TLG 2035 078 :: ATHANASIUS :: Quaestiones in evangelia [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Quaestiones in evangelia [Sp.]

Citation: Volume — page — (line)

39ΕΡΩΤΗΣΙΣ αʹ. «Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις
40οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μα‐ ρίας τῷ Ἰωσήφ.» Διὰ τί οὐκ εἶπε· Μνηστευθείσης τῆς παρθένου, ἀλλὰ «τῆς μητρὸς αὐτοῦ.» ΑΠΟΚΡΙΣΙΣ. Ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ προσδοκῶντά τι τῶν συνήθων ἀκούσασθαι
45τὸν ἀκροατὴν, καταπλήξῃ τῇ τοῦ παραδόξου πράγμα‐ τος ἐπαγωγῇ, λέγων· «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» Ἐρώτ. βʹ. «Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου κατ’ ὄναρ λέγων·» Διὰ τί μὴ φανερῶς φαίνεται ὁ ἄγγελος τῷ

28

.

700

(50)

Ἰωσὴφ, καθάπερ τοῖς ποιμέσι καὶ τῷ Ζαχαρίᾳ; Ἀπόκ. Ὅτι σφόδρα πιστὸς ἦν ὁ ἀνὴρ, καὶ οὐ δεόμενος τῆς τοιαύτης ὄψεως. Ἐρώτ. γʹ. «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν
γυναῖκά σου.» Διὰ τί εἶπε· Μὴ φοβηθῇς700

28

.

701

Ἀπόκρ. Δεικνὺς αὐτὸν δεδοικότα μὴ προσκρούσῃ τῷ Θεῷ, ὡς μοιχαλίδα ἔχων. Ἐρώτ. δʹ. Διὰ τί εἶπε, «τὴν γυναικά σου;» Ἀπόκ. Ὡς μὴ διεφθαρμένης αὐτῆς οὔσης. Καλεῖ
5δὲ αὐτὴν γυναῖκα ἀπὸ τῆς μνηστείας· ὥσπερ εἰώθα‐ μεν γαμβροὺς λέγειν καὶ προγάμους τοὺς μνηστῆρας. Ἐρώτ. εʹ. «Τέξεται δὲ Υἱόν.» Διὰ τί οὐκ εἶπε· Τέξεται δέ σοι; Ἀπόκ. Ὅτι οὐκ αὐτῷ ἔμελλε μόνῳ τίκτεσθαι,
10ἀλλὰ τῇ οἰκουμένῃ πάσῃ. Ἐρώτ. ϛʹ. «Ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως.» Διὰ τί προσέθηκε τὸ ἀξίωμα, εἰπὼν, «τοῦ βασι‐ λέως;» Ἀπόκ. Ἐπειδὴ καὶ ἕτερος γέγονεν Ἡρώδης ὁ τὸν
15Πρόδρομον ἀνελών. Ἀλλ’ ἐκεῖνος τετράρχης ἦν, οὗτος δὲ βασιλεύς. Ἐρώτ. ζʹ. «Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ.» Διὰ τί οὐκ εἶπε, Τὴν γυναῖκά σου, ἀλλὰ «Τὴν μητέρα αὐτοῦ;»
20 Ἀπόκ. Ἐπειδὴ, τοῦ τόκου πέρας λαβόντος, ἐλύθη τε ἡ ὑποψία, καὶ ὁ Ἰωσὴφ ἐπιστώθη. Διὰ τοῦτο οὖν λοιπὸν μετὰ παῤῥησίας διαλέγεται ὁ ἄγγελος, καὶ οὐκ‐ έτι τὴν γυναῖκα αὐτοῦ καλεῖ. Ἐρώτ. ηʹ. «Καὶ φεῦγε Εἰς Αἴγυπτον.» Διὰ τί ἀκού‐
25σας· «Φεῦγε εἰς Αἴγυπτον,» οὐκ ἐταράχθη;
27 Ἀπόκ. Ἐπειδὴ πιστὸς ἦν ὁ ἀνὴρ, διὸ ὑπακούει καὶ πείθεται. Ἐρώτ. θʹ. Διὰ τί οὐκ εἰς ἄλλην χώραν πέμπεται,
30ἀλλ’ εἰς Αἴγυπτον; Ἀπόκ. Ἵνα πληρωθῇ ἡ προφητεία ἡ λέγουσα, ὅτι «Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.» Ἐρώτ. ιʹ. «Ἀκούσας δὲ Ἰησοῦς, ὅτι Ἰωάννης παρ‐ εδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.» Διὰ τί ἀν‐
35εχώρησεν; Ἀπόκ. Παιδεύων ἡμᾶς φεύγειν τοὺς πειρασμούς. Οὐ γὰρ ἔγκλημα τὸ μὴ ῥίπτειν ἑαυτὸν εἰς κίνδυνον, ἀλλὰ τὸ ἐμπεσόντα μὴ στῆναι γενναίως.
40 Ἐρώτ. ιαʹ. «Ἰδὼν δὲ ὁ Ἰησοῦς τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος.» Διὰ τί ἀνέβη εἰς τὸ ὄρος; Ἀπόκ. Διὰ τὸ ἀφιλότιμον καὶ ἀκόμπαστον· οὐ γὰρ περιῆγεν αὐτοὺς μεθ’ ἑαυτοῦ. Ἀλλ’ ὅτε μὲν πε‐ ριπατῆσαι ἔδει, αὐτὸς μόνος περιῄει πανταχοῦ, καὶ
45πόλεις καὶ χώρας ἐπισκοπούμενος· ὅτε δὲ πολὺς ὄχλος γέγονεν, ἐν ἑνὶ ἐκάθητο τόπῳ. Ἐρώτ. ιβʹ. «Ἀνοίξας δὲ τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτούς.» Διὰ τί εἶπεν· «Ἀνοίξας τὸ στόμα αὐτοῦ;» Ἀπόκ. Ἵνα μάθωμεν, ὅτι καὶ σιγῶν ἐπαίδευεν,

28

.

701

(50)

οὐχὶ μόνον φθεγγόμενος. Ἐρώτ. ιγʹ. «Προσέχετε, φησὶ, τὴν ἐλεημοσύνην μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς.» Διὰ τί ἐπὶ μὲν τῆς ἐλεημοσύνης προσέθηκεν εἰπὼν, ἐπὶ δὲ τῆς προσευχῆς καὶ τῆς νηστείας οὐδα‐
55μῶς; Ἀπόκ. Ἐπειδὴ τὴν ἐλεημοσύνην μὲν ἀδύνατον
πάντη λαθεῖν, εὐχὴν δὲ καὶ νηστείαν δυνατόν.702

28

.

704

Ἐρώτ. ιδʹ. «Ἐν ἀρχῇ ἦν ὁ Λόγος.» Διὰ τί ἀφεὶς τὸν Πατέρα, περὶ τοῦ Υἱοῦ διαλέγεται; Ἀπόκ. Ὅτι ἐκεῖνος μὲν δῆλος ἅπασιν ἦν, εἰ καὶ μὴ ὡς Πατὴρ, ἀλλ’ ὡς Θεός· ὁ δὲ Μονογενὴς ἠγνο‐
5εῖτο. Καὶ εἰκότως τὴν περὶ αὐτοῦ γνῶσιν ἐκ προοι‐ μίων ἐσπούδασε διδάξαι τοὺς οὐκ εἰδότας αὐτόν. Ἐρώτ. ιεʹ. «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.» Διὰ τί οὐκ εἶπεν ἐν Θεῷ; Ἀπόκ. Πρῶτον μὲν τὴν καθ’ ὑπόστασιν αὐτοῦ
10ἀϊδιότητα ἐμφαίνων ἡμῖν· εἶτα καὶ σαφέστερον αὐτῷ προϊὼν, ἀπεκάλυψεν ἐπαγαγὼν, ὅτι ὁ Λόγος οὗτος καὶ Θεὸς ἦν. «Ἐν τῷ κόσμῳ ἦν·» οὐχ ὡς τοῦ κόσμου σύγχρονος. Διὰ γὰρ τοῦτο ἐπήγαγε· «Καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο.»
15 Ἐρώτ. ιϛʹ. «Καὶ ἀναβλέψας εἰς τοὺς οὐρανοὺς, εὐ‐ λόγησε τοὺς ἄρτους.» Διὰ τί ἀνέβλεψε, καὶ οὕτως εὐ‐ λόγησεν; Ἀπόκ. Πρῶτον μὲν ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ Πατρός ἐστι· δεύτερον δὲ παιδεύων ἡμᾶς, μὴ πρότερον ἅπτε‐
20σθαι τραπέζης ἕως ἂν εὐχαριστήσωμεν τῷ τὴν τρο‐ φὴν ἡμῖν παρέχοντι. Ἐρώτ. ιζʹ. Διὰ τί ἐν ἐρήμῳ τὸ τῶν ἄρτων θαῦμα ποιεῖ, καὶ πεντακισχιλίους τρέφει; Ἀπόκ. Ἵνα μεθ’ ὑπερβολῆς ἀνύποπτον ὑπάρξῃ τὸ
25θαῦμα, καὶ μηδεὶς νομίσῃ πλησίον κώμην κειμένην εἰσενεγκεῖν τι εἰς τὴν τράπεζαν.
28 Ἐρώτ. ιηʹ. Καὶ ἦραν ἐκ τῶν περισσευμάτων κλασμά‐ των. Διὰ τί οὐχ ὁλόκληροι ἄρτοι, ἀλλὰ κλάσματα
30ἐπερίσσευσαν. Ἀπόκ. Ἵνα δείξῃ, ὅτι τῶν πέντε ἄρτων εἰσὶ ταῦτα πλάσματα, καὶ ὥστε τοὺς ἀπόντας μαθεῖν τὸ γεγε‐ νημένον, καὶ ἵνα μή τις φαντασίαν νομίσῃ εἶναι τοῦτο.
35 Ἐρώτ. ιθʹ. «Δώδεκα κοφίνους.» Διὰ τί δώδεκα κο‐ φίνους ἐπλήρωσαν; Ἀπόκ. Ἵνα καὶ Ἰούδας βαστάσῃ. Ἐδύνατο μὲν γὰρ καὶ σβέσαι τῶν ὄχλων τὴν πεῖναν· ἀλλ’ οὐκ ἂν ἔγνωσαν οἱ μαθηταὶ τὴν δύναμιν.
40 Ἐρώτ. κʹ. Διὰ τί οὐχ ὁ Πιλᾶτος ὁρᾷ, ἀλλ’ ἡ τούτου γυνή; Ἀπόκ. Πρῶτον μὲν ὅτι ἐκείνη ἀξία ἦν, ἢ μᾶλλον ὅτι, εἰ αὐτὸς εἶδεν, οὐκ ἂν ἐπιστεύθη ὁμοίως· ἢ οὐδ’ ἂν ἐξεῖπεν· διὰ τοῦτο οἰκονομεῖται τὴν γυναῖκα
45ἰδεῖν, ὥστε κατάδηλον γενέσθαι πᾶσιν.
47 Ἐρώτ. καʹ. «Καὶ συσταυροῦσιν αὐτῷ δύο λῃστὰς, ἕνα ἐκ δεξιῶν, καὶ ἕνα ἐξ εὐωνύμων.» Διὰ τί μέσον αὐτὸν ἐσταύρωσαν τῶν λῃστῶν, καὶ διὰ τί κράξας

28

.

704

(50)

ἀφῆκε τὸ πνεῦμα; Ἀπόκ. Ἵνα τῇ δόξῃ τῇ ἐκείνων κοινωνήσῃ, ἢ ἵνα πληρωθῇ τὸ ῥηθέν· ὅτι καὶ «Μετὰ ἀνόμων ἐλο‐ γίσθη·» καὶ ἵνα δειχθῇ, ὅτι κατ’ ἐξουσίαν τὸ πρᾶγμα γίνεται· καθὼς καὶ ἔλεγεν, ὅτι «Ἐξουσίαν ἔχω
55θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν
αὐτήν.»704

28

.

705

Ἐρώτ. κβʹ. «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρ‐ νήσῃ με.» Πῶς ὁ μὲν Ματθαῖος, ὅτι εἶπεν ὁ Χριστὸς τῷ Πέτρῳ· «Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με·» ὁ δὲ Μάρκος λέγει, ὅτι, ὅτε μὲν ἅπαξ ἠρνή‐
5σατο, τότε πρῶτον ἐφώνησεν ὁ ἀλεκτρυών· ὅτε δὲ τρίτον, τότε δεύτερον; Πῶς οὖν εὑρεθήσονται ἀληθῆ ἀμφότερα; Ἀπόκ. Ἐπειδὴ καθ’ ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ἀλεκτρυὼν, δηλῶν ὁ Μάρ‐
10κος, ὅτι οὐδὲ ἡ φωνὴ αὐτὸν ἐπέσχε, καὶ εἰς μνήμην ἤγαγε, τοῦτό φησιν. Ὥστε ἀμφότερα ἀληθῆ εἰσι. Πρινὴ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλε‐ κτρυόνα, τρίτον ἠρνήσατο. Οὕτω δὲ περιδεὴς ἦν καὶ σφόδρα ἀποτεθνηκὼς τῷ δέει, ὅτι οὐ μόνον
15ἠρνήσατο, ἀλλ’ οὐδὲ ἀνεμνήσθη οἴκοθεν, καὶ ταῦτα τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἕως οὗ τὸ βλέμμα τοῦ διδασκάλου γέγονεν αὐτῷ ἀντὶ φωνῆς. Καὶ τοῦτο ὁ Λουκᾶς δηλῶν φησιν, ὅτι ἐνέβλεψεν εἰς αὐτὸν ὁ Χριστός.
20 Ἐρώτ. κγʹ. «Καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.» Διὰ τί ἐξελθὼν ἔξω ἔκλαυσεν; Ἀπόκ. Ἐπειδὴ οὐκ ἐτόλμα φανερῶς ἔμπροσθεν πάντων, ἵνα μὴ κατηγορηθῇ διὰ τῶν δακρύων, καὶ γνωσθῇ μαθητὴς αὐτοῦ εἶναι.
25 Ἐρώτ. κδʹ. «Ἐσθιόντων δὲ εἶπεν αὐτοῖς ὁ Χριστὸς, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με.» Διὰ τί, ἐσθιόντων αὐτῶν, περὶ τῆς προδοσίας αὐτοῖς διαλέγεται; Ἀπόκ. Ἵνα καὶ ἀπὸ τοῦ καιροῦ καὶ τῆς τραπέζης δείξῃ τὴν πονηρίαν τοῦ προδότου. Καὶ γὰρ καὶ αὐτὸς
30ἐκεῖ παρῆν. Ἐρώτ. κεʹ. «Εἷς ἐξ ὑμῶν παραδώσει με.» Διὰ τί οὐκ εἶπεν· Ὁ δεῖνά με παραδώσει· ἀλλ’ «Εἷς ἐξ ὑμῶν παραδώσει με,» φειδόμενος καὶ ἐν τούτῳ; Ἀπόκ. Φειδόμενος καὶ ἐν τούτῳ τοῦ προδότου·
35ὥστε πάλιν δοῦναι αὐτῷ μετανοίας ἐξουσίαν τοῦ λα‐ θεῖν. Καὶ αἱρεῖται φοβῆσαι ἅπαντας ὑπὲρ τοῦ δια‐ σῶσαι τοῦτον. Ἐρώτ. κϛʹ. «Ἦσαν δὲ καὶ αἱ γυναῖκες συνακολου‐ θήσασαι ἀπὸ τῆς Γαλιλαίας.» Διὰ τί μέμνηται τῶν
40γυναικῶν τῶν συνακολουθησασῶν αὐτῷ; Ἀπόκ. Ὅπως δείξῃ τὴν πολλὴν αὐτῶν προσεδρίαν, καὶ ὅτι μέχρι τῶν κινδύνων παρῆσαν. Ὅτε γὰρ οἱ μαθηταὶ ἔφυγον, αὗται προσεκαρτέρουν. Ἐρώτ. κζʹ. «Πῶς σὺ, φησὶν, Ἰουδαῖος ὢν ζητεῖς παρ’
45ἐμοῦ πιεῖν ὕδωρ, Σαμαρείτιδος οὔσης;» Πόθεν αὐτὸν γνωρίσασα, Ἰουδαῖον εἶναι, φησὶ πρὸς αὐτόν· «Πῶς σὺ Ἰουδαῖος ὤν;» Ἀπόκ. Ἀπὸ τοῦ σχήματος, ἴσως καὶ τῆς δια‐ λέξεως.

28

.

705

(50)

Ἐρώτ. κηʹ. «Καὶ ἐγέννησε τὸν υἱὸν αὐτῆς τὸν πρω‐ τότοκον.» Διὰ τί εἶπε, «πρωτότοκον;» Οὐδὲ γὰρ ἔσχεν ἄλλον υἱὸν ἡ Παναγία Ἀπόκ. Ἐπειδὴ Θεὸς ὑπάρχων ἀληθινὸς ὁ ἐξ αὐτῆς σαρκωθεὶς Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, γέγονεν
55ἡμῶν διὰ τὴν σάρκωσιν ἀδελφὸς, τούτου χάριν ὠνο‐706

28

.

708

μάσθη πρωτότοκος, ὡς πρωτεύων ἐν πᾶσιν αὐ‐ τός. Ἐρώτ. κθʹ. «Καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ.» Διὰ τί ἐν τῇ φάτνῃ ἀνεκλίθη;
5 Ἀπόκ. Ἵνα ἡμᾶς τῆς ἀλογίας ἐλευθερώσῃ, τὸν κτη‐ νοπρεπῆ μεταμείψαντας βίον, καὶ τὴν ἀνθρώποις πρέπουσαν παράσχῃ σύνεσιν. Ἐρώτ. λʹ. «Ἄνθρωπος κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε.» Τίς ὁ ἄνθρω‐
10πος, καὶ τίς ἡ Ἱερουσαλὴμ, καὶ τίς ἡ Ἱεριχὼ, καὶ τίνες οἱ λῃσταί; Ἀπόκ. Ἄνθρωπος μὲν ὁ Ἀδάμ· Ἱερουσαλὴμ δὲ ὁ παράδεισος· Ἱεριχὼ δὲ οὗτος ὁ κόσμος· καὶ λῃσταὶ οἱ δαίμονες.
15 Ἐρώτ. λαʹ. Κατὰ συγκυρίαν δὲ ἱερεύς τις ἰδὼν αὐτὸν ἀντιπαρῆλθε· καὶ λευΐτης ὁμοίως. Σαμαρείτης δὲ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ. Τί ἦν τὸ, «κατὰ συγκυρίαν;» καὶ τίς ὁ ἱερεύς; καὶ τίς ὁ λευΐτης; καὶ τίς ὁ Σαμαρείτης;
20 Ἀπόκ. Τὸ μὲν «κατὰ συγκυρίαν» δηλοῖ· τὸ ἐκ θείας οἰκονομίας· ἱερεὺς δέ ἐστιν ὁ νόμος· λευΐτης δὲ οἱ ἀπὸ τῆς λευϊτικῆς ἱερωσύνης διδάσκαλοι· Σαμα‐ ρείτης δὲ ὁ Χριστός. Ἐρώτ. λβʹ. Καὶ διὰ τί λέγεται Σαμαρείτης ὁ Χρι‐
25στός· Ἀπόκ. Διὰ τὸ τοὺς Ἰουδαίους αὐτὸν οὕτως ἀποκα‐ λεῖν ὅτι «Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις.» Ἐρώτ. λγʹ. «Ἐγένετο δὲ, φησὶν, ἀποθανεῖν τὸν Λά‐ ζαρον καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων εἰς τοὺς
30κόλπους τοῦ Ἀβραάμ.» Διὰ τί ἀποθνήσκει πρῶτον ὁ Λάζαρος παρὰ τὸν πλούσιον; Ἀπόκ. Ἵνα μηδεμιᾶς ἀπολογίας πρόφασις ὑπο‐ λείπηται τοῦ πλουσίου, ὡς μέλλοντος εὐποιεῖν εἰς αὐτόν.
35 Ἐρώτ. λδʹ. «Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ ὁ πλούσιος, ὁρᾷ τὸν Λάζαρον ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ.» Διὰ τί οὐκ ἀλλαχοῦ, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ ὁρᾷ τὸν Λάζαρον; Ἀπόκ. Ἐπειδὴ, ὥσπερ τὸν Ἀδὰμ ἐκβαλὼν ὁ Θεὸς
40ἐκ τοῦ παραδείσου, καταντικρὺ τοῦτον κατῴκισεν, ἵνα ἡ συνεχὴς ὄψις, ἀνανευοῦσα τὸ πάθος, ἀκριβεστέ‐ ραν αὐτῷ παράσχῃ τῆς ἐκπτώσεως τῶν ἀγαθῶν τὴν αἴσθησιν· οὕτω δὲ καὶ τοῦτον κατέναντι τοῦ Λαζάρου κατῴκισεν, ἵνα μειζόνως κατατρύχηται.
45 Ἐρώτ. λεʹ. Καὶ διὰ τί οὐκ ἐν ἄλλῳ δικαίῳ τὸν Λάζα‐ ρον ὁρᾷ ὁ πλούσιος, ἀλλ’ ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ; Ἀπόκ. Ἐπειδὴ φιλόξενος ἦν ὁ Ἀβραάμ. Ἵν’ οὖν ἔλεγχος αὐτοῦ γένηται τῆς μισοξενίας, διὰ τοῦτο αὐτὸν μετ’ ἐκείνου βλέπει. Ἐκεῖνος γὰρ καὶ τοὺς

28

.

708

(50)

παροδίτας ἐξενοδόχει· οὗτος δὲ καὶ τὸν ἔσω κείμενον παρεώρα. Ἐρώτ. λϛʹ. «Πάτερ Ἀβραὰμ, ἐλέησόν με.» Διὰ τί οὐ πρὸς τὸν Λάζαρον τὸν λόγον ἀπέτεινεν ὁ πλούσιος, ἀλλὰ πρὸς τὸν Ἀβραάμ;
55Ἀπόκ. Ἐπειδὴ ᾐσχύνετο καὶ ἠρυθρία· ἐνόμιζε
γὰρ αὐτὸν μνησικακεῖν δι’ ὧν ἔπραξεν εἰς αὐτόν.708