TLG 2035 088 :: ATHANASIUS :: Sermo de descriptione deiparae [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo de descriptione deiparae [Sp.]

Citation: Volume — page — (line)

28

.

944

(19t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
20tΑΘΑΝΑΣΙΟΥ
21tΕΙΣ ΑΠΟΓΡΑΦΗΝ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΙΑΣ, ΚΑΙ ΕΙΣ ΤΟΝ ΙΩΣΗΦ, ΛΟΓΟΣ.
24Ὥσπερ οἱ τὴν χρυσῖτιν γῆν μεταλλεύειν λαχόν‐
25τες ἐργάται, ἐπὰν εὕρωσι φλέβα ψήγματα τοῦ ζη‐ τουμένου προβάλλουσαν, ἐκεῖ σχολάζουσιν, ἐκεῖ παρ‐ ορύττουσιν, ὡς ὁδηγῷ τοῦ κέρδους· καὶ οὐ κατόπιν ὁδεύουσι, μὴ πρότερον τὸν τόπον ἀμείβοντες, ἕως οὗ τὸν φωλεὸν τοῦ προκειμένου καταλάβωσι· τὸν αὐ‐
30τὸν τρόπον καὶ ἡμεῖς οἱ τῆς ἐκκλησιαστικῆς ἐργασίας ἐργοδόται, τὸν εὐαγγελιστὴν Λουκᾶν μετὰ χεῖρας ἔχοντες, πρὸς κατανόησιν τοῦ δεσποτικοῦ τῆς ἐκ Παρθένου ἀποκυήσεως θησαυροῦ, οὐ πρότερον τῆς ἐρεύνης παυσώμεθα, ἕως οὗ τὸν προκείμενον
35πλοῦτον γνησίως ἀναλεξώμεθα. Διὰ τοῦτο καὶ κατὰ τάξιν τὸν εὐαγγελιστὴν ἀνιχνεύσομεν, ἵνα μηδὲν τῶν ἐπικερδῶν καταλείπωμεν. Εἰ γὰρ καὶ μικρὰ ἐν προοιμίοις τὰ ῥήματα, ἀλλ’ ὅμως μεγάλα τῆς χαρᾶς τὰ μυσταγωγήματα. Καὶ μηδεὶς ἀκηδιάσῃ τῷ λόγῳ,
40μικρὰ τὰ παραναγνωσθέντα τῇ ἀκοῇ δεξάμενος. Ὡς γὰρ πρὸς τὴν δύναμιν τοῦ γεννηθέντος Δεσπότου μικρὰ καὶ σφόδρα μικρὰ τὰ παραναγνωσθέντα, σπάρ‐ γανα, καὶ φάτνη, καὶ τόπος ἀνεπιτήδειος. Καὶ ταῦτα μὲν μικρὰ, τὰ δὲ προκείμενα μυστικά· γαστὴρ ἀνερ‐
45μήνευτος, κόλπος ἀκατάληπτος, μαζὸς ἁγιόρι‐

28

.

945

ζος, γάλα ξενοῤῥυὲς, θηλὴ τῆς φυσικῆς νομῆς ἀλλο‐ τρία, ἡ Μήτηρ τοῦ Κυρίου ἐναπόγραφος γενο‐ μένη, ὁ μνηστὴρ Ἰωσὴφ ὀνόματος, καὶ οὐ πράγμα‐ τος κοινωνίαν ἀσπαζόμενος.
5 Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰ‐ κουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, ἡγεμο‐ νεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάν‐
10τες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. Ἐπορεύθη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πό‐ λεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβὶδ, ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ, ἀπογράφεσθαι σὺν Μαριὰμ
15τῇ μεμνηστευμένῃ αὐτῷ γυναικὶ, οὔσῃ ἐγκύῳ.» Εἶ‐ δες πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγω‐ γήματα; Ὁ Κύριος ἐκυοφορεῖτο, καὶ πρώτη ἀπο‐ γραφὴ ἐνομοθετεῖτο ὁ πᾶσαν τὴν κτίσιν ἐναπόγραφον ἔχων, καὶ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς φήσας· «Χαί‐
20ρετε καὶ ἀγαλλιᾶσθε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.» Ἐν τοῖς μικροῖς Ῥωμαϊκοῖς κώδιξι τὴν ἑαυτοῦ μητέρα ἐναπόγραφον γενέσθαι συνεχώρει. Τίς μὴ λαλήσῃ; Τίς μὴ θαυμάσῃ τὴν τοῦ Κυρίου συγκατάβασιν; Ἄνω ἐλεύθερος, καὶ κάτω
25ἐναπόγραφος· ἄνω Υἱὸς, καὶ κάτω δοῦλος· ἄνω βασι‐ λεὺς, καὶ κάτω μισθωτός· ἄνω πλούσιος, καὶ κάτω ἐν‐ δεής· ἄνω προσκυνούμενος, καὶ κάτω φορολογούμενος· ἄνω θεϊκὸς θρόνος, καὶ κάτω ἀγροικικὸν σπήλαιον· ἄνω ὁ πατρῷος καὶ ἀκατάληπτος κόλπος, καὶ κάτω ἀλογο‐
30τροφεῖον μικρὸν, καὶ φάτνιον. Τίς μὴ θαυμάσῃ με‐ γάλα ἄνω πράγματα, καὶ μικρὰ κάτω σπάργανα; Ὁ λύων ἐδέδετο· ὁ τρέφων ἐτρέφετο· ὁ ἀκατάληπτος παι‐ δίον ἐφαίνετο· ὁ πηγὰς ἀπολύων μαζὸν ἐδανείζετο· ὁ πάντα φέρων, ἀνερμηνεύτως ἐφέρετο· ὁ μηδαμοῦ
35ἀπολιμπανόμενος ἐν μέρει ἀπεριγράπτως περιγραφό‐ μενος. Ὢ τῶν παραδόξων πραγμάτων! Ἡ Ἐλισάβετ ἐν οἰκίσκῳ φαιδρῷ ἀπεκύησε, καὶ ἡ Παρθένος ἐν τῷ μικρῷ σπηλαίῳ ἐγέννησεν· Ἰωάννης ἐπὶ κλίνης, καὶ ὁ Κύριος ἐν φάτνῃ. Οὐχ ἁπλῶς ἡ τοῦ Κυρίου ἐκ
40Παρθένου γέννησις· οὐχ ἁπλῶς τὸ τοῖς σπαργάνοις αὐτὸν κατειληθῆναι· οὐχ ἁπλῶς τὸ μαζὸν ἑλκῦσαι· οὐχ ἁπλῶς τὸ ἐν φάτνῃ ἀνακλιθῆναι· οὐχ ἁπλῶς τὸ τῇ τοῦ Αὐγούστου ἀπογραφῇ προσκληθῆναι· πάντα διὰ τὶ, καὶ πρὸς τὶ, καὶ αἰνιγματώδη. Ἐκ Παρθένου
45τίκτεται, ἵνα τὸν ἐκ Παρθένου γῆς χοοπλαστηθέντα πρωτόπλαστον Ἀδὰμ διορθώσηται. Σπαργάνοις κατ‐ είληται, ἵνα τὰς σειρὰς τῶν ἁμαρτιῶν ἡμῶν ἐκλύσῃ, δεσμὰ δεσμοῖς λύων, κατὰ τὸ φάσκον ῥητόν· «Σειραῖς γὰρ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» Μα‐

28

.

945

(50)

ζὸν εἵλκυσεν, ἵνα τὸ γάλα τῆς χάριτος βρύσῃ, ὅπερ
ἐκ τῆς οἰκείας πλευρᾶς ἀνέβλυσε· γάλα γὰρ

28

.

948

οὐδὲν ἕτερόν ἐστιν ἢ αἷμα λευκανθέν. Ἐν φάτνῃ ἀνεκλίθη, ἵνα τὴν ἀλογίαν τῆς ἀνθρωπότητος διορ‐ θώσηται, καὶ τῶν δύο ζώων τροφὴ γένηται· ποίων δύο ζώων; τοῦ ἐθνικοῦ καὶ τοῦ Ἰουδαϊκοῦ λαοῦ περὶ
5ὧν γέγραπται· «Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ.» Τὴν ἐπὶ Αὐγούστου Καίσαρος ἀπογραφὴν κατεδέξατο, ἵνα τὴν οἰκουμενικὴν ἀταξίαν διορθώσηται. Αὕτη γὰρ ἡ ἀπογραφὴ τῆς οἰκουμενικῆς εὐταξίας ἀῤῥαβὼν γεγένηται. Καὶ ὅτι ἀληθῆ τὰ λεγόμενα, διὰ βραχέων
10ἄκουε. Πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως πολλὴ τυραννὶς τὸ τῶν ἀνθρώπων κατεῖχε γένος· ἀλόγως τὸ τῆς γῆς ἐκυβερνᾶτο χωρίον· ἐνέπαιζον εἰς τὸ βασιλικὸν ἀξίωμα· πολλῶν τῶν ἀνθρώπων πλῆθος βασιλέων ἐφυτουργεῖτο· ἑκατόν πού τις ἄν‐
15δρας ἔχων ὑφ’ ἑαυτὸν, εὐθέως τὸ τῆς βασιλείας ἐσφετερίζετο σχῆμα. Τοιαύτη τῶν ἐθνῶν ἡ ἅμιλλα· τοπαρχίας ἀγαπῶντες, καὶ τόπον ἐκ τόπου μὴ δια‐ βαίνοντες, εἰ μὴ τρόπον τινὰ κατ’ ἀλλήλων ὡπλί‐ σαντο. Ταύτης τῆς συγχύσεως χρονοτριβουμένης,
20μόνον ὁ Κύριος κατεδέξατο ἐπὶ γῆς τὸ παρθενικὸν οἰκῆσαι παλάτιον, εὐθέως τὴν μὲν πολυαρχίαν παύει, τὴν δὲ μοναρχίαν φυτουργεῖ, τὴν Ῥωμαίων ἀρχὴν πάντων ἡγεμονεύειν κληρώσας, κατὰ μίμησιν τῆς ἐπουρανίου διατριβῆς. Ὥσπερ γὰρ ἐν οὐρανῷ μία ἡ
25τοῦ Θεοῦ βασιλεία κρατεῖ, καὶ πάντες οἱ ἄγγελοι τῷ θελήματι αὐτοῦ ὑποτάσσονται, τῶν δαιμόνων δί‐ κην βαρβάρων ἀφηνιασάντων· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς, εἰ καὶ πολλὰ τὰ ἀνυπότακτα ἔθνη, ἀλλ’ ὅμως μία ἡ τῶν Ῥωμαίων βασιλεία κρατεῖ. Διὰ
30ταύτην οὖν τὴν εὐταξίαν τὴν πρώτην ἀπογραφὴν ὁ κυοφορούμενος βασιλεὺς προσέταξεν ἐπὶ Αὐγούστου συγκροτηθῆναι· ὅθεν καὶ αὐτὸς ἑαυτὸν ἐναπόγραφον γενέσθαι τῇ Ῥωμαίων ἀρχῇ παρεχώρησε πρὸς βε‐ βαίωσιν τῶν θεσπιζομένων νόμων. Τότε γὰρ βασι‐
35λέως νόμος κρατεῖ, ὅτε ὁ νομοθετῶν βασιλεὺς πρῶτος πληρώσῃ τὸν νόμον. Ὁ γὰρ νομοθετῶν καὶ μὴ πληρῶν καθαιρέτης ἐστὶν, ἢ νομοδότης. Διὰ τὴν προλεχθεῖσαν οὖν εὐταξίαν, ἡ ἐπὶ Αὐγούστου ἀπο‐ γραφὴ πρώτη γέγονεν, ὅπως καὶ ἡ τοῦ νόμου λατρεία
40μετενεχθῇ, καὶ τὸ τῶν Ἰουδαίων φῦλον καταρ‐ γηθῇ πρὸς τὸ μὴ ἐξεῖναι λοιπὸν τοῖς ἀτάκτοις Ἰουδαίοις αὐτονομίᾳ χρωμένοις φονεύειν τοὺς ἀνευθύνους, ἕπεσθαι δὲ τοῖς νόμοις τῷ τῆς ἀνάγκης ζυγῷ. Ἀναγκαία τοίνυν ἡ προλεχθεῖσα ἐπὶ Αὐγούστου
45ἀπογραφή· αὕτη ἡ ἀπογραφὴ τὸ μὲν τῶν Ἰουδαίων ἐταπείνωσε φῦλον, τὸ δὲ τῶν Χριστιανῶν ὑπερύψωσε γένος· μηκέτι τολμώντων Ἰουδαίων δέει τῆς Ῥωμαίων ἀρχῆς τῇ προτέρᾳ κεχρῆσθαι μανίᾳ. Διὸ καὶ μετὰ τὴν ἀπογραφὴν ταύτην, τὸν Κύριον κρα‐

28

.

948

(50)

τήσαντες, καὶ θανάτῳ παραδοῦναι σπεύδοντες, οὐκ
ἐτόλμησαν κατὰ τὸ δοκοῦν αὐτοῖς διαπράξασθαι,

28

.

949

καθ’ ὁμοιότητα τῶν προφητῶν, οὓς ἀδιακρισίᾳ διεσπάραξαν· ἀλλὰ τῷ Πιλάτῳ προσήνεγκαν, ἄρ‐ χοντι Ῥωμαίων, ἐντυχίαν εἰσπραξαμένῳ, δίκας ἀπαιτούμενοι τῶν λεγομένων, συγκατάθεσιν μεθ‐
5οδευόμενοι. Διὸ καὶ ὁ Πιλᾶτος, ὁ Ῥωμαίων ἄρχων, ὡς εἶδε τοὺς Ἰουδαίους κυνογλωσσοῦντας κατὰ τῆς τοῦ Κυρίου ἀναιρέσεως, καὶ εἰδὼς, ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν, ἐπηρώτα τοὺς Ἰουδαίους, φάσκων· Καθὼς ἴστε πάντες σαφῶς, οὐδὲν ἄξιον θανάτου
10εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ, ὦ Ἰουδαῖοι. Τί τὴν τῶν Ῥωμαίων ἀρχὴν μολύνειν σπεύδετε, ἀκρασίᾳ κρατοῦντες τὸν δίκαιον, καὶ τὸν ἀνεύθυνον ὑπεύθυνον εἶναι θέλοντες; Οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. Μᾶλλον οὖν ὁ Βαραββᾶς φο‐
15νευθῇ, ὁ δὲ Χριστὸς ἀπολυθῇ· ὅτι ἐκεῖνος μὲν φο‐ νευτὴς καὶ στασιώδης, οὗτος δὲ εὐεργέτης καὶ ζωοδό‐ της· ἐπειδὴ καὶ ταύτην κατ’ αὐτοῦ τὴν κατηγορίαν ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμέ‐ νων, ἀλλ’ ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημι‐
20ζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦντι τῷ Χριστῷ· «Οὐκ εἶ φίλος τοῦ Καί‐ σαρος,» ἐπειδὴ τὸν λέγοντα ἑαυτὸν βασιλέα ζωοποι‐ εῖσθαι θέλεις. Καὶ οὕτως ὁ Πιλᾶτος οὐ συνεχώ‐ ρησε τοῖς Ἰουδαίοις τῇ οἰκείᾳ γνώμῃ πᾶν ὁτιοῦν δια‐
25πράξασθαι. Εἰ γὰρ ἂν συνεχώρησε τοῖς Ἰουδαίοις, οἱ Ἰουδαῖοι λίθοις τὸν Κύριον ἐθανάτωσαν, ἢ ξυλίνῳ πρίονι κατέπρισαν. Τούτου δὲ πραττομένου, ἡμεῖς τὸν σταυρὸν ἐζημιούμεθα· ἐπειδὴ Ῥωμαίων κριτή‐ ριον τὸ τοῦ σταυροῦ ξύλον. Διὸ καὶ ὁ Πιλᾶτος ἐπ‐
30ηρώτα τοὺς Ἰουδαίους· «Τί θέλετε ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;» Οἱ δὲ, τῇ Ῥωμαίων παιδείᾳ θαῤῥοῦντες, ἐβόησαν· «Ἆρον, ἆρον, σταύ‐ ρωσον αὐτόν·» καὶ εὐθέως ὁ Πιλᾶτος συνένευσεν· ἄνωθεν γὰρ ἐκέκτητο τὸ νεῦμα.
35 Διὰ ταύτην οὖν τὴν εὐταξίαν ἡ ἐπὶ Αὐγούστου Καίσαρος πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο· εἰ μὴ γὰρ προενομοθετήθη ἡ ἀπογραφὴ αὕτη, οὐκ ἂν τὸ τοῦ Κυρίου σῶμα τελείᾳ ταφῇ παρεδόθη· ἔμελλον γὰρ παῖδες Ἰουδαίων τῇ ὑπερβαλλούσῃ μανίᾳ ἢ πυρὶ πα‐
40ραδοῦναι τὸ τοῦ Κυρίου σῶμα, ἢ θαλάσσῃ καταπον‐ τίζειν. Εἰ γὰρ τὸν φίλον Ἱερεμίαν εἰς λάκκον βορβό‐ ρου κατήγαγον· τί ἔμελλον εἰς τὸ τοῦ Κυρίου σῶμα διαπράττεσθαι, εἰ μὴ τὸν Ῥωμαϊκὸν νόμον εἶ‐ χον κολαφίζοντα; Διὸ καὶ τῶν Ἰουδαίων μὴ συγχω‐
45ρουμένων παρὰ τοῦ Πιλάτου δέξασθαι τὸ τοῦ Κυρίου σῶμα, Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, φίλος ὢν τοῦ Πι‐ λάτου, προσελθὼν ᾐτήσατο παρ’ αὐτοῦ τὸ τοῦ Κυρίου σῶμα, ἀσύγκριτόν τι προσενέγκας. Ἀναγκαία
τοίνυν ἡ ἀπογραφὴ ἡ ἐπὶ Αὐγούστου Καίσαρος· εἰ

28

.

952

γὰρ καὶ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, ἐστύγνασεν, ἀλλ’ ὅμως ὁ σύμπας κόσμος ἀρ‐ χὴν εὐταξίας ἐδέξατο. Τί ἐστιν, Ὁ μνηστὴρ τῆς Παρ‐ θένου ἐστύγνασεν, ἄκουε διὰ βραχέων. Ἡνίκα Ἰω‐
5σὴφ ὁ μνηστὴρ τῆς Παρθένου, καθὼς ἀρτίως ἤκουες, διὰ τὴν ἀπογραφὴν τοῦ Αὐγούστου τὴν Βηθλεὲμ κατ‐ ελάμβανε σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυ‐ ναικὶ, οὔσῃ ἐγκύῳ, ἠγνόει ὁ Ἰωσὴφ τὸ ἐν τῇ Παρθένῳ μυσταγωγούμενον· οὐκ ἦν οὐδέπω χρησμὸν
10ἀγγέλου δεξάμενος. Ἡ δὲ Παρθένος τὸ ἀσφαλὲς ἐκέκτητο, καὶ τῷ λόγῳ καὶ τῷ ὄγκῳ· ὅσον γὰρ τῆς γα‐ στρὸς ἡ αὔξησις ἐγίνετο, τοσοῦτον ἡ Παρθένος ἀμε‐ ριμνότερον βίον διέτριβεν· ὁμοῦ καὶ τὴν παρθενίαν ἀμόλυντον φυλάττουσα, καὶ τὸν τόκον ἄσκυλτον
15ἄγουσα, οὐ τοσοῦτον κοπουμένη, ὅσον κουφιζομένη. Πρὸς τούτοις ἀγωνιῶν ὁ Ἰωσὴφ, ὡς εἶδεν αὐτὴν κατὰ γαστρὸς ἔχουσαν, τὸν ἔνδοθεν θησαυρὸν ἀγνοῶν, στυγνάσας, κατὰ τὴν ὁδὸν ἀντέβαλλε πρὸς τὴν Παρθένον, λέγων· Τί σοι τὸ δόξαν, Μαρία; Οὐ
20σὺ εἶ ἡ ὡς αἰδέσιμος Παρθένος ἐν τοῖς ἱεροῖς περιβό‐ λοις ἀνατραφεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ πρόσωπον ἀνδρὸς θεωρῆσαι μὴ καταδεχομένη; Οὐ σὺ εἶ Μα‐ ριὰμ, ἡ παρὰ πρόθεσιν κατεγγυηθῆναί μοι πει‐ σθεῖσα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὸ τῆς παρθενίας
25ῥόδον ἀμάραντον φυλάξαι προσευξαμένη; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν Σωσάνναν ἀγαπήσασα, καὶ τὴν Αἰγυ‐ πτίαν μισήσασα; Οὐ σὺ εἶ Μαριὰμ, ἡ τὴν βιασθεῖ‐ σαν Θάμαρ ἀναλεγομένη, καὶ τὸν ἄτακτον Ἀμνὸν βδελυττομένη; Ποῦ σου τῆς σωφροσύνης ὁ θάλαμος;
30Ποῦ σου τῆς ἁγνείας ἡ ἄσπιλος παστάς; Ποῦ σου τὸ αἰδεστικὸν πρόσωπον; Ἐγὼ αἰσχύνομαι, καὶ σὺ παῤ‐ ῥησιάζεις; Ὅτι σιωπῶ τὴν ἁμαρτίαν σου, οὕτω πλη‐ σιέστερον χωρεῖν ἐπείγεσαι; Οὐχ ὁρᾷς τὸν ὄγκον τῆς κοιλίας σου; Ἔνδον τὸ βρέφος σπαίρει, καὶ σὺ
35ὡς ἀπείραστος πειρασμῶν φαιδρύνῃ; Ἄπιθι, Μα‐ ριάμ· ὑπόστρεψον εἰς τὸν οἶκόν σου· ἐπιζήτησον τὸν κλεψίγαμον· ἐκείνῳ ἐναπογράφηθι. Ἀλλοτρίαν ὕβριν οὐ καταδέχομαι· οὐχ εὑρίσκεις ἀπολογίαν πρὸς τὴν τιμωρίαν. Ἡ δὲ Παρθένος πρὸς τὸν Ἰωσήφ· Τί δυσ‐
40χεραίνεις, μνῆστερ ἐμοῦ; Τί ὡς ἀτάκτου μου κατα‐ ψηφίζεις; Τί ἐφυβρίστοις ὀφθαλμοῖς τὸν ὄγκον τῆς γαστρός μου περιβλέπεις; Τί ἐρυθριᾷν με καταναγ‐ κάζεις; Δόξα τῶν γυναικῶν γέγονα· τῆς προτέρας αὐτὰς αἰσχύνης ἀπέδυσα· τὴν Εὔαν ἀνεκαλεσάμην·
45τὴν φλογίνην ῥομφαίαν μετέστησα· καὶ σὺ καλύπτε‐ σθαί με παρασκευάζεις; Οὐδεὶς δίκας ἐμὲ δυνή‐ σεται εἰσπράξασθαι· κοινὸν γὰρ Δεσπότην βαστάζω. Ἐὰν ἐγὼ περὶ ἐμαυτῆς μαρτυρήσω, ὡς κενόδοξός τις εὑρεθήσομαι. Μικρὸν καρτέρησον, ὦ Ἰωσὴφ, καὶ

28

.

952

(50)

ποιμένες σε πείσουσιν· μάγοι σε πληροφορήσουσιν· ἀστήρ σε δυσωπήσει· ἄγγελοί σε κατανύξουσι. Νῦν ἀμφιβάλλεις, μετ’ οὐ πολὺ δὲ δοξάσεις, ὅτε τῆς ἐπου‐
ρανίου στρατιᾶς ἀκούσεις συμφώνως βοώσης· «Δόξα

28

.

953

ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Τότε γονυπετήσεις, καὶ οὐ καταζητήσεις. Οὐχ ὁρᾷς τῆς ὁδοῦ τὴν διάβασιν, Ἰωσὴφ, καὶ ὅτι οὐδ‐ εὶς ἀνδρῶν συνοδοιπορεῖ ἡμῖν; Οὐχ ὁρᾷς τὸν ἥλιον
5λαμπροτέραν στολὴν ἀναβαλλόμενον; Οὐχ ὁρᾷς πᾶσαν τὴν κτίσιν σκιρτῶσαν; Οὐχ ὁρᾷς τὰ ὄρη πη‐ δῶντα; Οὐχ ὁρᾷς τοὺς βουνοὺς εὐφραινομένους; Οὐχ ὁρᾷς τὰς ἀφέσεις τῶν ὑδάτων ὑπερβλυζούσας; Οὐχ ὁρᾷς τὸν Ἰορδάνην ἔξω περιτρέχοντα; Ἀπὸ
10τῶν σημείων στόχασαι τὸ τεκμήριον, καὶ μὴ, ὅτι ἔγκυός εἰμι, δίσταζε, Ἰωσήφ. Ἐδανείσθην, οὐκ ἐμο‐ λύνθην· ἔχρησα τὴν κοιλίαν, οὐκ ἐμόλυνα τὴν παρ‐ θενίαν. Μὴ ἀπιστήσῃς τοῖς προκειμένοις, ὦ Ἰωσήφ. Ὅτε μαιωθήσομαι, τότε τίς εἰμι γνωρισθήσο‐
15μαι· νῦν ὀνειδίζομαι, τότε μακαρισθήσομαι· νῦν ὡς αἴτιον ἀπελαύνεις, τότε ὡς ἁγίαν ἐγγὺς εἶναι παρα‐ καλέσεις. Μὴ, ὅτι δοκεῖς φυλάττειν, μεγαλύνου· ἐγὼ γάρ σε φυλάττω· ὁ γὰρ τὴν ἐμὴν κοιλίαν σκηνὴν ποιῆσαι καταδεξάμενος, οὗτος πάσης τῆς φύσεως
20φύλαξ. Πορευθῶμεν τοίνυν, καὶ ἐναπόγραφοι γενώ‐ μεθα, ὅπως πληρωθῇ καὶ ἡ στρατιωτικὴ νομοθεσία, καὶ ἡ βασιλικὴ δογματοθεσία. Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐβάδιζε· τοῖς μὲν ποσὶ τὴν γῆν ἰχνοποιῶν,
25τοῖς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα δόσις ἀγαθὴ ἄνωθέν ἐστι δεδομένη. Διὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελ‐
30λόντων γενόμενος· οὐχ ὅτι ἔχρῃζεν βοηθοῦ ἡ Παρθέ‐ νος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι, καὶ πρὸς αὐτὸν ἐκέκραγεν ὁ κράζων· «Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἀλλ’ ὅτι
35ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθὸν, πρὸς τὸ τὴν Παρθένον ὡς ὕπανδρον φημίζεσθαι, πρὸς τὸ λαθεῖν τὸν διάβολον τὸ κατασκευαζόμενον, ὅπως μὴ μάθῃ τὸ γενόμενον· πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφῆ‐
40ναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Κα‐ λὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορού‐ μενον, καὶ τὸν οἰκίσκον, ἔνθα ἡ Παρθένος ἀπ‐ εκύησε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰω‐
45σὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρ‐ χιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατῆρες οἱ μαζοὶ, ἀναβόλαιον ἡ ἐνανθρώπησις, ῥιπιστῆρες τὰ χερουβὶμ, δίσκος τὸ ἅγιον Πνεῦμα, ὁ Πατὴρ δισκο‐
κάλυμμα. Ὅτι δὲ τῆς Ἐκκλησίας τύπον προσ‐

28

.

956

εχάραξεν ὁ τόπος, ἔνθα ἡ Παρθένος ἀπεκύησε τὸν Κύριον, ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέ‐ γοντος· «Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλή‐ σθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς
5τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, ὅτι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Ὢ τῶν παραδόξων πραγμάτων! βαβαὶ, πῶς μι‐ κρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα! «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ
10ἡμέραι τοῦ τεκεῖν αὐτήν.» Ὢ τῶν παραδόξων πρα‐ γμάτων, ὁ τῶν χρόνων ποιητὴς ὡρισμένον χρόνον περιέμενεν! Ὁ ὁροθέτης τῶν χρόνων προθεσμίαν μηνῶν ἀνέμενεν, ἵνα μηδεὶς φαντασίαν ἢ δόκησιν νο‐ μίσῃ. «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλή‐
15σθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» Βλέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὕτη ἔτεκεν, αὕτη ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη
20σπαργανοῖ· ἐπὶ δὲ τῆς Παρθένου οὐχ οὕτως· αὕτη ἔτεκεν, καὶ αὕτη ἐσπαργάνωσεν· καὶ αὕτη ἄκοπος μήτηρ καὶ ἀδίδακτος μαῖα, οὐ συνεχώρησεν ἀν‐ άγνοις χερσὶν ἅψασθαί τινα τοῦ ἀχράντου τό‐ κου· αὕτη διὰ ἑαυτῆς τὸν ἐξ αὐτῆς, πρὸ αὐτῆς
25καὶ ὑπὲρ αὐτῆς ἐθεράπευσεν· «Καὶ ἐσπαργάνω‐ σεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.» Εἶδες, ὦ φίλε, πῶς τῆς Ἐκκλησίας τὸν τύπον προανεζω‐ γράφησε τὸ εὐτελὲς καταγώγιον, ἔνθα ἡ Παρ‐
30θένος ἔτεκεν, ἡ ἅπαξ κυοφορήσασα, καὶ δεύτερον μὴ γεννήσασα, καὶ ὕβρεως ἔμφασιν μὴ ὑπομείνασα· εἰ καί τινες μανέντες, διὰ τὸ ἀκοῦσαι αὐτοὺς λέγον‐ τος τοῦ εὐαγγελιστοῦ Λουκᾶ· «Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον,» καὶ δευτέραν σύλληψιν τῆς
35Παρθένου ἐδογμάτισαν, τὴν ἀφθαρσίαν εἰς φθο‐ ρὰν μεταβάλλοντες· φάσκοντες ἐν τοῖς οἰκείοις δό‐ γμασιν· Οὐκ ἂν λεχθείη πρωτότοκος, δευτέρου μὴ παρακολουθήσαντος. Οὐ μόνον δὲ οἱ ἐξ ἐναντίας τὸν Λουκᾶν τῆς οἰκείας ἀβελτηρίας προβάλλονται μάρ‐
40τυρα, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν Ματθαῖον τὰ αὐτὰ μηνύοντα, καὶ ἔτι σαφέστερον παρεγγυῶντα· ὅθεν καὶ τὰς ἐκείνου λέξεις φανεροποιοῦσιν οἱ ἄθεοι, ἐν τοῖς ἑαυτῶν συγγράμμασι λέγοντες ἅπερ Ἰωσὴφ ἐν ὀπτασίᾳ δεξάμενος ἀναγέγραπται, τοῦ εὐαγγε‐
45λιστοῦ Ματθαίου λέγοντος· «Ὤφθη δὲ ἄγγελος Κυ‐ ρίου κατ’ ὄναρ τῷ Ἰωσὴφ, λέγων· Ἰωσὴφ υἱὸς Δα‐ βὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου. Ἀναστὰς δὲ, φησὶν, Ἰωσὴφ, παρ‐

28

.

956

(50)

έλαβε Μαριὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπορεύθησαν εἰς Αἴγυπτον· καὶ οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὐ
ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.» Ὁμοίως καὶ

28

.

957

ταύτας τὰς λέξεις οἱ ἐξ ἐναντίας παρεγγυῶνται, ἐκ δευτέρου τὴν ἔνδοξον Παρθένον κυοφορῆσαι δογμα‐ τίζοντες. Ἀλλ’ ἄπαγε τῆς ἀτοπίας! ἀκηλίδωτον ἔμεινε πάντως τὸ παρθενικὸν καὶ ἔνδοξον κειμήλιον·
5οὐκ ἐμολύνθη ὁ δεύτερος οὐρανός· οὐκ ἠχρειώθη τὸ τοῦ Ὑψίστου θεοχώρητον σκεῦος. Πρωτότοκος ὁ Κύ‐ ριος ἤκουσεν ἐκ τῆς Παρθένου· καὶ καλῶς ἤκουσεν· οὐχ ὅτι δεύτερόν τινα ὁμοιογενῆ προσεκαλέσατο· ἀλλ’ ὅτι πρωτότοκος ὑπῆρχε, τουτέστιν ἀσύγκρι‐
10τος. Οὐδὲ γὰρ, διὰ τὸ εἰπεῖν τὸν μακάριον Παῦ‐ λον περὶ τῆς τοῦ Κυρίου ἐκ τοῦ Πατρὸς ἀνάρχου γεννήσεως, ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου φυσικὸν συνέγραψεν· οὐδ’ αὖ πάλιν ὁ αὐτὸς Παῦλος, τὸν αὐτὸν Κύριον πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ ὅμοιον τοῦ
15Κυρίου παρεισήγαγε, παραπλησίως τὸν ᾅδην πατήσαντα. Διὸ ἄκουε συνετῶς, καὶ πίστευε θεοφιλῶς. Πρωτότοκος ὁ Κύριος ἐκ τῶν νεκρῶν, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου, ἵνα διὰ πάντων γνωσθῇ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος δὲ
20ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ Μήτηρ Παρθένος, πῶς τόκος ἑρμηνευόμενος; Ὁμοίως καὶ τὸ εἰπεῖν τὸν εὐαγγελιστὴν Ματθαῖον περὶ τοῦ Ἰωσὴφ, ὅτι «Οὐκ ἐγίνωσκεν αὐτὴν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐ‐ τῆς τὸν πρωτότοκον·» οὐκ ἐγίνωσκεν γὰρ αὐτὴν
25ἀληθῶς, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότο‐ κον. Ἕως οὗ ἡ Παρθένος ἐκυοφόρει, οὐκ ἐγνώ‐ ριζεν αὐτὴν ὁ Ἰωσήφ· οὐκ ᾔδει, τί τὸ ἐν αὐτῇ· οὐκ ᾔδει, τί τὸ πραγματευόμενον· οὐκ ᾔδει, τί τὸ κα‐ τασκευαζόμενον· μόνον γὰρ ἔτεκε, καὶ τότε ἐγνώ‐
30ρισε· τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἦν ἡ δύναμις τῆς Παρθένου, καὶ τί γενέσθαι κατηξιώθη· τότε ἔγνω, ὅτι μαζὸν ἐπέδωκε, καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινε· τότε ἔγνω, ὅτι ἐξελόχευσε, καὶ τὰ τῶν λοχῶν οὐ κατ‐ ενόησε· τότε ἔγνω, ὅτι θηλὺν παρεῖχεν ἡ ἀκρότομος
35πέτρα τῇ νοητῇ πέτρᾳ· τότε ἔγνω ὁ Ἰωσὴφ, ὅτι περὶ αὐτῆς ἔγραψεν Ἡσαΐας· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει.» Διὰ τὸ ἀσύγκριτον τοιγαροῦν πρω‐ τότοκος ὁ Ἰησοῦς. Εἰ δὲ δεῖ ἐπαληθεῦσαι τῷ λόγῳ, ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς ἐκ Πατρός· μόνος
40γὰρ ἐκ μόνου ἀνάρχως γεγέννηται· ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὸν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύ‐ σει, ἀλλὰ χάριτι, καὶ ἐν τῇ Παρθένῳ καὶ ἐν τῷ Πα‐
45τρί. Ὁμοίως καὶ ἐν τῇ ἀναστάσει ἔχει ἀδελφοὺς ὁ Κύριος· καὶ τίνες οὗτοι; Πρὸ πάντων οἱ ἅγιοι ἀπόστολοι, πρὸς οὓς ὁ Κύριος ἔφη· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν·» πρὸς οὓς ὁ Κύριος ἔφη· «Ὑμεῖς δὲ, προσευχόμενοι, λέγετε·

28

.

957

(50)

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου,» ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.