TLG 2035 089 :: ATHANASIUS :: Sermo in nativitatem Christi [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo in nativitatem Christi [Sp.]

Citation: Volume — page — (line)

28

.

960

(30t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
31tΑΘΑΝΑΣΙΟΥ
32tΕΙΣ ΤΗΝ ΓΕΝΝΗΣΙΝ ΤΟΥ ΧΡΙΣΤΟΥ.
35 Μυστήριον ξένον βλέπω, ἀντὶ ἡλίου τὸν ἥλιον τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσαντα ἐν τῇ Παρ‐ θένῳ. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, ἠδυνήθη, κατ‐ ῆλθεν, ἔσωσε. Συνδράμετε πάντα· Θεὸς σήμερον ὁ
40ὢν καὶ προὼν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γί‐ νεται ἄνθρωπος, οὐκ ἐκστὰς τοῦ εἶναι Θεός. Οὔτε γὰρ κατ’ ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὔτε πάλιν ἐξ ἀνθρώπων κατὰ προκοπὴν γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τοῦτο ἀπαθὴς γέγονεν ἄνθρωπος,
45ἀμεταβλήτου μενούσης τῆς φύσεως. Καὶ ξένην καὶ
ἀτριβῆ βαδίσας ὁδὸν, ἐξ ἀγεωργήτου προῆλθε960

28

.

961

γαστρὸς, οὔτε τοὺς ἀγγέλους αὐτοῦ ἐρήμους τῆς ἐπιστασίας κατέλιπεν, οὔτε τῇ πρὸς ἡμᾶς ἐνανθρω‐ πήσει, τῆς οἰκείας θεότητος ἐκστάς. Ἀλλὰ βασιλεῖς μὲν τὸν ἐπουράνιον βασιλέα ἦλθον προσκυνῆσαι, τὸν
5γεννηθέντα ἀῤῥήτως ἐκ Πατρὸς, σήμερον δὲ ἐκ τῆς Παρθένου τικτόμενον δι’ ἐμέ· ἀλλὰ τότε μὲν γεννη‐ θεὶς κατὰ τὴν φύσιν, σήμερον δὲ διὰ τὴν ἑαυτοῦ φύ‐ σιν. Πρὸ αἰώνων γὰρ γεννηθεὶς ἐκ τοῦ Πατρὸς ὡς ὁ γεννήσας οἶδε, σήμερον ἐκ τῆς Παρθένου ὑπὲρ φύ‐
10σιν ἐτέχθη, καθὼς ἡ τοῦ Πνεύματος ἐπίσταται χά‐ ρις. Ὁ Παλαιὸς τῶν ἡμερῶν παιδίον γέγονεν· ὁ ἐπὶ θρόνου ὑψήλου καθήμενος ἐν φάτνῃ τίθεται· ὁ ἀν‐ αφὴς καὶ ἀσώματος χερσὶν ἀνθρωπίναις εἱλίσσεται· ὁ τὰ τῆς ἁμαρτίας διασπῶν δεσμὰ ἐν σπαργάνοις
15ἐμπλέκεται· καὶ ἐπειδὴ τοῦτο θέλει. Τίνα οὖν ἔτεκεν ἡ Παρθένος; Τὸν Δεσπότην τῆς φύσεως. Κἂν γὰρ σὺ σιωπᾷς, ἡ φύσις βοᾷ. Ἔτεκε γὰρ ἡ Παρθένος Μαρία, ὡς ὁ τεχθεὶς τεχθῆναι ἠθέλησεν. Οὐ γὰρ ἀπὸ τῆς φύσεως ἔστρεπτο, ἀλλ’ ὡς Δεσπότης τῆς φύσεως
20ξένον γεννήσεως εἰσήγαγε τρόπον. Ὅμως, καὶ ἄν‐ θρωπος γενόμενος, οὐχ ὡς ἄνθρωπος τίκτεται. Εἰ γὰρ ἐκ κοινοῦ γάμου προῆλθε, καθάπερ κἀγὼ, ψεῦ‐ δος τοῖς πολλοῖς ἐνομίζετο. Νῦν διὰ τοῦτο ἐκ Παρ‐ θένου τίκτεται ὁ τικτόμενος, καὶ τὴν μητέρα λοιπὸν
25διατηρεῖ, καὶ τὴν παρθενίαν ἄλυτον διαφυλάττει, ἵνα ὁ ξένος τῆς κυήσεως τρόπος πίστεώς μοι μεγάλης πρόξενος γένηται. Ὅθεν κἂν Ἕλλην, κἂν Ἰουδαῖός με ἐρωτᾷ, εἰ Χριστὸς κατὰ φύσιν γέγονεν ἄνθρωπος, ἢ παρὰ τὴν ἑαυτοῦ φύσιν, ἐροῦμαι μάρτυρα τοῦ λό‐
30γου τὴν ἄσπιλον τῆς παρθενίας σφραγῖδα καλῶν· οὕτως γὰρ Θεὸς νικῶν τῆς φύσεως τάξιν. Καὶ εἰ βούλῃ, ἐρώτησον τὸν μακάριον Λουκᾶν τὸν εὐαγγελιστὴν, καὶ ἀποκρίνεταί σοι περὶ τῆς ἐν‐ σάρκου αὐτοῦ οἰκονομίας. Ἀρχόμενος γὰρ οὕτως λέ‐
35γει· «Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ τῆς συλλήψεως Ἐλι‐ σάβετ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρ‐ θένον μεμνηστευμένην ἀνδρὶ ᾧ ὄνομα Ἰωσὴφ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος
40πρὸς αὐτὴν εἶπε· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο πο‐ ταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν αὐτῇ ὁ ἄγ‐ γελος· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τοῦ
45Θεοῦ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐ‐ τῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐ‐ τοῦ. Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰ‐

28

.

961

(50)

ῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» ... Καὶ δυσχεραίνε‐
55ται. Εἰσῆλθεν ἄσαρκος, ἐκυοφορήθη ἐννεαμηνιαῖον χρόνον ἐν τῇ μήτρᾳ τῆς Παρθένου. Εἰσῆλθεν ὡς ἠθέ‐
λησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε. Προῆλθεν ὡς ἐβου‐962

28

.

964

λήθη. Εἰσῆλθεν ἄσαρκος, ἐγένετο ἄνθρωπος, ἡνωμένης τῆς θεότητος τῇ οἰκονομίᾳ. Καὶ οὐ λέγομεν δύο υἱοὺς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν νοοῦμεν τὸν τοῦ Θεοῦ Λόγον καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἐγένετο ἄν‐
5θρωπος καὶ ἦν, ὢν τῇ φύσει. Ἐγένετο ὃ οὐκ ἦν, καὶ ἔμεινεν ὃ ἦν. «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Σὰρξ ἐγένε‐ το, οὐκ ἀποθέμενος ὃ ἦν. «Καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Τὸ, «Ἐσκήνωσεν ἐν ἡμῖν,» τοῦτ’ ἔστι συνανεστράφη
10ἡμῖν, κατὰ τὸν ἅγιον Ἱερεμίαν, μᾶλλον δὲ τὸν τούτου ὑπουργὸν Βάρουχ· «Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθή‐ σεται ἕτερος πρὸς αὐτὸν, ὃς ἐξεῦρε πᾶσαν ὁδὸν ἐπι‐ στήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα
15ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστρά‐ φη.» Ἄκουε οὖν καὶ τοῦ Εὐαγγελίου τῆς φωνῆς· με‐ γάλην γὰρ ἡμῖν ἔμφασιν φέρει ἡ τοῦ ἀγγέλου φωνὴ πρὸς τὴν ἁγίαν Παρθένον ῥηθεῖσα. «Ἰδοὺ, φησὶ,
20συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, τουτέστι μεθερμηνευόμε‐ νον, Μεθ’ ἡμῶν ὁ Θεός.» Πρὸ τοῦ συλληφθῆναι ἐν μήτρᾳ Θεὸς ἐκλήθη τὸ παιδίον τὸ Μεθ’ ἡμῶν Θεός. Συνᾴδει οὖν τῷ τοῦ προφήτου λόγῳ τὸ, «τοῖς ἀνθρώ‐
25ποις συνανεστράφη,» καὶ τὸ, «ἐσκήνωσεν ἐν ἡμῖν.» Πρὸ τῆς οὖν συλλήψεως Θεὸς κέκληται τὸ παιδίον. Πῶς οὖν οὐ Θεοτόκος ἡ ἁγία Παρθένος Μαρία; Ἐπει‐ δὴ οὖν οὔτε ὅλως ἀνθρώπου ἔχει τὴν ἑρμηνείαν αὐτὸ ὄνομα, Θεὸς τὸ παιδίον τὸ τεχθὲν τὸ μὴ λῦσαν τῆς
30Παρθένου τὴν κατὰ φύσιν παρθενίαν· ἀλλ’ οὕτως ἐκ τῆς Θεοτόκου τεχθεὶς, Θεὸς καὶ ἄνθρωπος· Θεὸς μὲν κατὰ φύσιν, ἄνθρωπος δὲ δι’ οἰκείαν εὐδοκίαν. Γενό‐ μενος δὲ ἄνθρωπος, ἔστι καὶ Θεὸς, ἡνωμένων μέντοι τῶν δύο φύσεων. Ἀλλ’ ἴσως ἐρεῖ ὁ ἐξ ἐναντίας· Εἰ
35Θεοτόκος ἡ Παρθένος, ἀρχὴν δίδως τῷ Θεῷ Λόγῳ ἐκ τῆς Παρθένου. Οὐ λέγω αὐτὸν ἀρχὴν εἰληφέναι ἐκ τῆς ἁγίας Παρθένου· ἄπαγε! Πρὸ γὰρ τῶν αἰώνων ὑπῆρχεν· αὐτὸς γὰρ καὶ τοὺς αἰῶνας ἐποίησεν, αὐ‐ τὸς καὶ πάσης κτίσεώς ἐστι δημιουργὸς, καθώς φησιν
40ὁ Εὐαγγελιστής· «Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χω‐ ρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.» Οὗτος, δι’ οὗ τὰ πάντα ἐγένετο ἐννεαμηνιαῖον καιρὸν ἐν γαστρὶ ἐγένετο, καὶ τῶν κόλπων τῶν πατρικῶν οὐκ ἀπηλλο‐ τριώθη. Ἐν τῇ μήτρᾳ τῆς Παρθένου ὢν, ὑπὸ τοῦ δή‐
45μου τῶν ἄνω δυνάμεων ἐδοξολογεῖτο καὶ προσεκυ‐ νεῖτο. Ἐν γαστρὶ τῆς Παρθένου ὢν, τὸν οὐρανὸν καὶ τὴν γῆν ἐπλήρου, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν φέρων οὐ δυνάμει, ἀλλὰ νεύματι. Οὗτος ὑπὸ μήτρας ἐφέρετο μὲν ὡς ἄνθρωπος, εἰργάζετο δὲ ὡς Θεός· οὐ περι‐

28

.

964

(50)

φερόμενος ἐν τῇ μήτρᾳ τῆς Παρθένου, ἀλλὰ πάντα περικρατῶν καὶ διέπων ὡς Θεὸς κατὰ τὴν κλῆσιν τοῦ ὀνόματος, «Θεὸς μεθ’ ἡμῶν,» ὁ ἐκ Παρθένου τεχθείς. Εἰ δὲ λέγεις παιδίον ψιλὸν τὸ τεχθὲν, καὶ οὐ Θεὸς, ἄκουε τοῦ μεγάλου κήρυκος Ἡσαΐου βοῶντος καὶ λέ‐
55γοντος πρὸς τὴν ἀχάριστον συναγωγὴν, μᾶλλον δὲ ἐξαγωγὴν τῶν Ἰουδαίων· ὅτι «Παιδίον ἐγεννήθη,
υἱὸς καὶ ἐδόθη ἡμῖν· οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ,964

28

.

965

καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς ἄγ‐ γελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσια‐ στὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.» Παιδίον κατὰ φύσιν πότε ἐγένετο Θεὸς
5ἐξουσιαστὴς, ὡς τὸ παιδίον τοῦτο, ἐπικληθὲν «Μεθ’ ἡμῶν ὁ Θεός; Εἰ δὲ Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, καὶ ἄρχων εἰρή‐ νης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος τὸ παιδίον τὸ ἐκ τῆς Παρθένου τεχθὲν, πῶς οὐ Θεοτόκος ἡ Παρθένος,
10ἀλλὰ Θεοδόχος, εἰ καὶ συνέλαβε, καὶ ἔτεκε, καὶ Θεὸς τὸ τεχθέν; Καὶ πάλιν αὐτῷ λέγω, ὡς ἠθέλησεν εἰσ‐ ῆλθεν, ὡς ηὐδόκησεν ἐκυοφορήθη, ὡς ἠβουλήθη προῆλθεν ὁ τεχθείς. Τί ἐρευνᾷς αὐτοῦ τὴν θέλησιν; Τί ἐξακριβάζῃ αὐτοῦ τὴν εὐδοκίαν; Τί ἐξιχνιάζῃ αὐ‐
15τοῦ τὴν βούλησιν; Ἄκουε παρὰ Παύλου, μᾶλλον δὲ καταγινώσκου ὑπ’ αὐτοῦ· «Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε;» Μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἐρευνῶν καὶ ἐξιχνιάζων αὐτοῦ τὴν γέννησιν, τοῦ προ‐ φήτου λέγοντος· «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Ὁ
20προφήτης φεύγει τὴν γενεὰν αὐτοῦ διηγήσασθαι, καὶ σὺ τὴν φύσιν περιεργάζῃ καὶ πολυπραγμονεῖς; Ὁ δὲ εὐαγγελιστὴς Λουκᾶς τὴν κάτω γέννησιν αὐτοῦ δι‐ ηγούμενος οὕτω λέγει· «Ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες, καὶ φυλάσσοντες φυλακὰς ἐπὶ
25τὴν ποίμνην αὐτῶν· καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτοὺς, καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγε‐ λος· Μὴ φοβεῖσθε· ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χα‐ ρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη
30ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πό‐ λει Δαυΐδ.» Ὁ ἄγγελος Χριστὸν καὶ Κύριον λέγει, εὐαγγελιζόμενος τοὺς ποιμένας, τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Εἰ οὖν Κύριος ὁ τεχθεὶς, πῶς οὐ Κυριοτό‐ κος ἡ Παρθένος; Ἐγὼ δὲ λέγω καὶ Χριστοτόκον, καὶ
35Κυριοτόκον, καὶ Σωτηριοτόκον, καὶ Θεοτόκον τὴν ἁγίαν Παρθένον κατὰ τὴν φωνὴν τοῦ ἀγγέλου τοῦ εὐ‐ αγγελισαμένου τοὺς ποιμένας καὶ τὴν Παρθένον. Εἰ ἄγγελοι Σωτῆρα, καὶ Χριστὸν, καὶ Κύριον, καὶ Θεὸν κηρύττουσιν, ἡμεῖς τί ἀποκρουόμεθα αὐτῶν τὴν μαρ‐
40τυρίαν; εἰσῆλθεν ἐν τῇ Παρθένῳ ἄσαρκος, ἐκυοφορή‐ θη σωματικῶς καὶ καθὼς ηὐδόκησεν. Ἐξῆλθε διὰ τῆς μητρικῆς φύσεως οἰκονομικῶς, οὐ μέντοι μετὰ τὸ τεχθῆναι ἡνώθη ὁ Θεὸς Λόγος τῇ οἰκονομίᾳ. Προῆλ‐ θεν ἀτρέπτως τῇ φύσει γενόμενος ὃ οὐκ ἦν, μείνας ὃ
45ἦν. Οὐκ ἀλλοιωθεὶς τῇ οὐσίᾳ, ἑαυτὸν ἐκένωσε, τουτ‐ έστι καθὼς ἠβουλήθη· οὐχ ὑφ’ ἑτέρου κενωθεὶς, μορφὴν δούλου ἔλαβεν· οὐ κενωθεὶς τῆς θεότητος, κατὰ τὸν μακάριον Παῦλον τὸν λέγοντα· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶ‐

28

.

965

(50)

ναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» Ἐκένωσεν ἑαυτὸν, γενόμενος ὃ οὐκ ἦν· καὶ πάλιν αὐτὸ λέγω, μείνας ὃ ἦν, Θεὸς γὰρ ἦν ὁ Λό‐ γος οὗτος· ὡς παιδίον γενόμενος, ὡς υἱὸς δοξάζεται. Εἰσῆλθεν ἀσώματος, ἐνεδύσατο σῶμα καθὼς ἠθέλησε,
55καὶ κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.966

28

.

968

Εἰπὲ οὖν Θεοτόκον τὴν Παρθένον, καὶ μὴ λέγε Θεοδόχον· μᾶλλον δὲ λέγε Θεοδόχον καὶ Θεοτόκον. Εἰ Θεοδόχος ἐστὶ καὶ Θεοτόκος· σάρκα οὐκ ἂν ἔλαβεν ἐξ αὐτῆς ὁ Θεὸς Λόγος; ἀλλὰ ἐκεῖ βιάζεταί με ὁ Εὐαγγε‐
5λιστὴς βοῶν μεγάλῃ τῇ φωνῇ· «Ὁ Λόγος σὰρξ ἐγέ‐ νετο.» Ἐν δὲ τῷ ἄλλῳ εὐαγγελιστῇ οὕτω λέγει· «Ἠρώτα ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώ‐ που; Ἀποκριθέντες δὲ οἱ ἀπόστολοι εἶπαν· Οἱ μὲν
10Ἠλίαν, οἱ δὲ Ἱερεμίαν, ἢ ἕνα τῶν προφητῶν. Εἶπε δὲ ὁ Ἰησοῦς· Ὑμεῖς δὲ τίνα με λέγετε; Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐκ εἶπε· Σὺ εἶ ὁ γενόμενος χάριτι Υἱὸς Θεοῦ, ἀλλὰ, «Σὺ ὁ Χριστὸς,» τρανῇ τῇ φωνῇ,
15«ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ Μάρκος δὲ ὁ εὐαγγελιστὴς πάλιν τῇ αὐτῇ κέχρηται φωνῇ, συνῳδὰ φθεγγόμενος τῷ μακαρίῳ Πέτρῳ· «Ἀρχὴ τοῦ Εὐαγ‐ γελίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ἐν δὲ τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ, εἰς τὴν ἀνάστασιν τοῦ
20Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶν ὁ ἑκατόνταρ‐ χος καὶ οἱ μετ’ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα σημεῖα, ἐφοβήθησαν σφόδρα λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος·» ὁ δὲ ἄγγελος τοῖς ποιμέσιν· «Ἰδοὺ εὐαγγελίζομαι
25ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ.» Εἰ οὖν τὸ τεχθὲν Κύριος, καὶ Κυ‐ ριοτόκος ἡ Παρθένος· ὅπου δὲ Κύριος, ἐκεῖ καὶ Θεός· οὐ κεχώρισται Κύριος Θεοῦ ἢ Θεὸς Κυρίου, ὡς λέγει
30ἐν τῇ Παλαιᾷ· «Καὶ ἔβρεξε Κύριος πῦρ παρὰ Κυ‐ ρίου·» καὶ πάλιν· «Ἀγαπήσεις Κύριον τὸν Θεόν σου·» καὶ πάλιν· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι·» καὶ πάλιν ὁ Ψαλμῳδός· «Κύ‐ ριος ὁ Θεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς
35μου·» ὁ αὐτὸς πάλιν· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν ὁ αὐτός· «Κύριος ὁ Θεὸς τῶν δυνά‐ μεων, τίς ὅμοιός σοι;» Καὶ Παῦλος ἐν τῇ πρὸς Τίτον Ἐπιστολῇ οὕτως γράφει· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς· ἵνα,
40ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυ‐ μίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι‐ φάνειαν τῆς δόξης· τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Οὗτος ὁ τεχθεὶς ἐκ τῆς ἁγίας
45Παρθένου, ὅς ἐστι Χριστὸς Κύριος. Τοῦτον τὸν Χρι‐ στὸν καὶ Κύριον μακάριος Παῦλος μέγαν Θεὸν αὐτὸν κηρύττει λέγων· «Τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.» Πάλιν ἐν τῇ πρὸς Ῥωμαίους οὗτος γράφει· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα

28

.

968

(50)

εἶναι ἀπὸ τοῦ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ ἡ διαθήκη, καὶ ἡ νο‐ μοθεσία, καὶ ἡ λατρεία, καὶ αἱ ἐπαγγελίαι· ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν
55ἐπὶ πάντων Θεός.» Καὶ πάλιν ὁ αὐτὸς Παῦλος· «Πᾶς
πόρνος, καὶ πλεονέκτης, καὶ μέθυσος, καὶ ἀκάθαρτος,968

28

.

969

καὶ εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασι‐ λείᾳ Κυρίου καὶ Θεοῦ.» Ὥστε ἀποδέδεικται τὸν Κύριον καὶ Θεὸν εἶναι, καὶ Θεὸν τὸν Κύριον. Εἰ δὲ καὶ τούτων οὐκ ἀνάσχῃ,
5πείσωσί σε οἱ δαίμονες οἱ ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν κράζοντες· «Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Πειθέτω‐ σάν σε οἱ δαίμονες. Εἰ τὴν μαρτυρίαν Πέτρου παρα‐ γράφῃ, καὶ εἰς τὴν τοῦ Εὐαγγελίου φωνὴν ἀποστρέφῃ·
10τὴν κατὰ Μάρκον αἰδέσθητι. Φοβήθητι τὸν ἄγγελον τὸν εἰρηκότα, Σωτῆρα καὶ Χριστὸν καὶ Κύριον τὸν τεχθέντα ἐκ τῆς Παρθένου. Ἐπὶ τούτοις ἀπιστεῖς; Χαλίνωσον τὴν ὁρμὴν τῆς βλασφημίας σου, καὶ ὁμο‐ λόγησον τὴν τοῦ ἀγγέλου φωνὴν τὴν ἐν τῷ Εὐαγγε‐
15λίῳ λεχθεῖσαν, Ἐμμανουὴλ, τουτέστι Μεθ’ ἡμῶν ὁ Θεός. Πρὸ τῆς συλλήψεως Θεὸς καλεῖται· καὶ ἐν τῷ συλληφθῆναι αὐτὸν οἰκονομικῶς οὐ κατὰ φύσιν ἐν τῇ γαστρὶ τῆς Παρθένου ἀρνῇ αὐτὸν Θεὸν εἶναι; Εἰ δὲ ὁμολογῇς αὐτὸν Θεὸν εἶναι ἐν τῇ γαστρὶ τῆς Παρ‐
20θένου, ὅπερ καὶ ἔστιν, καὶ ἡνῶσθαι αὐτὸν τὸν Θεὸν Λόγον τῇ ἐνσάρκῳ οἰκονομίᾳ, τί φεύγεις Θεοτόκον λέγειν τὴν Παρθένον; Εἰ Θεοτόκος οὐκ ἔστι, οὐδὲ Παρθένος μετὰ τόκον. Ἐγὼ δὲ λέγω, ἐν τῇ συλλήψει τῆς παρθενικῆς μήτρας ὢν, ἐν τοῖς τοῦ Πατρὸς κόλ‐
25ποις ἐκάθητο μὴ περιγραφόμενος. Ἁπλῆ γὰρ καὶ ἀσύνθετος ἡ φύσις ἡ θεία μὴ περιγραφομένη. Ἄτρε‐ πτος ἡ φύσις, καὶ ἀναλλοίωτος ἡ οὐσία. Καὶ τοῦτον τὸν ἐν τοῖς κόλποις τοῦ Πατρὸς ὄντα, τοῦτον ἔτεκε νῦν τῇ οἰκονομίᾳ ἡ Παρθένος. Ὡς ἠθέλησεν εἰσῆλθεν·
30ὡς ηὐδόκησε, συνελήφθη ἐν τῇ γαστρὶ τῆς Παρθένου· ὡς ἐβουλήθη, προῆλθε τεχθείς. Σὺ τί περιεργάζῃ αὐτοῦ τὴν γέννησιν; Ἢ ὡς Θεὸν φοβήθητι, ἢ ὡς δεσπότην αἰδέσθητι, ἢ ὡς κτιστὴν καὶ δημιουργὸν εὐλαβήθητι, ἢ ὡς Κύριον τρόμησον, ἢ ὡς κριτὴν φρίξον. Ἐντρέ‐
35ψουσί σε οἱ δαίμονες οἱ τοὺς χοίρους ἀπελάσαντες, καὶ τὴν ἀγέλην τῷ βυθίῳ θανάτῳ ἀποπνίξαντες. Ἐκεῖνοι ἐπιγνόντες τὸν δεσπότην λέγουσι· «Τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.» Ἐκεῖνοι τὸν κίνδυνον καὶ τὴν ἀπειλὴν τῆς
40βασάνου φεύγουσι, καὶ σὺ καθ’ ἑαυτοῦ τὴν κρίσιν τῆς βασάνου ἐφέλκῃ. Ἐκεῖνοι ἔγνωσαν τὸν ἐκ Μαρίας τεχθέντα Κύριον καὶ κριτὴν τοῦ παντὸς κόσμου, καὶ ἰδόντες αὐτὸν πρὸ τῆς κρίσεως ἐτρόμησαν· καὶ σὺ ταύτην τὴν κρίσιν πρὸ ὀφθαλμῶν ἔχων καταφρονεῖς,
45καὶ οὐκ ἐκπλήττῃ; Καὶ πάλιν ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, καθαρὰν ἐκλευκαίνων ὑμῖν τοῦ λόγου τὴν ὑπόθεσιν· ὥστε ἐν γνώσει ἀσφαλείας ἀσάλευτον ἔχειν τὴν πίστιν καὶ τὴν κρηπῖδα τῆς πίστεως τὴν ὁμολογίαν βεβαίαν κατέχειν.

28

.

969

(50)

Πάλιν ἐπὶ τὸ προκείμενον βαδιοῦμεν, ὀρθὴν καὶ ἀκλινῆ τὴν ὁδὸν τῆς πίστεως ἀναδεικνύντες. Ἐμοὶ μὲν γὰρ τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὗτος ὁ Θεὸς εἰσῆλθε διὰ τῆς ἀκοῆς τῆς Παρθένου ὡς ἠθέλησεν, ἐκυοφορήθη ὡς ηὐδόκησε, προῆλθε τεχθεὶς
55ὡς ἠβουλήθη· εἰσῆλθεν ἀσώματος ὡς ἠθέλησεν· ἐκυο‐ φορήθη ὁ ἀχώρητος ἐν χωρητικῷ σκεύει, ἐν τῇ μήτρᾳ
τῆς Παρθένου οἰκονομικῶς, ὡς ηὐδόκησε. Προῆλθε970

28

.

972

τεχθεὶς Θεὸς καὶ ἄνθρωπος, ὡς ἐβουλήθη. Ἐγένετο ὃ οὐκ ἦν, ἔχων ἀναλλοιώτου οὐσίας ὃ ἦν. Θεὸς γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καίτοι γε τοῦ Ἀποστόλου λέγοντος· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν
5Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός.» Τοῦτον τὸν Υἱὸν ἐξαπέστειλεν ὁ Θεὸς γενόμενον ἐκ γυναικὸς, τὸν ἐκ τῆς ἀχράντου φύσεως γεννηθέντα, τὸν ἐκ τῆς ἀφράστου οὐσίας προελθόντα, τὸν τῶν πατρικῶν κόλπων οὐκ ἀπαλλοτριωθέντα, τὸν τοῦ βασιλικοῦ
10θρόνου μὴ χωρισθέντα, ἀλλὰ ἰδίως τῷ Πατρὶ συν‐ θρονεύοντα καὶ συγκαθεζόμενον, οὐκ ἐν χάριτι, ἀλλ’ ἐν θεϊκῇ φύσει καὶ πατρικῇ οὐσίᾳ. Πῶς γὰρ κεχώ‐ ρισται, φράσον μοι, αὐτοῦ λέγοντος, «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» καὶ πάλιν· «Ὁ Πατήρ
15μου ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Αὐτὸν τὸν τεχθέντα ἐκ τῆς ἁγίας Παρθένου, τοῦτον πρὸ τῆς συλλήψεως ὁ ἄγγελος Ἐμμανουὴλ κέκληκε, τουτέστι, «Μεθ’ ἡμῶν ὁ Θεὸς,» ὃν εἶπεν Ἡσαΐας ὁ προφήτης, τὸ παιδίον τοῦτο τὸ ἐκ τῆς Παρθένου προελθὸν, Θεὸν
20ἰσχυρὸν, ἐξουσιαστὴν, ἄρχοντα εἰρήνης, πατέρα τοῦ μέλλοντος αἰῶνος. Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς ἐγένετο; Ποῖον παιδίον τε‐ χθὲν ἀστέρα εἵλκυσε μηνύοντα τοῦ ζητουμένου βρέ‐ φους, μᾶλλον δὲ Δεσπότου, τὸ στενωπὸν καταγώγιον;
25Ποῖον παιδίον μάγους ἐξ ἀνατολῶν προσεκαλέσατο προσκυνῆσαι αὐτῷ; Ποῖον παιδίον κατὰ φύσιν τεχθὲν δῶρά ποτε προσηνέχθη παρὰ μάγων; Καὶ τὰ δῶρα εἴδωμεν, εἰ ὡς ἀσθενεῖ ἀνθρώπῳ προσηνέχθη, καὶ οὐχὶ Θεῷ, βασιλεῖ καὶ ἀνθρώπῳ· χρυσὸν μὲν ὡς βασιλεῖ,
30λίβανον δὲ ὡς Θεῷ, καὶ σμύρναν ὡς ἀνθρώπῳ εἰς ἐν‐ ταφιασμόν. Χρυσὸν μὲν ὡς βασιλεῖ· «Ὁ Θεὸς, τὸ κρῖ‐ μά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.» Ταύτην τὴν φωνὴν εἶπεν ὁ Δαβίδ. Μετὰ ταῦτα ὁ ἄγγελος εἰς τὸν ἀσπασμὸν τῆς Μα‐
35ρίας· «Καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ
ἔσται τέλος.» Ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.972