TLG 2035 085 :: ATHANASIUS :: Epistulae ad Castorem [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistulae ad Castorem [Sp.]

Citation: Volume — page — (line)

38tΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ
39tΚΑΣΤΟΡΑ ΤΟΝ ΜΑΚΑΡΙΟΤΑΤΟΝ ΠΕΡΙ ΤΩΝ
40tΚΑΝΟΝΙΚΩΝ ΤΩΝ ΚΟΙΝΟΒΙΩΝ ΔΙΑΤΥΠΩ‐
41tΣΕΩΝ.
42 Ἐπειδή μοι προσέταξας, μακαριώτατε πάτερ Κά‐ στορ, γνωρίσαι σοι τὰς κανονικὰς διατυπώσεις τῶν κοινοβίων τῶν ἀνατολικῶν, καὶ μάλιστα τῶν Αἰγυ‐
45πτίων, ὧν αὐτόπτης γέγονα· εἴξας ἐγὼ τῇ ὑμετέρᾳ κελεύσει, τοῦτον ὡς ἐν ὀλίγῳ τὸν λόγον ὑμῖν ἀπ‐ έστειλα· ἵνα ἔχωσιν ἐφόδιον πρὸς ἀρετὴν οἱ συνει‐ λεγμένοι σὺν Θεῷ ἐν τῷ νέῳ σου μοναστηρίῳ, τοὺς τῶν μακαρίων ἀνδρῶν κανόνας τε καὶ ἄλλους. Ἀναγ‐

28

.

849

(50)

καῖον τοίνυν πρὸ πάντων περὶ προσευχῆς τῆς πάν‐ των αἰτίας τῶν ἀγαθῶν διηγήσασθαι, ὅπως τε, καὶ μετὰ πάσης τῆς καταστάσεως ἐν τοῖς κατὰ τὴν Αἴ‐
γυπτον μάλιστα καὶ Θηβαΐδα κοινοβίοις ταύτην ἐπι‐849

28

.

852

τελοῦσι. Συναγομένων γὰρ αὐτῶν ἐπὶ τὸ αὐτὸ κατὰ τὸν καιρὸν τῆς συνάξεως, ἡνίκα τελειωθῇ ὁ ψαλμὸς, οὐ παραχρῆμα πρὸς γονυκλισίαν ὁρμῶσιν, ἀλλὰ πρὶν ἢ τὰ γόνατα κάμψαι, πρὸς ὀλίγον ἱστάμενοι, καὶ τὰς
5χεῖρας ἐκτεταμένας ἔχοντες, εὔχονται· καὶ μετὰ ταῦτα χαμαὶ προσπίπτοντες, καὶ πρὸς ὀλίγον πάλιν ἐν τῇ γονυκλισίᾳ εὐχόμενοι πάντες, ἐν τῷ ἅμα ἐγεί‐ ρονται· καὶ πάλιν τὰς χεῖρας διαπετάσαντες, ἐκτε‐ νέστερον καὶ ἐπιτεταμένως τὰς ἱκεσίας ἀποπληροῦ‐
10σιν, οὐδενὸς γόνυ κλίνοντος, ἢ ἐκ τῆς γονυκλισίας ἀνισταμένου, ἕως ἂν ὁ ποιῶν αὐτοῖς τὴν εὐχὴν, κλίνῃ πρῶτος, ἢ ἀναστῇ πρῶτος. Καθὰ τοίνυν εἴρηται, ὅτε τὰς προειρημένας συνάξεις ἐπιτελέσαι συνέρχονται, σιωπὴ τοσαύτη παρέχεται ὑπὸ πάντων, ὡς νομισθῆ‐
15ναι μηδένα ἄνθρωπον ἐν τῇ τοσαύτῃ τῶν ἀδελφῶν ἀναριθμήτῳ πληθύϊ παρεῖναι, ἐξαιρέτως ἐν τῷ καιρῷ τῶν προσευχῶν, ὅτε οὔτε πτύσμα προσέρχεται, οὔτε βὴξ ἠχεῖται, οὐκ ἀκηδία, οὐ νυσταγμὸς, οὐ χάσμα, οὐ στεναγμοὶ μετ’ ἤχου ἀναπέμπονται. Τὸν γὰρ ἐν
20χαυνότητι διανοίας μετὰ κραυγῆς τὰς εὐχὰς ἐπιτε‐ λοῦντα, δισσῶς ἁμαρτάνειν λέγουσι· πρῶτον μὲν ὡς ῥᾳθύμως εὐχόμενον, δεύτερον δὲ ὡς ἀπαιδεύτῳ τῇ φωνῇ τὴν τοῦ πλησίον ἀκοὴν κατακτυποῦντα, καὶ διασκεδάζοντα τὴν διάνοιαν, συνεπιτιθεμένων καὶ
25τῶν πονηρῶν πνευμάτων, οἳ, ἐπειδὴ ἂν ἴδωσιν ἡμᾶς εἰς προσευχὴν ἱσταμένους, λογισμοῖς ἀπρεπέσι καὶ ἀκηδίᾳ τὴν ψυχὴν καταβαρύνουσι. Καὶ τούτου χάριν τοὺς ψαλμοὺς οὐ μετὰ θορύβου καὶ ταραχῆς σπεύ‐ δουσιν ἐκτελεῖν, οὐδὲ τῷ πλήθει τῶν στίχων, ἀλλὰ
30τῇ τῆς διανοίας νοήσει εὐφραίνονται, ἐκείνῳ τῷ λο‐ γισμῷ κατακολουθοῦντες τῷ φάσκοντι· «Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ·» ὠφελιμώτερον γὰρ ἔχουσι τὸ δέκα στίχους μετὰ συνέσεως ψάλλειν, ἢ ὅλον τὸ ψαλτήριον μετὰ συγχύσεως διανοίας.
35 Τελειωθέντων δὲ τῶν ψαλμῶν καὶ τοῦ κανόνος, οὕτως ὡς ἀνωτέρω ἐμνημονεύσαμεν, οὐδεὶς τῶν ἀδελφῶν κἂν πρὸς ὀλίγον στῆναι, ἢ ὁμιλῆσαι μετ’ ἄλλου τολμᾷ· ἀλλ’ οὐδὲ τοῦ κελλίου προελθεῖν, ἢ τὸ ἔργον καταλιπεῖν, ὃ μετὰ χεῖρας ἔχουσιν, ἀποστολι‐
40κὸν πληροῦντες παράγγελμα, εἰ μή πού γε χρεία γέ‐ νηται πρὸς καθῆκόν τινος ἀναγκαίου ἔργου πάντας συνεισελθεῖν, ὅπερ οὕτω μετὰ σπουδῆς καὶ ἐξερχό‐ μενοι πληροῦσιν, ὡς μηδεμίαν ὁμιλίαν μεταξὺ αὐ‐ τῶν ἀνακύπτειν, ἀλλ’ ἕκαστον προσέχοντα τῇ μελέτῃ
45τῆς διανοίας καὶ τῷ ψαλμῷ, πληροῦντες τὸ προτε‐ ταγμένον. Μεγάλῃ δὲ σπουδῇ φυλάττουσι, μή τις μετὰ ἄλλου, καὶ μάλιστα ἀρχαρίου, ἀπολειφθῇ τῶν ἀδελ‐ φῶν ἰδιάζων πού ποτε, ἢ τὰς ἰδίας χεῖρας ἐκτείνας τολμήσῃ κατασχεῖν ἢ περιπλακῆναι ἑτέρῳ. Εἰ δέ τις

28

.

852

(50)

παραβαίνων τὸν κανόνα τοῦτον εὑρεθῇ, ἐπιτιμίῳ βα‐ ρυτάτῳ ὑποβάλλεται Περὶ μὲν οὖν τοῦ κανονικοῦ τρόπου τῶν τε εὐ‐ χῶν καὶ τῶν ψαλμῶν, ὃς ὀφείλει ἐν ταῖς καθημερι‐ ναῖς συνόδοις φυλάττεσθαι, ἱκανῶς ἡμῖν εἴρηται. Ὀφεί‐
55λομεν δὲ λοιπὸν περὶ τῶν ἀποτασσομένων τῷ κόσμῳ851

28

.

853

διηγήσασθαι, ποίῳ τρόπῳ ἐν τούτοις τοῖς κοινοβίοις εἰσέρχονται, καὶ διαμένουσι ταπεινοφρονοῦντες καὶ ὑποτασσόμενοι ἕως βαθυτάτης πολιᾶς. Τοσαύτη γὰρ παρ’ αὐτοῖς ἡ ὑπακοὴ καὶ ταπείνωσις ἄχρι γήρως,
5ὅση οὐκ ἂν εὑρεθῇ οὐδὲ κατὰ τὸν πρῶτον ἐνιαυτὸν τοῖς ἀποτασσομένοις ἐν τοῖς καθ’ ἡμᾶς μοναστηρίοις. Οὐ πρότερον τοίνυν δεχθήσεται ἔσω ἐν τῷ μοναστη‐ ρίῳ ὁ θέλων μονάσαι, πρὶν ἀπόδειξίν τινα καὶ πεῖραν τοῦ πρὸς Θεὸν πόθου καὶ τῆς ταπεινώσεως καὶ μα‐
10κροθυμίας διὰ τῆς ἐπιπλεῖστον ὑπακοῆς παράσχῃ. Δοκιμασθεὶς οὖν ἐν τούτοις, εὐπρόσδεκτος παρ’ αὐτοῖς γίνεται, καὶ διδάσκεται τῆς αὑτοῦ περιουσίας μὴ ἔχειν τι τεθησαυρισμένον· ἐπίστανται γὰρ τὸν παρα‐ κρατοῦντά τι τῶν ἰδίων μὴ δύνασθαι διαμένειν πολυ‐
15χρόνιον ἐν τῇ τοῦ μοναστηρίου ὑποταγῇ, καὶ κακου‐ χίᾳ εἰς τέλος ἐγκαρτερεῖν. Ἡνίκα γὰρ οἱαδήποτε πρόφασις ἢ θλίψις τὴν αὐτοῦ κινήσει διάνοιαν, εὐθὺς ἡ τοῦ ἀποκειμένου ἐλπὶς, ὥσπερ σφενδόνη λίθον, τοῦ μοναστηρίου ἐκτινάσσει. Διά τοι τοῦτο ἕκαστος αὐ‐
20τῶν γυμνοῦται τῆς ἀρχαίας περιουσίας, ὡς μηδὲ αὐτὸ τὸ ἔνδυμα ὃ περιβεβλημένος ἦλθε τοῦ λοιποῦ φορεῖν συγχωρεῖσθαι. Ἀλλὰ, τῶν ἀδελφῶν πάντων συν‐ ηγμένων, προαχθεὶς εἰς τὸ μέσον, ἐκδύεται τὰ ἱμάτια τὰ ἴδια, καὶ διὰ τῶν χειρῶν τοῦ ἀββᾶ, ἐνδύμασι τοῦ
25μοναστηρίου μεταμφιέννυται· ὡς διὰ τοῦ τύπου τού‐ του ἐπιγνῶναι αὐτὸν, ὅτι, πάντων τῶν κοσμικῶν πραγμάτων καὶ τῆς ἀλαζονείας, καὶ τοῦ τύφου γυ‐ μνωθεὶς, ἐνεδύσατο τὴν πτωχείαν τοῦ Χριστοῦ, καὶ ὅτι ἀνεπαισχύντως ἐναριθμεῖ ἑαυτὸν, καὶ ἐξισοῖ τῷ
30σώματι τῆς ἀδελφότητος. Τὰ δὲ ἱμάτια ἃ ἀποδύεται λαβὼν ὁ οἰκονόμος τῆς μονῆς φυλάττει, ἀφορίσας ἕως δ’ ἂν τῆς προκοπῆς αὐτοῦ καὶ τῆς ἀναστροφῆς, καὶ ὑπομονῆς τῆς ἐν διαφόροις πειρασμοῖς ἀπόδειξιν παρ‐ άσχῃ. Καὶ εἰ μὲν εὕρωσιν αὐτὸν δυνάμενον ἐν τού‐
35τοις καρτερεῖν, καὶ ἐν σπουδῇ πάσῃ, καὶ διαπύρῳ θέρμῃ, ᾗ ἐνήρξατο, διαμένοντα, τοῖς λοιποῖς συναρι‐ θμοῦσιν ἀδελφοῖς· εἰ δέ τι γογγυσμοῦ ἐλάττωμα, ἢ παρακοῆς οἱασδήποτε ἁμαρτίαν ἐν αὐτῷ καταμάρ‐ θωσιν [f. καταμάρψωσιν], ἐκδύοντες τοῦτον ἅπερ ἐκ
40τοῦ μοναστηρίου ἐνεδύσαντο, καὶ τοῖς κοσμικοῖς ἐνδύ‐ μασι πάλιν περιβάλλοντες, ἀπωθοῦνται τοῦ κοινοβίου. Ὡς ἐκ ταύτης λοιπὸν τῆς ἀκριβείας μὴ εὐχερὲς εἶ‐ ναι τῷ βουλομένῳ εἰσέρχεσθαι ὡς βούλεται ἢ ἀνα‐ χωρεῖν τῆς μονῆς, ἀλλὰ τὸν μὴ ἐμμένοντα κατὰ
45πάντα τρόπον τῇ ἰδία ὁμολογίᾳ μετενδύεσθαι τοῦ μοναστηρίου. Ὅτε τοίνυν ὁ ὑποδεχθεὶς ταύτῃ, ᾗπερ εἰ‐ ρήκαμεν, ἀκριβείᾳ δοκιμασθῇ, καὶ ἄμεμπτος εὑ‐ ρεθῇ, οὐ παραχρῆμα τῇ συνοδίᾳ τῶν ἀδελφῶν συν‐

28

.

853

(50)

αναμίγνυσθαι ἐπιτρέπεται, ἀλλὰ παραδίδοται τῷ ἐπιτεταγμένῳ τὴν φροντίδα τῶν ξένων, καὶ τούτοις πᾶσαν ἐπιμέλειαν καὶ ὑπηρεσίαν ποιεῖν προστάσσεται· καὶ ὅτε ὁλόκληρον ἐνιαυτὸν ἀμέμπτως ἐξυπηρετήσῃ τοῖς ξένοις, τυπωθεὶς διὰ τούτου πρὸς ταπείνωσιν
55καὶ μακροθυμίαν, συναριθμεῖται λοιπὸν τῇ συνοδίᾳ
τῶν ἀδελφῶν, καὶ παραδίδοται ἑνὶ τῶν γερόντων, ὃς853

28

.

856

ταύτην ἔχει τὴν μέριμναν, ὅπως διδάξῃ τὸν μαθη‐ τευόμενον, διὰ ποίας ὁδοῦ ἀρξάμενος δυνηθῇ ἐπὶ τὴν τελειότητα τῶν ἀρετῶν φθάσαι. Ἐν πρώτοις οὖν δι‐ δάσκει αὐτὸν σπουδάζειν νικᾷν τὰς ἰδίας ἐπιθυμίας
5καὶ ἡδονὰς, διὰ τὸ ἐπιτάσσειν αὐτῷ τὰ ἐναντία τῶν θελημάτων αὐτοῦ. Οὐκ ἄλλως γὰρ λέγουσιν οἱ πατέρες δύνασθαί τινα τὰς ἡδονὰς χαλινοῦν, ἢ ὀργῆς περιγί‐ νεσθαι, ἢ λύπης, ἢ ταπείνωσιν ἀληθῆ κτήσασθαι, ἢ ἁπλῶς μετὰ ἀδελφότητος ἐν κοινοβίῳ καλῶς τελειω‐
10θῆναι, εἰ μὴ πρότερον διὰ τῆς ὑπακοῆς νεκρώσῃ τὰ ἑαυτοῦ θελήματα. Ταύταις δὲ ταῖς διατυπώσεσι καὶ διδασκαλίαις τὸν μαθητευόμενον προβιβάσαντες ὡσ‐ ανεὶ στοιχείοις τισὶ, καὶ συλλαβαῖς, ἀκολούθως πάλιν διδάσκουσι μὴ κρύπτειν τοὺς ἰδίους λογισμούς· ἀλλὰ
15παραχρῆμα ἡνίκα ἐπέρχονται, τούτους τῷ οἰκείῳ Πα‐ τρὶ ἀποκαλύπτειν, καὶ μηδὲν περὶ τῆς τούτων δια‐ κρίσεως τῇ ἰδίᾳ καρδίᾳ πιστεύειν· ἀλλ’ ἐκεῖνο γι‐ νώσκειν ἀγαθὸν ἢ κακὸν εἶναι; ὅπερ ταῖς ἑαυτοῦ δια‐ κρίσεσι δοκιμάσας ὁ Πατὴρ ἀποδείξει. Οὕτω γὰρ δυνή‐
20σεται ἐν μηδενὶ ὑπὸ τοῦ ἐχθροῦ ὁ πρὸς ἀρετὴν τυ‐ πούμενος ἀπατᾶσθαι, ὡς ἄπειρος, καὶ μήπω γνῶσιν κεκτημένος μεθοδείας· διανὲς τῆς τοῦ διαβόλου τέχνης λέγουσιν εἶναι οἱ Πατέρες, τοῦ ἀναπείθειν αὐτὸν τοὺς μαθητευομένους ἀπὸ τῶν Πατέρων κρύ‐
25πτειν τοὺς ἰδίους λογισμοὺς ἰδίᾳ ὑπεροψίᾳ, ὡς δῆθεν ἱκανοὺς ὄντας ἑαυτοῖς τὰ συμφέροντα συμβουλεύσα‐ σθαι, ἢ ἰδίᾳ κενοδοξίᾳ αἰσχυνομένους δημοσιεῦσαι τὰς ἑαυτῶν ἐνθυμήσεις. Τοσαύτη δὲ φυλάττεται παρ’ αὐτοῖς ὑποταγὴ,
30ὡς μὴ τολμῆσαί τινα ἐκτὸς τοῦ ἀββᾶ μηδὲ τοῦ κελ‐ λίου ὅπου κάθηται προβαίνειν· οὕτω δὲ τὰ παρ’ αὐ‐ τοῦ προστασσόμενα ἐπιτελεῖν σπουδάζουσιν, ὡς παρὰ Θεοῦ ταῦτα δεχόμενοι. Καθήμενοι δὲ ἐν τοῖς ἰδίοις κελλίοις, τῷ ἔργῳ τε καὶ τῇ μελέτῃ, καὶ τῇ προσευχῇ
35προσκείμενοι, καὶ μετὰ σπουδῆς προσέχοντες, ἐπει‐ δὰν ἀκούσωσι τοῦ κρούοντος τὴν θύραν τοῦ κελλίου ἢ εἰς τὴν κοινὴν προσευχὴν, ἢ πρός τι ἔργον τούτους προσκαλουμένου, παραχρῆμα πάντα ὁμοῦ ἀφέντες, πρὸς τὸ ἐπιταγὲν ὁρμῶσι, πάσῃ σπουδῇ τὴν τῆς ὑπ‐
40ακοῆς ἀρετὴν ζηλοῦντες· ἣν οὐ μόνον τοῦ ἔργου τῶν χειρῶν, ἀναγνώσεώς τε καὶ τῆς ἐν κελλίῳ ἡσυχίας, ἀλλὰ καὶ πασῶν ἀρετῶν προτιμῶσι, καὶ ταύτης ἅπαντα δεύτερα τίθενται. Ἐκεῖνο δὲ μεταξὺ τῶν ἄλλων περιττόν ἐστι καὶ
45λέγειν, ὡς οὐδεὶς αὐτῶν ἄλλο τι κέκτηται πλὴν κο‐ λοβίου, καὶ ἡμιφορίου, καὶ σανδαλίων, καὶ μηλωτῆς, καὶ ψιάθου· αἰσχύνην ἡγούμενοι τὸ λέγεσθαι παρ’ αὐτοῖς, βιβλίον ἐμὸν, γραφεῖον ἐμὸν, ἢ ἄλλο τι ἐμόν. Τοσοῦτον δὲ ἕκαστος αὐτῶν καθ’ ἡμέραν ἐξ ἔργου

28

.

856

(50)

τε καὶ ἱδρῶτος ἰδίου προσφέρει πορισμὸν τῷ μονα‐ στηρίῳ, ὡς μὴ μόνον ταῖς ἑαυτῶν χρείαις ἐξαρκεῖν, ἀλλὰ καὶ τῇ διακονίᾳ τῶν ξένων καὶ πτωχῶν ὑπουρ‐ γεῖν. Οὕτως δὲ κάμνοντες οὐ φυσιοῦνται, οὐχ ὑπερ‐ ηφανεύονται, οὔτε τις αὐτῶν ἐκ τοῦ οἰκείου ἔργου καὶ
55ἱδρῶτος ἀπαιτεῖ περισσότερον τῆς διδομένης παρὰ
τοῦ ἀββᾶ χρείας· οὐ κτῆμα οἱασδήποτε ὕλης ἑαυτῷ855

28

.

857

περιποιεῖται, πάροικον ἑαυτὸν καὶ ξένον ἔχων ὅλου τοῦ κόσμου, καὶ δοῦλον ἑαυτὸν μᾶλλον καὶ ὑπηρέτην τῶν ἀδελφῶν λογιζόμενος, ἤπερ δεσπότην οἱουδήποτε γηΐνου πράγματος. Εἰ δέ τις κλάσῃ σκεῦος οἱονδή‐
5ποτε, ἢ ἀπολέσῃ, ἐξομολογεῖται τῷ ἀββᾷ τῆς ἰδίας ῥᾳθυμίας τὸ πταῖσμα, καὶ οὕτω μετὰ ταπεινοφρο‐ σύνης μετανοῶν λαμβάνει συγχώρησιν. Ὅστις δὲ πρός τι ἔργον μετακληθεὶς, ἢ πρὸς σύναξιν, κατα‐ φρονήσας βραδύτερον ἀπαντήσῃ, ἢ σκληρότερον, ἢ
10προπετέστερον ἀποκριθῇ, ἢ ἀμελέστερον, ἢ ὑπογογ‐ γύζων τὸ προσταχθὲν ποιήσῃ, ἢ τὴν ἀνάγνωσιν τοῦ ἔργου καὶ τῆς ὑπακοῆς προτιμήσας, τὰ προσταχθέντα αὐτῷ ἔργα βραδύτερον ἐκτελέσῃ, ἢ ἀπολυθεὶς τῆς συνάξεως μὴ ταχέως πρὸς τὸ ἔργον αὐτοῦ ἀναδράμῃ,
15ἢ μετά τινος ἐκτὸς ἀναγκαίας χρείας ὁμιλήσῃ, ἢ ἄλ‐ λου μετὰ παῤῥησίας κατάσχῃ τὴν χεῖρα, ἢ συγγε‐ νειῶν συντύχῃ χωρὶς τοῦ ἀββᾶ αὐτοῦ ἐπιτροπῆς καὶ εὐλογίας, ἢ ἐπιστολὴν παρά τινος δέξηται, ἤ τινι ἀντιγράψαι ἄνευ τοῦ ἀββᾶ ἐπιχειρήσῃ, ἤ τι τῶν
20ὁμοίων τούτοις πλημμελήσῃ, τοιούτῳ ἐπιτιμίῳ ὑπο‐ βάλλεται· Συνηγμένων τῶν ἀδελφῶν ἐν τῇ συνάξει, ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ ἐξομολογούμενος, συγχώρησιν αἰτεῖ τοῦ ἰδίου σφάλματος. Τὰ δὲ παχύ‐ τερα τούτων πταίσματα εἴ τις εὑρεθῇ πράττων, ἅτινά
25ἐστι καταφρόνησις, ἀντιλογία μετὰ ὑπερηφανίας, ἢ ἐκ τοῦ μοναστηρίου πρόοδος ἐκτὸς ἐπιτροπῆς τοῦ ἀββᾶ, ἢ πρὸς γυναῖκα συντυχία, ἢ ὀργὴ, ἢ μάχη, ἢ ἔχθρα, ἢ μνησικακία, ἢ φιλαργυρία, ἥτις ἐστὶ λέπρα ψυχῆς, ἢ κτῆσις οἱουδήποτε πράγματος ἐκτὸς τῶν
30διδομένων παρὰ τοῦ ἀββᾶ, ἢ τροφῆς ἄνευ εὐλογίας κλεψιμαίῳ τρόπῳ γινομένης, καὶ τὰ τούτων παρα‐ πλήσια, οὐ τῷ προειρημένῳ ἐπιτιμίῳ ὑποβάλλεται, ἀλλὰ σφοδροτέρῳ, καὶ μείζονι. Καὶ εἰ μὴ διορθωθῇ, ἐκβάλλεται τοῦ μοναστηρίου
35 Τὸ δὲ ἀνάγνωσιν ἐπιτελεῖσθαι ἔν τισι κοινοβίοις κατὰ τὸν καιρὸν τῆς ἑστιάσεως, οὐκ ἀπὸ τοῦ κανόνος τῶν Αἰγυπτίων, ἀλλὰ ἀπὸ τῶν Καππαδόκων, οἵτινες, οὐ πνευματικῆς ἕνεκεν τοσοῦτον γυμνασίας, ὅσον ἡσυχίας χάριν τῆς παρὰ τὰς ὁμιλίας, τὸ τοσοῦτον
40διετυπώσαντο. Παρὰ δὲ τοῖς Αἰγυπτίοις, καὶ μάλιστα τοῖς Ταβεννησιώταις, τοσαύτη σιωπὴ ὑπὸ πάντων παρέχεται, ἡνίκα εἰς τοσοῦτον πλῆθος πολυαρίθμητον τῶν ἀδελφῶν κατὰ τὸν καιρὸν τῆς συνάξεως τῆς τραπέζης αὐτῶν, ὅσην σχεδὸν ἐν ἄλλοις μὴ εὑρίσκε‐
45σθαι, οὕτως ὡς μὴ τολμᾷν βρῆξαί τινα παρεκτὸς τοῦ ἀρχηγοῦ τῆς τραπέζης, ὅστις, εἴ τινος χρεία γέ‐ νηται, κρούσματι μᾶλλον ἢ φωνῇ τοῦτο σημαίνει. Καὶ τὰ κουκούλια ἕως κάτω τῶν βλεφάρων φοροῦσιν οὗτοι, ἵνα μὴ, ῥεμβοὺς τοὺς ὀφθαλμοὺς ἔχοντες,

28

.

857

(50)

περιεργότερον ἀλλήλοις ἐνορῶσι· τῇ δὲ τραπέζῃ μό‐ νον, καὶ τῇ τοῦ τρέφοντος Θεοῦ εὐχαριστίᾳ ἐνατενί‐ ζουσι. Μεγάλη δέ ἐστι φυλακὴ παρ’ αὐτοῖς, ὅπως μηδεὶς αὐτῶν ἔξωθεν τῆς τραπέζης τροφῆς μετα‐ λάβῃ.
55Ἵνα δὲ μή τι δόξωμεν τῶν κοινοβιακῶν κανόνων
παραλελοιπέναι, ἐπιμνησθῆναι δεῖ καὶ τῶν ἐν ἄλλοις857

28

.

860

κλίμασι παραδεδομένων διατυπώσεων. Κατὰ πᾶσαν τοίνυν τὴν Μεσοποταμίαν καὶ Παλαιστίνην, καὶ Καπ‐ παδοκίαν, καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐν τῷ καιρῷ τῆς συνάξεως, τρίτης, καὶ ἕκτης, καὶ ἐνάτης ὥρας, εἴ
5τις, πρινὴ ὁ πρῶτος ψαλμὸς τελειωθῇ, μὴ ἀπαντήσῃ, τοῦ λοιποῦ εἰς τὸ εὐκτήριον εἰσελθεῖν οὐ τολμᾷ, οὔτε καταμίξαι ἑαυτὸν τοῖς ψάλλουσιν· ἀλλὰ τῶν ἀδελφῶν τὴν ἀπόλυσιν πρὸ θυρῶν ἐκδέχεται ἱστά‐ μενος. Ἐξερχομένων δὲ πάντων, βαλὼν ἐπὶ τὴν γῆν
10μετάνοιαν, ἐξαιτεῖται τῆς οἰκείας ῥᾳθυμίας συγχώ‐ ρησιν. Ἐν δὲ ταῖς νυκτεριναῖς συνάξεσι δευτέρου ψαλμοῦ, παρέχεται συγγνώμη τοῖς βραδύνουσι παρὰ τούτοις· καὶ ἑβδομάδας οἱ ἀδελφοὶ ἐκ διαδοχῆς ποιοῦ‐ σιν ἔν τε τῷ μαγειρείῳ καὶ τοῖς ἄλλοις καθήκουσιν,
15ἅμα καὶ ἑαυτοὺς διαναπαύοντες, καὶ νόμον ἀγάπης, διὰ τὸ δουλεύειν ἀλλήλοις, ἀναπληροῦντες. Τοσαύτη δὲ ταπεινοφροσύνη καὶ σπουδὴ ἐν τῇ διακονίᾳ ἐπιτε‐ λεῖται παρ’ αὐτοῖς, ὅση οὐκ ἂν δεσπόταις παρὰ δού‐ λων παρασχεθείη. Συμπληρωθείσης δὲ τῆς ἑβδομά‐
20δος, τῇ ἀναστασίμῳ ἡμέρᾳ μετὰ τοὺς ἑωθινοὺς ὕμνους ἄλλοις πάλιν τοῖς εἰσερχομένοις ὑπηρετῆσαι τὰ πρὸς τὴν χρῆσιν σκεύη σεσημειωμένα παραδιδόα‐ σιν· ἅτινα δεχόμενοι, τοσαύτην μέριμναν καὶ φρον‐ τίδα εἰς τὴν τούτων παραφυλακὴν ἐνδείκνυνται, μή
25τι ἐξ αὐτῶν κλασθῇ ἢ ἀπόληται, ὅσην εἰκὸς τὸν πε‐ πιστευμένον σκεύη ἱερὰ καὶ τῷ Θεῷ ἀνατεθειμένα. Ὑφέξειν γὰρ λόγον ἑτοιμάζονται οὐ μόνον ἐν τῷ παρόντι τῷ οἰκονόμῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι τῷ Θεῷ, εἰ τύχοι ἐξ ἀμελείας ἢ ῥᾳθυμίας ἀπολέσθαι τι
30ἐξ αὐτῶν. Πρὸς πλείονα δὲ πίστιν τῶν εἰρημένων, ὅπερ αὐταῖς ὄψεσιν ἐθεασάμην προσθήσω τῷ διηγή‐ ματι. Ἐν τῇ ἑβδομάδι τινὸς ἀδελφοῦ παριὼν ὁ οἰκο‐ νόμος ὀλίγους κόκκους φακῆς κατὰ γῆν ἐῤῥιμμένους ἐθεάσατο, καὶ οὐ κατεφρόνησεν ὡς οἰκτροῦ καὶ οὐ‐
35δαμινοῦ πράγματος· ἀλλὰ πολλὰ ἐγκαλέσας τῷ τὴν ἑβδομάδα πεπιστευμένῳ ἀδελφῷ, δέδωκεν αὐτῷ ἐπι‐ τιμίαν, ὡς ἀμελοῦντι τῶν τῷ Θεῷ ἀνατιθεμένων, καὶ καταπατοῦντι τὴν ἰδίαν συνείδησιν. Τοσαύτῃ γὰρ πίστει καὶ σπουδῇ πάντων ἐπιμελοῦνται, καὶ πάντα
40διοικοῦσιν, ὡς καὶ αὐτὰ, ἅπερ ἡμῖν εὐτελῆ καὶ κατα‐ φρονήσεως ἄξια φαίνονται, μετὰ πολλῆς προσοχῆς φυλάττειν, οἷον ἀγγεῖον κακῶς κείμενον μεταστῆσαι, σκεῦος ἐῤῥιμμένον συνάξαι, πιστεύοντες καὶ ὑπὲρ τού‐ των μισθὸν ἔχειν παρ’ αὐτῷ τῷ Δεσπότῃ Θεῷ. Τού‐
45τους δὲ τοὺς κανόνας τῶν ἑβδομάδων κατὰ πᾶσαν τὴν Ἀνατολὴν εὑρήκαμεν γίνεσθαι. Παρὰ δὲ τοῖς Αἰ‐ γυπτίοις οὐχ οὕτω τῶν ἑβδομάδων ἡ ἐναλλαγὴ ἐπι‐ τελεῖται, ἀλλὰ ἑνὶ δοκιμωτάτῳ τῶν ἀδελφῶν ἡ τοῦ μαγειρείου φροντὶς ἐπιτρέπεται, ἐφ’ ὅσον ἡ ἀρετὴ

28

.

860

(50)

τούτου ἐπιδίδωσι, καὶ ἡ ἰσχὺς τοῦ σώματος ὑπουργεῖ ἐν τῇ διακονίᾳ, καὶ μήτε γῆρας αὐτῷ μήτε ἀσθένεια ἐμποδίζει. Καὶ ἐπειδὴ ὁ λόγος ἡμῖν περὶ ὑποταγῆς καὶ ταπεινώσεως εἴρηται, δι’ ὧν πρὸς τὸ ἀκρότατον τῆς ἀρετῆς ἀνελθεῖν δυνάμεθα, ἀναγκαῖον ὑπολαμ‐ βάνω ὀλίγα ἐκ πολλῶν τῶν ἐν τοῖς κοινοβίοις διαλαμψάντων ἀγώνων [ἁγίων] Πατέρων κατορθώματα
55παραδείγματος χάριν προσθεῖναι τῷ διηγήματι.859

28

.

861

ποθῶν ἀποτάξασθαι τῷ κόσμῳ, παραγενόμενος ἐν κοινοβίῳ, ἐπιπολὺ πρὸ τῶν θυρῶν τοῦ μοναστηρίου ἐκαρτέρησεν, ἕως ὅτε τῇ πολλῇ αὐτοῦ ὑπομονῇ μετὰ μικροῦ υἱοῦ παρὰ τὸν συνήθη κανόνα τοῦ κοινοβίου
5ἐδέχθη. Καὶ ὅτε μετὰ πολλοὺς κόπους εἰσῆλθεν, οὐ μόνον διαφόροις ἔργοις παρεδόθησαν, ἀλλὰ καὶ κατὰ τὴν τοῦ κελλίου συνοίκησιν διεχωρίσθησαν, ὅπως τῇ ἀπ’ ἀλλήλων διαζεύξει κατὰ μικρὸν τῆς πρὸς ἀλλή‐ λους φυσικῆς προσπαθείας ἀπαλλαγῶσιν· ἧς χάριτι
10Χριστοῦ διὰ τῆς πολλῆς γυμνασίας ὁ πατὴρ ἠλευθε‐ ρώθη. Καί ποτε πρὸς βάσανον καὶ δοκιμὴν τῆς αὐτοῦ ἀρετῆς προσεποιήσατο ὁ ἀββᾶς μετ’ ὀργῆς ἀγανα‐ κτεῖν πρὸς τὸν παῖδα, καὶ προστάσσει τῷ εἰρημένῳ πατρὶ αὐτοῦ λαβεῖν αὐτὸν καὶ ῥίψαι εἰς τὸν ποταμόν.
15Τότε ἐκεῖνος, ὡς ἂν ὑπὸ Θεοῦ προσταχθεὶς βαστάσαι αὐτοῦ τὸν παῖδα, δρομαῖος ἐπὶ τὴν ὄχθην τοῦ ποταμοῦ παραγίνεται, καὶ σπεύδων πληρῶσαι τὸ πρόσταγμα πίστει διαπύρῳ καὶ θερμότητι τῆς ὑπακοῆς, ἐκωλύθη ὑπὸ τῶν ἀδελφῶν, ἐπιφθασάντων καὶ ἀφαρπασάντων
20τὸν παῖδα. Τοσοῦτον οὖν παρὰ Θεῷ ἡ πίστις τούτου καὶ ἡ ὑπακοὴ προσεδέχθη, ὡς ἀποκαλυφθῆναι τῷ ἀββᾷ ἐκ τοῦ Θεοῦ, ὅτι τὸ ἔργον τοῦ Ἀβραὰμ οὗτος ἐποίησε. Μετ’ ὀλίγον δὲ χρόνον ὁ εἰρημένος ἀββᾶς τοῦ κοινο‐ βίου τελευτῶν, τοῦτον διάδοχον αὐτοῦ κατέλιπεν.
25 Ἄλλον ἔγνωμεν ἀδελφὸν ἀποταξάμενον, ὃς καὶ κατὰ τὸν κόσμον μέγας ὑπῆρχε (καὶ γὰρ ὁ Πατὴρ αὐτοῦ κόμης ἐστρατεύετο καὶ πλούσιος ἐτύγχανε), καὶ ἐν ἀναγνώσμασι σπουδαίοις οὐ μετρίως ἦν γεγυμνα‐ σμένος. Οὗτος οὖν καταλείψας τὴν κοσμικὴν περι‐
30φάνειαν, πρὸς τὸν μονήρη βίον ὥρμησε, καὶ δὴ πρὸς δοκιμὴν τῆς αὐτοῦ πίστεως καὶ ταπεινώσεως προσ‐ τάσσεται ὑπὸ τοῦ ἀββᾶ δέκα σπυρίδας βαστάσαι, καὶ ἐν τῇ πόλει τῇ ἰδίᾳ πωλῆσαι, καὶ μὴ πάσας ὁμοῦ ἀλλὰ κατὰ μίαν αὐτὰς πωλεῖν· ὅπερ ἐκεῖνος μετὰ
35πάσης ὑπομονῆς καὶ ταπεινώσεως ἐπλήρωσεν, ἐπι‐ θεὶς τὰς σπυρίδας τοῖς ὤμοις, καὶ αὐτὰς κατὰ μίαν πωλήσας, μὴ λογισάμενος τὴν εὐτέλειαν τοῦ πρά‐ γματος, καὶ τοῦ γένους τὴν λαμπρότητα, καὶ τῆς πράσεως τὴν δοκοῦσαν ἀτιμίαν. Ἐσπούδαζε γὰρ μιμητὴν ἑαυτὸν καταστῆσαι τῆς τοῦ Χριστοῦ ταπει‐
40νώσεως. Καὶ ἄλλον δέ τινα τῶν Πατέρων ἐθεασάμεθα ἀββᾶν Πινοφᾶν, ἄνδρα πάσῃ ἀρετῇ κεκοσμημένον, ὅστις ἦν πρωτόβιος καὶ ἀββᾶς μεγάλου κοινοβίου, ὅ ἐστιν ἐν Αἰγύπτῳ ἐγγὺς τῆς Πανεφὼ πόλεως·
45οὗτος, ὁρῶν ἑαυτὸν καὶ διὰ τὴν προσοῦσαν πολιτείαν, καὶ διὰ τὸ γῆρας, καὶ διὰ τὴν ἡγεμονίαν, ὑπὸ πάν‐ των δοξαζόμενον καὶ τιμώμενον, καὶ μὴ δυνάμενον ἐγγυμνάζεσθαι τοῖς τῆς ταπεινοφροσύνης ἐπιτηδεύ‐ μασιν, οἷσπερ ἐξ ἀρχῆς, διὰ τῆς αὐτῷ περιποθήτου

28

.

861

(50)

ὑποταγῆς ἐν ᾗ ἐκλήθη, λάθρα φυγὼν ἀπὸ τοῦ ἰδίου κοινοβίου, ἀνεχώρησε μόνος εἰς τὰ ἔσχατα τῆς Θη‐ βαΐδος· καὶ ἐπάρας τὸ σχῆμα τοῦ μοναχοῦ καὶ ἐνδυ‐ σάμενος κοσμικὰ ἱμάτια ἀπῆλθεν εἰς τὸ κοινόβιον τῶν Ταβεννησιωτῶν, νομίσας ἐν τούτῳ λανθάνειν τίς
55ἂν εἴη διὰ τὸ πλῆθος τῶν ἀδελφῶν, καὶ διὰ τὸ
ἀπέχειν πολὺ τοῦ κλίματος, ἐν ᾧ τὸ τούτου κοινόβιον.861

28

.

864

Καὶ ἐπὶ πολλὰς ἡμέρας παρακαλῶν ἐδέχθη παρὰ τοῦ ἀρχιμανδρίτου, ὃς παραδίδωσιν αὐτῷ ὡς γέροντι, καὶ εἰς μηδὲν ἄλλο χρησιμεύοντι, τὴν τοῦ κήπου φροντίδα καὶ ἐπιμέλειαν, μετὰ καὶ ἄλλου ἀδελφοῦ,
5ᾧτινι ὑποτασσόμενος τὴν περιπόθητον αὐτῷ ταπεί‐ νωσιν καὶ ὑπακοὴν ἐξετέλει. Οὐ ταύτῃ δὲ μόνον ἠρκεῖτο τῇ διακονίᾳ, ἀλλὰ καὶ ὅσα τῶν ἔργων δυσχερῆ ἄλλοις ἐδόκουν, αὐτὰ προθύμως ἐποίει. Διατελέσας οὕτω λανθάνων τριετῆ χρόνον, τῶν αὐτοῦ μαθητῶν
10ἐπιζητούντων αὐτὸν κατὰ πᾶσαν τὴν Αἴγυπτον, μόλις ἐγνώσθη ὑπό τινος ἀδελφοῦ, ὅστις ἦν παραγενόμενος ἐκεῖσε· ὃς θεασάμενος, καὶ ἐπιγνοὺς τὸν χαρακτῆρα τοῦ προσώπου, καὶ ἔτι ἀμφιβάλλων, ἐπειρᾶτο καὶ φωνῆς τούτου ἀκούειν· οὐ γὰρ εἶχε τὸ ἀσφαλὲς ἐκ
15μόνης τῆς ὄψεως, θεωρῶν τὸν τοιοῦτον ἄνδρα γεγη‐ ρακότα, καὶ δίκελλαν κρατοῦντα, καὶ γῆν ἐργαζό‐ μενον, καὶ κόπρον τοῖς οἰκείοις ὤμοις βαστάζοντα, καὶ ταῖς ῥίζαις τῶν λαχάνων ἐπιβάλλοντα. Ὅτε τοί‐ νυν, τὸν τῆς φωνῆς ἦχον ἐπιμελῶς ἐξιχνεύων, ἠδυ‐
20νήθη καταλαβεῖν ὅστις ἐστὶ, ῥίψας ἑαυτὸν πρὸ τῶν ποδῶν αὐτοῦ, μεγίστην ἔκπληξιν τοῖς ὁρῶσι παρεῖχεν, ὅτι οὕτω πεποίηκεν ἀνθρώπῳ, ὃς παρ’ αὐτοῖς ὡς ἀρχάριος, καὶ οὐ πρὸ πολλοῦ τὸν κόσμον καταλείψας. ἔσχατος ἐνομίζετο. Ἔτι δὲ μάλιστα ἐξεπλάγησαν, ὅτε
25τὸ ὄνομα τούτου ἔμαθον, ὃς πρὸ τούτου μέγας παρ’ αὐτοῖς ἠκούετο· καὶ συγγνώμην ᾔτουν, διότι τοῦτον ἀγνοήσαντες μετὰ τῶν ἐσχάτων ἀρχαρίων ἔταξαν. Παρακαλέσαντες δὲ αὐτὸν πολλὰ, εἰς τὸ ἴδιον κοινό‐ βιον ἐξέπεμψαν ἄκοντα καὶ ὀδυρόμενον, ἅτε δὴ μὴ
30συγχωρούμενον ἐκτελέσαι τὴν αὐτῷ φίλην ταπεί‐ νωσιν καὶ ὑποταγήν. Ποιήσας οὖν ὀλίγον χρόνον ἐν τῷ αὐτοῦ μοναστηρίῳ, πάλιν πυρωθεὶς τῷ πόθῳ τῆς ταπεινώσεως καὶ ὑποταγῆς, ἐπιτηρήσας καιρὸν νυκτὸς, ἔφυγεν οὐκ ἔτι ξένην χώραν· ἀνελθὼν γὰρ εἰς
35πλοῖον ἦλθεν εἰς τὰ μέρη Παλαιστίνης, ἐλπίζων ἐκεῖσε εἰς τέλος διαλαθεῖν. Παραγενόμενος τοίνυν ἐν Παλαι‐ στίνῃ ὥρμησεν εἰς τὸ μοναστήριον τὸ πλησίον τοῦ σπη‐ λαίου ἔνθα ὁ Δεσπότης Χριστὸς ἐτέχθη· ἐν ᾧ μοναστηρίῳ ἔτυχε τὸ τηνικαῦτα διατρίβων. Καὶ ἐκεῖσε δὲ παρα‐
40γενόμενος, οὐκ ἠδυνήθη λαθεῖν κατὰ τὴν δεσποτικὴν φωνὴν, τὴν φάσκουσαν· «Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη.» Ἐλθόντες γὰρ ἀδελφοὶ ἀπὸ τῶν μερῶν τῆς Αἰγύπτου εἰς προσκύνησιν τῶν ἁγίων τόπων, καὶ ἐπιγνόντες αὐτὸν, πάλιν ἀπήγαγον εἰς τὸ
45ἴδιον κοινόβιον, πολλαῖς δεήσεσι καὶ ὀδυρμοῖς πεί‐ σαντες αὐτόν. Τούτῳ τοίνυν τῷ ἁγίῳ ἀνδρὶ συνῴκησα ἐγὼ χρόνον ὀλίγον ἐν Αἰγύπτῳ· ἅπερ δὲ ἤκουσα αὐτοῦ νουθετοῦντος ἕνα ἀδελφὸν, ὃν παρουσίᾳ μου ἐδέξατο, διηγησάμενος πληρώσω τὸν λόγον. Ἔγνως, φησὶν, ἀδελφὲ, πόσας ἡμέρας πρὸ τῶν

28

.

864

(50)

θυρῶν τῆς μονῆς διατελέσας σήμερον ἐδέχθης· ἐὰν τοίνυν μάθῃς τῆς δυσχερείας τὴν αἰτίαν, δυνήσεταί σοι ἐν τῇ ὁδῷ ταύτῃ, ᾗ ἐπιθυμεῖς ἐπιβῆναι, συμβα‐ λέσθαι, καὶ δοῦλον Χριστοῦ σε ἀπεργάσασθαι πιστόν. Ὡς γὰρ τοῖς πιστῶς δουλεύουσι τῷ Δεσπότῃ δόξα,
55τιμὴ πρὸς τὸ μέλλον ἐπήγγελται, οὕτως τιμωρίαι863

28

.

865

βαρύταται τοῖς χλιαρῶς καὶ ῥᾳθύμως προσερχομέ‐ νοις ταύτῃ τῇ ἐπαγγελίᾳ. Βέλτιον γάρ ἐστι κατὰ τὴν Γραφὴν μὴ εὔξασθαι, ἢ εὔξασθαι, καὶ μὴ ἀποδοῦναι. Καὶ πάλιν εἴρηται· «Ἐπικατάρατος ὁ ποιῶν τὸ
5ἔργον τοῦ Κυρίου ἀμελῶς·» τούτου χάριν ἀπεστρα‐ φόμεθά τε καὶ ἀνεβαλλόμεθα τοῦ δέξασθαι, οὐχ ὅτι τὴν σωτηρίαν σοῦ καὶ πάντων τῶν εἰς Χριστὸν πιστευόντων οὐκ ἐπιθυμοῦμεν, ἀλλ’ ἵνα μὴ, προπε‐ τῶς καὶ ὡς ἔτυχεν ὑποδεχόμενοι, ἡμεῖς μὲν παρὰ
10Θεῷ κουφότητος, καὶ εὐχόμενοι, δίκην ὑφέξωμεν, σὲ δὲ ὑπεύθυνον βαρυτέρας τιμωρίας καταστήσωμεν, εἰ πρὸς τὸ παρὸν εὐχερῶς, καὶ μὴ μαθόντα τὸ βάρος καὶ τὴν ἀκρίβειαν τοῦ ἐπαγγέλματος, καὶ μετὰ ταῦτα χαῦνος, καὶ ῥᾴθυμος ἀποδειχθῇς. Διά τοι τοῦτο,
15καθὼς εἴρηται, τὴν αἰτίαν τῆς ἀποταγῆς ὀφείλεις γνῶναι, τί σε δεῖ ποιεῖν. Ἡ ἀποταγὴ τοίνυν οὐδὲν ἄλλο καθέστηκεν εἰ μὴ σταυροῦ καὶ θανάτου ἐπαγ‐ γελία. Γίνωσκε τοίνυν ἀπὸ τῆς σήμερον ἡμέρας τεθνηκέναι σε, καὶ σταυροῦσθαι τῷ κόσμῳ, καὶ τὸν
20κόσμον σοι, κατὰ τὸν Ἀπόστολον· καὶ καταμάνθανε τίς ἡ δύναμις τῆς σταυρώσεως· ἐπειδὴ οὐκέτι λοιπὸν σὺ ζῇς, ἀλλ’ ἐκεῖνος ἐν σοὶ ζῇ ὁ ὑπὲρ σοῦ σταυρω‐ θείς. Τούτῳ τοίνυν τῷ τύπῳ καὶ τῷ σχήματι, ᾧ ὁ Δεσπότης ὑπὲρ ἡμῶν ἐκρεμάσθη, καὶ ἡμᾶς ἐπ‐
25άναγκές ἐστιν ἐν τῷ κοινοβίῳ διάγειν, καθὼς εὔχεται καὶ ὁ μακάριος Δαβὶδ ἐκ τοῦ φόβου τοῦ Θεοῦ παρα‐ καλῶν καθηλωθῆναι τὰς σάρκας αὐτοῦ. Ὡς γὰρ ὁ τὸ σῶμα προσηλωμένον ἔχων τῷ ξύλῳ ἀκίνητός ἐστι πρὸς πᾶσαν ἐνέργειαν οἵαν θέλει, οὕτως ὁ τῷ θείῳ
30φόβῳ καθηλωμένον τὸν λογισμὸν, ἀκίνητος ὑπάρχει πρὸς πᾶν θέλημα σαρκικόν. Καὶ ὥσπερ ὁ σταυρῷ προσηλωμένος οὐκ ἔτι τὰ παρόντα λογίζεται, οὐδὲ τοῖς ἰδίοις θελήμασι συνδιατίθεται, οὐκ ἐπιθυμίᾳ ταράττεται, οὐ φροντίδι τοῦ κτᾶσθαι κατατείνεται,
35οὐχ ὑπερηφανίᾳ φυσιοῦται, οὐ φιλονεικίᾳ, οὐ φθόνῳ ἐξάπτεται, οὐ περὶ τῶν παρουσῶν ἀτιμιῶν ἀλγεῖ, οὐ τὰς παρελθούσας ὕβρεις ἀναμιμνήσκεται· μικρὸν γὰρ ὕστερον τὴν ἐκ τοῦ βίου ἔξοδον ἐκδέχεται διὰ τοῦ σταυροῦ· οὕτως ὁ ἀποταξάμενος γνησίως τῷ
40κόσμῳ, καὶ τῷ θείῳ φόβῳ ὡς ἐν σταυρῷ καθηλωμέ‐ νος, τὴν ἐκ τοῦ βίου τούτου ἔξοδον καθ’ ἑκάστην προσδεχόμενος, ἀκινήτους καὶ ἀνενεργήτους ἔχει πάσας τὰς ἐπιθυμίας καὶ τὰς σαρκικὰς διαθέσεις. Φυλάττου τοιγαροῦν μήποτε τούτων ἀναλαβεῖν
45ἐπιθυμήσῃς, ὧν ἀποτασσόμενος ἀποβέβληκας. Κατὰ γὰρ τὴν ἀπόφασιν τοῦ Δεσπότου, «Ὁ βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, οὐκ εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ ὁ πρὸς τὰ ταπεινά τε καὶ γήϊνα τοῦ κόσμου τούτου

28

.

865

(50)

πράγματα ἀπὸ τῆς ὑψηλῆς πολιτείας καταβαίνων πάλιν παρ’ ἐντολὴν τοῦ Χριστοῦ πράττει, τοῦ δώμα‐ τος καταβαίνων, καὶ ἆραί τι τῶν τοῦ οἴκου ἐπιχει‐ ρῶν. Φυλάττου τοίνυν μὴ, τῆς τῶν κατὰ σάρκα γο‐ νέων ἀρχαίας διαθέσεως ἀναμνησθεὶς, καὶ πρὸς τὰς
55φροντίδας τοῦ αἰῶνος τούτου ἐπιστραφεὶς, ἀνεύθετος
εὑρεθῇς κατὰ τὴν τοῦ Κυρίου φωνὴν ἐν τῇ βασιλείᾳ865

28

.

868

τῶν οὐρανῶν. Φυλάττου μήποτε τὴν ὑπερηφανίαν, ἣν ἀρχόμενος τῇ θέρμῃ τῆς ταπεινώσεως κατεπάτη‐ σας, ἀνεγείρῃς καθ’ ἑαυτοῦ, ὅταν τὸ ψαλτήριον μά‐ θῃς, ἤ τι τῆς Γραφῆς, ἢ καὶ κατὰ τὴν τοῦ Ἀποστό‐
5λου φωνὴν, ἃ κατέλυσας πάλιν οἰκοδομῶν, παραβά‐ την σεαυτὸν ἀποδείξῃς· ἀλλὰ μᾶλλον ὡς ἐνήρξω, καὶ ὡμολόγησας τὴν ταπείνωσιν ἐνώπιον Θεοῦ καὶ ἀγγέ‐ λων, ἕως τέλους διατήρησον. Ὁμοίως τὴν ὑπομονὴν, ἣν ἐπεδείξω ἐν τῷ μοναστηρίῳ, ἐπὶ πολλὰς ἡμέρας
10πρὸ τῶν θυρῶν διακαρτερῶν, καὶ μετὰ δακρύων ἱκε‐ τεύων, σπούδασον ἐπαυξῆσαι. Ἄθλιον γὰρ ὄντως ὀφείλοντά σε καθ’ ἑκάστην προστιθέναι τῇ πρώτῃ θέρμῃ, καὶ εἰς τὸ τέλειον ἀναβαίνειν προκόπτοντα ὑφαιρεῖν ἀπ’ αὐτῆς, καὶ πρὸς τὰ κάτω ὑπαναλύειν.
15Οὐ γὰρ ὁ ἀρχόμενος τοῦ καλοῦ μακάριος, ἀλλ’ ὅστις ἕως τέλους ἐν τούτῳ διαμείνῃ. Ὁ γὰρ ἐπὶ γῆς συρό‐ μενος ὄφις τὴν ἡμετέραν ἀεὶ τηρεῖ πτέρναν, τουτέστι τῇ ἡμετέρᾳ ἐξόδῳ ἐπιβουλεύει, καὶ ἕως τέλους τῆς ζωῆς ἡμῶν ὑποσκελίζειν ἡμᾶς ἐπιχειρεῖ. Καὶ τούτου
20χάριν τὸ ἐνάρξασθαι καλῶς οὐδὲν ὠφελήσει, οὐδὲ ἡ ἀρχὴ τῆς ἐν ὑποταγῇ θερμότητος, εἰ μὴ καὶ τὸ τέλος ὡσαύτως γένηται. Καὶ ἡ τοῦ Χριστοῦ δὲ ταπείνω‐ σις, ἣν νῦν ἐνώπιον αὐτοῦ ἐπηγγείλω, οὐκ ἄλλως βε‐ βαιωθήσεται, εἰ μὴ ἕως τέλους ταύτην ὑποδείξῃς. Διὸ,
25ἵνα δυνηθῇς ταύτην τελείως κτήσασθαι, καὶ συντρί‐ ψαι τὴν κεφαλὴν τοῦ δράκοντος, σπούδαζε, ὅταν ἐπέρ‐ χωνταί σοι λογισμοὶ, εὐθέως ἐξ ἀρχῆς τούτους ἀπαγ‐ γέλλειν. Οὕτως γὰρ δημοσιεύων τὰς ἀρχὰς τῶν ὀλε‐ θρίων τοῦ δράκοντος λογισμῶν, καὶ μὴ αἰσχυνόμενος
30ἐκφαίνειν τῷ σῷ Πατρὶ, συντρίψεις τὴν τούτου κεφα‐ λήν. Διὸ δὴ κατὰ τὴν Γραφὴν, εἰ προσέλθῃς δουλεύειν τῷ Θεῷ, ἑτοίμασον σεαυτὸν μὴ πρὸς ἀμεριμνίας, μὴ πρὸς ἀνέσεις, ἀλλὰ πρὸς πειρασμοὺς, πρὸς θλίψεις. «Διὰ» γὰρ «πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν
35εἰς τὴν βασιλείαν τῶν οὐρανῶν·» καὶ, «Στενὴ ἡ πύλη, καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Πρόσχες τοίνυν τοῖς ὀλίγοις καλοῖς, καὶ ἐκ παραδείγματος αὐτῶν κανόνιζε τὸν ἑαυτοῦ βίον· μὴ προσχῇς τοῖς
40ῥᾳθύμοις καὶ καταφρονηταῖς, κἂν πολλοὶ ὦσι· «Πολ‐ λοὶ γὰρ,» φησὶ, «κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ,» καὶ μικρὸν τὸ ποίμνιον ᾧ ηὐδόκησεν ὁ Πατὴρ δοῦναι τὴν βασιλείαν. Μὴ μικρὸν γὰρ εἶναι νομίσῃς ἁμάρτημα ἐπαγγέλλεσθαι τελειότητα, καὶ τοῖς ἀμελεστέροις καὶ
45ῥᾳθύμοις ἀκολουθεῖν. Ἵνα τοίνυν δυνηθῇς ἐπιβῆναι τῇ τελειότητι, ταύτῃ κέχρησο τῇ τάξει, καὶ τούτοις ἀνάβαινε τοῖς βαθμοῖς. Πρῶτος βαθμὸς ἀρετῆς καὶ ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ τοῦ Θεοῦ· διὰ τούτου καὶ τῶν

28

.

868

(50)

ἁμαρτημάτων ἀποκάθαρσις, καὶ τῶν ἀρετῶν φυλακὴ, καὶ ὁδὸς ἐπὶ τὴν τελειότητα γίνεται. Ὅταν γὰρ ὁ τοῦ Θεοῦ φόβος εἰσέλθῃ εἰς τὴν ψυχὴν, καταφρονεῖν πάν‐ των πείθει τῶν τοῦ κόσμου πραγμάτων, καὶ λήθην
τῶν κατὰ σάρκα συγγενῶν γεννᾷ, καὶ αὐτοῦ ὅλου τοῦ867

28

.

869

κόσμου. Ἐκ δὲ τούτων ταπείνωσις κεφάλαιον τῶν ἀρετῶν, καὶ πλήρωμα πάντων τῶν καλῶν κατορθοῦ‐ ται· καταφρονήσει γὰρ καὶ στερήσει πάντων τῶν πραγμάτων ἡ ταπείνωσις προσγίνεται. Ἡ ταπείνω‐
5σις δὲ τούτοις τοῖς γνωρίσμασι δοκιμάζεται. Πρῶτον εἰ νεκρωθέντα τις εἶχεν ἑαυτῷ τὰ ἴδια θελήματα· δεύ‐ τερον δὲ εἰ μὴ μόνον τῶν οἰκείων πράξεων, ἀλλὰ καὶ τῶν ἐνθυμήσεων μηδὲν τὸν ἴδιον κρύπτει Πατέρα· τρίτον, εἰ μὴ τῇ ἰδίᾳ συνέσει, ἀλλὰ πάντα τοῦ Πα‐
10τρὸς διακρίσει πιστεύει, διψῶν ἀεὶ καὶ ἐπιποθῶν, καὶ ἡδέως ἀκούων τῆς τούτου νουθεσίας· τέταρτον, εἰ πᾶσιν ἀνεπαισχύντως δουλεύσει τοῖς τοῦ Πατρὸς προστάγμασι· πέμπτον, εἰ μὴ μόνον αὐτὸς οὐ τολμᾷ ὑβρίσαι τινὰ, ἀλλὰ καὶ τὰς ὑπὸ ἄλλων αὐτῷ ἐπαγο‐
15μένας ὕβρεις μετὰ χαρᾶς ἔσται προσδεχόμενος· ἕκτον, εἰ μηδὲν ἐπιχειρήσει καινότερον πρᾶξαι, ὅπερ ὁ κα‐ νὼν ὁ κοινὸς οὐκέτι προτρέπει, οὐδὲ τῶν Πατέρων τὰ παραδείγματα· ἕβδομον, εἰ πάσῃ εὐτελείᾳ ἀρκούμε‐ νος, καὶ ἐπ’ αὐτοῖς τοῖς δεδομένοις εὐχαριστῶν, καὶ
20τούτων ἀνάξιον ἡγεῖται ἑαυτόν· ὄγδοον, εἰ ἑαυτὸν πάν‐ τοτε κατώτερον πάντων, καὶ μὴ ᾖ προπετὴς ἐν λό‐ γοις· δέκατον, εἰ μὴ ἔστιν εὐχερὴς ἐν λόγοις, καὶ πρόχειρος ἐν γλώσσῃ. Τούτοις γὰρ καὶ τοῖς ὁμοίοις τούτων σημείοις ἡ ταπείνωσις γνωρίζεται. Ταῦτα,
25ὅταν ἐν ἀληθείᾳ κατορθωθῇ, ταχέως πρὸς τὸ ὕψος τῆς ἀγάπης ἀνάγει, ἐν ᾗ φόβος οὐκ ἔστι κολάσεως, καὶ δι’ ἧς τὰ πάντα οὐκέτι μετὰ ἀνάγκης, καὶ κόπου φυλάττεται, ἀλλὰ πόθῳ διαπύρῳ καὶ ἐπιθυμίᾳ τοῦ καλοῦ. Πρὸς ἥνπερ ἀρετὴν ἵνα ἰσχύσῃς εὐχερέστερον
30φθάσαι, ὑποδείγματά σοι πρὸς μίμησιν ἔστωσαν οἱ λόγοι τῶν συμβαινόντων, καὶ εὐλάβειαν κεκτημένων ἀδελφῶν· μὴ οἱ πλείους, καὶ ἀμελέστερόν τε καὶ ῥᾳθυμότερον ζῶντες. Καὶ γὰρ ἐκ τοῦ μιμεῖσθαι καὶ ζηλοῦν τοὺς ἁγίους μεγίστη ὠφέλεια προσγίνεται τοῖς βουλομένοις πρὸς τελειότητα φθάσαι.
35 Εἰ τοίνυν θέλεις δυνηθῆναι πᾶσι τούτοις ἐξ‐ ακολουθῆσαι, καὶ ὑπὸ τούτων εἰς τὸν πνευματικὸν ἀγῶνα τοῦ κοινοβίου ἄχρι τέλους διακαρτερῆσαι, ταῦτα ἃ εἶπεν ὁ Δαυῒδ ἀναγκαῖά σοι πρὸς φυλακὴν ἐν τῇ συνοδίᾳ τῶν ἀδελφῶν ἔστωσαν· «Ἐγὼ δὲ ὡσεὶ
40κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς.» Ὅσα τοίνυν βλέπεις ἀλλότρια οἰκοδομῆς καὶ ὠφελείας, ὡς τυφλὸς γενοῦ, καὶ ὅσα ἀκούεις, ὡς κωφὸς καὶ ἄλα‐ λος, καὶ οὐκ ἔχων ἐν τῷ στόματι ἐλεγμούς. Καὶ μὴ
45μιμήσῃ τούτους, ὅσοι ἄπιστοι, καὶ ἀνήκοοι, καὶ προ‐ πετεῖς, καὶ συρφετοὶ, καὶ ὑβρισταὶ τυγχάνουσιν, ἀλλ’ ὡς κωφὸς καὶ μὴ ἀκούων, ταῦτα παραπέμπου. Ἐάν σοί τις ἐλέγχους, ἢ ὀνείδη, ἢ ὕβρεις ἐπιπέμψῃ, ἀκίνητος ἔσο ὡς πεφιμωμένος καὶ ἄλαλος, ἀεὶ τοῦτον

28

.

869

(50)

τὸν στίχον ἐπιλέγων τοῦ ψαλμοῦ· «Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συ‐ στῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην.» Ἔτι μὴν πρὸς τούτοις καὶ τέταρτον
55τοῦτο πρὸ πάντων μελέτα, καὶ φυλάσσου, ὅπερ καὶ869

28

.

872

ταῦτα τὰ ἀνωτέρω εἰρημένα τρία κοσμῆσαι δύναται. τὸ μωρὸν καὶ ἄφρονα ἑαυτὸν, κατὰ τὸ Ἀποστόλου παράγγελμα, ἐν τούτῳ τῷ αἰῶνι ποιῆσαι, ἵνα γένῃ σοφὸς, δηλονότι μηδὲν διακρίνων ἢ διστάζων ἐν οἷς
5ἂν προσταχθῇς, ἁπλότητος καὶ πίστεως τὴν ὑπακοὴν ποιῶν. Ἐκεῖνο μόνον ἅγιον τῶν ἁγίων λογιζόμενος, καὶ σοφὸν, καὶ συμφέρον πιστεύων, τὸ ὑπὸ τοῦ σοῦ Πατρὸς προσταχθέν σοι. Τοιαύτῃ γὰρ διαθέσει ἀσφα‐ λισάμενος τὴν σὴν καρδίαν, δυνήσῃ ἕως τέλους ὑπο‐
10μεῖναι τὸν Χριστοῦ ζυγὸν τῆς ὑποταγῆς, καὶ οὐδέν σε τῶν τοῦ διαβόλου πειρατηρίων καὶ τεχνασμάτων δυνήσεται σαλεῦσαι ἐκ τῆς ἐπιστήμης τοῦ βίου. Καὶ τὴν ὑπομονὴν δὲ, καὶ τὴν ταπείνωσιν, καὶ τὴν μα‐ κροθυμίαν τὴν σὴν, μὴ ἐκ τῆς τῶν ἄλλων ἀρετῆς προσ‐
15δόκα κατορθοῦσθαι· οἶον ἐὰν ὑπ’ οὐδενὸς παροξύνῃ, ἢ οὐκ ἐξουδενώσῃ, ἢ οὐκ ἀτιμάζῃ, ὅπερ οὔτε τῆς σῆς ἀρε‐ τῆς ἐστι δεῖγμα, οὔτε ἐν τῇ ἐξουσίᾳ κεῖται· ἀλλ’ ὅταν λοιδορούμενος, ἢ ἀτιμαζόμενος, ἢ ἐξουδενούμενος πράως φέρῃς· τοῦτο γὰρ ἐν τῇ σῇ προαιρέσει κεῖται.
20Ἵνα τοίνυν αὐτὰ πάντα, ἅπερ πλατύτερον εἰρήκαμεν, συναθροίσαντες, τί ποτε σύντομον εἴπωμεν πρὸς τὸ εὐκόλως τὴν σὴν διάνοιαν τούτων μνημονεύειν, ἄκουε πάλιν, πῶς κατὰ τάξιν δυνήσῃ ἐπιβῆναι τῆς τελειό‐ τητος. Ἀρχὴ τῆς ἡμετέρας σωτηρίας ὁ φόβος ἐστὶ
25τοῦ Θεοῦ· ἐκ τούτου γεννᾶται ἀγαθὴ ὑπακοὴ, ἐξ ἧς τίκτεται ἡ ὑποταγὴ, καὶ ἡ καταφρόνησις τῶν τοῦ κόσμου πραγμάτων· ἐκ δὲ ταύτης τῆς ταπεινώσεως γεννᾶται τῶν ἰδίων θελημάτων ἡ νέκρωσις· ἐκ δὲ τῆς τῶν θελημάτων νεκρώσεως αἱ τῶν ἡδονῶν ῥίζαι
30μαραίνονται· ἐκ δὲ τούτων πάντα τὰ ἐλαττώματα τῆς ψυχῆς ἀποβάλλονται· τῇ δὲ ἀποβολῇ τούτων, αἱ ἀρε‐ ταὶ αὔξουσι, καὶ καρποφοροῦσι· τῇ δὲ αὐξήσει τῶν ἀρετῶν ἡ καθαρότης τῆς καρδίας προσγίνεται· ταῖς δὲ καθαρότησι τῆς καρδίας ἡ ἀποστολικὴ τελειότης ἐπακολουθεῖ χάριτι καὶ συνεργείᾳ τοῦ Κυρίου ἡμῶν
35Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
36tΤΟΥ ΑΥΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΡΟΣ
37tΤΟΝ ΑΥΤΟΝ ΚΑΣΤΟΡΑ ΠΕΡΙ ΤΩΝ ΟΚΤΩ
38tΤΗΣ ΚΑΚΙΑΣ ΛΟΓΙΣΜΩΝ.
39Πρώην τὸν περὶ διατυπώσεως λόγον τῶν κοινο‐
40βίων συντάξαντες, πάλιν ἐπὶ τοῦ παρόντος, ταῖς ὑμε‐ τέραις εὐχαῖς θαῤῥήσαντες, ἐπεχειρήσαμεν γράψαι περὶ τῶν ὀκτὼ τῆς κακίας λογισμῶν· γαστριμαργίας φημὶ καὶ πορνείας, φιλαργυρίας καὶ ὀργῆς, λύπης καὶ ἀκηδίας, κενοδοξίας καὶ ὑπερηφανίας. Προηγου‐
45μένως τοίνυν περὶ ἐγκρατείας γαστρὸς ἡμῖν λεχθή‐ σεται, τῆς ἀντικειμένης τῇ γαστριμαργίᾳ· τοῦ τε τρόπου τῶν νηστειῶν, καὶ τῆς ποιότητος καὶ ποσό‐ τητος τῶν βρωμάτων. Καὶ ταῦτα οὐκ ἀφ’ ἑαυτῶν ἐροῦμεν, ἀλλ’ ἅπερ παρειλήφαμεν παρὰ τῶν ἁγίων

28

.

872

(50)

ἡμῶν Πατέρων. Ἐκεῖνοι τοίνυν οὐχ ἕνα κανόνα νη‐ στείας, οὐδὲ ἕνα τρόπον τῆς τῶν βρωμάτων μεταλή‐ ψεως, οὐδὲ τὸ αὐτὸ μέτρον πᾶσι μεταδιδόασι, διὰ τὸ μηδὲ πάντας τὴν αὐτὴν ἰσχὺν ἔχειν, ἢ διὰ ἡλικίαν, ἢ δι’ ἀσθένειαν, ἢ διὰ ἕξιν ἀστειοτέρου σώματος. Ἕνα
55δὲ σκοπὸν πᾶσι παραδεδώκασι, φεύγειν τὴν πλησμο‐871

28

.

873

νὴν, καὶ ἀποστρέφεσθαι τὴν χορτασίαν τῆς γαστρός· τὴν δὲ καθημερινὴν νηστείαν ἐδοκίμασαν ὠφελιμω‐ τέραν εἶναι, καὶ συμβαλλομένην εἶναι πρὸς καθαρό‐ τητα, πλέον τῆς ἐν τρισὶν ἢ τέταρσιν, ἢ καὶ ἕως
5ἑβδομάδος ἑλκομένης νηστείας. Καὶ γάρ φασι τὸν ἀμέτρως ἐπεκτεινόμενον τῇ νηστείᾳ ὑπὲρ μέτρον πολ‐ λάκις τῇ τροφῇ κεχρῆσθαι, ὡς ἐκ τούτου ποτὲ μὲν τῇ ὑπερβολῇ τῆς ἀσιτίας ἀτονεῖν τὸ σῶμα, καὶ πρὸς τὰς πνευματικὰς λειτουργίας ὀκνηρότερον γίνεσθαι·
10ποτὲ δὲ, τῷ πλήθει τῶν τροφῶν βαρυνόμενον, ἀκη‐ δίαν καὶ χαύνωσιν ἐμποιεῖν τῇ ψυχῇ. Καὶ πάλιν οὐ πᾶσιν ἁρμόδιον εἶναι τὴν τῶν λαχάνων μετάληψιν, οὐδὲ πᾶσι τὴν τῶν ὀσπρίων, οὐδὲ πάντας δύνασθαι τῇ τοῦ ξηροῦ ἄρτου κεχρῆσθαι τροφῇ· καὶ πάλιν τὸν
15μέν φησι δύο λίτρας ἐσθίοντα ἄρτου ἀκμὴν πεινᾷν, ἄλλον δὲ ἐσθίοντα λίτραν, ἢ ἓξ οὐγγίας χορτάζεσθαι. Πᾶσιν οὖν, ὡς εἴρηται, ἕνα σκοπὸν ἐγκρατείας παρα‐ δεδώκασι, τὸ μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, μηδὲ ἐξέλκεσθαι τῇ τοῦ λάρυγγος ἡδονῇ. Οὐδὲ γὰρ ἡ δια‐
20φορὰ τῆς ποιότητος μόνον, ἀλλὰ καὶ ἡ ποσότης τοῦ πλήθους τῶν βρωμάτων τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας εἴωθεν ἀνάπτειν· οἵας γὰρ δήποτε τροφῆς πληρουμένη γαστὴρ, ἀσωτίας σπέρματα τίκτει. Καὶ πάλιν οὐ μόνον κραιπάλη οἴνου, ἀλλὰ καὶ πλησμονὴ
25ὕδατος, καὶ πασῶν τροφῶν ὑπερβολὴ κεκαρωμένην καὶ νυστάζουσαν ταύτην ἀποτελοῦσι. Τοῖς Σοδομίταις οὐκ οἴνου καὶ διαφόρων βρωμάτων κραιπάλη, κατα‐ στροφῆς γέγονεν αἰτία, ἀλλ’ ἄρτου πλησμονὴ, κατὰ τὸν προφήτην. Ἡ ἀσθένεια τοῦ σώματος πρὸς τὴν
30καθαρότητα τῆς καρδίας οὐκ ἀντίκειται. Ταῦτα οὖν παρασχόμενος τῷ σώματι ἃ ἡ ἀσθένεια ἀπαιτεῖ, οὐχ ἅπερ ἡ ἡδονὴ θέλει. Ἡ τῶν βρωμάτων χρῆσις ὅσον ὑπουργῆσαι πρὸς τὸ ζῇν παραλαμβάνεται, οὐχ ὅσον δουλεῦσαι ταῖς ὁρμαῖς τῆς ἐπιθυμίας. Ἡ σύμμετρος
35καὶ μετὰ λόγου τῶν τροφῶν μετάληψις τῆς ὑγείας φροντίζει τοῦ σώματος, οὐ τὴν ἁγιωσύνην ἀφαιρεῖται. Ὅρος ἐγκρατείας καὶ κανὼν παραδεδομένος ὑπὸ τῶν ἁγίων Πατέρων ἀκριβὴς οὗτός ἐστι, τὸ ἔτι τῆς ὀρέ‐ ξεως ἐγκειμένης, τῆς τροφῆς ἀπέχεσθαι τὸν ἐσθίοντα.
40Καὶ ὁ Ἀπόστολος δὲ εἰπών· «Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,» οὐ τὴν ἀναγκαίαν τῆς ζωῆς κυβέρνησιν ἐκώλυσεν, ἀλλὰ τὴν φιλήδονον ἐπι‐ μέλειαν ἀπηγόρευσεν. Ἄλλως τε καὶ πρὸς καθαρό‐ τητα τελείαν τῆς ψυχῆς μόνη ἡ ἀποχὴ τῶν βρωμά‐
45των οὐκ ἰσχύει, εἰ μὴ καὶ αἱ λοιπαὶ ἀρεταὶ συνδρά‐ μωσι. Τοιγαροῦν ἡ ταπείνωσις διὰ τῆς ὑπακοῆς τοῦ ἔργου καὶ τῆς τοῦ σώματος καταπονήσεως, μεγάλα ἡμῖν συμβάλλεται. Ἡ ἀποχὴ τῆς φιλαργυρίας οὐ μό‐ νον τὸ μὴ ἔχειν χρήματα, ἀλλὰ μηδὲ ἐπιθυμεῖν κε‐

28

.

873

(50)

κτῆσθαι. Πρὸς καθαρότητα τὴν ψυχὴν ὁδηγεῖ τῆς ὀργῆς ἡ ἀποχὴ, τῆς λύπης, τῆς κενοδοξίας, τῆς ὑπερ‐ ηφανίας. Ταῦτα πάντα τὴν καθολικὴν τῆς ψυχῆς καθαρότητα ἀπεργάζεται. Τὴν δὲ διὰ σωφροσύνης
μερικὴν τῆς ψυχῆς καθαρότητα ἐξαιρέτως ἐγκράτεια873

28

.

876

καὶ νηστεία κατορθοῖ. Ἀδύνατον γὰρ τὸν τὴν γα‐ στέρα κεκορεσμένον πολεμῆσαι κατὰ διάνοιαν τῷ πνεύματι τῆς πορνείας. Τοιγαροῦν πρῶτος ἔστω ἡμῖν ἀγὼν τὸ κρατεῖν γαστρὸς, καὶ δουλαγωγεῖν τὸ σῶμα,
5οὐ μόνον διὰ νηστείας, ἀλλὰ καὶ δι’ ἀγρυπνίας, καὶ κόπου, καὶ ἀναγνώσεως, καὶ τοῦ συνάγειν τὴν καρδίαν εἰς τὸν φόβον τῆς γεέννης, καὶ εἰς τὸν πόθον τῆς βασιλείας τῶν οὐρανῶν. Δεύτερός ἐστιν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς πορνείας καὶ τῆς ἐπιθυμίας τῆς σαρκὸς, ἥτις
10ἐπιθυμία ἀπὸ πρώτης ἡλικίας ἄρχεται παρενοχλεῖν τῷ ἀνθρώπῳ. Μέγας οὗτος ὁ ἀγὼν καὶ χαλεπὸς, καὶ διπλῆν ἔχων τὴν πάλην· διότι οὗτος διπλοῦς καθέστη‐ κεν, ἐν τῇ ψυχῇ καὶ ἐν τῷ σώματι συνιστάμενος. Καὶ τούτου χάριν διπλῆν χρὴ κατ’ αὐτοῦ καὶ τὴν πάλην
15ἀναδέξασθαι. Οὔτε γὰρ ἱκανὴ ὑπάρχει μόνη ἡ σωμα‐ τικὴ νηστεία πρὸς κτῆσιν τῆς τελείας σωφροσύνης, καὶ ἀληθοῦς ἁγνείας, εἰ μὴ καὶ εὐχὴ πρὸς Θεὸν ἐκτε‐ νὴς, καὶ κοινὴ τῶν θείων Γραφῶν μελέτη, καὶ κά‐ ματος καὶ ἔργον χειρῶν, ἅπερ δύνανται τὰς ἀστάτους
20ὁρμὰς τῆς ψυχῆς συστέλλειν, καὶ ἐκ τῶν αἰσχρῶν φαντασιῶν ἀνακαλεῖσθαι αὐτήν· πρὸ δὲ πάντων συμ‐ βάλλεται ταπείνωσις ψυχῆς, ἧς χωρὶς οὐδὲ πορνείας, οὐδὲ τῶν ἄλλων παθῶν δυνήσεταί τις περιγενέσθαι. Προηγουμένως τοίνυν χρὴ πάσῃ φυλακῇ τηρεῖν τὴν
25καρδίαν ἀπὸ λογισμῶν ῥυπαρῶν. Ἐκ γὰρ ταύτης προ‐ εξέρχονται, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι, πορνεῖαι, καὶ τὰ λοιπά. Καὶ γὰρ ἡ νηστεία οὐ μόνον πρὸς κακουχίαν τοῦ σώματος ἡμῖν προστέτακται, ἀλλὰ καὶ πρὸς νῆψιν τοῦ νοὸς, ἵνα
30μὴ, τῷ πλήθει τῶν βρωμάτων σκοτισθεὶς, ἀδυνατήσῃ πρὸς τὴν τῶν λογισμῶν παραφυλακήν. Χρὴ τοίνυν μὴ μόνον ἐν τῇ σωματικῇ νηστείᾳ τὴν πᾶσαν σπου‐ δὴν ἐνδείκνυσθαι, ἀλλὰ καὶ ἐν τῇ προσοχῇ τῶν λογι‐ σμῶν, καὶ ἐν τῇ πνευματικῇ μελέτῃ, ὧν χωρὶς ἀδύ‐
35νατον πρὸς τὸ ὕψος τῆς ἀληθοῦς ἁγνείας καὶ καθα‐ ρότητος ἀνελθεῖν. Προσήκει τοίνυν ἡμᾶς καθαρίζειν πρότερον, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, τὸ ἔνδον τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς καθαρόν. Διὰ δὴ τοῦτο, εἰ ἔστιν ἡμῖν σπουδὴ, κατὰ
40τὸν Ἀπόστολον, νομίμως ἀθλῆσαι, καὶ στεφανωθῆναι, νικήσαντας τὸ ἀκάθαρτον πνεῦμα τῆς πορνείας, μὴ τῇ ἡμετέρᾳ δυνάμει ἢ ἀσκήσει θαῤῥήσωμεν, ἀλλὰ τῇ βοηθείᾳ τοῦ δεσπότου Θεοῦ. Οὐ παύεται γὰρ ὁ ἄνθρωπος πολεμούμενος ὑπὸ τοῦ δαίμονος τούτου,
45ἕως οὗ ἐν ἀληθείᾳ πιστεύσῃ, ὅτι οὐκ ἰδίᾳ σπουδῇ ἢ καμάτῳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ῥοπῇ καὶ βοηθείᾳ ἀπαλλάττε‐ ται ταύτης τῆς νόσου, καὶ εἰς τὸ ὕψος τῆς ἁγνείας ἀνέρ‐ χεται. Καὶ γὰρ ὑπὲρ φύσιν ἐστὶ τὸ πρᾶγμα, καὶ τρό‐ πον τινὰ ἔξω τοῦ σώματος γίνεται, ὁ τοὺς ἐρεθισμοὺς

28

.

876

(50)

τῆς σαρκὸς καὶ τὰς ἡδονὰς ταύτης καταπατήσας. Καὶ τούτου χάριν ἀδύνατόν ἐστιν ἄνθρωπον τοῖς πτε‐ ροῖς, ἵν’ οὕτως εἴπω, πρὸς τὸ ὕψος τοῦτο καὶ οὐρά‐ νιον βραβεῖον τῆς ἁγιωσύνης ἀναπτῆναι, καὶ μιμητὴν ἀγγέλων γενέσθαι· εἰ μὴ χάρις Θεοῦ τοῦτον ἀπὸ τῆς
55γῆς καὶ τοῦ βορβόρου ἀναγάγοι. Οὐδεμιᾷ γὰρ ἀρετῇ875

28

.

877

μᾶλλον οἱ σαρκὶ συνδεδεμένοι ἄνθρωποι τοῖς οὐρα‐ νίοις ἀγγέλοις συνομοιοῦνται, ὡς τῇ σωφροσύνῃ· διὰ ταύτης γὰρ, ἔτι ἐν τῇ γῇ διάγοντες, ἔχουσι, κατὰ τὸν Ἀπόστολον, τὸ πολίτευμα ἐν οὐρανοῖς. Δεῖγμα δὲ τοῦ
5τὴν ἀρετὴν ταύτην κεκτῆσθαι ἡμᾶς, τὸ μηδὲ μιᾶς εἰκόνι αἰσχρᾶς φαντασίας ἐν τοῖς ὕπνοις τὴν ψυχὴν προστρέ‐ χειν. Εἰ γὰρ καὶ μὴ λογίζεται ἁμαρτία ἡ τοιαύτη κίνη‐ σις, ὅμως τεκμήριον ὑπάρχει τοῦ νοσεῖν τὴν ψυχὴν, καὶ μήπω τοῦ πάθους ἀπηλλάχθαι. Καὶ τούτου χάριν
10τὰς συμβαινούσας ἡμῖν ἐν τοῖς ὕπνοις αἰσχρὰς φαν‐ τασίας ἔλεγχον εἶναι τῆς προλαβούσης ῥᾳθυμίας καὶ τῆς ἐν ἡμῖν ἀσθενείας πιστεύειν ὀφείλομεν, ἐν τοῖς ἀποκρύφοις τῆς ψυχῆς ἀποκεκρυμμένην νόσον φανε‐ ροποιούσης τῆς γινομένης ῥύσεως ἐν τῇ τοῦ ὕπνου
15ἀνέσει. Διὸ καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἐν τοῖς ἀποκρύ‐ φοις τῆς ψυχῆς τὸ φάρμακον ἐναπέθετο, ἔνθα καὶ τὰς αἰτίας τῆς νόσου ὑπάρχειν ἐγίνωσκε, φάσκων· «Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ·» οὐ το‐
20σοῦτον τοὺς πορνικοὺς καὶ περιέργους ὀφθαλμοὺς διορθούμενος, ὅσον τὴν ἔνδον ἐνιδρυμένην ψυχὴν, ἥτις τοῖς παρὰ Θεοῦ δοθεῖσιν ἐπ’ ἀγαθῷ ὀφθαλμοῖς κακῶς κέχρηται· τούτου χάριν καὶ ἡ σοφὴ παροιμία οὐ λέγει, Πάσῃ φυλακῇ τήρει τοὺς ὀφθαλμοὺς, ἀλλὰ, «Πάσῃ
25φυλακῇ τήρει σὴν καρδίαν·» ἐκείνῃ μάλιστα ἐπι‐ θεῖσα τὴν ἰατρείαν τῆς φυλακῆς, τῇ κεχρημένῃ τοῖς ὀφθαλμοῖς εἰς ἃ βούλεται. Τοιγαροῦν αὐτὴ ἔστω τῆς καθάρσεως ἡμῶν πρώτη φυλακὴ, ἵνα, ὅτε τῇ ἡμε‐ τέρᾳ διανοίᾳ μνήμη γυναικὸς γένηται ἀναδοθεῖσα διὰ
30τῆς διαβολικῆς ἐνεργείας, εἰ τύχοι μητρὸς, ἢ ἀδελ‐ φῆς, ἢ ἄλλων γυναικῶν εὐλαβῶν, ταχέως αὐτὴν ἐκ τῆς ἡμετέρας καρδίας ἐκβάλωμεν· ἵνα μὴ, ἐπιπολὺ διατριβόντων ἡμῶν ἐν αὐτῇ τῇ γνώμῃ ὁ τῶν κακῶν ἀπατεὼν ἐκ τούτων τῶν προσώπων κατακυλίσῃ καὶ
35κατακρημνίσῃ τὴν διάνοιαν εἰς αἰσχρὰς καὶ ἐπιβλα‐ βεῖς ἐνθυμήσεις, καθὼς καὶ ἡ παρὰ Θεοῦ πρὸς τὸν πρῶτον δοθεῖσα ἐντολὴ κελεύει, τηρεῖν τὴν κεφαλὴν τοῦ ὄφεως, τουτέστι τοῦ βλαβεροῦ λογισμοῦ τὴν ἀρ‐ χὴν, δι’ οὗπερ ἕρπειν εἰς τὴν ἡμετέραν ψυχὴν ἐπι‐
40χειρεῖ· ἵνα μὴ τῇ τῆς κεφαλῆς παραδοχῇ, ἥτις ἐστὶν ἡ προσβολὴ τοῦ λογισμοῦ, τὸ λοιπὸν τοῦ ὄφεως σῶμα, τουτέστι τῆς ἡδονῆς τὴν κατάθεσιν, παραδεξώμεθα, καὶ ἐκ τούτου λοιπὸν ἐπὶ τὴν ἀθέμιτον πρᾶξιν κατ‐ ενέγκῃ τὴν διάνοιαν· ἀλλὰ προσήκει, κατὰ τὸ γεγραμ‐
45μένον, εἰς τὰς πρωΐας ἀποκτενεῖν πάντας τοὺς ἁμαρ‐ τωλοὺς τῆς γῆς, τουτέστι τῷ φωτὶ τῆς γνώσεως δια‐ κρίνειν, καὶ ἐξολοθρεύειν τοὺς ἁμαρτωλοὺς λογισμοὺς ἐκ τῆς γῆς, ἥτις ἐστὶν ἡ καρδία, κατὰ τὴν τοῦ Κυ‐ ρίου φωνήν· καὶ ὡς ἔτι νήπιοί εἰσιν οἱ υἱοὶ Βαβυ‐

28

.

877

(50)

λῶνος, ἤγουν οἱ πονηροὶ λογισμοὶ, τούτους ἐδαφίζειν, καὶ συντρίβειν πρὸς τὴν πέτραν, ἥτις ἐστὶν ὁ Χρι‐ στός. Ἐὰν γὰρ διὰ τῆς ἡμετέρας συγκαταθέσεως ἀνδρυνθῶσιν, οὐκ ἄνευ μεγάλου στεναγμοῦ καὶ κα‐ μάτου κινηθήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις ἀπὸ
55τῆς θείας Γραφῆς καλὸν καὶ λόγον ἁγίων Πατέρων877

28

.

880

ἐπιμνησθῆναι δή. Εἴρηται τοίνυν τῷ ἁγίῳ Βασιλείῳ τῷ ἐπισκόπῳ Καισαρείας Καππαδοκίας· Καὶ γυ‐ ναῖκα ἀγνοῶ, καὶ παρθένος οὐκ εἰμί· τοσοῦτον ἐγί‐ νωσκε μὴ ἐν τῇ σωματικῇ μόνῃ ἀποχῇ τῆς γυναικὸς
5τὸ δῶρον τῆς παρθενίας κατορθοῦσθαι, ὅσον τῇ τῆς ψυχῆς ἁγιωσύνῃ καὶ καθαρότητι ἣ τῷ φόβῳ Θεοῦ κατορθοῦσθαι πέφυκε. Λέγουσι δὲ καὶ τοῦτο οἱ Πατέ‐ ρες, μὴ δύνασθαι ἡμᾶς τὴν ἀρετὴν τῆς ἁγνείας τε‐ λείας κτήσασθαι, εἰ μὴ πρότερον ἀληθινὴν ταπεινο‐
10φροσύνην ἐν τῇ καρδίᾳ κτησώμεθα· οὔτε δὲ γνώ‐ σεως ἀληθοῦς καταξιωθῆναι ἐφ’ ὅσον ἐν τοῖς ἀπο‐ κρύφοις τῆς ψυχῆς τὸ πάθος τῆς πορνείας ἐγκαθ‐ έζεται. Ἵνα δὲ τὸ μέγα τοῦτο κατόρθωμα καὶ ἐκ τοῦ Ἀποστόλου δείξωμεν, μιᾶς αὐτοῦ ἐπιμνησθέντες λέ‐
15ξεως, καταπαύσωμεν τὸν λόγον. «Εἰρήνην, φησὶ, διώκετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Ὅτι γὰρ περὶ τούτου λέγει, δῆλον ἐξ ὧν ἐπήγαγεν, εἰπών· «Μή τις πόρνος ἢ βέβηλος ὡς Ἠσαῦ.» Ὅσον τοίνυν οὐράνιον, καὶ
20ἀγγελικὸν ὑπάρχει τὸ κατόρθωμα τῆς ἁγνοσύνης, τοσοῦτον βαρυτέραις παρὰ τῶν ἀντιπάλων ἐπιβουλαῖς πολεμεῖται. Καὶ τούτου χάριν σπουδάζειν ὀφείλομεν οὐ μόνον ἐγκράτειαν σώματος ἀσκεῖν, ἀλλὰ καὶ συν‐ τριβὴν καρδίας, καὶ πυκνὰς προσευχὰς μετὰ στε‐
25ναγμῶν· ὥστε τὴν κάμινον τῆς ἡμετέρας σαρκὸς, ἣν ὁ Βαβυλώνιος βασιλεὺς τοῖς τῆς ἐπιθυμίας ἐρεθισμοῖς καθ’ ἑκάστην ἀνάπτει, τῇ δρόσῳ τῆς παρου‐ σίας τοῦ ἁγίου Πνεύματος ἀποσβεσθῆναι. Πρὸς δὲ τούτοις μέγιστον ἡμῖν ὅπλον πρὸς τὸν πολέμιον τοῦ‐ τον καθέστηκεν ἡ κατὰ Θεὸν ἀγρυπνία. Ὥσπερ γὰρ ἡ ἁγνεία, καὶ ἡ παραφυλακὴ τῆς ἡμέρας τὴν νυκτε‐ ρινὴν παρασκευάζουσιν ἁγιοσύνην, οὕτως ἡ νυκτερινὴ κατὰ Θεὸν ἀγρυπνία τὴν ἡμερινὴν τῇ ...
30 Τρίτος ἐστὶν ἡμῖν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς φιλαργυρίας· ξένος οὗτος ὁ πόλεμος, καὶ ἔξωθεν τῆς φύσεως γνωριζόμενος, ἐξ ἀπιστίας τῷ μοναχῷ τὴν ἀφορμὴν εὑρίσκων. Καὶ γὰρ καὶ τῶν ἄλλων παθῶν, θυμοῦ λέγω καὶ ἐπιθυμίας, οἱ ἐρεθισμοὶ ἐκ τοῦ σώ‐
35ματος δοκοῦσιν ἔχειν τὰς ἀφορμὰς, καὶ τρόπον τινὰ ὡς ἔμφυτα, καὶ ἀπὸ γενέσεως ἔχοντα τὴν ἀρχήν· ὅθεν καὶ διὰ μακροῦ χρόνου νικῶνται. Ἡ δὲ τῆς φιλαργυ‐ ρίας νόσος ἔξωθεν ἐπερχομένη εὐχερέστερον ἐκκό‐ πτεσθαι δύναται, εἰ ἐπιμελείας τύχοι καὶ προσοχῆς·
40ἀμεληθεῖσα δὲ ὀλεθριωτέρα τῶν ἄλλων παθῶν καὶ συναπόβλητος γίνεται· ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστι κατὰ τὸν Ἀπόστολον. Σκοπήσωμεν δὲ οὕτω. Τοῦ σώματος αἱ φυσικαὶ κινήσεις οὐ μόνον ἐν τοῖς παισὶ θεωροῦνται, ἐν οἷς οὔπω διάγνωσις ἀγαθοῦ τε
45καὶ κακοῦ τυγχάνει, ἀλλὰ καὶ ἐν τοῖς βραχυτάτοις καὶ γαλουχουμένοις νηπίοις, ἅτινα, μηδὲ ἴχνος ἔχοντα σαρκικῆς ἡδονῆς, ὅμως ἐν τῇ σαρκὶ σημαίνουσι κί‐ νησιν. Ὁμοίως καὶ τοῦ θυμοῦ τὸ κέντρον ἐν τοῖς νη‐ πίοις θεωρεῖται, ὅταν συγκινούμενα ταῦτα πρὸς τοὺς

28

.

880

(50)

λελυπηκότας ὁρῶμεν. Καὶ ταῦτα λέγω, οὐ τὴν φύσιν κακίζων, ὡς ἁμαρτίας αἰτίαν, μὴ γένοιτο ἀλλ’ ἵνα δείξω, ὅτι θυμὸς μὲν καὶ ἐπιθυμία, εἰ καὶ ἐπ’ ἀγαθῷ παρὰ τοῦ Θεοῦ τοῦ δημιουργοῦ συνεζεύχθησαν τῷ ἀνθρώπῳ, ἀλλ’ οὖν γε δοκεῖ πως ἐκ τῶν φυσικῶν τοῦ
55σώματος εἰς τὰ παρὰ φύσιν διὰ ῥᾳθυμίας ἐκπίπτειν.879

28

.

881

Καὶ γὰρ ἡ τοῦ σώματος κίνησις πρὸς τεκνογονίαν καὶ διαδοχὴν τοῦ γένους διαμονῆς, οὐ πρὸς πορνείαν ὑπὸ τοῦ Δημιουργοῦ ἐδόθη· καὶ ἡ τοῦ θυμοῦ κίνησις σωτηριωδῶς ἡμῖν ἐγκατέσπαρται, ὥστε θυμοῦσθαι
5κατὰ τῆς ἁμαρτίας, οὐ μὴν πρὸς τὸ ὁμόφυλον ἐκθη‐ ριοῦσθαι. Οὐ τοίνυν, εἰ κακῶς ταύταις κεχρήμεθα, ἁμαρτωλὸς ἡ φύσις, ἢ τὸν πλάστην αἰτιασώμεθα, ὥσπερ οὐδὲ τὸν δεδωκότα σίδηρον πρὸς ἀναγκαίαν καὶ λυσιτελῆ χρείαν, εἰ ὁ δεξάμενος πρὸς φόνων ὑπ‐
10ηρεσίαν τούτῳ ἐχρήσατο. Ταῦτα δὲ εἰρήκαμεν, δεῖξαι βουλόμενοι, ὅτι τὸ τῆς φιλαργυρίας πάθος οὐκ ἐκ τῶν φυσικῶν κινήσεων τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἐκ μόνης κακίας καὶ διεφθαρμένης προαιρέσεως. Αὕτη γὰρ ἡ νόσος, ὅταν χλιαρὰν καὶ ἄπιστον ἐν ἀρχῇ τῆς ἀποτα‐
15γῆς εὕρῃ ψυχὴν, δικαίας τινὰς καὶ τὸ δοκεῖν εὐλό‐ γους προφάσεις ὑποβάλλει πρὸς τὸ κατασχεῖν τί ποτε ὧν κέκτηται· ὑπογράφει γὰρ κατὰ διάνοιαν τῷ μο‐ ναχῷ γῆρας μακρὸν, καὶ ἀσθένειαν σώματος, καὶ ὅτι αἱ διδόμεναι χρεῖαι ἐκ τοῦ κοινοβίου οὐκ εἰσὶν
20ἱκαναὶ πρὸς παραμυθίαν· οὐ λέγω ἀσθενοῦντι, ἀλλ’ οὐδὲ ὑγιαίνοντι· καὶ ὅτι ἐνταῦθα οὐ γίνεται κατ’ ἀξίαν φροντὶς τοῖς ἀσθενοῦσιν, ἀλλὰ καὶ πάνυ ἠμε‐ λημένη, καὶ ὡς, εἰ μὴ ἔχει ἀποκεκρυμμένον χρυ‐ σίον, ἀθλίως ἀπολεῖται. Τελευταῖον δὲ ὑποβάλλει μὴ
25δύνασθαι μένειν ἐπὶ πολὺ ἐν τῷ μοναστηρίῳ διὰ τὴν βαρύτητα τῶν ἔργων καὶ τὴν τοῦ πατρὸς ἀκρίβειαν. Καὶ ὅτε ταῖς τοιαύταις ἐνθυμήσεσιν ἀποπλανήσῃ τὴν διάνοιαν, πρὸς τὸ κἂν ἓν δηνάριον κατασχεῖν, τὸ τη‐ νικαῦτα πείθει αὐτὸν καὶ ἐργόχειρον λάθρα τοῦ ἀββᾶ
30μαθεῖν, ἐξ οὗ δυνήσεται τὸ περισπούδαστον αὐτῷ ἀργύριον αὐξῆσαι· καὶ λοιπὸν ἐλπίσιν ἀδήλοις ἀπατᾷ τὸν ἄθλιον, ὑποβάλλων αὐτῷ τὸ ἐκ τοῦ ἐργοχείρου κέρδος καὶ τὴν ἐκ τούτου ἄνεσιν καὶ ἀμεριμνίαν. Καὶ ὅλως τῇ τοῦ κέρδους ἐνθυμήσει δεθεὶς, οὐδὲν
35τῶν ἐναντίων σκοπεῖ, οὐκ ὀργῆς μανίαν, εἴποτε συμβῇ αὐτῷ ζημίᾳ περιπεσεῖν· οὐ λύπην, οὐ σκότος, εἰ ἀποτύχοι τοῦ ἐκ τοῦ ἔργου κέρδους, ἀλλὰ γίνεται, ὅπερ ἄλλοις ἡ γαστὴρ θεὸς, οὕτω τούτῳ ὁ χρυσός. Ὅθεν ὁ μακάριος Ἀπόστολος, τοῦτο γινώσκων, οὐ
40μόνον ῥίζαν πάντων τῶν κακῶν, ἀλλὰ καὶ εἰδωλολα‐ τρείαν ταύτην ἐκάλεσε. Θεωρήσωμεν τοίνυν πρὸς πόσην κακίαν ἡ νόσος αὕτη τὸν ἄνθρωπον κατασύρει, ὡς καὶ εἰς εἰδωλολατρείαν ἐμβάλλειν. Ἀποστήσας γὰρ ὁ φιλάργυρος τὸν νοῦν αὐτοῦ ἀπὸ τῆς ἀγάπης
45τοῦ Θεοῦ, εἴδωλα ἀνθρώπων ἐγγεγλυμμένα τῷ χρυ‐ σίῳ ἀγαπᾷ· τούτοις δὲ τοῖς λογισμοῖς ὁ μοναχὸς σκο‐ τωθεὶς, καὶ ἐπὶ τὸ χεῖρον αὔξων, οὐδεμίαν ταπείνωσιν, οὐδεμίαν ὑπακοὴν ἔχειν λοιπὸν δύναται, ἀλλ’ ἀγαν‐ ακτεῖ, καὶ ἀναξιοπαθεῖ, καὶ πρὸς ἕκαστον ἔργον γογγύ‐

28

.

881

(50)

ζει, καὶ ἀντιλέγει, καὶ μηδὲ μιᾶς λοιπὸν εὐλαβείας πεφυλαγμένης, ὥσπερ ἵππος σκληρότατος κατὰ κρη‐ μνῶν φέρεται, οὔτε τῇ καθημερινῇ τροφῇ ἀρκούμενος, καὶ διαμαρτύρεται εἰς τέλος μὴ δύνασθαι αὐτὸν ὑπο‐ μένειν, καὶ Θεὸν οὐκ ἐκεῖ μόνον εἶναι λέγει, οὐδὲ τὴν
55ἰδίαν σωτηρίαν ἐν ἐκείνῳ κατακεκλεῖσθαι τῷ τόπῳ, ἀλλὰ πανταχοῦ τοῖς ζητοῦσιν αὐτὸν εὑρίσκεσθαι· καὶ
ὡς εἰ μὴ ἀποστῇ τοῦ μοναστηρίου ἐκείνου ἀπόλλυται·881

28

.

884

καὶ οὕτω τῆς διεφθαρμένης ταύτης συνεργὸν ἔχων τὰ πεφυλαγμένα ἀργύρια, ὥσπερ τισὶ πτεροῖς κου‐ φισθεὶς, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ μοναστηρίου με‐ λετῶν, λοιπὸν ὑπερηφάνως καὶ τραχέως πρὸς πάντα
5τὰ παρηγγελμένα ἀποκρίνεται, καὶ ὡς ξένον καὶ ἐξωτικὸν ἑαυτὸν ἡγούμενος, εἴ τι ἂν ἴδῃ ἐν τῷ μο‐ ναστηρίῳ δεόμενον διορθώσεως, ἀμελεῖ καὶ περιφρο‐ νεῖ. Καὶ ἔπειτα προφάσεις ἀναζητεῖ, δι’ ὧν ὀργισθή‐ σεται, ἢ λυπηθήσεται, ἵνα μὴ δόξῃ ἐλαφρῶς ἄνευ αἰτίας
10ἐξιέναι ἐκ τῆς [ἐκτὸς] τοῦ κοινοβίου. Οὐδὲ τοῦτο παραι‐ τεῖται ποιῆσαι, βουλόμενος ἔχειν τοῦ ἰδίου ἐλαττώματος συνεργόν. Οὕτω δὲ ἀπατώμενος τῷ πυρὶ τῶν ἰδίων χρημάτων ὁ φιλάργυρος, οὐδέποτε δύναται ἡσυχάσαι ἐν μοναστηρίῳ, ἢ ὑπὸ κανόνα ζῆσαι. Ὅταν δὲ τοῦτον
15ὁ δαίμων ὥσπερ λύκος ἐκ τῆς μάνδρας ἀφαρπάσῃ, καὶ ἀφορίσας τοῦ ποιμνίου ἕτοιμον εἰς κατάβρωσιν λάβῃ, τὸ τηνικαῦτα παρασκευάζει αὐτὸν τὰ ἔργα ἃ ἐν τῷ κοινοβίῳ τεταγμέναις ὥραις πάντως ὀλιγωρεῖ, ταῦτα ἐν τῇ κέλλῃ νυκτὸς καὶ ἡμέρας μετὰ πολλῆς
20προθυμίας ποιεῖν· καὶ οὔτε εὐχῶν τὰ ἔθη, οὔτε τῶν νηστειῶν τὸν τρόπον, οὔτε τῶν ἀγρυπνιῶν τὸν κανόνα ἐκτελεῖν ἐπιτρέπει· ἀλλὰ τῇ τῆς φιλαργυρίας μανίᾳ τοῦτον ἐνδήσας, τὴν πᾶσαν σπουδὴν εἰς τὸ ἐργόχειρον ἔχειν ἀναπείθει. Τῆς δὲ νόσου ταύτης τρεῖς εἰσι τρό‐
25ποι, οὓς ἐπίσης ἀπαγορεύουσιν αἱ θεῖαι Γραφαὶ καὶ αἱ διδασκαλίαι τῶν Πατέρων· εἷς μὲν, ὃν ἀνωτέρω διεγράψαμεν, ὃς παρασκευάζει τοὺς ἀθλίους ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ ἔσχον, ταῦτα κτᾶσθαι καὶ συν‐ αθροίζειν· ἄλλος ὃς μεταμελεῖσθαι ποιεῖ τοὺς ἅπαξ
30τοῖς χρήμασιν ἀποταξαμένους, ὑποβάλλων αὐτοῖς ζη‐ τεῖν ἅπερ Θεῷ προσήνεγκαν· τρίτος δὲ, ὅστις, κατὰ τὴν ἀρχὴν ἀπιστίας χλιαρότητι μοναχὸν ἐνδήσας, οὐ συγχωρεῖ τοῦτον τελείως ἀπαλλαγῆναι τῶν τοῦ κό‐ σμου πραγμάτων, φόβον πενίας ὑποβάλλων, καὶ ἀπι‐
35στίαν τῆς Θεοῦ προνοίας, καὶ παραβάτην ὑποδεικνὺς τῶν οἰκείων ὑποσχέσεων, ὧν καθωμολόγησεν ἀποτασ‐ σόμενος τῷ κόσμῳ. Τούτων δὲ τῶν τριῶν τρόπων τὰ παραδείγματα ἐν τῇ θείᾳ Γραφῇ κατακεκρυμμένα εὑρίσκομεν. Καὶ γὰρ ὁ Γιεζῆ χρήματα ἃ πρότερον
40οὐκ εἶχε βουληθεὶς κτήσασθαι, ἀπέτυχε τῆς προφη‐ τικῆς χάριτος, ἣν ὁ διδάσκαλος κληρονομίας τάξει καταλεῖψαι τούτῳ ἠβούλετο· καὶ ἀντὶ εὐλογίας αἰω‐ νίαν λέπραν διὰ τῆς τοῦ προφήτου κατάρας ἐκληρο‐ νόμησε. Καὶ Ἰούδας, βουληθεὶς χρήματα λαβεῖν, ἃ
45πρότερον τῷ Χριστῷ ἀκολουθῶν ἀπέβαλεν, οὐ μόνον εἰς προδοσίαν τοῦ Δεσπότου ὀλισθήσας, τοῦ χοροῦ τῶν ἀποστόλων ἐξέπεσεν, ἀλλὰ καὶ αὐτὴν τὴν ἐν σαρκὶ ζωὴν βιαίῳ θανάτῳ κατέλυσεν. Ἀνανίας καὶ Σάπφειρα διαφυλάξαντές τινα ἐξ ὧν τῷ Θεῷ προσανέθεντο, ἀπο‐

28

.

884

(50)

στολικῷ στόματι θανάτῳ τιμωροῦνται. Μωϋσῆς δὲ ὁ μέγας ἐν τῷ Δευτερονομίῳ μυστικῶς παραγγέλλει τοῖς μέλλουσιν ἀποτάσσεσθαι τῷ κόσμῳ, καὶ φόβῳ ἀπιστίας πάλιν ἀντεχομένοις τῶν γηΐνων πραγμάτων· «Εἴ τίς ἐστιν ἄνθρωπος περίφοβος, καὶ τῇ καρδίᾳ
55δειλὸς, οὐκ ἐξελεύσεται εἰς πόλεμον· πορευέσθω καὶ883

28

.

885

ἀμαλυέτω [ἀναλυέτω] εἰς τὸν ἴδιον οἶκον, μήποτε πτοεῖσθαι ποιήσοι τὰς καρδίας τῶν ἀδελφῶν αὐτοῦ.» Ἔστι τῆς μαρτυρίας ταύτης ἀσφαλέστερόν τι ἢ σα‐ φέστερον; Οὐκ ἄρα διὰ τούτων μανθάνομεν οἱ ἀπο‐
5τασσόμενοι τῷ κόσμῳ τελείως ἀποτάσσεσθαι, καὶ οὕτως ἐπὶ τὸν πόλεμον ἐκβαίνειν, εἰ μὴ διὰ τοῦ βα‐ λεῖν ἀρχὴν χαύνην καὶ διεφθαρμένην ἀνατρέπειν τοὺς ἄλλους ἀπὸ τῆς εὐαγγελικῆς τελειότητος. Ἐπειδὴ δέ τινες τὸ καλῶς εἰρημένον τῇ Γραφῇ· «Μακάριόν
10ἐστι διδόναι, ἢ λαμβάνειν,» κακῶς ἑρμηνεύουσι, βια‐ ζόμενοι πρὸς τὴν ἰδίαν ἀπάτην καὶ τὴν τῆς φιλαργυ‐ ρίας ἐπιθυμίαν τὴν ἔννοιαν τοῦ ῥητοῦ παραλογιζό‐ μενοι, καὶ τὴν τοῦ Κυρίου διδασκαλίαν τὴν λέγουσαν· «Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρ‐
15χοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρα‐ νῷ, καὶ δεῦρο, ἀκολούθει μοι·» καὶ κρίνουσι τῆς ἀκτη‐ μοσύνης μακαριώτερον τὸ ἐξουσιάζειν τοῦ ἰδίου πλούτου, καὶ ἐκ τῆς τούτου περιουσίας διδόναι τοῖς δεομένοις· γινωσκέτωσαν οἱ τοιοῦτοι μήπω ἀποτετά‐
20χθαι τῷ κόσμῳ, μηδὲ ἐπιβῆναι τῆς μοναχικῆς τελειό‐ τητος, ἐφ’ ὅσον ἐπαισχύνονται τὴν ὑπὲρ Χριστοῦ ἔν‐ δοξον μετὰ τοῦ Ἀποστόλου ἀναλαβεῖν πτωχείαν, καὶ τὴν τῶν χειρῶν ἐργασίαν ἑαυτοῖς τε καὶ τοῖς δεομέ‐ νοις ὑπηρετεῖν. Εἰ δὲ ἐπιθυμοῦσιν ἔργῳ πληρῶσαι
25τὴν μοναδικὴν ἐπαγγελίαν, καὶ μετὰ τοῦ Ἀποστόλου δοξασθῆναι διασκορπίσαντες τὸν παλαιὸν πλοῦτον ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, μετὰ τοῦ Παύλου ἀγω‐ νιζέσθωσαν τὸν καλὸν ἀγῶνα. Καὶ γὰρ εἰ τὸ ἔχειν παλαιὸν πλοῦτον ἀναγκαιότερον ἐγίνωσκεν πρὸς τε‐
30λείωσιν ὁ αὐτὸς Ἀπόστολος, οὐκ ἂν κατεφρόνησε τῆς πρώτης αὐτοῦ ἀξίας· ἐπίσημον γὰρ λέγει ἑαυτὸν γεγονέναι, καὶ πολίτην Ῥωμαίων. Καὶ οἱ ἐν Ἱεροσο‐ λύμοις δὲ, οἵτινες ἐπώλουν τὰς οἰκίας αὐτῶν καὶ τοὺς ἀγροὺς, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων,
35οὐκ ἂν τοῦτο ἔπραττον, εἰ κεκρυμμένον ἐγίνωσκον ὑπὸ τῶν ἀποστόλων μακαριώτερον εἶναι, τὸ τοῖς ἰδίοις χρήμασι τρέφεσθαι καὶ μὴ καμάτῳ ἰδίῳ καὶ τῇ τῶν χοιρῶν ἐργασίᾳ. Σαφέστερον δὲ διδάσκει περὶ τούτου ὁ εἰρημένος Ἀπόστολος, ἐν οἷς γράφει Ῥωμαίοις τάδε·
40«Νυνὶ δὲ πορεύομαι εἰς Ἱεροσόλυμα διακονῆσαι τοῖς ἁγίοις. Ηὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοι‐ νωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ.» Οὗτος δὲ δέσμιος, καὶ φυλα‐ καῖς πολλάκις, καὶ τῷ σκυλμῷ τῆς ὁδοιπορίας ὑπο‐
45βληθεὶς, καὶ ἐμποδιζόμενος ἐκ τούτου, ὡς εἰώθει, ταῖς ἰδίαις χερσὶ προσπορίζειν ἑαυτῷ τὰς χρείας, ταύτας εἰληφέναι διδάσκει παρὰ τῶν ἀδελφῶν, τῶν ἀπὸ Μακεδονίας πρὸς αὐτὸν ἐλθόντων φάσκων· «Τὸ γὰρ ὑστέρημά μου ἀνεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες

28

.

885

(50)

ἀπὸ Μακεδονίας·» καὶ Φιλιππησίοις· «Ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου ἐξελθόντος μου ἀπὸ Μακεδονίας οὐδε‐ μίαν Ἐκκλησίαν ἐκοινώνησεν εἰς λόγον δόσεως ἢ λή‐ ψεως, εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ
ἅπαξ καὶ δὶς ἐπέμψατέ μοι τὴν χρείαν.» Ἔστωσαν885

28

.

888

τοίνυν κατὰ τὴν γνώμην τῶν φιλαργύρων καὶ οὗτοι μακαριώτεροι τοῦ Ἀποστόλου, ἐπειδὴ ἐκ τῶν ἰδίων ὑποστάσεων ἐχορήγει αὐτοῖς ταῖς χρείαις. Ἀλλ’ οὐκ ἄν τις εἰς ἐσχάτην ἄνοιαν ἐλθὼν εἰπεῖν τολμήσῃ τοῦτο.
5Εἰ τοίνυν βουλόμεθα τῷ εὐαγγελικῷ καὶ ἀποστολικῷ προστάγματι, καὶ πάσῃ ἐκείνῃ τῇ ἐξ ἀρχῆς ἐπὶ τῶν ἀποστόλων θεμελιωθείσῃ Ἐκκλησίᾳ ἀκολουθῆσαι· μὴ ταῖς ἡμετέραις ὑπονοίαις πειθώμεθα, μηδὲ τὰ καλῶς εἰρημένα κακῶς νοῶμεν· ἀλλ’ ἀποῤῥίψαντες τὴν
10χλιαρὰν καὶ ἄπιστον γνώμην, ἀναλάβωμεν τὴν ἀκρί‐ βειαν τοῦ Εὐαγγελίου. Οὕτω γὰρ δυνησόμεθα καὶ τοῖς τῶν ἁγίων Πατέρων ἴχνεσιν ἀκολουθῆσαι, καὶ τῆς ἐπιστήμης τοῦ κοινοβίου μηδέποτε ἀποστῆναι, καὶ ἐν ἀληθείᾳ ἀποτάξασθαι τούτῳ τῷ κόσμῳ. Καλὸν
15δὲ ἐνταῦθα καὶ λόγου ἁγίων Πατέρων ἐπιμνησθῆναι. Φέρεται τοίνυν τοῦ ἁγίου Βασιλείου τοῦ ἐπισκόπου Καισαρείας Καππαδοκίας λόγος πρός τινα συγκλη‐ τικὸν χλιαρῶς ἀποταξάμενον, καὶ παρακατασχόντα τινὰ τῶν ἰδίων χρημάτων, ῥῆμα τοιοῦτον· «Καὶ τὸν
20συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας.» Χρὴ τοίνυν πάσῃ σπουδῇ ἐκκόπτειν ἐκ τῆς ἡμετέρας ψυχῆς τὴν ῥίζαν, καὶ ἀρχὴν πάντων τῶν κακῶν, ἥτις ἐστὶν ἡ φιλαργυρία· ἀσφαλῶς γινώσκοντας, ὅτι, με‐ νούσης τῆς ῥίζης, οἱ κλάδοι φύονται, τὴν δὲ ἀρετὴν
25κατορθῶσαι δύσκολον, εἰ μὴ ἐν κοινοβίῳ διάγοντας. Ἐν αὐτῷ γὰρ καὶ περὶ αὐτῶν τῶν ἀναγκαίων χρειῶν περιφρονοῦμεν. Τὴν κατάκρισιν Ἀνανίου καὶ Σαπ‐ φείρης πρὸ ὀφθαλμῶν ἔχοντες, φρίξωμεν καταλιμπά‐ νειν ἑαυτοῖς τί ποτε τῆς παλαιᾶς περιουσίας. Ὁμοίως
30τοῦ Γιεζῆ φοβηθέντες τὸ παράδειγμα τοῦ διὰ τὴν φιλαργυρίαν αἰωνίᾳ λέπρᾳ παραδοθέντος, φυλαξώ‐ μεθα συναθροίζειν ἑαυτοῖς τοῦ βίου τὰ χρήματα, ἅπερ οὐδὲ ἐν τῷ κόσμῳ εἴχομεν. Ἔτι γε μὴν τὴν τοῦ Ἰούδα λογιζόμενοι δι’ ἀγχόνης τελευτὴν, φοβηθῶμέν τι ποτὲ
35ἀπὸ πάντων ὧν ἀποτασσόμενοι κατεφρονήσαμεν. Ἐπὶ πᾶσι τούτοις πρὸ ὀφθαλμῶν ἔχοντες ἀεὶ τὸ τοῦ θανάτου ἄδηλον, μή ποτε ἐν ὥρᾳ ᾗ οὐ προσδοκῶμεν ἔλθῃ ὁ Κύριος, καὶ εὑρήσῃ τὸ ἡμέτερον συνειδὸς τῇ φιλαργυρίᾳ ἐσπιλωμένον, καὶ ἐρεῖ ἡμῖν ὅπερ ἐν τῷ Εὐαγ‐ γελίῳ ἐῤῥέθη τῷ πλουσίῳ ἐκείνῳ· «Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοί‐ μασας τίνι ἔσται;»
40 Τέταρτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, ὅπως σὺν Θεῷ τὸν τούτου θανατηφόρον ἰὸν ἐκ τοῦ βάθους τῆς ἡμετέρας ψυχῆς ἐκκόψωμεν. Τούτου γὰρ ἐν τῇ ἡμετέρᾳ καρδίᾳ ἐναποκειμένου, καὶ τὸν ὀφθαλμὸν τῆς διανοίας ἐκτυφλοῦντος ταῖς
45σκοτειναῖς ταραχαῖς, οὔτε διάκρισιν τῶν συμφερόν‐ των κτήσασθαι δυνάμεθα, οὔτε πνευματικῆς γνώ‐ σεως εὑρεῖν κατάληψιν, οὔτε τῆς ὄντως ζωῆς γε‐ νέσθαι μέτοχοι, οὔτε τῆς θεωρίας τοῦ θείου καὶ ἀλη‐ θινοῦ φωτὸς δεκτικὸς ὁ ἡμέτερος νοῦς γενήσεται·

28

.

888

(50)

«Ἐταράχθη» γὰρ, φησὶν, «ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου,» οὔτε δὲ σοφίας μέτοχοι γενησόμεθα, κἂν μά‐ λιστα σοφοὶ ταῖς ἐπινοίαις λογιζώμεθα· ἐπειδὴ γέ‐ γραπται, ὅτι «Θυμὸς ἐν κόλπῳ ἀφρόνων αὐλισθήσε‐ ται.» Ἀλλ’ οὐδὲ τὰς σωτηριώδεις ἀκτῖνας τῆς δια‐
55κρίσεως κτήσασθαι δυνάμεθα, εἰ καὶ τὰ μάλιστα887

28

.

889

φρόνιμοι τοῖς ἀνθρώποις νομιζόμεθα· γέγραπται γὰρ, ὅτι «Ὀργὴ καὶ φρονίμους ἀπόλλυσιν·» οὔτε τὰς δικαιοσύνης κυβερνήσεις νηφαλίᾳ καρδίᾳ ἐπ‐ έχειν ἰσχύομεν· γέγραπται γὰρ, ὅτι «Ἀνδρὸς ὀργὴ
5δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται·» οὔτε δὲ τὴν ἐπαινουμένην παρὰ πάντων κοσμιότητα καὶ εὐσχη‐ μοσύνην κτήσασθαι δυνάμεθα· ἐπειδὴ γέγραπται· «Ἀνὴρ θυμώδης οὐκ εὐσχήμων.» Ὁ τοίνυν βουλό‐ μενος πρὸς τελείωσιν ἐλθεῖν, καὶ ἐπιθυμῶν τὸν
10πνευματικὸν ἀγῶνα νομίμως ἀγωνίσασθαι, ἀπὸ παντὸς ἐλαττώματος ὀργῆς τε καὶ θυμοῦ ἀλλότριος ἔστω, καὶ ἀκουέτω τί αὐτὸ τὸ σκεῦος τῆς ἐκλογῆς παραγγέλλει λέγων· «Πᾶσα πικρία, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ’
15ἡμῶν σὺν πάσῃ κακίᾳ.» Ὅταν δὲ εἴπῃ πᾶσαν, οὐ‐ δεμίαν πρόφασιν θυμοῦ ὡς ἀναγκαίαν ἢ ὡς εὔλογον ἡμῖν καταλέλοιπεν. Ὁ τοίνυν πλημμελοῦντα τὸν ἀδελφὸν βουλόμενος διορθώσασθαι ἢ ἐπιτιμίαν παρ‐ έχειν, σπουδαζέτω ἑαυτὸν ἀτάραχον φυλάττειν, μή πο‐
20τε, ἄλλον θεραπεῦσαι βουλόμενος, ἑαυτῷ τὴν νόσον ἐπι‐ σπάσηται, καὶ ῥηθήσεται αὐτῷ τὸ εὐαγγελικὸν ἐκεῖνο· «Ἰατρὲ, θεράπευσον σεαυτόν·» καὶ πάλιν· «Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ σῷ ὀφθαλμῷ οὐ κατανοεῖς;
25ἢ ποίῳ τρόπῳ ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου, ὅστις τὴν δοκὸν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ ἔχεις, ἐπικαλύπτουσαν αὐτόν; Ἐξ οἵας γὰρ δήποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις, ὑπερζέσασα, τυφλοῖ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ
30οὐκ ἐᾷ αὐτὸν θεάσασθαι τὸν ἥλιον τῆς δικαιοσύνης. Ὥσπερ γὰρ ὁ ἐπιθεὶς τοῖς ὀφθαλμοῖς χρυσᾶ μέταλλα ἢ μολίβδινα ἐπίσης ἐκώλυσε τὴν ὁρατικὴν δύναμιν, καὶ οὐδαμῶς διαφορὰν ἐποίησε τῆς τυφλότητος ἡ τοῦ χρυσοῦ μετάλλου τιμιότης· οὕτως ἐξ οἵας δή‐
35ποτε αἰτίας ἡ τῆς ὀργῆς κίνησις ἐξαφθεῖσα τὴν ὁρα‐ τικὴν δύναμιν τῆς ψυχῆς σκοτίζει. Τότε μόνον κατὰ φύσιν κεχρήμεθα τῷ θυμῷ, ὅταν πρὸς τοὺς ἐμπα‐ θεῖς καὶ φιληδόνους λογισμοὺς τοῦτον κινήσωμεν. Οὕτω γὰρ ἡμᾶς καὶ ὁ προφήτης Δαυῒδ ἐκδιδάσκει
40φάσκων· «Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε·» τουτ‐ έστι, κατὰ τῶν ἰδίων παθῶν τὴν ὀργὴν κινεῖτε, καὶ κατὰ τῶν πονηρῶν λογισμῶν, καὶ μὴ διὰ τοῦ πράτ‐ τειν τὰ ὑποβαλλόμενα ὑπ’ αὐτῶν ἁμαρτάνετε· καὶ ταύτην σαφῶς τὴν ἔννοιαν δηλοῖ τὸ ἐπαγόμενον·
45«Ἃ λέγετε, φησὶν, ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε·» τουτέστιν, ὅταν ἀνέλθωσιν ἐπὶ τὴν καρδίαν οἱ πονηροὶ λογισμοὶ, ἐκβάλλοντες τούτους διὰ τῆς πρὸς αὐτοὺς ὀργῆς, μετὰ τὴν τούτων ἀποβολὴν ὡσανεὶ ἐν κοίτῃ τῇ

28

.

889

(50)

ἡσυχίᾳ εὑρισκόμενοι, τὸ τηνικαῦτα κατανύγητε πρὸς μετάνοιαν. Συμφωνεῖ δὲ τούτοις καὶ ὁ μα‐ κάριος Παῦλος χρησάμενος τῇ μαρτυρίᾳ τοῦ ῥητοῦ τούτου, καὶ προσθείς· «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ
τῷ παροργισμῷ ὑμῶν· μὴ δίδοτε τόπον τῷ δια‐889

28

.

892

βόλῳ·» τουτέστι μὴ παρασκευάσητε τὸν Ἥλιον τῆς δικαιοσύνης Χριστὸν, παροργίζοντες αὐτὸν ἐν τῇ τῶν φαύλων λογισμῶν συγκαταθέσει, ἐπιδῦναι τὰς καρδίας ὑμῶν· ἵνα μὴ τῇ ἀναχωρήσει αὐτοῦ εὕρῃ
5ἐν ὑμῖν τόπον ὁ διάβολος. Περὶ τούτου τοῦ ἡλίου καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· «Τοῖς δὲ φοβουμέ‐ νοις τὸ ὄνομά μου ἀνατελεῖ Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Εἰ δὲ καὶ κατὰ τὸ γράμμα ἐκλάβωμεν τὸ ῥητὸν, οὐδὲ μέχρι
10δύσεως ἡλίου συγχωρεῖται ἡμῖν φυλάττειν τὴν ὀρ‐ γήν. Τί οὖν ἐροῦμεν περὶ τούτων, οἵτινες τῇ ἀγριό‐ τητι καὶ μανίᾳ τῆς ἐμπαθοῦς διαθέσεως, οὐ μόνον μέχρι δύσεως τούτου τοῦ ἡλίου διατηροῦσι τὴν ὀργὴν, ἀλλὰ καὶ ἐπὶ πλείστας ἡμέρας παρατείνουσιν αὐτὴν
15παρασιωπῶντες ἀπ’ ἀλλήλων, οὐκέτι μὲν διὰ τῶν ῥημάτων ἐκφέροντες αὐτὴν, τῇ δὲ πρὸς ἀλλήλους σιωπῇ τὸν τῆς μνησικακίας ἰὸν εἰς ὄλεθρον αὐτῶν ἐξάπτοντες, ἀγνοοῦντες, ὅτι μὴ μόνον ἐκ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς
20κατὰ διάνοιαν, ἵνα μὴ, τῷ σκότει τῆς μνησικακίας ὁ νοῦς ἀμαυρωθεὶς, ἐκπέσῃ τοῦ φωτὸς τῆς γνώσεως, καὶ τῆς διακρίσεως, καὶ στερηθῇ τῆς τοῦ ἁγίου Πνεύματος οἰκήσεως. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις κελεύει ἀφεῖναι τὸ δῶρον ἐπὶ τὸ θυ‐
25σιαστήριον, καὶ διαλλάττεσθαι τῷ ἀδελφῷ· ἐπεὶ μὴ δυνατὸν εὐπρόσδεκτον γενέσθαι, θυμοῦ καὶ μνησι‐ κακίας ἐναποκειμένων ἡμῖν. Καὶ ὁ Ἀπόστολος δὲ λέγων ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διὰ λογι‐
30σμῶν τοῦτο ἡμᾶς διδάσκει. Περιλείπεται τοίνυν ἢ μη‐ δέποτε προσεύχεσθαι, καὶ κατὰ τοῦτο ὑποδίκους εἶναι τῷ ἀποστολικῷ παραγγέλματι, ἢ σπουδάζοντας φυ‐ λάττειν τὰ προστάγματα, χωρὶς ὀργῆς καὶ μνησικα‐ κίας τοῦτο ποιεῖν. Καὶ ἐπειδὴ πολλάκις λυπηθέντων
35ἀδελφῶν ἢ ταραχθέντων περιφρονοῦμεν λέγοντες, οὐκ ἐξ ἡμετέρας αἰτίας τούτους λελυπῆσθαι, ὁ τῶν ψυ‐ χῶν ἰατρὸς τὰς προφάσεις τῆς ὀργῆς ῥιζόθεν ἀπὸ καρδίας ἀνασπάσαι βουλόμενος, οὐ μόνον εἰ τύχοι‐ μεν ἡμεῖς λελυπημένοι κατὰ τοῦ ἀδελφοῦ, προστάσ‐
40σει ἀφιέναι τὸ δῶρον, καὶ διαλλάττεσθαι τούτῳ· ἀλλὰ καὶ εἰ αὐτὸς λελύπηται καθ’ ἡμῶν δικαίως ἢ ἀδίκως, τοῦτον διὰ τῆς ἀπολογίας θεραπεύειν, καὶ τότε προσφέρειν τὸ δῶρον. Ἀλλὰ τί ἐπιπολὺ τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παραγγέλμασιν ἐνδια‐
45τρίβομεν, ἐξὸν καὶ ἀπὸ τοῦ παλαιοῦ νόμου μαθεῖν τοῦτο, ὃς, καὶ συγκατάβασιν τῆς ἀκριβείας ἔχειν δοκῶν, τάδε φησί· «Μὴ μισήσῃς τὸν ἀδελφόν σου ἐν τῇ καρδίᾳ σου·» καὶ πάλιν· «Ὁδοὶ μνησικάκων εἰς θάνατον.» Καὶ ἐνταῦθα γὰρ οὐ μόνον τὴν κατ’

28

.

892

(50)

ἐνέργειαν, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν ὀργὴν κω‐ λύει καὶ κολάζει. Διὸ προσήκει, τοῖς θείοις νόμοις ἀκολουθοῦντας, πάσῃ δυνάμει ἀγωνίζεσθαι κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, καὶ κατὰ τῆς ἔνδον ἐν ἡμῖν ἀποκειμένης νόσου· καὶ μὴ, κατὰ τῶν ἀνθρώπων
55τὸν θυμὸν κινοῦντας, ἐρημίαν καὶ μόνωσιν μεταδιώ‐891

28

.

893

κειν· ὡς ἐκεῖ δῆθεν, καὶ μηδενὸς ὄντος τοῦ κινοῦν‐ τος ἡμᾶς εἰς ὀργὴν, εὐκόλως ἐν τῇ μονώσει ἡ ἀρετὴ τῆς μακροθυμίας κατορθωθήσεται· ἀπὸ γὰρ τῆς ὑπερηφανίας καὶ τοῦ μὴ θέλειν μέμφεσθαι ἑαυτοὺς
5καὶ ἐπιγράφειν τῇ ἰδίᾳ ῥᾳθυμίᾳ τὰς αἰτίας τῆς ὀρ‐ γῆς, τὴν ἐκ τῶν ἀδελφῶν ἀλλοτρίωσιν ἐπιποθοῦμεν. Ἕως ὅτε τοίνυν τῆς ἡμετέρας ἀσθενείας τὰς αἰτίας ἄλλοις ἐπιγράφομεν, ἀδύνατον ἡμᾶς πρὸς τὴν τε‐ λείωσιν τῆς μακροθυμίας φθάσαι. Τὸ γὰρ κεφά‐
10λαιον τῆς ἡμετέρας διορθώσεως, οὐκ ἐκ τῆς τῶν πλησίον μακροθυμίας τῆς πρὸς ἡμᾶς γινομένης κατ‐ ορθοῦται, ἀλλ’ ἐκ τῆς ἡμετέρας πρὸς τὸν πλησίον μακροθυμίας καὶ ἀνεξικακίας. Ὅταν δὲ τὸν τῆς μα‐ κροθυμίας ἀγῶνα φεύγοντες τὴν ἔρημον καταδιώκω‐
15μεν καὶ τὴν μόνωσιν, ὅσα δ’ ἂν τῶν ἡμετέρων παθῶν ἀθεράπευτα ἐκεῖσε ἐπενέγκωμεν, ἐπικεκρυμμένα, οὐκ ἐξειλημμένα, τυγχάνουσι. Καὶ γὰρ ἡ ἔρημος καὶ ἡ ἀναχώρησις τοῖς μήπω παθῶν ἀπηλλαγμένοις οὐ μόνον φυλάττειν ἐπίσταται τὰ ἐλαττώματα, ἀλλὰ καὶ
20ἐπικαλύπτειν ταῦτα οἶδε. Καὶ οὐδὲ ἐπαισθάνεσθαι αὐτοὺς συγχωρεῖ ποίῳ πάθει ἡττῶνται· τοὐναν‐ τίον δὲ φαντασίαις αὐτοὺς ὑποβάλλει, κατωρθωκέ‐ ναι αὐτοὺς πείθει τήν τε μακροθυμίαν καὶ τὴν ταπείνωσιν, ἕως μὴ πάρεστιν ὁ τούτους ἐρεθίζων
25καὶ δοκιμάζων· ὅταν δὲ συμβῇ πρόφασις τού‐ τους κινοῦσα, καὶ γυμνάζουσα, εὐθέως τὰ ἐναποκεί‐ μενα πάθη καὶ τὸ πρὶν λανθάνοντα, ὥσπερ ἵπποι ἀχαλίνωτοι, ἐκ τῶν ἰδίων ἀφετηρίων ἐκπηδήσαν‐ τες, καὶ τῇ μακρᾷ ἡσυχίᾳ καὶ σχολῇ τραφέντες, σφο‐
30δρότερον καὶ ἀγριώτερον πρὸς ὄλεθρον κατασύρουσι τὸν ἴδιον ἐπιβάτην. Πλέον γὰρ ἀγριοῦται ἐν ἡμῖν τὰ πάθη ἀργοῦντα τῆς ἐξ ἀνθρώπων γυμνασίας, καὶ αὐτὴν τὴν σκιὰν τῆς ὑπομονῆς καὶ μακροθυμίας, ἣν εἰκονικῶς δοκοῦμεν ἔχειν, ἀναμεμιγμένην τοῖς ἀδελ‐
35φοῖς τῇ ἀμελείᾳ τῆς ἀγυμνασίας, καὶ τῆς μονώσεως ἀπόλλυμεν. Ὥσπερ γὰρ τὰ ἰοβόλα τῶν θηρίων ἐν ἐρημίᾳ, καὶ ἐν ταῖς ἰδίαις κοίταις ἡσυχάζοντα, τότε τὴν ἰδίαν μανίαν ἐπιδείκνυνται, ὅταν λάβωνταί τινος προσεγγίζοντος· οὕτω καὶ οἱ ἐμπαθεῖς ἄνθρωποι οὐκ
40ἀρετῆς διαθέσει, ἀλλὰ τῇ τῆς ἐρημίας ἀνάγκῃ ἡσυ‐ χάζοντες, τότε τὸν τῆς ψυχῆς ἰὸν ἐξεμοῦσιν, ὅταν δράξωνται τοῦ προσεγγίζοντος καὶ ἐρεθίζοντος. Καὶ τούτου χάριν τοῖς τελείωσιν πραότητος ἐπιζητοῦσι σπουδῇ πάσῃ ὀφείλει μὴ μόνον πρὸς ἀνθρώπους
45μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ πρὸς τὰ ἄλογα, μηδὲ πρὸς τὰ ἄψυχα πράγματα. Μέμνημαι γὰρ ἐγὼ ἡνίκα ἐν ἐρήμῳ διέτριβον κατὰ καλάμου τὸν θυμὸν κινήσας, τῆς παχύτητος τούτου ἢ λεπτότητος ἀπαρεσάσης μοι· καὶ κατὰ ξύλου πάλιν, ὅταν κόψαι τοῦτο θελή‐

28

.

893

(50)

σας, μὴ ταχέως ἐδυνήθην· καὶ πάλιν κατὰ λίθου πυρεκβόλου, ὅταν, σπουδάζοντός μου ἐκβάλλειν τὸ πῦρ, μὴ ταχέως ὁ σπινθὴρ ἐξεπήδησεν, οὕτω τῆς ὀργῆς ἐπιταθείσης, ὡς κατὰ τῶν ἀναισθήτων, καὶ ἀψύχων πραγμάτων ταύτην ἐκφέρειν. Εἰ τοίνυν ἐπι‐
55ποθοῦμεν τυχεῖν τοῦ μακαρισμοῦ τοῦ Χριστοῦ, οὐ μόνον τὴν κατ’ ἐνέργειαν ὀφείλομεν ὀργὴν κωλῦσαι,
καθὰ εἴρηται, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν. Οὐ γὰρ893

28

.

896

τοσοῦτον ὠφελεῖ τὸ κρατεῖν τοῦ στόματος, καὶ μὴ ἐκφέρειν ῥῆμα μανιῶδες, ὅσον τὸ καθαρίζειν τὴν καρδίαν ἀπὸ μνησικακίας, καὶ μὴ ἀνατρέφειν πονη‐ ροὺς λογισμούς. Τὰς ῥίζας γὰρ τῶν ἁμαρτημάτων
5ἐκκόπτειν παραγγέλλει ἡ εὐαγγελικὴ διδασκαλία, ἤπερ τοὺς καρπούς· τῆς ῥίζης γὰρ τοῦ θυμοῦ ἐκκο‐ πείσης ἀπὸ τῆς καρδίας, οὔτε μῖσος, οὔτε φθόνος εἰς ἔργον προαχθήσεται· καὶ γὰρ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστὶ, φονεύων αὐτὸν ἐν τῇ δια‐
10θέσει τοῦ μίσους. Ἀναιρεθέντος Θεὸς ἀφορᾷ· οὗτινος τὸ αἷμα, οὐ διὰ ξίφους ἐκχυθὲν, ἄνθρωποι βλέπουσιν, ἀλλὰ τῇ διαθέσει τοῦ μίσους ἀναιρεθέντος. Θεὸς ἄρα οὐ μόνον ὑπὲρ πράξεων, ἀλλὰ καὶ ὑπὲρ λογισμῶν καὶ ὑπὲρ προαιρέσεων ἑνὶ ἑκάστῳ στεφάνους ἢ τιμωρίας
15ἀποδιδοὺς, καθὼς αὐτὸς διὰ τοῦ προφήτου φησίν· «Ἐγὼ ἔρχομαι συναγαγεῖν τὰ ἔργα, καὶ τοὺς λογι‐ σμοὺς, καὶ τὰς ἐνθυμήσεις αὐτῶν.» Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· «Μεταξὺ ἀλλήλων τῶν λογι‐ σμῶν κατηγοροῦντες [κατηγορούντων], ἢ καὶ ἀπο‐
20λογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.» Αὐτὸς δὲ ὁ Δεσπότης, διδάσκων ἡμᾶς, ὅτι δεῖ πᾶσαν ὀργὴν ἀποτίθεσθαι, φησὶν ἐν τοῖς Εὐαγγελίοις· «Ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει.» Οὕτω γὰρ
25τῶν ἀντιγράφων τὰ ἀκριβῆ περιέχει· τὸ γὰρ εἰκῆ, ἐκ προσθήκης ἐτέθη· καὶ τοῦτο δῆλον ἐκ τοῦ προ‐ κειμένου λήμματος τῆς Γραφῆς. Ὁ γὰρ σκοπὸς τοῦ Κυρίου τὴν ῥίζαν, καὶ τὸν σπινθῆρα τῆς ὀργῆς ἀπο‐ κόπτειν πᾶσι τρόποις ἡμᾶς βούλεται, καὶ μήτε μίαν
30πρόφασιν ὀργῆς ἐν αὐτοῖς διαφυλάττειν· ἵνα μὴ εὐλόγως δῆθεν τὴν ὀργὴν κινούμενοι, ὕστερον τῇ μα‐ νίᾳ τοῦ ἀλόγου θυμοῦ περιπέσωμεν. Τῆς δὲ νόσου ταύτης τελεία ἰατρεία αὐτή ἐστι, ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν
35κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκο‐ τίσαντος τὴν διάνοιαν, οὔτε διακρίσεως φῶς, οὔτε ὀρθοῦ βουλεύματος, οὔτε δικαιοσύνης κυβέρνησις ἐν ἡμῖν εὑρεθήσεται, οὔτε ναὸν τοῦ ἁγίου Πνεύματος τὴν ἡμετέραν ψυχὴν γενέσθαι δυνατὸν, τοῦ πνεύματος ὀργῆς κυριεύοντος. Τέλος δὲ πάντων χρὴ τὸ ἄδηλον τοῦ θανάτου καθ’ ἑκάστην ἡμέραν πρὸ ὀφθαλμῶν ἔχοντας, φυλάττειν ἑαυτοὺς ἀπὸ τῆς ὀργῆς, καὶ εἰδέναι,
40ὅτι οὔτε ἄσκησις, οὔτε σωφροσύνη, οὔτε ἀποταγὴ πάσης ὕλης, οὔτε τῶν νηστειῶν καὶ ἀγρυπνιῶν ὄφε‐ λος ἡμῖν ἔσται, ἐὰν, ὑπὸ ὀργῆς καὶ μίσους κατεχόμενοι, ἔνοχοι εὑρεθῶμεν τῇ κρίσει. Ἧς ῥυσθείημεν χά‐ ριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Πέμπτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης
45πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πά‐ σης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγ‐ χωρεῖ, οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγ‐

28

.

896

(50)

καρτερεῖν, πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελ‐ φοὺς εἶναι οὐ συγχωρεῖ, καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα, καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγ‐ γελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἁπλῶς τὰ σωτη‐ ριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα καὶ
55τὴν εὐτονίαν αὐτῆς, καὶ καρτερίαν παραλύσασα, ὡς895

28

.

897

ἄφρονα αὐτὴν, καὶ παραπλῆγα ἀπεργάζεται, τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνδήσασα λογισμῷ. Διὰ τοῦτο εἶς σκοπὸς ἡμῖν ἔστω ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονη‐
5ρίας, καὶ πάσῃ φυλακῇ τηρῆσαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμά‐ τιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀν‐ θρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν, καὶ οὐδὲ παρὰ τῶν γνησίων φί‐
10λων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα, πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους, ὡς αἰτίους αὐτῇ
15τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγνῶναι, ὅτι οὐκ ἔξωθεν, ἀλλ’ ἔνδοθεν ἔχει τὴν νό‐ σον ἀποκειμένην, ἥτις τότε φανεροῦται, ὅταν οἱ πει‐ ρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανὲς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλα‐
20βήσεται ἄνθρωπος, εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον, ἤτοι τὰς τῶν παθῶν αἰτίας, καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεὸς, καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς, οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλ‐
25λει καταλιμπάνειν, ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας, γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορ‐ θοῦσθαι, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ. Ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν
30προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν, οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν, ἀλλὰ μόνον ἐνηλλά‐ ξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἔνδον νόσου, καὶ διετο... πραγμάτων ταύτας ἀνακινούσης. Διὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἅπας ἡμῖν ἔστω ὁ πό‐
35λεμος. Τούτων γὰρ διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἐκβληθέντων, οὐ λέγω μετὰ ἀνθρώπων, ἀλλὰ καὶ μετὰ θηρίων εὐκόλως συνδιατρίψομεν, κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον· «Θῆρες ἄγριοι εἰ‐ ρηνεύσουσί σοι.» Προηγουμένως τοίνυν ἀγωνιστέον
40κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν, ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας. Τοῦτο γὰρ τὸν Κάϊν οὐ συνεχώ‐ ρησε μετὰ τὴν ἀδελφοκτονίαν μετανοῆσαι, οὔτε τὸν Ἰούδαν μετὰ τὴν τοῦ Δεσπότου προδοσίαν. Ἐκεί‐
45νην μόνην τὴν λύπην ἀσκήσωμεν, τὴν ἐπὶ τῇ μετα‐ νοίᾳ τῶν ἡμαρτημένων μετὰ ἐλπίδος ἀγαθῆς γινομέ‐ νην, καὶ τῇ ἐπικτήσει τῶν ἐν οὐρανοῖς ἀγαθῶν ἐπιτηδευομένην. Περὶ ἧς καὶ ὁ Ἀπόστολος εἶπεν, ὅτι «Ἡ κατὰ Θεὸν λύπη ...» τῇ ἐλπίδι τῆς μετανοίας τρέφουσα τὴν ψυχὴν, χαρὰ σύμμικτος ὑπάρχει· ὅθεν καὶ πρόθυμον καὶ ὑπήκοον πρὸς πᾶσαν ἀγαθὴν ἐργασίαν παρα‐

28

.

897

(50)

σκευάζει τὸν ἄνθρωπον εὐπρόσιτον, ταπεινὸν [Λείπει φύλλον ἓν, τουτέστι τὸ λεῖπον κατὰ τοῦ πνεύματος τῆς λύπης, καὶ ἡ ἀρχὴ τοῦ κατὰ τῆς ἀκηδίας πνεύματος.]
... Ἄρτον ἐσθίωσιν. Ἀκούσωμεν πῶς σοφῶς ἡμῖν
55ὑποδείκνυσι τὰς αἰτίας τῆς ἀκηδίας ὁ Ἀπόστολος «Ἀτά‐
κτους» γὰρ καλεῖ τοὺς μὴ ἐργαζομένους ἑνὶ τούτῳ ῥή‐897

28

.

900

ματι πολλὴν κακίαν ἐμφαίνων. Ὁ γὰρ ἀργὸς καὶ προ‐ πετὴς ἐν λόγοις τυγχάνει, καὶ πρὸς λοιδορίαν πρόχει‐ ρος, καὶ λοιπὸν εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκη‐ δίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ’ αὐτοῦ,
5τουτέστιν ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. Εἶτα τί φησι· «Καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ’ ἡμῶν,» διὰ τῆς λέξεως ταύτης ὑπερηφάνους αὐτοὺς εἶναι, καταφρονήσαντας ἐμφαίνων, καὶ τῶν ἀποστο‐ λικῶν παραδόσεων καταλυτάς· καὶ πάλιν· «Δωρεὰν,
10φησὶν, ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλ’ ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν.» Ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κήρυξ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ λέγων τὸν Κύριον προστεταχέναι
15τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγε‐ λίου ζῇν, ἐν κόπῳ καὶ νυκτὸς καὶ ἡμέρας εἰργάζετο πρὸς τὸ μὴ ἐπιβαρῆσαι. Τί οὖν ποιήσομεν ἡμεῖς ἀκη‐ διῶντες ἀπὸ τοῦ ἔργου, καὶ τὴν σωματικὴν ἀνάπαυ‐ σιν μεταδιώκοντες· οἷς οὔτε κήρυγμα Εὐαγγελίου
20ἐνεχειρίσθη, οὔτε τῶν Ἐκκλησιῶν ἡ μέριμνα, ἀλλὰ τῆς ἰδίας μόνης ψυχῆς ἡ φροντίς; Εἶτα, σαφέστερον δει‐ κνύων τὴν τικτομένην βλάβην ἐκ τῆς ἀργίας, ἐπιφέ‐ ρει· «Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους·» ἀπὸ ἀργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας πᾶσα κακία.
25Κατασκευάζων δὲ πάλιν τὴν θεραπείαν αὐτῆς ἐπιφέ‐ ρει· «Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρα‐ καλοῦμεν ἐν ἡσυχίᾳ ἐργαζομένους τὸν ἑαυτῶν ἄρτον ἐσθίειν·» καὶ ἐπιπληκτικώτερον ἐπάγει λέγων· «Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω.» Τούτοις
30τοῖς ἀποστολικοῖς παραγγέλμασιν οἱ κατὰ τὴν Αἴγυ‐ πτον ἅγιοι Πατέρες, παιδευόμενοι, οὐδένα καιρὸν ἀρ‐ γοὺς εἶναι τοὺς μοναχοὺς ἐπιτρέπουσι, καὶ μάλιστα τοὺς νεωτέρους, εἰδότες, ὅτι διὰ τῆς ὑπομονῆς τοῦ ἔργου ἀκηδίαν ἀπελαύνουσι, καὶ τὴν ἑαυτῶν τροφὴν
35προσπορίζουσι, καὶ τοῖς δεομένοις βοηθοῦσιν. Οὐ μό‐ νον γὰρ τῆς ἑαυτῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ δὲ ξένοις καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς, καὶ πᾶσι τοῖς δεομένοις, ἐκ τοῦ ἰδίου ἔργου ἐπιχορηγοῦσι, πι‐ στεύοντες τὴν ἑαυτῶν εὐποιίαν, θυσίαν εὐάρεστον τῷ
40Θεῷ γίνεσθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι πολεμεῖ, καὶ πολλάκις ὑπ’ αὐτοῦ θλίβεται· ὁ δὲ ἀργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. Καλὸν δὲ πρὸς τούτοις καὶ λόγον ἐπιμνησθῆναι τοῦ ἀββᾶ Μωϋσέως τοῦ δοκιμωτάτου
45ἐν τοῖς Πατράσιν, ὃν πρὸς μὲ ἀπεφθέγξατο. Καθ‐ εσθέντος γάρ μου ὀλίγον χρόνον ἐν τῇ ἐρήμῳ, ὠχλή‐ θην ὑπὸ ἀκηδίας, καὶ παραβαλὼν αὐτῷ, λέγω πρὸς αὐτὸν, ὅτι «Δεινῶς ὀχληθεὶς ὑπὸ τῆς ἀκηδίας, καὶ ἐξασθενήσας σφόδρα, οὐ πρότερον ἀπηλλάγην αὐτῆς,

28

.

900

(50)

εἰ μὴ ἀπῆλθον, καὶ παρέβαλον τῷ ἀββᾷ Παύλῳ.» Ἀπ‐ εκρίνατο δέ μοι πρὸς ταῦτα ὁ ἀββᾶς Μωϋσῆς λέγων· «Θάρσει, οὐχ ἑαυτὸν ἀπὸ ταύτης ἠλευθέρωσας, ἀλλὰ
μᾶλλον ἔκδοτον καὶ δοῦλον ταύτῃ παρέδωκας. Γίνωσκε899

28

.

901

τοίνυν, ὅτι βαρυτέρως σε ὡς λειποτάκτην καταπολε‐ μήσει· εἰ μὴ τοῦ λοιποῦ δι’ ὑπομονῆς καὶ προσευχῆς καὶ τοῦ ἔργου τῶν χειρῶν, ταύτην καταπαλαῖσαι σπουδάσῃς.»
5 Ἕβδομος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς κενοδοξίας, πολύμορφον τοῦτο καὶ λεπτότατον πά‐ θος, καὶ οὐδὲ ὑπ’ αὐτοῦ τοῦ πειραζομένου καταλαμβα‐ νόμενον. Καὶ γὰρ τῶν ἄλλων παθῶν αἱ προσβολαὶ φα‐ νερώτεραι τυγχάνουσι, καὶ εὐκολώτερόν πως τὴν πρὸς
10ταῦτα μάχην κέκτηνται, καὶ τῆς ψυχῆς τὸν πόλεμον ἐπιγινωσκομένης διὰ τῆς ἀντιῤῥήσεως καὶ προσευχῆς τοῦτον ἀνατρεπούσης. Ἡ δὲ τῆς κενοδοξίας κακία, πολύμορφος οὖσα, καθὼς εἴρηται, δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίστα‐
15ται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νηστείαις, καὶ ἐν προσευχῇ, καὶ ἐν ἀναγνώσει, καὶ ἐν ἡσυχίᾳ, καὶ ἐν μακροθυμίᾳ. Διὰ πάντων γὰρ τούτων ἐπιχειρεῖ τὸν στρατιώτην τοῦ Χριστοῦ κατατοξεύειν. Καὶ γὰρ ὅντινα
20μὴ δυνηθῇ διὰ πολυτελείας ἐνδυμάτων πρὸς κενοδοξίαν ἀπατῆσαι, τοῦτον δι’ εὐτελοῦς ἐσθῆτος ἐπιχειρεῖ πει‐ ράζειν. Καὶ ὃν οὐκ ἠδυνήθη διὰ τιμῆς ἐπᾶραι, τοῦτον διὰ τοῦ φέρειν δῆθεν ἀτιμίαν εἰς ἀπόνοιαν αἴρει· καὶ ὃν οὐκ ἠδυνήθη διὰ τῆς ἐπιστήμης τοῦ λόγου πεῖσαι
25κενοδοξεῖν, τοῦτον τῇ σιωπῇ ὡς ἥσυχον δελεάζει· καὶ ὃν οὐκ ἠδυνήθη πολυτελείᾳ βρωμάτων χαυνῶσαι, τοῦτον διὰ νηστείας εἰς ἔπαινον ἐκλύει. Καὶ ἁπλῶς πᾶν ἔργον, πᾶν ἐπιτήδευμα, πρόφασιν πολέμου παρέχει τούτῳ τῷ δαίμονι. Ἔτι δὲ πρὸς τούτοις καὶ
30κλῆρον φαντάζεται ὁ πολεμούμενος ὑπ’ αὐτοῦ. Μέ‐ μνημαι γάρ τινος γέροντος, ἡνίκα ἐν Σκήτῃ διέτρι‐ βον, ἀπελθόντος εἰς κελλίον τινὸς ἀδελφοῦ ἐπισκέψεως χάριν, καὶ ὡς ἐπλησίασε τῇ θύρᾳ τῆς κέλλης, ἀκούει αὐτοῦ λαλοῦντος ἔνδον· καὶ νομίσας ὁ γέρων ἀπὸ Γρα‐
35φῆς αὐτὸν μελετᾷν, ἔστη ἀκροώμενος, καὶ αἰσθάνεται αὐτοῦ ὑπὸ κενοδοξίας παραφρονοῦντος, καὶ ἑαυτὸν χειροτονοῦντος διάκονον, καὶ τοῖς κατηχουμένοις ἀπό‐ λυσιν παρέχοντα. Ὡς οὖν ἤκουσε τοῦτο ὁ γέρων, τέ‐ λος ὠθήσας τὴν θύραν εἰσῆλθε, καὶ ἀπαντήσας αὐτῷ
40ὁ ἀδελφὸς προσεκύνησε κατὰ τὸ ἔθος. καὶ ἠξίου μα‐ θεῖν παρ’ αὐτοῦ, εἰ πολλὴν ὥραν ἔχει πρὸς τῇ θύρᾳ. Ὁ δὲ γέρων χαριέντως ἀπεκρίθη πρὸς αὐτόν· Ἄρτι, φησὶν, ἦλθον, ὅτε σὺ τὴν ἀπόλυσιν τοῖς κατηχουμέ‐ νοις ἐπετέλεις. Τότε ὁ ἀδελφὸς, ἀκούσας ταῦτα, ἔπεσε
45παρὰ τοὺς πόδας τοῦ γέροντος, καὶ παρακαλεῖ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ, ἵνα ῥυσθῇ τῆς τοιαύτης πλάνης. Τούτου δὲ ἐμνήσθην δεῖξαι βουλόμενος εἰς ὅσην ἀν‐ αισθησίαν φέρει τὸν ἄνθρωπον οὗτος ὁ δαίμων. Ὁ τοί‐ νυν βουλόμενος τελείως ἀθλῆσαι, καὶ τὸν τῆς δικαιο‐

28

.

901

(50)

σύνης στέφανον ἀναδήσασθαι, πᾶσι τρόποις σπουδάσῃ τὸ πολύμορφον τοῦτο θηρίον νικῆσαι, πρὸ ὀφθαλμῶν ἔχων πάντοτε τὸ ὑπὸ τοῦ ἁγίου Δαυῒδ εἰρημένον· «Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων·» καὶ μηδὲν ποιείτω περιβλεπόμενος τὸν ἐξ ἀνθρώπων
55ἔπαινον, ἀλλὰ τὸν παρὰ Θεοῦ μισθὸν ἐπιζητείτω, καὶ901

28

.

904

ἀποῤῥίπτων ἀεὶ τοὺς ἐπερχομένους ἐν τῇ καρδίᾳ αὐ‐ τοῦ λογισμοὺς καὶ ἐπαινοῦντας αὐτὸν, ἐξουθενείτω ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ. Οὕτως γὰρ δυνήσεται σὺν Θεῷ ἀπαλλαγῆναι τοῦ δαίμονος τῆς κενοδοξίας χά‐ ριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
5 Ὄγδοος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὑπερηφανίας· χαλεπώτατος οὗτος καὶ πάντων τῶν προτέρων ἀγριώτερος, τοὺς τελείους μάλιστα πολε‐ μῶν, καὶ σχεδὸν τοὺς τὸ ὕψος τῶν ἀρετῶν ἀναβεβη‐ κότας ἐπιχειρεῖ καταστρέφειν· καὶ καθάπερ νόσος
10λοιμικὴ φθοροποιὸς οὐχὶ μέρος τοῦ σώματος, ἀλλ’ ὅλον διαφθείρει. Καὶ τῶν μὲν ἄλλων παθῶν ἕκαστον, εἰ καὶ ταράσσει τὴν ψυχὴν, ἀλλὰ πρὸς μίαν τὴν ἀντι‐ κειμένην αὐτῷ ἀρετὴν πολεμοῦν, καὶ ταύτην νικῆσαι φιλονεικοῦν, ἐκ μέρους ἐπισκοτεῖ τὴν ψυχὴν, καὶ
15ταράσσει αὐτήν· τὸ δὲ τῆς ὑπερηφανίας πᾶσαν αὐτὴν ἐπισκοτεῖ, καὶ εἰς πτῶσιν ἄγει ἐσχάτην. Καὶ ἵνα σα‐ φέστερον νοήσωμεν τὸ εἰρημένον, σκοπήσωμεν οὕ‐ τως. Ἡ γαστριμαργία τὴν ἐγκράτειαν σπουδάζει διαφθεῖραι, ἡ πορνεία τὴν σωφροσύνην, ἡ φιλαργυρία
20τὴν ἀκτημοσύνην· ὁ θυμὸς τὴν πραότητα, καὶ τὰ λοιπὰ τῆς κακίας εἴδη τὰς ἐναντίας αὐτῶν ἀρετάς· ἡ δὲ τῆς ὑπερηφανίας κακία, ὅταν κυριεύσῃ τῆς ἀθλίας ψυχῆς, ὥσπερ τις χαλεπώτατος τύραννος με‐ γάλην πόλιν καὶ ὑψηλὴν παραλαβὼν, ὅλην αὐτὴν
25καταστρέφει, καὶ ἕως θεμελίων κατασκάπτει. Καὶ μάρτυς τούτου ὁ ἄγγελος ὁ ἐκ τοῦ οὐρανοῦ πεσὼν διὰ τὴν ὑπερηφανίαν· ὃς, ἐκ τοῦ Θεοῦ κτισθεὶς, καὶ πάσῃ ἀρετῇ καὶ σοφίᾳ κοσμηθεὶς, οὐ τῇ τοῦ Δεσπότου χά‐ ριτι ἐβουλήθη ταῦτα ἐπιγράφειν, ἀλλὰ τῇ ἰδίᾳ φύσει·
30ὅθεν καὶ ἴσον ἑαυτὸν ὑπέλαβεν εἶναι Θεοῦ. Καὶ ταύτην αὐτοῦ τὴν ἐνθύμησιν ἐλέγχων ὁ προφήτης φησίν· «Εἶπας ἐν τῇ καρδίᾳ σου· Καθιῶ ἐν ὄρει ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.» Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός.
35Καὶ ἄλλος προφήτης λέγει· «Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός;» καὶ μετ’ ὀλίγα· «Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαί σε, καὶ μετανα‐ στεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου
40ἐκ γῆς ζώντων. Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται, καὶ ἐπ’ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρω‐ πος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, καὶ ἐνεδυ‐ ναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ.» Ταῦτα τοίνυν γινώσκοντες, φοβηθῶμεν, καὶ πάσῃ φυλακῇ τηρή‐
45σωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ θανατηφόρου πνεύματος τῆς ὑπερηφανίας, ἐπιλέγοντες ἑαυτοῖς τὸ τοῦ Ἀποστόλου, ὅταν ἀρετήν τινα κατορθώσωμεν· «Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί·» καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι «Χωρὶς ἐμοῦ

28

.

904

(50)

οὐ δύνασθε ποιεῖν οὐδέν·» καὶ τὸ ὑπὸ τοῦ Προφήτου· «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκο‐ πίασαν οἱ οἰκοδομοῦντες·» καὶ πάλιν· «Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ.» Καὶ γὰρ εἰ καὶ τὰ μάλιστα ἔσεταί τις ζέων τῇ προθυμίᾳ,
55καὶ σπουδαῖος τῇ προαιρέσει, ἀλλὰ σαρκὶ συνδεδεμέ‐903

28

.

905

νος καὶ αἵματι, οὐ δυνήσεται πρὸς τελειότητα φθάσαι, εἰ μὴ πρὸς τούτοις πᾶσιν ἐπὶ τῷ ἐλέει Χριστοῦ ἐλπίζει καὶ τῇ χάριτι αὐτοῦ. Κατὰ γὰρ τὸν θεῖον Ἰάκωβον, «πᾶσα δόσις ἀγαθὴ, καὶ πᾶν δώρημα τέλειον ἄνωθέν
5ἐστι, καταβαῖνον ἐκ τοῦ Πατρὸς τῶν φώτων.» Καὶ ὁ Παῦλός φησι· «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών;» ἀλλ’ ὡς ἐπ’ ἰδίοις τοῖς ἀλλοτρίοις χαρίσμασιν ἐπαιρόμενος. Ὅτι δὲ χάριτι καὶ ἐλέει Θεοῦ ἡ σωτηρία ἡμῖν προσγίνε‐
10ται, μάρτυς ὁ λῃστὴς ἐκεῖνος, ὃς οὐκ ἀρετῆς ἔπαθλον τὴν βασιλείαν τῶν οὐρανῶν ἐκομίσατο, ἀλλὰ χάριτι Θεοῦ καὶ ἐλέει. Ταῦτα καὶ οἱ Πατέρες ἡμῶν ἐπιστά‐ μενοι, πάντες μιᾷ γνώμῃ παραδεδώκασι μὴ ἄλλως δύνασθαι ἡμᾶς θεμέλιον ἀσφαλῆ πρὸς τελείωσιν ἀρε‐
15τῆς καταβάλλεσθαι, εἰ μὴ διὰ ταπεινώσεως, ἥτις ἀπὸ πίστεως καὶ πραότητος, καὶ τελείας ἀκτημοσύνης προσγίνεσθαι πέφυκε, δι’ ὧν ἡ τελεία ἀγάπη κατορ‐ θοῦται χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’
οὗ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.905