον τὴν φωνὴν ἐκλαβεῖν τῆς Παρθένου, ἔξωθεν συνακουομένης, ἵν’ ᾖ τὸ ἑξῆς οὕτως· «Πᾶν ἄρσεν διανοῖγον μήτραν παρθένον, ἅγιον τῷ | |
40 | Κυρίῳ κληθήσεται.» Ὅπερ μόνον ἐπὶ Χριστοῦ πέπρακται, μηδενὸς ἄλλου τῶν πάντων κεκοινωνηκό‐ τος τῷ χρήματι. Μόνος γὰρ οὗτος παρθένον μήτραν σαρκὶ τεχθεὶς ἐξανέῳξε· καὶ πάλιν ταύτην παρθένον, ὡς πρὸ τοῦ τόκου, τετήρηκεν. | |
45 | «Καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου· ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς πε‐ ριστερῶν.» Τί δέ; Καὶ θυσίας κατὰ τὸν νόμον ἀνήνεγκε; Καὶ πῶς φησιν ὁ Παῦλος, ὅτι «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὃς οὐκ ἔχει καθ’ ἡμέραν | |
28.980(50) | ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας,» | |
τουτέστι διὰ τοῦ σταυροῦ θυσιάσας; Εἰ δὲ καὶ αὐτὸς | 979 | |
28.981 | θυσιάσων ἀνέρχεται, πρῶτον μὲν εὑρεθήσεται κυρῶν τε καὶ συνιστῶν ταῦτα ἅπερ αὐτὸς οὗτος, πρὸς τὸ κρεῖττον ἀμεῖψαι παρεγένετο· ἔπειτα δὲ καὶ αὐτὸς ἔσται τῶν πολλῶν εἷς, δουλεύων τῇ τοῦ νόμου κατάρᾳ. | |
5 | Καὶ τίνος χάριν ὁ Παῦλός φησιν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου;» Ἢ οὐχ ὑπὲρ τοῦ βρέφους ταῦτα; Οὒ, φήσειεν ἂν, καὶ μάλα γεν‐ ναίως ὁ εὐαγγελιστὴς, ἀλλ’ ὑπὲρ τῆς τὸ βρέφος τεκούσης Μητρός. Καὶ τοῦτο δῆλον ἐκ τῶν ἄνωθεν εἰρημέ‐ | |
10 | νων· «Ὅτε γὰρ, φησὶν, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσό‐ λυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου·» τοῦτο περὶ τοῦ βρέφους· «καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, | |
15 | ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν·» τοῦτο περὶ τῆς Παρθένου καὶ τοῦ ταύτης μνηστῆρος. Εἰ δὲ καὶ περὶ τοῦ βρέφους ταῦτα, ξένον οὐδέν. Ὁ γὰρ περιτμηθῆναι κατὰ τὸν νόμον μὴ ἀπαξιώσας, πῶς ἂν τὰς κατὰ νόμον θυσίας ἀπείπατο; ᾧ γε τοσοῦτον | |
20 | ἀπῆν τὸ ἀναβάλλεσθαι ταῦτα καὶ ὑπερτίθεσθαι, ὅτι καὶ τὸ Ἰωάννου βάπτισμα βαπτισθῆναι οὐ παρῃτή‐ σατο· καίτοι τοῦ βαπτιστοῦ χρείαν ἔχοντος ὑπ’ αὐτοῦ βαπτισθῆναι. Ἀλλ’ ὅμως τοσοῦτον ἡμῖν συγκατέβη, καὶ οὕτως ὑπὸ τῆς ἰδίας φιλανθρωπίας κεκίνηται, ὡς | |
25 | μὴ τὰ κατὰ νόμον μόνον, ἀλλὰ καὶ σταυρὸν καὶ θά‐ νατον καταδέξασθαι, ἵνα πρὸς ἑαυτὸν ἡμᾶς ἀνελκύσῃ, κάτω κειμένους ἐν τῷ τῆς παραβάσεως πτώματι. «Καὶ ἰδοὺ ἦν, φησὶν, ἄνθρωπος ἐν Ἱερου‐ σαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος δί‐ | |
30 | καιος καὶ εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά‐ των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·» ἄνθρωπος τὸ φαινόμενον, καὶ ὑπὲρ ἄνθρωπον τὸ νοούμενον· ἄνθρωπος τὴν οὐσίαν, | |
35 | ἀλλὰ τὴν ἀξίαν πολλῷ τῷ μέσῳ τῶν ἀνθρώπων ὑπερ‐ κείμενος· τὴν φύσιν ἄνθρωπος, ἀλλὰ τὴν ἀρετὴν ἄγγελος. Ἄνθρωπος αἰσθητὸν μὲν ἐνδιαίτημα τὴν κάτω Ἱερουσαλὴμ κεκτημένος· νοητὸν δὲ τὴν ἄνω Ἱερουσαλὴμ τὴν μητρόπολιν, «ἧς τεχνίτης καὶ δη‐ | |
40 | μιουργὸς ὁ Θεός·» ἄνθρωπος ἀνθρώποις μὲν τῇ σαρκὶ συναναστρεφόμενος, ἀγγέλοις δὲ τῷ πνεύματι συμ‐ πολιτευόμενος· μᾶλλον δὲ καὶ τῶν ἀγγέλων ὁ Συμεὼν ὑπέρτερος· εἴπερ τὸν ἐκείνοις ἀθέατον, οὗτος ἰδεῖν κατηξίωται· καὶ οὐκ ἰδεῖν μόνον, ἀλλ’ ὃ τούτου μεῖζον | |
45 | ἦν καὶ παραδοξότερον, καὶ ἐναγκαλίσασθαι. «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος·» ἀπεδίδου γὰρ ἑκάστῳ τὸ κατ’ ἀξίαν· τῷ μὲν λόγῳ τὸ τὰ θεῖα καὶ ἐννοεῖν καὶ λογίζεσθαι· τὸ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· τὸ μὴ ἐπανιστᾷν τὴν κτί‐ | |
28.981(50) | σιν τῷ Κτίστῃ, κατὰ τοὺς ἄφρονας· τὸ μηδὲν ἔξω τῆς θείας εἶναι προνοίας ὑπολαμβάνειν· τὸ διὰ τῶν κτισμάτων ἀναλόγως τὸν Γενεσιουργὸν ἐννοεῖν· τῷ δὲ | |
θυμῷ τὴν κατὰ τοῦ ὄφεως αὐστηρίαν, τὸ κατὰ τῆς | 981 | |
28.984 | ἁμαρτίας ἀπότομον· τὸ κατὰ τῶν ἀσεβούντων ἀσυμ‐ παθὲς καὶ ἀνήμερον. Ὁ Ἡλίας μὲν κατὰ τῶν Ἀχαὰβ πεντηκοντάρχων· Φινεὲς δὲ κατὰ τοῦ Μαδιανιτίου μύσους· Πέτρος δὲ καὶ Παῦλος, ὁ μὲν κατὰ Ἀνανίου | |
5 | καὶ Σαπφείρας, ὁ δὲ κατὰ Ἐλύμα καὶ Ἀλεξάνδρου, καὶ πολλῶν ἄλλων δικαιότατα ἀπεχρήσατο. Τῇ δὲ ἐπι‐ θυμίᾳ τὸ μελετᾷν ἐν νόμῳ Κυρίου διαπαντός· τὸ ἐπι‐ θυμητὰ ἡγεῖσθαι τὰ δικαιώματα Κυρίου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ | |
10 | κηρίον· τὸ λέγειν μετὰ Δαυΐδ· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Οὕ‐ τως ἦν δίκαιος ὁ Συμεὼν, μηδενὸς εἴδους τῆς ἀρετῆς ὑστερούμενος· εἴπερ ἐμπεριεκτικὴν ἴσμεν τὴν δι‐ | |
15 | καιοσύνην καὶ τῶν ἄλλων πασῶν ἀρετῶν, ὅσαι ταῖς γενικαῖς ταύταις ὑποβεβήκασιν. «Εὐλαβὴς» δὲ πῶς; εὐλαβούμενος ἀπὸ προσώπου Κυρίου καὶ τῶν αὐτοῦ προσταγμάτων· ἀνεγνώκει γὰρ καὶ λίαν ἐπεσκεμμέ‐ νως τὸ, «Ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον | |
20 | καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» | |
22 | «Προσδεχόμενος παράκλησιν τοῦ· Ἰσραήλ.» Ποίαν παράκλησιν; Ἣν Ἀβραὰμ ἐν ἀγγέλου ἑωρα‐ κὼς σχήματι, θεοπρεπῶς προσεκύνησε. Ποίαν παρά‐ | |
25 | κλησιν; Περὶ ἧς Ἰακὼβ προηγόρευσεν· «Οὐκ ἐκλεί‐ ψει ἄρχων, εἰπὼν, ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἀλλὰ ποίαν παράκλησιν; Αὐτὴν ἐκείνην περὶ ἧς Βαλαὰμ, εἰ καὶ τῆς ἐκκλη‐ | |
30 | σιαστικῆς αὐλῆς ἔξωθεν ἑστηκὼς, προεφήτευσεν· «Ἀνατελεῖ, λέγων, ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀνα‐ στήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.» Αὐτὴν ἐκείνην περὶ ἧς Μωϋσῆς φησιν, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» | |
35 | Ταύτην τὴν παράκλησιν, διὰ Πνεύματος ἁγίου χρη‐ ματισθεὶς Συμεὼν, προσεδέχετο. Τί οὖν; μήτι γε ἄρα ταύτην ἀεὶ προσδεχόμενος ἐψεύσθη πως τῶν ἐλπίδων, ἢ τῆς προσδοκίας διήμαρτεν, Οὐμενοῦν, οὐδαμῶς· ἀλλὰ καὶ εἶδε καὶ ἐνηγκαλίσατο. Ὢ τῆς | |
40 | τοῦ ἀνδρὸς ἀρετῆς! ὢ τῆς ὑπερβαλλούσης εὐλαβείας καὶ καθαρότητος! «Εἰς ἃ,» κατὰ τὸν μακάριον Παῦλον [l. Πέτρον], «ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι,» εἰς ταῦτα Συμεὼν οὐ παρακύψαι μόνον, ἀλλὰ καὶ καθαρῶς ἐμβατεῦσαι, καὶ ψηλαφῆσαι ταῦτα, καὶ | |
45 | ἀκραιφνῶς μυηθῆναι δεδύνηται. «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Ὢ τοῦ θαύματος! Οὐδὲ ποσὶν οἰκείοις πρὸς τὴν τοῦ μυ‐ στηρίου διακονίαν κέχρηται· ἅρμα δὲ τούτῳ τὸ Πνεῦμα τὸ ἅγιον γίνεται καὶ οἷον ὑπόπτερόν τινα, | |
28.984(50) | καὶ αἰθεροδρόμον Ἀμβακοὺμ ἄλλον, πρὸς τὸν ναὸν εἰσάγει, καὶ τῷ ἱερῷ παριστᾷ· πάντως που τοιαῦτα | |
πρὸς αὐτὸν λέγον καὶ προσφθεγγόμενον· Δεῦρο, | 983 | |
28.985 | ἴθι, γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς ἄλλους τετύχηκας. Δεῦρο, τὰς ἐκβάσεις | |
5 | τῆς καλῆς ἀρετῆς ἀναλάμβανε· καὶ ἃ πρότερον ὁ θεόπτης αἰσθητῶς μὲν τῇ πέτρᾳ τῇ ἐν Σινᾶ, νοητῶς δὲ τῇ περὶ τὸν Θεὸν ἀῤῥαγεῖ σκεπασθεὶς πίστει μόλις ὡς διά τινος ὀπῆς, τῆς ἀμυδρᾶς, οἶμαι, θεωρίας καὶ γνώσεως, ἐν ὀπισθίων εἴδει τεθέαται· ταῦτα σὺ νῦν | |
10 | ἐναργῶς καταμάνθανε, καὶ μετάβαινε λοιπὸν ἀπὸ τοῦ θανάτου τοῦ ἐν τῷ σώματι πρὸς τὴν ζωὴν τὴν ἐν πνεύματι· καὶ τὸν ἐν γράμματι νόμον, ᾧ καλῶς ἄγαν καὶ θεοφιλῶς ἐλειτουργήσας, μετάθες πρὸς τὸν ἐν χάριτι. Κέκμηκας γὰρ ἱκανῶς ἤδη τοῖς τύποις καὶ | |
15 | ταῖς σκιαῖς· νεάσαι σε δεῖ τῇ ἀληθείᾳ λοιπὸν, ἵνα τὰ τέλη τῶν νομικῶν παρατηρημάτων ἀρχή σοι πρὸς τὰ τῆς χάριτος χρηματίσῃ διδάγματα. Ταῦτα κατὰ τὸ νοητὸν οὖς ὁ θεῖος οὗτος πρε‐ σβύτης ἀκούσας παρὰ τοῦ Πνεύματος, χαρᾶς ὅλως καὶ | |
20 | εὐφροσύνης πεπλήρωται· καὶ οἷον ἔνθους ὑπὸ τοῦ θάμβους γενόμενος, οὑτωσί πως τῷ διαλεγομένῳ προσαντημείβετο· Καὶ ἦλθεν ἐκεῖνα, Παράκλητε, ἅπερ ἐγὼ θεάσασθαι κεχρημάτισμαι; ὅλως ἦλθεν ἐκεῖνα, ἅπερ ἰδεῖν ἐγὼ παρὰ σοῦ προεπήγγελμαι; | |
25 | Δὸς τοιγαροῦν τῷ γήρᾳ χεῖρα, Παράκλητε, δός. Ὑπόθες μοι τὴν παρὰ σοῦ χάριν, ὑπόθες. Τὸ γὰρ σῶμά μοι κέκμηκεν ἤδη, καὶ βαδίζειν ἐξατονεῖ. Βάστασον αὐτὸς, ὦ φύσις παντουργὲ καὶ ἀκάματε, βάστασόν με τὸν ἀσθενῆ, τὸν γέροντα, καὶ πρὸς | |
30 | ἐκεῖνα τὸ τάχος ἀπάγαγε. Ἐὰν γὰρ θελήσω ποσὶν οἰκείοις πρὸς βάδισιν χρήσασθαι, χρονίζω πάντως ἐν τῇ ὁδῷ, κἀκεῖνα παρέρχεται, καὶ οὐ θεωρῶ αὐτά. Καὶ οἵ μοι τῶν σκυθρωπῶν, εἰ ξένος τούτων γενήσο‐ μαι, ὧν τὰς ἐμφάσεις πόῤῥωθεν ἔλαβον! Οὔπω | |
35 | ταῦτα κατὰ νοῦν ὁ πρεσβύτης ἀνετυπώσατο, καὶ ταῖς τοῦ νεὼ πύλαις θᾶττον ἢ λόγος παρίσταται. «Ἦλθε γὰρ ἐν τῷ Πνεύματι, φησὶν, ἐν τῷ ἱερῷ.» Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις, ἔργον τὴν βούλησιν ἔχουσα, καὶ τῇ βουλήσει συμπαρομαρτοῦντα τὰ πράγματα. | |
40 | «Καὶ ἐν τῷ εἰσάγειν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ.» Εἶδες ἀπάντησιν ξένην καὶ ὑπὲρ ἄνθρωπον; Εἶδες ἀπάντησιν, οὐκ ἐκ συντυχίας τινὸς, ἢ συνθήματος | |
45 | γενομένην, ἀλλ’ ἐκ πνευματικῆς ἐνεργείας καὶ χάριτος; Καὶ, ὢ τοῦ θαύματος! οὐδὲ μικρόν τι θάτερος προέλαβε θάτερον, ἀλλ’ ὁμοῦ Χριστός τε καὶ Συμεὼν, ὁ μὲν ταῖς μητρικαῖς ὠλέναις, ὁ δὲ τῷ Πνεύματι βασταζόμενος, τῇ τοῦ ἱεροῦ φλιᾷ παρειστήκεισαν. Ὁ μὲν οὖν, τῆς | |
28.985(50) | πρὸς γῆν ἀνανεύσας συγκύψεως· κάτω γὰρ ἦν τέως συννεύων τῷ γήρᾳ καμπτόμενος· βραχύ τι τὼ πόδε, τὴν βακτηρίαν ῥίψας, ἐπιστηρίζεται, καὶ τὰς χεῖρας ἐκτείνας, τῶν μητρικῶν ἀγκαλῶν λαβεῖν ἐπειρᾶτο | |
τὸν θεάνθρωπον νήπιον· ἡ δὲ μικρὸν μὲν ἐπέσχεν· | 985 | |
28.988 | οὐ γάρ πω σαφῶς ᾔδει τὴν ἐν Πνεύματι πρὸς τὸ ἱερὸν τοῦ γέροντος ἄφιξιν· ἔπειτα δ’, ὡς τὸ θεῖον βρέφος ταῖς ταύτης ἀγκάλαις ἑώρα περισκιρτῶν καὶ πρὸς τὰς ἐκείνου παλάμας παρεκπηδῆσαι φιλο‐ | |
5 | νεικοῦν, θᾶττόν τε γινώσκει τοῦ μυστηρίου τὴν δύνα‐ μιν· καὶ τῷ πρεσβύτῃ χειραπλοῦντι τοῦτο προσεπι‐ δίδωσι· Δέξαι, βοῶσα, γεραρώτερε ἄνθρωπε, τὸν πρὸς σὲ μᾶλλον ἢ πρὸς ἐμὲ τὴν τεκοῦσαν νῦν ἐπειγόμε‐ νον· δέξαι τὸν σὲ ποθοῦντα μᾶλλον ἢ Ἰωσήφ· δέξαι | |
10 | τὸν δευτέραν τῆς σῆς φιλίας τὴν πρὸς ἐμὲ τὴν μητέρα στοργὴν, ὡς ἔοικε, λογιζόμενον· δέξαι, καὶ, ὡς βού‐ λει, τοῦ ποθουμένου καταπόλαυε. Ταῦτα εἶπεν ἡ Θεο‐ τόκος, καὶ ταῖς τοῦ πρεσβύτου παλάμαις τὸν υἱὸν ἐπιτίθησιν. Ὁ δὲ, τὴν ὄψιν, ὡς εἶχε τάχος, τούτῳ | |
15 | προσεπικλίνας, καὶ τοῖς χείλεσι τούτου προσεπ‐ ερείσας τὰ ὄμματα, τοιαῖσδέ που φωναῖς πρὸς αὐτὸν ἀπεχρήσατο· Τίς ἡ τοσαύτη περὶ ἡμᾶς σου φιλανθρωπία καὶ συγκατάβασις, Δέσποτα; Τίς ὁ τοσοῦτος πλοῦτος τῆς | |
20 | εὐσπλαγχνίας σου; Τί τὸ κινῆσαν τὴν σὴν ἀγαθότητα τοὺς ταπεινοὺς ἡμᾶς ἐπισκέψασθαι; Πότερον πῶς ἡμῖν ἥκεις, φιλάνθρωπε καὶ φιλάγαθε Δέσποτα; Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; | |
25 | Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας, ἢ πῦρ δειματοῦν ῥᾳδίως καὶ καταναλίσκον τοὺς προστυγ‐ χάνοντας· ἢ φωνὴ αὔρας λεπτῆς,» οἷς καὶ τῷ Θεσβίτῃ σεαυτὸν ἐνεφάνισας; Οὒ, φησὶν, ὦ γέρον φιλο‐ | |
30 | σοφώτατε· οὐδενὶ τούτων ὑμῖν ἐμφανίζομαι. Οὐ γὰρ οἶδε ταῦτα χωρεῖν ἡ φύσις ἡ θνητή τε καὶ πρόσυλος· ἀλλὰ σαρκοφόρος τις, καὶ ὑμῖν παραπλήσιος· νήπιος, ὡς ὁρᾷς, καὶ τὴν σωματικὴν ἡλικίαν τέως βρεφοφα‐ νὴς καὶ ἀτέλεστος· νήπιος ἔτι σπαργάνοις περισφιγ‐ | |
35 | γόμενος, ἔτι τῶν μητρῴων μαζῶν ἀμφοῖν περιδρασ‐ σόμενος ταῖν χεροῖν· νήπιος, ἄσημόν τι καὶ περικε‐ κομμένον ἔτι διὰ τὴν ἐκ Μαρίας σάρκα φθεγγόμενος· νήπιος ἀγκάλαις μὲν ταῖς σαῖς συνεχόμενος, ἀποσκο‐ πῶν δὲ πρὸς τὴν μητέρα καὶ τὸν μαζόν. Καὶ νῦν μὲν | |
40 | ταῦτα· μικρὸν δὲ ὕστερον, ὅσον τριάκοντα ἔτη περι‐ σπεῦσαι χρόνον, καὶ τὸ Ἰωάννου βαπτισθήσομαι βάπτισμα, καὶ προδοθήσομαι, καὶ δήμιος πρὸς Καϊάφαν ἀχθήσομαι, καὶ ἐμπτυσθήσομαι, καὶ κολαφισθήσο‐ μαι, φραγγελωθήσομαι· τέλος σταυρωθήσομαι, | |
45 | καὶ λόγχῃ νυγήσομαι, καὶ τάφῳ νεκροφανῶς συγκλει‐ σθήσομαι, καὶ πλάνος ὀνομασθήσομαι, καὶ πᾶν ὁτιοῦν ἂν εἴη τῆς ἀνθρωπίνης ἴδιον φύσεως, παραπλήσιον ὑμῖν, τῆς ἁμαρτίας χωρὶς, ἀναδέξομαι. Καὶ μὴ θαυ‐ μάσῃς, μηδὲ τὸν νοῦν ἐκστῇς καὶ καταπλαγῇς· τοῦτο | |
28.988(50) | γὰρ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώ‐ νων καὶ ἀπὸ τῶν γενεῶν· τοῦτο ἡ μεγάλη τοῦ Πα‐ τρὸς βουλή τε καὶ ἡ πρόγνωσις, ἧς ἄγγελος ἐγὼ | |
τοῖς θεηγόροις προηγόρευμαι· τοῦτο ὁ πρὸς ὑμᾶς | 987 | |
28.989 | οἶκτος, καὶ τὸ μὴ βούλεσθαι βλέπειν τὴν ἐμὴν εἰκόνα δεινῶς ἀνδραποδιζομένην τοῖς δαίμοσι· τὸ μὴ φέρειν ὁρᾷν τὸν βασιλέα τῆς κτίσεως κακῶς τῇ κτίσει δου‐ λεύοντα· τὸ μὴ καρτερεῖν θεωρεῖν τὸν ἀποστάτην καὶ | |
5 | ὑπερήφανον τοῦ ἐμοῦ σφαλερῶς κατεπαιρόμενον πλάσματος. Ταῦτά με τῶν πατρικῶν ἀνεκφοιτήτως ἐξανέστησε κόλπων, καὶ ὡς ὑμᾶς τὴν διὰ σαρκὸς πορείαν ποιήσασθαι πεποίηκε· ταῦτά με γεννηθῆναι καὶ νηπιάσαι, καὶ τῷ ἱερῷ παραστῆναι, καὶ ταῖς σαῖς | |
10 | ἀγκάλαις ἀνακλιθῆναι πεποίηκεν. Οὐ γὰρ ἦν ἄλλως τὸν τύραννον δεσμευθῆναι, καὶ τὰ τούτου σκεύη διαρ‐ πασθῆναι, εἰ μὴ παραπλησίως ὑμῖν τῆς ἁμαρτίας χωρὶς κοινωνήσω τῆς ἀνθρωπότητος· οὐκ ἦν ἄλλως τῶν πολυπλόκων τοῦ ᾅδου ἀρκύων τὸν Ἀδὰμ ἀναθῆ‐ | |
15 | ναι, καὶ τὴν πρώτην κατάστασιν ἀπολήψεσθαι, καὶ τὸ ὅλον Θεὸν τοῦτον γενέσθαι, εἰ μὴ ἐγὼ ἄνθρωπος γένωμαι, καὶ τῆς αὐτῆς αὐτῷ κοινωνήσω καὶ οὐσίας καὶ φύσεως. Τοίνυν τὰς τῆς ἐνανθρωπήσεως τῆς ἐμῆς αἰ‐ | |
20 | τίας μαθὼν, ἄπιθι· καὶ σκυθρωπῶς ἐν τοῖς εἰς ᾅδου τῷ Ἀδὰμ διατρίβοντι φαιδροπρεπῶς ἐμφανίσθητι· καὶ ἀντὶ τῶν ἐν λύπαις ὠδίνων τὰ τῆς χαρᾶς τῇ Εὔᾳ διακόμισον εὐαγγέλια· Ἥκει, λέγων, ἡ λύτρωσις· ἥκει ὁ ῥύστης· ἥκει ἡ ἄφεσις· ἥκει ὁ ἐλευθερωτής. | |
25 | Μηκέτι θρήνει, φύσις ἡ ἀνθρωπεία· ἥξει γὰρ ὁ ἀν‐ τιληψόμενος ὑμῶν, ἥξει καὶ οὐ χρονιεῖ. Τούτων τοί‐ νυν τῶν θείων φωνῶν κατὰ τὸ νοερὸν οὖς ὁ Ἀβρα‐ μιαῖος ἐκεῖνος ἀκούσας πρεσβύτης, τοῦ γήρως ὥσπερ ἐν λήθῃ γενόμενος, θᾶττον ἀνέθορε, καὶ προθυμίας | |
30 | ὅλος πλησθεὶς, γεγωνοτάτῃ φωνῇ· «Ἰσχύσατε, φησὶν, ἀνειμέναι χεῖρες, ἰσχύσατε· γόνατα παραλελυμένα, ἀνορθώθητε·» κνῆμαι συντετριμμέναι, κρατυνθῆτε, ἵνα, τὴν εἰς ᾅδου πορείαν εὐθυβόλως ἀνύσασαι, τη‐ λικούτων ἀγαθῶν ἄγγελοι χρηματίσητε τοῖς προγό‐ | |
35 | νοις. Εἶθ’ ὡς εἶχε τάχους πρὸς τὸ θεῖον ἐπιστραφεὶς βρέφος· «Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ | |
40 | δόξαν τοῦ λαοῦ σου Ἰσραήλ.» Ὢ τῆς ζέσεως! ὢ τῆς θερμότητος! Ἐπειδή σοι, φησὶν, ὦ Δέσποτα, ταῦτα ἔδοξε, καὶ ἐλεῆσαι τὸ σὸν ὑπὸ τῆς ἰδίας φιλ‐ ανθρωπίας κεκίνησαι πλάσμα, ἐγώ τε περὶ τὰς ἐλπί‐ δας οὐκ ἐψεύσθην, καὶ ὁ τοῦ θείου χρηματισμὸς | |
45 | Πνεύματος ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, Δέσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκο‐ μίσαι τὰ χαροποιὰ εὐαγγέλια· μὴ προλάβῃ τὰ βρέφη με, Δέσποτα, ἃ διὰ σὲ τὸν πρὸς Ἡρώδου φόνον ὑπ‐ | |
28.989(50) | έμεινε. Νήπιά εἰσι καὶ γοργὰ καὶ εὐκίνητα· ἐγὼ δὲ γέρων καὶ βραδὺς καὶ δυσκίνητος· καὶ δέδοικα μή‐ που, ταχύτερον προδραμόντα μου μεγίστων οὕτω καὶ λαμπρῶν ἀγαθῶν ἄγγελοι τοῖς τοῦ γένους προπά‐ τορσι γένωνται. Οὕτω μὲν οὖν ὁ θεῖος ὄντως | |
55 | ἀνὴρ, καὶ τῆς Χριστοῦ παρουσίας διαπρύσιος κήρυξ | |
εὐχαριστήσας, τοῦτο γὰρ τὸ τὸν Θεὸν εὐλογῆσαι δη‐ | 989 | |
28.992 | λοῖ, προσευξάμενος ἀπελύετο. Ἥψατο γὰρ ἀοράτως, οἶμαι, τῶν τούτου φρενῶν ὁ Σωτὴρ, καὶ τῆς δεήσεως τούτου κατὰ πάντα εἰσήκουσε, καὶ ὡς ἴδιον λάτρην, κεκμηκότα μὲν πλεῖστα τῷ νόμῳ καὶ τῇ σκιᾷ, νεάζοντα δὲ τοῖς θείοις τῆς χάριτος δόγμασι, προσ‐ | |
5 | ελάβετο. Ὁ δὲ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ, «θαυμά‐ ζοντες, φησὶν, ἦσαν ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Ἐθαύμαζον δὲ, μήπω τελείαν, οἶμαι, λα‐ βόντες πληροφορίαν τῆς τούτου θεότητος· καίτοι ἀρ‐ | |
10 | κούντων τῶν κατὰ τὴν γέννησιν θαυμάτων· ἐκείνων, φημὶ, τῶν κατὰ τοὺς μάγους καὶ τοὺς ποιμένας· ἔτι τε τῆς διαφόρου τῶν ἀγγέλων ἐπιστασίας, καὶ τοῦ πάντων θαυμάτων ἐπέκεινα θαύματος, τῆς παρ‐ θενίας ἡ φυλακὴ καὶ συντήρησις πρὸς τελείαν τούτου | |
15 | πληροφορίαν καὶ συγκατάθεσιν. Ἀλλ’ ὅμως, πρὸς τὸν ὄγκον ἀποσκοποῦντες τοῦ θαύματος, καὶ τὴν οἰ‐ κείαν εὐλάβειαν χαλινοῦσαν τοὺς λογισμοὺς ἔχοντες (μέγα γὰρ καὶ κατ’ ἀλήθειαν ὂν τὸ σεσαρκῶσθαι Θεὸν ὑπελάμβανον), ἔτι τὸν νοῦν κλονούμενον εἶχον | |
20 | καὶ ἀμφιβάλλοντα. Ὅθεν ἐν βραχέσι τὴν κατὰ τὸ βρέφος θεολογίαν ὁ πρέσβυς στοιχειωσάμενος, πρὸς ἐκείνους λοιπὸν τὰς τῶν λόγων ἡνίας μεταχειρίζεται, εὐλογῶν τε τούτους καὶ μακαρίζων τῆς περὶ τὴν οἰ‐ κονομίαν διακονίας· προλέγων τε καὶ τὰ περὶ τὸν | |
25 | σταυρὸν ἄριστά τε καὶ τελεώτατα. «Εὐλόγησε γὰρ, φησὶν, αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗ‐ τος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν. τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Ἀντι‐ | |
30 | λέξει γὰρ καὶ ἀμφιβαλεῖ περὶ τούτου καὶ τοῦ κατ’ αὐτὸν δόγματος Σίμων πρὸς τὸν Μαρκίωνα, καὶ Ἄρειος πρὸς τὸν Σαβέλλιον, καὶ Εὐτυχὴς πρὸς τὸν Νεστόριον, καὶ ἀμφότεροι πρὸς τὴν Ἐκκλη‐ σίαν· οἱ μὲν τὴν θεότητα μόνην, οἱ δὲ τὴν σάρκα | |
35 | τούτῳ προσνέμοντες· οἱ μὲν κτιστὸν εἰσάγοντες, καὶ τῆς πατρικῆς οὐσίας ἀλλότριον, οἱ δὲ Λόγον ἀν‐ υπόστατόν τινα καὶ κενὸν οὐσίας, καὶ μηδὲν τοῦ κατὰ προφορὰν χεομένου διεναλλάττοντα· οἱ μὲν φαντα‐ σίαν αὐτοῦ τὴν διὰ σαρκὸς παρουσίαν ὑποτιθέμενοι, | |
40 | οἱ δὲ μηδὲ ἀνειληφέναι σάρκα καθόλου διατεινόμενοι· ἢ ἀνειληφέναι μὲν, ἄψυχον δὲ ταύτην καὶ ἀνενέργη‐ τον, ἢ ψυχὴν μὲν ἔχουσαν, ἄνουν δὲ ταύτην καὶ ἄλο‐ γον· καὶ ἁπαξαπλῶς ἄλλοι ἄλλως ἀμφιβαλοῦσι καὶ ἀντιλέξουσιν, ἕκαστος κατὰ τὸ δοκοῦν αὐτῷ τὰ περὶ | |
45 | αὐτοῦ συμπεραίνοντες. «Περὶ γὰρ τῆς αἱρέσεως ταύτης,» πρὸς τὸν Παῦλον οἱ Ἰουδαῖοί φασι, «γνωστὸν ἡμῖν ἐστιν, ὅτι πανταχοῦ ἀντιλέγεται.» Ἀντιλέγε‐ ται μὲν, ἀλλ’ οὐ βάλλεται· πολεμεῖται, ἀλλ’ οὐ νι‐ κᾶται· τοξεύεται, ἀλλ’ οὐ τιτρώσκεται· πολιορκεῖ‐ | |
28.992(50) | ται, ἀλλ’ οὐκ ἀνδραποδίζεται· τὸ μέγιστον, πίπτει, ἀλλ’ οὐ συντρίβεται· μᾶλλον δὲ καὶ ἀνατρέπει. Τοῦτο γὰρ τῆς καθαρᾶς πίστεως ἡμῶν τὸ ἐξαίρετον, καὶ παντὸς ἐπέκεινα θαύματος· ὅτι οὐ μόνον αὕτη, καίτοι πανταχόθεν σφοδρῶς περιστοιχιζομένη ταῖς | |
55 | ἐκ τῶν αἱρέσεων συστροφαῖς τε καὶ λαίλαψιν, ἄσειστος | 991 |
28.993 | διατελεῖ καὶ ἀτίνακτος· ἀλλ’ ὅτι καὶ διὰ τῶν ἐναν‐ τίων τὰ ἐναντία σοφῶς κατεργάζεται, λαμπρὰ κατὰ τῶν ἐφεδρευόντων διανιστῶσα τρόπαια. Τοιοῦτος μὲν οὖν, φησὶν, ὦ μακαρία Παρθένε, ὃν ἐκ γαστρός σου προήνεγκας· θραύων μὲν ῥᾳδίως | |
5 | καὶ ταράσσων τοὺς ἑαυτοὺς τῆς ἀληθείας ἀποσπα‐ ράξαντας· ἀνιστῶν δὲ καὶ τῷ Πατρὶ προσάγων, ὅσοι ἂν πρόσθωνται τούτῳ, καὶ τὰ τούτου φυλάξωσι δι‐ καιώματα. Οὐ μὴν δὲ, ἐπειδὴ τοιοῦτον ἔσχες Υἱὸν, καὶ τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην | |
10 | ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν‐ άλωτος· ἀλλὰ «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία·» μὴ γάρ σε, φησὶ, τὸ μεγαλεῖον τοῦ θαύματος πρὸς ὄγκον ἐπάρῃ φυσήματος. Εἰ γὰρ | |
15 | καὶ ὑπὲρ φύσιν ἐκύησας, ἀλλὰ θλίψιν ἕξεις ταῖς κατὰ φύσιν γεννώσαις ἐφάμιλλον· μᾶλλον δὲ πολλῷ μεγίστην καὶ ὑπερβάλλουσαν, ὅσον ἐκεῖναι μὲν χωρὶς θαυμάτων τὰς περὶ τὰ τέκνα θλίψεις ὑπέμειναν· σὺ δὲ μετὰ τοσαύτην πληθὺν τεραστίων, μετὰ τὰς ἀπλέτους | |
20 | ἐκείνας τῶν προφητικῶν ῥημάτων ἐκβάσεις, μετὰ τὴν περιβόητον τῆς παρθενίας φυλακὴν καὶ συν‐ τήρησιν, ὢ τοῦ θαύματος! «καὶ σοῦ αὐτῆς τὴν ψυ‐ χὴν διελεύσεται ῥομφαία.» Τίνος; «σοῦ, φησὶν, αὐ‐ τῆς,» τῆς τὸν Γαβριὴλ εὐμοιρησάσης εὐαγγελιστὴν, καὶ | |
25 | τοῦ τόκου σημάντορα· «σοῦ,» τῆς τὴν δύναμιν τοῦ Ὑψίστου ἐπισκιάζουσαν, καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπιφοιτῶν τε καὶ περιιπτάμενόν σε, σχούσης ἀριδηλότατα· «σοῦ αὐτῆς,» ἣν μάγοι μετὰ τοῦ ἀστέ‐ ρος δι’ ἀστέρος ὁδηγηθέντες προσεκύνησαν, καὶ | |
30 | ποιμένες μετὰ ἀγγέλων τῷ θείῳ βρέφει συνεμακάρι‐ σαν, καὶ συνύμνησαν· «σοῦ αὐτῆς,» ἣν Ἰακὼβ φοι‐ τῶσαν ὡς οὐρανοὺς ἑώρακε κλίμακα· καὶ Μωϋσῆς ὁ θεόπτης βάτον πυράφλεκτον, καὶ λυχνίαν, καὶ στάμνον, καὶ πλάκα, καὶ τράπεζαν· καὶ Ἀαρὼν ῥάβδον ἀνίκμως | |
35 | βλαστήσασαν· «σοῦ αὐτῆς,» ὦ πανάφθορε καὶ παν‐ άμωμε, ἣν Δαυῒδ μὲν κιβωτὸν καλεῖ ἁγιάσματος, Σολομὼν δὲ κλίνην χρυσῆν, καὶ θρόνον, καὶ κοιλάδα κρίνων· ἀρετῶν, οἶμαι, τῶν θείων, καὶ παράδεισον θεοφύτευτον. Καὶ «σοῦ» δὲ «αὐτῆς τὴν ψυχὴν διε‐ | |
40 | λεύσεται ῥομφαία· σοῦ» τῆς ἐκλελεγμένης καὶ πρὸ γεννήσεως, τῆς προωρισμένης ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· «σοῦ αὐτῆς,» ἣν ὁ Πατὴρ ἐξελέ‐ ξατο, καὶ ὁ Υἱὸς ἐνεσκήνωσε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεοπρεπῶς ἐπεσκίασε· καὶ πᾶσα ἡ κτίσις Θεοῦ Μη‐ | |
45 | τέρα καὶ Θεοτόκον κηρύττει κυριώτατά τε καὶ ἀλη‐ θέστατα. «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.» | |
28.993(50) | Διὰ τί, φησὶν, ἐμοῦ, γέρον θαυμασιώτατε; μὴ γὰρ ἐγὼ Θεοῦ Υἱὸν ἐμαυτὴν ἀνεκήρυξα; Μὴ γὰρ ἐγὼ περὶ τοῦ ναοῦ προεφήτευσα; ἢ τὸν Λάζαρον | |
ἤγειρα; ἢ τὸν παράλυτον ἐθεράπευσα; ἢ τὸν ἐκ | 993 | |
28.996 | γενετῆς τυφλὸν ὠμμάτωσα; Τίνος χάριν τὴν ἐμὴν ψυχὴν ἡ ῥομφαία διαδραμεῖται; Ὅτι τὸ Σάββα‐ τον ἔλυσα; Ὅτι τὸν νόμον παρέβην; Ἰδοὺ δι’ ἐκεῖνον τόν τε Υἱὸν περιέτεμον, τήν τε Ἱερουσαλὴμ ἔφθασα, | |
5 | καὶ τῷ ναῷ πάρειμι, καὶ τοὺς νεοττοὺς τῶν τρυγόνων, δεῖγμα μικρᾶς τε καὶ πενεστάτης ὄντας θυσίας, τῇ θείᾳ τραπέζῃ προσανατίθημι. Τί τοίνυν ἐστὶν ἢ μικρὸν ἢ μεῖζον, ὃ τοῦ νόμου παρέλυσα, ἵνα ῥομφαία τὴν ψυχὴν ἐμὴν διελεύσηται; Φράσον τὸ τάχος, μήπως ὡς ὑπερ‐ | |
10 | βεβηκότα, καὶ πολλῷ τῷ βίῳ καταγηράσαντα ὑποπτεύ‐ σωμεν. Οὒ, φησὶν ὁ θεῖος ἐκεῖνος πρεσβύτης, καὶ τῆς προφητικῆς ἀνάπλεως χάριτος· δι’ οὐδὲν τούτων· ἔξω γὰρ τούτων πάντων ἦσθα καὶ ὑπερέκεινα· ἀλλ’ «ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν | |
15 | διαλογισμοί.» Αἰνίγματι, φησὶ, λέγεις ὅμοιον· οὔπω σαφῶς τὴν αἰτίαν τοῦ πάθους ἐνέφηνας. Εἰπεῖν σε δεῖ φανερώτερον· ἔτι γὰρ ἀφανές πως καὶ ὑπόσκιον τὸ λαλούμενον. Ἐγώ σοι, φησὶν, ὦ Χριστοῦ κτῆμα, καὶ χρῆμα, καὶ σκήνωμα, τῶν ζητουμένων ἅπαν ἐπιλύσω τὸ | |
20 | ἄπορον. Ἀλλ’ ὅρα μή σε τὸ πάθος νικῆσαν μικρόψυχόν τινα δείξῃ καὶ ἀφιλόσοφον· ὅπερ ἐπὶ σοῦ λέγειν μᾶλλον οὐ θέμις ἢ ἐπὶ ἡλίου τὸ ἀφεγγὲς καὶ ἀθέρμαντον. Προδιδόμενον ὄψει τοῦτον, ὃν θεοπρεπῶς ἀπεγέννησας, καὶ δεσμούμενον, ἐπτυσμένον καὶ ῥαπιζόμενον, φραγ‐ | |
25 | γελούμενον καὶ κολαφιζόμενον, καλάμῳ τυπτόμενον, ἀκάνθαις στεφανούμενον, χλαῖναν ἐνδιδυσκόμενον, ὑπὸ Φαρισαίων συκοφαντούμενον, ὑπὸ Σαδδουκαίων ὀνειδιζόμενον, ὑπὸ Πιλάτου κρινόμενον, ὑπὸ στρα‐ τιωτῶν χλευαζόμενον, τῇ σπείρᾳ γονυπετούμενον τὸν | |
30 | Βαραββᾶν ὄψει προτιμώμενον τούτου καὶ προκρινόμε‐ νον· τέλος σταυρῷ προσπηγνύμενον, ὄξος μετὰ χολῆς ποτιζόμενον, λόγχῃ νυττόμενον, τάφῳ περικλειό‐ μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε‐ νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει‐ | |
35 | νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ’ αὐτῷ κατόψει πρατ‐ τόμενον μεθ’ ὑπερβολῆς· διὰ ταῦτα, σοῦ τὴν ψυχὴν διελεύσεται ῥομφαία· διὰ ταῦτα κλαύσεις καὶ κόψῃ, καὶ οἷα μήτηρ θρηνήσεις ἐπὶ Υἱῷ, τὸν τῶν κακούρ‐ γων ὑπομένοντι θάνατον· μάλιστα τοὺς ἀποῤῥήτους | |
40 | ἐκείνους καθ’ ἑαυτὴν ἀνελίττουσα λογισμούς· οἷον, τὸ τοῦ Γαβριὴλ εὐαγγέλιον, τὴν ἄσπορον σύλληψιν, τὸν τόκον τὸν ἄφθορον, τὴν ἄσυλον παρθενίαν, τὸ ἀμόλυντον τῆς ἁγνείας, τὸ μηδὲν παθεῖν ἐν τῷ τόκῳ φυσικοῦ νόμου καὶ μητρικῆς ἀκολουθίας, διὰ τοῦ καὶ | |
45 | πρὸ τόκου καὶ μετὰ τόκον παρθένον ὡσαύτως καὶ εἶναι καὶ μεῖναι παναληθέστατα. «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρ‐ διῶν διαλογισμοί.» Ἀποκαλυφθήσεται γὰρ Πέτρου μὲν ὁ πυρὸς τέως θερμότερος ζῆλος, χλιαρός τις | |
28.996(50) | καὶ οἷον ὑπόψυχρος διὰ τῆς ἀρνήσεως· Ἰωάννου δὲ καὶ Ἰακώβου καὶ τῶν λοιπῶν διὰ τῆς φυγῆς, ἣν, ἀφέντες αὐτὸν, ἅπαντες ἔφυγον, πάντων ὥσπερ τῶν μεγίστων θαυμάτων ἐπιλαθόμενοι. Καὶ αὖ πάλιν ἐκ | |
τοῦ ἐναντίου ἀποκαλυφθήσεται Πιλᾶτος μὲν εἰς τὸν | 995 | |
28.997 | μετάμελον ἥκων διὰ τῆς τῶν χειρῶν ἀποσμήξεως· ἡ δὲ τούτου σύνευνος ὡς ἐπίστευσε, διὰ τῆς νυκτερινῆς ὄψεως· ὁ ἑκατόνταρχος διὰ τῶν σημείων· Ἰωσὴφ καὶ Νικόδημος διὰ τῆς κηδείας· Ἰούδας διὰ τοῦ βρόχου· | |
5 | Ἰουδαῖοι διὰ τὸ δοῦναι τοῖς φύλαξι τὰ ἀργύρια. Καὶ ἁπαξαπλῶς, μάχη τις ἔσται καὶ στάσις λογισμῶν τε καὶ διαλογισμῶν ἐναντίων· τῶν μὲν τὰ τῆς θεότητος διαλογιζομένων, τῶν δὲ τὰ τῆς ἀνθρωπότητος. Θαυ‐ μάσουσι μὲν γὰρ, φησὶ, πάσχοντα τοῦτον ὁρῶντες, | |
10 | καὶ ἀγωνιῶντα, καὶ θρόμβους ἱδρώτων ἐκπέμποντα· ἔτι τε δειλιῶντα, καὶ τὴν τοῦ πάθους παραίτησιν προσευχόμενον· τήν τε τῶν νεκρῶν ἐννοοῦντες ἀνά‐ στασιν καὶ τὴν τῶν τυφλῶν ὀμμάτωσιν· τήν τε τῶν λεπρῶν ἀποκάθαρσιν, καὶ τὴν τῶν πονηρῶν πνευμά‐ | |
15 | των ἐκδίωξιν· καὶ τὴν ἄλλην ἅπασαν τῶν ὑπ’ αὐτοῦ τελεσθέντων σημείων πληθύν· θαυμάσουσι, καὶ τὸν νοῦν ὧδε κἀκεῖσε κλονούμενον ἕξουσι, ἀσύμφωνα ταῦτα τοῖς πρώτοις ὁρῶντες, καὶ ἀκατάλληλα· θαυ‐ μάσουσι δὲ πάλιν οἱ τὸν σεισμὸν ὁρῶντες, καὶ τὴν ἐν | |
20 | ἡμέρᾳ νύκτα, τόν τε τοῦ διαπετάσματος διχασμὸν, καὶ τὴν τῶν πετρῶν διάῤῥηξιν· ἔτι τε τῶν μνημάτων τὴν ἀνακάλυψιν, καὶ τὴν τῶν νεκρῶν ἐξανάστασιν· θαυμάσουσι καὶ ἐκστήσονται τῇ καρδίᾳ, καὶ πρὸς ἀπορίας βυθὸν καταντήσουσιν, ἄνθρωπον μὲν τὸν | |
25 | κρεμάμενον βλέποντες, Θεὸν δὲ τὸν ἐνεργοῦντα ταῦτα καὶ συμπεραίνοντα. Οὕτως ἀποκαλυφθήσονται ἐκ πολλῶν καρδιῶν διαλογισμοὶ, τῶν μὲν ταῦτα, τῶν δὲ ἐκεῖνα διαλογιζομένων. Ἀλλ’ ὅμως ἡ μάχη αὕτη τῶν λογισμῶν, καὶ ἡ στάσις, καὶ ἡ φύρσις, καὶ ἡ ἀν‐ | |
30 | τίθεσις, ὁμονοίας καὶ συμφωνίας, καὶ εἰρήνης τῆς ἀνωτάτω τῇ Ἐκκλησίᾳ χρηματίσει παραίτιος· δι’ ἑκατέρων γὰρ ὃ ἦν Χριστὸς κηρυχθήσεται, καὶ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος γνωρισθήσεται, αὐτεξουσίως θέλων καὶ ἐνεργῶν ὁ αὐτὸς, τὰ μὲν τῇ θεότητι, τὰ δὲ | |
35 | τῇ ἀνθρωπότητι. Ταῦτα μὲν οὖν εἶπεν ἂν, οἶμαι, ὁ θεῖος ὄντως καὶ Ἀβραμιαῖος ἐκεῖνος πρεσβύτης, εἴ τις αὐτὸν διήρετο περὶ τούτων. Εἶτα μετ’ αὐτὸν παρίσταται καὶ Ἄννα τῷ γράμματι, γηραίοις βαδίζουσα βήμασιν· ἐκάλει γὰρ | |
40 | καὶ αὐτὴν τὸ μυστήριον, προφητείας χάριν πληρώ‐ σουσαν· ὅπως καὶ αὐτὴ προφητικῶς μαρτυρήσειν, ὡς ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, καὶ ὡς ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ Εὐαγγελίου πυθώμεθα, τίς τε καὶ | |
45 | πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν· αὖθίς τε ὁποῖα ἔλεγεν, ἐρευνήσωμεν. Φησὶ γὰρ ὁ εὐαγγελιστής· «Καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς· ζήσασα μετ’ ἀνδρὸς ἔτη ἑπτὰ | |
28.997(50) | ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχο‐ | |
55 | μένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ | 997 |
28.1000 | τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγελιστὴν ποιήσασθαι τὴν ἀφήγησιν· ὥστε καὶ τοῦ ταύτης πατρὸς καὶ τῆς φυλῆς ἐπιμνησθῆναι, ὅπερ ἐπ’ οὐδενὶ ἑτέρῳ σχεδὸν εὕρηται; Τὸν μὲν περὶ τούτου | |
5 | ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐμπνοίᾳ Πνεύματος λαλεῖν, κατὰ τὸν θεῖον Ἀπόστολον, δεδιδαγμένοι μυστήρια· αὐτὴ δὲ προφητικῇ διαλάμπουσα χάριτι, τοῖς προσδεχομένοις ἐν Ἱερουσαλὴμ λύτρωσιν, θεόσδοτον ἐνεγέννα παρά‐ | |
10 | κλησιν· ὅτι ὁ τοῦ παντὸς Λυτρωτὴς, λέγουσα, παραγέ‐ γονε, καὶ τῶν πάντων ὁ Σωτὴρ ἦλθε καὶ πεφανέρωται, τὴν ἰδίαν εἰκόνα λυτροῦσθαι βουλόμενος, καὶ σώζειν τὸ πλάσμα θέλων, ὃ ἔπλασε. Διὰ τοῦτο γὰρ ὁ Χριστὸς Ἰησοῦς ὀνομάζεται, ἐπειδὴ καὶ Σωτὴρ ὁ Ἰησοῦς ἑρ‐ | |
15 | μηνεύεται. Τούτων δὲ πάντων γινομένων τοῖς πράγμασι, καὶ λεγομένων τοῖς ῥήμασιν, ἥ τε Θεομήτωρ Μαριὰμ ἐξενίζετο, καὶ ὁ συμπαρὼν Ἰωσὴφ ἀπεθαύμαζεν. Ὅμως τὰ δεδογμένα τελέσαντες τῷ νόμῳ, ἐπείπερ | |
20 | ἅπαντα τοῦ νόμου πληροῦν ὁ Χριστὸς παραγέγονε, καὶ ἀνάπαυσιν διδόναι τοῖς τοῦ νόμου προστάγμασιν, εἰς Ναζαρὲτ ἐπανέρχονται· ἔνθα καὶ πρὸς τοῦ ἀγγέ‐ λου Γαβριὴλ εὐηγγελίσατο ἡ τὸν Σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἐξ ἀσπόρου μὲν συλλήψεως κυήσασα, | |
25 | παρθένος δὲ μετὰ γέννησιν μείνασα, καὶ πᾶσι δει‐ κνύουσα τοῖς βλέπουσιν, ὡς ἐγνωρίσθη Θεοῦ τὸ Σω‐ τήριον, καὶ τὸ φῶς τοῖς ἔθνεσιν ἔλαμψε· καὶ ὡς Θεοῦ δικαιοσύνη καὶ λύτρωσις πᾶσι τῆς γῆς ἐφάνη τοῖς πέρασι· καὶ δόξαν τοὺς δεδεγμένους ἐνέδυσε θεϊκὴν | |
30 | ὁμοῦ καὶ ἀΐδιον, καὶ ῥεῦσιν καὶ φθορὰν οὐ γινώσκου‐ σαν. Ἡμεῖς δὲ, ὦ ποθεινότατοι, καθάπερ ἐκεῖνοι, οὕτω Χριστῷ τῷ Θεῷ συναντήσωμεν, σωφροσύνην κομίζοντες, ἁγνείαν βαστάζοντες, ἀκακίαν προσφέ‐ | |
35 | ροντες, ἀμνηστίαν ἐμφαίνοντες, περισπασμῶν ἑαυ‐ τοὺς ἀφορίζοντες, καὶ Θεῷ καθαροὺς προσκομίζον‐ τες, τρόπων ἡμερότητα φέροντες, καὶ τὸ πρὸς ἅπαν‐ τας προσηνὲς καὶ φιλάλληλον ἔχοντες. Καὶ πρὸς τού‐ τοις ἅπασι τὴν πρὸς πάντας συμπάθειαν ἄγοντες, καὶ | |
40 | τὸν ἐκ ψυχῆς συμπαθοῦς ἀεὶ προερχόμενον ἔλεον βλύ‐ ζοντες, οὕτω Χριστὸν προσιόντα δεξώμεθα· οὕτω Χριστὸν εἰσοικίσωμεν· οὕτω Χριστὸν θεοπρεπῶς ἐναγκαλισώμεθα, καὶ προφητικοῖς ἀνθομολογησώμεθα ῥήμασι, τὴν αὐτοῦ πρὸς ἡμᾶς ἀνυμνοῦντες προέλευ‐ | |
45 | σιν, καὶ ἣν πρὸς ἡμᾶς συμπάθειαν εἴργασται μεγαλο‐ φώνοις κηρύττοντες στόμασιν· ἵνα καὶ βασιλείας οὐ‐ ρανῶν ἐπιτύχωμεν, καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσω‐ μεν, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ’ οὗ τῷ παναγάθῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, δόξα, | |
28.1000(50) | κράτος, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, | |
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 999 |