TLG 2035 082 :: ATHANASIUS :: Narratio de cruce seu imagine Berytensi [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Narratio de cruce seu imagine Berytensi [Sp.]

  • Recensio e codd. Colbert.: col. 797–805
  • Recensio e cod. Pal. vet.: col. 805–812

Citation: Volume — page — (line)

28

.

797

(1t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
2tΑΘΑΝΑΣΙΟΥ
3tΛόγος εἰς τὸ θαῦμα τὸ γεγονὸς ἐν Βηρυτῷ, περὶ τῆς τιμίας καὶ σεβασμίας εἰκόνος τοῦ Κυρίου
4tκαὶ Θεοῦ ἡμῶν.
7 Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας ὑμῶν, καὶ ἴδετε τὸ καινὸν καὶ παράδοξον θαῦμα, ὅπερ γέγονε νῦν ἐν ταῖς ἡμέραις ἡμῶν. Ἐμβλέψατε εἰς τὴν ἄπει‐
10ρον ἀγαθότητα τοῦ Θεοῦ, δότε αὐτῷ δόξαν, κατανοή‐ σατε τὴν ἄφατον φιλανθρωπίαν καὶ τὸ μέγεθος τῆς αὐτοῦ οἰκονομίας, καὶ θρῆνον μετ’ εὐφροσύνης ἀνα‐ λάβετε. Ἐπὶ μὲν Θεοῦ οὐδὲν ξένον. Ἐν γὰρ τῷ παραδόξῳ τούτῳ θαύματι, ὃ ἐγένετο ἐν ταῖς ἡμέραις
15ἐκείναις, ἐξέστησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώ‐ πων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τὸ τετολμημένον, ἐταράχθησαν πᾶσαι αἱ καρδίαι τῶν ἀνθρώπων. Ὄν‐ τως ἐξέστησαν πᾶσαι ἄβυσσοι, ὁ ἥλιος ἐσκοτίσθη, καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες ἐταράχθησαν, ὑπὸ τῷ οἰκο‐
20νομηθέντι ὑπὸ τοῦ Κυρίου. Πᾶσαι αἱ τῶν οὐρανῶν δυνάμεις, ἀκούσατε, καὶ ἔκστητε, γενεαὶ τῶν γενεῶν, ᾧ γέγονεν παράδοξον θαῦμα ἐν ταῖς ἡμέραις ταύ‐ ταις. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη, τελοῦσα δὲ ὑπὸ
25Ἀντιόχειαν. Ἐν αὐτῇ τῇ πόλει πλήθη πολλὰ ἦν τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν Χρι‐ στιανός τις λαβὼν κελλίον κατέμενεν. Ἐποίησε δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁλόστατον, ἐζωγραφημένην ἐν ὡραιότητι πολλῇ. Χρόνου δὲ διελ‐
30θόντος, ἠθέλησεν ἀναχωρῆσαι ὁ Χριστιανὸς ἐκ τοῦ αὐτοῦ κελλίου. Ἐπεζήτησεν οὖν ἕτερον κελλίον μεῖ‐ ζον, ὡς χρείαν ἔχων αὐτοῦ, ἅμα δὲ καὶ πλησιάζειν αὐτὸν τοῖς Ἰουδαίοις. Εὑρὼν δὲ οἴκημα ἕτερον, μετ‐ ῆρεν ἐκεῖθεν, λαβὼν πάντα τὰ ὑπάρχοντα αὐτοῦ.
35Κατ’ οἰκονομίαν δὲ τοῦ Θεοῦ, τοῦ θέλοντος πάντα ἄνθρωπον σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ θεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ πᾶσι τοῖς πιστεύ‐ ουσιν αὐτῷ ἐν ἀληθείᾳ. Λαβὼν δὲ ὁ Χριστιανὸς ἅπα‐ σαν τὴν οὐσίαν αὐτοῦ, ὡς προλέλεκται, κατελείφθη
40ἡ εἰκὼν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μόνη, λησμονήσας αὐτὴν ἐν τῷ κελλίῳ. Ἰουδαῖος δέ τις λαβὼν τὸ κελλίον αὐτοῦ τοῦ οἰκεῖν ἐν αὐτῷ, ἔνθα ἦν ἡ εἰκὼν τοῦ παμβασιλέως Χριστοῦ, εἰσαγαγὼν δὲ πάντα τὰ ὑπάρχοντα αὐτοῦ
45εἰς τὸ κελλίον κατέμενε, μὴ θεωρήσας τὴν εἰκόνα τοῦ Κυρίου, ὅτι ἵσταται ἐκεῖ, οὐδὲ κατενόησε τὸν τό‐
πον ἐκεῖνον. Μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν Ἑβραῖον,797

28

.

800

ἵνα φάγῃ μετ’ αὐτοῦ· ἐν δὲ τῷ ἀριστᾷν αὐτοὺς, ἐπ‐ άρας τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ Ἰουδαῖος ὁ κεκλημένος, εἶδε τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ λέγει τῷ καλέσαντι αὐτὸν Ἰουδαίῳ· Σὺ, Ἰουδαῖος
5ὢν, πῶς τὴν εἰκόνα τούτου ἔχεις; ὕβρεις τε παμπόλ‐ λας καὶ ἀθεμίτους ἐκ τοῦ μιαροῦ αὐτοῦ στόματος εἰ‐ πόντος κατὰ τῆς τιμίας εἰκόνος τοῦ Δεσπότου, ἃς οὐκ ἔξεστιν οὐδὲ εἰς διάνοιαν ἀνθρώπων ἐλθεῖν· μὴ γένοιτο! ὑποδεικνύων δὲ τὴν εἰκόνα τὸν καλέσαντα
10Ἑβραῖον ὁ κληθεὶς, ἤρξατο ὁ Ἑβραῖος ὀμνύειν κατὰ τῆς Ἰουδαϊκῆς πίστεως, ὅτι Μέχρι τῆς ὥρας ταύτης οὐκ ἐθεασάμην τὴν εἰκόνα ταύτην. Ὁ δὲ Ἑβραῖος ὁ κληθεὶς ἐσιώπησεν. Ἀναστὰς δὲ ἀπῆλθεν πρὸς τοὺς Ἰουδαίους, τοὺς πρώτους αὐτῶν ἱερεῖς καὶ νομοδιδα‐
15σκάλους, καὶ λέγει αὐτοῖς, ὅτι Ὁ δεῖνα ὁ Ἑβραῖος εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ, κἀγὼ οἰκείοις ὀφθαλμοῖς ἐθεασάμην αὐτήν. Οἱ δὲ ἀκούσαν‐ τες εἶπον· Πῶς δύνασαι τοῦτο ἀποδεῖξαι; Λέγει πρὸς αὐτούς· Ἀκολουθήσατέ μοι, κἀγὼ ὑμῖν ὑποδείξω
20αὐτήν. Συνεβουλεύσαντο δὲ, ἵνα πάντες πρωῒ παρα‐ γενόμενοι καταλάβωσιν τὸ κελλίον, ἐν ᾧ ἦν ἡ εἰκὼν τοῦ Κυρίου. Πρωΐας δὲ γενομένης, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι αὐτῶν, καὶ παραλαβόντες τὸν
25Ἰουδαῖον, ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἑβραίου, ἔνθα ἦν ἡ εἰκὼν τοῦ Κυρίου. Παραγενόμενοι δὲ ἐν τῇ οἰ‐ κίᾳ, εἰσπηδήσαντες ἔσωθεν τῆς οἰκίας οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ ὄχλος, ὁρῶσι τὴν εἰ‐ κόνα τοῦ Κυρίου. Τότε θυμοῦ πλησθέντες, τὸν μὲν
30Ἰουδαῖον τὸν οἰκοῦντα ἐκεῖσε ἐξελάσαντες ἀποσυν‐ άγωγον ἐποίησαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταγαγόντες, εἶπον ἐν ἑαυτοῖς, ὅτι Καθὼς οἱ πατέρες ἡμῶν ἐνέπαιξαν αὐτῷ, οὕτω καὶ ἡμεῖς ἐμπαίζωμεν αὐτῷ. Τότε ἤρξαντο ἐμπτύειν εἰς
35τὸ πρόσωπον τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσωπον εἷς καθεὶς, οἱ πάντες αὐτῶν ἐῤ‐ ῥάπιζον τὴν εἰκόνα τοῦ Κυρίου λέγοντες· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποιήσωμεν τῇ εἰκόνι αὐτοῦ. Λέγουσιν, ὅτι Ἠκούσαμεν, πολλοὺς ἐμπαιγμοὺς
40ἐποίησαν αὐτῷ· καὶ ἡμεῖς πάντα ποιήσωμεν. Ἐμ‐ παιγμοὺς οὖν ἀπείρους ἐνέπαιξαν τὴν εἰκόνα τοῦ Κυρίου, ἅπερ οὐδὲ λέγειν ἡμῖν τετόλμηται. Εἶτα λέ‐ γουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐτοῦ τὰς χεῖρας, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τότε ποιήσαντες ἥλους
45προσήλωσαν τὰς χεῖρας καὶ τοὺς πόδας τοῦ Κυρίου. Πάλιν λέγουσιν· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐτὸν μετὰ σπόγγου· ποιήσωμεν οὕτω καὶ ἡμεῖς. Καὶ ἐποίησαν ὡσαύτως, ἐπιθέντες εἰς τὸ στόμα τοῦ Κυρίου τῆς εἰκόνος σπόγγον μετὰ ὄξους

28

.

800

(50)

πεπληρωμένον. Λέγουσι πάλιν· Ἐμάθομεν, ὅτι κα‐ λάμῳ ἔτυψαν τὴν κεφαλὴν αὐτοῦ· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόντες κάλαμον, ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. Λέγουσι πάλιν· Ἀκριβέστερον οἴδα‐ μεν, ὅτι λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἤνοιξαν· μὴ ἓν
55παραλείψωμεν, ἀλλὰ μᾶλλον προσθήσωμεν. Καὶ
τοῦτο ποιήσαντες, ἐνεχθῆναι λόγχην προετρέψαντο,799

28

.

801

καὶ ἐνεχθείσης τῆς λόγχης, ἄραντες αὐτὴν ἐκέντησαν κατὰ τῆς πλευρᾶς τῆς εἰκόνος τοῦ Σωτῆρος. Παρ‐ ευθὺ δὲ ἐξέβλυσεν αἷμα καὶ ὕδωρ εἰς πλῆθος πολύ. Τούτου δὲ τοῦ παραδόξου θαύματος γενομένου, ἔκπληξις ἔλαβεν ἅπαντας τοὺς βλέποντας τὰς δυναστείας τοῦ Θεοῦ καὶ τὰ παράδοξα θαυμάσια.
5 Ὡς ἀνεξερεύνητα τὰ κρίματα τῆς δικαιοσύνης σου, καὶ ἀπέραντος ἡ ἀγαθότης καὶ τὸ πολὺ ἔλεός σου, Δέσποτα! Τίς λαλήσει τὰς δυναστείας σου, Κύ‐ ριε; ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, φιλ‐ άνθρωπε, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρ‐
10τωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Χριστὲ, δόξα σοι. Τίς ὡς σὺ, Δέσποτα; Τίς πλὴν σοῦ ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος! Ὢ τῆς τοῦ Σωτῆρος μεγαλειότητος! Ἔφριξαν καὶ νῦν αἱ ἄνω δυνάμεις ἐπὶ τούτῳ. Ὢ πόση μακροθυμία! ὢ πόσον
15ἔλεος! πρώην γὰρ δι’ ἡμᾶς καὶ τὴν ἡμετέραν σωτη‐ ρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθη ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὢν αὐτὸς τῇ θεότητι· νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων
20τῶν ἀπίστων, εἰς στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πεπιστευκότων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν σὺν τῷ παναχράντῳ Πατρὶ, καὶ τῷ Υἱῷ αὐτοῦ Ἰη‐ σοῦ Χριστῷ, καὶ τῷ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι,
25νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
27 Ἀκούσατε ὑμεῖς, ἀδελφοὶ, μετὰ φόβου Θεοῦ καὶ χαρᾶς καὶ τὰ λοιπὰ ἅπερ ᾠκονομήθη ὑπὸ τοῦ Κυρίου. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς
30ἁγίας καὶ τιμίας εἰκόνος, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, συνήχθη πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, λέ‐ γοντες πρὸς ἀλλήλους· Ἐπειδὴ θρυλοῦσιν οἱ σεβό‐ μενοι αὐτὸν, ὅτι ἰάσεις πολλὰς ποιεῖ, λάβωμεν τούτου τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν αὐτὸ εἰς τὴν
35συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ’ αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Καὶ προσ‐ ενέγκαντες τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν, ἐμπαί‐ ζοντες ἔπλησαν τὴν βῆσσαν, ἔνθα ἐξίει τὸ ὕδωρ· καὶ
40συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρὸ πάντων παράλυτον· ὃν ᾔδεσαν ὄντα ἐκ γενετῆς. Προσφέρον‐ τες δὲ τὸν παράλυτον ἔχρισαν αὐτόν· καὶ εὐθέως συν‐ εσφίγχθη καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος. Παρα‐ χρῆμα δὲ μεγάλη ταραχὴ ἐγένετο κατὰ πᾶσαν τὴν
45πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν, πα‐ ραλύτους, κυλλοὺς, ξηροὺς, χωλοὺς, καὶ τυφλοὺς, καὶ δαιμονιῶντας, καὶ ἑτέρους ἔχοντας παντοίας νόσους·

28

.

801

(50)

καὶ πάντες, χριόμενοι ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδα‐ τος τῆς πλευρᾶς τῆς τιμίας εἰκόνος τοῦ Κυρίου, τὰ σώματα αὐτῶν ὑγιῆ ἐγένοντο. Πάντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ ὁ λαὸς τῶν Ἰουδαίων ἐπίστευ‐ σαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν ἀλη‐
55θινὸν Θεὸν ἡμῶν, κράζοντες καὶ λέγοντες· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· μεγάλη ἡ πίστις τῶν Χριστια‐ νῶν. Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύ‐ ρωσαν, ὁ καὶ δι’ ἡμῶν σταυρωθεὶς ἐν τῇ ἀχράντῳ
καὶ τιμίᾳ εἰκόνι σου. Δόξα σοι, Ἰησοῦ Χριστὲ, Υἱὲ801

28

.

804

τοῦ Θεοῦ, ὁ ποιῶν μεγάλα θαυμάσια. Σοὶ πιστεύομεν, εἰς Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα ὁμοού‐ σιον καὶ ἀχώριστον. Ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς, ὡς ἐδέξω τοῦ λῃστοῦ ἐπὶ τοῦ ἁγίου σου σταυ‐
5ροῦ τὴν μετάνοιαν. Συγκαταρίθμησον ἡμᾶς τοὺς ἀναξίους τοὺς προσελθόντας σοι τοῖς μετὰ τὴν ἑνδε‐ κάτην ὥραν, καὶ ἡμᾶς συγκαταρίθμησον καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν, τοὺς ἐσκοτισμέ‐ νους, οὓς ὁ πονηρὸς ἐσκότισε διάβολος· ἵνα, φω‐
10τισθέντες διὰ τοῦ ἁγίου σου βαπτίσματος, καταξιω‐ θῶμεν καὶ ἡμεῖς τῆς ἐπουρανίου σου στρατιᾶς. Ταῦτα δὲ ἔκραζον λέγοντες, καὶ κηρύττοντες μεγαλοφώνως τὰ θαυμάσια τοῦ Θεοῦ. Ἐξῆλθε δὲ ἡ φήμη αὕτη εἰς πᾶσαν τὴν οἰκουμένην περὶ τῆς τιμίας εἰκόνος τοῦ
15παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ πάντες ἀπὸ ἀνατολῶν καὶ δυσμῶν προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν· καὶ ἰῶντο πάντες τῇ Θεοῦ ἀγαθότητι. Μετὰ δὲ ταῦτα προσῆλθον τῷ ἁγιωτάτῳ ἐπι‐ σκόπῳ τῆς ἁγιωτάτης Ἐκκλησίας ἅπαντα τὰ πλήθη
20τῶν Ἰουδαίων, προστρέχοντες καὶ λέγοντες· Κατ‐ αρίθμησον ἡμᾶς τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, βάπτισον ἡμᾶς καὶ ποίησον Χριστιανούς. Ἔκραζον δὲ ὁμοθυμαδὸν ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν σὺν γυναιξὶ καὶ παιδίοις λέγοντες·
25Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς ὁ μονογενὴς, εἷς Κύριος· αὐτὸν Θεὸν ὁμολογοῦμεν, καὶ οἴδαμεν καὶ γινώσκο‐ μεν· αὐτὸν Θεὸν οἴδαμεν, αὐτὸν ἡμεῖς πιστεύομεν, τὸν σταυρωθέντα ἐπὶ Ποντίου Πιλάτου, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· καὶ ἀναληφθέντα ἐν δόξῃ ἐνώπιον
30τῶν ἁγίων μαθητῶν αὐτοῦ, καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ Θεοῦ καὶ Πατρός. Πολλαῖς οὖν εὐφημίαις δοξά‐ σαντες τὸν Θεὸν, τὴν ἁγίαν τε εἰκόνα τῷ ἀρχιεπισκό‐ πῳ τῆς ἐκεῖσε πόλεως ἐπιδείξαντες, καὶ ἀπαγγεί‐ λαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ ἁγίαν εἰκόνα, τό
35τε αἷμα καὶ ὕδωρ ἐπιδείξαντες, καὶ πῶς ἐξῆλθεν ἐκ τῆς πλευρᾶς τοῦ Σωτῆρος· ὅμως πρὸς βεβαίωσιν πάντων λαβὼν ὁ ἐπίσκοπος ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδατος, καὶ πολλοὺς ἀσθενεῖς προσενέγκαντες, καὶ ἀλείφων αὐτοὺς, ὑγιεῖς ἀπέλυσε. Τούτων τῶν
40ἀπείρων θαυμάτων γεγονότων, οὕτως ἅπαντες καθ‐ ικέτευον τὸν ἐπίσκοπον τυχεῖν τοῦ ἁγίου βαπτίσμα‐ τος, καὶ μεταλαβεῖν τῶν ἀχράντων καὶ ἀθανάτων μυστηρίων τοῦ τιμίου σώματος καὶ αἵματος. Τότε ὁ ἐπίσκοπος παραλαβὼν αὐτοὺς, καὶ συγκαλέσας
45ἅπαντα τὸν κλῆρον τῆς ἁγιωτάτης τοῦ Θεοῦ Ἐκκλη‐ σίας, ἐπὶ πολλάς τε ἡμέρας κατηχήσας, ἐβάπτισεν αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, καὶ τὴν συναγωγὴν τῶν Ἰου‐ δαίων ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν ἐποίησε. Παρα‐

28

.

804

(50)

καλεσάντων δὲ αὐτῶν τὸν ἁγιώτατον ἐπίσκοπον, καὶ τὰς λοιπὰς συναγωγὰς, ναοὺς Θεοῦ, καὶ μαρτύρια τῶν ἁγίων αὐτοῦ μαρτύρων ἀφιερῶσαι [ἀφιερῶσι], εἰς δόξαν τοῦ Θεοῦ καὶ καύχημα τῆς ὀρθοδόξου πί‐ στεως. Κατέστησε δὲ καὶ ἐξ αὐτῶν πρεσβυτέρους
55καὶ διακόνους, ὑποδιακόνους, καὶ ἀναγνώστας. Καὶ803

28

.

805

οὕτω μεγάλη χαρὰ ἐγένετο ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐπὶ τῷ παραδόξῳ θαύματι τῆς τιμίας καὶ ἁγίας εἰκόνος τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπὶ τῇ πόλει ταύτῃ· οὐ μόνον σωμάτων πάθη ἰωμένων, ἀλλὰ καὶ ψυχῶν ἐπιστρεψάντων εἰς ζωὴν αἰώνιον.
5 Ταῦτα ἐσπούδασα δηλῶσαι τῇ ὑμετέρᾳ θεοφι‐ λίᾳ, ὦ προσφιλέστατοι ἀδελφοὶ ἠγαπημένοι, εἰς ὠφέλειαν καὶ ἀκοὴν τῶν ἐντυγχανόντων, τοῦ στηριχ‐ θῆναι τὰς ψυχὰς ὑμῶν ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐπὶ τῇ πτώσει ἡμῶν χαίροντος, καὶ στερεωθῶμεν ἐπὶ τῇ
10στερεᾷ πίστει τῆς ὁμολογίας τοῦ Χριστοῦ. Δῶμεν οὖν δόξαν μετ’ εὐφροσύνης ἐν κατανύξει καρδίας, καὶ εὐχαριστίας, εὐχαριστοῦντες αὐτῷ ἐκ καθαρᾶς πίστεως, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τῆς ἐπιγνώσεως αὐτοῦ· ὅτι
15αὐτῷ πρέπει ἡ δόξα καὶ τὸ κράτος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα καὶ ἡ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
19tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
20tΑΘΑΝΑΣΙΟΥ
21tΠερὶ τῆς εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ γενομένου θαύματος ἐν Βερυτῷ τῇ πόλει.
24Ἄρατε τοὺς ὀφθαλμοὺς τῆς διανοίας
25ὑμῶν, καὶ ἴδετε τὸ καινὸν θέαμα τοῦτο, ὅπερ γέγονε νῦν. Ἐμβλέψατε εἰς τὸ ἄπειρον θαῦμα τοῦ Θεοῦ, καὶ δότε αὐτῷ δόξαν τῷ Θεῷ, κατανοήσατε εἰς τὴν ἄφα‐ τον αὐτοῦ φιλανθρωπίαν, τὸ μέγεθος τῆς αὐτοῦ οἰκο‐ νομίας, καὶ θρῆνον μετ’ εὐφροσύνης ἀναλάβετε. Ἐπὶ
30μὲν Θεοῦ οὐδὲν ξένον. Ὁ γὰρ Θεὸς ἡμῶν, καὶ ἐφ’ ἡμῶν, ἐκστήσεται πᾶσα καρδία τῶν ἀκουόντων. Ὄντως ἐξέστη ὁ οὐρανὸς ἐπὶ τῷ τετολμημένῳ τούτῳ τῷ θεάματι· ἐταράχθη πάλιν ἄβυσσος, καὶ ἥλιος ἐσκοτίσθη, καὶ οἱ ἀστέρες, καὶ ἡ σελήνη ὁμοίως ἐπὶ
35τῷ γεγονότι. Ἀλλὰ πάλιν ηὐφράνθησαν ἐπὶ τῇ οἰ‐ κονομίᾳ τῇ γενομένῃ ὑπὸ Κυρίου πᾶσαι τῶν οὐ‐ ρανῶν δυνάμεις. Ἀκούσατε οὖν, ἀδελφοὶ, καὶ ἔκ‐ στητε, ᾧ γέγονε ταῖς ἡμέραις ἡμῶν συνιέντες συνίετε, καὶ τὸ οὖς ὑμῶν κλίνατε τῆς καρδίας, καὶ
40ἀκούσατε. Πόλις ἐστὶ Βηρυτὸς καλουμένη ἐν μεθορίοις Τύρου καὶ Σιδῶνος, τελοῦσα δὲ Ἀντιοχείας. Ἐν ταύτῃ οὖν τῇ πόλει τῇ Βηρυτῷ πλήθη πολλά εἰσι τῶν Ἰουδαίων. Πλησίον δὲ τῆς συναγωγῆς αὐτῶν,
45μεγάλης οὔσης σφόδρα, Χριστιανὸς ἔλαβε κελλίον ἐν οἰκίῳ παρά τινος· ἐν ᾧ κατοικῶν ἄντικρυς τοῦ ἀκουβίτου αὐτῶν, ἐποίησεν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σεμνῶς ἐζωγραφημένην,
ὁλόστατον ἔχουσαν τὴν εἰκόνα τοῦ Κυρίου ἡμῶν805

28

.

808

Ἰησοῦ Χριστοῦ. Χρόνου δὲ ὀλίγου διελθόντος, ἐπ‐ εζήτησε οἶκον μείζονα ὁ Χριστιανὸς ὡς χρῄζων. Τοῦτο δὲ ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ᾠκονό‐ μησε χάρις, ὥς γε ἐγὼ πείθομαι, τοῦ θέλοντος πάν‐
5τας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δεικνύων τὰ θαυμάσια αὐτοῦ τοῖς πιστεύουσιν εἰς αὐτὸν εἰς ἔλεγχον τῶν ἀσεβῶν, στηριγμὸν δὲ τῶν πιστῶν. Ἐζήτει οὖν ὁ Χριστιανὸς, ὡς ἔφην, μείζονα οἶκον, καὶ εὑρών τι ἀπὸ τῆς πόλεως, μετῆρεν ἐκεῖσε,
10καὶ μετὰ χαρᾶς πάντα τὰ αὐτοῦ, καὶ καταλείπων ἐξ οἰκονομίας Θεοῦ, τὴν εἰκόνα τοῦ Κυρίου ἀφῆκε, καθὰ ἔφην. Ἰουδαῖος δέ τις ἔλαβεν ἐνοικίῳ τὸν οἶκον ἐκεῖνον, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Εἰσαγαγὼν δὲ πάντα
15τὰ αὐτοῦ κατέμενεν ἐν οἴκῳ, μὴ θεωρήσας τὴν εἰκό‐ να τοῦ Κυρίου, ὅτι ἵστατο ἐκεῖ. Οὐδὲ γὰρ ἐνόησε τὸν τόπον ἐκεῖνον, ἀλλ’ εἰσελθὼν κατέμενεν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκάλεσεν ὁ αὐτὸς Ἰουδαῖος σύνεθνον αὐ‐ τοῦ ἐπὶ ἄριστον. Καὶ ἐν τῷ ἀριστᾷν αὐτοὺς, ἐπάρας
20τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ κληθεὶς Ἰουδαῖος εἰς τὴν εἰ‐ κόνα τοῦ ἐσταυρωμένου, ἐκεῖ ὕβρεις παμπόλλας καὶ ἀθεμίτους, ἀφ’ ἧς ὥρας εἶδε τὴν εἰκόνα τοῦ Θεοῦ, κατ’ αὐτῆς εἶπε, ἃς οὐ τολμῶ, μὴ γένοιτο! γράψαι, ἅσπερ εἶπεν κατὰ τοῦ Σωτῆρος ἡμῶν ὁ παράνομος
25Ἰουδαῖος, ἰδὼν τὴν εἰκόνα τοῦ Κυρίου. Ἐπληροφό‐ ρησε δὲ αὐτὸς τὸν κληθέντα Ἰουδαῖον λέγων, ὅτι Μέ‐ χρι τοῦ παρόντος οὐκ εἶδον τὴν εἰκόνα ταύτην. Καὶ ἐσιώπησεν ὁ κληθείς. Ἀπελθὼν δὲ πρὸς τοὺς ἀρχιε‐ ρεῖς, διαβάλλει τὸν Ἰουδαῖον τὸν ἐκ τῷ οἴκῳ λέγων,
30ὅτι Ὁ δεῖνα εἰκόνα ἔχει τοῦ Ναζωραίου ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ ἀκούσαντες ἐπλήσθησαν θυμοῦ μεγάλου, καὶ τὴν ἑσπέραν ἐκείνην ἡσύχασαν. Πρωΐας δὲ ἤδη γενομένης, παραλαμβάνουσιν οἱ ἀρχιερεῖς αὐτὸν τὸν διαβάλλοντα τὸν Ἰουδαῖον καὶ
35ὄχλον πολλὸν ἔθνους αὐτῶν, καὶ ἀπέρχονται ἐν τῷ οἴκῳ τοῦ Ἰουδαίου, ἔνθα ἡ εἰκὼν τοῦ Κυρίου ἵστατο. Γενόμενοι ἐπὶ τοῦ τόπου, εἰσεπήδησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι σὺν τῷ καταμηνύσαντι, καὶ ὁρῶσι τὴν εἰκόνα τοῦ Κυρίου ἱσταμένην, ὑποδείξαντος ἐκεί‐
40νου. Τότε θυμωθέντες σφόδρα, τὸν μὲν Ἰουδαῖον τὸν κατοικοῦντα ἐν τῷ οἴκῳ ἀποσυνάγωγον ποιήσαν‐ τες ἤλασαν· τὴν δὲ εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καταναγόντες ἔφησαν, ὅτι Καθὼς καὶ οἱ πατέ‐ ρες ἡμῶν ἐνέπαιξαν αὐτὸν τότε τὸν τοιοῦτον. Τότε
45ἤρξαντο ἐμπτύειν εἰς τὸ πρόσωπον αὐτοῦ τῆς ἁγίας εἰκόνος τοῦ Κυρίου, καὶ ἐῤῥάπισαν αὐτὴν κατὰ πρόσ‐ ωπον ἔνθεν καὶ ἔνθεν. Καὶ ταύτην ῥαπίζοντες, ἔλεγον· Ὅσα ἐποίησαν οἱ πατέρες ἡμῶν, πάντα ποι‐ ήσωμεν καὶ ἡμεῖς τῇ εἰκόνι αὐτοῦ. Καὶ λέγουσιν·

28

.

808

(50)

Ἠκούσαμεν, ὅτι ἐνέπαιξαν αὐτῷ, καὶ ἡμεῖς αὐτὸ ποιήσωμεν. Ἐμπαιγμοῖς οὖν ἀπείροις ἐνέπαιξαν τῇ εἰκόνι τοῦ Θεοῦ. Ἀπορῶ δὲ λέγειν ὑμῖν ὃ τότε τετόλ‐ μηται. Εἶτα λέγουσιν· Ἠκούσαμεν, ὅτι ἥλωσαν αὐ‐ τοῦ τὰς χεῖρας καὶ τοὺς πόδας· τοῦτο καὶ ἡμεῖς ποι‐
55ήσωμεν. Τότε καὶ τοὺς πόδας καὶ τὰς χεῖρας τῆς τοῦ
Κυρίου εἰκόνος ἔπηξαν ἥλους. Πάλιν λέγουσι μεμη‐807

28

.

809

νότες· Ἠκούσαμεν, ὅτι ὄξος καὶ χολὴν ἐπότισαν αὐ‐ τὸν μετὰ σπόγγου· ποιήσωμεν αὐτὸ καὶ ἡμεῖς· καὶ ἐποίησαν προσθέντες εἰς τὸ στόμα τοῦ Κυρίου σπόγ‐ γον ὄξου πεπληρωμένον. Πάλιν λέγουσι· Μεμαθήκα‐
5μεν, ὅτι καλάμῳ ἔτυψαν αὐτοῦ τὴν κεφαλὴν οἱ πατέ‐ ρες ἡμῶν· τὸ αὐτὸ καὶ ἡμεῖς ποιήσωμεν. Καὶ λαβόν‐ τες κάλαμον ἔτυπτον τὴν κεφαλὴν τῆς εἰκόνος. Τέλος λοιπὸν λέγουσιν, ὡς Ἀκριβῶς μανθάνομεν, ὅτι τὴν πλευρὰν αὐτοῦ λόγχῃ ἤνοιξαν· μηδὲν παραλείψωμεν,
10ἀλλὰ προσθῶμεν καὶ τοῦτο. Ποιήσαντες ἐνεχθῆναι λόγχην, ἐπέστρεψάν τινι αὐτῶν ἆραι τὴν λόγχην· καὶ ἀρὼν κατὰ τῆς εἰκόνος τοῦ Κυρίου, εὐθέως οὖν ἀν‐ έβλυσε πλῆθος αἵματος καὶ ὕδατος ἐξ αὐτῆς. Χριστὲ, δόξα σοι· ἀκατάληπτε, δόξα σοι. Τίς ὡς
15σὺ, Δέσποτα; Τίς πλὴν σοῦ, Θεὸς, ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος τῆς τοῦ Σωτῆρος ἡμῶν μεγαλειότητος! ἔφριξαν ἀληθῶς αἱ ἄνω ἅγιαι δυνά‐ μεις καὶ ἐπὶ τοῦτο. Πόσος εἶ, Δέσποτα, εἰς φιλανθρω‐ πίαν! Ὁπόσος σὺ ἐν ἐλέει! Πρώην γὰρ δι’ ἡμᾶς καὶ
20διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθης ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὁ αὐτὸς ἐν τῇ θεότητι. Νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι σου ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, στηριγμὸν δὲ
25τῶν ἐν ἀληθείᾳ εἰς σὲ πιστευόντων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐ‐ λογητῷ Θεῷ ἡμῶν Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι. Ἀμήν. Ὑμεῖς δὲ, τέκνα, ἀκούσατε τὰ λοιπὰ, ἅπερ ᾠκονό‐
30μησεν ἡ αὐτοῦ ἀγαθότης. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὡς ἑτέρως εἴρηται, λέγουσιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ· Ἐπειδὴ θρυλοῦσιν αὐτὸν οἱ σεβόμενοι ὅτι καὶ ἰάσεις πολ‐
35λὰς ἐποίησε, λάβωμεν αὐτοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ’ αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Τότε προσήνεγκαν τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν κατὰ τὸν
40τόπον τῆς σφαγῆς τῆς λόγχης, ὅθεν ἐξίει τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἔπλησαν τὴν βῆσσαν. Καὶ ἀπαγαγόν‐ τες, ἐμπαίζοντες, ἵνα, ὡς ἐνόμιζον, ὑβρίσωσιν ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶ‐ τον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν,
45καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπή‐ δησε, καὶ ἥλατο ὑγιανθεὶς καθόλου ὁ ἄνθρωπος. Εἶτα ἤγαγον τυφλοὺς, κἀκεῖνοι ὁμοίως χρισθέντες ἀνέβλε‐ ψαν, δαιμονιῶντες ἀναρίθμητοι παραυτίκα ἐκαθαρί‐ σθησαν. Ταραχὴ γέγονε μεγάλη κατὰ πᾶσαν τὴν πό‐

28

.

809

(50)

λιν, πάντων ἐπιτρεχόντων διὰ τὰ ἄπειρα θαύματα. Ἐκινήθησαν πάντα τὰ πλήθη τῶν Ἰουδαίων, τῶν οἰ‐ κούντων τὴν πόλιν, ὡς μήτε τὴν συναγωγὴν αὐτῶν, καίτοι μεγίστην οὖσαν, χωρεῖν, μήτε τὸν τόπον, τοῦ πλήθους τοῦ ἀπείρου λαοῦ συνδραμόντος διὰ τὰ ἄπει‐
55ρα θαύματα. Πάντες δὲ οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύ‐ τεροι, καὶ ὁ λαὸς, καὶ τὰ πλήθη τῶν Ἰουδαίων, ἀν‐ δρῶν τε καὶ γυναικῶν καὶ παίδων, ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κράζοντες καὶ λέγον‐
τες· Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρω‐809

28

.

812

σαν, καὶ ἀφ’ ἡμῶν νῦν σταυρωθεὶς ἐπὶ τῇ εἰκόνι σου. Δόξα σοι, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τοσαῦτα ποιή‐ σας θαυμάσια. Σοὶ πιστεύομεν· ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς. Ταῦτα ἐβόων ἅπαντες πενθοῦντες·
5καὶ αἱ βοαὶ αὐτῶν ἀνεπέμποντο, ἀρχιερέων χριόντων, καὶ πάντων θεραπευομένων καὶ ζωοποιουμένων.
8 Μετὰ δὲ τὸ πάντας ἰαθῆναι, αὖθις πρὸς ἐπίσκο‐ πον τῆς ἐκεῖσε Ἐκκλησίας, ἤδη μεμαθηκόντα τὰ γενό‐
10μενα, τὰ πλήθη τῶν Ἰουδαίων κατέδραμον, κράζον‐ τες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς αὐτοῦ μονογενὴς, εἷς Χριστὸς ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν· αὐτὸν Θεὸν οἴδαμεν, τούτῳ ἡμεῖς πιστεύομεν. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τήν τε εἰκόνα τῷ ἀρ‐
15χιεπισκόπῳ δείξαντες, καὶ ἀπαγγείλαντες ἃ ἐποίη‐ σαν τὴν τοῦ Χριστοῦ εἰκόνα, τό τε αἷμα καὶ τὸ ὕδωρ ἐμήνυον, καὶ τὸ πῶς ἐξελήλυθεν ἀπὸ τῆς πλευρᾶς τῆς εἰκόνος, τῶν τε ἀπείρων θαυμάτων τὰ γεγονότα. Οὕτως ἅπαντα τὰ πλήθη τοῦ ἁγίου βαπτίσματος
20ἀξιωθῆναι ἱκέτευον. Οὓς λαβὼν ὁ ἐπίσκοπος ἅμα τῷ ἐκεῖσε κλήρῳ πάντας ἐπὶ πολλὰς ἡμέρας ἐβάπτισε. Τὴν δὲ συναγωγὴν ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀφιέρωσεν, ἐκείνων παρακαλεσάντων· τὰς δὲ λοιπὰς συναγωγὰς αὐτῶν μαρτύρια πεποίηκε.
25Καὶ ἐκ τούτου χαρὰ μεγάλη γέγονεν ἐν τῇ πόλει ἐκεί‐ νῃ, οὐ μόνον σωμάτων ἰαθέντων, ἀλλὰ καὶ τοσούτων ψυχῶν ἐκ νεκρῶν εἰς ζωὴν ἐπανελθόντων.
29Ταῦτα γνοὺς ἐγὼ, ἐσπούδασα δηλῶσαι ὑμῖν,
30προσφιλέστατοι ἀδελφοὶ, εἰς ὠφέλειαν τῶν ψυχῶν ὑμῶν· ἵνα, γνόντες καὶ ἐπὶ τούτῳ τοῦ ἡμετέρου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν δύναμιν, πλέον τῇ εἰς αὐτὸν στερεωθῆτε πίστει, καὶ ἀγαλλιασθῆτε ἐπὶ τοῖς μεγάλοις αὐτοῦ θαύμασι τοῖς νῦν γεγενη‐
35μένοις. Δότε οὖν αὐτῷ δόξαν μετ’ εὐφροσύνης, καὶ κατάνυξιν καρδίας, καὶ θρήνῳ χαίροντες, καὶ εὐχα‐ ριστοῦντες ἐπὶ τῇ αὐτοῦ μεγαλειότητι, ὅτι τῆς αὐτοῦ πίστεως ἡμᾶς ἠξίωσε, καὶ τῆς αὐτοῦ ἐπιγνώσεως. Ναὶ, τέκνα μου ἀγαπητὰ, γνῶμεν καὶ ἐπὶ τοῦ παρ‐
40όντος τοῦ ἀπεράντου ἡμῶν Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ δοξάσωμεν τὴν αὐτοῦ ἀγαθότητα, τοῦ ἀληθινοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ζῶντος. Αὐτῷ γὰρ πρέπει τιμὴ, κράτος, μεγαλοσύνη καὶ με‐ γαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν
45αἰώνων. Ἀμήν.811