TLG 2035 081 :: ATHANASIUS :: Quaestiones aliae [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Quaestiones aliae [Sp.]

Citation: Page — (line)

24tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑ‐
25tΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
26tΕΤΕΡΑΙ ΤΙΝΕΣ ΕΡΩΤΗΣΕΙΣ.
27 Ἐρώτησις αʹ. Τί ἐστι Θεός; Ἀπόκρισις. Θεός ἐστιν οὐσία νοερὰ, ἀθεώρητός τε καὶ ἀνερμήνευτος. Θεός ἐστι πνεῦμα ἄϋλον,
30ὀφθαλμὸς ἀκοίμητος, καὶ νοῦς ἀκίνητος. Θεός ἐστιν οὐσία δημιουργικὴ πάντων τῶν ἀοράτων καὶ ὁρω‐ μένων κτισμάτων.
34Ἐρώτ. βʹ. Καὶ διὰ τί λέγεται Θεὸς, ὁ Θεός;
35 Ἀπόκ. Θεὸς λέγεται ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, οἱονεὶ θεωρὸς, καὶ Θεὸς, ἤγουν θεατὴς πάντων.
38 Καὶ πάλιν Θεὸς λέγεται ἀπὸ τοῦ θέειν καὶ τρέχειν νοητῶς ἀχρόνως τὰ πάντα. Ὁ γὰρ Θεὸς ἀεὶ παντα‐
40χοῦ πάρεστιν. Ἐρώτ. γʹ. Καὶ πόσοι θεοί εἰσιν; Ἀπόκ. Εἷς Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν κυ‐ ριευόντων, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν ἄλλος. Λέγον‐ ται δὲ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ χάριν· ὡς τό·
45«Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.»773

776

Ἐρώτ. δʹ. Καὶ ὡς ἔνι εἷς, πῶς λέγομεν αὐτὸν τὸν ἕνα Θεὸν τρισυπόστατον, Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα; Ἰδοὺ γὰρ τρεῖς λέγομεν, καὶ οὐχ ἕνα. Ἀλλὰ δίδαξον ἡμῖν πῶς ἐστιν εἷς Θεός· καὶ
5πῶς πάλιν τρία πρόσωπα περὶ Θεοῦ λέγομεν. Θαυ‐ μαστὸν ἡμῖν δοκεῖ τοῦτο, ὅπως καὶ εἷς ἐστιν ὁ Θεὸς, καὶ τρία τὰ πρόσωπα αὐτοῦ.
9Ἀπόκ. Ἄκουε συνετῶς, καὶ νοήσεις τὸ τῆς ἁγίας
10Τριάδος μυστήριον, καθὼς δύναται νοῦς ἀνθρώπων νοῆσαι. Ὡς ἐμοὶ πλὴν δοκεῖ, πρὸς τὴν κατὰ δύναμιν ἡμῖν τῶν λέξεων λέγεται τοῦτο. Ὁ γὰρ Θεὸς ἀνερ‐ μήνευτός ἐστι, καὶ διὰ τοῦτο οὐ δυνάμεθα καταλαβεῖν αὐτοῦ τὴν φύσιν· οὐδὲ ὅμοιος ἡμῶν ἐστι μονοπρόσω‐
15πος. Εἰ γὰρ ἦν μονοπρόσωπος, ἐγινώσκομεν ἂν αὐ‐ τὸν, ὡς ἐγινώσκομεν ἀλλήλους ἡμᾶς. Ἀλλ’ ἔστιν εἷς μὲν ὁ Θεὸς, τὰ δὲ πρόσωπα αὐτοῦ τρία. Καὶ βλέπε ἀπάρτι τὰ λεγόμενα. Ὥσπερ ἥλιος ἔνι εἷς, ὁ δὲ ἥλιος ἔχει ἀκτῖνα καὶ φῶς, καὶ εἰσὶν ἐν τῷ ἡλίῳ τρία πρόσ‐
20ωπα, δίσκος, ἀκτὶς, καὶ φῶς· καὶ δίσκος μὲν καυ‐ χίον τοῦ ἡλίου, ἀκτὶς δὲ καταβαινομένη λαμπαδοφα‐ νῶς καὶ κρούουσα πρὸς τὴν γῆν· φῶς δὲ τὸ φωτίζον, καὶ εἰς τοὺς ἐπισκιώδεις τόπους χωρὶς ἀκτῖνος. Καὶ ἰδοὺ πρόσωπα μὲν τρία, δίσκος, ἀκτὶς, καὶ φῶς. Οὐ
25λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ’ ἕνα ἥλιον, οὐδὲ λέγομεν πρόσωπον ἓν, ἀλλὰ πρόσωπα τρία. Ἐὰν γὰρ ἐρωτη‐ θῇς, ὅτι πόσοι ἥλιοι ἐν τῷ οὐρανῷ, μέλλεις εἰπεῖν, ὅτι ἥλιος εἷς ἐστιν· εἰ δ’ ἐρωτηθῇς, ὅτι πρόσωπα τοῦ ἡλίου πόσα ἐστὶ, μέλλεις εἰπεῖν, ὅτι τρία, δίσκος,
30ἀκτὶς, καὶ φῶς· οὕτω νόει καὶ περὶ τοῦ Θεοῦ. Θεὸς μὲν εἷς, πρόσωπα δὲ τοῦ ἑνὸς Θεοῦ τρία, Πατρὸς, Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Καὶ ἐκ τούτου γίνωσκε, ὅτι, ὥσπερ ὁ ἥλιός ἐστι τριπρόσωπος, οὕτω καὶ εἷς Θεὸς τρισυπόστατος. Τύπος γὰρ τοῦ Πατρός ἐστιν ὁ
35δίσκος ὁ ἡλιακὸς, τύπος τοῦ Υἱοῦ ἐστιν ἡ ἀκτὶς, τύ‐ πος τοῦ ἁγίου Πνεύματός ἐστι τὸ φῶς τοῦ ἡλίου. Καὶ εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου δίσκος, ἀκτὶς, καὶ φῶς· οὐ λέγομεν δὲ τρεῖς ἡλίους, ἀλλ’ ἕνα καὶ μόνον· ὁμοίως καὶ ἐπὶ Θεοῦ, Πατὴρ, Υἱὸς, καὶ ἅγιον Πνεῦμα
40εἷς Θεὸς, καὶ οὐ τρεῖς. Καὶ πάλιν εἰπὲ οὕτως· Ἐπὶ τοῦ ἡλίου ἀχώριστος ὁ δίσκος, καὶ ἡ ἀκτὶς, καὶ τὸ φῶς· οὐ γὰρ χωρίζονται ἀπ’ ἀλλήλων, διὰ τοῦτο λέ‐ γεται καὶ εἷς Θεὸς, καὶ οὐ τρεῖς· διότι οὐ χωρίζονται τὰ τρία πρόσωπα, τοῦ τε Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ
45τοῦ ἁγίου Πνεύματος, τοῦ ἑνὸς Θεοῦ ἀπ’ ἀλλήλων. Καὶ ὥσπερ ὁ δίσκος ὁ ἡλιακὸς γεννᾷ τὴν ἀκτῖνα, καὶ ἐκπορεύει τὸ φῶς· οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ γεννᾷ τὸν Υἱὸν καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα ἅγιον. Βλέπε συνετῶς· Ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου καταβαίνει ἐξ

776

(50)

οὐρανοῦ πρὸς τὴν γῆν, καὶ οὔτε τοῦ ἡλιακοῦ δίσκου χωρίζεται, οὔτε ἐκ τοῦ οὐρανοῦ λείπει, οὔτε ἀπὸ τῆς γῆς, ἀλλ’ ἔστι καὶ ἐν τῷ ἡλιακῷ δίσκῳ, καὶ ἐν τῷ οὐρα‐ νῷ, καὶ ἐν τῇ γῇ, καὶ πανταχοῦ, καὶ οὔτε τῶν ἄνω λεί‐ πει, οὔτε τῶν κάτω· οὕτω καὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ
55Θεοῦ κατῆλθε πρὸς τὴν γῆν, καὶ οὔτε ἐκ τοῦ Πατρὸς ἔλειπε, οὔτε ἐκ τῶν οὐρανῶν, οὔτε ἐκ τῆς γῆς· ἀλλ’ ἦν καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀχώριστος, καὶ ἄνω καὶ κάτω, καὶ πανταχοῦ· καὶ οὐδ’ ἔκ τινος ἔλειπε. Καὶ
ὥσπερ τὸ ἡλιακὸν φῶς ἐστι καὶ ἐν τῷ δίσκῳ τῷ ἡλιακῷ775

777

καὶ ἐν τῇ ἀκτῖνι, καὶ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ, καὶ εἰσέρχεται ἐν ταῖς οἰκίαις καὶ πανταχοῦ, καὶ φω‐ τίζει· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ μετὰ τοῦ Πατρός ἐστι, καὶ μετὰ τοῦ Υἱοῦ, καὶ ἄνω καὶ κάτω,
5καὶ πάντα ἄνθρωπον φωτίζει, καὶ οὐ λείπει ποτέ. «Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ ἀπόστολος Παῦλος, «πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἰδοὺ λοιπὸν, ὥσπερ ὃν οὐκ οἴδαμέν ποτε, οὐδὲ γινώ‐ σκειν δυνάμεθα, ποταπὸς ἦν· ὅταν δὲ ἴδωμεν τὴν εἰ‐
10κόνα αὐτοῦ, τότε μικρὸν κατανοοῦμεν τὸν χαρακτῆρα τοῦ προσώπου αὐτοῦ· οὕτω μοι νόει καὶ περὶ τοῦ Θεοῦ. «Τὸν γὰρ Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Πῶς οὖν αὐτὸν καταλαβέσθαι τινὰ δύναται; ἀλλ’ ἐπειδὴ φῶς ἐστι καὶ ὀνομάζεται ὁ Θεὸς, ἐκ τοῦ αἰσθητοῦ
15τούτου φωτὸς ἐξεικονίζομεν αὐτὸν, ὥστε λοιπὸν, ὡς προείπομεν, εἰς τύπον τοῦ ἡλίου χαρακτηρίζομεν τὴν ἁγίαν Τριάδα, λέγοντες εἶναι τὸν μὲν Πατέρα δί‐ σκον, τὸν δὲ Υἱὸν ἀκτῖνα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον φῶς ἐκ φωτός. Καὶ ὥσπερ ὁ δίσκος, καὶ ἡ ἀκτὶς, καὶ τὸ
20φῶς ἕν εἰσι καὶ τρία, ἀμερίστως μεριζόμενα, οὕτω καὶ ὁ Θεὸς ἡ Τριὰς, ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕν ἐστι καὶ τρία, μεριζόμενα μὲν τοῖς προσώποις κατὰ τὸν ἥλιον, ἀμέριστα δὲ τῇ φύσει διαμένοντα. Καὶ ὥσπερ ὁ δίσκος τοῦ ἡλίου μόνος
25ἐστὶν αἴτιος καὶ ἀγένητος, ἡ δὲ ἀκτὶς αἰτιατὴ καὶ γενητὴ ἐκ τοῦ δίσκου, τὸ δὲ φῶς ἐκπορευτὸν ἐκ μό‐ νου τοῦ δίσκου, διὰ τὸ τῆς ἀκτῖνος πεμπόμενον, καὶ καταλάμπον τὰ περίγεια· οὕτω καὶ ὁ Θεὸς καὶ Πα‐ τὴρ αὐτὸς μόνος ἐστὶν αἴτιος τοῖς δυσὶ καὶ ἀγένητος·
30ὁ δὲ Υἱὸς ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸς καὶ γεννητός· καὶ αὐτὸ τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸν καὶ ἐκπορευτὸν, διὰ δὲ τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ἀπο‐ στελλόμενον. Καὶ οὕτως ἔχε, καὶ νόει, καὶ πίστευε περὶ Θεοῦ. Εἰ δ’ οὐκ ἀρκεῖ σοι τὸ τοῦ ἡλίου παράδειγμα εἰς ἐπίγνωσιν τῆς τρισυποστάτου θεότητος, βλέπε καὶ
35ἄλλην εἰκόνα Θεοῦ· ἔστι δὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅτε γὰρ ἔμελλεν ὁ Θεὸς πλάσσειν τὸν ἄνθρωπον, εἶπε· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.» Ἰδοὺ λοιπὸν, ὁ ἅνθρωπος εἰκών ἐστι τοῦ Θεοῦ, ἤγουν ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ἔνι δὲ
40ἡ ψυχὴ τοῦ ἀνθρώπου μία μὲν, τρισυπόστατος δέ· τρία πρόσωπα ἔχει ἡ ψυχή· καὶ πῶς; ἄκουσον. Ἔστιν ἡ ψυχὴ ἓν πρόσωπον· ἡ δὲ ψυχὴ γεννᾷ τὸν λόγον, καὶ ἰδοὺ ὁ λόγος ἄλλο πρόσωπον. Ἡ ψυχὴ ἐκπορεύει καὶ τὴν πνοὴν, καὶ ἰδοὺ ἡ πνοὴ ἄλλο πρόσωπον.
45Ἰδοὺ πρόσωπα τρία, ψυχὴ, λόγος, καὶ πνοή. Καὶ γὰρ ὁ λόγος καὶ ἡ πνοὴ τῆς ψυχῆς εἰσιν, οὐ τοῦ σώμα‐ τος, ἐπειδὴ, τῆς ψυχῆς ἐξελθούσης ἐκ τοῦ σώματος, οὔτε λόγος ἐναπομένει τῷ σώματι, οὔτε πνοὴ, ἀλλὰ κεῖται τὸ σῶμα καὶ ἄπνουν καὶ ἄλογον. Ὁ δὲ λόγος

777

(50)

καὶ ἡ πνοή εἰσι μετὰ τῆς ψυχῆς· καὶ ἐκ τούτου δῆ‐ λόν ἐστιν, ὡς, ὅτι καὶ ὁ λόγος καὶ ἡ πνοὴ ἀπὸ τῆς ψυχῆς εἰσι, καὶ τῆς ψυχῆς εἰσι πρόσωπα· καὶ ἰδοὺ λοιπὸν ἡ ψυχὴ πρόσωπον ἓν, καὶ ὁ λόγος ἄλλο πρόσ‐ ωπον, καὶ ἡ πνοὴ ἕτερον πρόσωπον. Ἰδοὺ τρία
55πρόσωπα τῆς ψυχῆς, ἀλλὰ ψυχὴ μία, καὶ οὐ τρεῖς. Εἰ γὰρ ἐρωτηθῇς, πόσας ψυχὰς ἔχει ὁ ἄνθρωπος;
μέλλεις εἰπεῖν, ὅτι μίαν. Ἐὰν δὲ ἐρωτηθῇς καὶ πόσα777

780

πρόσωπά εἰσι τῆς ψυχῆς; ἁρμόζει ἵν’ εἴποις, ὅτι τρία· ἐπειδὴ ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ πρόσωπα τρία. Καὶ ἔστι μὲν ἡ ψυχὴ εἰς τύπον τοῦ Πατρός· ὁ δὲ λόγος τῆς ψυχῆς εἰς τύπον τοῦ Υἱοῦ
5καὶ Λόγου τοῦ Θεοῦ· ἡ δὲ πνοὴ τῆς ψυχῆς εἰς τύπον τοῦ ἁγίου Πνεύματος. Ὡς γὰρ ἡ ψυχὴ ἀγέννητος, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ ἀγέννητος· καὶ ὥσπερ ὁ λόγος γεννητὸς ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ ὁ Λόγος τοῦ Θεοῦ γεννητὸς ἀπὸ τοῦ Πατρός· καὶ καθάπερ ἡ
10πνοὴ ἐκπορευτὴ ἀπὸ τῆς ψυχῆς, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορευτὸν ἀπὸ τοῦ Πατρός. Καὶ εἶπον οὕτω· Ψυχὴ, λόγος καὶ πνοὴ, μία ψυχὴ, καὶ οὐ τρεῖς· ἀχώριστος γὰρ ὁ λόγος καὶ ἡ πνοὴ ἀπὸ τῆς ψυχῆς. Ὁμοίως Πατὴρ, καὶ Υἱὸς, ἤτοι Λόγος,
15καὶ Πνεῦμα, εἷς Θεὸς, καὶ οὐ τρεῖς· ἀχώριστος γὰρ ὁ Λόγος καὶ τὸ Πνεῦμα τὸ θεῖον ἐκ τοῦ Πατρός. Καὶ καθάπερ ἀόρατος ἡ ψυχὴ, οὕτως ἀόρατος καὶ ὁ Θεός. Καὶ οὕτως ὅταν διστάζεις ἐν τῷ νοΐ σου, καὶ λέγεις, πῶς ἔνι ὁ Θεὸς εἷς, καὶ ἔνι καὶ τρισυπόστατος; ἐνθυ‐
20μοῦ τῆς ψυχῆς σου, καὶ λέγε· Ὥσπερ ἡ ψυχή μου μία ἐστὶν, ἀλλὰ καὶ τρισυπόστατος, ψυχὴ, λόγος, καὶ πνοή· οὕτω καὶ ὁ Θεὸς εἷς ἐστιν, ἀλλ’ ἔστι καὶ τρισ‐ υπόστατος, Πατὴρ, Λόγος, καὶ Πνεῦμα ἅγιον. Καὶ λέγε ἐν τῷ νοΐ σου, ὅτι, ἐὰν ἡ ψυχὴ, τὸ ποίημα τοῦ
25Θεοῦ, ὁμοίως καὶ ὁ ἥλιος, ἐστὶ τρισυπόστατος, ἡ δὲ φύσις αὐτῶν μία· πόσῳ μᾶλλον ὁ Θεὸς ὁ ποιητὴς τούτων! Οὐκ ἐνδέχεται τὸ εἶναι οὕτως, ὥστε εἶναι αὐτὸν ἕνα τῇ φύσει, καὶ τρισυπόστατον τοῖς προσ‐ ώποις; καὶ ἀληθῶς ἐνδέχεται. Ὡς γὰρ ψυχὴ, λόγος
30καὶ πνοὴ τρία πρόσωπα, καὶ μία φύσις ψυχῆς, καὶ οὐ τρεῖς ψυχαί· οὕτω Πατὴρ, Λόγος καὶ Πνεῦμα ἅγιον, τρία πρόσωπα, καὶ εἷς τῇ φύσει Θεὸς, καὶ οὐ τρεῖς θεοί. Οὕτως ἐὰν συλλογίζῃ πάντοτε, οὐ μὴ βλασφημήσῃς ἐπὶ τῆς ἁγίας Τριάδος.
35 Ἀλλὰ ἀκμὴν καὶ ἄλλην εἰκόνα Θεοῦ ἄκουσον, ἀγα‐ πητέ. Ἰδοὺ τὸ πῦρ ἕν ἐστι, ἄλλως καὶ τρισυπόστα‐ τον. Αὐτὸ γὰρ ἕν ἐστι τὸ ὑποκείμενον πῦρ, τὸ δὲ καυστικὸν αὐτοῦ ἕτερον πρόσωπον, καὶ τὸ φωτιστι‐ κὸν αὐτοῦ ἄλλο πρόσωπον. Ἰδοὺ λοιπὸν τρία πρόσ‐
40ωπα τοῦ ἑνὸς πυρὸς, ἤγουν τὸ ὑποκείμενον πῦρ, καὶ τὸ καυστικὸν, καὶ τὸ φωτιστικόν· μία δὲ φύσις τοῦ πυρὸς, καὶ οὐ τρεῖς. Ὁμοίως καὶ ἐπὶ τοῦ Θεοῦ· ὁ γὰρ Πατὴρ ἔνι τὸ πῦρ, ὁ Υἱὸς τὸ καυστικὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἔνι τὸ φωτιστικόν. Καὶ ὥσπερ ἐπὶ
45τοῦ πυρὸς, τὸ πῦρ, τὸ καυστικὸν, καὶ τὸ φωτιστικὸν, καὶ αὐτὸ τὸ ὑποκείμενον πῦρ, ἓν λέγομεν, καὶ οὐ τρία· οὕτω λέγομεν καὶ ἐπὶ τοῦ Θεοῦ τὰ τρία πρόσ‐ ωπα, τόν τε Πατέρα, καὶ Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, Θεὸν ἕνα λέγομεν, καὶ οὐ τρεῖς. Καὶ περὶ μὲν τῆς

780

(50)

ἐπιγνώσεως τῆς ἁγίας Τριάδος ἀρκείτω ταῦτα τῷ πιστεύοντι. Πλὴν ἄκουσον καὶ ἄλλο πρὸς τούτοις μυστήριον. Ὁ λόγος τοῦ ἀνθρώπου διπλῆν ἔχει τὴν γέννησιν, καὶ ἐν δυσὶ φοραῖς γεννᾶται· μίαν μὲν φορὰν γεννᾶται ἀπὸ
55τῆς ψυχῆς, ἑτέραν δὲ ἀπὸ τῶν χειλέων. Καὶ γεννᾶται μὲν ὁ λόγος τοῦ ἀνθρώπου ἀπὸ τῆς ψυχῆς, ὅταν ἐν‐ θυμηθῇ τις εἰπεῖν τι. Ἡ γὰρ ἐνθύμησις πρώτη γέν‐ νησις λέγεται τοῦ λόγου, ἐπεὶ ἐνθυμεῖται τοῦ εἰπεῖν
ἐκεῖνον τὸν λόγον· οὐ λέγει δὲ τοῦτον διὰ τῶν χειλέων,779

781

ἀλλὰ φυλάττει τὸν λόγον ἡ ψυχὴ ἐν τοῖς κόλποις αὐτῆς· καὶ ἔστιν ἡ ἐνθύμησις ἐκείνη πρώτη γέννη‐ σις τοῦ λόγου ἀπὸ τῆς ψυχῆς. Ὅμως, κἂν γεννηθῇ ὁ λόγος ἀπὸ τῆς ψυχῆς, πρώτην γέννησιν ὅταν ἐν‐
5θυμηθῇ αὐτὸν ἡ ψυχὴ, ἀλλ’ οὐ φανεροῖ αὐτὸν, ἀκμὴν δὲ φυλάττει αὐτόν. Ὅταν δὲ θελήσῃ τοῦ φανερῶσαι τὸν λόγον, τότε γεννᾷ αὐτὸν ἐκ τῶν χειλέων. Αὐτὴ δὲ ἡ ἐκ τῶν χειλέων δευτέρα γέννησις τοῦ λόγου, αὐτὴ φανεροῖ τὸν λόγον ἐν τοῖς πᾶσι, καὶ οὐκ ἔτι
10λοιπὸν ὁ λόγος ἀφανὴς λέγεται, ἀλλ’ ἐμφανής. Ὅταν δὲ γεννηθῇ ὁ λόγος διὰ τῶν χειλέων, τότε οἱ πάντες ἀκούουσιν αὐτὸν, καὶ φανερὸς γίνεται τοῖς πᾶσι· καὶ λέγεται αὕτη ἡ γέννησις ἡ διὰ τῶν χειλέων δευτέρα γέννησις τοῦ λόγου· ὥστε δύο εἰσὶν αἱ γεννήσεις τοῦ
15λόγου ἡμῶν· μία μὲν ἐκ τῆς ψυχῆς, ὅταν ἐνθυμηθῇ τοῦ λαλῆσαι τὸν λόγον, ἥτις καὶ πρώτη γέννησις λέγεται· καὶ ἑτέρα ἐκ τῶν χειλέων, ἥτις φανεροῖ τὸν λόγον πᾶσιν ἀνθρώποις, ἥτις καὶ δευτέρα γέννησις λέγεται. Μάνθανε οὖν ἀκριβῶς, ὅτι, ὥσπερ ὁ λόγος
20τοῦ ἀνθρώπου δύο γεννήσεις ἔχει, μίαν ἐκ τῆς ψυχῆς, καὶ ἄλλην ἐκ τῶν χειλέων, οὕτως καὶ ὁ τοῦ Θεοῦ Λόγος δύο γεννήσεις ἔχει, μίαν μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, ἥτις καὶ πρώτη γέννησις λέγεται· καὶ ἑτέραν ἐκ τῆς σαρκὸς, ἥτις καὶ δευτέρα γέννησις λέγεται.
25Καὶ ὥσπερ ὁ λόγος ἡμῶν, κἂν γεννηθῇ τὴν πρώτην γέννησιν ἀπὸ τῆς ψυχῆς, ἀλλ’ ὅμως ἀφανής ἐστι, καὶ οὐ φανεροῦται, ἀλλὰ πάλιν μετὰ τὴν γέννησιν μένει ἐν τοῖς ψυχικοῖς κόλποις· οὕτως καὶ ὁ τοῦ Θεοῦ Λό‐ γος, κἂν καὶ ἐγεννήθη πρὸ τῶν αἰώνων ἐκ τοῦ Θεοῦ
30καὶ Πατρὸς, ἀλλ’ οὐκ ἐφανεροῦτο τοῖς ἀνθρώποις· παρέμενε δὲ πάλιν ἐν τοῖς κόλποις τοῖς πατρικοῖς. Καὶ ὥσπερ ὁ ἡμέτερος λόγος, ὅταν βουληθῶμεν, γεννᾶται ἐκ τῶν χειλέων ἡμῶν, καὶ φανεροῦται ἐν τοῖς ὅλοις ἡμῶν πλησιάζουσιν· οὕτως καὶ ὁ τοῦ Θεοῦ
35Λόγος, ὅταν εὐδόκησεν, ἐγεννήθη ἐκ τῶν χειλέων τῶν προφητῶν, καὶ ἐκ τῆς πανάγνου Μαρίας, καὶ τότε γέγονε φανερὸς ἐν ὅλῳ τῷ κόσμῳ. Ὡς γὰρ φανεροῦ‐ ται ὁ ἡμέτερος λόγος γεννηθεὶς ἐκ τῶν χειλέων ἡμῶν, οὕτως δὴ καὶ ὁ τοῦ Θεοῦ Λόγος, γεννηθεὶς ἐκ τῆς
40σαρκὸς τῆς ἀειπαρθένου Μαρίας, ἐφανερώθη πάσῃ τῇ κτίσει, καὶ οἱ πιστεύσαντες αὐτῷ σώζονται. Καὶ ὥσπερ ὁ ἡμέτερος λόγος, γεννηθεὶς ἐκ τῶν χειλέων ἡμῶν, ὅταν ἀπ’ αὐτῶν τῶν χειλέων γεννᾶται, οὔτε ἀπὸ τῆς ψυχῆς λείπει, οὔτε ἀπὸ τῶν ἰδίων χειλέων,
45οὔτε ἀπὸ τῶν ὤτων τῶν ἀκουόντων, ἀλλ’ ἔνι καὶ ἐν τῇ ψυχῇ, καὶ ἐν τοῖς χείλεσιν ἡμῶν, καὶ εἰς τὰ ὦτα τῶν ἀκουόντων, καὶ οὐ λείπει ποθὲν, κἂν καὶ χίλιαι χιλιάδες ἀκούσωσι τοῦ λόγου, οὐκ ἐλαττονοῦται ὁ λόγος, ἀλλ’ ἀεὶ ἡμῶν πληρέστατος ἦν· οὕτως καὶ ὁ

781

(50)

τοῦ Θεοῦ Λόγος, κἂν καὶ ἐγεννήθη ἐκ τῆς Παρθένου Μαρίας, καὶ ἐκ τῶν χειλέων τῶν προφητῶν, ἀλλ’ οὖν οὔτε ἀπὸ τοῦ Πατρὸς ἔλειπε, οὔτε ἀπὸ τῆς σαρκὸς, οὔτε ἀπὸ πάντων τῶν ἀνθρώπων, οὔτε ἀπὸ ὅλης τῆς κτίσεως, ἀλλὰ πανταχοῦ παρῆν, καὶ οὐκ ἠλαττονήθη,
55ἀλλὰ πληρέστατος ἦν. Καὶ οὕτως νόει περὶ τοῦ Θεοῦ καὶ Λόγου, ὅτι διπλῆν ἔχει τὴν γέννησιν, μίαν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ μίαν ἐκ τῆς σαρκός· καὶ ἡ μὲν ἐκ τοῦ Πατρὸς προαιώνιος, ἡ δὲ ἐκ τῆς σαρκὸς ἐπ’ ἐσχάτων τῶν ἡμερῶν· ὥσπερ καὶ ὁ ἡμέτερος λό‐ γος πρῶτον γεννᾶται ἀπὸ τῆς ψυχῆς, καὶ τότε ἐκ τῶν χειλέων. Καὶ ταῦτα περὶ τῶν δύο γεννήσεων τοῦ Λόγου
60τοῦ Θεοῦ.781

784

Ἐρώτ. εʹ. Τί τὸ κοινὸν τῆς ἁγίας Τριάδος;
3 Ἀπόκ. Κοινὸν ἡ οὐσία· κοινὸν τὸ ἄναρχον· κοινὸν ἡ δύναμις, ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη. Πάντα
5γὰρ ἐξ ἴσου ἔχει ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ ἅγιον Πνεῦμα, πλὴν τῶν ἰδίων αὐτῶν. Ἴδιον γὰρ τοῦ μὲν Πατρὸς τὸ ἀγέννητον, τοῦ δὲ Υἱοῦ τὸ γεννητὸν, τοῦ δὲ ἁγίου Πνεύματος τὸ ἐκπορευτόν.
10 Ἐρώτ. ϛʹ. Ἐπὶ τοῦ Θεοῦ πόσας οὐσίας ὁμολο‐ γεῖς; Ἀπόκ. Μίαν οὐσίαν λέγω, μίαν φύσιν, μίαν μορ‐ φὴν, ἓν γένος, μίαν δόξαν, μίαν ἀξίαν καὶ κυριότητα.
15 Ἐρώτ. ζʹ. Ὑποστάσεις δὲ πόσας ὁμολογεῖς ἐπὶ τοῦ Θεοῦ; Ἀπόκ. Τρεῖς ὑποστάσεις ὁμολογῶ, τρία πρόσωπα, τρία ἴδια, τρία ἄτομα, καὶ τρεῖς χαρακτῆρας. Ἐρώτ. ηʹ. Διὰ τί λέγεται ὁ Πατὴρ Πατήρ;
20 Ἀπόκ. Πατὴρ λέγεται ὁ Θεὸς, ὡς τὰ πάντα τηρῶν· ὡσανεὶ πάντων τηρητής.
23Ἐρώτ. θʹ. Καὶ ὁ Υἱὸς διὰ τί λέγεται Υἱός; Ἀπόκ. Υἱὸς λέγεται παρὰ τὸ οἷος, ἤγουν ὁποῖος
25καὶ ὅμοιος· οἷος γὰρ ὁ Πατὴρ, τοιοῦτος καὶ ὁ Υἱὸς, καὶ τροπῇ τοῦ ο εἰς υ, υἱός. Ὅμοιος γὰρ ὁ Υἱὸς τῷ Πατρί. Ἐρώτ. ιʹ. Καὶ τὸ Πνεῦμα διὰ τί λέγεται Πνεῦμα;
30 Ἀπόκ. Πνεῦμα λέγεται παρὰ τὸ πᾶν νεῦμα ὀξέως ἐπινοεῖν, ἤγουν πᾶσα νεῦσις συντόμως ἐπινοεῖται δι’ αὐτοῦ. «Τὸ γὰρ ἅγιον Πνεῦμα τὰ πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.»
35 Ἐρώτ. ιαʹ. Ἐπὶ τοῦ Θεοῦ πόσα αἴτια; Ἀπόκ. Ἓν αἴτιον ἐπὶ Θεοῦ λέγω, καὶ τοῦτό ἐστιν ὁ Πατήρ. Αὐτὸς γὰρ ὁ Πατὴρ γεννᾷ τὸν Υἱὸν, καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα. Λοιπὸν γίνωσκε, ὅτι ὁ Πατὴρ μόνος ἐστὶν αἴτιος· ὁ δὲ Υἱὸς οὐκ ἔστιν αἴτιος,
40ἀλλ’ αἰτιατός. Ὥστε μὲν αἴτιός ἐστι μόνος ὁ Πατήρ· τὰ δὲ αἰτιατὰ δύο, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Αἴτιος δὲ λέγεται ὁ Πατὴρ, διότι γεννᾷ, καὶ οὐ γεννᾶται, ἐκπορεύει καὶ οὐκ ἐκπορεύεται. Γεννᾷ μὲν τὸν Υἱόν· ἐκπορεύει δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ διὰ τοῦτο
45λέγεται ὁ Πατὴρ αἴτιος. Ἐρώτ. ιβʹ. Καὶ πόσα αἰτιατά; Ἀπόκ. Αἰτιατὰ δύο, ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Οὐ γεννᾷ ὁ Υἱὸς, ἀλλὰ γεννᾶται, καὶ διὰ τοῦτο λέγεται αἰτιατός. Λοιπὸν ἐάν τις ἐρωτήσῃ, ὅτι ἐπὶ Θεοῦ πόσα

784

(50)

αἴτια ὁμολογεῖς; εἰπὲ, ἓν αἴτιον λέγω. Καὶ ποῖόν ἐστι τοῦτο; Ὁ Πατήρ. Καὶ διὰ τί λέγεται αἴτιος ὁ Πα‐ τήρ; Διότι γεννᾷ τὸν Υἱὸν καὶ ἐκπορεύει καὶ τὸ Πνεῦμα. Ἐὰν δὲ ἐρωτήσῃ σε, ὅτι πόσα αἰτιατὰ λέ‐ γεις ἐπὶ τοῦ Θεοῦ; εἰπὲ δύο. Ποῖα δὲ ταῦτα; Ὁ Υἱὸς
55καὶ τὸ Πνεῦμα. Καὶ διὰ τί λέγονται αἰτιατά; Διότι783

785

γεννᾶται ὁ Υἱὸς, καὶ οὐ γεννᾷ· ἐκπορεύεται δὲ καὶ τὸ Πνεῦμα, καὶ οὐκ ἐκπορεύει. Ἐρώτ. ιγʹ. Ἐπὶ τῆς ἁγίας Τριάδος τίς πρῶ‐ τος;
5 Ἀπόκ. Ἐπὶ τῆς ἁγίας Τριάδος οὐδεὶς πρῶτος, καὶ οὐδεὶς ὕστερος, ἀλλ’ ἅμα Πατὴρ, ἅμα Υἱὸς, ἅμα Πνεῦμα ἅγιον· καὶ διὰ τοῦτο καὶ συνάναρχοι λέγον‐ ται, καὶ ἄναρχοι. Ἄναρχον δὲ λέγεται τὸ πρὸ τῆς ἀρχῆς ὄν. Ἄναρχος λοιπὸν ὁ Πατὴρ, ἄναρχος ὁ Υἱὸς,
10ἄναρχον τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ οὐχ ὁ μὲν πρῶτος, ὁ δ’ ὕστερος, ἀλλ’ ἅμα οἱ τρεῖς, Πατὴρ, Υἱὸς καὶ Πνεῦμα ἅγιον. Διὰ τοῦτο καὶ συνάναρχοι καὶ εἰσὶ καὶ ὀνομάζονται.
15 Ἐρώτ. ιδʹ. Σαφήνισον ἡμῖν καὶ τοῦτο, πῶς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γεννᾶται ἐκ Πατρός· τοῦτο γὰρ ἐκπλήττει ἡμᾶς. Ἀπόκ. Ἐπεὶ ὁ Θεὸς ἀθεώρητός ἐστι καὶ ἀνερμή‐ νευτος, οὐδὲ τοῦτο ἑρμηνεῦσαι δυνάμεθα. Πῶς γάρ
20τις ἑρμηνεῦσαι δύναται, ὃ οὐδέπω αὐτὸς ἐθεάσατο, ἢ παρ’ ἄλλων ἀκήκοε πώποτε; Πλὴν ἐκ τῶν ποιημά‐ των αὐτοῦ, φημὶ, τοῦ Λόγου καὶ Θεοῦ τυπικῶς εἴπω‐ μεν, ὅσον τὸ κατὰ δύναμιν. Νοητέον μὲν, ὅτι, ὥσπερ ὁ λόγος τοῦ ἀνθρώπου γεννᾶται ἀπὸ τῆς ψυχῆς
25ἀσπόρως καὶ ἀκατανοήτως, οὕτως γεννᾶται καὶ ὁ Λόγος ἀπὸ τοῦ Πατρός. Καὶ ὡς γεννᾶται πῦρ ἐκ τοῦ πυρὸς, καὶ φῶς ἐκ τοῦ φωτὸς, οὕτως γεννᾶται ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἀπὸ τοῦ Πατρός. Ἐρώτ. ιεʹ. Καὶ τὸ ἅγιον Πνεῦμα πῶς ἐκπορεύεται
30ἀπὸ τοῦ Πατρός; Ἀπόκ. Πρέπει σε καὶ περὶ τούτου μὴ ἐρωτᾷν. Καὶ τοῦτο γὰρ ἀνερμήνευτον. Πλὴν μάνθανε καὶ περὶ τούτου. Ὥσπερ οὖν ἡ ἀναπνοὴ τοῦ ἀνθρώπου ἐκ τῆς ψυχῆς ἐκπορεύεται, οὕτως καὶ τὸ Πνεῦμα τὸ ἅγιον
35παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ ὡς ἡ Εὔα οὔτε γεννητὴ οὔτε ἀγέννητος, ἀλλὰ μέσως, οὕτως καὶ τὸ ἅγιον Πνεῦμα παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Καὶ γὰρ ὁ Ἀδὰμ ἀγέννητος, ὁ δὲ Σὴθ γεννητὸς, καὶ ἡ Εὔα ἐκπορευτή. Ἡ γὰρ Εὔα οὔτε ἐγεννήθη, ὡς
40ἐγεννήθη ὁ Σὴθ, οὔτε ἀγέννητος ἦν, ὥσπερ ὁ Ἀδάμ· ἀλλ’ ἐπορεύθη ἐκ τῆς πλευρᾶς τοῦ Ἀδάμ. Καὶ ἦν ὁ Ἀδὰμ ἀγέννητος εἰς τύπον τοῦ ἀγεννήτου Πατρός· ὁ δὲ Σὴθ γεννητὸς εἰς τύπον τοῦ γεννητοῦ Υἱοῦ· καὶ ἡ Εὔα ἐκπορευτὴ ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰς
45τύπον τοῦ παναγίου Πνεύματος. Εἰς γὰρ τοὺς προ‐ πάτορας ἡμῶν ἐτυπώθη ἡ ἁγία Τριάς. Ἀλλ’ ὁ μὲν Ἀδὰμ, καὶ ὁ Σὴθ, καὶ ἡ Εὔα σώματα ἦσαν, καὶ χωριστοὶ ἦσαν ἀπ’ ἀλλήλων· ὁ δὲ Θεὸς καὶ Πατὴρ, ὁ Υἱὸς, καὶ τὸ ἅγιον πνεῦμα, οὔτε σώματά εἰσιν, οὔτε

785

(50)

χωριστοί εἰσιν ἀπ’ ἀλλήλων. Μόνος δὲ ὁ τύπος τῆς ἀγεννησίας τοῦ Πατρὸς θεωρεῖται εἰς τὸν ἀγέννητον Ἀδὰμ, καὶ ὁ τύπος τῆς γεννήσεως τοῦ Υἱοῦ εἰς τὸν γεννητὸν Σὴθ, καὶ ὁ τύπος τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος θεωρεῖται εἰς τὴν ἐκπορευτὴν Εὔαν. Καὶ οὕτως νόει καὶ περὶ τούτου.
55 Ἐρώτησις ιϛʹ. Ἆρα χωρεῖται ὁ Θεὸς ἐν ἑνὶ τόπῳ, ἢ οὔ; Ἀπόκ. Πρόσθες τὸν νοῦν σου, καὶ νόησον, ὅτι ὁ Θεὸς φῶς ἐστιν ἀθεώρητον καὶ ἀχώρητον· οὔτε θεωρεῖται ὁ Θεὸς, οὔτε χωρεῖταί που. Καὶ ἐπεὶ οὐ
χωρεῖται εἰς τὸ πᾶν, πῶς ἔνι δυνατὸν φανῆναι ἢ785

788

νοηθῆναί τισιν; Οὗτινος οὐδὲ Μωσῆς ὁ θεόπτης, οὐδὲ οἱ μαθηταὶ τοῦ Λόγου αὐτοῦ ἐν τῷ τῆς μετα‐ μορφώσεως ἐκείνου ὄρει, οὐκ ἄλλος τίς ποτε ἠδυ‐ νήθη γυμνὴν τὴν θεότητα θεωρῆσαι· ὥστε δῆλον, ὅτι
5οὐκ ἐν ἑνὶ τόπῳ χωρεῖται, ἀλλὰ πανταχοῦ πάρεστιν ὁ Θεός. Καὶ ταῦτα μὲν περὶ θεολογίας· ἀπάρτι δὲ ἀρξόμεθα λέξαι καὶ περὶ τῆς οἰκονομίας, ἤτοι περὶ τῆς σαρκώσεως τοῦ Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ. Ἐρώτ. ιζʹ. Ἰδοὺ ἐρώτημά σοι ἐρωτῶ, σὺ δέ μοι
10ἀποκρίθητι. Ἐδίδαξας ἡμῖν περὶ τῆς ἁγίας Τριάδος, ὅτι ὁ Θεὸς τρισυπόστατος ἔνι, καὶ ὅτι Πατὴρ, Υἱὸς, καὶ Πνεῦμα ἅγιον. Νῦν δὲ ἐρωτῶ σε· Οὗτος ὁ Χριστὸς τίς ἐστι; Περὶ τούτου θέλω μαθεῖν.
15 Ἀπόκ. Πάντως ἤκουσας περὶ τῆς ἁγίας Τριάδος, ὅτι ἓν πρόσωπον καλεῖται Πατὴρ, τὸ δὲ ἕτερον Υἱὸς, καὶ τὸ ἄλλο πρόσωπον λέγεται Πνεῦμα ἅγιον. Ἰδοὺ λοιπὸν γίνωσκε, ὅτι οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς ἐνεδύθη σάρκα ἀνθρώπου, καὶ περιεπά‐
20τησεν ὡς ἄνθρωπος ἐν τῇ γῇ. Ὠνομάσθη οὖν Χρι‐ στὸς, διότι ἐχρίσθη, ἤτοι ἐφόρεσε τὴν σάρκα τοῦ ἀνθρώπου. Καὶ διὰ τοῦτο λέγεται σεσαρκωμένος Θεὸς, καὶ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς, διότι ἐφόρεσε τὴν τοῦ ἀνθρώπου μορφήν.
25 Ἐρώτ. ιηʹ. Καὶ τίνα λόγον, ἢ τίνα χρείαν εἶχεν ὁ Θεὸς, ἤγουν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἵνα σαρκωθῇ, καὶ ὡς ἄνθρωπος περιπατεῖν ἐν τῇ γῇ;
29Ἀπόκ. Θεὸς οὐδεμίαν χρείαν εἶχε τοῦ σαρκωθῆναι,
30ἀλλ’ ἡ ἀνθρωπότης ἐδέετο ἰατρείας. Ἐπειδὴ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔπλασε δὲ καὶ τὸν ἄνθρωπον, καὶ ἔθηκεν αὐτὸν ἐν μέσῳ τοῦ παραδείσου, καὶ ἔταξεν αὐτὸν βασιλέα εἰς πάντα τὰ κτίσματα, ἵνα πάντα
35δουλεύωσιν αὐτῷ, καὶ κατοικεῖν αὐτὸν ἐν τῷ παρα‐ δείσῳ, ὡς Θεοῦ εἰκών. Εἰδὼς τοῦτο ὁ διάβολος, καὶ φθονήσας τὴν τοῦ ἀνθρώπου ἀξίαν, συνεβούλευσεν αὐτῷ τῷ ἀνθρώπῳ παρακοῦσαι τοῦ Θεοῦ, ἵνα διὰ τῆς παρακοῆς ἐξώσῃ αὐτὸν τοῦ παραδείσου καὶ τῆς
40τοῦ Θεοῦ ἀξίας, καὶ θνητὸν τὸν ἀθάνατον ἀπεργά‐ σηται. Ὁ δὲ ἄνθρωπος, ὡς μὴ ἔχων πεῖραν κακίας τοῦ πονηροῦ, ἤκουσε τῆς συμβουλῆς τοῦ διαβόλου, καὶ παρήκουσε τοῦ Θεοῦ, καὶ ἔκτοτε ἐδέξατο τὸν θάνατον τῆς ἁμαρτίας, ὁμοίως καὶ πάντες οἱ ἐξ
45ἐκείνου γενόμενοι ἄνθρωποι, ὡς ἐκ προγόνων τὴν ἁμαρτίαν λαβόντες, ἐκράτησαν ταύτην· καὶ ἴσχυσεν ἡ ἁμαρτία κατὰ τῶν ἀνθρώπων. Ἔπεμψε δὲ ὁ Θεὸς προφήτας καὶ διδασκάλους εἰς τὸν κόσμον· ἵνα διδά‐ ξωσι τὸν κόσμον, ἤγουν τοὺς ἀνθρώπους, καὶ στρα‐

788

(50)

φῶσιν ἀπὸ τῆς ἁμαρτίας· καὶ οὐκ ἠδυνήθησαν οἱ προφῆται τοῦ διορθώσασθαι. Διὰ τοῦτο εἶπεν ὁ Θεὸς ἐν ἑαυτῷ· Καταβήσομαι, καὶ φορέσω σάρκα, καὶ γε‐ νήσομαι ἀνθρωπόμορφος, καὶ διδάξω τὸ πλάσμα μου, καὶ στραφήσεται ἀπὸ τῆς τοῦ διαβόλου συμβουλῆς,
55καὶ ἔσται πᾶς ἄνθρωπος ὡς Θεὸς οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ θέσιν. Καὶ τοῦτο βουληθεὶς ὁ Θεὸς εὐδοκίᾳ
τοῦ Πατρὸς, καὶ συνεργείᾳ τοῦ ἁγίου Πνεύματος,787

789

συγκατέβη ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, καὶ εἰσῆλθεν εἰς καθαρὰν κοιλίαν παρθένου γυναικὸς, καὶ προσ‐ λαβόμενος σάρκα ἐξ αὐτῆς, ἐνηνθρώπησε· καὶ πάλιν ἐκ τῆς γυναικὸς ἐξελθὼν, καὶ ἐγκαταλείψας αὐτὴν
5καθαρὰν καὶ ἐσφραγισμένην παρθένον ἀμόλυντον, καθάπερ τὸ πρότερον, περιεπάτησεν ἐν τῷ κόσμῳ μετὰ τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, καὶ τότε ὠνο‐ μάσθη Χριστὸς, διὰ τὸ χρισθῆναί τε καὶ φορέσαι τὴν σάρκα τοῦ ἀνθρώπου. Καὶ οὗτός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ σάρκα φορῶν.
10 Ἐρώτ. ιθʹ. Καὶ πῶς ἦν δυνατὸν σάρκα παρθένον γεννῆσαι, καὶ πάλιν μένειν παρθένον; καὶ τοῦτο θαυ‐ μαστὸν ἡμῖν καὶ πάνυ ἐξαίσιον φαίνεται· δίδαξον ἡμᾶς καὶ περὶ τούτου, δεόμεθα. Ἀπόκ. Εἰ καὶ θαυμαστὸν ἡμῖν δοκεῖ τοῦτο, ἀλλ’
15οὐκ ἀνθρώπου τὸ ἔργον, Θεοῦ δέ· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται φύσεως τάξις· καὶ πάλιν· «Θαυμαστὸς ὁ Θεὸς,» καὶ «Θαυμαστὰ τὰ ἔργα αὐτοῦ.» Πλὴν ἄκου‐ σον περὶ τῆς γεννησάσης Παρθένου ποικίλα καὶ ἐναργέστατα σύμβολα· μνήσθητι, ὅτι παρθένος ὢν
20ὁ Ἀδὰμ τὴν Εὔαν ἐγέννησε· καὶ πάλιν παρθένος διέμεινε, καθάπερ τὸ πρότερον. Καὶ ὥσπερ ὁ Ἀδὰμ παρθένος ἐγέννησε καὶ παρθένος διέμεινε, οὕτω καὶ ἡ Θεοτόκος Μαρία, παρθένος οὖσα, ἔτεκε τὸν Χρι‐ στὸν, καὶ πάλιν παρθένος διέμεινε. Ἀλλὰ καὶ ἄλλο
25πρὸς τοῦτο μυστήριον ἄκουσον. Ὥσπερ οἶκος περι‐ πεφραγμένος πάντοθεν ἀνατολικὸν ἔχων ὑέλινόν τε καθαρὸν καὶ λεπτότατον παραθυρίδιον, ἀνατείλαντος τοῦ ἡλίου αἱ ἀκτῖνες αὐτοῦ διαπερῶσι τὸν ὑελὸν καὶ εἰσέρχονται πάντα τὸν οἶκον καταφωτίζοντες·
30καὶ πάλιν παρερχομένου τοῦ ἡλίου καὶ τῶν αὐτοῦ ἀκτίνων ἐξερχομένων, ὁ ὑελὸς οὐ συντρίβεται, ἀλλ’ ἀβλαβὴς ἐκ τῶν εἰσερχομένων τε καὶ ἐξερχομένων προσκρούσεων τοῦ ἡλίου διαμένει ἀκτίνων· οὕτω μοι νόει καὶ περὶ τῆς ἀειπαρθένου Μαρίας. Αὕτη γὰρ
35ἡ πάναγνος, ὡς οἶκος οὖσα περιπεφραγμένος, ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καθάπερ ἀκτὶς θεϊκὴ ἐκ τοῦ ἡλίου τῆς δικαιοσύνης τοῦ Πατρὸς κατελθὼν, καὶ διὰ τοῦ ὑελίνου παραθυριδίου τῶν ὠτίων αὐτῆς εἰσελθὼν, τὸν πανάγιον οἶκον αὐτῆς κατεφώτισε, καὶ πάλιν ὡς
40οἶδεν αὐτὸς, ἐξῆλθε, μὴ λυμήνας τὴν παρθενίαν ἐκείνης τὸ σύνολον· ἀλλ’ ὡς πρὸ τοῦ τόκου, καὶ ἐν τῷ τόκῳ καὶ μετὰ τὸν τόκον παρθένον ἁγνὴν δι‐ εφύλαξε. Σὺν τούτοις δὲ καὶ ἕτερον φωτολαμπὲς καὶ θαυμαστώτατον, κἀκείνων παρόμοιον ἐκτύπωμα
45ἄκουσον. Ὁ μαργαρίτης ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ γίνεται· γίνεται δὲ οὕτως. Αἱ ἄκραι τῆς Ἐρυθρᾶς θαλάσσης ξηραί εἰσιν, ὀλίγου χύσιν ὕδατος ἔχουσαι. Εὑρίσκονται δὲ ἐκεῖσε ὀστρακοδέρματά τινα θαλάσσια ἐν πάσῃ τῇ Ἐρυθρᾷ θαλάσσῃ ἐκείνῃ, πίνναι ὀνομα‐

789

(50)

ζόμενα. Ἵστανται οὖν αἱ πίνναι ἐκεῖναι ἀεὶ κεχη‐ νυῖαι, καὶ ἐκδεχόμεναι βρώματα εἰς τροφὴν αὐτῶν. Ἐν γοῦν τῷ ἵστασθαι αὐτὰς κεχηνυίας καὶ ἐκδεχο‐ μένας τὴν ἑαυτῶν τροφὴν, συχνῶν γενομένων ἐκεῖσε τῶν ἀστραπῶν, κατέρχεται ἡ ἀστραπὴ πρὸς τὴν
55πίνναν, καὶ εὑρίσκουσα τὰ τῆς πίννης ὄστρακα789

792

ἀνεῳγμένα, εἰσέρχεται εἰς αὐτήν· ἡ δὲ πίννα, εὐθὺς συστελλομένη καὶ συσφιγγομένη καθ’ ἑαυτὴν, ἐντὸς αὐτῆς ἀποκλείει τὴν ἀστραπήν. Ἡ δὲ ἀστραπὴ, τυλισσομένη εἰς τοὺς φορβείους τῶν ὀφθαλμῶν τῆς
5πίννης, καταλαμπρύνει αὐτοὺς, καὶ ποιεῖ αὐτοὺς μαργαρίτας. Ἐξερχόμενοι δὲ οἱ μαργαρῖται ἀπὸ τῆς πίννης, πίπτουσι πρὸς τὸν αἰγιαλὸν τῆς θαλάσσης ἐκείνης, καὶ οὕτως εὑρίσκουσιν αὐτοὺς οἱ γυρεύοντες αὐτούς. Οὕτως μοι νόει καὶ περὶ τῆς σαρκώσεως
10τοῦ Λόγου. Θάλασσα μὲν ὁ κόσμος, καὶ ἡ Παρθένος κογχύλη. Ἵστατο δὲ ἡ Παρθένος καθάπερ πίννα ἐν τῷ ναῷ, ἐκδεχομένη τὸν οὐράνιον ἄρτον Χριστὸν τὸν Θεὸν, ὃς καὶ κατελθὼν καὶ εἰσελθὼν ἐν αὐτῇ, ὡς ἀστραπὴ, καὶ ἐντετυλιχθεὶς ἐν ταῖς λαγόσι τῆς
15παρθενίας αὐτῆς, λαμπροειδῆ κατεσκεύασε τὴν παν‐ αγίαν σάρκα, ἣν προσελάβετο σαρκωθείς· καὶ οὕτως ἐγεννήθη ἐξ αὐτῆς ὡς καθαρὸς καὶ πολυτίμητος μαργαρίτης ὁ Λόγος τοῦ Θεοῦ χωρὶς ἄῤῥενος συν‐ ουσιασμοῦ. Καὶ ὥσπερ ὁ μαργαρίτης οὐράνιός ἐστι
20καὶ ἐπίγειος, οὐράνιος μὲν κατὰ τὴν ἀστραπὴν, ἐπίγειος δὲ κατὰ τὴν συμπλοκὴν τῶν ὀφθαλμῶν τῆς πίννης· οὕτω καὶ ὁ Χριστὸς οὐράνιός ἐστι καὶ ἐπί‐ γειος· οὐράνιος μὲν κατὰ τὴν θεότητα, ἐπίγειος δὲ κατὰ ἀνθρωπότητα. Καὶ ὥσπερ ὁ μαργαρίτης κατα‐
25σκευάζεται ἄνευ συνουσίας ἄῤῥενος καὶ θήλεος ἐξ ἀστραπῆς καὶ τῆς πίννης, οὕτως καὶ ὁ Χριστὸς ἐγεννήθη ἄνευ συνουσιασμοῦ ἄῤῥενος καὶ θήλεος ἐκ τῆς θεότητος, καὶ τῆς σαρκὸς τῆς Παρθένου. Καὶ ὥσπερ ὁ μαργαρίτης συντριβόμενος, πολλάκις ἡ μὲν
30ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης συντρίβεται καὶ δια‐ λύεται, οὐχὶ δὲ καὶ ἡ λαμπρότης τῆς ἀστραπῆς πάσχει, ἀλλ’ ἡ μὲν λαμπρότης τῆς ἀστραπῆς ἀπα‐ θὴς διαμένει, ἡ δὲ ὕλη τῶν ὀφθαλμῶν τῆς πίννης μόνη συντρίβεται καὶ πάσχει· οὕτως καὶ ἐπὶ τοῦ Χριστοῦ δεῖ σε νοεῖν. Μαστιζομένου γὰρ αὐτοῦ τοῦ
35Σωτῆρος ἡμῶν, καὶ πάσχοντος ὑπὸ τῶν ἀπίστων Ἰουδαίων ἐν τῷ σταυρῷ, ἡ μὲν ὕλη τῆς σαρκὸς, ἤγουν ἡ ἀν‐ θρωπότης, μόνη ἔπασχε, ἡ δὲ θεότης ἀπαθὴς διέμεινε. Καὶ ταῦτα λέγων, ἀντιστομίζεις Θεοπασχίτας, καὶ τὴν ἔνσαρκον διδάσκεις οἰκονομίαν. Ἐντεῦθέν σοι τὸ ἀμφίβολον, ἀγαπητὲ, χάριτι Χριστοῦ διαλύεται. Ἐρώτ. κʹ. Ἰδοὺ ταῦτα πάντα, θεοείκελε Πάτερ, ἁρμοζόντως ἡμῖν ἐδίδαξας. Ἀξιοῦμέν σε δὲ, ἵνα καὶ
40τοῦτο ἡμῖν ἑρμηνεύσῃς τὸ ἀπορούμενον, διὰ τί οὐκ ἐδίδαξεν ἡ θεότης μόνον τὸν ἄνθρωπον, καὶ ἔσωσεν αὐτὸν ἄνευ σαρκός; τί γὰρ ἤθελε τοῦ φορέσαι τὴν σάρκα; Ἀπόκ. Καὶ περὶ τούτου καλῶς ἐρωτᾷς· ὅθεν
45ἄκουσον καὶ καλῶς τὴν ἀπόκρισιν. Κατ’ ἀρχὰς, ὅταν ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐπλανήθη ὑπὸ τοῦ διαβόλου ὁ ἄνθρωπος, οὐκ ἐνίκησεν ὁ διάβολος τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα. Διὸ καὶ ἔπρεπε πάλιν αὐτὴ ἡ νικηθεῖσα ἀνθρωπότης ἵνα καὶ πάλιν

792

(50)

αὐτὴ νικήσῃ τὸν ἐχθρὸν αὐτῆς τὸν διάβολον, καὶ πάλιν παραλάβοι τὸν δι’ ἐκείνου πρὶν ἀπολέσαντα θεῖον παράδεισον. Εἰ γὰρ γυμνὴ ἡ θεότης προσήρ‐ χετο, καὶ ἐνίκα τὸν διάβολον, ἔμελλε καυχησθῆναι ὁ διάβολος, ὅτι οὐ θαυμαστὸν, εἰ καὶ ἐνικήθη· ὑπὸ
55τῆς θεότητος γὰρ προσβαλὼν ἐνικήθη. Καὶ διὰ τοῦτο οὐ κατεδέξατο ὁ Θεὸς, ἵνα γυμνὴ ἡ θεότης αὐτοῦ προσπαλαίσῃ τὸν διάβολον, ἀλλ’ ἠβουλήθη, ἵνα ἡ
ἀνθρωπότης ἡ νικηθεῖσα ὑπὸ τοῦ διαβόλου, αὕτη791

793

καὶ μόνη νικήσῃ τὸν νικήσαντα ταύτην διάβολον. Προγινώσκων οὖν πάλιν ὁ σοφὸς Θεὸς, ὅτι οὐκ ἠδύ‐ νατο μόνη ἡ ἀνθρωπότης νικῆσαι χωρὶς τῆς θεότητος, ἐκρύβη ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης, ὅπως ὁ διάβολος,
5θεωρῶν τὴν σάρκα, καὶ μὴ γινώσκων, ὅτι ἐν αὐτῇ τῇ σαρκὶ ἡ θεότης ἐστὶ κεκρυμμένη, προσέλθῃ καὶ προσπαλαίσῃ τῷ Χριστῷ, καὶ οὕτως νικηθῇ ὑπὸ τῆς κεκρυμμένης θεότητος. Ὅπερ καὶ γέγονεν. Ὥσπερ γὰρ ὁ ἁλιεὺς, βουλόμενος κυνηγῆσαι ἰχθὺν, οὐ γυμνὸν τὸ ἄγκιστρον βάλλει εἰς τὴν θάλασσαν,
10ἀλλ’ ἐνδύει ἔξωθεν σκώληκα δόλῳ τὸ ἄγκιστρον, καὶ οὕτως ῥίπτει αὐτὸ εἰς τὴν θάλασσαν ἐνδεδυμένον τὸν σκώληκα· ὁ δὲ ἰχθὺς, θεωρῶν τὸν σκώληκα μόνον, καὶ μὴ γινώσκων, ὅτι σκώληξ μέσον ἐκείνου ἔχει τὸ ἄγκιστρον, ἀλλὰ νομίζων δίχα ἀγκίστρου τὸν σκώ‐
15ληκα εἶναι μονώτατον, πλανώμενος ὑπὸ τοῦ ἀγκί‐ στρου κρατεῖται· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Βου‐ ληθεὶς γὰρ κυνηγῆσαι τὸν ἐν τοῖς ἀπείροις ὕδασι τῆς ἀβύσσου ἐμφωλευόμενον ἰοβόλον ἰχθὺν, ἢ μᾶλλον μέγαν δράκοντα τὸν διάβολον, οὐ γυμνῇ τῇ θεότητι
20αὐτοῦ τῷ διαβόλῳ προσέφερε, ἀλλὰ δόλῳ τὸν σκώ‐ ληκα τὴν παναγίαν αὐτοῦ σάρκα, ἣν ἐκ τῆς Ἀει‐ παρθένου Μαρίας, τῆς παναγιωτάτης γῆς, δίχα φυρμοῦ ἐνεδύσατο, κατὰ τὸν φάσκοντα θεῖον Δαβίδ· «Ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,» ἐκάλυψε τὸ
25ἱερώτατον ἄγκιστρον τὸν κοσμοσωτήριον αὐτοῦ σταυ‐ ρὸν, ἐν αὐτῷ προσπαγεὶς, καὶ δι’ αὐτοῦ λαθεῖν βουλη‐ θεὶς τὴν ἑαυτοῦ θεότητα, ὑφ’ οὗ πλανηθεὶς καὶ κρατη‐ θεὶς ὁ ἰοβόλος καὶ ὀφιοδήκτης οὗτος ἰχθὺς, ὁ μέγας δράκων διάβολος, ὁ τοῦ παραδείσου ἐξώσας καὶ θα‐
30νατώσας τὸν ἄνθρωπον, νικηθεὶς ἀπώλετο. Ὥστε ἡ μὲν θεότης εἰς τύπον τοῦ ἀγκίστρου ἐστὶν, ἡ δὲ ἀνθρωπότης εἰς τύπον τοῦ σκώληκος. Θεωρήσας οὖν ὁ διάβολος ἔξωθεν τὸ ἀνθρώπινον καὶ μὴ νοήσας τὴν ἐν αὐτῷ ἔσωθεν ἐγκεκρυμμένην θεότητα, ἐπλανήθη,
35καὶ προσελθὼν τῇ ἀνθρωπότητι, ἐκρατήθη ὑπὸ τοῦ ἀνεικάστου καὶ ἀκατανικήτου ἀγκίστρου τῆς θεό‐ τητος· καὶ οὕτως ἐνικήθη ὁ μέγας δράκων διάβολος. Διὰ τοῦτο οὐκ ἦλθεν ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ γυμνῇ τῇ αὐτοῦ θεότητι κυνηγῆσαι τὸν διάβολον,
40ἀλλ’ ἐφόρεσε τὴν σάρκα, καὶ οὕτως εἰσῆλθε. Καὶ αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τὴν σάρκωσιν. Καὶ ὥσπερ αὐτὸς ὁ διάβολος, βουληθείς ποτε πλανῆσαι τὸν ἄνθρωπον, καὶ τοῦ παραδείσου ἐκβαλεῖν, οὐ προσῆλθε τῇ Εὔᾳ γυμνῇ τῇ ἑαυτοῦ διαβολότητι,
45ἀλλ’ ἐφόρεσε σάρκα τὸν ὄφιν, καὶ οὕτως προσῆλθε, καὶ ἐπλάνησεν αὐτήν· ᾔδει γὰρ ὁ δόλιος, ὅτι, εἰ προσέλθῃ αὐτῇ γυμνῇ τῇ διαβολότητι αὐτοῦ, οὐκ ἂν αὐτὴν πλανῆσαι δυνήσεται· καὶ διὰ τοῦτο ἐνεδύθη ὥσπερ σάρκα τὸν ὄφιν, καὶ διὰ τοῦ σαρκοφόρου

793

(50)

ὄφεως τὴν Εὔαν ἐπλάνησε. Καὶ ὁ μὲν ὄφις ἐφαί‐ νετο, ὁ δὲ διάβολος οὐκ ἐφαίνετο. Καὶ διὰ τοῦ φαινο‐ μένου ὄφεως ἐνήργει ὁ ἀθεώρητος ὄφις διάβολος. Δύο γὰρ φύσεις ἐν ἑνὶ προσώπῳ ἀπῆγον τότε ἐπὶ τῶν προπατόρων τὴν ἔκπτωσιν. Καὶ ὥσπερ τότε διαβο‐
55λότης καὶ ὀφιότης δύο φύσεις ἐν ἑνὶ προσώπῳ ἡνώ‐ θησαν, καὶ ἡ μὲν μία φύσις, ἤγουν ἡ ὀφιότης ἐφαί‐ νετο, ἡ δὲ ἑτέρα, ἤτοι ἡ διαβολότης, οὐκ ἐφαίνετο,
καὶ ἐξέβαλε τὸν ἄνθρωπον ἐκ τοῦ παραδείσου· οὕτως793

796

καὶ ἐπὶ τοῦ Χριστοῦ δύο φύσεις εἰς ἒν πρόσωπον θεότης καὶ ἀνθρωπότης ἡνώθησαν· καὶ ἡ μὲν ἀνθρω‐ πότης ἐφαίνετο, ἡ δὲ θεότης οὐκ ἐφαίνετο, καὶ διὰ τῆς φαινομένης ἀνθρωπότητος ἡ θεότης ἐνήργει ἡ
5ἀθεώρητος, καὶ τὸν ἐκ τοῦ παραδείσου πάλαι ἐξ‐ ορισθέντα ἄνθρωπον, αἱ καλαὶ δύο φύσεις αὗται, ἡ θεότης φημὶ καὶ ἀνθρωπότης, εἰς αὐτὸν πάλιν καὶ νῦν ἐνέβαλον. Καὶ αὕτη ἐστὶν ἡ αἰτία, δι’ ἧς ὁ Θεὸς ἐσαρκώθη καὶ ἐγένετο ἄνθρωπος· ὅτι αὐτῷ πρέπει
δόξα εἰς ἀπεράντους αἰῶνας. Ἀμήν.795