TLG 2035 083 :: ATHANASIUS :: Sermo contra Latinos [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo contra Latinos [Sp.]

Citation: Volume — page — (line)

28

.

824

(26t)

ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ,
27tΕΚ ΤΟΥ ΚΑΤΑ ΛΑΤΙΝΩΝ ΛΟΓΟΥ.
28 Ἀλλ’ οὐχ οὕτως οἱ τοῦ Χριστοῦ, ἀλλ’ ὥσπερ ἐκεῖνος τό· «Ὅταν ἔλθῃ, λέγων, ὁ Παράκλητος ὃ
30ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» μόνον ἐντεῦθεν προβολέα τὸν Πατέρα τοῦ Πνεύματος ἀπο‐ δείκνυσιν· οὕτω καὶ οὗτοι τῷ διδασκάλῳ πειθόμενοι ἐκ τοῦ Πατρὸς μόνου τοῦτό φασιν ἐκπορεύεσθαι. Εἰ
35δέ τις ἐρεῖ, ὅτι οὐδαμοῦ τὸ Πνεῦμα ἐκ μόνου λέγεται τοῦ Πατρός· ἀκουέτω ὁ τοιοῦτος, ὅτιπερ ὁ περὶ τού‐ του γράφων οὐκ ἄλλως ἐπιμαρτύρεται ἢ κατὰ τὴν τῶν θειοτάτων Πατέρων ἡμῶν διδασκαλίαν. Ὥσπερ γὰρ ἐκεῖνοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός φασιν
40ἐκπορεύεσθαι, τὴν αἰτίαν ἀπ’ αὐτοῦ τοῦ κυριακοῦ λαμβάνοντες στόματος· οὕτω καὶ οἱ καθεξῆς λογο‐ γράφοι καὶ συγγραφεῖς ἀκολούθως διαγορεύουσιν. Οὐ μέντοιγέ τις αὐτῶν καὶ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ τοῦτό φησιν ἐκπορεύεσθαι· εἰ μή πως ἐρεῖ τις
45τὴν ἄλλην πρόχυσιν, εἴτουν φανέρωσιν καὶ ἀποστο‐ λὴν τῶν χαρισμάτων τοῦ Πνεύματος. Πρὸς ταύτην γὰρ, καίπερ ἐκ τοῦ Πατρὸς φανεροῦται τὸ Πνεῦμα τὸ ἅγιον πρὸς ἐπινέμησιν, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ, καθὼς ὁ τῆς ἀληθείας διδάσκει κανών. Κἀπειδήπερ

28

.

824

(50)

ἅπαντας τὸ αὐτὸ λέγοντες συμφώνως καὶ ἓν κατὰ τὴν τοῦ Κυρίου παράδοσιν, καὶ οὐδαμοῦ φαίνεταί τις διαφωνῶν· εὔδηλον, ὅτι ἐκ μόνου τοῦ Πατρὸς τὸ
Πνεῦμα ἔχει τὴν ὕπαρξιν· εἴπερ ἡ τοιαύτη ἐκπό‐824

28

.

825

ρευσις καθέστηκεν ὕπαρξις. Ὥσπερ γὰρ πάντων λεγόντων, γέννημα Πατρὸς ὁ Υἱὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὴν προαιώνιον γέννησιν· οὕτω καὶ πάντων λεγόντων τὸ Πνεῦμα
5πρόβλημα Πατρὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, κατὰ τὴν προαιώνιον πρό‐ βλησιν· εἰ μόνος ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ μόνον ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Κατὰ δὲ τὴν ὑστέραν πρόχυσιν, εἴτουν ἐπινέμησιν
10καὶ χορηγίαν τὴν πρὸς τοὺς ἀξίους, ὥσπερ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὕτω καὶ διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ. Καθάπερ δὲ καὶ τὴν ὑστέραν γέννησιν τοῦ Υἱοῦ, εἴτουν ἐπιδημίαν τὴν πρὸς ἡμᾶς, οὐκ ἐκ τοῦ Πατρὸς μόνον δοξάζομεν, ἀλλὰ καὶ ἐκ τοῦ Πνεύματος.
15Καὶ πειθέτω σε ἡ τοῦ ἀρχαγγέλου φωνὴ πρὸς Ἰωσὴφ λέγουσα τὸν ἄνδρα Μαρίας τὸ, «Μὴ φοβηθῇς παρα‐ λαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Εἰ δὲ βούλει μαθεῖν, ὅτι καί τινες ἐκ τῶν ἡμετέρων μεγάλων
20ἁγίων ἀπεφήναντο τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἤδη τὸν μέγαν τῆς ἡμετέρας Ἐκκλησίας ἥλιον Κύριλλον, ἢ μᾶλλον εἰπεῖν, τοῦ κόσμου παντὸς, πρὸς τοῦτο λάμβανε μάρτυρα· ἐν γὰρ τῷ Περὶ Τριάδος λόγῳ αὐτοῦ ὧδέ πως σαφῶς
25παριστᾷ. Ἡ παναγία, φησὶ, καὶ σεπτὴ Τριὰς, πρὸ πάντων αἰώνων καὶ εἰς ἀεὶ ὑπάρχουσα, ἄχραντός ἐστι καὶ ἀΐδιος, ἀσώματος, ἀκατάληπτος, ἀπερί‐ ληπτος, περιληπτικὴ δὲ τῶν ἁπάντων, καὶ συγκρα‐ τοῦσα τὸ πᾶν, ἀγαθὴ, προνοητικὴ, δημιουργὸς τῶν
30ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀπαθὴς, ἀναλ‐ λοίωτος, ἄτρεπτος, νῷ ἀνθρώπων καὶ ἀγγέλων καὶ τῇ κτιστῇ φύσει ἀκατάληπτος· ὁμοούσιος ἐν ἑαυτῇ, ἀκοινώνητος δὲ κατ’ οὐσίαν πάσῃ τῇ κτίσει· γινω‐ σκομένη μόνον ὑφ’ ἑαυτῆς, ὑπ’ οὐδεμιᾶς φύσεως τῆς
35ἐν τῷ κόσμῳ τούτῳ καὶ τῆς ὑπὲρ κόσμον τοῦτον· μονὰς ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ Τριὰς ἐν μονάδι θεότητος, ἤτοι μιᾶς οὐσίας γινωσκομένη. Ταύτης τῆς ἁγίας καὶ σεπτῆς μονάδος, αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις γινώσκονται καὶ
40πιστεύονται· ἐν Πατρὶ ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ, ἀϊδίῳ· καὶ ἐν Υἱῷ μονογενεῖ γεννηθέντι ἀῤῥήτως, καὶ ἀπαθῶς καὶ ἀφράστως, πρὸ πάντων τῶν αἰώνων, ἐκ τῆς οὐσίας αὐτῆς τοῦ Πατρὸς, καὶ διὰ τοῦτο ὁμοουσίῳ καὶ ἴσῳ τῷ Πατρὶ, χωρὶς τῆς πατρότητος,
45ἀρχὴν δὲ καὶ αἰτίαν τὸν Πατέρα ἔχοντι γεννητῶς· καὶ ἐν Πνεύματι ἁγίῳ ζωοποιῷ προσκυνουμένῳ, ἐκπορευομένῳ ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Οὐ γεννητῶς καθάπερ ὁ Υἱὸς, ἵνα μὴ δύο Υἱοὶ ἐν τῇ Τριάδι· ἀλλ’ ἐκπορευομένῳ καθ‐

28

.

825

(50)

άπερ εἴρηται, ἐκ μόνου τοῦ Πατρὸς, καὶ ἀπὸ στόμα‐ τος· πεφηνότι δὲ δι’ Υἱοῦ, καὶ λαλήσαντι ἐν τοῖς ἁγίοις προφήταις καὶ ἀποστόλοις. Πλὴν, ὡς εἶπον, τῆς οὐσίας αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑπάρχοντι, καὶ τὸ ὁμοούσιον ἔχοντι πρὸς Πατέρα καὶ Υἱόν. Ἀκοινώνητον δὲ καὶ αὐτό ἐστιν, ὥσπερ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πρὸς πᾶσαν τὴν κτίσιν κατὰ τὸν
55τῆς οὐσίας λόγον. Ὁρᾷς πῶς ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸν ἅγιον Κύριλλον, ἢ μᾶλλον κατὰ πᾶ‐
σαν τὴν θείαν Γραφήν. Καὶ μή μοι τὸ ἀπὸ τοῦδε826

28

.

828

λεγέτω τις τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, ἢ λογύδρια, ὅτι Ἀθανάσιος καὶ Κύριλλος οἱ ἀοίδιμοι, πρὸς δὲ καὶ ὁ Νυσσαέων Γρηγόριος, τῆς προσθήκης γεγόνασιν αἴτιοι. Ὁ μὲν γὰρ Ἀθανάσιος οὕτως φησί· Τὸ Πνεῦμα
5ἐκ τοῦ Πατρὸς οἱ ἀντίθετοι λέγουσι, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον· ὁ δὲ Νύσσης, εἰπὼν τὸν Υἱὸν εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, τουτ‐ έστι τοῦ Πατρὸς, ἑξῆς λέγει· Τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· ὁ δέ γε σοφώτατος Κύ‐
10ριλλος προφανῶς, φησὶν, εἴρηκεν ἐξ ἀμφοῖν Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα τῶν τῆς σαθρᾶς προσθήκης τερατουργῶν τὰ προβλήματα. Ἔγωγε δ’ «ἅπαν νόημα,» καίπερ ὢν ἀμαθὴς, «αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ὧδέ
15πως ταῦτα διασαφῶ. Οὕτως τὸ Πνεῦμα ἐκ τοῦ Πα‐ τρός φησιν Ἀθανάσιος, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρὸς, καθὰ καὶ ὁ Υἱὸς οὕτως ἀπο‐ στέλλεται, καὶ δίδοται παρὰ τοῦ Πνεύμα‐
20τος τοῖς πιστοῖς, ὡς καὶ ἐξ αὐτοῦ τοῦ Πατρός· καὶ τὴν μαρτυρίαν ἀπ’ αὐτοῦ λάμβανε τοῦ Λό‐ γου καὶ Υἱοῦ, «Πνεῦμα Κυρίου,» λέγοντος, «ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Ἄρα τὸ Πνεῦμα καὶ ἔχρισε τὸν Υἱὸν,
25καὶ ἀπέσταλκεν· ἀλλὰ καὶ ὁ Πατὴρ ἐξ ἀμφοῖν Υἱοῦ καὶ Πνεύματος ἀποστέλλεται. Ὅπως δὲ τοῦτο, αὐτοῦ τοῦ Πατρὸς οὕτω διὰ Ἡσαΐου τοῦ προφήτου λέγον‐ τος ἄκουσον· «Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα·
30καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν. Ἐγὼ χειρί μου ἐθεμε‐ λίωσα τὴν γῆν, καὶ τὸ Πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Καὶ νῦν Κύριος ἀπέσταλκέ με.» Ἄρα ὁ Πατήρ ἐστιν ἐν‐ ταῦθα ὁ λέγων τό· «Ἀπέσταλκέ με.» Ὁρᾷς τὴν
35ἰσοτιμίαν τῶν τριῶν προσώπων τῆς ὑπερτάτης θεό‐ τητος; Ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλεται ἐξ ἀμφοῖν, ὡς ὁμοούσιον ἀποστέλλεται Πατρὸς καὶ Υἱοῦ. Ὅτε δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, ὡς ὁμοούσιος καὶ τοῦ Πνεύματος. Ὅτε δὲ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ τοῦ
40Πνεύματος, ὡς ὁμοούσιος. Εἰπὼν τοίνυν ὁ μέγας Ἀθανάσιος, τὸ ἐκπορευόμενον τοῦ Πατρὸς Πνεῦμα, ἐδήλωσεν ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν, ἐκ μό‐ νου δηλονότι τοῦ Πατρός. Εἰπὼν δὲ πάλιν οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ
45Πατρὸς, τὴν ἰσοτιμίαν ἐδήλωσε Πατρὸς καὶ Υἱοῦ, καταισχύναι ἐν τούτῳ τὸν ἀθεώτατον Ἄρειον, ὃς κτίσμα ἔλεγε, καὶ οὐ Θεὸν τὸν Υἱόν· οἱονεὶ ταῦτα λέγων πρὸς αὐτόν· Ὦ ἀθεώτατε Ἄρειε, οὕτω τὸ ἐκπορευόμενον Πνεῦμα τοῦ Πατρὸς, παρὰ τοῦ ὑπὸ

28

.

828

(50)

σοῦ βλασφημουμένου Υἱοῦ ἐκλάμπει καὶ δίδοται τοῖς πιστοῖς κατὰ τὴν αὐτοῦ ἐνέργειαν καὶ δωρεὰν, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρός. Ὅτι δὲ τοῦτο τοιοῦτον ἔχει τὸν τρόπον, ὅρα τί γράφει πρὸς τὸν ἐπίσκοπον τὸν Σεραπίωνα, ὁ τῆς ἀθανασίας
55ἀξιώνυμος οὗτος Πατήρ. Τὰ αὐτὰ γὰρ λέγων, καὶ828

28

.

829

φιλοσοφῶν περὶ τῶν αὐτῶν, οὕτω κἀκεῖσέ φησιν· Ὥσπερ γέννημα μονογενές ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδ’ ἐκ
5πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν καὶ δωρεὰν αὐτοῦ, ἥτις γε ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ
10Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Ὥσπερ γέννημα μονογε‐ νὲς, φησὶν, ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ πρόβλημα τοῦ αὐτοῦ Πατρὸς ἓν τὸ Πνεῦμα καὶ οὐ πολλὰ, οὐδ’ ἐκ πολλῶν δηλονότι τὴν ὕπαρξιν ἐσχηκός. Ἀλλ’
15ὡς μόνον αὐτὸ Πνεῦμα καὶ πρόβλημα, οὕτως καὶ ἐκ μόνου τοῦτο καὶ ἐξ ἑνὸς τοῦ Πατρός. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, ὡς ἐξ ἑνὸς τοῦ Πατρὸς, καὶ μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, ἥτις ἦν τὸ Πνεῦ‐
20μα τὸ ἅγιον, τὸ τὴν ἰδίαν ἑαυτοῦ δωρεὰν ἐνεργοῦν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἥτις γε δωρεὰ διὰ τοῦτο ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύ‐ εσθαι, τουτέστιν ἐκχεῖσθαι καὶ ἀποστέλλεσθαι, ἐπει‐ δὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου
25ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Φιλοσοφή‐ σας πρῶτον ὁ ἅγιος περὶ τῆς προαιωνίου τοῦ Πνεύ‐ ματος ἐκπορεύσεως ἀμυδρῶς, μόνον αὐτὸ ἀποδείξας πρόβλημα, ὡς ἐξ ἑνὸς τοῦ προβολέως τε καὶ Πα‐ τρὸς, διὰ τῶν ἑξῆς ἡμῖν ἀποδείκνυσι μάλα σαφῶς
30καὶ τὴν ὑπὸ χρόνον πρόχυσιν, ὡς ἐξ ἀμφοῖν ὑπάρ‐ χουσαν Πατρὸς καὶ Υἱοῦ. Ὅπερ δὲ δύναται ἐκεῖ τὸ, Οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λό‐ γου τοῦ ἐκ Πατρὸς, οὕτως ἐνταῦθα καὶ τό· Ἥτις γε ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει
35καὶ ἀποστέλλεται καὶ δίδοται. Κατ’ αὐτὸν δὲ τὸν τρόπον καὶ ὁ Νύσσης Γρηγόριος τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου φησί· μετὰ τοῦ Υἱοῦ δηλονότι συνημμένως καὶ ἅμα, καὶ οὐ μετὰ τὸν Υἱὸν ὑστερίζων κατὰ
40τὴν ὕπαρξιν. Εἰπὼν δὲ τὸν Υἱὸν προσεχῶς ἐκ τοῦ πρώτου, μὴ νόμιζε μὴ καὶ αὐτὸς εἶναι τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου. Ὥσπερ γὰρ ὁ Υἱὸς προσεχῶς καὶ ἔγγιστα ἐκ τοῦ πρώτου, τουτέστι τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα προσ‐
45εχῶς ἐκ τοῦ πρώτου, κατὰ τὴν προαιώνιον ὕπαρ‐ ξιν. Πρῶτος δὲ ὁ Πατὴρ οὐ κατὰ χρόνον, οὐδὲ κατὰ τάξιν, μὴ γένοιτο! ἀλλὰ καθὸ αἴτιος τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μείζων καὶ ἄναρχος, ὡς ἀναίτιος, ὡς ῥίζα τῶν ἐξ αὐτοῦ καὶ

28

.

829

(50)

πηγή. Ὥσπερ γὰρ οὗτος μόνος ἄναρχος πρὸς τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, οὕτω καὶ τούτων ὁ αὐτὸς μόνος αἴτιος· τὸ δὲ Πνεῦμα πρὸς τὸν Πατέρα, οὐκ ἄναρχον, οὐδ’ ἀναίτιον, ὥσπερ δὴ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ τὴν ἐν χρόνῳ ἀρχήν. Οὐ μόνον τὸ
55Πνεῦμα, ἀλλὰ καὶ ὁ Υἱὸς ἄναρχος ὥσπερ καὶ ὁ Πατήρ. Πρῶτος αἴτιος καὶ μόνος ὁ Πατὴρ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἀλλὰ μὴ ζήτει καὶ δεύτερον ὁ ὀρθόδοξος, μηδέ γε τρίτον· ἵνα μὴ,
τὴν αὐτὴν καὶ μίαν οὐσίαν κατατέμνων κακοσχόλως,830

28

.

832

καὶ διαιρῶν, καταδικασθῇς ὡς κακόδοξος. Πρῶ‐ τος τοιγαροῦν ὁ Πατὴρ καθὸ μείζων, μείζων δὲ καθὸ ἄναρχος· ἄναρχος δὲ καθὸ ἀρχὴ τῶν ὁμο‐ φυῶν ὑποστάσεων. Τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς προσ‐
5εχῶς ἐκ τοῦ μείζονος, τουτέστι τοῦ Πατρός. Ἅμα γὰρ ὁ Υἱὸς κυρίως καὶ ἀληθῶς, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός. Οὐχ ὁ μὲν πρότερον, τὸ δὲ μετ’ αὐτόν· ἀλλ’ ἅμα ἡ γέννησις τοῦ Υἱοῦ, ἅμα καὶ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἐκλάμπε‐
10ται, καὶ ἀποστέλλεται τὸ Πνεῦμα καὶ δίδοται διὰ τοῦ Υἱοῦ, ὡς μακάριός φησιν Ἀθανάσιος, καθ‐ άπερ καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος, ὥσπερ εἴ‐ ρηται. Ὡσαύτως καὶ τὸ τοῦ μακαρίου Κυρίλ‐ λου, λέγω δὴ τὸ, ἐξ ἀμφοῖν, κατ’ αὐτὴν ἐκλη‐
15πτέον τὴν ἔννοιαν· τὸ Πνεῦμα τὸ ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς ἐξ ἀμφοῖν ἐκλάμπεται, ἀποστέλ‐ λεται καὶ δίδοται, Πατρὸς καὶ Υἱοῦ. Καὶ μετ’ ὀλίγα· Δύο γεννήσεις ὡς ἄνωθεν ἔφθην εἰπὼν ἐπὶ τοῦ Λόγου μεμάθηκα· μίαν μὲν τὴν ἐκ Πα‐
20τρὸς καὶ ὑπὲρ χρόνον, μίαν δὲ τὴν ἐκ τῆς Παρ‐ θένου καὶ ὑπὸ χρόνον. Ὡσαύτως καὶ δύο προ‐ χύσεις ἐμυήθην ἐπὶ τοῦ Πνεύματος· μίαν μὲν τὴν ἐκπορευτικὴν καὶ ὑπὲρ χρόνον, καὶ μίαν τὴν μεταδοτικὴν ἀγαθότητος. Ἀλλὰ τῆς πρώτης γεν‐
25νήσεως τοῦ Υἱοῦ, καὶ τῆς πρώτης τοῦ Πνεύ‐ ματος ἐκπορεύσεως, ὁ Πατὴρ μόνος αἴτιος. Τῆς δὲ ἄλλης γεννήσεως τῆς ὑπὸ χρόνον, καὶ τῆς ἄλλης προχύσεως τῆς μεταδοτικῆς, οὐ μόνος αἴτιος ὁ Πα‐ τὴρ, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐξ
30ἀμφοῖν τοιγαροῦν τὸ Πνεῦμα, Πατρὸς καὶ Υἱοῦ, πρὸς ἐπινέμησιν προχεῖται· οὐ κατὰ τὴν ὕπαρξιν, μὴ γέ‐
νοιτο! ἐπεὶ δύο τὰ αἴτια παρεισάγονται, τοῦ ἑνὸς συμφυοῦς καὶ ὁμοτίμου κατὰ πολὺ διαφέροντα.832