TLG 2035 087 :: ATHANASIUS :: Sermo in annuntiationem deiparae [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo in annuntiationem deiparae [Sp.]

Citation: Volume — page — (line)

28

.

917

(14t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
15tΑΘΑΝΑΣΙΟΥ
16tΚηρυκτικὸν εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.
19Τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαν
20τῆς ἀκροάσεως δεῖ ἀποβλέπειν· ἀλλὰ πρὸς τὴν ἀπαι‐ τουμένην δύναμιν, καὶ ὑπόθεσιν, καὶ αἰτίαν, ἣν ἐπι‐ θεωροῦντας, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύ‐ γματος. Διὸ καὶ νῦν ἐπὶ τὸ κήρυγμα τοῦ θείου Εὐαγ‐ γελίου τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ ἥκοντας
25ἡμᾶς, καὶ τοῦτο μέλλοντας ἀνακηρύττειν πρὸς συν‐ έλευσιν τῆς ἑορτῆς, ἀνάγκη, καθ’ ὑπόθεσιν καὶ αἰτίαν τῆς ἀσάρκου καὶ ὑπερθέου Τριάδος, τὴν σάρ‐ κωσιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος ἀνατιθέναι. Ἐὰν γὰρ μὴ προδιαστελῆται τὰ περὶ Τριάδος, τὰ περὶ
30τοῦ ἑνὸς σαρκωθέντος πῶς ἐξέλθωμεν; Οὐκοῦν δέον. ἐκεῖθεν ἐπαναγαγόντας τὸν λόγον, μετέρχεσθαι εἰς τὰ κατὰ τὴν σάρκωσιν, καὶ οὕτως τὰ κατὰ τὸν εὐαγ‐ γελισμὸν ἐπακούειν. Καὶ πρότερον ἐπισημαινό‐ μενοι, ὑπαναμιμνήσκομεν, ὅτι μία τῶν δεσποτικῶν
35πρώτη τε καὶ πάνσεπτος ἑορτὴ, κατὰ τὴν τῶν πρα‐ γμάτων τάξιν καὶ σύνταξιν τῶν ὑποκειμένων ἐν τοῖς κατὰ Χριστὸν κηρύγμασιν, ὑπάρχουσα, τοῦ θείου εὐαγγελισμοῦ κλητὴ ἁγία ἡμέρα, περὶ τῆς ἐξ οὐρανοῦ καταβάσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ κατασκευάζει τὸ κή‐
40ρυγμα. Καὶ γὰρ κατελθόντα αὐτὸν ἐκ τῶν οὐρανῶν πιστεύομεν, καθὼς καὶ ἀνελθόντα διομολογοῦμεν. Δέον τοίνυν, ἐπειλημμένους τοῦ θείου κηρύγματος, ἐκεῖθεν ἄρξασθαι, ὅθεν καὶ διαστέλλεσθαι δυνήσεται τὰ λεγόμενα.
45 Πιστεύομεν τοιγαροῦν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Τριάδα ὑποστάσεων, ἀδιάσπαστον ἐχόν‐ των τὴν διαίρεσιν, καὶ τὴν ἕνωσιν ἀσύγχυτον. Οὐδὲ γὰρ κατὰ τοπικὴν διάστασιν τὴν διαίρεσιν τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων πρεσβεύομεν, οὐδὲ συγ‐

28

.

917

(50)

χυτικὴν τὴν ἕνωσιν· ἀλλ’ ἀδιάστατον τὴν διαίρεσιν, καὶ ἀσύγχυτον τὴν ἕνωσιν, ἓν ὄνομα τὸ, Θεὸς, ἔχον‐
τα κατὰ μίαν μονάδα συστάσεως. Ἐπεὶ καὶ ἕνα917

28

.

920

Θεὸν ἐν Τριάδι προσώπων καθομολογοῦμεν, τὸ ἄναρ‐ χον καὶ ἄχρονον καθ’ ἑκάστην τῶν ἁγίων τριῶν θεαρ‐ χικῶν ὑποστάσεων τάττοντες, κατὰ τὴν χαρακτηρι‐ στικὴν αὐτῶν ἰδιότητα· ἐν Πατρὶ τὸ ἀγέννητον, ἐν τῷ
5Υἱῷ τὸ γεννητὸν, ἐν τῷ Πνεύματι τὸ ἐκπορευτόν· ἄναρχον καὶ ἄχρονον τὸν Πατέρα δοξάζοντες, ἄναρχον καὶ ἄχρονον τὸν Υἱὸν καταγγέλλοντες, ἄναρχον καὶ ἄχρονον τὸ Πνεῦμα τὸ ἅγιον καθομολογοῦντες· οὐ πρότερον τὸν Πατέρα, καὶ ὕστερον τὸν Υἱὸν, καὶ τὸ
10Πνεῦμα, ἀλλ’ ἅμα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, κατὰ μίαν ἄναρχον καὶ ἄχρονον ὑπερούσιον μονάδα ὑπάρξεως σέβοντες, ἕνα Θεὸν ἐν τρισὶν ἰδιό‐ τησι πιστεύοντες καὶ ἀληθῶς δοξάζοντες, οὐχ ὡς ἄλλον Θεὸν τὸν Πατέρα προϋπάρχοντα, καὶ ἄλλον Θεὸν
15τὸν Υἱὸν ὕστερον ἐπεισαχθέντα, καὶ ἄλλον Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐπινοηθέντα, κατὰ τοὺς αἱρετικοὺς βλασφημοῦντας· ἀλλ’ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦντες, μίαν ἔχοντα τὴν οὐσίαν, καὶ τὴν δύνα‐ μιν, καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν
20θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα.
23 Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ, καὶ ἄθροισμα ἢ πλήρωμα, τὰ κατὰ θεολογίαν ἔχωμεν. Τί δὲ ταῦτά
25ἐστιν ἢ περὶ τί ταῦτα, καθεξῆς ἀκούσωμεν· ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸ ἄγνωστον, τὸ ἀνερμήνευτον, τὸ ἀσχημάτιστον, τὸ ἀνεξ‐ ιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτὸν, τὸ Κύριον
30κυρίων, τὸ Βασιλέα βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα‐ μον, καὶ ὅσα ἄλλα κατά τε ὑπεροχὴν καὶ αἰτιολο‐ γίαν, οὐχ ἕκαστον οὐσία λέγεται, ἀλλὰ περὶ τὴν οὐ‐
35σίαν· ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν κατὰ τὸ ἐπιμεριζόμενον ἐμάθομεν, ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται κατὰ τὴν Γραφήν· οὐ κατὰ μίαν ὑπόστασιν μόνου ἀνάγοντα, ἀλλὰ καθ’ ἑκάστην τῶν ἁγίων τριῶν ἐπίσης θεωρού‐
40μενα καὶ θεολογούμενα. Διὸ καὶ αὐτὸς ὁ μονογενὴς Θεός φησι· «Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι·» καὶ πρὸς τὸν Πατέρα λέγων· «Τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Ἐν ἅπα‐ σι γὰρ οἷς δοξάζεται ὁ Πατὴρ θεολογούμενος, ἐν
45αὐτοῖς δοξάζεται καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ ἐντεῦθεν τέλειος Θεὸς ὁ Πατὴρ λέγεται, καὶ τέ‐ λειος Θεὸς ὁ Υἱὸς, καὶ τέλειος Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἐπείπερ μηδὲν ἐλλείπει τοῦ περὶ τὴν θεότητα πληρώματος ἕκαστον· ἀλλ’ ἰσίαν ἔχει πάντων τῶν ἰδιω‐

28

.

920

(50)

μάτων, ὧν ἐπίσης καὶ τὸ πλήρωμα τῆς θεότητος θεωρεῖται. Ἐκ παραγωγῆς γὰρ τοῦ ἴσου, ἰσία λέγεται θηλυκῇ ἐκφορᾷ ἡ τῆς ἰσότητος τῶν πολλῶν συστατικὴ περίληψις. Ὧν γὰρ ἴση τίς ἐστιν οὐσία, διαφερόντων ἰδιωμάτων, ἰσία λέγεται, ὥσπερ καὶ ὁσία καὶ μία. Καὶ
55ἐπείπερ ἰσία λέγεται κατ’ ἐτυμολογίαν, τροπῇ τοῦ ι919

28

.

921

εἰς ο, καὶ πλεονασμῷ τοῦ υ στοιχείου, οὐσία διερμη‐ νεύεται, ὡς οὖσά τις συστατικὴ ὕπαρξις, τῶν ἐκ πλειό‐ νων ἐπὶ μίαν μονάδα ἐχόντων τὸ ἄθροισμα. Καὶ οὕ‐ τως εἰς τὸν κατ’ εἰκόνα Θεοῦ γενόμενον ἄνθρωπον
5ἀποβλέποντες, κανονίζομεν, ὅτι ἡ σύστασις τῶν περὶ αὐτοῦ ἰδιωμάτων, κατὰ τὴν αὐτοῦ ὕπαρξιν, οὐ‐ σία προσαγορεύεται, ὡς οὖσα περίληψις καὶ περιοχὴ τῶν πλειόνων, ἐπὶ ἓν ἐχόντων τὸ ἑαυτῶν ἄθροισμα. Καὶ γὰρ τὸ κτιστὸν εἶναι τὸν ἄνθρωπον, τὸ νοερὸν,
10τὸ λογικὸν, τὸ ἔμψυχον, τὸ σωματικὸν, τὸ παθητικὸν, τὸ ῥευστὸν, τὸ χρονικὸν, τὸ θνητὸν, τὸ γεννητὸν, τὸ φθαρτὸν, τὸ αὐξητικὸν, τὸ τρεπτὸν, τὸ ἀλλοιωτικὸν, τὸ λυπηρὸν, καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ ἀναλογίαν καὶ ἐκλογισμὸν ἐπίσης ἐπὶ τὸν ἄνθρωπον λαμβανόμενα
15κατὰ τὸ ἴσον, ἰσία λέγεται, καὶ τροπῇ καὶ πλεονασμῷ τῶν στοιχείων, οὐσία προσαγορεύεται, κἀντεῦθεν πλή‐ ρωμα τῆς ἀνθρωπότητος ἑρμηνεύεται, τὸ συμπλη‐ ροῦν αὐτῆς τὸ ἄθροισμα, κατὰ τὸ μοναδικὸν αὐτῆς σύστημα.
22 Ἐν οἷς σημειούμεθα, ὅτι οὐδὲν τούτων καθ’ αὑ‐ τὸ οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιωμάτων ἀθροιζομένων. Οὐ μήν τι τούτων ὑπόστασις λέγεται·
25ἀλλὰ κοινῶς μὲν, οἷον ἀπολύτως ἐπὶ πάντων συναγό‐ μενα, οὐσία λέγεται τῶν κατὰ τὸν ἄνθρωπον ἰδιω‐ μάτων τὸ ἄθροισμα· ἰδίως δὲ καὶ ἐφ’ ἑνὸς ὑπόστασις. Ὅταν μὲν οὖν κοινῶς ἐπὶ πολλῶν ταῦτα θεωρῆται, οὐσία προσαγορεύεται· ὅταν δὲ καὶ ἐπὶ ἕνα ἰδίως συν‐
30άγηται, ὑπόστασις ἐξονομάζεται. Καὶ ὥσπερ πάλιν εἰς τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενον ἄν‐ θρωπον ἀποβλέποντες, ἅμα τοῦτον νοῦν καὶ λό‐ γον καὶ πνεῦμα καθορῶμεν, καὶ οὐδὲν τούτων πρό‐ τερον οὔτε ὕστερον, ἀλλὰ κατὰ ταὐτὸ συνέστη, καὶ
35ἕνα μὲν λεγόμενον, τριάδα δὲ νοούμενον, ὡς οἷον καὶ τὸν νοῦ μὲν ἀγέννητον, γεννητὸν δὲ τὸν λόγον, καὶ τοῦτον κατὰ καιρὸν μελανούμενον, καὶ ἐγγραφόμε‐ νον, καὶ ἀποστελλόμενον· οὕτως καὶ ἐπὶ τοῦ πάντων Θεοῦ, τὸν μὲν Πατέρα ὡς νοῦν ἀγέννητον, τὸν δὲ Υἱὸν
40ὡς Λόγον γεννητὸν, καὶ τοῦτον ἀποστελλόμενον, κα‐ τὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος, οὐχ ὡς προφορικὸν κατὰ καιρὸν καὶ χρόνον πρὸς χρείαν ἀπο‐ γεννώμενον, ἀλλ’ ὡς ὑποστατικὸν, καὶ αὐτόχρημα τοῦτο ὄντα, καθὼς καὶ γεγένναται. Ἅπαξ γὰρ
45γεννηθεὶς ἐκ τοῦ Πατρὸς, ὑπόστασίς ἐστι, στάσιν ἀδιάλυτον ἔχων, ὑφ’ ὧν καὶ εἶναι πέφυκε. Τὸ γὰρ ὑπόστασις κατ’ ἐτυμολογίαν διερμηνεύεται ὑπό–στασις. Καὶ γὰρ ὡς νοῦς ὁ Πατὴρ, κατ’ αἰτίαν τοῦ γεννητοῦ, ὡς γεννητὸν τὸν Υἱὸν ἐπ’ αὐτὸν ἔχει. Διὸ καὶ ὁ εὐαγ‐

28

.

921

(50)

γελιστὴς ἀντὶ τοῦ «ὑπὸ» τὸ «πρὸς» ἀναγέγραφε λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα‐ μόν ἐστι, καὶ καθ’ ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσ‐
55κείμενα.921

28

.

924

Ὑπόστασις τοίνυν ἐστὶν ὁ Υἱὸς, ὡς ὑπό τι τὸν Πατέρα στάσιν ἔχων, καὶ οὐ χωρὶς τοῦ Πατρὸς ὢν, ἀλλὰ πρὸς τὸν Πατέρα ἀεὶ ὤν· καὶ οὔτε θέλημα ἄλλο παρὰ τοῦ Πατρὸς ἔχων, οὔτε μὴν δύναμιν ἑτέραν,
5οὔτε μὴν ἐνέργειαν, ὡς οὐδὲ ἄλλην οὐσίαν, ἀλλὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἔχων καὶ αὐτὸς ὁ Υἱὸς, ὁμοούσιός ἐστι τῷ Πατρὶ καὶ τῷ Πνεύματι. Οὗτος κατὰ πατρικὴν βουλὴν ἀρχαίαν καὶ ἀληθινὴν, ὡς με‐ γάλης βουλῆς Πατρὸς ἄγγελος, θαυμαστὸς σύμβου‐
10λος, καὶ πάλαι, ὡς Λόγος τοῦ Πατρὸς, πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφή‐ ταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν σαρκωθεὶς καὶ ἐνανθρωπήσας, ὃς, φησὶ, καὶ τοὺς αἰ‐ ῶνας ἐποίησεν· οὐ θεοῖς τισι τερατευομένοις ἐγχει‐
15ρήσας τὴν αὑτοῦ πρόνοιαν, καθά φασιν Ἕλληνες, ἀλλ’ αὐτὸς ὁ Υἱὸς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος πᾶσαν τὴν τῶν ὄντων πρόνοιαν ἀνα‐ δεδεγμένος. Ἐπείπερ καὶ τὸ κοινὸν ἐνδεικνύμενος τῆς αὐτῆς καὶ μιᾶς προνοίας καὶ ἐνεργείας, φησίν· «Ὁ
20Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Οὐδὲ γὰρ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ Υἱὸς ἐργάζεται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν. «Ὃς ὢν» (ὡς καὶ πά‐ λιν φησὶν ὁ κήρυξ) «ἀπαύγασμα τῆς δόξης, καὶ χα‐
25ρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» (δῆλον δὲ καὶ τῆς τοῦ Πατρὸς), φέρων τε «τὰ πάντα τῷ ῥήματι τῆς δυνά‐ μεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησά‐ μενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψη‐ λοῖς.» Ἀναστρέφων δὲ καὶ αὖθις ὁ λόγος, εἰς τὴν αὐ‐
30τὴν ἔννοιαν ἐπισυνάγεται, περιβλέπων, ὅτι τὸ ἀπαύ‐ γασμα, ὡς ἀκτὶν πανήλιος, ὡς ἐκ δίσκου πανηλίου ἀδιάστατον ἔχει τὴν ἔλλαμψιν, καὶ χαρακτὴρ ἔνδει‐ ξίς τίς ἐστι τῆς ὑποστάσεως, δι’ ἧς καὶ χαρακτηρί‐ ζεται.
35 Ὡς οἷον γὰρ κατὰ δακτυλίου χαρακτὴρ ἐντυ‐ πούμενος, τὸ αὐτὸ ἐκτύπωμα, ὃ καὶ ἐκσφράγισμα ἑρμηνεύεται, μηδὲν ἐν τοῖς κατ’ οὐσίαν ἐλλεῖπον ἔχει· οὕτως ὁ Υἱὸς τὸν αὐτὸν χαρακτῆρα τοῦ Πατρὸς φέρει. Οὐδὲ γὰρ παραλλάσσει ὁ χαρακτὴρ ἐκτυπούμενος,
40ἀλλ’ ἀπαράλλακτος μένει, κατὰ τὸν αὐτὸν ἐν τῷ δα‐ κτυλίῳ χαρακτῆρα, ἔν τε κηρῷ καὶ χρυσῷ ἐκτυπού‐ μενος κατὰ τὸ βασιλικὸν δηνάριον· καὶ οὕτως ὁ θεῖος χαρακτὴρ τοῦ Υἱοῦ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἀπαρ‐ άλλακτος σφραγίς ἐστι, καὶ φέρων τὰ πάντα τῷ
45ῥήματι τῆς δυνάμεως αὐτοῦ, κατ’ αὐτὸν τὸν ἴδιον χαρακτῆρα, τὴν ὡς κηρίνην σάρκα εἰς ἑαυτὸν ἀν‐ εδέξατο ἐντυπωσάμενος αὐτὴν ἐν ἑαυτῷ (οὐδὲ γὰρ ἀδύνατον τοῦτο, οὐδὲ μὴν ἄπιστον)· ἵνα κατὰ καιρὸν πατρικῆς εὐδοκίας, ὡς χαρακτὴρ (ἐπεὶ καὶ χαρα‐

28

.

924

(50)

κτὴρ) ἐντυπώσῃ ἐν ἑαυτῷ τὴν σάρκωσιν, ὡς κή‐ ρωσιν ταύτην φέρων, ἢ χρύσωσιν· ἐπεὶ καὶ τὸ ὅλον μυστήριον ὑπεμφαίνεται τῆς τοιαύτης ἀφράστου καὶ ἀνερμηνεύτου σαρκώσεως. Ἔτι γὰρ καὶ ἄφραστον καὶ ἀνερμήνευτον μένει διὰ τὸ αὐξη‐
55τικόν· ἐπείπερ καὶ κατ’ αὔξησιν δογματίζομεν, καὶ923

28

.

925

οὐ κατὰ τὸ ἅμα τῆς σφραγῖδος. Ἐπὶ μὲν γὰρ τῆς σφραγῖδος, ἅμα τε πρὸ πολλῶν καὶ ἐν πολλοῖς κηροῖς δύναται ἀναφέρεσθαι τὸ ἐκτύπωμα· ἐπὶ δὲ τῆς θείας σαρκώσεως οὐχ ἅμα, ἀλλὰ κατ’ αὔξησιν τὸ τέλειον
5δογματίζεται. Τοῦτο δ’ ἂν καὶ διανοεῖσθαι πάλιν δύ‐ νηται, ὡς εἴ τις ἔχοι λεπτότητα νοῦ, καὶ δύναται εἰσδῦναι κατὰ βάθους τοῦ ψυχικοῦ σπειρομένου σώ‐ ματος, καὶ συνιδεῖν ἀφράστως καὶ ἀνεκλαλήτως, πῶς ἐκεῖ ἐμπίπτοντος τοῦ γονίμου σπέρματος, εὐθὺς μὲν
10ἐπί τι μόριον συντρέχει, κατὰ μικρὸν δὲ καὶ κατ’ ἐπίδοσιν τὴν αὔξησιν λαμβάνει. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐπὶ τῶν καθ’ ἡμᾶς λαλεῖται, πλὴν ὅτι φαντασίᾳ ὡς ὑπέμφασις γίνεται ἀλαλήτως καὶ ἀφράστως· ἀλλὰ κατ’ αὔξησιν μὲν οὖν ἡ θεία τοῦ Λόγου σάρκωσις
15γίνεται, οὐκ αὔξοντος τοῦ θείου χαρακτῆρος, οὐδὲ μὴν συναύξοντος· ἀλλ’ ἐπαυξούσης τῆς ἐμψύχου σαρκὸς καθ’ ὅλον τὸ πλήρωμα, καθ’ ὃ ἄνθρωπος ἐξιδιάζεται καὶ κυοφορεῖται. Διὰ τοῦτο ἐννεάμηνος νόμῳ ἀνθρω‐ πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί‐
20ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωπο‐ ϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χαρακτῆρα τὸ ἀν‐ θρώπινον σχῆμα τὴν στάσιν ἑαυτοῦ ἀνεδέξατο, καθ’ ἕνωσιν μὲν ὡς πνεύματος πρὸς ψυχήν. Οὕτω γὰρ δύο τέ ἐστι καὶ οὐχ ἓν ὁ Χριστὸς, καὶ εἷς καὶ οὐχὶ
25δύο· καὶ δύο μὲν καὶ οὐχ ἕν ἐστι κατὰ τὰς δύο φύ‐ σεις, καὶ εἷς καὶ οὐχὶ δύο κατὰ τὴν μίαν ὑπόστασιν. Διὸ καὶ δύο μὲν θελήματα λέγομεν, καὶ οὐχὶ δύο τοὺς θέλοντας, καὶ δύο ἐνεργείας καὶ οὐχὶ δύο τοὺς ἐνερ‐ γοῦντας. Ἀλλ’ ἕνα μὲν θέλοντα κατὰ τὴν μίαν ὑπό‐
30στασιν, δύο δὲ θελήματα καὶ δύο ἐνεργείας, κατὰ τὴν τῶν φύσεων ἰδιολογίαν
33 Ἐν τούτοις οὖν διακηρύττοντες τὸ θεῖον τῆς σαρ‐ κώσεως καὶ ἐνανθρωπήσεως μυστήριον, ἀποβαλλό‐
35μεθα τὰς τῶν αἱρετικῶν βλασφημίας, καθ’ ἃς καὶ βεβυθισμένους αὐτοὺς καταλιμπάνοντες, μετερχόμεθα εἰς τὰ παρὰ τοῦ εὐαγγελιστοῦ καθιστορούμενα περὶ τοῦ εὐαγγελισμοῦ τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ· καὶ ὡς ἔχει συντάξεως, διεξοδικώτερον ἀκουσόμεθα.
40Σημειούμεθα δὴ οὖν, ὅτι κατὰ καιρὸν εὐδοκίας τοῦ πατρικοῦ θελήματος ἐπὶ συμπληρώσει τῶν ἑβδομή‐ κοντα ἑβδομάδων Δανιὴλ τοῦ προφήτου, μετὰ τὸ οἰκο‐ δομηθῆναι Ἱερουσαλὴμ, ἐν τῷ ἐπιστρέψαι τὴν αἰχμα‐ λωσίαν Ἰούδα ἀπὸ Βαβυλῶνος, διὰ Σαλαθιὴλ καὶ
45Ἰησοῦ τοῦ Ἰωσεδὲκ, ἀρχιερέων τότε γενομένων κατὰ τὴν συμπλήρωσιν τῶν τετρακοσίων ἐνενήκοντα ἐτῶν, κατ’ ἐφημερίαν ἱεραρχίας αὐτοῦ, εἰσῆλθε Ζαχαρίας εἰς τὸν ναὸν τοῦ Θεοῦ θυμιάσαι· καὶ ὤφθη αὐτῷ ἄγ‐ γελος Κυρίου ἐκ δεξιῶν τοῦ θυσιαστηρίου, καὶ εὐαγ‐

28

.

925

(50)

γελίζεται αὐτῷ περὶ Ἰωάννου τοῦ υἱοῦ αὐτοῦ, ὡς συλλήψεται Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ τέξεται τὸν Βαπτιστὴν καὶ πρόδρομον τοῦ Χριστοῦ. Καὶ δὴ τῆς συλλήψεως γενομένης, τῷ μηνὶ τῷ ἕκτῳ τῆς ἐν γα‐ στρὶ κυοφορίας Ἐλισάβετ, ἐξαποστέλλεται ὁ ἀρχάγγε‐
55λος Γαβριὴλ παρὰ Θεοῦ, εἰς Ναζαρὲτ πόλιν τῆς Γαλιλαίας πρὸς τὴν Παρθένον Μαριάμ. Καὶ εἰσελθὼν
πρὸς αὐτὴν ὁ ἄγγελος, ἠσπάζετο ταύτην λέγων·925

28

.

928

«Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Κἀν‐ ταῦθα πάλιν θεωροῦμεν, ὅτι ἡ μὲν φωνὴ τοῦ ἀγγέ‐ λου, κατὰ προφορὰν πνεύματος ἀπηχήσεως αὐτοῦ διερμηνευομένη, οὐκ αὐτὴ δὲ ἦν ἡ τοῦ Υἱοῦ ὑπόστα‐
5σις, οὐδὲ αὐτὴ γέγονε σάρξ· ἀλλὰ κατ’ αὐτὴν τὴν φωνὴν, ἑτέρα οὖσα κατὰ τὴν ὑπόστασιν ἰδιότης τοῦ Λόγου καὶ Θεοῦ ἅμα ἐπεφοίτησεν ἐν τῇ κοιλίᾳ τῆς Παρθένου. Καὶ βλασφημοῦσιν οἱ λέγοντες, ὅτι αὐτὴ ἡ φωνὴ τοῦ ἀρχαγγέλου ἦν ἡ ὑπόστασις τοῦ Θεοῦ Λόγου. Διὸ καὶ ἐσημειωσάμεθα τὸν τόπον, ἀποβαλλόμενοι τῆς βλασφημίας τὴν κατάκρισιν.
10 Ἑτέρα τοίνυν παρὰ τὴν φωνὴν τοῦ ἀρχαγγέ‐ λου οὖσα ἡ ὑπόστασις τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, ἅμα, ὡς προδιανοιχθείσης τῆς ἀκοῆς τῆς Παρθένου διὰ τῆς ἀρχαγγελικῆς φωνῆς, εἰσῆλθεν εἰς αὐτὴν ἡ θεία τοῦ Υἱοῦ ὑπόστασις. Ὡς αὐτὴ μὲν ἡ Παρθένος
15οὐκ οἶδεν· οἶδε δὲ ὁ εἰσελθὼν, ὅπως εἰσῆλθε. Διὸ καὶ, ὡς μὴ εἰδυῖα τοῦ μυστηρίου τὴν ἔκβασιν, ἅμα δι‐ εταράχθη ἐπὶ τῷ λόγῳ τοῦ ἀγγέλου εἰπόντος, «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,» καὶ διελογίζετο, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ὅθεν καὶ ὑπολαβὼν
20ὁ ἀρχάγγελος, εἶπε πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κλη‐ θήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον
25Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Ἀλλὰ γὰρ καὶ πρὸς ταῦτα ἔστη δια‐ ποροῦσα ἡ Παρθένος, καὶ ὡς πρὸς τὴν φύσιν ἀποβλέ‐ πουσα, καὶ κατὰ τὸν Ἰωσὴφ διαλογιζομένη, ἀνθ’ ὧν
30μεμνηστευμένη αὐτῷ ἦν, ἀνταποκρίνεται πρὸς τὸν ἄγγελον, καί φησι· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄν‐ δρα οὐ γινώσκω;» Καὶ ἐπείπερ, φησὶν, ὦ ἄγγελε, ἄνδρα οὐ γινώσκω, σὺ δὲ διὰ τοῦ, ἰδοὺ, δεικτικοῦ προσρήματος, λέγεις, «Ἰδοὺ συλλήψῃ,» ὡς κατὰ
35χρόνον ἐνεστῶτα· πῶς ἔσται, οὐκ οἶδα. Ἀλλ’ εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι‐ θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ‐ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Οὗτος, φησὶν, ὁ τρόπος τῆς συλλήψεως, οὕτως
40συλλήψῃ ἐν γαστρὶ, Πνεύματος ἁγίου ἐπερχομένου σοι, καὶ δυνάμεως Ὑψίστου ἐπισκιαζούσης σοι. «Διὸ, φησὶ, καὶ τὸ γεννώμενον ἅγιον Υἱὸς Ὑψίστου κλη‐ θήσεται.» Ἡ δὲ καὶ ἔτι διαποροῦσα, πλὴν ἐπευχο‐ μένη ἑαυτῇ, φησί· «Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.»
45Καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος. Ἐπισημαίνεται γὰρ τοῦτο ὁ εὐαγγελιστὴς, ὅτι ἀπῆλθεν ἀπ’ αὐτῆς ὁ ἄγγελος, ἵνα μὴ καταλείψῃ ἀφορμὴν τοῖς ἐθέλουσι λέγειν, ὅτι αὐτὸς ὁ ἄγγελος ἐνοικήσας ἐν τῇ Παρθένῳ ἐσαρκώθη, οὐδὲ ὅτι ὁ λόγος αὐτοῦ κατὰ προφορὰν

28

.

928

(50)

ἀπηχήσεως ἐνήργησε τὴν ἐνανθρώπησιν· ἀλλ’ ὅτι ἀπελθόντος τοῦ ἀγγέλου ἐπῆλθεν ἐπὶ τὴν Παρθένον τὸ ἅγιον Πνεῦμα, καὶ ἐπεσκίασεν αὐτῇ ἡ δύναμις Ὑψί‐ στου· καὶ οὕτως ὕστερον ἐτελέσθη τὸ σωτήριον κύημα. Ὑπὲρ ὧν καὶ αὖθις χρὴ κατὰ τὸ ἀναγκαῖον ἐπι‐
55στῆσαι, καὶ ἐπισκέψασθαι, πῶς εἴρηται πρὸς τὴν Παρ‐ θένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύ‐
ναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἆρα γὰρ ὥσπερ927

28

.

929

καὶ πρὸς τοὺς ἀποστόλους ἔλεγε Χριστὸς, «Ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους,» ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς; ἐπίσης γὰρ ἡ ἐπαγγελία, καὶ
5ἐκ τοῦ ἴσου τρόπου λαμβάνεσθαι δύναται, ἐπείπερ καὶ ἐνταῦθα δύναμιν ἐξ Ὑψίστου ἐπελεύσεσθαι ἐπὶ τοὺς ἀποστόλους καὶ Πνεύματος ἁγίου παρουσίαν. Τί οὖν; ἆρα ὡς πρὸς τοὺς ἀποστόλους τὸ Πνεῦμα καὶ ἡ δύναμις τοῦ Ὑψίστου ἐπήγγελται, οὕτως καὶ πρὸς τὴν Παρθένον; Καὶ εἰ μὲν οὕτως ὥσπερ καὶ εἰς τοὺς ἀποστό‐
10λους, καὶ ἡ δύναμις τοῦ Ὑψίστου καὶ ἡ ἐπέλευσις τοῦ Πνεύματος γέγονε, καὶ ἐν τοῖς ἀποστόλοις οὐ παρηκολούθησε σάρκωσις· δῆλον, ὅτι οὔτε ἐν τῇ Παρθένῳ ἡ δύναμις ἐσαρκώθη, οὔτε τὸ Πνεῦμα ἐνην‐ θρώπησεν, εἰ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ κοινολογίαν
15θεολογίας λέγεται δύναμις Ὑψίστου. Ἀλλ’ ὥσπερ ἐν τοῖς ἀποστόλοις ἡ δύναμις πρὸς τὸ δύνασθαι κατὰ πάσης ἀντικειμένης δυνάμεως ἐγένετο, καὶ ἡ ἐπ‐ έλευσις τοῦ Πνεύματος καθ’ ὅλα τὰ οὐσιωδῶς προσόντα αὐτῷ, ἐνεργοῦσα ἐν πᾶσι σημείοις, καὶ τέρασι, καὶ
20δυνάμεσι, πρὸς βεβαίωσιν καὶ πίστωσιν τῆς Χριστοῦ ἐπαγγελίας· οὕτω καὶ ἐπὶ τῇ Παρθένῳ ἡ ἐπέλευσις τοῦ Πνεύματος ἐγένετο, ἐν πᾶσι τοῖς οὐσιωδῶς προσ‐ οῦσιν αὐτῷ κατὰ τὴν θεαρχίαν, χάριν ἐμποιοῦν, πρὸς τὸ ἐν πᾶσι χαίρειν αὐτήν. Ἐπείπερ καὶ διὰ τοῦτο
25κεχαριτωμένη προσωνομάσθη, διὰ τὸ ἐν πάσαις χά‐ ρισι ταῖς διὰ τοῦ Πνεύματος ἐμπεπλῆσθαι αὐτήν· καὶ δύναμιν Ὑψίστου ἐπισκιάζειν αὐτῇ, καὶ ἔχειν ἐν παντὶ χρόνῳ τῷ κατὰ τὴν σύλληψιν, πεπίστευκα δὲ ὅτι καὶ μετὰ τὴν σύλληψιν. Οὐδὲ γὰρ πρὸς καιρὸν,
30ὡς πείθομαι, τοῦτο ἐγένετο ἐν τῇ Παρθένῳ, ἀλλ’ ἐν παντὶ καιρῷ, καὶ τότε, καὶ νῦν, καὶ εἰς τὸ διηνεκὲς ἐπισκιάζουσαν αὐτῇ ἔχουσα τὴν δύναμιν τοῦ Ὑψίστου ἡ Παρθένος, καὶ τὴν ἐπέλευσιν τοῦ ἁγίου Πνεύματος ἐπερχομένην αὐτῇ· ἵνα κεχαριτωμένη μένῃ. Οὕτω
35γὰρ διανοούμεθα περὶ τούτου· Ἦσαν αὐτῇ πάντα κεχαριτωμένα διὰ τοῦ Πνεύματος καὶ τῆς τοῦ Ὑψί‐ στου δυνάμεως· καὶ οὐχ, ὡς οἱ αἱρετικοί φασιν, ὅτι ἐνέργειά τις παρὰ τοῦ Πνεύματος ἐγένετο ἐν τῇ Παρ‐ θένῳ, τοῦ τελεσθῆναι τὴν σάρκωσιν. Κἂν γὰρ ἄνευ
40σπορᾶς, οὐχ οὕτω φαμὲν, ὅτι κατὰ τὴν διαίρεσιν τῶν χαρισμάτων τοῦ Πνεύματος διαιροῦντος ἰδίᾳ, καθὼς βούλεται, διεπλάσθη σὰρξ, παρὰ τὴν ὑπόστασιν τὴν ἐξιδιάζουσαν τοῦ Υἱοῦ τοῦ Θεοῦ, μὴ γένοιτο! τοῦτο γὰρ τὸ οὕτω φρονεῖν Παύλου τοῦ Σαμοσατέως ἐστὶ,
45καὶ τῶν λοιπῶν αἱρετικῶν· ἀλλ’ οὕτω λέγομεν κατὰ τὴν τῶν ὀρθοδόξων δογμάτων ὀρθότητα, ὅτι δυνά‐ μεως καὶ Πνεύματος ἐπλήσθη ἡ Παρθένος. Πρὸς ἁγιασμὸν μέντοι τῆς σαρκὸς αὐτῆς, καὶ πρὸς τὸ δύνασθαι φέρειν τὸ σωτήριον κύημα, οὕτως ἀκολούθως

28

.

929

(50)

αὐτῇ ἡ θεία τοῦ Λόγου ὑπόστασις, ἐνσκηνώσασα ἐν αὐτῇ, ἐσαρκώθη καὶ ἐνηνθρώπησεν· οὐ δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ’ ὑποστάσει, καθ’ ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθρώπησε.
55Προαπεδείχθη γὰρ, ὅτι οὐχ ὑπόστασις, ἀλλ’ ὥσπερ ἡ οὐσία καὶ ἡ ἐξουσία, καὶ βασιλεία, καὶ τὰ ἄλλα πάντα,
ἃ κατὰ θεολογίαν προτέθειται, οὐχ ὑπόστασις ἕκα‐929

28

.

932

στον λέγεται, ἀλλὰ περὶ τὴν ὑπόστασιν κατ’ οὐσίαν ἰδίᾳ διερμηνευόμενα· οὕτως καὶ ἡ ἐνέργεια καὶ ἡ δύναμις περὶ τὴν ὑπόστασιν οὐσιωδῶς ἀναφέρεται· καὶ κοινῶς μὲν ἐφ’ ἑκάστης τῶν ἁγίων τριῶν θεαρ‐ χικῶν ὑποστάσεων, ἰδίως δὲ καὶ ἐπ’ αὐτὴν τὴν μίαν τοῦ Υἱοῦ τοῦ Θεοῦ σαρκωθεῖσαν καὶ ἐνανθρωπήσασαν. Ἐπῆλθε τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὴν
5Παρθένον, καὶ ἡγίασεν αὐτὴν, ὡς καὶ ἐν Ψαλμοῖς φησι τὸ Πνεῦμα· «Ἡγιάσατο σκήνωμα αὐτοῦ ὁ Ὕψιστος,» καὶ ἐπεσκίασεν ἡ δύναμις τοῦ Ὑψίστου, δυναμώσασα αὐτὴν, καὶ σκιᾶς θείας ἐμφανείας ἐμ‐ ποιήσασα, ἵνα ἔνθεν τυπουμένη ἰδεῖν δύνηται, καθ’
10ὅσον δύναται ἰδεῖν, τὸν ἐν αὐτῇ κυοφορούμενον ἀνεί‐ δεον Θεόν. Μηδὲ γὰρ ὑποληπτέον, ὅτι καθ’ ἁπλῆν τῆς φύσεως ἰδιότητα ἰδεῖν ἠδύνατο τὸν ἐν αὐτῇ ἐνσκη‐ νώσαντα Θεὸν ἡ Παρθένος (τοῦτο γὰρ οὔτε αὐτὴ ἡ ἔμψυχος, λογική τε καὶ νοερὰ σάρκωσις ἰδεῖν ἠδύ‐
15νατο)· ἀλλὰ κατὰ τὸ δυνατὸν, ὡς ἐπισκιαζούσης αὐτῆς τῆς τοῦ Ὑψίστου δυνάμεως, καὶ οἷον σκιὰς ἐμποιούσης πρὸς τὸ ἰδεῖν τὸν ἐνσκηνοῦντα Θεόν. Καὶ ὥσπερ ἡμεῖς αὐτοὶ ψυχὴν ἐνσκηνοῦσαν ἐν τῇ σαρκὶ ἡμῶν ἔχοντες, οὐχ ὡς ἔστιν ἡ ψυχὴ ἰδεῖν αὐτὴν δυ‐
20νάμεθα, ἀλλ’ οἷον σκιὰς αὐτῆς καὶ τύπους ἀπὸ τῶν δυνάμεων αὐτῆς καὶ τῶν ἐνεργειῶν· τοιοῦτο ἥ τε Παρθένος, καὶ αὐτὴ ἡ λογικὴ καὶ νοερὰ ψυχὴ ἰδεῖν ἠδύνατο, καὶ νῦν δὲ δύναται ἐκ τῶν ἐνδιδομένων αὐτῇ δυνάμεων καὶ ἐνεργειῶν. Καὶ κατὰ τοῦτον μᾶλλον
25ἀναλογεῖ λόγον, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Κατ’ εἰκόνα γὰρ καὶ ὁμοίωσιν τῆς τοιαύτης σαρκώσεως καὶ ἐναν‐ θρωπήσεως ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· ἵνα, ἐν αὑτῷ φέρων τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν, μὴ ἀμφί‐
30βολον ἔχῃ τὰ ἐπὶ τῆς τοιαύτης σαρκώσεως καὶ ἐναν‐ θρωπήσεως· σαρκώσεως γὰρ καὶ ἐνανθρωπήσεως· καί γε καὶ συνεκφράσει προσηγορίαν κηρύττομεν, καὶ οὐ μόνον σάρκωσιν καταγγέλλομεν, ἀλλὰ καὶ ἐνανθρώπησιν· ἵνα μὴ δοκῇ τοῖς ἀθέοις αἱρετικοῖς
35ἄψυχον καὶ ἄνουν καὶ ἄλογον σάρκωσιν δογματίζειν ἡμᾶς, ἀλλὰ διὰ τοῦ λέγειν σάρκωσιν καὶ ἐνανθρώ‐ πησιν, τήν τε σάρκα πιστεύειν ἡμᾶς, τήν τε ψυχὴν λογικήν τε καὶ νοερὰν διασημαίνοντας. Διὸ καὶ τοὺς λέγοντας μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην,
40καὶ μὴ ἐπιφέροντας ἐψυχωμένην, λογικήν τε καὶ νοερὰν, οὐ πάνυ ἀποδεχόμεθα, πλὴν ἐπιλυομένους καὶ ἐν δόγμασιν ἀνατιθέντας τὴν ἑρμηνείαν τῆς ῥή‐ σεως· Τὸ γὰρ καὶ πρώην ἀπλάστως ἐῤῥήθη ὑπό τινων, ἀλλ’ ἐκακουργήθη ὕστερον, πονηρευομένων
45τῶν αἱρετικῶν κατὰ τὴν ῥῆσιν.
47 Ἁγιασθεῖσα τοίνυν τῇ ἐπελεύσει τοῦ ἁγίου Πνεύ‐ ματος ἡ Παρθένος, καὶ δυναμωθεῖσα ἐκ τῆς τοῦ Ὑψί‐ στου δυνάμεως, κυοφορεῖ τὸν κατὰ τὴν ἐξιδιάζουσαν

28

.

932

(50)

αὐτοῦ ὑπόστασιν Υἱὸν τοῦ Θεοῦ, κατὰ τὴν μίαν αὐτοῦ τῆς θεότητος φύσιν· καὶ τίκτει τοῦτον σαρκωθέντα καὶ ἐνανθρωπήσαντα κατὰ τὴν τῶν δύο φύσεων ἰδιότητα· ἐκ δύο καὶ ἐν δύο δογματιζόμενον ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως· οὐ θεοφόρον ἄνθρωπον, ἀλλὰ σαρκοφόρον
55Θεόν. Μὴ γὰρ, ὡς πάλιν εἰπεῖν, οὕτω ταῦτα νοή‐ σαντες οἱ αἱρετικοὶ, ἀλλ’ οἷον εἴρηται, κατ’ ἐνέργειαν Πνεύματος καὶ δυνάμεως Ὑψίστου γενομένην τὴν ἐν
Παρθένῳ κυοφορίαν, θεοφόρον ἄνθρωπον τὸν ἐκ τῆς931

28

.

933

Παρθένου ἐδογμάτισαν· πεφορημένην θείαν δύναμιν καὶ ἐνέργειαν τοῦ Πνεύματος, ἐνεργήσαντα ἐναντίον Φαραὼ καὶ πάντων τῶν υἱῶν Ἰσραήλ. Ὅθεν καὶ προσλαμβάνουσι τὰς παρὰ τοῦ κορυφαίου φωνὰς, δη‐
5μηγοροῦντος ἐν ταῖς Πράξεσι περὶ Χριστοῦ, καὶ αὐτοῦ μὲν ὀρθῶς λέγοντος, οὗτοι δὲ στρεβλῶς καὶ πονηρῶς ἐκλαμβάνοντες, ἀνθ’ ὧν καί φησιν· «Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ, ὃν ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα‐
10σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύναμιν Ὑψίστου, ὡς καὶ ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, γέγραπται. Καὶ τοῦτον Υἱὸν Ὑψίστου ἐκά‐ λεσεν ἡ Γραφὴ, οἶον καὶ εἴρηται ἐν τοῖς Ψαλμοῖς,
15λέγοντος τοῦ Θεοῦ πρὸς πολλούς· «Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Ἅπερ τοιαῦτα τὸν τῶν αἱρετικῶν δογμάτων διελέγχοντες νοῦν, καὶ ἐπ‐ ανορθοῦν προθυμούμενοι διὰ τοῦ παρόντος κηρύγμα‐ τος, λέγομεν, ὅτι οὐ θεοφόρος ἄνθρωπός ἐστιν ὁ
20Χριστὸς, ἀλλὰ σαρκοφόρος Θεὸς, ἀνθ’ ὧν καὶ Θεὸς ὢν, ἄνθρωπον ἐφόρεσε καθ’ ὅλον τὸ πλήρωμα τῆς ἀνθρωπότητος· Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, εἷς ὢν κατὰ μίαν ὑπόστασιν, καὶ ἐκ δύο καὶ ἐν δύο ταῖς φύσεσι. Τοῦτον γὰρ τὸν ἄνθρωπον, ὃν καὶ λέ‐
25γομεν, ὅτι ἐφόρεσε, τοῦτον ὁ Θεὸς καὶ Πατὴρ εὐδοκίᾳ αὐτοῦ, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος κατὰ τὴν μίαν αὐτουργίαν τοῦ Υἱοῦ, ἔχρισε Πνεύματι ἁγίῳ, πᾶσαν ἐνέργειαν παρασχὼν αὐτῷ, καὶ δύναμιν Ὑψί‐ στου περιέζωσε, πρὸς τὸ δύνασθαι φέρειν πάσης
30ἀντικειμένης δυνάμεως προσβολὴν, καὶ ἐνεργεῖν πᾶσαν θεραπείαν ἐν τῷ λαῷ· ἐπείπερ καὶ πειρά‐ ζεσθαι ὑπὸ τοῦ Σατανᾶ κατεδέξατο, καὶ πᾶσαν τα‐ πείνωσιν καὶ πτωχείαν ὑπέμεινεν ἐν τῇ σαρκὶ αὐτοῦ· καθὼς καὶ περὶ τούτου ὁ μέγας ἱεροκήρυξ
35βοᾷ λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ πέμψας Υἱὸν ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.» Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν σαρκὶ γενόμενος, αὐτὸς
40λέγεται ἐνανθρωπήσας, ὥσπερ καὶ ἐν ἄλλοις φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγο‐ ράσῃ.» Κἀντεῦθεν σημειωτέον, ὅτι πρῶτον ὁ Υἱὸς παρὰ
45τοῦ Πατρὸς πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικὸς, οὐ πρῶτον γίνεται, καὶ ἐκ τότε πέμπεται· ἀλλὰ πρῶτον πέμπεται, καὶ τότε γίνεται ἐκ γυναικός. Καὶ τούτοις τοῖς ἀποστολικοῖς συμφωνοῦσιν οἱ προφῆται, ἀπεσταλμένον αὐτὸν Υἱὸν λέγοντες. Καὶ πρότερον ἐν

28

.

933

(50)

Ἡσαΐᾳ αὐτοῦ τοῦ ἀπεσταλμένου λέγοντος ἄκουε· «Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·» καὶ ἐξερχόμενος τὰ κατὰ καιρὸν ἐνερ‐
γείας, συνάπτει λέγων· «Καὶ νῦν Κύριος ἀπέσταλκέ933

28

.

936

με, καὶ τὸ Πνεῦμα αὐτοῦ·» φανερῶς διὰ τούτων παραδείξας ἑαυτὸν, ὅτι αὐτὸς ὁ Θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν λέγει· «Καὶ νῦν Κύριος ἀπ‐ έσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Καὶ διὰ Ζαχαρίου
5λέγων· «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἔρ‐ χομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ κατα‐ φεύξονται ἔθνη πολλὰ ἐπὶ Κύριον ἐν τῇ ἡμέρᾳ ἐκεί‐ νῃ· καὶ ἐπιγνώσῃ, ὅτι Κύριος ἐξαπέσταλκέ με πρὸς σέ.» Ἐντεῦθεν καὶ αὐτὸς ὁ σαρκωθεὶς καὶ ἐνανθρω‐
10πήσας διομολογεῖ αὑτὸν λέγων· Ἀπεστάλην παρὰ τοῦ Πατρός· καὶ, Ἀπέσταλκέ με ὁ Πατὴρ, τὰ αὐτὰ ἐν πολλαῖς ῥήσεσιν ἐπιμαρτυρῶν. Οὐκοῦν οὐχ ὡς ἄνθρωπος ἀπεστάλη, ἀλλ’ ὡς Θεὸς, καὶ Κύριος, Υἱὸς παρὰ Κυρίου τοῦ Πατρὸς, ὡς καὶ τὸ, «Ἔβρεξε Κύριος
15παρὰ Κυρίου,» παρὰ Κυρίου κεῖται· καὶ τὸ, «Εἶ‐ πεν ὁ Κύριος τῷ Κυρίῳ μου.» Λαμβάνει δὲ κἀν τούτοις τὸν θρόνον Δαβὶδ, τοῦ σωματικῶς γενεαλογου‐ μένου πατρὸς αὐτοῦ· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.»
20 Καὶ κατανόει λόγον καὶ δόγμα συνυφιστάμενον τῇ ἐξηγήσει ταύτῃ. Ζητοῦσι γὰρ παρασαλεύοντες πάντα οἱ αἱρετικοὶ, καὶ διερωτῶσιν ὑποκρινόμενοι· Εἰ τοῦτο παρηκολούθησε τῇ σαρκώσει Χριστοῦ· ἤτοι λαβόντος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ
25βασιλεύσαντος ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας. Πρὸς οὓς ἀποκρινόμενοι, φαμὲν ὅτι μετ’ ἐπιτηρήσεως δεῖ προσέχειν, ὅτι, εἰπόντος τοῦ ἀγγέλου, «Καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ,» οὐκ ἐπεσημήνατο, ἐφ’ ᾧ στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ’ ἀπολύτως λέγει,
30«καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ’ ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώ‐ σει» εἴρηται, ἐφ’ ᾧ μεταστῆσαι τοῦτον τὸν θρόνον, ὡς καὶ αὐτὸς ὁ Χριστὸς διερμηνεύων ἔλεγε πρὸς Ἰου‐ δαίους· «Διὰ τοῦτο ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία,
35καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Οὐκοῦν λαβὼν ὁ Χριστὸς τὸν θρόνον Δαβὶδ, μετέστησεν αὐτὸν καὶ ἔδωκε τοῖς ἁγίοις Χριστιανῶν βασιλεῦσι, ἐπαναστρέψαι τούτους ἐπὶ τὸν οἶκον Ἰακώβ· καὶ πα‐ ραδοὺς αὐτὸν εἰς ὀνειδισμὸν καὶ εἰς διαρπαγὴν, βασι‐
40λεύει ἐν Χριστιανοῖς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασι‐ λείας αὐτοῦ οὐκ ἔσται τέλος· οὐδὲ γὰρ λαῷ ἑτέρῳ ὑπολειφθήσεται, κατὰ τὰς ὁράσεις Δανιὴλ τοῦ προφή‐ του· ἀλλ’ ἀνακηρύττουσιν αὐτὸν Χριστὸν βασιλέα εἶναι, αὐτὸν διαρκῆ μέχρι τῆς δευτέρας αὐτοῦ παρουσίας,
45καθ’ ἣν ἐλευσόμενος, μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἰ γὰρ γεννηθεὶς ἐκ τῆς Παρθένου, καὶ πάντα τελέσας τὰ κατὰ τὴν οἰκονομίαν τοῦ θανάτου καὶ τοῦ σταυροῦ, ἀναστάς φησιν· «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρα‐

28

.

936

(50)

νῷ καὶ ἐπὶ γῆς·» ἤδη ἐκεῖθεν ἐβασίλευσε, καὶ ἀνα‐ κηρύττεται Χριστιανῶν βασιλεύς· ὡς καὶ κατ’ ἀρ‐ χὰς τῶν εὐχῶν συγκαλούμενοι ἀλλήλους, ἀνακρά‐ ζουσι λέγοντες· Δεῦτε, προσκυνήσωμεν, καὶ προσπέ‐
σωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ ἡμῶν. Καὶ ἐρχόμε‐935

28

.

937

νος κατὰ τὴν μεγάλην καὶ ἐπιφανῆ αὐτοῦ δευτέραν παρουσίαν, αὐτὸς μένει βασιλεὺς εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ ἐπεὶ αὐτὸς βασιλεύς ἐστιν ὁ ἐκ τῆς Παρθένου γεννηθεὶς, καὶ αὐ‐
5τὸς Κύριος ὁ Θεός. Δι’ αὐτὸν καὶ ἡ τεκοῦσα αὐτὸν βασίλισσα, καὶ Κυρία καὶ Θεοτόκος, κυρίως καὶ ἀλη‐ θῶς δογματίζεται. Καὶ ἐφαρμόζεται κἀντεῦθεν λέγειν ὡς πρὸς αὐτὴν ἀφορῶντας ἡμᾶς, καὶ πρὸς αὐτὸν τὸν ἐξ αὐτῆς τεχθέντα σαρκοφόρον Υἱὸν αὐτῆς· Νῦν «παρέστη ἐκ
10δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.» Καὶ γὰρ καθὰ γυνὴ ἐχρημάτισεν ἡ βασίλισσα, καὶ Κυρία, καὶ Μήτηρ τοῦ Θεοῦ, κατὰ τὸ γυναικεῖον αὐτῆς σχῆμα, καὶ νῦν ὡς βασίλισσα παρ‐ ισταμένη ἐκ δεξιῶν τοῦ παμβασιλέως Υἱοῦ αὐτῆς, ἐν
15ἱματισμῷ διαχρύσῳ τῆς ἀφθαρσίας, περιβεβλημένη, πεποικιλμένη, ἱερολογεῖται· ἀνθ’ ὧν μηδὲ καθ’ ἁπλό‐ τητα πνευματικὴν, καὶ οἷον ἄσαρκον καὶ ἀσώματον παρίσταται, ἀλλὰ περιβεβλημένη μὲν κατὰ τὴν παν‐ αγεστάτην αὐτῆς σάρκα τὴν ἀφθαρσίαν καὶ ἀθανα‐
20σίαν, καὶ πεποικιλμένη κατὰ τὰ ἐπερείδοντα αὐτῆς τὴν σάρκα παναγιώτατα ὀστᾶ. Καὶ γὰρ καὶ ἐκ τῶν σαρκῶν αὐτῆς καὶ ἐκ τῶν ὀστέων αὐτῆς, ὡς ἐκ τοῦ πάλαι Ἀδὰμ, ὁ νέος Ἀδὰμ, κατ’ ἀντιπρόσωπον πλάσας ἑαυτῷ τὴν ὡς πλευρὰν σάρκωσιν, φέρει αὐ‐
25τὴν εἰς τὸ διηνεκές. Καὶ ἐντεῦθεν ἡ νέα Εὔα, Μήτηρ τῆς ζωῆς ὀνομαζομένη, μένει περιβεβλημένη, πεποικιλμένη, εἰς ἀπαρχὴν ζωῆς ἀθανάτου πάντων τῶν ζώντων. Εἴπωμεν τοίνυν καὶ αὖθις καὶ πάλιν καὶ ἀεὶ καὶ διὰ παντὸς, ὡς πρὸς αὐτὸν τὸν βασιλέα Κύριον
30καὶ Θεὸν, καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν Κυρίαν τε καὶ Θεοτόκον ἀποβλέποντες, κινήσει θεωρίας τοῦ κατὰ νοῦν ἡμῶν διορατικοῦ ὀφθαλμοῦ· «Παρέστη ἡ βασί‐ λισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ, περιβε‐ βλημένη, πεποικιλμένη.» Καὶ δὴ ἄκουσον, θύγατερ
35Δαβὶδ καὶ Ἀβραὰμ, καὶ κλῖνον τὸ οὖς σου εἰς τὴν δέησιν ἡμῶν, καὶ μὴ ἐπιλάθῃ τοῦ λαοῦ σου, μηδὲ ἡμῶν τοῦ οἴκου Πατρός σου. Πατέρες γάρ σου ἐσμὲν κατὰ τὴν ἀναλογίαν, καὶ θυγάτηρ ἡμῶν κατὰ τὴν ἐξ ἡμῶν γέννησιν, καὶ πρέπον σοί ἐστιν ὡς Μη‐
40τέρα τοῦ Θεοῦ γενομένην, βασίλισσαν τε καὶ Κυρίαν, καὶ δέσποιναν, δι’ αὐτὸν τὸν ἐκ σοῦ τεχθέντα βασιλέα καὶ Κύριον, καὶ Θεὸν, καὶ δεσπότην, μνημονεύειν, παρεστῶσαν ἐπὶ τοῦ ἡμῖν μὲν φοβεροῦ, σοὶ δὲ τερ‐ πνοῦ, καὶ πάσας παρέχοντος χάριτας· ἀνθ’ ὧν καὶ
45κεχαριτωμένη ὠνομάσθης, ὡς πάσης χαρᾶς ἀνάπλεως ἀναδειχθεῖσα, διὰ τῆς ἐπὶ σὲ τοῦ ἁγίου Πνεύματος ἐπελεύσεως. Διὸ καὶ τὸ πρόσωπόν σου λιτανεύοντες οἱ πλούσιοι τοῦ λαοῦ πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν·

28

.

937

(50)

Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεν‐ νῆσαι παρθένος μείνασα, καὶ ἀντίδος ἡμῖν ἀντὶ τῶν μικρῶν τούτων λογίων μεγάλας τὰς δωρεὰς ἀπὸ τοῦ πλούτου τῶν χαρισμάτων σου, κεχαριτωμένη· ὑπὲρ
ὧν, καὶ ὡς ὑποκειμένων καὶ συστατικῶν διαφωνῶν,937

28

.

940

διαφερόντως σοι πρὸς ἐγκώμιον, εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, προσάγεταί σοι παρ’ ἡμῶν καὶ πάσης τῆς κτίσεως ὕμνος, τῇ κεχαριτωμένῃ, τῇ Κυρίᾳ, τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ κιβωτῷ τοῦ ἁγιάσματος. Ἰδοὺ δὴ καὶ ἀπὸ τοῦ νῦν καὶ ἀρχῆς ἡμέρας ὡς ἀπαρχὴν ἐγκωμίου, προσεπλέξατό σοι κατ’ ἐπ‐
5ώνυμον ἐγκώμιον ὁ ἀρχάγγελος βοῶν· «Χαῖρε, κεχα‐ ριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Μακαρίζουσί σε πᾶσαι αἱ γενεαὶ, καὶ πρότερον αἱ κατ’ οὐρανὸν πᾶσαι τῶν ἀγγέλων τετραρχίαι, καὶ τῶν ἐπὶ γῆς, ἱεραρ‐ χικὰς χεῖρας ἐπαίρουσαι, εὐλογοῦσί σε τὴν ἐν οὐρα‐
10νοῖς εὐλογημένην, καὶ ἐπὶ γῆς μακαριζομένην. «Εὐ‐ λογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.» Τοιαῦτα ἡ πρώτη τῶν θρόνων χε‐ ρουβίμ τε καὶ σεραφὶμ ἱεραρχία ἐμπρηστῶν ἀνακα‐ λουμένων, ἢ πλῆθος γνώσεως γενέσθαι τοῦ Θεοῦ καὶ
15βασιλέως, εὐλογοῦσαι λέγουσι· Μακαρία σὺ ἐν γυναιξὶ, καὶ μακαρία ἡ κοιλία σου Θεὸν βαστάσασα, καὶ μα‐ σθοὶ, οὓς αὐτὸς νηπιάσας ἐθήλασεν. Ἡ δευτέρα ἱεραρχία τῶν κυριοτήτων καὶ δυνάμεων, καὶ ἐξου‐ σιῶν πρὸς σὲ ἀναβλέπουσαι βοῶσιν, ὡς μαθοῦσαι παρὰ
20τῆς ὑψηλοτέρας αὐτῶν καὶ προτελουμένης ἱεραρχίας· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένη ἡ κοιλία σου, ἡ Θεὸν χωρήσασα, καὶ μασθοὶ οἳ ἐξέθρεψαν Θεὸν παιδίον γενόμενον. Τοιαῦτα καὶ ἡ τρίτη τῶν ἀρχῶν, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἱεραρχία, κεκε‐
25λευσμένη καὶ ἐπιτετραμμένη παρὰ τοῦ ἀποστείλαν‐ τος Θεοῦ, ὡς δι’ ἑνὸς ἀρχαγγέλου τοῦ Γαβριὴλ ἐκβοᾷν τὸν ἐκφαντορικώτατον καὶ περιληπτι‐ κώτατον ὕμνον, ἀεὶ ἀνακράζει· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Ἀπὸ τούτων καὶ οἱ κατὰ τὴν
30ἐπὶ γῆς ἱεραρχίαν τὰς ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λά‐ ρυγγι φέροντες, μαθόντες ἢ δανειζόμενοι τὰς φωνὰς, ἀνυψοῦμεν μεγάλῃ καὶ διαπρυσίῳ τῇ φωνῇ λέγοντες· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.» Πρέσβευε, Κυρία, καὶ δέσποινα, βασίλισσά τε καὶ
35Μήτηρ Θεοῦ, ὑπὲρ ἡμῶν· ὅτι ἐξ ἡμῶν σύ τε καὶ ὁ ἐκ σοῦ τεχθεὶς σαρκοφόρος Θεὸς ἡμῶν· ᾧ πρέπει ἡ δόξα καὶ ἡ μεγαλοπρέπεια, πᾶσά τε τιμὴ καὶ προσ‐ κύνησις καὶ εὐχαριστία, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πα‐
τρὶ, καὶ τῷ ἁγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.939