TLG 2035 079 :: ATHANASIUS :: Fragmentum sermonis de imaginibus [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Fragmentum sermonis de imaginibus [Sp.]

Citation: Volume — page — (line)

28

.

709

(4t)

Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας ἐκ περικο‐
5tπῆς λόγος περὶ τῶν ἁγίων εἰκόνων.
6 Οὐχ ὡς θεοὺς, φασὶ, τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί· μὴ γένοιτο! ἀλλὰ μόνον τὴν σχέσιν καὶ τὴν ἀγάπην ἐμφανίζοντες. Ὅθεν πολλάκις, τοῦ χα‐ ρακτῆρος λειανθέντος, ὡς ξύλον μένει ἀργόν. Τοῦτο
10δὲ καὶ ἐπὶ τοῦ τύπου γίνεται τοῦ σταυροῦ. Ἕως ἂν μὲν εἰσὶ συνεζευγμένα τὰ δύο ξύλα, καὶ σώζῃ τοῦ σταυροῦ τὸν τύπον, ὀρθῶς καὶ ἠκριβωμένως προσ‐ κυνῶ τὸν σταυρόν· ἐπὰν δὲ διαιρεθῶσιν ἀπ’ ἀλλήλων, καὶ τὸν τύπον τῇ διαιρέσει λύσωσιν, οὐκέτι προσ‐
15κυνῶ τὰ ἐξ ἀλλήλων διῃρημένα ξύλα. Οὕτω λοιπὸν καὶ διὰ τὸν Χριστὸν προσκυνῶ τὴν εἰκόνα, καὶ διὰ τῆς εἰκόνος τοῦ Χριστοῦ αὐτὸν προσκυνῶ τὸν Χρι‐ στόν. Εἰ γὰρ καὶ τοῖς χείλεσί μου οὐ πάρεστι σωμα‐ τικῶς Χριστὸς, ἀλλ’ ὅμως τῇ καρδίᾳ καὶ τῷ νῷ
20πάρειμι ἐγὼ πνευματικῶς πρὸς τὸν Χριστόν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τοῦ ὑποδείγματος τοῦ περὶ τὸν σταυρὸν δῆλον. Καὶ μετ’ ὀλίγον· Ὁ γὰρ οὕ‐ τως ἐγνωκὼς, ὅτι ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Ἡ
25γὰρ τοῦ Υἱοῦ θεότης τοῦ Πατρός ἐστι, καὶ αὕτη ἐν τῷ Υἱῷ ἐστι. Καὶ ὁ τοῦτο καταλαβὼν πέπεισται, ὅτι ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Ἐν γὰρ τῷ Υἱῷ ἡ τοῦ Πατρὸς θεότης θεωρεῖται. Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασι‐
30λέως προσεχέστερόν τις κατανοῆσαι δυνήσεται· ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ ἡ μορφή ἐστι· καὶ ἐν τῷ βασιλεῖ δὴ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν. Ἀπαράλλακτός ἐστιν ἡ ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης· ὥστε τὸν ἐνορῶντα τὴν εἰκόνα ὁρᾷν ἐν
35αὐτῇ τὸν βασιλέα, καὶ ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ὁ ἐν τῇ εἰκόνι. Ἐκ δὲ τοῦ μὴ διαλλαγῆναι τὴν ὁμοιό‐ τητα, τῷ θέλοντι μετὰ τὴν εἰκόνα θεωρῆσαι τὸν βα‐ σιλέα εἴποι ἂν ἡ εἰκών· Ἐγὼ καὶ ὁ βασιλεὺς ἕν ἐσμεν· ἐγὼ γοῦν ἐν ἐκείνῳ εἰμὶ, κἀκεῖνος ἐν ἐμοί·
40καὶ ὃ βλέπεις ἐν ἐμοὶ, τοῦτο βλέπεις ἐν ἐκείνῳ, καὶ ὁ ἑώρακας ἐν ἐκείνῳ, τοῦτο ὁρᾷς ἐν ἐμοί. Ὁ γοῦν προσκυνῶν τὴν εἰκόνα ἐν αὐτῇ προσκυνεῖ τὸν βα‐
σιλέα· ἡ γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδός ἐστιν ἡ εἰκών.709