TLG 2035 086 :: ATHANASIUS :: In nativitatem praecursoris [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

In nativitatem praecursoris [Sp.]

Citation: Volume — page — (line)

28tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
29tΑΘΑΝΑΣΙΟΥ
30tΕἰς τὸ γενέθλιον τοῦ Προδρόμου, καὶ εἰς τὴν Ἐλισάβετ, καὶ εἰς τὴν Θεοτόκον.
33 Χώραν μὲν ἀποχερσωθεῖσαν, καὶ ὀνάγρων κα‐ ταπάτημα γενέσθαι καταλειφθεῖσαν, βοῦς ἀροτὴρ κα‐
35μάτῳ ῥυμοτομῶν, ἐγείρει τοὺς αὔλακας· ὅσον γὰρ ἀκατέργαστος ἡ χώρα τῷ χρόνῳ μεμένηκε, τοσοῦτον ὁ πρὸς τὴν ἀροτρίασιν βοῦς παριστάμενος ἐπιπονω‐ τέρῳ καμάτῳ συγκάμπτεται τὸν ζυγοφόρον ἐπεκτρί‐ βων αὐχένα· γυναῖκα δὲ στειρωθεῖσαν καὶ μακροῖς
40χρόνοις παλαιωθεῖσαν, καὶ δυσὶ κακοῖς περιπεσοῦσαν, ἀγονίᾳ τε καὶ ἀτονίᾳ, ἀγονίᾳ φύσεως καὶ ἀτονίᾳ γη‐
ραλεότητος, λόγῳ, καὶ οὐ πόνῳ, ὁ τῆς φύσεως δη‐905

28

.

908

μιουργὸς Θεὸς Λόγος καὶ τὴν τοῦ σώματος παλαιό‐ τητα ἀνακαινίζει, καὶ τὴν τῆς φύσεως στείρωσιν διορθοῦται. Καὶ μαρτυρεῖ μου τῷ λόγῳ ἡ γαμετὴ τοῦ ἱερέως Ζαχαρίου, Ἐλισάβετ, ἡ μὴ γελάσασα κατὰ
5τὴν Σάῤῥαν, ἀλλὰ πιστεύσασα κατὰ τὴν Ἄνναν, ἡ τοῖς κεχαλασμένοις μέλεσιν ὡς ἀετὸς ἀνακαινισθεῖσα· ἐπωλοτρόφησε γὰρ παῖδα γνώριμον, αἰδέσιμον, τῶν Ἰορ‐ δανείων ῥείθρων συνόμιλον. Ὄντως μεγάλη ἐν γυναιξὶν Ἐλισάβετ, ὡς συγγενὴς τῆς ἐνδόξου Παρθένου, καθὼς
10ἤκουες ἀρτίως τοῦ Γαβριὴλ πρὸς τὴν Παρθένον λέγοντος· «Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου.» Ὢ εὐγένεια γένους! ὢ ἄσκησις εὐλαβείας! ὢ καθαρότης βίου! ὢ ἁγνεία σώματος! ὢ θεοφίλεια ψυχῆς! ὢ μυ‐ ροδόχον σκεῦος! Τὴν Εὔαν ἐπτέρνισεν ὁ ὄφις· τῇ Ἐλι‐
15σάβετ τὰ βέλτιστα ὁ ἄγγελος. Ὄντως μεγάλη ἐν γυ‐ ναιξὶν Ἐλισάβετ, ἡ καὶ τὸν Βαπτιστὴν Ἰωάννην βα‐ στάσασα, καὶ τὸν ἄπιστον Ζαχαρίαν ὀνειδίσασα. Καὶ ὅτι ἄπιστος Ζαχαρίας τὴν τοῦ σώματος ἀσθένειαν βε‐ βαιοτέραν τῆς τοῦ Θεοῦ ἐπαγγελίας λογισάμενος,
20ἤκουες τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.» Σύμβουλος ἡ ὀπτα‐ σία τῆς θεωρίας. Ἐκ δεξιῶν ὁ ἄγγελος ἵστατο, ἐπειδὴ δεξιὸς ἤμελλε τόκος τίκτεσθαι, τὴν δεξιὰν ὁδὸν τῆς τῶν
25οὐρανῶν βασιλείας κηρύττων, κατὰ τὸ φάσκον ῥητόν· «Ὁδοὺς τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός· διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·» οὐ τὴν ὁδὸν διαλλάττων, ἀλλὰ τὸν τρόπον αἰνιττόμενος. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυ‐ ρίου ἐκ δεξιῶν ἑστὼς τοῦ θυσιαστηρίου τοῦ θυμιάμα‐
30τος.» Ἀκουέτωσαν οἱ παρόντες, καὶ συνιέτωσαν, ὅτι ἄγγελοι τῷ θυσιαστηρίῳ παρίστανται· ὅπου δὲ ἀγγέ‐ λων παράστασις, ἐκεῖ Θεοῦ κατασκήνωσις. Ζαχαρίας ὁ ἱερεὺς ἐξεφημερίαν ἐποίει, ἐξ ἡμερῶν εἰς ἡμέρας παριστάμενος τῇ λειτουργίᾳ· οὐχὶ δι’ ὅλου χωρῶν,
35ἀλλ’ ἐν τῇ ἐφημερίᾳ λειτουργῶν. Οἱ δὲ ἀποκληρω‐ θέντες ἄγγελοι τοῦ Θεοῦ εἰς θυσιαστήριον ἐφημερίαν οὐ ποιοῦσιν, ἀλλὰ νύκτωρ καὶ μεθ’ ἡμέραν ἀδιασπά‐ στως παρίστανται τῷ θυσιαστηρίῳ. Ἴσασι καὶ τὸν καταφρονοῦντα, καὶ τὸν μὴ καταφρονοῦντα· γνωρί‐
40ζουσι καὶ τοὺς εὐλαβῶς προσιόντας, καὶ τοὺς οὐχ οὕτω προστρέχοντας· ἐπίστανται καὶ τοὺς εὐορκοῦν‐ τας, καὶ τοὺς ἐπιορκοῦντας· σφραγίζουσι καὶ τοὺς καρποφοροῦντας, καὶ τοὺς ναρκιῶντας. Μὴ ὅτι λίθοις κεκαλλώπισται τὸ θυσιαστήριον σκόπει· ὑπὸ γὰρ ἀγγέ‐
45λων βαστάζεται, ὑπὸ ἀρχαγγέλων κυκλοῦται. Εἰ γὰρ πᾶν ὅριον ἐθνικὸν κατὰ ἀριθμὸν ἀγγέλων ὁροθετεῖται, κατὰ τὸ φάσκον ῥητόν· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·» πόσῳ μᾶλλον τὸ θυσιαστή‐ ριον ἀγγελοπλήρωτον, ὅπου ὁ μυστικὸς ἄνθραξ ἐπί‐

28

.

908

(50)

κειται; ὃν τῇ λαβίδι τοῦ πνεύματος τὰ σεραφὶμ διερ‐ χόμενα διὰ τῆς λειτουργίας τοῦ ἱερέως, κάθαρσιν ἁμαρ‐ τημάτων τῷ αἰτοῦντι χαρίζονται; Καὶ ὅτι ἐν τούτοις τὸ θυσιαστήριον, ἄκουε Ἡσαΐου τοῦ προφήτου βοῶν‐ τος· «Ἐθεώρουν, καὶ ἰδοὺ ἀπεστάλη πρὸς, μὲ ἓν τῶν
55σεραφὶμ, καὶ εἶχεν ἄνθρακα ἐν τῇ χειρὶ αὐτοῦ, ὃν τῇ
λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου· καὶ ἥψατο τῶν907

28

.

909

χειλέων μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τῶν χειλέων σου, καὶ ἀφαιρεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.» Εἶδες τίνες παρίστανται τῷ θυσια‐ στηρίῳ, καὶ οἵοις ὀφθαλμοῖς δεῖ ἐνατενίζειν ἔνδον,
5καθαροῖς, ἀδόλοις, εὐμεταδότοις, φιλοπτώχοις; Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; καλὸν γὰρ ἡμᾶς τῆς πάσης πραγματείας ἐπιλαβέσθαι· «Ὤφθη δὲ αὐ‐ τῷ, φησὶν, ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Καὶ ἰδὼν Ζαχαρίας,
10ἐταράχθη, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν. Εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκού‐ σθη ἡ δέησίς σου, καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενής σου, γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάν‐ νην. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ παντὶ
15τῷ λαῷ σου.» Ταῦτα τοῦ ἀγγέλου διαγορεύοντος, ὁ Ζαχαρίας ἐν τούτῳ, δειλίᾳ καὶ φόβῳ Θεοῦ συλληφθεὶς, ἀνταπεκρίθη πρὸς τὸν ἄγγελον φάσκων· Ἔξω φόβου κελεύεις με ὑπουργεῖν, καὶ λέγεις μοι· Μὴ φοβοῦ, Ζαχαρία· καὶ πῶς οἷόν τε τοῦτο; Ὃ οὐκ εἶδόν ποτε,
20νῦν ἐν πρώτοις τεθέαμαι, πῦρ φθεγγόμενον, ἀσώμα‐ τον ἄνθρωπον, ζωγραφητὸν πρόσωπον, ἀσύνθετον ὄψιν, νεφελοσύστατον σχῆμα, ἀερόβατον δρομέα πτε‐ ροβόλον, θυσιοπάρεδρον λόγον ἐκβάλλεις, καὶ φόβον δει‐ κνύεις· τὰ ῥήματά σου πύρινα, καὶ τὰ ἐπαγγέλματά σου
25δύσπιστα. Ἐλισάβετ κυοφορήσει, κἀγὼ πατὴρ ἀναδει‐ χθήσομαι; Ὅτε θανάτου γειτονία, τότε παιδὸς φυτουρ‐ γία; Ὅτε πάππος τὴν ἡλικίαν, τότε πατὴρ τὴν προσδο‐ κίαν; λόγος πρὸς γόνον οὐδείς· ἐσβέσθη τὰ γεννητικὰ μόρια, ἐκαθεύδησε λοιπὸν ἡ φύσις, ἀδιύπνιστος πρὸς
30ὄρεξιν μένει, λήθην ἑαυτῆς εἰργάσατο. Κἀγὼ τῷ γή‐ ρατι τῇ γῇ προσνένευκα, καὶ Ἐλισάβετ πρὸς ἑτοιμα‐ σίαν βακτηρίαν μεμίσθωται. Ἅπαξ ἡ ξηρὰ ῥάβδος τοῦ Ἀαρὼν ἤνθησεν, οὐχὶ δὲ πολλάκις. Κατὰ τί γνώ‐ σομαι τοῦτο; Ὁ δὲ ἄγγελος πρὸς αὐτόν· Τί ἀδολε‐
35σχεῖς, Ζαχαρία; καὶ ἱερατεύεις, καὶ διστάζεις; Μὴ οὐκ ἦν Ἀβραὰμ ἑκατονταετὴς, καὶ Σάῤῥα πρὸς νέ‐ κρωσιν μήτρας ἀσχολουμένη; Μὴ ἔστειλεν ὁ τούτων καρπός; Εἰ μὴ εἶχες ὑποδείγματα, καλῶς ἐδίστασας· εἰ δὲ ἐξ ἐκείνων κατάγῃ, τί τὰ ἐκείνων οὐ διανοῇ,
40Ὁ ἐθνικὸς Ἀβραὰμ ἐπίστευσε, καὶ ὁ ἱερατικὸς ἀμ‐ φιβάλλεις; ἐκεῖνος ἐκτὸς θυμιάματος ἐμυρίσθη, καὶ σὺ ἐν τῷ θυσιαστηρίῳ ἐκαπνίσθης; ἐκεῖνος τὸν κλη‐ ρονόμον δεχόμενος ἠγαλλιᾶτο, καὶ σὺ τὸν πρόδρομον Ἰωάννην εἰς οὐδὲν λογίζῃ; Αὐτός σε τῆς καταδίκης
45ἐξελεῖται, αὐτός σε τῆς κατάρας ἐλυτρώσατο· αὐτός σου τὴν γλωττιαίαν κλεῖδα βαστάζει· αὐτὸς πρὸς Κύριον πολλοὺς ἐπιστρέψει· αὐτὸς ἐν δυνάμει Ἡλίου τοῦ προφήτου προπορεύσεται, οὐ πύρινον σκεῦος ἁρ‐ ματηλατῶν, ἀλλὰ τὸ Ἰορδάνειον λουτρὸν εὐτρεπίζων

28

.

909

(50)

διὰ τὸν πολὺν ῥύπον τῶν ἁμαρτιῶν. Διό σοι καὶ εἰπεῖν προσετάχθην· «Εἰσηκούσθη ἡ δέησίς σου·» ὅτι ἔφθασεν ὁ καιρὸς ὁ πάλαι προφητευθεὶς καὶ νῦν πληρωθείς· «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμά‐ σατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους
55αὐτοῦ.» Οὐκ ἄγγελος, οὐ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ
Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Διὰ τοῦτο, Ζαχαρία,909

28

.

912

σὺ μὲν φιμώθητι, ἐν καιρῷ τῆς ἀντιλογίας τὸ πρόσ‐ τιμον τῆς τιμωρίας δεχόμενος· ἐγὼ δὲ τόπον ἐκ τό‐ που μετέρχομαι, καὶ πρὸς τὴν Παρθένον μέλλω πο‐ ρεύεσθαι, ἀπὸ τῆς στρατιωτικῆς ὁμιλίας ἐπὶ τὴν ἀποστολικὴν διακονίαν χωρῶν. Ταῦτά μοι διὰ βρα‐
5χέων, ὦ φίλε, εἰς τὴν παραληφθεῖσαν τῆς τοῦ Ζαχαρίου ἀπιστίας προωδοιπόρηται. Τίνα δὲ καὶ τὰ ἀρτίως παραναγνωσθέντα, και‐ ρὸς λοιπὸν ἐπιζητῆσαι. Ποῖα ταῦτα; Τὰ ὑπὸ τοῦ Γαβριὴλ μηνυθέντα, καὶ ὑπὸ τῆς Παρθένου πιστευθέν‐ τα, καὶ ὑπὸ τοῦ Πνεύματος προβιβασθέντα, καὶ ὑπὸ
10τοῦ Κυρίου θησαυρισθέντα, καὶ ὑπὸ τοῦ Πατρὸς σφραγισθέντα, καὶ ὑπὸ τῶν εὐσεβῶν φυλαχθέντα. Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· «Ἐν τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβρι‐ ὴλ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς
15παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσήφ.» Ὢ μνῆστρα ἄλλῳ μνηστευθέντα, καὶ ἄλλῳ κατεγ‐ γυηθέντα! ὢ μνῆστρα χαρᾶς ἐμφανιστικὰ, καὶ ταρα‐ χῆς διαιρετικά! Ἤκουες ἀρτίως τοῦ εὐαγγελιστοῦ Λουκᾶ λέγοντος· Εἰσελθὼν δὲ εἰς τὸν οἶκον ὁ ἄγγε‐
20λος, ἠσπάσατο τὴν Παρθένον καὶ εἶπε· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ, ἰδοῦσα, διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ἐν ἑαυτῇ, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.» Εἶδες τὴν χαρὰν τοῦ ἀγγέλου τα‐
25ραχὴν ἐγείρουσαν; Οὐ μόνον δὲ ταραχὴν, ἀλλὰ καὶ διαλογισμοὺς, ἀλλὰ καὶ ἀμφιβολίαν, ἀλλὰ καὶ τὰ πα‐ ραπλήσια τούτων. Τὸ γὰρ ἄθροον τῆς ἀγγελικῆς εἰσ‐ όδου, καὶ τὸ ξένον τῆς ὄψεως, καὶ τὸ ἀσύνηθες τῆς συντυχίας, καὶ τὸ ὑπέρογκον τῆς ἐπαγγελίας, καὶ
30τὸ ἀπροσδόκητον τῆς ἀκοῆς, εἰς δειλίαν ἐνέβαλε τὴν Παρθένον, τῇ ἐπινοίᾳ τῆς σωφροσύνης πᾶσαν φαύλην ἐπίνοιαν ἐκποδὼν ποιησαμένην. Διὸ καὶ ἐταρά‐ χθη, καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινε. Τί ἐστι, Καὶ ταραχθεῖσα ἀτάραχος ἔμεινεν; Ἄκουε συνετῶς. Ἡνίκα
35Γαβριὴλ ὁ ἄγγελος, ἀποστολικὴν διακονίαν πλη‐ ρῶν, ἀψόφῳ ποδὶ ἐπὶ τὸν παρθενικὸν ἐχώρει κοι‐ τῶνα· μόνη γὰρ παρῆν ἡ Παρθένος, ἐν τῷ οἴκῳ τοῦ μνηστευσαμένου διάγουσα· ἴστε πάντες σαφῶς καὶ πῶς ἐρυθριᾷ παρὰ τὰς ἀρχὰς τοῦ συναλλάγματος ἡ
40Παρθένος κάτω τὰς ὄψεις φέρουσα, ἠρέμα λαλοῦσα, μὴ ἀνανεύουσα, πάσης σωφροσύνης ἐπιμελουμένη. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ ἄγγελός φησι πρὸς αὐτήν· «Μὴ φοβοῦ, Μαριὰμ,» εἰ καὶ ἠγωνίασας, καὶ ὥσπερ παρθένος τῆς σωφροσύνης ἐφρόντισας, μὴ καταδρα‐
45μὼν ὁ μνηστήρ σου καταψηφίσηταί σου τῆς εὐλαβείας. Τοῦτο γίνωσκε, Παρθένε, ὡς οὐδεμία σοι κοινωνία ἔσται πρὸς τὸν μνηστῆρά σου Ἰωσήφ. Ἕτερόν σε πρᾶγμα περιμένει, θεῖον, δεσποτικὸν, ἄφραστον, ἀνερμήνευτον, λόγῳ παραστῆναι μὴ δυνάμενον. Δε‐

28

.

912

(50)

σποτικὸς εὑρεθήσῃ σηκὸς, ἀπειρόγαμος ἀναδειχθήσῃ μήτηρ, τὸν οὐρανοῦ καὶ γῆς δεσπότην μέλλεις ὑποδέ‐ χεσθαι, ἀδιάφθορον τόκον κυοφοροῦσα. «Μὴ φοβοῦ, Μα‐ ριὰμ,» στήριξόν σου τὸν λογισμὸν, νεύρωσόν σου τὴν ψυχὴν, ἕδρασόν σου τὴν καρδίαν. Μὴ μιμήσῃ τὸν Ζα‐
55χαρίαν, μὴ ἀμφιβάλῃς, ὡς ἐκεῖνος, σὺ τῶν γυναικῶν τὸ καύχημα· σὺ τοῦ Ἰσραηλιτικοῦ λαοῦ τὸ ἀγαλλίαμα·
σὺ τῶν ἐθνῶν τὸ ἐγκαλλώπισμα· σὺ τῆς χαρᾶς τὸ ῥί‐911

28

.

913

ζωμα· σὺ τῆς εὐλογίας τὸ φυτούργημα. Σὺ εὗρες χάριν παρὰ τῷ Θεῷ παρὰ πάσας τὰς παρθένους. Καὶ, «ἰδοὺ συλλήψῃ Υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰη‐ σοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθή‐
5σεται.» Τούτων σοι τῶν ἀγαθῶν ἥκω μηνυτὴς ὑπάρ‐ χων, εἰ καὶ ἔξω φύσεως τὰ λεγόμενα· ἀλλ’ ὅμως παρὰ τῷ φυσιουργῷ πάσης τῆς κτίσεως οὐδὲν σκολιὸν ἢ στραγγαλιῶδες, ἀλλὰ πάντα εὐθέα καὶ πρὸς εὐχέ‐ ρειαν βλέποντα. Ἐν ταύταις ταῖς ἐπαγγελίαις ἡ Παρ‐
10θένος σαγηνευθεῖσα, καὶ πάσης φαύλης ἐπινοίας ἀπαλλαγεῖσα, οὐκέτι ὡς ἀπαῤῥησίαστος ἐσιώπα, λέ‐ γουσα πρὸς τὸν ἄγγελον· «Πῶς ἔσται μοι τοῦτο, ὅτι ἄνδρα οὐ γινώσκω;» Τί μου καὶ τὴν καρδίαν θροεῖς, καὶ τὴν ἀκοὴν ξενοφωνεῖς; Τί τὸ μὴ ἀκουσθὲν ἀπὸ
15τοῦ αἰῶνος διαγγέλλεις; ἔγκυος εὑρεθήσομαι, καὶ ἀν‐ δρὸς πεῖραν οὐ λήψομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μήτηρ ὀνομασθήσομαι, καὶ μητρικῶν ὠδίνων ἔξω γενήσομαι; «Πῶς ἔσται μοι τοῦτο;» Μαζὸν ἐπι‐ δώσω, καὶ σπάργανα συσφίγξω, καὶ παῖδα γαλακτο‐
20τροφήσω, καὶ τί τὸ ἐν ἐμοὶ οὐ γνώσομαι; «Πῶς ἔσται μοι τοῦτο;» λέγε μοι τὴν εὔλογον αἰτίαν, ἵνα γνώσω τὴν ἀμφίβολον κυοφορίαν. Ξένον τῆς Εὔας ἡ γέννησις, ἀλλ’ ὅμως ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη· καὶ ἔσχε τὸ αἴτιον ὅθεν ἐγνωρίσθη τὸ φύραμα, ὅτι ἐξ αὐτοῦ ἡ
25αὐτῷ ληφθεῖσα, καὶ ὁ ἴδιος τῷ ἰδίῳ ἀνεπληρώθη τό‐ πος Ξενοπρεπεστέρα δὲ τῆς Εὔας ἡ τοῦ Ἀδὰμ γέν‐ νησις· ἀλλ’ ὅμως καὶ αὐτὴ φανεροποιηθεῖσα, γραφῇ παρεδόθη, καὶ πῶς παραχρῆμα γέγονε σαφῶς ἐγνω‐ ρίσθη, ὅτι ἀπὸ τῆς γῆς χοῦν λαβὼν ὁ δημιουργὸς,
30θεόμορφον ζῶον κατεσκεύασε τὸν πρωτόπλαστον. Ὡς ἐκεῖνα γνώριμα, καὶ τοῦτο σαφήνισον· ἐπειδὴ τὸ προλεχθέν μοι παρὰ σοῦ ὑπερηκόντισε τὰ λεχθέντα· «Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» Ὁ δὲ Γαβριὴλ πρὸς τὴν Παρθένον· Πῶς ἔσται σοι
35τοῦτο; Παρ’ ἐμοῦ τὸν τρόπον ζητεῖς, Παρθένε, μα‐ θεῖν; Μὴ δύναται δοῦλος σκοπὸν εἰδέναι δεσπότου; Πῶς ἔσται σοι τοῦτο; Μηνυτὴς ἀπεστάλην, οὐχ ἑρ‐ μηνευτής. «Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Ἃ ἀκούω λαλῶ, οὐδὲν ἴδιον πλάττω.
40Πῶς ἔσται σοι τοῦτο; Τὸ πῶς ἐπὶ Θεοῦ μὴ ζήτει. Πῶς ἔσται σοι τοῦτο; Ὡς Ἡσαΐας προηγόρευσε φάσκων· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει·» τὸ ἕξειν σε προηγόρευσεν, ἐγὼ δὲ λέγω σοι, ὅτι «τέξεις υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν·» αὐτῷ
45ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.913