TLG 2035 077 :: ATHANASIUS :: Quaestiones ad Antiochum ducem [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Quaestiones ad Antiochum ducem [Sp.]

Cf. et 2035 024–025, 111

Citation: Volume — page — (line)

32tΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
33tἈρχιεπισκόπου Ἀλεξανδρείας,
34tΠρὸς Ἀντίοχον ἄρχοντα, περὶ πλείστων καὶ
35tἀναγκαίων ζητημάτων, τῶν ἐν ταῖς θείαις Γρα‐
36tφαῖς ἀπορουμένων, καὶ παρὰ πᾶσι Χριστιανοῖς
37tγινώσκεσθαι ὀφειλομένων.
38 Ἐρώτησις αʹ. Πιστεύσαντες καὶ βαπτισθέντες εἰς Τριάδα ὁμοούσιον, καὶ λέγοντες Θεὸν εἶναι τὸν Πατέ‐
40ρα, ὁμοίως καὶ Θεὸν εἶναι τὸν Υἱὸν, ὡσαύτως δὲ καὶ Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα, πῶς οὐ λέγομεν τρεῖς θεοὺς, ἀλλ’ ἕνα καὶ μόνον Θεόν; Καὶ εἰ μὲν ἕνα προσκυνοῦμεν Θεὸν, εὔδηλον ὅτι, εἰς μοναρ‐ χίαν πιστεύοντες, Ἰουδαΐζομεν· εἰ δὲ πάλιν τρεῖς
45θεοὺς, πρόδηλον ὅτι Ἑλληνίζομεν, πολυθεΐαν εἰσ‐ άγοντες, καὶ οὐχ ἕνα μόνον Θεὸν εὐσεβῶς προσκυ‐ νοῦντες.
49Ἀπόκρισις. Ἀπερίεργος ὁ λόγος καὶ ὁ τρόπος

28

.

597

(50)

τῆς εὐσεβείας, πίστει μόνῃ, ἀλλ’ οὐκ ἐξερευνήσει γνωριζόμενος καὶ τιμώμενος. Θεὸς γὰρ καταλαμβα‐ νόμενος, οὐκ ἔστι Θεός. Εἰ γὰρ τοὺς ἀγγέλους, ἢ τὰς
ἡμετέρας ψυχὰς κτίσματα ὄντα καταλαβεῖν οὐ δυνά‐597

28

.

600

μεθα, πόσῳ μᾶλλον αὐτῷ τῷ τούτων ποιητῇ πρέπει τὸ εἶναι ἀκατάληπτον; Μυστήριον γὰρ γνω‐ ριζόμενον οὐδέν ἐστι λοιπὸν θαυμαζόμενον. Οὐκοῦν ἡ Χριστιανῶν πίστις, καὶ ὁ τούτων τρισυπόστατος
5Θεὸς οὔτε εἷς ἐστι τὴν ὑπόστασιν ἀνθρωπόμορ‐ φος, ὡς οἱ Ἑλλήνων παῖδες μυθεύονται· οὔτε πάλιν τρεῖς τινες θεοὶ, ὥσπερ ἀλλήλων ἀπέχοντες. Ἄπαγε τῆς Ἑλληνικῆς μυθολογίας! Ἀδιαίρετος γὰρ ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἡ τῆς μιᾶς οὐσίας θεότης. Πλὴν
10εἰδέναι χρὴ, ὅτιπερ οὔτε ῥήμασιν οὔτε ἐνθυμήμασι καταλαβεῖν, ἢ διηγήσασθαί τι τῆς θεότητος, νοῦς ἀν‐ θρώπινος δύναται. Πάντες δὲ ὅσοι Θεὸν καταλαβέσθαι ἔσπευσαν, τὴν ἑαυτῶν σκιὰν κατεδίωξαν· καὶ ὅσοι τι περὶ οὐσίας Θεοῦ εἰπεῖν ἠβουλήθησαν, τὴν ἄβυσσον
15μετρῆσαι τῇ ἑαυτῶν δρακὶ ἔσπευσαν. Καὶ ὅσοι βα‐ θῦναι ἐνόμισαν, εἰς πονηρὰς αἱρέσεις ἐνέπεσαν. Ὁ γὰρ Πατὴρ καὶ Θεὸς οὐχ ὡς ἐγὼ ὁ κτιστὸς ὑπάρ‐ χει πατὴρ, γεννήσας ὡς ἐγὼ κτιστὸν υἱόν· οὐδὲ ὁ Υἱὸς ὡς πᾶς σαρκικὸς γεγέννηται υἱός· οὐδὲ τὸ Πνεῦμα
20τὸ ἅγιον ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα περίγραπτον· ἀλλ’ ἄῤῥητον καὶ ἀνέκφραστον τὸ τῆς ἁγίας Τριάδος ὑπάρχει μυστήριον. Καὶ μὴ εἴπῃς, Πῶς; ὑπὲρ γὰρ τὸ πῶς ἐστι τοῦτο· μηδὲ εἴπῃς, ποίῳ τρόπῳ; ὑπὲρ γὰρ τρόπον ὁ θεῖος τρόπος· μηδὲ εἴπῃς, Ποίῳ λόγῳ;
25ὑπὲρ γὰρ λόγον ὁ θεῖος λόγος. Ἀλλὰ πίστευε εἰς Πα‐ τέρα· μὴ ἐρευνήσῃς δὲ τὸ πρᾶγμα· προσκύνει τὸν Υἱὸν, μὴ πολυπραγμονῶν τὴν αὐτοῦ γέννησιν· ἀν‐ ύμνει τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἐκζητῶν τὸ τῆς ἁγίας Τριάδος μυστήριον. Δεῦρο ἐν Ἰορδάνῃ, καὶ ὅρα διὰ
30πραγμάτων τηλαυγῶς τῆς ἁγίας καὶ ὁμοουσίου Τριά‐ δος τὴν δύναμιν· Πατέρα μὲν ἄνωθεν μαρτυροῦντα· Υἱὸν δὲ κάτωθεν βαπτιζόμενον, Πνεῦμα δὲ πανάγιον ἐν εἴδει περιστερᾶς κατερχόμενον. Αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ προσκύνησις, σὺν τῷ Πατρὶ
35τῷ παντοκράτορι, καὶ τῷ Μονογενεῖ αὐτοῦ Υἱῷ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
39Ἐρώτ. βʹ. Πόθεν ἐπιγινώσκει ἄνθρωπος, ὅτι ὅλως
40ἐβαπτίσθη, καὶ Πνεῦμα ἅγιον ἔλαβε, νήπιος ὢν ἐν τῷ ἁγίῳ βαπτίσματι; Ἀπόκ. Ὁ προφήτης Ἡσαΐας φησὶ πρὸς τὸν Θεόν· «Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλά‐
βομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν Πνεῦμα σωτη‐599

28

.

601

ρίας.» Ὥσπερ οὖν ἡ ἐν γαστρὶ λαβοῦσα γυνὴ ἐκ τῶν σκιρτημάτων τοῦ βρέφους, τοῦ ἐν τῇ μήτρᾳ αὐτῆς, ἐπίσταται ἀψευδῶς ὅτι καρπὸν ἔλαβεν· οὕτω καὶ ἡ ψυχὴ τοῦ ἀληθῶς Χριστιανοῦ, οὐ διὰ ῥημάτων τῶν
5γονέων, ἀλλὰ διὰ πραγμάτων καὶ σκιρτημάτων τῆς καρδίας αὐτοῦ, καὶ μάλιστα τῷ καιρῷ τῶν φωτισμά‐ των, καὶ τῆς μεταλήψεως τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, μανθάνει ἐκ τῆς χαρᾶς τῆς αὐτοῦ ψυχῆς, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβε
10βαπτισθείς. Ἐρώτ. γʹ. Πότε, καὶ πόθεν, καὶ πῶς γεγόνασιν οἱ ἄγγελοι; Ἀπόκ. Οὔτε πόθεν, οὔτε πῶς γεγόνασιν οἱ ἄγγε‐ λοι, δυνατὸν φύσει ἀνθρωπίνῃ εἰπεῖν· εἰ μὴ τοῦτο
15μόνον, ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι λόγῳ Θεοῦ γεγόνασι. Τὸ δὲ πότε, οἱ μέν φασι τῇ πρώτῃ ἡμέρᾳ, οἱ δὲ πρὸ τῆς πρώτης ἡμέρας. Ὁ δὲ ἐν ἁγίοις Πατὴρ ἡμῶν καὶ θαυματουργὸς Ἐπιφάνιος ὁ ἀρχιεπίσκοπος Κύπρου, εἰς τὸν λόγον
20αὐτοῦ τὸν κατὰ Παύλου τοῦ Σαμοσατέως, εἰς τὰ Πα‐ νάρεια πλατυτέρως ἐξέθετο, ἅμα οὐρανῷ καὶ γῇ τούτους δημιουργηθῆναι, καὶ οὐχὶ πρότερον, ἀνατρέ‐ πων διὰ συλλογισμῶν τοὺς τοῦτο λέγοντας. Καὶ ἐν ἑτέρῳ δὲ αὐτοῦ λόγῳ τοῦτό φησιν.
25 Ἐρώτ. δʹ. Πόθεν δῆλον ὅτι κτιστοί εἰσιν οἱ ἄγγε‐ λοι; οὐδὲ γὰρ ἐμφέρεταί τι τοιοῦτον ἐν τῇ βίβλῳ τῆς Γενέσεως. Ἀπόκ. Γινώσκων ὁ Θεὸς τὸ φιλείδωλον καὶ πολύ‐ θεον τῶν ἀνθρώπων, καὶ μάλιστα τῶν Ἰου‐
30δαίων, τούτου χάριν ἀπέκρυψεν ἐν τῇ Γενέσει τὸν περὶ τῶν ἀγγέλων λόγον· ἵνα μὴ καὶ αὐτοὺς θεο‐ ποιήσωσιν οἱ τὸν μόσχον καὶ ἄλλα τινὰ θεοποιή‐ σαντες ὡς θεούς. Ὅτι δὲ καὶ κτιστοί εἰσιν οἱ ἄγ‐ γελοι, ἄκουσον τοῦ ἁγίου Πνεύματος διὰ τοῦ Προ‐
35φήτου λέγοντος· «Αἰνεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐν‐ ετείλατο, καὶ ἐκτίσθησαν.» Ἐρώτ. εʹ. Ἐκ τῆς οὐσίας δὲ τοῦ φωτὸς τούτου
40εἰσὶν, ἢ ἄλλης τινὸς φύσεως; Ἀπόκ. Ὅσον διαφέρει τοῦ ἀστέρος ὁ ἥλιος, τοσοῦ‐ τον διαφέρει ἡ οὐσία τῶν ἀγγέλων πάσης τῆς ὁρω‐ μένης κτίσεως. Ἐρώτ. ϛʹ. Πόσος δὲ ἄρα τῶν ἀγγέλων ὁ ἀριθμὸς
45ὑπάρχει ὑπὲρ τὸν ἀριθμὸν τῆς ἀνθρωπότητος; Ἀπόκρ. Οἱ μέν φασιν ἐνενήκοντα ἐννέα μέρη εἶναι τοὺς ἀγγέλους πρὸς τὸν ἀριθμὸν τῆς ἀνθρωπότη‐ τος, κατὰ τὴν παραβολὴν τοῦ Κυρίου τῶν ἑκατὸν προ‐ βάτων· ἄλλοι δὲ ἐννέα κατὰ τὴν παραβολὴν τῶν δέκα

28

.

601

(50)

δραχμῶν. Ἕτεροι δὲ ἰσαρίθμους λέγουσι τοὺς ἀν‐
θρώπους καὶ τοὺς ἀγγέλους, φέροντες εἰς μαρτυρίαν601

28

.

604

τό· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων· Θεοῦ.» Ἐρώτ. ζʹ. Τί παρήλλακται ἡ οὐσία τῶν δαιμόνων τῆς οὐσίας τῶν ἀγγέλων;
5 Ἀπόκ. Ἡ οὐσία οὐ παρήλλακται, ἀλλ’ ἡ προαί‐ ρεσις, ὥσπερ ἡ γνώμη δικαίου καὶ ἁμαρτωλοῦ.
8 Ἐρώτ. ηʹ. Πόσα τάγματα καὶ πόσαι οὐσίαι ἀγγέ‐ λων εἰσίν;
10 Ἀπόκ. Οὐσία μία, ὥσπερ καὶ ἀνθρώπων μία Τά‐ γματα δὲ, ὡς ὁ πολὺς ἐν θεολογίᾳ Διονύσιός φησιν, ἐννέα, ἅπερ εἰσὶ ταῦτα· ἄγγελοι, ἀρχάγγελοι, ἀρ‐ χαὶ, ἐξουσίαι, δυνάμεις, κυριότητες, τὰ ἑξαπτέρυγα σεραφὶμ, τὰ πολυόμματα χερουβὶμ, καὶ οἱ θρόνοι.
15Περὶ μιᾶς οὐσίας ἀγγέλων καὶ ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης λέγει εἰς τὸ ἑπτακαιδέκατον κεφάλαιον τοῦ Εἰς τὸν ἄνθρωπον λόγου αὐτοῦ.
19Ἐρώτ. θʹ. Πόσοι οὐρανοί εἰσιν;
20 Ἀπόκ. Ἀμφιβάλλεται πολλοῖς τὸ ἐρώτημα. Ἡ μὲν γὰρ βίβλος τῆς Γενέσεως δύο οὐρανοὺς λέγει· ὁ δὲ ἅγιος Παῦλος καὶ τρίτον οὐρανὸν εἶδεν. Ὁ δὲ προφήτης Δαβὶδ, καὶ τέταρτον λέγει, καθώς φησιν· «Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν.» Ἰστέον δὲ
25λογίζεσθαι τοὺς λέγοντας εἰς τὸ τρίτον τοῦ οὐρα‐ νοῦ, καὶ οὐκ εἰς τρεῖς οὐρανοὺς ἁρπαγῆναι τὸν ἅγιον Παῦλον, ὅτι, καθάπερ ἡ φύσις τῶν ἀνθρώπων καὶ εἷς λέγεται ἄνθρωπος, καὶ πάλιν πολλοὶ ἄνθρωποι· οὕτω καὶ ἡ τῶν οὐρανῶν φύσις, καὶ εἷς οὐρανὸς καὶ
30πολλοὶ οὐρανοὶ ἐν τῇ θείᾳ Γραφῇ λέγονται. Ἐρώτ. ιʹ. Πότε, καὶ διὰ τί ἐξέπεσεν ὁ διάβολος, Μυθεύονται γάρ τινες, ὅτι, καταδεξάμενος προσκυνῆ‐ σαι τὸν Ἀδὰμ, διὰ τοῦτο ἐξέπεσεν. Ἀπόκ. Ἀφρόνων ἀνδρῶν, τὰ τοιαῦτα τυγχά‐
35νουσι ῥήματα. Ὁ γὰρ διάβολος, πρὶν γενέσθαι τὸν Ἀδὰμ, ἐξέπεσε. Πρόδηλον δὲ, ὅτι διὰ τὴν ὑπερ‐ ηφανίαν αὐτοῦ, ὥς φησιν Ἡσαΐας ὁ προφήτης, λογι‐ σάμενος, ὅτι «Θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφε‐ λῶν καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ.»
40 Ἐρώτ. ιαʹ. Τίνος δὲ χάριν συνεχώρησεν αὐτῷ ὁ Θεὸς πολεμεῖν τὸ γένος τῶν ἀνθρώπων; Ἀπόκ. Ὅπως καὶ οἱ ἀγαπῶντες τὸν Θεὸν φανερω‐ θῶσι, καὶ προσκείμενοι ταῖς ἡδοναῖς ἐλεγχθῶσιν. Ἀντιδίκου γὰρ μὴ προσκειμένου οἱ γνήσιοι στρατιῶ‐
45ται τοῦ βασιλέως οὐ φανεροῦνται. Ὁ οὖν διάβολος αἴτιος νίκης καὶ στεφάνων γίνεται καὶ τιμῶν τοῖς ἀγαπῶσι τὸν Θεόν. Ἐρώτ. ιβʹ. Πεσόντος τοῦ διαβόλου ἐκ τῶν οὐ‐ ρανῶν, πῶς γέγραπται ἐν τῷ Ἰὼβ, ὅτι ἦλθον οἱ

28

.

604

(50)

ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον Κυρίου, καὶ ὁ
διάβολος ἐν μέσῳ αὐτῶν;603

28

.

605

Ἀπόκ. Οὐκ εἶπεν ἡ Γραφὴ, ὅτι ἦλθεν ὁ διάβολος ἐν τοῖς οὐρανοῖς ἐν μέσῳ τῶν ἀγγέλων· πρόδηλον οὖν, ὅτι ἐπὶ τῆς γῆς. Καὶ γὰρ ὅπου ἐάν εἰσιν οἱ ἅγιοι ἄγγελοι, τῷ Θεῷ παρίστανται. Πλὴν δεῖ εἰδέναι, ὅτι
5ὁ Θεὸς διά τινος ἁγίου ἀγγέλου πρὸς τὸν διάβολον διελέγετο, καθάπερ καὶ βασιλεὺς, διά τινος μέσου ἀνθρώπου, πρὸς τὸν κατάδικον.
9Ἐρώτ. ιγʹ. Ἆρα ἰσχύει φάρμακον ἀποκτεῖναι
10ἄνθρωπον; Ἀπόκ. Δίκαιον μὲν οὐδαμῶς· ἀλλ’ οὐδὲ προσεγγί‐ σαι αὐτῷ· ἁμαρτωλὸν δὲ καὶ, τοῦ Θεοῦ συγχωροῦντος. Ἐπεὶ οὐδὲ κατὰ χοίρων ἔχει ἐξουσίαν, ὡς ἐν τοῖς Εὐαγγελίοις ἠκούσαμεν.
15 Ἐρώτ. ιδʹ. Ποίαν εὐχὴν καὶ ῥῆμα παρὰ πᾶσαν εὐχὴν καὶ ῥῆμα φοβοῦνται οἱ δαίμονες καὶ ὁ διάβολος; Ἀπόκ. Διηγήσαντό τινες πνευματοφόροι ἄξιοι τοῦ πιστεύεσθαι, ὅτιπερ αὐταῖς ὄψεσί ποτε φανεὶς αὐτοῖς
20ὁ διάβολος, καὶ τοῦτο τὸ ἐρώτημα ἐρωτηθεὶς ὑπ’ αὐ‐ τῶν ἀπεκρίνατο, ὅτι οὐκ ἔστιν ἐν πάσῃ Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ ῥῆμα ἐκφοβοῦν καὶ διασκορπίζον πᾶ‐ σαν ἡμῶν τὴν δύναμιν, ὡς ἡ ἀρχὴ τοῦ ξζʹ ψαλμοῦ. Ὡς οὖν ὁ διάβολος τοῦτο εἴρηκεν, ἀρξαμένων αὐτῶν τοῦ
25ψαλμοῦ, καὶ εἰρηκότων μόνον τὸ πρῶτον ῥῆμα, τὸ, «Ἀναστήτω ὁ Θεὸς,» εὐθέως ὀλολύζων ἄφαντος ἐγένετο ὁ διάβολος, ἔργοις δείξας τῆς εὐχῆς τὴν ἐνέργειαν. Ἐρώτ. ιεʹ. Πόθεν κινοῦνται ἐν τῇ καρδίᾳ τοῦ ἀν‐
30θρώπου διαλογισμοὶ καὶ λόγοι βλάσφημοι καὶ ἀθέμι‐ τοι, καὶ αὐτὸν τὸν Θεὸν ὑβρίζοντες πολλάκις, οὓς οὐ βεβούλευται λαλῆσαι ἡ ψυχὴ, ἢ γλῶσσα τοῦ ἀνθρώπου ὀνομάσαι; Ἀπόκ. Τοῦτο ὁ διάβολός ἐστιν ἐργαζόμενος, καὶ
35οὗτος τὰ τοιαῦτα ἀθέμιτα ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου ὑποβάλλει, λαλῶν κατὰ τοῦ Θεοῦ ῥήματα, εἰς ἀπό‐ γνωσιν τὸν ἄνθρωπον ἐνέγκαι βουλόμενος. Ἀλλ’ οὐκ ἐκ τούτου τὸ σύνολον κατακρίνεται ὁ ἄνθρωπος· μὴ γένοιτο! Πολλάκις δὲ καὶ ἐξ οἰήσεως ὁ τοιοῦτος λο‐
40γισμὸς ἐπανάγεται τῷ ἀνθρώπῳ· ἀπαλλάττεται δὲ αὐ‐ τοῦ γῆν καὶ σποδὸν ἑαυτὸν λογιζόμενος, καὶ μηδ’ ὅλως εἰς μέτρον τὸν τοιοῦτον λογισμὸν ἔχων, ἀλλὰ λέγων τῷ διαβόλῳ· «Ἡ βλασφημία σου ἐπὶ τὴν κεφα‐ λήν σου, διάβολε. Ἐγὼ γὰρ Κύριον τὸν Θεόν μου
45προσκυνήσω, καὶ αὐτὸν οὐδέποτε βλασφημήσω.» Ἀσφαλῶς οὖν προσεκτέον τοῖς εἰρημένοις. Πολλοὶ γὰρ τῶν ἀνθρώπων ὑπὸ τούτου τοῦ λογισμοῦ κρατη‐ θέντες, οἱ μὲν ἑαυτοὺς ἐκρήμνισαν, οἱ δὲ, εἰς ἀπό‐ γνωσιν ἐλθόντες, ἀπώλοντο.

28

.

605

(50)

Ἐρώτ. ιϛʹ. Ἀκόλουθον ἡγούμεθα μετὰ τὸν περὶ Θεοῦ καὶ ἀγγέλων λόγον, τρίτον τὸν περὶ ψυχῶν λοιπὸν λόγον εἰς μέσον προσενεχθῆναι. Πολλὴ γὰρ ὡς
ἀληθῶς καὶ ἡ περὶ τούτου παρὰ ἀνθρώποις ὑπάρχει605

28

.

608

ζήτησίς τε καὶ ἀμφιβολία· λέγω δὴ, τί αὐτὸ χρῆμά ἐστιν ἡ ψυχὴ τοῦ ἀνθρώπου; καὶ πόθεν αὕτη συν‐ ίσταται ἐν τῷ σώματι; καὶ πότε καὶ πῶς τοῦ σώματος χωρίζεται; καὶ τί μέχρι τῆς ἀναστάσεως διαπράτ‐
5τεται; οὐδεὶς γὰρ ἐκ νεκρῶν ἐν τῷ βίῳ ἐπιδημήσας ταῦτα ἡμῖν ἀπήγγειλεν, ἢ ἐπιστώσατο· Διὸ ὡς τοῖς πολλοῖς ἀκατάληπτον τὸν περὶ τῆς ψυχῆς λόγον δι‐ δαχθῆναι ἠρωτήσαμεν τὴν σὴν ἁγιότητα. Ἀπόκ. Ἡ μὲν τοῦ ἀνθρώπου ψυχή ἐστιν οὐσία
10νοερὰ, ἀσώματος, ἀπαθὴς, ἀθάνατος· οὐ μὴν δὲ ἄγγελός ποτε ἦν ἡ ψυχὴ, ὡς οἱ Ὠριγενιασταὶ μυ‐ θεύονται· οὐδὲ προϋπάρχουσιν αἱ ψυχαὶ τῶν σωμά‐ των, ὡς οἱ Μανιχαῖοι δογματίζουσιν· ἀλλ’ ὥσπερ τοῦ λίθου καὶ τοῦ σιδήρου συγκρουομένων, ἐκ τῶν
15ἀμφοτέρων τίκτεται τὸ πῦρ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνδρὸς καὶ γυναικὸς συμπλοκῆς συνίσταται Θεοῦ κελεύσει σῶμα καὶ ψυχή. Καὶ πειθέτω σε ὁ ἅγιος Ἀπόστολος λέγων· «Σπείρεται σῶμα ψυχικόν· ἐγείρεται σῶμα πνευματικὸν,» δηλονότι ἐν τῇ ἀνα‐
20στάσει. Ἐρώτ. ιζʹ. Πόθεν δὲ δῆλον ὅτι ἐν τῷ καιρῷ τοῦ θανάτου οὐ συναποθνήσκει μετὰ τοῦ σώματος ἡ ψυχή; Τινὲς γὰρ οὕτω νομίζουσιν. Ἀπόκ. Ὁ τοῦ Θεοῦ Υἱὸς καὶ Λόγος Ἰησοῦς
25ὁ Χριστὸς προφανῶς ἡμᾶς διδάσκει τὸ θνητὸν τοῦ σώματος, καὶ τὸ ἀθάνατον τῆς ἡμετέρας ψυχῆς, λέ‐ γων· «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι.» Πρόδηλον ὡς ἀθάνατος καὶ ἀπὸ Θεοῦ ὑπάρχει.
30 Ἐρώτ. ιηʹ. «Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.» Ποίῳ δὲ ἄρα τρόπῳ ἡ ψυχὴ χωρίζεται ἀπὸ τοῦ σώματος; Ἀπόκ. Ἐκ τεσσάρων στοιχείων πιστεύομεν τὸ σῶμα τοῦ ἀνθρώπου συνίστασθαι· λέγω δὴ ἐξ αἵμα‐
35τος, καὶ φλέγματος, καὶ χυμοῦ, καὶ χολῆς· ἤγουν ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ, τουτέστιν ἐκ πυρὸς, καὶ ὕδατος, καὶ ἀέρος, καὶ γῆς. Τὸ μὲν γὰρ αἷμα ὥσπερ θερμὸν καὶ ζωτικὸν στοιχεῖον, δῆλον ὅτι ἐκ τοῦ πυρός· ὁ δὲ χυμὸς, ὡς ὑγρὸς, πρόδηλον
40ὅτι ἐξ ἀέρος· ἡ δὲ χολὴ ὡς ξηρὰ πρόδηλον ἀπὸ γῆς· τὸ δὲ φλέγμα ὡς ψυχρὸν, εὔδηλον ἐξ ὕδατος. Καὶ τού‐ τοις τοῖς τέσσαρσιν ὥσπερ καὶ τέσσαρσι τοίχοις ἐν οἴκῳ τοῦ σώματος δίκην τινὸς περιστερᾶς ἀποκέκλει‐ σται ἡ ψυχή. Τῷ γοῦν καιρῷ τοῦ θανάτου ἐπιτροπῇ
45τοῦ Θεοῦ, ὑποχωρούντων ἐξ ἀλλήλων τῶν τεσσάρων στοιχείων, ὡς ἂν εἴποις, διαλύονται οἱ τέσσαρες τοῦ οἴκου τοῖχοι, καὶ ἀναχωρεῖ ἡ ἔνδον ἀποκεκλεισμένη περιστερὰ, ἤγουν ἡ ψυχή· καὶ πρῶτον μὲν ἀποχωρεῖ τὸ αἷμα, ἤγουν τὸ θερμὸν καὶ ζωτικόν. Ὅθεν τὰ νε‐

28

.

608

(50)

κρὰ σώματα χολὴν μὲν ἔχουσι μετὰ θάνατον καὶ
φλέγμα καὶ χυμὸν, αἷμα δὲ οὐκ ἔχουσιν.607

28

.

609

Ἐρώτ. ιθʹ. Ποῦ δὲ ἄρα θέλομεν λέγειν, ὅτι εἰσὶν αἱ προλαβοῦσαι τῶν ἀνθρώπων ψυχαί; Ἀπόκ. Ξένον μὲν καὶ φοβερὸν τὸ ἐρώτημα, καὶ παρὰ ἀνθρώποις ἀποκεκρυμμένον. Οὐ γὰρ συν‐
5εχώρησεν ὁ Θεὸς ἐπαναλῦσαί τινα πρὸς ἡμᾶς ἐκεῖθεν, καὶ διηγήσασθαι ποῦ ἢ πῶς εἰσιν αἱ ἀφ’ ἡμῶν ἀπελ‐ θοῦσαι ψυχαί. Ὅμως ἐκ τῶν Γραφῶν μανθάνομεν, ὅτι αἱ μὲν τῶν ἁμαρτωλῶν ψυχαὶ ἐν τῷ ᾅδῃ ὑπάρχου‐ σιν ὑποκάτω πάσης τῆς γῆς καὶ τῆς θαλάττης εἰσὶν,
10ὥς φησιν ὁ ψαλμὸς, «Ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θα‐ νάτου καὶ ἐν λάκκῳ κατωτάτῳ,» καὶ ὡς γέγραπται ἐν τῷ Ἰώβ· «Εἰς γῆν σκοτεινὴν καὶ γνοφερὰν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾷν ζωὴν βροτοῖς,» αἱ δὲ τῶν δικαίων ψυχαὶ μετὰ τὴν
15Χριστοῦ παρουσίαν, ὡς ἐκ τοῦ λῃστοῦ τοῦ ἐν τῷ σταυρῷ μανθάνομεν, ὅτι ἐν τῷ παραδείσῳ ὑπάρχου‐ σιν. Οὐ γὰρ διὰ μόνην τὴν ψυχὴν τοῦ ἁγίου λῃστοῦ Χριστὸς ὁ Θεὸς ἡμῶν ἤνοιξε τὸν παράδεισον, ἀλλὰ καὶ διὰ πάσας λοιπὸν τὰς τῶν ἁγίων ψυχάς.
20 Ἐρώτ. κʹ. Τί οὖν, ἀπέλαβον οἱ δίκαιοι τὰ ἀγαθὰ, καὶ οἱ ἁμαρτωλοὶ τὴν κόλασιν; Ἀπόκ. Οὐδαμῶς. Ὅμως δὲ τὴν χαρὰν ταύτην ἔχουσιν αἱ τῶν ἁγίων ψυχαί· καὶ ἔστιν αὕτη μερικὴ ἀπόλαυσις, ὥσπερ καὶ ἡ λύπη, ἢν οἱ ἁμαρ‐
25τωλοὶ ἔχουσι, μερικὴ κόλασις, καὶ ὥσπερ μετασ‐ τέλλεται βασιλεὺς φίλους αὐτοῦ ἐπὶ τῷ συναριστῆ‐ σαι αὐτῷ ὡσαύτως καὶ καταδίκους ἐπὶ τὸ κολάσαι αὐτούς. Καὶ οἱ μὲν εἰς τὸ ἄριστον κληθέντες ἐν χαρᾷ εἰσιν ἔμπροσθεν τοῦ οἴκου τοῦ βασιλέως ἕως τῆς
30ὥρας τοῦ ἀρίστου· οἱ δὲ κατάδικοι ἐν φυλακῇ ἀπο‐ κεκλεισμένοι, ἐν λύπῃ ὑπάρχουσιν, ἕως οὗ ἔλθῃ ὁ κριτής. Οὕτω δεῖ λοιπὸν νοεῖν καὶ ἐπὶ τῶν ἐκεῖσε νῦν ἀφ’ ἡμῶν προλαβουσῶν ψυχῶν, λέγω δὴ δικαίων καὶ ἁμαρτωλῶν.
35 Ἐρώτ. καʹ. Εἰ οὖν οὐδεὶς καθ’ ἃ εἴρηκας, οὔτε ἐν βασιλείᾳ, οὔτε ἐν γεέννῃ εἰσελήλυθε· πῶς περὶ τοῦ πλουσίου τοῦ κατὰ τὸν Λάζαρον ἀκούομεν, ὅτι, ἐν τῷ πυρὶ καὶ βασάνοις ὑπάρχων, πρὸς τὸν Ἀβραὰμ δι‐ ελέγετο;
40 Ἀπόκ. Ὁ Κύριος παραβολικῶς ὅλα τὰ κατὰ τὸν Λάζαρον καὶ τὸν πλούσιον εἴρηκεν, ὥσπερ καὶ περὶ τῶν δέκα παρθένων, καὶ τῶν λοιπῶν παραβολῶν. Οὐ γὰρ ἐν πράγματι γέγονεν ἡ τοῦ Λαζάρου παραβολή. Διότι οὐχ ὁρῶσιν οἱ ἁμαρτωλοὶ ἐν γεέννῃ τοὺς δι‐
45καίους τοὺς μετὰ Ἀβραὰμ ὄντας ἐν τῇ βασιλείᾳ. Ἀλλ’ οὔτε δὲ πάλιν ἐπιγινώσκει τις τὸν πλησίον αὐ‐ τοῦ, ἐκεῖσε ἐν σκότει ὑπάρχων. Ἐρώτ. κβʹ. Πῶς τοῦτο; Καὶ γὰρ φοβερὸς ὁ λόγος καὶ ξένος, ὅτι οὐκ ἐπιγινώσκομεν ἀλλήλους ἐκεῖ, ἀλλὰ

28

.

609

(50)

ἀγνώριστοι ἀδελφοὶ ἀδελφοῖς, καὶ πατέρες υἱοῖς, καὶ
φίλοι φίλοις καθεστήκαμεν.609

28

.

612

Ἀπόκ. Ὁ ἐπιγνωρισμὸς ἐκ σωματικῶν σημείων γίνεσθαι πέφυκε. Αἱ δὲ ἀσώματοι ψυχαὶ ὅμοιαι ἀλ‐ λήλαις κατὰ πάντα τρόπον ὑπάρχουσιν, ὥσπερ ἐπὶ πλήθους τινῶν ἀσπίλων καὶ ὁμοίων περιστερῶν
5ἢ μελισσῶν, οὐ διαφερουσῶν μία τῆς μιᾶς, οὔτε σε‐ μνότητι, οὔτε μεγαλειότητι, ἀλλὰ κατὰ πάντα ἐν ἰσό‐ τητι ἀλλήλαις οὔσαις. Τοῦτο δὲ λέγω ἐπὶ τῶν ἐν τῷ ᾅδῃ καταδικασθεισῶν ψυχῶν τῶν ἁμαρτωλῶν, ὅτι ἑαυτὰς οὐκ ἐπιγινώσκουσι. Ταῖς γὰρ τῶν δικαίων
10ψυχαῖς καὶ τοῦτο ὁ Θεὸς τὸ ἀγαθὸν, λέγω δὴ τὸν ἐπι‐ γνωρισμὸν, ἐδωρήσατο. Ἐρώτ. κγʹ. Δεδόσθω τοίνυν κατὰ τὸν σὸν λό‐ γον, αἱ ψυχαὶ ἀλλήλας οὐκ ἐπιγινώσκουσι νῦν· εἶτα ἆρα οὔτε ἐν τῇ ἀναστάσει ἐπιγνώσονται ἀλλήλους οἱ
15ἁμαρτωλοὶ, λέγω δὲ οἱ ἐκ μιᾶς χώρας καὶ οἴκου καὶ γένους ὑπάρχοντες; Ἀπόκ. Οὔτε ἐν τῇ ἀναστάσει. Ἐρώτ. κδʹ. Τίνος χάριν; Ἀπόκ. Ὅτιπερ ἅπαντα τὰ ἐκ φθορᾶς καὶ σπορᾶς
20ἐπισυμβάντα τοῖς ἡμετέροις σώμασι σχήματα καὶ σημεῖα, καὶ παθήματα, δι’ ὧν ἀλλήλους ἐπιγινώσκο‐ μεν ὧδε, ἐν τῇ ἀναστάσει τῶν νεκρῶν σὺν τῇ σπορᾷ καὶ φθορᾷ καταργοῦνται. Καὶ ὥσπερ ἀπ’ ἀρ‐ χῆς ὁ Θεὸς ἕνα ἄνθρωπον ἐποίησεν, οὕτω καὶ ἐν τῇ
25παλιγγενεσίᾳ πάντες ὡς εἷς ἄνθρωπος ἐπανιστά‐ μεθα· τουτέστι πᾶσα ἀνθρώπου εἰκὼν ὁμοία τῆς τοῦ Ἀδὰμ εἰκόνος καὶ πλάσεως, καὶ μεγέθους καὶ σχή‐ ματος. Διὸ οὐκ ἔστιν ἐν τῇ ἀναστάσει ἄρσεν καὶ θῆλυ, οὐδὲ μικρὸς καὶ μέγας, οὐδὲ μέλας καὶ λευ‐
30κὸς, οὐδὲ ξανθότης καὶ πυῤῥότης, ἢ σιμότης ἢ γρυ‐ πότης, οὐδὲ διάφορα σχήματα, καὶ πρόσωπα, καὶ χρώματα, καὶ παθήματα, καὶ σκηνώματα. Ταῦτα γὰρ πάντα ἀπὸ σπορᾶς καὶ φθορᾶς γινόμενα σὺν τῇ φθορᾷ καταργοῦνται. Καὶ πῶς λοιπὸν ἐπιγνώ‐
35σεται, εἰπέ μοι, πατὴρ τὸ ἴδιον τέκνον νήπιον τελευ‐ τῆσαν, καὶ τριακονταετῆ τέλειον ἄνθρωπον ἀν‐ ιστάμενον, καθὼς καὶ ὁ Χριστὸς τριακονταετὴς ἐβα‐ πτίσθη; Ἢ πῶς γνωσθήσεται ὁ τελευτήσας Αἰθίοψ λευκὸς ἀνιστάμενος· ἢ ὁ ἀποθανὼν λελωβημένος,
40ὑγιὴς ἀνιστάμενος; Εἰ δὲ δύσπιστά σοι ταῦτα φαί‐ νονται, ἄκουσον τοῦ Κυρίου πρὸς τοὺς Σαδδουκαίους λέγοντος, ὅτι «Ἐν τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν, οὔτε γαμίζονται· ἀλλ’ ἔσονται ὡς ἄγ‐ γελοι.» Οὐκοῦν ὥσπερ οἱ ἄγγελοι μιᾶς ἰδέας καὶ σχή‐
45ματος ὑπάρχουσιν· οὕτω πιστεύομεν καὶ ἐπὶ τῆς ἡμετέρας φύσεως ἐν τῇ ἀναστάσει διὰ τῆς ἀφθαρσίας λοιπὸν γίνεσθαι. Καὶ ὥσπερ ἐπὶ τοῦ σίτου στάχυν ἐποίησεν ὁ Θεὸς ἀπ’ ἀρχῆς, καὶ ἐκ τοῦ στάχυος γέ‐
γονεν ὁ κόκκος, καὶ πάλιν σπειρόμενος ἀναβλαστάνει611

28

.

613

στάχυς· οὕτω καὶ ὁ ἄνθρωπος γέγονεν ὑπὸ τοῦ Θεοῦ φυλάττων τὴν ἐντολὴν ἄφθαρτος· εἶτα διὰ τῆς παρ‐ ακοῆς συνετρίβη, καὶ γέγονε φθαρτός· σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ χωννύμενος ἐν τῇ γῇ, ἀνα‐ βλαστάνει ὥσπερ ἦν ἀπ’ ἀρχῆς ἄφθαρτος.
5 Ἐρώτ. κεʹ. Ἆρα ἐπισκέπτονται τὸν βίον αἱ προ‐ λαβοῦσαι τῶν ἀνθρώπων ψυχαὶ, ἢ οὔ; Ἀπόκ. Οὐδαμῶς. Ἄκουσον γὰρ τοῦ προφήτου Δαβὶδ περὶ τῶν τελευτώντων ἀνθρώπων λέγοντος· «Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ
10ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει. Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώ‐ σεται ἔτι τὸν τόπον αὐτοῦ.» Περὶ δὲ τῶν ψυχῶν τῶν ἁγίων οὐ χρὴ ἀμφιβάλλειν. Ἐρώτ. κϛʹ. Καὶ εἰ ταῦτα οὕτω, πῶς ἐπιφαίνονται
15οἱ ἅγιοι πολλάκις ἐν τοῖς ἑαυτῶν ναοῖς καὶ σωροῖς; Ἀπόκ. Ξένον καὶ παράδοξον τὸ ἐπερώτημα, καὶ πιστοτάτης ψυχῆς δεόμενον εἰς ἀπόκρισιν. Ὅμως εἰ χωρεῖς, ἄκουσον μὴ ὀκλάζων τῷ λογισμῷ. Αἱ ἐν τοῖς ναοῖς καὶ σωροῖς τῶν ἁγίων γινόμεναι ἐπισκιάσεις
20καὶ ὀπτασίαι οὐ διὰ τῶν ψυχῶν τῶν ἁγίων γίνονται, ἀλλὰ δι’ ἀγγέλων ἁγίων μετασχηματιζομένων εἰς τὸ εἶδος τῶν ἁγίων. Πῶς γὰρ, εἰπέ μοι, μία οὖσα ψυχὴ τοῦ μακαρίου Πέτρου ἢ Παύλου δύναται κατ’ αὐτὴν τὴν ῥοπὴν ἐν τῇ μνήμῃ αὐτοῦ ἐπιφανῆναι
25ἐν χιλίοις ναοῖς αὐτοῦ, ἐν ὅλῳ τῷ κόσμῳ; τοῦτο γὰρ οὔτε ἄγγελος εἷς δύναται ποιῆσαί ποτε. Μόνου γὰρ τοῦ Θεοῦ ἐστιν ἐν δυσὶ τόποις καὶ ἐν ὅλῳ τῷ κόσμῳ ἐν αὐτῇ τῇ ῥοπῇ εὑρίσκεσθαι. Ἐπεὶ καὶ αὐταὶ αἱ νοεραὶ δυνάμεις ἀπολιμπάνονται πάντως τῆς ἐν
30οὐρανοῖς δοξολογίας, ἡνίκα δ’ ἂν ἀποστέλλωνται εἰς διακονίαν ἐπὶ τῆς γῆς. Ἐρώτ. κζʹ. Τί διαφέρει ἡ οὐσία τοῦ ἀγγέλου τῆς οὐσίας τῆς ψυχῆς τοῦ ἀνθρώπου; Ἀπόκ. Τρεῖς οὐσίας ἀκαταλήπτους παρὰ ἀνθρώ‐
35ποις εὑρίσκομεν, ἃς οὐδεὶς οὐδαμῶς οὔτε εἶδεν, οὔτε ἰδέσθαι ἐπὶ γῆς δύναται, ὡς εἰσὶ, λέγω δὴ Θεοῦ καὶ ἀγγέλων καὶ ψυχῶν· ὅμως στοχαζόμεθα, ὅτιπερ ὅσον διαφέρει τῆς σελήνης ὁ ἥλιος, τοσοῦτον ὑπερέχει καὶ λαμπροφορεῖ ἡ τῶν ἀγγέλων οὐσία τῆς οὐ‐
40σίας τῶν ψυχῶν ἀνθρώπων. Ἐρώτ. κηʹ. Καὶ πῶς οἱ προφῆται φαίνονται πολ‐ λάκις ἰδόντες τὸν Κύριον; Ἀπόκ. Μετὰ πάντας τοὺς προφήτας καὶ μετ’ αὐ‐ τὴν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ εἶπεν ὁ ἅγιος ἀπό‐
45στολος καὶ εὐαγγελιστὴς καὶ θεολόγος Ἰωάννης, ὅτι «Θεὸν οὐδεὶς ἑώρακε πώποτε.» Καὶ ἵνα πιστώση‐ ται ὡς φοβερὸν καὶ ξένον τὸ ῥῆμα, ἐπήγαγεν, ὅτι «Ὁ Μονογενὴς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.» Ὅθεν καὶ ὁ ἅγιος ἀπόστολος Παῦ‐

28

.

613

(50)

λός φησιν· «Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὔτε ἰδεῖν δύ‐ ναται.» Ὥστε οὐδεὶς ἀνθρώπων δύναται Θεοῦ οὐσίαν
γυμνὴν ἰδεῖν οὐδαμοῦ· ἀλλὰ, πρὸς τὴν τῶν ἀνθρώ‐613

28

.

616

πων ἀσθένειαν συγκαταβατικῶς ὁ Θεὸς σχηματιζό‐ μενος, τοῖς προφήταις ἐφαίνετο. Ἀμέλει καὶ ἄσαρ‐ κος τότε ὑπάρχων, ὡς ἄνθρωπος αὐτοῖς πολλάκις ἐφαίνετο σεσαρκωμένος. Ὅθεν πρόδηλον ὅτι, οὐ τὴν
5οὐσίαν τοῦ Θεοῦ ἔβλεπον, ἀλλὰ τὴν δόξαν. Ὅπερ καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν γυμνῶν ψυχῶν χρὴ ἐννοεῖν. Μόνη δὲ ἡ ἁγία Θεοτόκος, γυμνὴν οὐσίαν, ὡς ἔστι, τοῦ ἀρχαγγέλου Γαβριὴλ ἐθεάσατο. Ἐρώτ. κθʹ. Τί οὖν; Οὐδὲ οἱ ἄγγελοι κατ’ οὐσίαν
10φαίνονται ἐπὶ τῆς γῆς τοῖς ἀνθρώποις;
12 Ἀπόκ. Οὐδαμῶς· οὔτε γὰρ δύναται φθαρτὸς ὁ ὀφθαλμὸς θεωρῆσαι οὐσίαν ἄφθαρτον. Ἐντεῦθεν δὲ ἔστι σαφῶς ἐπιγνῶναι, ὅτι οὐ κατ’ οὐσίαν φαίνονται
15ἡμῖν οἱ ἄγγελοι· ἐπειδὴ οὐχ ἑνὶ σχήματι ἐπὶ τῆς γῆς ἐμφανίζονται, ἀλλ’ οἱ μὲν ἐν σχήματι νεανίσκων με‐ τασχηματιζόμενοι· οἱ δὲ ἐν εἴδει στρατιωτῶν. Καὶ ἁπλῶς πολλαὶ αὐτῶν αἱ μορφαὶ, μία δὲ ἡ οὐ‐ σία.
20Ἐρώτ. λʹ. Τί δέ ἐστιν ὅρος οὐσίας ἀγγέλων;
22 Ἀπόκ. Ἄγγελός ἐστι ζῶον λογικὸν, ἄϋλον, ὑμνολογικὸν, ἀθάνατον. Ἐρώτ. λαʹ. Τί δὲ τὸ ἔργον τῶν ἐπουρανίων δυνά‐
25μεων ἐν οὐρανοῖς ὑπάρχει; Ἀπόκ. Ὕμνος ἄληκτος, καὶ αἶνος ἄπαυστος τῆς μεγαλοπρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμο‐ νος ὑπὲρ τῆς σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὗται αἱ τάξεις καὶ στρατιαὶ λέγονται, δεῖ λοιπὸν ἐννοεῖν
30τάξιν διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν προ‐ νοητικὴν, τάξιν διακονικὴν, τάξιν τιμωρητικὴν, τάξιν ψυχοχωριστικὴν, τάξιν ἐν ἄλλοις παραμονητι‐ κήν. Ὥσπερ δὲ τάξεων διαφορὰς ἐν ταῖς ἄνω δυνά‐ μεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ
35μὲν οὖν θρόνοι καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ ἀμέσως παρὰ τοῦ Θεοῦ μανθάνουσιν, ὡς πάντων ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδά‐ σκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ ἀνώτερα διδάσκει τὰ κατώτερα· τὸ δὲ κατώτερον
40πάντων τάγμα εἰσὶν οἱ ἅγιοι ἄγγελοι, οἱ καὶ τῶν ἀν‐ θρώπων ὄντες διδάσκαλοι. Ἐρώτ. λβʹ. Ἆρα δὲ μέμνηνται ἡμῶν αἱ ἀπελ‐ θοῦσαι ψυχαὶ, ὥσπερ καὶ οἱ ἄγγελοι ἡμῶν μνη‐ μονεύουσιν;
45 Ἀπόκ. Αἱ μὲν τῶν ἁγίων ψυχαὶ πάντως, αἱ δὲ τῶν ἁμαρτωλῶν ἐν τῷ ᾅδῃ οὖσαι, οὐδαμῶς. Τὴν γὰρ μένουσαν αὐτοῖς ἐκδεχόμενοι κόλασιν, εἰκότως περὶ ταύτης καὶ μόνον μεριμνῶσι, μηδενὸς ἑτέρου
φροντίζοντες.615

28

.

617

Ἐρώτ. λγʹ. Τί δὲ νῦν ἄρα τὸ ἔργον ἐκεῖ τῶν προ‐ απελθουσῶν ψυχῶν; Ἀπόκ. Ψυχὴ σώματος ἀπηλλαγμένη οὔτε ἀγαθόν τι οὔτε πονηρὸν διαπράξασθαι δύναται. Αἱ γὰρ ὀπτα‐
5σίαι, ἃς βλέπουσί τινες περὶ τῶν ἐκεῖσε, οἰκο‐ νομικῶς ὁ Θεὸς ταύτας δείκνυσι πρὸς ὠφέλειαν. Ὥσπερ γὰρ ἡ λύρα, ἐὰν μὴ ἔχῃ τὸν κρούοντα, ἀργὴ ὁρᾶται καὶ ἄπρακτος· οὕτω καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ἐξ ἀλλήλων χωρισθέντα, οὐδὲν ἐνεργῆσαι δύνανται.
10Αἱ γοῦν τῶν ἁγίων ψυχαὶ, ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνεργούμεναι, μετὰ ἀγγέλων ἐν χώρᾳ ζώντων Θεὸν ὑμνοῦσι καὶ ἀγάλλονται. Ἐρώτ. λδʹ. Τί οὖν; οὐκ αἰσθάνονταί τινος εὐεργε‐ σίας καὶ αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ, γινομένων ὑπὲρ
15αὐτῶν συνάξεων καὶ εὐποιῶν καὶ προσφορῶν; Ἀπόκ. Εἰ μή τινες εὐεργεσίας μετεῖχον ἐκ τούτου, οὐκ ἂν ἐν τῇ προσκομιδῇ ἐμνημονεύοντο. Ἀλλ’ ὥσπερ ὅταν ἡ ἄμπελος ἀνθεῖ ἔξω ἐν τῷ ἀγρῷ, αἰσθάνεται δὲ τῆς ὀσμῆς αὐτῆς ὁ ἀποκεκλεισμένος οἶνος, καὶ
20συνανθεῖ καὶ αὐτός· οὕτω νόει καὶ τὰς τῶν ἁμαρ‐ τωλῶν ψυχὰς μετέχειν εὐεργεσίας τινὸς ἐκ τῆς ὑπὲρ αὐτῶν γενομένης ἀναιμάκτου θυσίας καὶ εὐποιίας, ὡς μόνος ἐπίσταται καὶ κελεύει ὁ ζώντων καὶ νεκρῶν ἐξουσιαστὴς καὶ Θεὸς ἡμῶν.
25 Ἐρώτ. λεʹ. Ἆρα δυνατὸν γνῶναι, τίνος χάριν οὐ συνεχώρησεν ὁ Θεὸς ψυχήν τινος τῶν ἐκεῖ ἀπελθόν‐ των ἐπανελθεῖν πρὸς ἡμᾶς, καὶ διηγήσασθαι, πῶς εἰσι τὰ πράγματα ἐν τῷ ᾅδῃ, καὶ τίς ἡ ἀνάγκη ἡ ἐκεῖ ὑπάρχουσα;
30 Ἀπόκ. Πολλὴ ἐντεῦθεν πλάνη ἐν τῷ βίῳ τίκτεσθαι ἔμελλε. Πολλοὶ γὰρ τῶν δαιμόνων ἐν σχήμασιν ἀν‐ θρώπων τῶν κοιμηθέντων εἶχον μετασχηματίζεσθαι, καὶ ἔμελλον ἐκ νεκρῶν ἐγηγέρθαι αὐτοὺς λέγειν, καὶ πολλὰ ψευδῆ πράγματα καὶ δόγματα περὶ τῶν
35ἐκεῖ εἶχον ἡμῖν ἐγκατασπεῖραι πρὸς τὴν ἡμῶν πλά‐ νην καὶ ἀπώλειαν. Ἐρώτ. λϛʹ. Πολλοὶ λέγουσιν ὅτι συνέφερε τῷ ἀνθρώπῳ προγινώσκειν τὴν ἡμέραν τῆς αὐτοῦ τελευτῆς.
40 Ἀπόκ. Ἐὰν πάντα πρὸς τὸ συμφέρον ὁ Θεὸς ἐν σοφίᾳ ἐποίησεν, οὐδὲ τοῦτο ἀσκόπως ἡμῖν ἀπέκρυψεν. Εἰ γὰρ προεγίνωσκεν ὁ ἄνθρωπος τὴν ἡμέραν τῆς ἑαυτοῦ τελευτῆς, ὅλον τὸν βίον αὐτοῦ ἔμελλεν ἀδεῶς ἐξαμαρτάνειν, καὶ πρὸ δύο πολλάκις ἢ τριῶν ἡμερῶν
45τῆς ἑαυτοῦ τελευτῆς ἐπιδοῦναι αὐτὸν εἰς μετάνοιαν, ἀκούσας τοῦ Θεοῦ διὰ τοῦ προφήτου εἰπόντος, ὅτι «Ἐν ᾧ εὕρω σε, ἐν ἐκείνῳ καὶ κρινῶ σε.» Καὶ ποία λοιπὸν, εἰπέ μοι, χάρις, ἵνα ἑκατὸν φόνους ποι‐ ήσῃς καταφρονῶν τοῦ Θεοῦ, καὶ δύο ἡμέρας μόνον

28

.

617

(50)

τῶν κακῶν ἡσυχάσῃς; Ἐρώτ. λζʹ. Τίνος χάριν οἱ Χριστιανοὶ προσκυ‐ νοῦμεν κατὰ ἀνατολὰς, καὶ τί δήποτε οἱ Ἰου‐ δαῖοι κατὰ νότον; Ἀπόκ. Οὐ μία ὁμοία ἡ περὶ τούτου ἀπόδειξις καὶ
55ἀπόκρισις. Ἑτέρως γὰρ Ἰουδαίοις ἀπολογητέον, καὶ617

28

.

620

ἑτέρως Ἕλλησιν ἑρμηνευτέον· καὶ ἄλλως πάλιν περὶ τούτου Χριστιανοῖς σαφηνιστέον. Ἰουδαίοις μὲν οὖν εἴπομεν, ὅτι τούτου χάριν οἱ πιστοὶ προσκυνοῦμεν κατὰ ἀνατολὰς, τοῦ ἁγίου Πνεύματος νομοθετήσαντος
5ἡμῖν διὰ τοῦ προφήτου Δαβὶδ εἰπόντος· «Προσκυ‐ νήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες Κυ‐ ρίου.» Καὶ ἐὰν λέγῃ ὁ Ἰουδαῖος, ποῦ ἔστησαν οἱ πόδες τοῦ Κυρίου; ὁ προφήτης Ζαχαρίας διδάσκει αὐτοὺς λέγων· «Καὶ στήσονται οἱ πόδες Κυρίου εἰς
10τὸ ὄρος τῶν Ἐλαιῶν κατ’ ἀνατολὰς κατέναντι Ἱερου‐ σαλήμ.» Ὅθεν καὶ αὐτοὶ οἱ Ἰουδαῖοι ἐν Ἱερουσα‐ λὴμ προσευχόμενοι κατὰ ἀνατολὰς, προσεύχονται εἰς τὸ ὄρος τῶν Ἐλαιῶν. Καὶ αὕτη μὲν ἡ διὰ βραχέων πρὸς Ἰουδαίους ἀπολογία· πρὸς δὲ Ἕλληνας ἐκεῖνό
15φαμεν, ὅτι οὐχ ὡς ἐν ἀνατολαῖς περιγραφομένου τοῦ Θεοῦ κατὰ ἀνατολὰς προσκυνοῦμεν· ἀλλ’ ἐπειδὴ ὁ Θεὸς φῶς ἀληθινόν ἐστί τε καὶ ὀνομάζεται· τούτου χάριν πρὸς τὸ φῶς τὸ κτιστὸν ἀφορῶντες, οὐκ αὐτὸ, ἀλλὰ τὸν ποιητὴν αὐτοῦ προσκυνοῦμεν, ἐκ τοῦ λαμ‐
20προτέρου στοιχείου, τὸν πρὸ πάντων στοιχείων καὶ τῶν αἰώνων ὑπέρλαμπρον Θεὸν γεραίροντες. Οἱ δὲ πιστοὶ ἀκουέτωσαν καὶ μανθανέτωσαν, ὅτιπερ τού‐ του χάριν οἱ μακαριώτατοι ἀπόστολοι κατὰ ἀνα‐ τολὰς τὰς τῶν Χριστιανῶν ἐκκλησίας προσέχειν
25ἐποίησαν, ἵνα πρὸς τὸν παράδεισον ἀφορῶμεν· ὅθεν καὶ ἐξεπέσαμεν πρὸς τὴν ἀρχαίαν ἡμῶν πατρίδα καὶ χώραν, αἰτούμενοι τὸν Θεὸν καὶ Δεσπότην ἀποκατα‐ στῆσαι ἡμᾶς, ὅθεν ἐξωρίσθημεν. Εἰς νότον δὲ προσ‐ έχειν Ἰουδαίοις οἱ προφῆται ἐνομοθέτησαν διὰ τὸν ἐκ
30νότου τῆς Ἱερουσαλὴμ, ἤγουν ἐκ Βηθλεὲμ, μέλλοντα τίκτεσθαι Κύριον· διὸ καὶ ἔλεγε προφήτης· «Ὁ Θεὸς ἀπὸ Θαιμᾶν ἥξει,» τουτέστιν, «ἐκ νό‐ του.» Ἐρώτ. ληʹ. Τίνος χάριν τοῦ Χριστοῦ περιτμηθέν‐ τος, οὐ περιτεμνόμεθα καὶ ἡμεῖς, ὡς αὐτός;
35 Ἀπόκ. Ὁ μὲν Χριστὸς, Θεοῦ Υἱὸς ὢν, πληρῶσαι ἦλθε τὸν νόμον, ἵνα μὴ νομισθῇ ἀντίθεος εἶναι καὶ ἀντίδικος τοῦ Θεοῦ τοῦ δεδωκότος τὸν νόμον. Τοῦτο γὰρ ἄνω καὶ κάτω ἐνεκάλουν αὐτῷ οἱ Ἰουδαῖοι. Αὐ‐ τοῦ δὲ ὑπὲρ ἡμῶν πληρώσαντος τὰ ἐν νόμῳ, οὐκέτι
40λοιπὸν ἡμεῖς ἐσμεν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν. Διό φησι πρὸς ἡμᾶς διὰ Παύλου ὁ Χριστός· «Ὅτι, ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.» Ὥστε ἐντεῦθεν σαφῶς γινώσκομεν, ὅτι ἀλλότριοι τοῦ Χρι‐ στοῦ εἰσι πάντες οἱ περιτεμνόμενοι, εἴτε πιστοὶ,
45εἴτε ἄπιστοι, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, ὡς ἐν νό‐ μῳ Μωσαϊκῷ καυχώμενοι, καὶ οὐ τῷ Χριστῷ ἑπόμε‐
νοι. Ὥσπερ γὰρ ἅπαντες οἱ τὴν δι’ αἵματος καὶ619

28

.

621

ἀλόγων θυσίαν Θεῷ προσαγαγεῖν νομίζοντες, τὴν ἀναί‐ μακτον θυσίαν Χριστοῦ ἀνατρέπουσι καὶ βδελύσσον‐ ται· οὕτω πάντες οἱ τὴν σάρκα περιτεμνόμενοι τὴν πνευματικὴν περιτομὴν, ἤγουν τὸ ἅγιον βάπτισμα,
5λοιδοροῦσι καὶ ἀποστρέφονται· καὶ πάλιν ἄλλο ὅμοιον. Οὐκ ἐν τῷ νόμῳ ὁ Χριστὸς τὸν διάβολον κατ‐ ήργησε καὶ τοὺς δαίμονας, οὐδὲ ἐν αὐτῷ τὴν σωτη‐ ρίαν εἰργάσατο· ἀλλ’ ἐν τῷ σταυρῷ. Ὅθεν νόμον μὲν ὁρῶντες οἱ δαίμονες οὐ τρέμουσιν οὐδὲ φοβοῦνται·
10σταυρὸν δὲ πολλάκις ὁρῶντες τρέμουσι καὶ φεύγουσι καὶ καταργοῦνται καὶ διώκονται. Ἐρώτ. λθʹ. Τοῦ Θεοῦ διὰ τῶν προφητῶν ἐπιτρέ‐ ποντος, μὴ προσκυνεῖν χειροποίητα, διὰ τί προσκυ‐ νοῦμεν εἰκόνας καὶ σταυρὸν, ἔργα τεκτόνων ὑπάρ‐
15χοντα, καθὼς καὶ τὰ εἴδωλα τυγχάνουσιν; Ἀπόκ. Οὐχ ὡς θεοὺς προσκυνοῦμεν τὰς εἰκόνας οἱ πιστοί· μὴ γένοιτο! ὡς οἱ Ἕλληνες· ἀλλὰ μόνον τὴν σχέσιν καὶ τὴν ἀγάπην τῆς ψυχῆς ἡμῶν τῆς πρὸς τὸν χαρακτῆρα τῆς εἰκόνος ἐμφανίζομεν·
20ὅθεν πολλάκις τοῦ χαρακτῆρος λειανθέντος, ὡς ξύλον ἀργὸν λοιπὸν τήν ποτε εἰκόνα καίομεν. Καὶ ὥσπερ Ἰακὼβ μέλλων τελευτᾷν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τῷ Ἰωσὴφ προσεκύνησεν, οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτην κατέχοντα· οὕτω καὶ οἱ πιστοὶ οὐ δι’
25ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, εἰ μὴ διὰ πόθον ὧν ἐμφανίζομεν· τοῦτο ποιοῦντες, ὡς καὶ πατέρας καὶ φίλους ἀσπαζόμεθα· καθὼς καὶ οἱ Ἰου‐ δαῖοί ποτε τὰς τοῦ νόμου πλάκας, καὶ τὰ δύο χερου‐ βὶμ τὰ χρυσᾶ καὶ τὰ γλυπτὰ προσεκύνουν, οὐ τιμῶν‐
30τες τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα γενέσθαι Κύριον. Οἱ δὲ ἐξ ἀλαζονείας ἀποστρεφόμενοι προσκυνεῖν τὸν σταυρὸν καὶ τὰς εἰκόνας, λεγέτωσαν οἱ ἀνόητοι πῶς μῦρα πολ‐ λάκις ἔβλυσαν αἱ ἅγιαι εἰκόνες, δυνάμει Κυρίου; πῶς
35βέλος δεξαμένη ἄψυχος στήλη, ὡς ἐνσώματος φύ‐ σις αἷμα παραδόξως ἐξήγαγεν; πῶς ἐκ σωρῶν καὶ λειψάνων καὶ εἰκόνων πολλάκις δαίμονες βοῶντες ἀπελαύνονται; ἵνα δὲ τοὺς ἄφρονας ἐντρέψωμεν ἐπὶ πλεῖον, ἄκουσον λόγον ἐκ πατέρων ἡμῶν διηγηθέντα
40περὶ εἰκόνος. Ὅτι ἐν Ἱεροσολύμοις τινὶ τῶν ἀσκητῶν ἐπετίθετο καὶ διηνώχλει ὁ πονηρὸς δαίμων. Ἐν μιᾷ οὖν φαίνεται αὐτῷ αὐταῖς ὄψεσι τὸ πνεῦμα, λέ‐ γων, ὅτι, ἐὰν θέλῃς ἵνα μή σε πολεμῶ, μὴ προσκυνή‐ σῃς τὴν εἰκόνα ταύτην, καὶ ἀφίσταμαι ἀπὸ σοῦ. Ἦν
45δὲ ἡ εἰκὼν τῆς ἁγίας Θεοτόκου. Εἶτα τί φασι πρὸς ταῦτα οἱ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χα‐ ρακτῆρας τῶν ἁγίων, οὕσπερ δι’ ὑπόμνησιν καὶ μόνον ἐκτυποῦμεν, καὶ οὐ δι’ ἕτερον τρόπον; καὶ οὕ‐ τω μὲν περὶ εἰκόνων διὰ βραχέων λόγος. Τὸν δὲ

28

.

621

(50)

σταυρὸν πρόδηλον, ὅτι διὰ τὸν σταυρωθέντα ἐν αὐτῷ Χριστὸν προσκυνοῦμεν οἱ πιστοὶ καὶ ἀσπαζόμεθα.
53Ἐρώτ. μʹ. Οὐκοῦν, ἐπειδὴ καὶ εἰς ὄνον ὁ Χριστὸς621

28

.

624

ἐπεκάθισεν, ὀφείλομεν λοιπὸν καὶ τοὺς ὄνους ἀσπάζε‐ σθαι; Τοῦτο γὰρ πρὸς ἡμᾶς λέγουσιν οἱ Ἰου‐ δαίων καὶ Ἑλλήνων παῖδες. Ἀπόκ. Οὐκ ἐν τῷ ὄνῳ τὸν διάβολον ὁ Χριστὸς κατ‐
5ήργησε καὶ τοὺς δαίμονας, οὐδὲ ἐν αὐτῷ τὴν σωτη‐ ρίαν εἰργάσατο, ἀλλ’ ἐν τῷ σταυρῷ. Ὅθεν ὄνους μὲν ὁρῶντες οἱ δαίμονες οὐ τρέμουσιν, οὐδὲ φοβοῦνται· σταυρὸν δὲ πολλάκις ὁρῶντες τρέμουσι καὶ φρίττου‐ σι, καὶ καταργοῦνται καὶ διώκονται.
10 Ἐρώτ. μαʹ. Τίνος δὲ χάριν οἱ πιστοὶ ἅπαντες σταυ‐ ροὺς μὲν ἀντιτύπους τοῦ σταυροῦ τοῦ Χριστοῦ ποιοῦ‐ μεν, τῆς δὲ ἁγίας αὐτοῦ λόγχης, ἢ τοῦ καλάμου, ἢ τοῦ σπόγγου, ἀντίτυπα οὐ κατασκευάζομεν; Ἅγια γάρ εἰσι καὶ ταῦτα καθὰ καὶ ὁ σταυρός.
15 Ἀπόκ. Τὸν μὲν τοῦ σταυροῦ τύπον ἐκ δύο ξύλων συνάπτοντες προσκυνοῦμεν. Ἡνίκα δέ τις ἡμῖν τῶν ἀπίστων ἐγκαλέσειεν, ὡς ξύλον προσκυνοῦντας, δυ‐ νάμεθα τὰ δύο ξύλα χωρίσαντες, καὶ τὸν τύπον τοῦ σταυροῦ διαλύσαντες, ὡς ἀργὰ ταῦτα ἡγεῖσθαι ξύλα,
20καὶ τὸν ἄπιστον πεῖσαι, ὅτι οὐ τὸ ξύλον σεβό‐ μεθα, ἀλλὰ τὸν τοῦ σταυροῦ τύπον. Ἐπὶ δὲ λόγχης ἢ καλάμου, ἢ σπόγγου, τοῦτο ποιῆσαι ἢ δεῖξαι οὐ δυνάμεθα. Ἐρώτ. μβʹ. Πόθεν δῆλον, ὅτι κρεῖττον πάσης
25τῆς ὑπ’ οὐρανὸν πίστεως οἱ Χριστιανοὶ πιστεύομεν; Πᾶσα γὰρ πίστις εὐσεβεστέραν ἑαυτὴν εἶναι νομίζει τῶν λοιπῶν πίστεων. Ἀπόκ. Πολὺς ὁ περὶ τούτου λόγος, καὶ μακρὰ ἡ Χριστιανῶν πίστεως ἀπόδοσις. Ὅμως δὲ δύο τινὰ
30ὁρῶντες σημεῖα παρ’ ἡμῖν, τὴν ἡμῶν εὐσέβειαν καὶ τὴν τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀγάπην καὶ σκέπην ἐμφανί‐ ζοντα· πρῶτον μὲν, ὅτι οὐχ εὑρίσκομεν ἀπ’ ἀρχῆς αἰῶνος ἔθνος ὑπὸ πάντων ἐθνῶν πολεμηθὲν ἐπὶ χρό‐ νους τοσούτους καὶ μὴ ἐξαλειφθὲν, εἰ μὴ μόνον
35τὴν τοῦ Χριστοῦ πίστιν, ἥτις οὐκ ἂν ἔμεινεν ἀνεξά‐ λειπτος, οὕτως ὑπὸ πάντων τῶν ἐθνῶν πολεμηθεῖσα, εἰ μὴ χεὶρ Κυρίου διεφύλαττε καὶ φυλάττει αὐτὴν ἀνεξάλειπτον· δεύτερον δὲ, ὅτιπερ οὐδεὶς βασιλεὺς Χριστιανῶν βαρβάροις ποτὲ παρεδόθη εἰς θάνατον,
40καίτοι τοσούτων ἐθνῶν τὸ βασίλειον πολεμησάντων. Οὐ μόνον δὲ τὸν βασιλέα, ἀλλὰ οὐδὲ τὴν ἑαυτοῦ εἰκόνα ἐκ τοῦ νομίσματος καταργῆσαι σὺν τῷ σταυρῷ ἴσχυ‐ σαν, καίπερ τινῶν τυράννων τοῦτο δοκιμασάντων. Μὴ γὰρ ψιλόν τε καὶ εὐτελές σοι πρᾶγμα τοῦτο εἶναι
45νομισθῇ. Εἰ μὴ γὰρ ὑπὲρ πάσας τὰς πίστεις τὴν ἡμετέραν ὁ Θεὸς ἐξελέξατο καὶ ἠγάπησεν, οὐκ ἂν αὐτὴν ἀνὰ μέσον τῶν ἐθνῶν ὡς λύκων ὄντων ἐφύλατ‐ τεν ἀβλαβῆ τε καὶ ἄτρωτον. Πλὴν οὐδὲ ἔμελλε συγ‐ χωρεῖν ὁ Θεὸς πεπλανημένην πίστιν κατακυριεύειν

28

.

624

(50)

μετὰ τὴν σάρκωσιν τοῦ Υἱοῦ αὐτοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἐπὶ πάντα τὰ πέρατα τῆς γῆς. Ὅθεν καὶ αὐτὸ τοῦτο, τὸ ἐν πᾶσι τοῖς ἔθνεσι πιστευθῆναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, μαρτυρία ἐστὶν ἀψευδὴς, ὅτι οὐκ ἔστιν ἄλλη πίστις εὐσεβὴς ἐν
55τῇ ὑπ’ οὐρανόν.623

28

.

625

Ἐρώτ. μγʹ. Καὶ εἰ ταῦτα οὕτως ἔχει, πῶς ὁ Σατανᾶς οὐ διεῖλεν ἄλλην πίστιν ἐπὶ γῆς εἰς τοσαύ‐ τας αἱρέσεις, εἰ μὴ τὴν τῶν Χριστιανῶν; Ἀπόκ. Ὡς ἀντικειμένην αὐτῷ δηλονότι καὶ καταρ‐
5γοῦσαν αὐτόν. Ποία γὰρ, εἰπέ μοι, φροντὶς ἢ μέρι‐ μνα τῷ Σατανᾷ, Ἰουδαίους, ἢ Σαμαρείτας, ἢ Ἕλλη‐ νας πολεμῆσαι, ἢ μερίσαι εἰς αἱρέσεις καὶ πίστεις διαφόρους; Πᾶσαι γὰρ αὗται αὐτοῦ εἰσι, καὶ οὐδα‐ μῶς ὁ Σατανᾶς τὸ ἑαυτοῦ πολεμεῖ, ἀλλὰ τὰ τοῦ Θεοῦ.
10Ὥστε τῷ βουλομένῳ καὶ ἐντεῦθέν ἐστι μαθεῖν, ὅτι οὐκ ἔστιν ἑτέρα πίστις εὐσεβὴς ἐπὶ τῆς γῆς ἄλλη, εἰ μὴ μόνη ἡ εἰς Χριστόν. Ἐρώτ. μδʹ. Ποίῳ δὲ τρόπῳ πείσομεν τὸν ἰδιώτην καὶ βάρβαρον, ὅτι ὑπὲρ πάσας τὰς αἱρέσεις
15ἡ καθολικὴ Ἐκκλησία τὴν ὀρθὴν πίστιν ἔχει, καὶ οὐ σφάλλεται; Ἀπόκ. Οἱ μὴ δυνάμενοι Γραφῶν τε καὶ δογμάτων ἀκρίβειαν καὶ βάθος ἀκοῦσαι ἐντεῦθεν τὸ μόνον καὶ εὐσεβὲς τῆς καθολικῆς Χριστοῦ Ἐκκλησίας
20πιστωθῆναι ὀφείλουσι· λέγω δὴ ἐκ τοῦ πάντα τοὺς σωτηρίους καὶ τιμίους τῶν Χριστοῦ παθημάτων τό‐ πους τῇ καθολικῇ καὶ ὀρθοδόξῳ ἡμῶν πίστει καὶ Ἐκκλησίᾳ ὑπὸ Θεοῦ δωρηθῆναι καὶ πιστευθῆναι· λέγω δὴ τὴν Ναζαρὲθ, ἔνθα ὁ Χριστὸς ἐν ἡμῖν ἐσκή‐
25νωσε· τὴν Βηθλεὲμ, ἔνθα κατὰ σάρκα ἐτέχθη· τὴν Σιὼν, ἔνθα τὴν σωτηρίαν τῷ κόσμῳ εἰργάσατο· τὸν Ἰορδάνην, ἔνθα τὸν Ἀδὰμ ἀνεκαίνισε· τὸ Θαβὼρ, ἔνθα τὴν τῶν οὐρανῶν βασιλείαν προετύπωσε· τὸ τῶν Ἐλαιῶν ὄρος, ὅθεν πρὸς τὸν Πατέρα ἐν οὐρα‐
30νοῖς ἀφ’ ἡμῶν ἀνελήλυθεν. Οὕσπερ ἅπαντας τοὺς αὐτοῦ ἁγίους καὶ σεβασμίους τόπους οὐκ εἰκῆ οὐδὲ μάτην τῇ καθολικῇ Ἐκκλησίᾳ ἐνεπίστευσεν· ἀλλ’ ὡς εὐσεβεστέρᾳ δηλονότι καὶ τιμιωτέρᾳ πάντων ἐπὶ τῶν ἁγίων παρὰ Χριστιανοῖς ὀνομαζομένων πί‐
35στεων καὶ ἐκκλησιῶν. Καὶ ὥσπερ βασιλεὺς τοὺς τι‐ μίους αὐτοῦ τοῦ παλατίου κοιτῶνας καὶ θησαυροὺς τοῖς πιστοτέροις πάντων τῶν ὑπουργῶν αὐτοῦ ἐγχει‐ ρίζει τε καὶ πιστεύει· οὕτω καὶ ὁ Χριστὸς ἀπ’ ἀρ‐ χῆς τῆς παρουσίας αὐτοῦ τῇ καθολικῇ Ἐκκλησίᾳ
40τοὺς σεβασμίους αὐτοῦ τόπους ἐπίστευσεν. Εἰ δὲ λέ‐ γει ὁ δι’ ἐναντίας, ὅτι βασιλικῇ τυραννίδι τού‐ τους κατέχομεν, μανθανέτω ὁ τοιοῦτος, ὅτιπερ, καὶ βαρβάρων πολλάκις τὴν Παλαιστίνην παραλαβόντων, οὐ συνεχώρησε Χριστὸς τοὺς ἑαυτοῦ τόπους αἱρετι‐
45κοῖς παραδοθῆναι. Ἀλλὰ, κἂν πρὸς βραχὺ τοῦτο ἐπεχείρησαν, συντόμως πάλιν ἡ καθολικὴ Ἐκκλησία τούτους ἀπεδίωξεν, ὡς χοίρους τῶν ἁγίων Χριστοῦ τοῦ Θεοῦ ἡμῶν αὐλῶν καὶ τόπων. Ἐρώτ. μεʹ. Ποῦ ἐπέτρεψεν ὁ Θεὸς τοῖς ἀποστό‐ λοις Χριστιανοὺς ὀνομάζειν τοὺς πιστεύοντας τῷ

28

.

625

(50)

Χριστῷ; Ἀπόκ. Ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀκούο‐
μεν, ὅτι ἐν Ἀντιοχείᾳ γέγονε πρῶτος χρηματι‐625

28

.

628

σμὸς ἤγουν ἀποκάλυψις Θεοῦ, τοῖς ἀποστόλοις ἐπιτρέπουσα καλεῖσθαι ἡμᾶς Χριστιανούς. Διὸ ἀκρι‐ βῶς γινωσκέτω ὁ τῷ Χριστῷ προσελθεῖν βουλόμενος, ὅτι πᾶσα πίστις ἐπὶ γῆς εἰς ὄνομα ἀνθρώπου ὀνομα‐
5ζομένη· λέγω δὴ ἀπὸ Σίμωνος Σιμωνιανοὶ, καὶ ἀπὸ Μαρκίωνος Μαρκιωνιταὶ, καὶ ἀπὸ Ἀρείου Ἀρεια‐ νοὶ, καὶ δι’ Εὐνόμιον Εὐνομιανοί· αὗται πᾶσαι καὶ αἱ λοιπαὶ, αἵ εἰσιν ἀνθρώπων ὀνόματα, καὶ δι’ αὐτοὺς οὕτως ὀνομαζόμεναι πίστεις, οὐκ εἰσὶ τοῦ Θεοῦ, οὐδὲ
10ὁ Θεὸς ἐν αὐταῖς. Εἰ γὰρ τοῦ Θεοῦ εἰσι, τίνος χάριν ἀνθρώπων ὀνόμασιν ὀνομάζονταί τε καὶ σεμνύνονται; Καύχημα τοίνυν ἡμῖν ἐστι καυχημάτων ἡ καθολικὴ Ἐκκλησία, καὶ τὸ κηρύττεσθαι καὶ ὀνομάζεσθαι Χριστιανοὶ, ὡς μὴ παρὰ ἀνθρώπου ὀνομασθέντες,
15ἀλλ’ ὑπὸ τοῦ Θεοῦ φωτισθέντες. Ἐρώτ. μϛʹ. Τίς πρὸ πάντων ὠνόμασε Θεὸν τὸν Θεὸν ἐπὶ γῆς; Ἀπόκ. Πρόδηλον, ὅτι ὁ διάβολος, ὅτε πρὸς τὴν Εὔαν ἔλεγε· «Τί ὅτι εἶπεν ὑμῖν ὁ Θεὸς, ἀπὸ παν‐
20τὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν,» καὶ μὴ θαυμάσῃς τοῦτο· ἄγγελος γὰρ ὤν ποτε ὁ διάβολος, εἶχε γνῶσιν ὑπὲρ τὸν ἄνθρωπον τότε Ἐρώτ. μζʹ. Ποῦ θέλομεν λέγειν, ὅτι ἔστιν ὁ παρά‐ δεισος; Οἱ μὲν γάρ φασιν, ὅτι ἐν Ἱερουσαλὴμ, οἱ δὲ
25ἐν οὐρανοῖς. Ἀπόκ. Οὐδὲ εἷς τῶν δύο ἀληθής. Καὶ ὅτι μὲν οὐκ ἐν Ἱερουσαλήμ ἐστιν ὁ παράδεισος μαρτυ‐ ρεῖ ὁ Ἀδὰμ ὁ ἐν τῷ Κρανίῳ κείμενος. Εὔδηλον δὲ, ὅτι οὐκ ἐν τῷ παραδείσῳ ἐτάφη, ἀλλ’ ἐξεβλήθη, Ὅτι
30δὲ οὐκ (ἐν) οὐρανοῖς ἐστιν ὁ παράδεισος μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· «Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.» Διδάσκει οὖν ἡμᾶς, ὅτι ἐξ ἀνατολῶν πάσης τῆς γῆς ἐστιν ὁ παράδεισος. Ὅθεν φασὶν ἱστορικοί τινες ἀκριβεῖς παῖδες, ὅτι τού‐
35του χάριν πάντα τὰ εὐώδη τῶν ἀρωμάτων περὶ τὰ ἀνατολικώτερα, ἤγουν τὰ Ἰνδικὰ μέρη, ὑπάρχουσιν ὡς πλησιόχωρα τυγχάνοντα τοῦ παραδείσου. Καὶ ὥσπερ φοίνικες ἄρσενες τοὺς πλησιάζοντας φοίνικας θηλυκοὺς τῇ πνοῇ τῶν ἀνέμων συμβιβάζοντες, καρ‐
40ποφόρους ποιοῦσιν· οὕτω δὴ καὶ ἐκ τοῦ παρα‐ δείσου τῇ τῶν ἀνέμων πνοῇ εὐωδία ἐξερχομένη τὰ πλησιώτερα τῶν ἐκεῖσε τόπων δένδρα ἀρωματίζειν ποιεῖ. Ἐρώτ. μηʹ. Φθαρτὸν μέν φαμεν τὸν παράδεισον,
45ἢ ἄφθαρτον; Ἀπόκ. Οὔτε φθαρτὸν αὐτὸν λέγομεν κατὰ τὴν τῶν παρ’ ἡμῶν φυτῶν τε καὶ καρπῶν σῆψιν καὶ σκωλή‐ κων ποιότητα· οὔτε μὴν πάντη πάλιν ἄφθαρτον κατὰ τὴν τοῦ μέλλοντος αἰῶνος ἀφθαρσίαν, καὶ οὐ

28

.

628

(50)

γινομένην παλαίωσιν. Ἀλλὰ πρὸς μὲν τοὺς παρ’ ἡμῖν καρπούς τε καὶ παραδείσους πάσης φθορᾶς
ἐστιν ὑψηλότερος· πρὸς δὲ τὴν δόξαν τῶν μελλόντων627

28

.

629

ἀγαθῶν, ὧν ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, πάνυ ἐλαχύς ἐστι καὶ πιστεύεται. Ἐρώτ. μθʹ. Πόσον χρόνον ἐν παραδείσῳ ἐποίη‐ σεν ὁ Ἀδάμ;
5 Ἀπόκ. Ἀμφιβαλλόμενον τοῖς πατράσιν ἠρώτησας πρόβλημα. Οἱ μὲν γάρ φασιν ἑξαμηνιαῖον χρόνον, οἱ δὲ πλείονα· ἄλλοι δὲ τοσαύτας ὥρας καὶ μόνον, ὅσας ὁ Κύριος ἐν τῷ ξύλῳ τοῦ σταυροῦ πεποίηκεν, ὅπερ οἶμαι ἀληθέστερον εἶναι· ἕτεροι δὲ ἐννέα καὶ
10μόνον ὥρας ποιῆσαι. Ἐρώτ. νʹ. Τί δὲ ἦν ἄρα τὸ ξύλον, ἐξ οὗ τὸν καρπὸν ἔφαγεν ὁ Ἀδάμ; Ἀπόκ. Οὐδὲ ἐν τούτῳ συμφώνως εἰρήκασιν οἱ Πατέρες· καὶ δικαίως. Ὅπερ γὰρ ἡ θεία Γραφὴ
15ἑκουσίως ἀπέκρυψεν, οὐδεὶς κατὰ ἀκρίβειαν εἰπεῖν ἴσχυσεν. Ὅθεν οἱ μὲν σῦκον εἶναί φασι τὸν καρπὸν, ἄλλοι δὲ τὴν τῆς Εὔας θεωρίαν. Δοκεῖ δέ τισι μηδα‐ μῶς βεβρωκέναι τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ. Ἴσως δὲ ὁ πρῶτος ἀληθέστερος ὑπάρχει, ὁ τοῦ σύκου,
20διὰ τὸ τοῖς φύλλοις αὐτοῦ εἰς σκέπην χρήσασθαι τοὺς προπάτορας, καὶ διὰ τὸ τὴν συκῆν ὕστερον ὑπὸ Χρι‐ στοῦ καταραθεῖσαν. (Ὁ δὲ ἐν ἁγίοις Ἰσίδωρος ὁ Πηλουσιώτης ἐν τῇ πεντηκοστῇ αὐτοῦ πρώτῃ ἐπιστο‐ λῇ φησιν, ὅτι σῦκον ἦν, ἐξ οὗ οἱ προπάτορες ἔφαγον
25καρπόν· καὶ ὅτι ἀπὸ ἀρχαίων γερόντων ἐγνώσθη αὐτῷ τοῦτο.) Ἐρώτ. ναʹ. Καὶ εἰ μὴ παρέβη ὁ Ἀδὰμ, πῶς ἔμελλεν γενέσθαι ὁ βίος τῶν ἀνθρώπων καὶ τὸ πλῆ‐ θος;
30 Ἀπόκ. Ἠδύνατο ὁ λόγῳ συστησάμενος τὸ πλῆθος τῶν ἀγγέλων, τιμίῳ τινὶ καὶ καθαρῷ τρόπῳ συστή‐ σασθαι πλῆθος γένους ἀνθρώπων. Τινὲς δέ φασιν, ὅτι, τοῦ Θεοῦ ἄρσεν καὶ θῆλυ ποιήσαντος, εὔδηλον, ὅτι διὰ σπερμογονίας ἐβουλήθη ὁ Θεὸς τὸ γένος τῶν
35ἀνθρώπων συστήσασθαι. Ὅμως δὲ οὐκ ἠβούλετο διὰ παρακοῆς, ἀλλὰ μετὰ τιμῆς γενέσθαι τοῦτο. Ἐρώτ. νβʹ. Διὰ τί δὲ τῇ ἑβδόμῃ ἡμέρᾳ ὁ Θεὸς τὴν κτίσιν ἐτέλεσεν; Ἀπόκ. Ἐν τῷ ἀριθμῷ τὴν δεκάδα εὑρίσκομεν
40πλήρωμα παντὸς ἀριθμοῦ. Ἐὰν γὰρ εἰς τὴν δεκάδα καταλάβῃς, πάλιν εὐθέως εἰς τὴν μονάδα ὑποστρέ‐ φεις. Ἑπτὰ οὖν καὶ τρεῖς ἐστιν ὁ πληρέστατος ἀριθμός. Καὶ τούτου χάριν αἱ ἑπτά εἰσι τῆς κτίσεως· ἡ δὲ ἁγία Τριὰς ἄκτιστος.
45 Ἐρώτ. νγʹ. Πολλή τις παρὰ τῶν πολλῶν καθέστηκε ζήτησις, τίνα δεῖ προτάττεσθαι, λέγω δὴ τὴν ἡμέραν πρὸ τῆς νυκτὸς, ἢ τὴν νύκτα πρὸ τῆς ἡμέρας; Ἐὰν γὰρ εἴπωμεν τὴν ἡμέραν προτερεύειν, εὑρίσκεται λοιπὸν ὁ Χριστὸς ἐν σαββάτῳ ἀναστάς. Ἡ γὰρ νὺξ

28

.

629

(50)

ἐκείνη τοῦ σαββάτου ἦν, κατὰ τὸν λόγον Μωσέως τοῦ συγγραφέως τῆς κοσμοποιίας. Ἀπόκ. Κατὰ μὲν τὸν σκοπὸν καὶ λόγον τὸν λέγον‐ τα, ὅτι εἶπεν ὁ Θεὸς πρὸ πάντων, «Γενηθήτω φῶς,»
πρόδηλον, ὅτι ἡ ἡμέρα προτερεύει τῆς νυκτός.629

28

.

632

Τὸ γὰρ σκότος ἐκεῖνο τὸ ἐπάνω τῆς ἀβύσσου οὔπω ἦν ὀνομασθὲν νὺξ, οὔτε ὑπὸ σελήνης καὶ ἀστέρων, καὶ δώδεκα ὡρῶν μετρούμενον. Ἀναμφιβόλως οὖν τὸ φῶς προτερεύει τοῦ σκότους. Ὅμως ἵνα μὴ εὕρωσι πρὸς
5ἡμᾶς λέγειν Ἰουδαίων παῖδες, ὅτι ἐν σαββάτῳ ἀνέστη ὁ Χριστὸς, τούτου χάριν προαπεφίμωσεν αὐτοὺς ὁ Θεὸς, νομοθετήσας καὶ αὐτοῖς ἀφ’ ἑσπέρας ἄρχεσθαι τῆς ἡμέρας τοῦ σαββάτου Ἐρώτ. νδʹ. Τί οὖν τούτου χάριν καὶ ἡμῖν ὁ Θεὸς
10προσέταξεν ἀφ’ ἑσπέρας τοῦ σαββάτου ἀπάρχεσθαι τῆς Κυριακῆς Ἀπόκ. Οὐ τούτου χάριν· ἀλλ’ ἐπειδὴ ὁ Θεὸς τὰ ἔθνη ἐκ τοῦ σκότους τῆς ἀγνωσίας, καὶ τῆς σκιᾶς τοῦ νόμου εἰς τὸ φῶς τῆς θεογνωσίας καὶ τοῦ Εὐαγγε‐
15λίου ἐκάλεσε. Πρεπόντως ἄρα ἡμῖν τὴν ἀναστάσιμον αὐτοῦ ἡμέραν ἀφ’ ἑσπέρας ἄρχεσθαι καὶ εἰς φῶς τε‐ λειοῦσθαι προσέταξεν. Ἀπρεπὲς γὰρ ἦν καὶ ἀνάρμο‐ στον ἀπὸ φωτὸς ἄρχεσθαι, καὶ εἰς νύκτα, καὶ εἰς σκό‐ τος καταλήγειν τὰς Χριστοῦ τοῦ ἀληθινοῦ φωτὸς
20ἡμέρας. Ἐρώτ. νεʹ. Τίνος χάριν τῇ εἰκάδι πέμπτῃ τοῦ λε‐ γομένου παρὰ Ῥωμαίων Μαρτίου μηνὸς ὁ Χριστὸς ἐν τῇ μήτρᾳ τῆς Παρθένου ἐπὶ γῆς ἐσκήνωσεν; Ἀπόκ. Ἐπειδὴ ἐν αὐτῇ τῇ ἡμέρᾳ ἀπ’ ἀρχῆς ὁ Θεὸς
25τὸν Ἀδὰμ ἔπλασεν. Ὅθεν καὶ τῷ μηνὶ ἐκείνῳ πάντα τὰ δένδρα, καὶ αἱ βοτάναι, καὶ τὰ ζῶα εἰς καρποφο‐ ρίαν καὶ τεκνογονίαν κινοῦνται, ὡς τῷ καιρῷ ἐκείνῳ ὑπὸ Θεοῦ γενόμενα. Ἐρώτ. νϛʹ. Ὁποῖοι ἦσαν οἱ δερμάτινοι χιτῶ‐
30νες, οὓς ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ πεποίηκεν; Ἀπόκ. Οἱ μέν φασιν ἐκ φύλλων δένδρων· οἱ δὲ πάλιν τὴν σάρκα ἡμῶν τούτους τοὺς χιτῶνας εἶναι εἰρήκασιν· ἔδοξε δὲ ἑτέροις, τοῖς καὶ ἀληθεστέροις, ἐν ἀληθείᾳ χιτῶνας δερματίνους εἶναι τοὺς τῶν προ‐
35πατόρων χιτῶνας Ἐρώτ. νζʹ. Τινὸς οὔπω τότε ἀποθανόντος, πό‐ θεν ἔμαθεν ὁ Κάϊν φονεῦσαι τὸν Ἄβελ; Ἀπόκ. Ὁ διάβολος αὐτῷ κατ’ ὄναρ ὑπέδειξε, ποίῳ τρόπῳ θανατῶσαι τὸν ἀδελφόν.
40 Ἐρώτ. νηʹ. Τίνες ἦσαν οἱ υἱοὶ τοῦ Θεοῦ, οἱ ἰδόντες καὶ λαβόντες τὰς θυγατέρας τῶν ἀνθρώπων; Ἀπόκ. Οἱ υἱοὶ τοῦ Σήθ. Ἐπεὶ ἡ ἀσώματος φύσις οὔτε σωμάτων ἐρᾷ, οὔτε γυναιξὶ συμπλέκεται. Ἐρώτ. νθʹ. Διὰ τί ἐν βάτω ὤφθη Θεὸς τῷ Μωσῇ,
45καὶ οὐκ ἐν ἑτέρῳ φυτῷ; Ἀπόκ. Οἱ μέν φασιν, ἵνα μὴ δυνηθῶσιν Ἑβραίων παῖδες εἴδωλον ποιῆσαι ἐκ τοῦ ξύλου αὐτῆς· ἄλλοις δὲ δοκεῖ, ὅτι προδιαγράφων ὁ Θεὸς, ὅτι μέλ‐ λει ἐν τῇ ἐξακανθησάσῃ ἡμῶν σαρκοῦσθαι φύσει,

28

.

632

(50)

τούτου χάριν ἐν τῷ τοιούτῳ φυτῷ ὤφθη τῷ Μωσῇ.631

28

.

633

Ἐρώτ. ξʹ. Διὰ τί ἐν γνόφῳ ὁ Θεὸς τὸν νόμον δέ‐ δωκεν; Ἀπόκ. Ἐπειδὴ σκοτεινῶς καὶ συγκεκαλυμμέ‐ νως ἐν αὐτῷ ἐκέκρυπτο τῆς οἰκονομίας Χριστοῦ
5τοῦ Θεοῦ ἡμῶν τὸ μυστήριον. Ἐρώτ. ξαʹ. Τίνος χάριν αἱ δύο πλάκες αἱ πρῶ‐ ται συνετρίβησαν; Ἀπόκ. Σημαίνοντος τοῦ Θεοῦ τὴν τοῦ προτέρου νό‐ μου παλαίωσιν καὶ διάβασιν.
10 Ἐρώτ. ξβʹ. Ἀσωμάτου καὶ ἀσχηματίστου ὄντος τοῦ Θεοῦ, ποῖα ὀπίσθια εἶδε Μωσῆς;
13 Ἀπόκ. Προαιώνιον καὶ ἐμπρόσθιον πάντων τῶν κτισμάτων πιστεύομεν εἶναι τὸν τῶν ὅλων Θεὸν
15ἄκτιστον. Ὅθεν πρόδηλον, ὅτι τὰ ὀπίσω Θεοῦ τὰ κτί‐ σματά εἰσι, καὶ οἱ λόγοι αὐτῶν, οὓς ἰδὼν ἐξέθετο τό· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Ἐρώτ. ξγʹ. Τίς πρῶτος προετύπωσεν ἐν τῇ Παλαιᾷ τοὺς δύο λαοὺς, λέγω δὴ τὸν ἐξ Ἰουδαίων καὶ ἐξ
20ἐθνῶν; Ἀπόκ. Εὔδηλον, ὅτι ἡ Ῥεβέκκα ἡ γυνὴ τοῦ Ἰσαὰκ, διδύμους γεννήσασα τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ. Πλὴν αἱ δύο πλάκες τοῦ νόμου τῶν δύο λαῶν ὑπῆρχον σύμ‐ βολον.
25 Ἐρώτ. ξδʹ. Τίς ἐν τῇ Παλαιᾷ προετύπωσε πρῶτος τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ; Ἀπόκ. Ὁ Ἰακὼβ, εὐλογῶν τοὺς δύο υἱοὺς τοῦ Ἰω‐ σὴφ, ἐναλλάξας τὰς ἑαυτοῦ χεῖρας. Ἐρώτ. ξεʹ. Τίνα λέγουσιν ἐν τῇ Παλαιᾷ ἐν νεκροῖς
30τρίτον λογισθῆναι; Ἀπόκ. Πρόδηλον, ὅτι τὸν Ἰωνᾶν. Ὡς γὰρ ἀρ‐ χαῖος φέρεται λόγος, οὗτος ἦν ὁ υἱὸς τῆς χήρας, ὃν ἤγειρεν Ἠλίας ὁ προφήτης ἐκ νεκρῶν· πάλιν τε ἐν τῷ κήτει παρὰ ἀνθρώποις ἀπέθανε· καὶ τρίτον τὴν
35τελευταίαν αὐτοῦ κοίμησιν. Ἐρώτ. ξϛʹ. Ποῦ ἐστιν ἡ Θαρσὶς ὅπου, Ἰωνᾶς ἔφυγεν; Ἀπόκ. Ἡ Θαρσὶς πόλις ἐστὶ χώρας τῆς Ἰνδικῆς, ὡς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν μανθάνομεν.
40 Ἐρώτ. ξζʹ. Ἆρα μέχρι καὶ νῦν ἐπάγονται ἁμαρ‐ τίαι πατέρων ἐπὶ τέκνα περὶ τρίτην καὶ τετάρτην γε‐ νεάν;
Ἀπόκ. Διὰ μὲν Μωσέως τοῦτο εἶπεν ὁ Θεός· διὰ633

28

.

636

δὲ Ἱερεμίου τοῦ προφήτου πάλιν εἴρηκεν, ὅτι οὐκ ἔσται τοῦ λοιποῦ οὕτως· ἀλλ’ ὅστις φάγῃ τοὺς ὄμφα‐ κας, αὐτοῦ οἱ ὀδόντες ὠμοδιάσουσιν. Ἀκούομεν δὲ πάλιν τοῦ Χριστοῦ πρὸς Ἰουδαίους λέγοντος, ὅτι,
5Ἀμὴν λέγω ὑμῖν, ἐπελεύσονται αἱ ἀνομίαι τῶν πατέρων ὑμῶν ἐφ’ ὑμᾶς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ὅθεν στοχάζεσθαι χρὴ, ὅτι
10ἐπὶ μὲν τῶν ἀπίστων ἐπάγονται ἁμαρτίαι πα‐ τέρων ἀσεβῶν ἐπὶ υἱοὺς πονηρούς· οὐ γὰρ ἀγαθούς· ἐπὶ δὲ τῶν πιστῶν τὸ ἅγιον βάπτισμα καθαρίζει ἡμᾶς ἀπὸ πάσης προπατορικῆς ἁμαρτίας. Ἐρώτ. ξηʹ. Τινές φασι πολλάκις τελευτᾷν νήπια
15διὰ γονέων ἁμαρτίας· ἆρα οὕτως ἐστίν; Ἀπόκ. Μὴ γένοιτο εἶναι τοῦτο οὕτως! Ἐρώτ. ξθʹ. Τίνος χάριν νήπια τελευτῶσιν· ἕτεροι δὲ ὑπεργηρῶσι; καὶ πόθεν τινὲς μὲν δικαιοπραγοῦν‐ τες γίνονται ὀλιγόβιοι· τινὲς δὲ κακοπραγοῦντες
20πολυχρόνιοι τελευτῶσιν· ἄλλοι δὲ ἀγαθοὶ γίνονται ἄτε‐ κνοι καὶ πένητες· ἕτεροι δὲ ἀσεβεῖς εὐτεκνοῦσί τε καὶ εὐπραγοῦσιν; Ἀπόκ. Πολὺς ὁ περὶ τούτων τῶν τοῦ Θεοῦ κριμά‐ των λόγος καὶ ἀκατάληπτος. Ὅμως ὡς ἐκ τῶν ἁγίων
25Γραφῶν καταλαμβανόμεθα, λέγομεν, ὅτιπερ τὰ τῶν πιστῶν νήπια οὐκ ἐξ ἁμαρτιῶν, ἀλλὰ πολλάκις πρὸς σωφρονισμὸν τῶν γονέων τελευτῶσι· δύο ἀγαθὰ τοῦ Θεοῦ ἐν τούτῳ πραγματευομένου, ἓν μὲν, ὅπως, κα‐ θαρὰ ἀπελθόντα, σωτηρίας ἐκεῖ ἐντύχωσιν· ἴσως γὰρ
30ὅτι πάνυ πονηρὸν βίον ζῆσαι μέλλοντα, οἰκονομικῶς ὁ Θεὸς προήρπασεν αὐτά· δεύτερον δὲ, ὅπως καὶ οἱ τού‐ των γονεῖς σωφρονέστεροι γίνωνται· ἴσως δὲ ἵνα τὰ τοῖς τέκνοις μέλλοντα κατὰ διαθήκας δοθῆναι χρήματα εἰς πτωχοὺς λοιπὸν δαπανηθῶσι. Πάντως
35δὲ καὶ κατὰ ἄλλο κρῖμα ἡμῖν ὑπάρχον ἄδηλον. Καὶ οὕτω μὲν περὶ πιστῶν νηπίων λόγος. Εὐπραγοῦσι δὲ καὶ εὐθυνοῦσι καὶ εὐτεκνοῦσιν ἄνδρες πονηροὶ, ἴσως τινὰ μικρὰ ἀγαθὰ ἔργα ποιήσαντες, καὶ ἐνταῦθα τὸν μισθὸν αὐτῶν ἀπολαμβάνοντες, ὡς ὁ πλούσιος ἐκεῖνος
40ὁ ἀκούσας· «Μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου·» τουτέστιν, ἐπληρώθης τὸν μισθὸν τῶν ἀγαθῶν ἔργων, ὧν ἔπραξας. Δυσπραγοῦσι δὲ εὐ‐ λαβεῖς καὶ ὅσιοι ἐνταῦθα, ὅπως, διὰ τῆς θλίψεως κα‐ θαρισθέντες, ὡς ὁ Λάζαρος τῶν ἰδίων ἁμαρτιῶν, ἐκεῖ
45λοιπὸν τελείως σὺν αὐτῷ παρακληθῶσιν. Εἰ γὰρ ὃν ἀγαπᾷ Κύριος παιδεύει, τί λοιπὸν θορυβεῖς, ὁρῶν ἁγίους ἐν δυσπραγίᾳ, ἀσεβεῖς δὲ ἐν εὐπραγίᾳ ὑπάρ‐ χοντας, καὶ ὡς χοίρους εἰς σφαγὴν τῷ αἰωνίῳ πυρὶ σιτιζομένους καὶ ἑτοιμαζομένους; λοιπὸν οὖν μὴ θο‐

28

.

636

(50)

ρυβοῦ· οὐ γὰρ μέχρι τῶν ἐνταῦθα ἵσταται τὰ ἡμέτερα, ἀλλὰ δεῖ πάντως τοὺς σωζομένους διὰ πολ‐ λῶν θλίψεων εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρα‐
νῶν. Σκοπὸς γὰρ οὗτός ἐστι τῷ Θεῷ, τὸ πάντας ἀν‐635

28

.

637

θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διόπερ καὶ τοῖς μὲν ἁμαρτωλοῖς πολλάκις μακρο‐ χρονίαν χαρίζεται, ἀφορμὴν αὐτοῖς διδοὺς πρὸς μετάνοιαν· ὅπως κἂν ὡς οἱ περὶ τὴν ἑνδεκάτην ἐν
5βάθει γήρως ἐπιστρέψωσι· τοὺς δὲ δικαίους πολλάκις ὀλιγοχρονίους ἁρπάζει· ἵνα μὴ, ὥς φησιν ὁ Σολομὼν, ἡ κακία ἀλλάξῃ σύνεσιν αὐτῶν, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτῶν, τελειωθέντες ἐν ὀλίγῳ ἐπλήρωσαν χρό‐ νους μακρούς. Ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτῶν.
11 Ἐρώτ. οʹ. Τί οὖν; Οὐδεὶς τῶν ἐν τῷδε τῷ βίῳ ταλαιπωρησάντων εἰσέρχεται ἐκεῖ εἰς τὴν γέενναν, οὔτε μὴν πάλιν τις τῶν εὐημερησάντων ὧδε εἰσέρ‐ χεται ἐκεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν;
15 Ἀπόκ. Ναί. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἥμαρτον μεγάλα, καὶ ἐπαιδεύθησαν ὧδε μικρὰ, καὶ ὑπόκειν‐ ται πάντως ἐκεῖ τιμωρηθῆναι, ὡς ἐπὶ τῶν ἐν Σοδό‐ μοις εὑρίσκομεν· οἱ δὲ πάλιν προσήγαγον τῷ Θεῷ καμάτους πολλοὺς, μετέσχον δὲ ἐνταῦθα εὐημερίας
20μικρᾶς, καὶ ἀπόκειται αὐτοῖς λοιπὸν ἡ βασιλεία τῶν οὐρανῶν, ὡς οἱ περὶ Ἀβραὰμ καὶ Νῶε, καὶ Μελχισεδέκ· ἄλλοι ἥμαρτον πολλὰ, καὶ ἔπαθον οὐδὲν ἐνθάδε πονηρὸν, ὡς ὁ πλούσιος ὁ κατὰ τὸν Λάζαρον, καὶ ὑπόκεινται ἐκεῖ τῇ πάντων χαλεπωτέρᾳ κολάσει·
25ἕτεροι δὲ ἐξῆλθον διὰ Θεὸν ἐν ὅλῳ τῷ χρόνῳ ἐν μη‐ λωταῖς καὶ αἰγείοις δέρμασι, πάσης ἀπολαύσεως ἐπιγείου ἀποταξάμενοι, οἳ καὶ μειζόνων παρὰ Θεοῦ δωρεῶν ὑπὲρ πάντας ἀξιοῦνται· ἄλλοι δὲ ἥμαρτον τῷ Θεῷ μερικῶς, καὶ ἐπαιδεύθησαν ἀξίως ὑπὲρ
30ὧν ἥμαρτον, καὶ ἐλυτρώθησαν ἐκεῖ τῆς αἰωνίου κο‐ λάσεως, ὡς ὁ πτωχὸς Λάζαρος. Ὥστε διὰ τῶν εἰρη‐ μένων ἐμάθομεν, ὅτι οἱ μὲν τῶν ἀνθρώπων κἀκεῖ καὶ ὧδε κολάζονται· οἱ δὲ ὧδε καὶ μόνον· ἄλλοι δὲ ὧδε μὲν οὐδαμῶς, ἐκεῖ δὲ ὀδυνηρῶς. Ὥσπερ καὶ τὸ
35ἐναντίον· ὅτι οἱ μὲν καὶ ἐνταῦθα καὶ ἐκεῖ ἀπο‐ λαύουσιν· οἱ δὲ ἐνταῦθα μὲν οὐδαμῶς, ἀλλ’ ἐκεῖ. Ἴσως δέ τινες καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἀπο‐ πίπτουσιν· ὧδε μὲν δι’ ἀνθρωπαρέσκειαν κακοπα‐ θήσαντες, καὶ διὰ τοῦτο τῶν ἐκεῖ ἀγαθῶν ἐκπεσόν‐
40τες. Δεῖ τοίνυν πάντας τοὺς εὐσεβεῖς συμπαθεῖς ἐπίστασθαι ἀκριβῶς, ὅτιπερ οὐ μόνον ὑπὲρ ὧν ἔπραξαν ὑπόκεινται συμπάθειαν εἰς τοὺς δεομένους ἐπιδείξασθαι, ἀλλὰ καὶ ὑπὲρ πάντων ὧν αὐτοῖς ὁ Θεὸς ἐδωρήσατο ἀγαθῶν. Οὐ γὰρ δεῖ μετρεῖν τὰ δι‐
45δόμενα, ἀλλὰ τὰ ὑπὸ τοῦ Θεοῦ ἡμῖν χαριζόμενα· μήπως καὶ ὑπὲρ αὐτῶν τῶν τοῦ Θεοῦ δωρεῶν κρί‐ ματι φοβερῷ ὑποπέσωμεν. Πολλάκις γὰρ καὶ ἀναξίοις καὶ ἁμαρτωλοῖς ὁ Θεὸς πλοῦτον χαρίζεται, ἵνα δι’ αὐτοῦ ἐν ἐλεημοσύναις τὰς ἑαυτῶν ἁμαρτίας

28

.

637

(50)

ἀποπλύνωσι, καὶ ἐξαλείψωσιν. Ἐλεημοσύναις γὰρ, φησὶν ἡ θεία Γραφὴ, ἀποκαθαίρονται ἁμαρτίαι. Ἐρώτ. οαʹ. Τί θέλομεν λέγειν περὶ τῶν ἐξαίφνης τελευτώντων, ἢ κρημνιζομένων, ἢ ὑπὸ ἄλλων τοιού‐
των θανάτων τέλει τοῦ βίου χρωμένων,637

28

.

640

Ἀπόκ. Ὅτι μὲν ἄδηλα τὰ τοιαῦτα καὶ Θεῷ μόνῳ γνωστὰ, οὐ δεῖ ἀμφιβάλλειν. Ὅμως τοῦ Κυρίου λέ‐ γοντος· «Τί γὰρ οἱ δέκα καὶ ὀκτὼ, ἐφ’ οὓς ὁ πύρ‐ γος τοῦ Σιλωὰμ ἔπεσεν, ἁμαρτωλότεροι ἦσαν παρὰ
5πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλήμ; Οὐχὶ, λέγω ὑμῖν·» μανθάνομεν, ὅτι οὐ πάντες ὅσοι ἀσε‐ βεῖς ἢ ἄδικοι τυγχάνουσι, πικρῷ θανάτῳ τελευτῶν‐ τες ἀποθνήσκουσι. Καὶ γὰρ οἱ παῖδες τοῦ Ἰὼβ, δί‐ καιοι ὄντες, ἐλεεινὸν ὑπέμειναν θάνατον. Οὐκοῦν δύο
10ταῦτα ἡμᾶς ἐπὶ τούτων χρὴ στοχάζεσθαι· ὅτι οἱ μὲν εὐλαβεῖς, πικρὸν ἀποθνήσκοντες θάνατον, μι‐ κρόν τι ἐλάττωμα ἐκέκτηντο, καὶ τούτῳ ἐλυτρώθησαν ἐκ τῆς τοιαύτης πονηρᾶς τελευτῆς, ἵνα μειζόνων ἀληθῶς τιμῶν ἀξιωθῶσι. Λοιπὸν δὲ ὅπως καὶ ἡμεῖς
15ὁρῶντες σωφρονισθῶμεν κατὰ τὸν εἰρημένον λόγον· «Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς, καὶ ἁμαρ‐ τωλὸς ποῦ φανεῖται;» Ὡσαύτως δὲ καὶ οἱ ἁμαρ‐ τωλοὶ, τοιούτοις θανάτοις ἀποθνήσκοντες, πάντως ἐν τούτῳ μερικοῦ ἐλέους τυγχάνουσιν. Ἅμα δὲ
20πάλιν καὶ οἱ ὁρῶντες ὠφέλειάν τινα κομίζονται, βλέ‐ ποντες ἄφνω ἁρπαζόμενον, ὡς οὐκ οἶδε, τὸν ἄνθρω‐ πον. Εἰ δὲ καὶ νήπια οὕτω θανατοῦται, μὴ θαμβη‐ θῇς. Αὐτὰ μὲν γὰρ ἐκ τούτου οὐδὲν ἐβλάβησαν, οὔτε δι’ οἰκείαν ἁμαρτίαν τοῦτο πεπόνθασιν· ἀλλ’ ὅπως
25καὶ οἱ αὐτῶν γονεῖς σωφρονέστεροι, ἢ καὶ εὐσε‐ βέστεροι γίνωνται· ἐννοούμενοι, ὅτιπερ διὰ τὰς αὐ‐ τῶν ἀνομίας οὕτω τὰ αὐτῶν τέθνηκε νήπια. Ὅμως ἐπὶ πᾶσι τούτοις δεῖ ἐννοεῖν τὴν τοῦ Κυρίου φωνὴν τὴν λέγουσαν· ὅτι «Δύο στρουθία ἀσσαρίου
30πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς·» καὶ ὅτι ἡμῶν τῶν πιστῶν καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι ὑπάρχουσιν. Ἐρώτ. οβʹ. Πολλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ τοῦ Κυρίου λόγος καθέστηκεν, ὅν φησι· «Πᾶσα
35ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώ‐ ποις·» καὶ, «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.»
40 Ἀπόκ. Διὰ τοῦτο παραινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστο‐ λος λέγων, ὅτι «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα ζωοποιεῖ.» Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέσμους βλασ‐ φημίας ἐμπίπτομεν· οἷόν ἐστι καὶ τὸ προκεί‐
45μενον ἡμῖν νῦν τοῦ Κυρίου λόγιον, ὅπερ, ἐὰν κατὰ ξηροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθε‐ μίτους ἐννοίας περιπίπτομεν, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρίσκομεν. Ἐὰν γὰρ «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται

28

.

640

(50)

αὐτῷ,» πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν· «Ὁ ἀπαρνούμενός με ἔμπροσθεν ἀνθρώπων, ἀπαρνήσομαι αὐτὸν ἔμ‐
προσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ;» καὶ πάλιν, ἐὰν639

28

.

641

πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀν‐ θρώποις, πῶς καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώ‐ σομεν; πῶς ὁ λέγων τῷ ἀδελφῷ αὐτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός, πῶς ὁ ἀπόστολος
5Παῦλός φησι· «Μὴ πλανᾶσθε, οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μαλακοὶ, οὔτε μέθυσοι, οὔτε λοίδοροι, βασιλείαν Θεοῦ κληρονομήσουσι;» Καὶ εἰ ταῦτα οὕ‐ τως ἔχει, πῶς λοιπὸν, εἰπέ μοι, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις; Καὶ ἐὰν πάλιν
10τοῦτο ἀληθὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως εἶναι καὶ συγχώρησιν πάσης ἁμαρτίας γενέσθαι, καὶ τοῖς δαί‐ μοσι καὶ τοῖς ἀνθρώποις παρὰ Θεοῦ; Πάλιν δὲ καὶ ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχει
15συγχώρησιν διὰ μετανοίας, τί μέμφεται ἡ Ἐκκλησία Ναύατον ἀποβαλλόμενον τὴν μετάνοιαν; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατάληπτον ἐκεῖνό ἐστιν· ὅτι ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον
20καὶ τὸν Πατέρα. Καὶ τί λοιπὸν ἀποβαλλόμεθα τοὺς μυσαροὺς Ἀρειανοὺς, τοὺς σμικρύνοντας, καὶ καταβι‐ βάζοντας τὸν Υἱὸν παρὰ τὸ Πνεῦμα; Πῶς οὖν ὁ Υἱὸς λέγει· ὅτι, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα;» Καὶ
25πάλιν νῦν φησιν, ὅτι «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ;» Ἆρα οὖν, εἰπέ μοι, συνεχωρήθη ἡ εἰς τὸν Υἱὸν βλασφημία Ἀρειανοῖς, καὶ Σιμωνιανοῖς, καὶ Φωτεινιανοῖς, καὶ Σαβελλια‐ νοῖς, καὶ τοῖς λοιποῖς πᾶσι τοῖς εἰς τὴν τοῦ Υἱοῦ
30σάρκωσιν βλασφημήσασιν; Ἄπαγε τῆς ἀτοπίας! εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι, γέενναν γεέννης βληθήσεται ὁ λέγων τῷ Θεῷ αὐτοῦ· Κτιστὲ, καὶ οὐχὶ, Υἱὲ τοῦ Θεοῦ, ἀλλὰ
35δοῦλε, καὶ ὑπουργὲ, καὶ μικρέ; Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, οὐκ ἔχει ζωὴν αἰώνιον; πῶς δὲ δύναταί τις ἀτιμάζων τὸν Υἱὸν, τιμᾷν τὸ Πνεῦμα τὸ
40ἅγιον; ὁ γὰρ ἀτιμάζων τὸν Υἱὸν δῆλον ὅτι ἀπαρνεῖται τὸ βάπτισμα· ὁ δὲ τὸ βάπτισμα ἀπαρ‐ νούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θερμὴν ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν
45τοῦ ἡλίου ἡ ὕβρις ἀνατρέχει· οὕτω καὶ ἐπὶ τοῦ τρισ‐ ηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ φωστῆρος ἡ τῆς μιᾶς ὑποστάσεως ἀτιμία παντὸς τοῦ πλη‐ ρώματος τῆς θεότητός ἐστι βλασφημία. Τί οὖν ἐστι τὸ ὑπὸ τοῦ Κυρίου πρὸς Ἰουδαίους λεγόμενον, ὅτι

28

.

641

(50)

πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀν‐ θρώποις, καὶ ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ,
ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύμα‐641

28

.

644

τος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι; Νουνεχῶς ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. Διττὸν εἶναι τὸν Χριστὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότητος καὶ ἐξ
5ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί· «Ὁ» γὰρ «Λόγος σὰρξ ἐγένετο.» Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομάζει, καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν, ὅτι Πνεῦμα ὁ Θεός· τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώπου
10πάλιν· καθὼς καὶ ἀλλαχοῦ περὶ τῆς ἰδίας αὐτοῦ σαρ‐ κός φησι· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Οἱ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες καὶ βλασφημοῦντες Ἰουδαῖοι διττὴν πρὸς τὸν Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο· οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ
15τοῦ ἀνθρώπου, προσκόπτοντες προφήτην αὐτὸν, ἀλλ’ οὐ Θεὸν εἶναι νομίζοντες, οἷς καὶ συγγνώμην ἔδωκεν. Ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὔπω ἐχώρει ὁ κόσμος Θεὸν πιστεύειν φαινόμενον ἄνθρω‐ πον. Διὸ καί φησιν ὁ Χριστὸς, ὅτι Ὃς δ’ ἂν εἴπῃ λό‐
20γον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἤγουν τοῦ σώματος, ἀφεθήσεται αὐτῷ. Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οἱ μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ
25μετὰ τὴν ἀνάστασιν οἱ μὲν ἰδόντες αὐτὸν προσεκύνη‐ σαν, οἱ δὲ ἐδίστασαν, ἀλλ’ οὐκ ἐκ τούτου κατεκρίθη‐ σαν· οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἤγουν εἰς τὴν τοῦ Χριστοῦ θεότητα, βλασφημοῦντες καὶ λέγοντες, ὅτι «Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμόνων ἐκβάλλει
30τὰ δαιμόνια,» τούτοις, φησὶν, «Οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι οὐδὲ ἐν τῷ μέλλοντι.» Πλὴν σημειώσασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστὸς τῷ βλασφημήσαντι καὶ μετανοήσαντι, οὐκ ἀφεθήσεται, ἀλλὰ τῷ βλασφημοῦντι, ἤγουν τῷ ἐν τῇ βλασφημίᾳ
35ἐπιμένοντι. Ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώ‐ ρητος παρὰ Θεῶ ἐν τοῖς ὁσίως καὶ κατ’ ἀξίαν μετα‐ νοοῦσιν. Ἐρώτησις ογʹ. Τί οὖν; ἔχει ἄφεσιν διὰ μετανοίας ὁ τὸν Χριστὸν ἀρνούμενος, καὶ βλασφημῶν εἰς τὸ
40Πνεῦμα τὸ ἅγιον; Ἀπόκρισις. Τρία βαπτίσματα καθαρτικὰ πάσης οἵας δήποτε ἁμαρτίας ὁ Θεὸς τῇ φύσει τῶν ἀνθρώπων ἐδωρήσατο· λέγω δὲ τὸ ὕδατος, καὶ πάλιν τὸ διὰ μαρ‐ τυρίου τοῦ ἰδίου αἵματος, καὶ τρίτον τὸ διὰ δα‐
45κρύων, εἰς ὅπερ καὶ ἡ πόρνη ἐκαθαρίσθη. Πλὴν δὲ καὶ αὐτὸς ὁ κορυφαῖος τῶν ἁγίων ἀποστόλων Πέτρος μετὰ τὴν ἄρνησιν, κλαύσας προσεδέχθη καὶ ἐσώθη. Ἐὰν δὲ ἡ τοῦ Χριστοῦ ἄρνησις ἔχει συγχώρησιν, ἡ δὲ τοῦ ἁγίου Πνεύματος οὐκ ἔχει· εὑρίσκεται λοιπὸν

28

.

644

(50)

ὁ Υἱὸς ἐλάττων τοῦ ἁγίου Πνεύματος. Ἄκουσον δὲ καὶ γραφικῆς μαρτυρίας, καὶ πείσθητι μὴ εἶναι τὴν οἵαν δήποτε ἁμαρτίαν νικῶσαν τὴν τοῦ Θεοῦ φιλαν‐ θρωπίαν. Λέγει οὖν ὁ Θεὸς διὰ τοῦ προφήτου Ἰεζε‐
κιὴλ οὕτως· «Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι, ἐάν τις643

28

.

645

ποιήσῃ ἄνθρωπος πάσας τὰς ἁμαρτίας, καὶ εὕρω δὲ αὐτὸν ἐν δικαιοσύνῃ, οὐ μὴ μνησθῶ πασῶν τῶν ἀνο‐ μιῶν αὐτοῦ.» «Εὕρω» δὲ αὐτὸν, δῆλον ὅτι τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ. Δεῖ γὰρ εἰδέναι, ὅτι ὁμοίως τοῦ
5βαπτίσματος ἡ τῶν δακρύων πηγὴ καθαρίζει τὸν ἄν‐ θρωπον· διόπερ πολλοὶ, διὰ πταισμάτων μολύναντες τὸ ἅγιον βάπτισμα, διὰ δακρύων ἐκαθαρίσθησαν καὶ δίκαιοι ἀπεδείχθησαν. Ἐρώτ. οδʹ. Ποία ἁμαρτία ποιεῖ τὴν προσευχὴν τοῦ
10ἀνθρώπου ἀπρόσδεκτον παρὰ Θεῷ; Ἀπόκ. Ἡ μνησικακία, κατὰ τὸν λόγον τοῦ Κυ‐ ρίου τὸν λέγοντα· «Ὅτι ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελ‐ φός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου
15ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου·» ὡς τῆς μνησικακίας δῆλον ὅτι ποι‐ ούσης ἀπρόσδεκτον τὸ δῶρον τῆς προσευχῆς. Ἐρώτ. οεʹ. Ποία ἁμαρτία οὐ δύναται μετανοῆσαι
20τῷ Θεῷ; Ἀπόκ. Δῆλον, ὅτι ἡ ἀπόγνωσις, ὑφ’ ἧς κρατηθεὶς Ἰούδας ἀπήγξατο. Ἐρώτ. οϛʹ. Ποία ἁμαρτία ἐστὶ βαρυτέρα πάντων τῶν πταισμάτων;
25 Ἀπόκ. Ἐὰν, ὥς φησιν ὁ Ἀπόστολος, μεῖζον πάν‐ των τῶν ἀγαθῶν ἡ ἀγάπη, πρόδηλον, ὅτι μεῖζον πάν‐ των τῶν κακῶν ἡ μισαδελφία, καὶ ἡ ἀσπλαγχνία, καὶ ἡ ἀνελεημοσύνη. Ἐρώτ. οζʹ. Ποία τῶν ἐντολῶν συγχωρεῖ τῷ ἀνθρώ‐
30πῳ πάσας τὰς ἁμαρτίας; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος· «Μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε·» καὶ πάλιν· «Ἄφες ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν·» πρόδηλον, ὅτι καὶ τὸ μὴ κρίνειν τὸν πλησίον συγχωρεῖ τὰς
35ἁμαρτίας· ὡσαύτως καὶ τὸ μὴ μνησικακῆσαι ἀν‐ θρώπῳ. «Ἄφετε» γὰρ, φησὶ, «καὶ ἀφεθήσεται ὑμῖν.»
39Ἐρώτ. οηʹ. Ἐάν τις ποιήσῃ βαρύτατον ἁμάρτημα,
40καὶ μετανοήσῃ, πόθεν ὀφείλει μαθεῖν εἰ συνεχωρήθη αὐτῷ ἀπὸ τοῦ Θεοῦ, ἢ οὔ; Ἀπόκ. Τοῦτο μὲν ὀλίγοις τῶν ἀνθρώπων ἐπὶ γῆς κατάδηλον γίνεται. Ὅμως ὥσπερ δεσπότης καὶ δοῦ‐ λος, οὕτως ὑπάρχει τὸ συνειδὸς τοῦ ἀνθρώπου καὶ ὁ
45Θεός. Ὥσπερ οὖν ὁ δοῦλος ὁ πταίσας ἐπιγινώσκει ἐκ τῶν σχημάτων καὶ τῶν ῥημάτων τοῦ δεσπότου αὐ‐ τοῦ, ὅτι οὐκ ἔστι πρὸς αὐτὸν εὐμενὴς, ὡς ἦν πρὸ τοῦ πταίσματος· οὕτω καὶ ὁ ἄνθρωπος ἁμαρτάνων ἀπολ‐ λύει τὴν παῤῥησίαν, ἣν εἶχε τὸ συνειδὸς αὐτοῦ πρὸς

28

.

645

(50)

τὸν Θεὸν ἐν τῇ εὐχῇ αὐτοῦ. Μετανοοῦντος οὖν τοῦ ἀνθρώπου κατ’ ἀξίαν, πάλιν χαρίζεται αὐτῷ ὁ Θεὸς τὴν παῤῥησίαν, ἣν εἶχε πρὸς αὐτὸν πρὸ τοῦ πταί‐ σματος· καὶ ἐντεῦθεν δὲ γινώσκει ὁ ἄνθρωπος, ὅτι
συνεχώρησεν αὐτῷ ὁ Θεὸς τὸ ἁμάρτημα.645

28

.

648

Ἐρώτ. οθʹ. Ἐάν τις, ποιήσας ἁμαρτίαν μεγάλην, εἶτα καταγνῷ ἑαυτοῦ, καὶ ἄρξηται μετανοεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἀποθάνῃ, τί χρὴ νομίζειν ἐπ’ αὐτοῦ;
5 Ἀπόκ. Ἐὰν, ἀρξάμενος τῆς μετανοίας, συνέστειλε τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν πονηρῶν βουλευμάτων, καὶ διέθετο πρὸς τὸν Θεὸν συνταγὰς, ὅτι οὐκ ἔτι παρ‐ έρχεται διὰ τῶν προτέρων αὐτοῦ ἁμαρτιῶν, ὧν ἔπραξε, καὶ ἐπὶ τὴν αὔριον τελευτήσῃ· ἐδέξατο ὁ
10Θεὸς τὴν μετάνοιαν αὐτοῦ, ὡς καὶ τοῦ λῃστοῦ. Τὸ μὲν γὰρ ἄρξασθαι τῆς μετανοίας ἐν τῷ ἀνθρώπῳ ἐστί· τὸ δὲ ζῆσαι ἢ τελευτῆσαι ἐν τῷ Θεῷ ἐστι. Πολλοὺς γὰρ ἀρξαμένους μετανοεῖν εὐθέως ἁρπάζει ὁ Θεὸς ὡς ἀγαθὸς πρός τι συμφέρον, προγινώσκων,
15ὅτι, ἂν πολυχρονήσωσι, πάλιν πεσεῖν καὶ ἀπολέσθαι ἔμελλον. Ἐρώτ. πʹ. Πῶς τινες ἐκ ψιλῆς καὶ μόνης προφά‐ σεως ποταμοὺς σχεδὸν δακρύων καταφέρουσιν· ἕτε‐ ροι δὲ, ἐὰν μυρίαις συμφοραῖς καὶ θλίψεσι περιπέσω‐
20σιν, ἢ καὶ ἄλλους περιπεσόντας θεάσωνται, οὐδαμῶς δακρῦσαι δύνανται; Ἀπόκ. Εἰσὶ μὲν καὶ κράσεις τοιαῦται ψυχῶν καὶ σωμάτων, ἐκ φύσεως τὸ δάκρυον ἔχουσαι καὶ μὴ ἔχουσαι. Οἱ μὲν γὰρ, θερμῆς καὶ ἁπαλῆς ἕξεως ὄν‐
25τες, εὐθέως δακρύουσι συμπαθῶς, οἷόν τι καὶ ἐπὶ πασῶν τῶν γυναικῶν ὁρῶμεν γενόμενον· οἱ δὲ πάλιν καὶ ἐξ ἀγρίας γνώμης καὶ ξηροτάτης φύσεως, καὶ ὑπερηφάνου καρδίας, δακρῦσαι οὐ δύνανται. Ταῦτα μέν φαμεν ἐπὶ τῶν ἐν μέσῳ τοῦ κόσμου διαγόντων.
30Οἱ γὰρ τὸν μονήρη βίον μετερχόμενοι πολλάκις καὶ ἐκ θείας χάριτος τὸ δῶρον τῶν δακρύων κομίζονται. Πλὴν πολλή τις ἐν τοῖς δακρύοις διαφορὰ καθέστηκε. Τινὲς γὰρ πολλάκις καὶ ἀπὸ μέθης οἴνου δακρύουσι· τινὲς δὲ καὶ δόξαν ἀνθρώπων θηρώμενοι. Διόπερ
35ἐκεῖνο ἀγαθὸν καθέστηκε δάκρυον, τὸ κρυπτῶς Θεῷ προσαγόμενον, ὥσπερ καὶ ἐπὶ τῆς ἐλεημοσύνης παρ‐ αγγελλόμεθα. Ἐρώτ. παʹ. Ἐάν τις ὑπὸ πτωχῶν αἰτούμενος ἐν ὁδῷ, καὶ ἑτέρων πολλῶν ἀνδρῶν παρόντων, τί χρὴ
40ποιεῖν; Ἢ οὐ δυνατὸν καὶ τὴν ἐλεημοσύνην ποιεῖν; Ἀπόκ. Τὸν λογισμὸν τοῦ ἀνθρώπου κρίνει ὁ Θεός. Ἐὰν οὖν ἐνώπιον μυριάδων διὰ Θεὸν, καὶ οὐ δι’ ἀνθρωπαρέσκειαν ποιήσει τὸ ἀγαθὸν, οὐ κατακέκρι‐ ται.
45 Ἐρώτησις πβʹ. Πόθεν ποτὲ μὲν ἀγαθὴ γίνεται ἡ ψυχὴ πρὸς συμπάθειαν, ποτὲ δὲ πάλιν σκληρὰ καὶ ἄσπλαγχνος; Ἀπόκ. Μόνην ἄτρεπτον καὶ ἀεὶ ὡσαύτως μένου‐ σαν τὴν θείαν φύσιν γινώσκομεν. Ἐπεὶ καὶ ἐξ ἀγγέ‐

28

.

648

(50)

λων τινὲς ἐτράπησαν. Διὸ οὕτω χρὴ λοιπὸν ἐπὶ τῆς τρεπτῆς φύσεως τῶν ἀνθρώπων νοεῖν· ὅτι ποτὲ μὲν ἀγαθύνεται, ὡς κατ’ εἰκόνα Θεοῦ ὑπάρχουσα· ποτὲ δὲ σκληρύνεται, ὡς πολεμουμένη ὑπὸ τοῦ ἐχθροῦ, καὶ προσκειμένη τοῖς τοῦ βίου πάθεσι. Πλὴν
55ἐὰν ὁ ἄνθρωπος ἑαυτὸν πρὸς τὴν συμπάθειαν βιάζε‐
ται, τοῦ πάντως ποιῆσαι τὸ ἀγαθὸν, προκόπτει λοι‐647

28

.

649

πὸν τῇ ἀγαθῇ συνηθείᾳ, εἰς τὸ πάντοτε προθύμως διδόναι.
4Ἐρώτ. πγʹ. Τοῦ Ἀποστόλου λέγοντος· «Μὴ ἐκ λύ‐
5πης, ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός·» οὐ χρὴ λοιπὸν βιάζεσθαι τὸν λογισμὸν ἑαυ‐ τοῦ τὸν ἄνθρωπον, καὶ ποιῆσαι ἐλεημοσύνην; Ἀπόκ. Τῶν τελείων ἐστὶ τὸ πάντοτε ἱλαρῶς ποιεῖν τὸ ἀγαθόν· καὶ οἱ βιαζόμενοι δὲ ἑαυτοὺς εἰς τὴν
10τοῦ πτωχοῦ ἐντολὴν εὐπρόσδεκτοί εἰσι παρὰ Θεῷ τῷ εἰπόντι· «Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἐρώτ. πδʹ. Ἐάν τις περὶ τῶν ἑαυτοῦ ἁμαρτιῶν μετανοήσῃ, πρόδηλον ὅτι ἐξαλείφει τὰς ἁμαρτίας
15αὐτοῦ· ἆρα λοιπὸν καὶ ἐάν τις ποιήσας εὐποιίαν με‐ ταμεληθῇ, ἐξαλείφει τὸν μισθὸν ὃν ἐποίησε διὰ τῆς μεταμελείας; Ἀπόκ. Μὴ γένοιτο! ὥσπερ γὰρ ἐπὶ τῆς μετα‐ νοίας τῶν ἁμαρτιῶν ὁ Θεός ἐστιν ὁ ταύτης πρόξενος,
20οὕτως ἐπὶ τῆς μετανοίας τῆς περὶ τὴν ἐλεημοσύνην ὁ διάβολός ἐστι ποιητὴς αὐτῆς, καὶ οὐχ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Διὸ οὐδὲ ἀναλύεται ὁ γινόμενος μισθός. Ὅμως οὐ καλὸν τὸ μεταγινώσκειν ἐπ’ ἀγαθῷ γινο‐ μένῳ. Ὁ γὰρ συνεχῶς μεταμελούμενος ὀκνηρότερος
25εἰς τὸ ἀγαθὸν γίνεται, Ἐρώτ. πεʹ. Τινές φασιν, ὅτι οὐ δεῖ ἀνεξέταστον παρέχειν ἐλεημοσύνην, ἀλλ’ ἐρωτᾷν μετὰ ἀκριβείας, εἰ ἐν ἀληθείᾳ ἐνδεής ἐστιν ὁ ἡμῖν προσερχόμενος. Λέγει γὰρ, φησὶν ὁ Σολομὼν, ὅτι, «Ἐὰν ποιῇς ἀγα‐
30θὸν, βλέπε τίνι ποιεῖς.» Ἀπόκρ. Οὕτω καὶ τὰς λοιπὰς Γραφὰς οἱ κακῶς νοοῦντες διαστρέφουσιν· οὐ γὰρ περὶ τοῦ ἀνθρώπου τοῦ πτωχοῦ τοῦτο εἶπεν ὁ Σολομών· ἀλλὰ «βλέπε, τίνι ποιεῖς,» τουτέστιν, ὅτι τῷ Θεῷ ποιεῖς. Εἰ γὰρ
35πρὸ τοῦ ἀνακρίνειν τοὺς αἰτοῦντας τοῦτό φησι, πῶς ὁ Κύριος λέγει· «Παντὶ τῷ αἰτοῦντί σε δίδου;» Ἐρώτ. πϛʹ. Ἆρα δὲ τὸ ἐν ἐκκλησίαις προσφέρειν ὑπάρχει παρὰ Θεῷ τιμιώτερον, ἢ τὸ τοῖς δεομένοις διανέμειν;
40 Ἀπόκ. Τὸ εἰπεῖν τὸν Κύριον τοῖς ἐκ δεξιῶν ὅτι «Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με,» ἔδειξε προτιμοτέραν εἶναι τὴν εἰς τοὺς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ κτισθέντας ναοὺς συμπάθειαν. Πλὴν πολλάκις, ἐν καιρῷ διωγμοῦ μέλ‐
45λοντος ναοῦ Θεοῦ ἀπόλλυσθαι, ἀναγκαία καὶ ἡ ἐν τούτῳ συμπάθεια. Καὶ πάλιν, τινῶν διὰ Χριστοῦ πίστιν βασανιζομένων, τιμιωτέρα πάντων ἡ τούτων ἀνάῤῥυσις.
51 Ἐρώτ. πζʹ. Ἐάν τις πιστὸς παρὰ ἀπίστῳ χρήματα πιστευθεὶς τούτων παράψηται, ἆρα εὐσύγνωστον παρὰ Θεῷ τοῦτο καθέστηκεν; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος, «Ἀπόδοτε τὰ Καί‐
55σαρος Καίσαρι,» δῆλον ὅτι, Ἕλληνος τοῦ τότε Καί‐ σαρος ὄντος, μανθάνομεν, ὅτι οὐκ ἐπαινετὸν τὸ παρ‐
άψασθαι. Ὅμως, ἐὰν εἰς πένητας τὰ τοιαῦτα ἀνα‐649

28

.

652

λωθῶσι χρήματα, δύνανται αἱ τῶν πενήτων εὐχαὶ τῷ Θεῷ ἐξευμενίσασθαι τὸν εἰπόντα· «Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας.» Εἰ δὲ εἰς ἡδο‐ νάς τινας βιωτικὰς δαπανηθῶσιν, εὔδηλον ὅτι
5δυσὶ κρίμασιν οἱ τοῦτο ποιοῦντες ὑποπίπτουσι, λέγω δὴ ἡδονῆς καὶ κλοπῆς. Ἐρώτ. πηʹ. Ἰσχύει ἐλεημοσύνη πᾶσαν ἁμαρτίαν ἀνθρώπου ἐξαλεῖψαι, ἢ οὔ, Ἀπόκρ. Ἔστιν ἁμαρτία καὶ ἁμαρτία· καὶ ἔστιν
10ἐλεημοσύνη καὶ ἐλεημοσύνη. Οἷόν τι λέγω· ἐὰν μνη‐ σικακίαν ἔχωμεν πρὸς τὸν πλησίον, πρόδηλον ὅτι μυρίαι ἐλεημοσύναι οὐ συγχωροῦσιν ἡμῖν, ἐὰν μὴ ἀφίωμεν καὶ ἡμεῖς τῷ ἀδελφῷ ἡμῶν τὰ ὀφειλήματα αὐτοῦ, κατὰ τὸν τοῦ Κυρίου λόγον. Πάλιν τε ἄλλο
15ἐστὶ, παυσάμενόν τινα πορνείας, ποιεῖν ἐλεημοσύνην, καὶ ἕτερόν ἐστι τῷ ἱσταμένῳ ἐν τῇ ἁμαρτίᾳ οὕτω παρέχειν τοῖς πένησι. Καὶ ἄλλος πάλιν ὁ μισθὸς τοῦ γεωπόνου, ἐξ ἰδίου ἱδρῶτος ποιοῦντος συμπάθειαν, καὶ ἕτερος ὁ τοῦ ἄρχοντος τοῦ ἀπὸ δώρων καὶ προσ‐
20όδων παρέχοντος. Πρὸς τούτοις ἄλλος ὁ ἐκ τοῦ ὑστε‐ ρήματος διδοὺς, καὶ ἄλλος ὁ ἐκ τοῦ περισσεύματος· καὶ ἕτερος ὁ χειροχρήστης, ὁ τὰ ἀλλότρια πιστευό‐ μενος ἐπὶ τὸ διαδοῦναι τοῖς πένησιν. Οὐ μόνον δὲ τοῦτο, ἀλλ’ ὅτι ὁ μὲν ἐν μέσῳ τοῦ κόσμου ὑπάρχων
25μηδὲν ἄλλο δυνάμενος Θεῷ ὑπὲρ τῶν ἑαυτοῦ πται‐ σμάτων προσαγαγεῖν, καθαίρεται δι’ ἐλεημοσύνης. Ὁ δὲ τὸν μονήρη βίον μετερχόμενος ἀπαιτεῖται μει‐ ζοτέραν τινὰ πολιτείαν ἐνδείξασθαι. Ὅμως εἰ τὸν Ναβουχοδονόσορ τὸν τοιοῦτον ἀσεβῆ ἴσχυσεν ἡ ἐλεη‐
30μοσύνη δικαιῶσαι, μεγάλα ὡς ἀληθῶς καὶ δυσίατα ἁμαρτήματα δι’ ἐλεημοσύνης ἐξαλείφονται. Ἀκού‐ σωμεν γὰρ τοῦ ἁγίου Δανιὴλ πρὸς αὐτὸν λέγοντος· «Βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας σου
35ἐν οἰκτιρμοῖς πενήτων.» Καὶ πάλιν ἡ θεία Γραφή· «Ἐλεημοσύνη καλύψει ἁμαρτίας μεγάλας.» Καὶ πάλιν· «Ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος·» τουτέστι τῆς κρίσεως (πονηρὰ γὰρ ὑπάρχει τοῖς ἁμαρτωλοῖς), λέγω
40δὴ τῆς αἰωνίου κολάσεως. Ἐρώτ. πθʹ. Ἐτόλμησάν τινες μακαρίσαι τοὺς τε‐ λείους ἐλεήμονας ὑπὲρ τοὺς ποιοῦντας σημεῖα.
44Ἀπόκ. Οὐκ ἀφ’ ἑαυτῶν τὴν τοιαύτην ψῆφον εἰρή‐
45κασιν, ἀλλὰ πάντως τοῦ Σωτῆρος εἰπόντος ἀκούσαν‐ τες, ὅτι «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε,» οὐχ ἵνα σημεῖα ποιεῖτε, ἀλλ’ «ἵνα ἀγαπᾶτε ἀλλήλους.» Εὔδηλον δὲ ὅτι τὸ γνώρισμα τῆς ἀληθοῦς ἀγάπης ἡ ἐλεημοσύνη ἐστί. Καὶ γὰρ

28

.

652

(50)

στήσας ἐκ δεξιῶν ὁ Χριστὸς τοὺς δικαίους, οὐκ εἶπε· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονο‐ μήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν,» ὅτι ση‐ μεῖα καὶ τέρατα ἐποιήσατε, οὐδὲ ἄλλο τι ἀγαθὸν ἐποιήσατε· ἀλλ’ ὅτι «ἐπείνασα, καὶ ἐδώκατέ μοι φα‐
55γεῖν,» καὶ τὰ ἑξῆς. Ὡσαύτως δὲ καὶ τοὺς ἐξ εὐωνύ‐651

28

.

653

μων ἐκπέμπων εἰς τὸ σκότος τὸ αἰώνιον, τὴν ἀνελεη‐ μοσύνην καὶ τὴν ἀσπλαγχνίαν αὐτῶν ἐνεκάλεσε. Καὶ γὰρ τὸ ποιῆσαι σημεῖα τῆς τοῦ Θεοῦ καὶ μόνης ἐστὶ δυνάμεως· τὸ δὲ ἀγάπην καὶ συμπάθειαν εἰς τὸν πλη‐
5σίον ἐνδείξασθαι, πρόδηλον ὅτι καὶ τῆς τοῦ ἀνθρώ‐ που ἐστὶ προαιρέσεως. Ἄκουσον δὲ καὶ τρανωτέρας περὶ τῶν τὰ σημεῖα ποιούντων καὶ ἐλεημοσύνας μαρ‐ τυρίας καὶ ψήφου· «Ἐὰν,» φησὶν ὁ Παῦλος, «ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, καὶ
10ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν· κἂν παραδῶ τὸ σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.» Καὶ πάλιν Κύριός φησι· «Γίνεσθε» οὐχὶ σημειοφόροι, ἀλλ’ «οἰκτίρμονες,» καὶ ἀγαθοὶ, «ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐ‐ ρανοῖς.»
15 Ἐρώτ. ϟʹ. Πόσον μέρος τῶν ἑαυτοῦ χρημάτων ἀπαιτεῖται πᾶς ἄνθρωπος παρὰ Θεοῦ δοῦναι εἰς εὐ‐ ποιίαν; Ἀπόκ. Οὐ σκοπεῖ ὁ Θεὸς τὰ διδόμενα, ἀλλὰ τὰ ἀποκείμενα τῶν ἀνθρώπων. Λέγοντος οὖν τοῦ
20Ἀποστόλου, ὅτι Τὸ ὑμῶν περίσσευμα δοθήτω εἰς τὸ τῶν πτωχῶν ὑστέρημα· εὔδηλον ὅτι ὅσα ἐνθάδε ἀποθήσωμεν ὑπὲρ τὴν ἡμετέραν βρῶσιν καὶ πόσιν, καὶ ἔνδυσιν, κρῖμα ὑπὲρ αὐτῶν δύσομεν ἐν ἡμέρᾳ κρίσεως, τοιοῦτον κρῖμα, οἷον οἱ ἀνδροφόνοι παρ‐
25έχουσι· διότι ἐνθάδε πολλοὺς ἐκ θανάτου διὰ τῶν ἡμε‐ τέρων χρημάτων δυνάμενοι σῶσαι, οὐκ ἐσώσαμεν, ἀλλὰ παρείδομεν. Ἐρώτ. ϟαʹ. Αἱ εἰς πτωχοὺς καταλιμπανόμεναι ὑπὸ τῶν τελευτησάντων ἐλεημοσύναι τί λέγονται;
30 Ἀπόκ. Νεκραὶ θυσίαι. Ὅμως ἐὰν καὶ ἐν τῇ ζωῇ αὐτοῦ ἐλεήμων ἦν ὁ τοιοῦτος, δεκταί εἰσι καὶ ἐν τῷ θανάτῳ αὐτοῦ εὐποιίαι παρὰ τῷ Θεῷ. Ἐρώτ. ϟβʹ. Ἐάν τις, ἐν ἁμαρτίαις καταγηράσας, μήτε νηστεῦσαι δύναται, μήτε χαμευνῆσαι, ἢ ἀγρυ‐
35πνῆσαι, ἢ ἄλλην τινὰ ἄσκησιν ποιῆσαι, μήτε χρημά‐ των εὐπορεῖ πρὸς διάδοσιν, μήτε τοῦ βίου ἰσχύει ἀποτάξασθαι, ποίῳ ἄρα τρόπῳ λοιπὸν ὁ τοιοῦτος σωθῆναι δυνήσεται; Ἀπόκ. Οἵῳ τρόπῳ ἐσώθη ὁ τελώνης, κατὰ τὸν εἰ‐
40πόντα προφήτην· «Ἐταπεινώθην, καὶ ἔσωσέ με ὁ Κύριος.» Ὥσπερ γὰρ ἡ ἀναίμακτος θυσία, καὶ ἡ ἐλεημοσύνη εἰς ἄφεσιν ἁμαρτιῶν ἡμῶν προσφέ‐ ρονται τῷ Θεῷ· οὕτω καὶ ἡ ταπεινοφροσύνη τῆς καρδίας. «Θυσία γὰρ,» φησὶ, «τῷ Θεῷ πνεῦμα συν‐
45τετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπει‐ νωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καὶ πάλιν· «Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.» Καὶ πάλιν, ὥσπερ μακαρίζονται οἱ ἐλεήμονες, καὶ οἱ καθαροὶ τῇ

28

.

653

(50)

καρδίᾳ· οὕτω μακαρίζονται πρὸ πάντων οἱ πτωχοὶ τῷ πνεύματι, «ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Ταύτην οὖν τὴν ὁδὸν τῆς σωτηρίας πένης, καὶ ἀσθενὴς, καὶ γέρων, καὶ ἰδιώτης ὁδεῦσαι καὶ
κατορθῶσαι δύναται.653

28

.

656

Ἐρώτ. ϟγʹ. Τί ἐστι ταπεινοφροσύνη; Ἀπόκ. Ταπεινοφροσύνη ἐστὶ ψυχὴ μὴ προσέχουσα μηδὲ κρίνουσα ἄλλων ἀνθρώπων πταίσματα· ἀλλὰ μόνον τὰ ἑαυτῆς βλέπουσα καὶ ὑπεύθυνον τῆς αἰω‐
5νίου κολάσεως ἑαυτὴν ἔχουσα, καὶ τοῦτο πρὸς Θεὸν λέγουσα· Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, καὶ οὐχ ἕνεκεν τῶν κατορθωμάτων μου. Ὁ δὲ οὕτως ἑαυτὸν ὑπεύθυνον λογιζόμενος οὐδὲ μνησικακήσει ἀνθρώπῳ ποτὲ, οὐδὲ κατακρινεῖ ἄνθρωπον ἁμαρτά‐
10νοντα, καὶ λοιπὸν ἐκ τριῶν τρόπων, τὴν τῶν ἁμαρ‐ τιῶν ἄφεσιν κομίζεται. Ὡς γὰρ μὴ κρίνων, οὐ κρί‐ νεται· καὶ ὡς ταπεινοφρονῶν, δικαιοῦται· καὶ ὡς συγχωρῶν, συγχωρεῖται. Ἐρώτ. ϟδʹ. Ἐάν τις πολλάκις ἁμαρτήσας, πολλά‐
15κις μετανοεῖν ἐπεχείρησε, καὶ πάλιν εἰς ἁμαρτίαν ἔπεσε· μέχρι πόσων πταισμάτων πάλιν μετανοοῦντα ὁ Θεὸς προσδέχεται τοῦτον; Ἀπόκ. Ὁ τὸ εὔτρεπτον τῆς ἀνθρωπίνης φύσεως ἐπιστάμενος Κύριος, κἂν μυριάκις ὁ ἄνθρωπος πέσῃ,
20κἂν μυριάκις μετανοήσῃ, οὐδαμῶς αὐτὸν ἀποβάλλε‐ ται. Ὁ γὰρ ἐντειλάμενος τῷ Πέτρῳ ἑβδομηκον‐ τάκις ἑπτὰ τῷ ἀδελφῷ συγχωρεῖν, πολλῷ πλεῖον αὐ‐ τὸς συγχωρήσει μυριοντάκις ἑπτὰ τῷ ἀνθρώπῳ, μετανοοῦντι μέντοιγε. Καὶ τοῦτο δεῖ ἀκριβῶς ἐπίστα‐
25σθαι· ὅτι ψυχὴ εἰς συνήθειαν ἐλθοῦσα τοῦ πολλάκις ἁμαρτάνειν, καὶ πολλάκις μετανοεῖν, καταφρονοῦσα τοῦ Θεοῦ πρὸς τὴν ἁμαρτίαν ὑποστρέφουσα, δυσχε‐ ρῶς ὄντως ἡ τοιαύτη ψυχὴ τῆς ἁμαρτίας ἀφίσταται, ὥσπερ κύων μακελλικὸς ἐν τῷ βρόμῳ συνεθίσας.
30Λοιπὸν δὲ, ὅτι τὸ τέλος τῆς ζωῆς ἡμῶν ὑπάρχει ἄδη‐ λον, χρὴ ἡμᾶς ἀσφαλίζεσθαι, μή πως ἐν τῇ ἁμαρτίᾳ φθάσωμεν καὶ εὑρεθῶμεν ἀμετανόητοι, καὶ παραδο‐ θῶμεν εἰς κόλασιν ἀτελεύτητον. Ἐρώτ. ϟεʹ. Πόσαι μοιχεῖαί εἰσιν;
35 Ἀπόκ. Δύο. Καὶ γὰρ ἡ γυνὴ ἡ ὕπανδρος ὅπου κἂν πορνεύσῃ, μοιχεία ἐστί. Καὶ πάλιν, ὁ ἀνὴρ ὁ ἔχων γυναῖκα ὅπου κἂν πορνεύσῃ, μοιχεία ἐστὶ τῆς ἰδίας γυναικός. Ἐρώτ. ϟϛʹ. Λέγουσί τινες, ὅτι συγγνώμην ἔχει ἡ
40σωματικὴ ἁμαρτία ὑπὲρ πάσας τὰς ἁμαρτίας, ὡς φυσικῆς ὑπαρχούσης τῆς κινήσεως ἐν τῷ ἀνθρώπῳ. Ἀπόκ. Τοὐναντίον ὁ Ἀπόστολος βαρυτέραν πα‐ σῶν τῶν ἁμαρτιῶν αὐτὴν ὀνομάζει, λέγων· «Πᾶσα ἁμαρτία, ἣν ἂν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώμα‐
45τός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτά‐ νει·» ἐπειδὴ ἐξ αὐτῆς τῆς ἰδίας Σαρκὸς, ὥσπερ θυ‐ σίαν τινὰ, παρέχει τῷ Σατανᾷ τὴν ἑαυτοῦ σποράν. Καὶ πάλιν τὸ φαγεῖν φυσικόν ἐστι, καὶ ἰδοὺ ὁ Θεὸς τὸν Ἀδὰμ παραβάντα κατεδίκασεν.
51 Ἐρώτ. ϟζʹ. Πόσα κρίματα καὶ ἁμαρτήματα πορ‐ νικά εἰσιν; Ἀπόκ. Πολλὰ καὶ διάφορα. Μείζονι γὰρ κρίματι ὑπόκειται ὁ γυναῖκα ἔχων καὶ πορνεύων παρὰ τὸν μὴ
55ἔχοντα· καὶ μείζονι ὁ ἀγαθὴν γυναῖκα ἔχων ὑπὲρ τὸν655

28

.

657

πονηρὰν ἔχοντα· καὶ μείζονι ὁ ἐν γήρᾳ πορνεύων παρὰ τὸν ἐν νεότητι· καὶ μείζονι ὁ ἀδιαλείπτως ὑπὲρ τὸν διὰ χρόνου· καὶ μείζονι ὁ μὴ θερμῆς ὑπάρ‐ χων κράσεως, ἀλλὰ ψυχρᾶς, ἑαυτὸν δὲ διὰ βρωμάτων
5θερμαίνων, καὶ εἰς ἡδονὴν προτρεπόμενος. Καὶ ἄλλα δὲ πολλά ἐστιν εἰπεῖν καὶ διάφορα περὶ πορνείας παρὰ Θεῷ κρίματα. Ἄλλο γὰρ κρῖμα τῷ εἰς μίαν γυναῖκα ἁμαρτάνοντι ὑπὲρ τὸν εἰς πολλὰς καὶ δια‐ φόρους κατατρέχοντα, καὶ πολλὰς ψυχὰς μετὰ τῆς
10ἑαυτοῦ ἀπολλύοντα· καὶ ἄλλο πάλιν κρῖμα τοῦ μετὰ παρατηρήσεως ἁμαρτάνοντος παρὰ τὸν ἀναισχύντως ἑαυτὸν τῇ ἁμαρτίᾳ ἐκδιδόντα, καὶ ἕτερον τοῦ σύμβιον ἔχοντος καὶ εἰς ὕπανδρον πταίοντος· ὅπερ καὶ διπλῆ μοιχεία τῷ ἐργαζομένῳ τὴν ἁμαρτίαν
15λογίζεται. Φρικτὸν δὲ πάλιν τὸ κρῖμα τὸ κανονικῇ γυναικὶ κατεπέρχεσθαι· καὶ πάλιν τὸ ἀδικουμένῃ γυναικὶ βοηθεῖν καὶ μισθὸν τῆς προστασίας πρὸς ἁμαρτίαν αὐτῇ συγγενέσθαι. Οὐ μόνον δὲ, ἀλλὰ καὶ τόπος πρὸς ἁμαρτίαν ἐστὶ διάφορος. Πολλοὶ γὰρ
20καὶ ἐν ἐκκλησίᾳ τὴν ἁμαρτίαν ἐργάζονται, καὶ διτ‐ τὸν κρῖμα ἀποφέρονται. Πολλάκις γὰρ καὶ φίλων γυναῖκας μολύνουσιν ἕτεροι, Ἰουδαϊκὴν ἀγάπην ὑπο‐ κρινόμενοι. Ἅπερ ἅπαντα ἀνακρίνει καὶ σκοπεῖ ὁ δίκαιος τοῦ Θεοῦ ὀφθαλμὸς, κατὰ τὸ ἄῤῥητον αὐτοῦ
25κρῖμα τὸ ἀπροσωπόληπτον, καὶ τὸν ζυγὸν αὐτοῦ τὸν ἀκριβῆ καὶ ἀχλεύαστον. Ἐρώτ. ϟηʹ. Πολλῶν δικαίων δύο γυναῖκας ἐν τῇ Παλαιᾷ καὶ τρεῖς ἐχόντων, πῶς ἡμῖν οὐκ ἐπιτέτρα‐ πται δύο γυναῖκας ἔχειν, ἀλλ’ οὐδὲ παλλακὰς κτή‐
30σασθαι; Ἀπόκ. Οὐ μόνον τὸ δύο γυναῖκας ἔχειν τοὺς θεοσε‐ βεῖς ὁ Χριστὸς διεκώλυσεν, ἀλλὰ καὶ αὐτῆς τῆς μιᾶς ἀπέχεσθαι προετρέψατο, λέγων· «Ἀμὴν λέγω ὑμῖν, ὅστις οὐ μισεῖ πατέρα καὶ μητέρα καὶ γυναῖκα, καὶ
35ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.» Εἰ δὲ βού‐ λει τὸ μειζότερον, ἄκουσον· «Ἐῤῥήθη, φησὶ, τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ.» Εἰ οὖν τὴν
40τοῦ ὀφθαλμοῦ ἐπιθυμίαν μοιχείαν ὁ Χριστὸς τοῖς πιστοῖς λογίζεται, ποίαν λοιπὸν φιλοσοφίαν καὶ πο‐ λιτείαν οἱ πιστοὶ παρὰ τοὺς ἐν τῇ Παλαιᾷ ἀπαιτού‐ μεθα; Εἰ γὰρ ἐξὸν τὸν ἄνθρωπον δύο γυναῖκας ἔχειν, πρόδηλον ὅτι καὶ τῇ γυναικὶ δύο ἄνδρας.
45Ἄκουσον γοῦν τοῦ Θεοῦ περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυ‐ ναικὸς λέγοντος, ὅτι «Ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» Καὶ οὐκ εἶπεν, «Ἔσονται οἱ τρεῖς εἰς σάρκα μίαν.» Ὅμως μία γυνὴ, δοθεῖσα τῷ ἀνδρὶ, αὐτῷ τε καὶ τῷ κόσμῳ ἐπεβούλευσε· τί ἔμελλεν ὁ

28

.

657

(50)

κόσμος παθεῖν, εἰ ἐποίησε ὁ Θεὸς δύο γυναῖκας ἀπ’ ἀρχῆς λαβεῖν τὸν ἄνθρωπον; Εἰ δὲ ζητεῖς τίνος χά‐ ριν οἱ ἀρχαῖοι καὶ δύο καὶ τρεῖς γυναῖκας εἶχον, μάνθανε ἀκριβῶς, ὅτι πολλὴ ἦν τότε τοῦ διαβόλου ἡ
τυραννὶς, ἣν ὁ Χριστὸς ἐπιδημήσας κατήργησε, πολ‐657

28

.

660

λοὺς τῶν δαιμόνων ἐκ μέσου ἐξορίσας· τοὺς μὲν ἐν τῇ ἀβύσσῳ, τοὺς δὲ ἐν ἐρήμοις, καὶ ἀοικήτοις καὶ ἀβά‐ τοις τόποις. Ἐρώτ. ϟθʹ. Πῶς πολλάκις τὰ μὲν τῶν ἐνυπνίων
5ἀληθεύουσιν; Ἀπόκ. Τοῦτο πολλάκις γίνεται καὶ ἐκ Θεοῦ· πολ‐ λάκις δὲ καὶ ἐκ τοῦ συμβεβηκότος. Ἔστι δ’ ὅτε καὶ ὡς νοερὰ οὖσα ἡ ψυχὴ προγινώσκει· τινὰ δὲ καὶ οἱ δαίμονες προδεικνύουσι δι’ ἐνυπνίων.
10 Ἐρώτ. ρʹ. Τί οὖν; προγνώστης ἐστὶν ὁ διά‐ βολος καὶ οἱ δαίμονες, καὶ δύνανται εἰπεῖν τὰ μέλ‐ λοντα γενέσθαι; Ἀπόκ. Προγνώστης καὶ καρδιογνώστης μόνος ὁ Θεὸς ὑπάρχει· ἐπεὶ οὐδὲ αὐτοὶ οἱ ἄγγελοι τὰ ἐν
15καρδίᾳ, ἢ τὰ μέλλοντα ἐπίστανται. Οἱ δὲ δαίμονες, ὅσα προδεικνύειν νομίζουσιν, ἐκ πανουργίας στοχα‐ ζόμενοι ταῦτα λέγουσιν. Οἷόν τι πολλάκις ὡς πνεύ‐ ματα ὁρῶσι τοὺς ὄμβρους τοὺς Ἰνδικοὺς πολλοὺς γινομένους, καὶ προλαμβάνουσιν ἐν Αἰγύπτῳ, καὶ διὰ
20φαρμακειῶν ἢ ὀνειράτων, μεγάλην ἀνάβασιν τοῦ Νείλου ποταμοῦ μαντεύονται· καὶ ἄλλα δέ τινα ὅμοια τούτοις διαπράττονται. Πολλάκις δὲ καὶ ψεύ‐ δονται. Καὶ ὁ βουλόμενος τούτους ἐλέγξαι ὁρισάτω ἐν τῇ ἑαυτοῦ ψυχῇ, ὑπόθου πόσα νομίσματα διαδοῦναι
25εἰς τὴν αὔριον· καὶ προσκαλεσάμενος τὸν φαρμακὸν ἢ τὸν μάντιν, ἐρωτησάτω αὐτὸν, περὶ οὗ ὥρισε· καὶ πάντως εὑρήσεις αὐτὸν μηδὲν ἐπιστάμενον εἰπεῖν Ἐρώτ. ραʹ. Ἐπειδή τινες καὶ Ἰουδαῖοι, καὶ Ἕλλη‐ νες, πολλάκις εὐποιίας ἐργάζονται, ἆρα διὰ τοῦτο εἰς
30τὴν βασιλείαν τῶν οὐρανῶν εἰσέρχονται; ἢ τί χρὴ περὶ αὐτῶν λογίζεσθαι; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος πρὸς Νικόδημον· «Ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν
35οὐρανῶν·» εὔδηλον ὅτι οὐδεὶς ἀβάπτιστος εἰς αὐτὴν εἰσελεύσεται. Τοῦτο δὲ χρὴ περὶ ἀπίστων ἀγαθοποιῶν λογίζεσθαι· ἢ ὅτι διὰ τῆς ἐνταῦθα αὐτῶν εὐημερίας τὸν ἴδιον μισθὸν λαμβάνουσιν· ἢ ὅτι ἐν τῷ μέλλοντι αἰῶνι ἐλαφροτέρως κολάζονται παρὰ τοὺς λοιποὺς
40ἀπίστους, τοὺς μηδὲν ἀγαθὸν ποιήσαντας. Εἰ δὲ καὶ γέγραπται· «Δόξα καὶ τιμὴ, καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι,» μὴ θαυμάσῃς. Περὶ γὰρ τῶν πρὸ τῆς Χριστοῦ παρουσίας ταῦτα εἶπεν ὁ Ἀπόστολος.
45 Ἐρώτ. ρβʹ. Ἆρα δὲ ἔχει τέλος τῶν ἁμαρτωλῶν ἡ κόλασις, ἢ οὔ; Ἀπόκ. Τοῦ Κυρίου λέγοντος περὶ τῶν ἐν τῇ γεέννῃ ὅτι «Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται·» καὶ πάλιν· «Οἱ δὲ ἁμαρ‐

28

.

660

(50)

τωλοὶ εἰς κόλασιν αἰώνιον ἀπελεύσονται·» καὶ πάλιν τοῦ Ἀποστόλου λέγοντος· «Μὴ πλανᾶσθε, οὔτε μοι‐ χοὶ, οὔτε πόρνοι, οὔτε μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν·» εὔδηλον ὅτι αἰώνιος
55καὶ ἡ τῶν δικαίων ἀπόλαυσις, καὶ ἡ τῶν ἁμαρτωλῶν659

28

.

661

ὑπάρχει κόλασις. Καὶ πάλιν δέ φησιν ὁ Κύριος περὶ τοῦ Ἰούδα, ὅτι «Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» Εἰ δὲ τέλος ἔχει ἡ κόλασις, συμ‐ φέρει, ὅτι ἐγεννήθη καὶ ὁ Ἰούδας, ἐὰν ὀψέ ποτε εἰς
5τὴν βασιλείαν τῶν οὐρανῶν μέλλει ἀποκατασταθῆναι μετὰ τὴν κόλασιν, ὥσπερ οἱ αἱρετικοὶ πλανώμενοι τοῦτο μυθεύονται. Ἐρώτ. ργʹ. Πόθεν γίνονται θανατικά; Καὶ διὰ τί ἔν τισι χώραις ἐρημικαῖς ἐθνῶν πολλάκις οὐ γίνον‐
10ται, ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ταῖς οἰκουμέναις καὶ πολυόχλοις πόλεσι καὶ πολυκόπροις; Ἀπόκ. Βαθεῖα ὄντως ἡ τοῦ ἐρωτήματος ἀπόκρι‐ σις, καὶ ὀλίγοις τῶν ἐπὶ γῆς χωρητή· ὅμως, καθώς φησιν ὁ Κύριος, «Ὁ χωρῶν χωρείτω.» Ἐὰν γὰρ
15εἴπωμεν, ὅτι πολλάκις καὶ ἐξ ἀέρων φθοροποιῶν, καὶ κονιορτῶν, καὶ δυσωδίας θνησιμαίων, καὶ ὄμβρων θερινῶν, καὶ ἀναθυμιάσεων, καὶ ἀποφορῶν γῆς καὶ θαλάσσης, νόσοι σωμάτων καὶ φθοραὶ καὶ θάνατοι γίνονται, εὐθέως ἀμύητοί τινες ἐπιλαμβάνονται ἡμᾶς
20ὡς ἀπρονόητα τὰ καθ’ ἡμᾶς λέγοντας. Οὕστινας καὶ ἐρωτῆσαι βουλόμεθα· Εἴπατε ἡμῖν, ὦ οὗτοι, πῶς ἐν πόλει τινὶ θανατικὸν γίνεται; ἐκ δὲ τῆς πόλεως ἐκεί‐ νης ὑπάρχουσιν ἐν ἑτέραις χώραις δύο ἢ τρεῖς χι‐ λιάδες πραγματευομένων ἀνδρῶν, καὶ οὐδεὶς ἐξ
25αὐτῶν ἐτελεύτησεν; Εἰ γὰρ θεϊκὴ ὀργὴ κατὰ τῆς πόλεως ἐκείνης ἔφθασεν, ἐχρῆν πάντως καὶ τοὺς πόῤῥωθεν ὄντας τῆς ὀργῆς γεύσασθαι· εἰ δὲ καὶ μὴ πάντας, ἀλλὰ κἄν τινας ἐξ αὐτῶν. Πλὴν ἵνα μὴ δώσωμεν ἀφορμὴν τοῖς ταῦτα ζητοῦσι, φαμὲν ὅτι
30πολλάκις τὰ μὲν τῶν θανατικῶν καὶ κατὰ Θεοῦ ἀπειλὴν γίνονται· τὰ δὲ καὶ κατὰ ἀέρων καὶ τῶν λοιπῶν αἰτιῶν, ὧν προειρήκαμεν, ἅπερ ὡς ἐπὶ τὸ πλεῖστον καὶ καταφθείρει τὰ νήπια, ὡς ἀσθε‐ νέστερα. Πλὴν καὶ τῶν ἀέρων καὶ τῶν ἀναθυμιά‐
35σεων ποιητής ἐστιν ὁ Θεὸς ὁ εἰπών· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.»
40 Ἐρώτ. ρδʹ. Ἆρα δὲ ἀφελεῖται, ἢ λυτροῦται ἐκ θανατικοῦ ἀπὸ πόλεως εἰς ἄλλην φεύγων χώραν; Ἀπόκ. Τοῦ Προφήτου πρὸς Θεὸν λέγοντος· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσ‐ ώπου σου ποῦ φύγω;» εὔδηλον μὲν ὅτι τὸν Θεὸν
45ἐκφυγεῖν οὐδεὶς δύναται. Εἰ δὲ ἀήρ τις, ἢ ἄλλη κτί‐ σματος αἰτία ἐστὶν ἡ τὸ λοιμικὸν ποιήσασα, ἴσως ἐκφεύγει αὐτὴν, εἰς ἑτέραν χώραν μεταβάς. Ἐρώτ. ρεʹ. Πόθεν ὁρῶμέν τινας μὲν δικαίους ψυ‐ χομαχοῦντας ἐπὶ ἡμέρας καὶ κρινομένους· τινὰς δὲ

28

.

661

(50)

ἁμαρτωλοὺς εἰρηνικῶς καὶ συντόμως ἀποθνήσκον‐ τας; Ἀπόκ. Πάντα τὰ κρίματα τοῦ Θεοῦ γινώσκειν
μὲν ἀδύνατόν ἐστι, καὶ διὰ τοῦτο καλὸν ὑπάρχει μὴ661

28

.

664

πολυπραγμονεῖν ἡμᾶς αὐτά· ὅμως δὲ καὶ στοχαζό‐ μενοι λέγομεν· ὅτι πολλάκις καὶ ἄνδρες εὐσεβεῖς βασανίζονται πρὸ θανάτου ἐν τῷ θανάτῳ· ἵνα ἡμεῖς οἱ ὁρῶντες φοβηθῶμεν καὶ σωφρονισθῶμεν. Ἴσως δὲ
5καὶ ὡς ἄνθρωποι οἱ ἅγιοι, μικρόν τε ἐλάττωμα ἔχοντες, διὰ τῆς τοιαύτης βασάνου τῆς ἐν τῷ καιρῷ τοῦ θανάτου τελείως καθαίρονται ἄμωμοι λοιπὸν ἀπερχόμενοι. Ἐρώτ. ρϛʹ. Τίνος χάριν οἱ πλείους τῶν ἀνθρώπων
10ἐν νυκτὶ τίκτονται, καὶ ἐν νυκτὶ τελευτῶσιν; Ἀπόκ. Ἐμοὶ δοκεῖ, ἵνα μάθωμεν διὰ τοῦ τοιούτου ὑποδείγματος, ὅτι σκοτεινὴ ὑπάρχει τοῦ παρόντος βίου καὶ ἡ γέννησις καὶ ἡ κοίμησις, ἤγουν ἡ ἐν αὐτῷ εἴσοδος καὶ ἐξ αὐτοῦ ἔξοδος.
15 Ἐρώτ. ρζʹ. Πόθεν τινὲς μὲν χαλεπῶς εἰς τὸ πάθος τῆς πορνείας πολεμοῦνται· τινὲς δὲ φυσικῶς σχεδὸν τῆς τοιαύτης ἡδονῆς ἀπέχονται, καίπερ πολ‐ λάκις περιπληθὲς σῶμα περικείμενοι; Ἀπόκ. Ἡ τῶν σωμάτων τῶν ἀνθρώπων ἐπιθυμία
20γίνεται ἢ ἐκ θερμῆς κράσεως τοῦ σώματος, ἢ ἐκ πλειοτέρας τροφῆς καὶ ὕπνου καὶ ἀνέσεως· ἴσως δὲ καὶ ἐξ ἐνεργείας σατανικῆς· τέταρτον δὲ πολλάκις καὶ ἐκ τοῦ κατακρίνειν ἑτέρους· πέμπτον καὶ ἐξ ὑψηλοφροσύνης, ὅταν τις μεγαλοφρονῇ ἐπὶ τῇ
25ἑαυτοῦ ἁγνείᾳ· ὁ γὰρ τοιοῦτος παραχωρεῖται πεσεῖν, ὅπως διὰ τῆς πορνείας ἀπωθεῖται τὴν ὑπερηφανίαν, καὶ ὁδηγηθεὶς εἰς ταπεινοφροσύνην τεύξηται τῆς σωτηρίας· ἐν γὰρ συγκρίσει δύο κακῶν κουφότερον ὑπάρχει παρὰ τὴν ὑπερηφανίαν πταῖσμα ἡ κατὰ
30σῶμα φυσικὴ ἐπιθυμία. Ἁγνεύουσι δέ τινες ἢ ὑπὸ Θεοῦ σκεπόμενοι, ἢ ψυχρᾶς τινος ὑπάρχοντες κρά‐ σεως, ἢ διὰ πολλῆς ἀσκήσεως, ἑαυτοὺς βιαζόμενοι, καί τινα μὴ κατακρίνοντες. Εἰ δὲ καί τινες ὑπερ‐ ηφανίαν ἔχοντες ἁγνεύουσι, χρὴ γινώσκειν τοὺς τοι‐
35ούτους, ὅτι περ ὑπὸ τοῦ διαβόλου κατεφρονήθησαν, ἱκανῆς οὔσης τῆς ὑπερηφανίας ὑπὲρ ὅλα τὰ πάθη ἐνόχους αὐτοὺς ποιῆσαι τῆς αἰωνίου κολάσεως. Ἐρώτ. ρηʹ. Ποῖον σημεῖον ὀφείλει κρατεῖν ὁ ἄνθρωπος, ἵνα μὴ πλανηθῇ καὶ δέξηται τὸν Ἀντίχρι‐
40στον, νομίζων ὅτι ὁ Χριστός ἐστιν; Ἀπόκ. Ὅπερ ὁ Κύριος ἡμῖν παρέδωκεν εἰπὼν, ὅτι «ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ δευτέρα παρουσία τοῦ Υἱοῦ τοῦ Θεοῦ.» Ὅθεν μανθάνομεν,
45ὅτι πᾶς Χριστὸς ἐρχόμενος, καὶ μὴ ἐξαίφνης ἐν ὅλῳ τῷ κόσμῳ ἐν μιᾷ ὥρᾳ εὑρισκόμενος, τοιοῦτος ἀναμφιβόλως Ἀντίχριστός ἐστιν. Ἐπὶ γὰρ τῆς δευ‐ τέρας παρουσίας τοῦ Χριστοῦ πᾶσα ἡ ἀνθρωπότης ἐν τῷ ἅμα εὑρίσκεται, καὶ ἐν μέσῳ αὐτῆς ὁ Χριστὸς

28

.

664

(50)

ὑπὸ πάντων ὁρώμενος. Ἐρώτ. ρθʹ. Ἀληθὲς δὲ, ὅτι ἐξ Αἰγύπτου ἐξέρχεται ὁ Ἀντίχριστος, καὶ σημεῖόν τι ἐν τῇ χειρὶ τῇ μιᾷ, καὶ ἐν τῷ ὀφθαλμῷ τῷ ἑνὶ κέκτηται;
Ἀπόκ. Πάντα ταῦτα γραώδεις μῦθοί εἰσιν. Ὁ γὰρ663

28

.

665

Ἀντίχριστος οὐδὲν σημεῖον τοιοῦτον κέκτηται· ἀλλὰ καὶ ἐκ τῆς Γαλιλαίας, ὅθεν ὁ Χριστὸς ἐξῆλθεν, ἐξέρ‐ χεται, ὥς φησιν ἡ Γραφή· «Σκύμνος λέοντος Δὰν, καὶ ἐκπηδήσει ἐκ Βασάν.» Αὕτη δέ ἐστιν Σκυθό‐
5πολις. Ἐρώτ. ριʹ. Λέγουσί τινες, ὅτι οὐ δύναται ὁ Ἀντί‐ χριστος νεκρὸν ἄνθρωπον ἀναστῆσαι· ἐπεὶ πάντα τὰ λοιπὰ σημεῖα ποιεῖ. Ἀπόκ. Τὸ εἰπεῖν τὸν Ἀπόστολον περὶ τοῦ Ἀντι‐
10χρίστου, ὅτι ἐν πᾶσι σημείοις καὶ δυνάμεσι πλάνης, εὔδηλον ὅτι καὶ νεκρὸν δείκνυσιν ἐγειρόμενον, οὐκ ἐν ἀληθείᾳ, ἀλλ’ ἐν φαντασίᾳ.
14Ἐρώτ. ριαʹ. Πῶς καί τινες αἱρετικοὶ ποιοῦσι πολ‐
15λάκις σημεῖα; Ἀπόκ. Τοῦτο ἡμᾶς οὐκ ὀφείλει ξενίζειν. Ἠκού‐ σαμεν γὰρ τοῦ Κυρίου λέγοντος· ὅτι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐροῦσι· «Κύριε, οὐκ ἐν τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς
20ἐποιήσαμεν;» καὶ ἐρεῖ αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπ’ ἐμοῦ, ἐργάται τῆς ἀνομίας.» Πολλάκις γὰρ οὐχ ἡ πολι‐ τεία τοῦ θαυματουργοῦντός ἐστιν ἡ τὴν ἴασιν ἐργα‐ ζομένη, ἀλλ’ ἡ πρὸς αὐτὸν πίστις τοῦ προσερχομένου
25ἀνθρώπου. Γέγραπται γάρ· «Ἡ πίστις σου σέσωκέ σε.» Πλὴν δεῖ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις τινὲς κακόπιστοι καμάτους πολλοὺς δι’ ἀσκήσεως τῷ Θεῷ προσήγαγον, καὶ τὴν ἀντιμισθίαν αὐτῶν ἔλαβον ἐν τῷ νῦν αἰῶνι ἐκ Θεοῦ, τὸ τῶν ἰαμάτων
30καὶ προῤῥήσεων χάρισμα· ἵνα ἐν τῷ αἰῶνι τῷ μέλ‐ λοντι ἀκούσωσιν· Ἀπελάβετε τὰ ἀγαθὰ ὑμῶν καὶ τοὺς καμάτους ὑμῶν· νῦν δὲ λοιπὸν οὐδὲν ὑμῖν κεχρεώστη‐ ται. Ἐρώτ. ριβʹ. Ἐὰν ἐν καιρῷ ἑορτῆς καταληφθῇ
35ἄνθρωπος ἐν χώρᾳ, ἐν ᾗ ἡ κοινωνία τῆς καθολικῆς Ἐκκλησίας οὐχ εὑρίσκεται, τί ὀφείλει διὰ τὴν ἑορτὴν σκέψασθαι, κοινωνῆσαι τοῖς αἱρετικοῖς, ἢ μεῖναι ἀκοινώνητος; Ἀπόκ. Εἰ πολὺς καὶ χαλεπὸς ὁ κίνδυνος, τὸ τὴν
40ἰδίαν γυναῖκα μοιχεῦσαι, καὶ ἄλλῃ συγγενέσθαι, κἂν ἐν ἀποδημίᾳ τυγχάνῃ ὁ ἀνήρ· πόσῳ γε μᾶλλον τὴν ὀρθὴν πίστιν προδοῦναι διὰ τὸ τοῖς αἱρετικοῖς συγκοινωνῆσαι; Ὥσπερ οὖν οἱ τὴν ἑαυτῶν πραγμα‐ τείαν πωλῆσαι βουλόμενοι, ὅσον ἂν χρόνον ἐπὶ ξένης
45βραδύνωσιν, οὐ καταδέχονται λαβεῖν ἀντὶ τοῦ βασι‐ λικοῦ χαράγματος τὸ ἔξω χάραγον· οὕτω καὶ ἐπὶ τῆς Χριστοῦ κοινωνίας χρὴ λογίζεσθαι. Τὸ γὰρ εἰπεῖν τὸν Ἀπόστολον, ὅτι «Εἶς Κύριος, καὶ μία πίστις, καὶ ἓν βάπτισμα,» ἐσήμανεν ἀκριβῶς, ὅτι μία καὶ

28

.

665

(50)

μόνη ἐν κόσμῳ ἀψευδὴς ὑπάρχει πίστις, ἣν ἡ ἁγία καὶ μόνη κρατεῖ καθολικὴ καὶ ἀποστολικὴ Ἐκ‐ κλησία· καὶ ἓν βάπτισμα καθαρτικὸν καὶ ἁμαρτιῶν
λυτρωτικόν· καὶ εἷς Κύριος, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ665

28

.

668

τὸ ἅγιον Πνεῦμα ὑπάρχει. Καὶ ὁ μὴ οὕτω φρονῶν πεπλάνηται. Ἐρώτ. ριγʹ. Τὸ μέγα καὶ πολυθρύλλητον, καὶ σχε‐ δὸν παρὰ πάντων ζητούμενον ὅρον θέλομεν λέγειν
5ἔχειν τὴν τοῦ ἀνθρώπου ζωὴν, ἢ οὔ; Εἰ μὲν γὰρ ὅρος ἐστὶ, πῶς φησιν ὁ Δαβὶδ τῷ Θεῷ· «Μὴ ἀναγά‐ γῃς με ἐν ἡμίσει ἡμερῶν μου;» εἰ δὲ οὐκ ἔστιν ὅρος, πῶς πάλιν ὁ αὐτὸς λέγει· «Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου.» Εἰ δὲ πάλιν ὅρος ἐστὶ, πῶς ὁ Σο‐
10λομών φησι· «Μὴ γίνου σκληρὸς, μηδὲ ἀσεβὴς ἐπὶ πολὺ, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου.» Εἰ οὖν ἐστιν ἐν οὐ καιρῷ ἀποθανεῖν, πῶς τισιν ἔδοξε λέγειν, ὅτι θάνατοι ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρω‐ θέντων; Πῶς δὲ καὶ τῷ Ἐζεκίᾳ καὶ τοῖς Νινευΐταις
15ζωὴν ὁ Θεὸς αἰτησαμένοις προσέθηκεν;
18 Ἀπόκ. Ἡ τῆς σοφίας πηγὴ, τὸ μέγα δοχεῖον τῆς γνώσεως, Παῦλος ὁ ἀπόστολος, πρὸς Κορινθίους γρά‐
20φων φησίν· «Ὁ γὰρ ἀναξίως ἐσθίων τὸν ἄρτον καὶ πίνων τὸ αἷμα τοῦ Κυρίου, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· καὶ διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤ‐ ῥωστοι καὶ κοιμῶνται ἱκανοί.» Προσέχετε μετὰ ἀκριβείας. Διὰ τὸ ἀναξίους ὑμᾶς μεταλαμβάνειν,
25φησὶν, ἀποθνήσκετε οἱ πολλοί. Ὥστε εἰ ἀξίως μετ‐ ελάμβανον, οὐκ ἂν ἀπέθνησκον τότε. Καὶ ποῦ λοιπὸν ζητοῦμεν τὸν ὅρον τῆς ζωῆς τὸν παρὰ πολλοῖς ἡμῖν προβαλλόμενον; Πάλιν πρὸς τὸν Ἐλιφὰζ τὸν Θεμα‐ νίτην φησὶν ὁ Θεός· «Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι
30σου, καὶ εἰ μὴ διὰ Ἰὼβ τὸν θεράποντά μου, ἐξωλό‐ θρευσα ἂν ὑμᾶς.» Ὥστε διὰ τὴν τοῦ Ἰὼβ πρὸς Θεὸν ἀρετὴν οὐκ ἀπέθανον, καὶ οὐ διὰ τὸ μὴ πληρω‐ θῆναι τὸν ὅρον τῆς ζωῆς αὐτῶν. Εἰ δὲ, ὥς τισι δοκεῖ, πεπηγμέναι εἰσὶ καὶ ὡρισμέναι αἱ ἡμέραι τοῦ ἀνθρώ‐
35που, μηδεὶς λοιπὸν ἐν ἀνομίαις μέλλων τελευτᾷν ἁγίοις ἀνδράσι προσδράμῃ ζωὴν καὶ ἐπιστροφὴν αὐτοῦ ἐκ Θεοῦ αἰτήσασθαι· μηδεὶς περὶ ζωῆς τῶν ἑαυτοῦ τέκνων τὸν Θεὸν δυσωπήσῃ. Ὁ γὰρ ὅρος, ὅρος ἐστὶ, καὶ προσθήκην ἀδύνατον κατ’ αὐτοὺς γενέσθαι.
40Καὶ πῶς φησιν ἡ Γραφὴ, «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὅπως ἔσῃ πολυχρόνιος;» ὅρος τοίνυν ἐστὶ τῇ ζωῇ τοῦ ἀνθρώπου ἡ βουλὴ τοῦ Θεοῦ, καὶ ᾧτινι βούλεται, προστίθησι, καὶ ἔνθα σκοπήσῃ, ὑφελεῖται, πάντα ποιῶν πρὸς τὸ ἑκάστου συμφέρον.
45Καὶ ὥσπερ ὁ δεσπότης τῆς ποίμνης, ὅτε βουληθῇ, ἀποστέλλει καὶ φέρει, οἷα βούλεται, πρόβατα· οὕτω καὶ ὁ Θεὸς ἐπὶ τῶν ἀνθρώπων ποιεῖ, καὶ τότε ἐπ‐ άγεται ὁ θάνατος τῷ ἀνθρώπῳ, τοῦ ὅρου, ἤγουν τοῦ χρόνου τῆς ζωῆς αὐτοῦ, πληρωθέντος. Ὅρος τοιγαρ‐

28

.

668

(50)

οῦν, ὡς προλέλεκται, τῆς ἑκάστου ζωῆς ἐστιν ἡ κέλευσις καὶ ἡ βουλὴ τοῦ Θεοῦ. Ἐρώτ. ριδʹ. Ἀμήχανόν τι πρᾶγμα τοῖς πολλοῖς καὶ ἀδύνατον νομίζεται τῶν καταφθαρέντων σωμά‐ των ἡ ἀνάστασις. Πῶς γὰρ, φησὶν, ἢ πόθεν ἀναστή‐
55σεται ἡ σὰρξ, ἣν πολλάκις ναυαγήσασαν ἔφαγον χί‐667

28

.

669

λιοι ἰχθύες καὶ πάλιν τοὺς χιλίους ἰχθύας χίλιοι ἄνδρες, καὶ τοὺς χιλίους ἄνδρας χίλιοι λέοντες;
5 Ἀπόκ. Ὁμολογεῖτε, ὦ ἀνόητοι, παντοδύναμον εἶναι τὴν τοῦ δημιουργοῦ Θεοῦ οὐσίαν; Πάντως ἐρεῖτε, ὅτι ναί. Ὥστε μάθετε ἀκριβῶς, ὦ ἄφρονες, ὅτι περ ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενέγκας Θεὸς τὸν ἄνθρωπον, αὐτὸς ἀῤῥήτῳ τινὶ λόγῳ καὶ ἀναπλάσαι
10αὐτὸν δύναται. Τί γάρ ἐστιν, εἰπέ μοι, εὐκοπώτερον τῷ κεραμεῖ, τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ‐ αγαγεῖν τὸ σκεῦος, ἢ τὸ συντριβὲν πάλιν ἀνακαινί‐ σαι; Πρόδηλον ὅτι τὸ ἀναπλάσαι τὸ γενόμενον ἤδη, κἂν εἰς πολλὰ μέρη διεσκορπίσθη. Ἵνα δὲ καὶ
15φυσικῇ τινι ἀκολουθίᾳ χρήσωμαι, καὶ ὑποδείγματι, ὥσπερ παντὸς τοῦ ἐπὶ γῆς πυρὸς καὶ τῆς θέρμης πηγὴ καὶ ῥίζα ὁ ἥλιος ὑπάρχει, καὶ σβεννυμένης μὲν καμίνου, εὔδηλον ὅτι ἡ θέρμη αὐτῆς πρὸς τὸν ἥλιον ἀοράτως ἀνέδραμε· καὶ πάλιν ἁπτομένης αὐτῆς
20ἐκ τοῦ ἡλίου, δῆλον ὅτι τὸ πῦρ παραγίνεται, τὸ ἐξ αὐτῆς ἀναχωρῆσαν· οὕτω καὶ ἐπὶ τῶν καταφθειρομέ‐ νων σωμάτων ἀνθρωπίνων καὶ διαλυομένων μοι νόη‐ σον, ὅτι περ εἰς ὅσας ἂν θηρίων, ἢ ἰχθύων, ἢ ὀρνέων γαστέρας διαμερισθῇ ὁ ἄνθρωπος, εἰς τὰ τέσσαρα
25πάντως στοιχεῖα ἀναλύεται, καὶ ἀπέρχεται, ἐξ ὧν καὶ συνέστηκε κατὰ τὸ τοῦ ἡλίου ὑπόδειγμα. Καὶ εἰς μὲν τὰ ὕδατα ἀπέρχεται τὸ ὑγρόν· εἰς δὲ τὸν ἀέρα τὸ ψυχρόν· εἰς δὲ τὸ πῦρ πρόδηλον τὸ θερμόν· εἰς δὲ τὴν γῆν λοιπὸν τὸ ξηρόν. Τῷ οὖν καιρῷ τῆς
30ἀναστάσεως κελεύσει Θεοῦ ἀοράτως ἀποδίδωσιν ἕκα‐ στον τῶν στοιχείων, ὅπερ ἔλαβεν ἀποθανόντος τοῦ ἀνθρώπου, καὶ προστρέχει ἡ ψυχὴ καὶ ἀνίσταται ὁ ἄνθρωπος, ὡς οἶδε μόνος ὁ πλάσας τὸν ἄνθρωπον, σπαρεὶς μὲν εἰς γῆν φθορᾷ, ἐγειρόμενος δὲ ἐν ἀφθαρ‐
35σίᾳ. Ὅθεν καὶ Σαμαρείτας ἐντεῦθεν δυνάμεθα ἐλέγξαι, ὅτι τοῦτο τὸ σῶμα ἀνίσταται, ἐκ τοῦ καὶ αὐτοὺς ὥσπερ τινὰ κόκκον ἐπὶ γῆς κατακρύπτειν τὰ σώματα. Τούτου γὰρ χάριν ὁ Θεὸς καὶ ἀπ’ ἀρχῆς διὰ τῶν πατέρων ἐνομοθέτησε σκάπτοντας ἡμᾶς κατα‐
40κρύπτειν τὰ τεθνεῶτα σώματα, ὅπως καὶ ἄκων ὁ ἄνθρωπος ὁμολογῇ τὴν ἀνάστασιν. Πᾶν γὰρ τὸ ἐν τῇ γῇ ὑφ’ ἡμῶν χωννύμενον, εὔδηλον ὅτι ἐπ’ ἐλπίδι ἀναστάσεως κρύπτεται. Εἰ δὲ οὐκ ἔστι νεκρῶν ἀνά‐ στασις, καθὼς αἱρετικοὶ λέγουσιν, ἄδικος λοιπὸν ὁ
45Θεὸς εὑρεθήσεται, πολλοὺς μὲν δικαίους ἐνταῦθα ταλαιπωρῆσαι καὶ ἀναιρεθῆναι κακῶς συγχωρήσας, πολλοῖς δὲ ἀσεβέσι καὶ ἁμαρτωλοῖς εὐζωΐαν καὶ εὐτεκνίαν καὶ εὐπραγίαν δωρησάμενος. Ἀλλὰ μὴ πλανάσθωσαν Σαμαρειτῶν παῖδες· ἔσται γάρ

28

.

669

(50)

ποτε ἀναστάσεως καὶ κρίσεως καιρὸς, ὅπως καὶ οἱ ἐνταῦθα κακοπαθήσαντες εὐσεβεῖς στεφανωθῶσι, καὶ οἱ πάλιν εὐημερήσαντες ἀσεβεῖς τῷ αἰωνίῳ πυρὶ εἰς αἰῶνας αἰώνων καταδικασθῶσι, κατὰ τὸ δίκαιον κρῖμα τοῦ Θεοῦ.
Ἐρώτ. ριεʹ. Ποῦ ὑπάγουσι τὰ τελευτῶντα πι‐669

28

.

672

στὰ νήπια; εἰς κόλασιν, ἢ εἰς βασιλείαν; Καὶ ποῦ τὰ τῶν ἀπίστων νήπια; Καὶ ποῦ τὰ τῶν πιστῶν ἀβάπτιστα ἀποθνήσκοντα τάττονται, μετὰ τῶν πι‐ στῶν, ἢ ἀπίστων;
5 Ἀπόκ. Τοῦ Κυρίου λέγοντος· «Ἄφετε τὰ παιδία ἔρχεσθαι πρὸς μέ· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασι‐ λεία τῶν οὐρανῶν·» καὶ πάλιν τοῦ Ἀποστόλου φάσκοντος· «Νῦν δὲ τὰ τέκνα ὑμῶν ἅγιά ἐστι·» πρόδηλον ὅτι ὡς ἄσπιλα καὶ πιστὰ εἰς τὴν βασιλείαν
10εἰσέρχονται τὰ τῶν πιστῶν βεβαπτισμένα νήπια· τὰ δὲ ἀβάπτιστα καὶ τὰ ἐθνικὰ οὔτε εἰς βασιλείαν εἰσέρ‐ χονται· ἀλλ’ οὔτε πάλιν εἰς κόλασιν· ἁμαρτίαν γὰρ οὐκ ἔπραξαν. Ἐρώτ. ριϛʹ. Ἆρα πάντες οἱ αἱρετικοὶ εἰς ἀπώ‐
15λειαν ἀπέρχονται, ἢ οὔ; Ἀπόκ. Ἔστιν αἵρεσις καὶ αἵρεσις· καὶ ἔστι κρῖμα καὶ κρῖμα. Ἄλλη γὰρ ἀπώλεια τῶν Μανιχαίων καὶ τῶν Μοντανῶν, καὶ Σιμωνιανῶν, καὶ Ἀρειανῶν, καὶ Πνευματομάχων, καὶ τῶν τοιούτων θεοκαταρά‐
20των αἱρετικῶν· καὶ ἄλλο πάλιν τῶν λεγόντων ἄφθαρ‐ τον σῶμα ἀναλαβεῖν ἐκ τῆς ἁγίας Θεοτόκου τὸν Κύ‐ ριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν. Πλὴν ὁ ἐν ὀλίγῳ ἄπιστος καὶ ἐν πολλῷ ἄπιστός ἐστιν. Οὐ μόνον δὲ τοῦτο· ἀλλὰ καὶ ἐν αὐτῇ τῇ μιᾷ αἱρέσει πολλὰ καὶ
25διάφορα ὑπάρχουσι κρίματα. Ἄλλη γὰρ ἡ ἁμαρτία τοῦ ἐπισκόπου τοῦ πλανῶντος τὸν λαὸν, καὶ ἄλλο κρῖμα τοῦ κληρικοῦ τοῦ δυναμένου μαθεῖν τὴν ὀρθό‐ δοξον πίστιν· καὶ ἄλλο πάλιν τοῦ μὴ δυναμένου, καὶ ἄλλο τοῦ ἀναθεματίζοντος τὴν ἀλήθειαν καὶ ἀντιμα‐
30χομένου ἡμῖν· καὶ ἄλλο τοῦ ἐν γνώσει σφαλλομέ‐ νου, καὶ ἄλλο τοῦ ἐν ἀγνοίᾳ· καὶ ἄλλο πάλιν τὸ πάν‐ των κουφότερον τὸ τῆς γυναικός. Ἅπερ ἅπαντα γι‐ νώσκει ἀκριβῶς ὁ μέλλων κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ.
36 Ἐρώτ. ριζʹ. Εἰ ἐξὸν ἄρα τοῖς ἄρχουσι δῶρα δέχε‐ σθαι, καὶ ταῦτα εἰς πτωχοὺς ἀναλίσκειν; Ἀπόκ. Εἰ μέν τινες εὐεργετηθέντες ἐν εὐπορίᾳ τυγχάνουσι, καὶ ἑκουσίως αὐτοῖς ταῦτα προσφέρου‐
40σι, λέγω δὴ τοῖς εὐεργετήσασιν· ἴσως οὐ πολὺ κρῖμα ἔχουσιν οἱ δεχόμενοι· δῆλον ὅτι, ἐὰν εἰς πτωχοὺς αὐτὰ διανείμωσιν. Ἐπεὶ ὅσα ἐκ γεωπόνων ἢ χειροτε‐ χνῶν δέξονται δῶρα, καταπονουμένων καὶ ἀντίληψιν ζητούντων, πῦρ καὶ κόλασιν ἑαυτοῖς συνάγουσι, κἂν
45εἰς μυρίας εὐποιίας αὐτὰ διαδώσουσι, καθώς φη‐ σιν ἡ Γραφὴ, ὅτι «Πῦρ καταφάγεται οἴκους δωρο‐ δεκτῶν.»
49Ἐρώτ. ριηʹ. Ἐὰν ἀνὴρ ἅγιος ἀποστείλῃ παι‐

28

.

672

(50)

δείαν, ἢ τιμωρίαν, ἢ δαίμονα, ἢ θάνατον, ἢ ἄλλην τινὰ παίδευσιν εἰς οἶκον, ἢ οὐσίαν ἀνθρώπου, ἢ εἰς τέκνα· ἆρα δύναται ὁ ἄνθρωπος ἐκεῖνος παρακαλέ‐ σας ἕτερον ἅγιον ἐκφυγεῖν τὴν ἀπόφασιν, ἣν
ἀπέστειλεν αὐτῷ ὁ δοῦλος τοῦ Θεοῦ;671

28

.

673

Ἀπόκ. Ἐὰν ἀνὴρ ἅγιός ἐστιν ὁ τὴν τιμωρίαν ἀν‐ θρώπῳ ἀποστείλας, εὔδηλον ὅτι βουλῇ Θεοῦ τοῦτο πεποίηκε. Καὶ τίς ἔσται λοιπὸν ὁ τὴν βουλὴν τοῦ Θεοῦ ἀναλῦσαι δυνάμενος; Πλὴν οὔτε αὐτοὶ οἱ ἅγιοι
5ἀλλήλοις ποτὲ ἀντιπολεμοῦσι γινώσκοντες τὸν τῆς ἀγάπης τοῦ πνεύματος σύνδεσμον, καὶ ὅτι οὐκ εἰσ‐ ακούσεται Κύριος ἁγίου, τοῦ δι’ εὐχῆς ἀναλῦσαι βου‐ λομένου ἄλλου ἁγίου εὐχήν. Οὔτε γὰρ πρέπον Θεῷ τοῦτο, ἕνα μὲν θλίψαι, ἕνα δὲ ἀναπαῦσαι ἑαυτοῦ θε‐
10ράποντα. Ὅθεν τὸν ἐν Κορίνθῳ πορνεύσαντα Παῦλος ὁ δήσας αὐτὸς καὶ ἔλυσε· καὶ τὸν οὐρανὸν ἐν τῇ Πα‐ λαιᾷ πρὸς ἀβροχίαν Ἡλίας ἔδησε, καὶ Ἡλίας πάλιν ἔλυσε, καίπερ ἔχοντος τότε τοῦ Θεοῦ ἑπτακισχιλίους ἁγίους, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. Καὶ πά‐
15λιν, ὑβρισθέντος τοῦ Ἰὼβ ὑπὸ τῶν ἑαυτοῦ φίλων, αὐτὸν πεποίηκεν ὁ Θεὸς συγχωρῆσαι αὐτοῖς τὸ ἁμάρ‐ τημα, λέγων αὐτοῖς, ὅτι «Πορεύεσθε πρὸς τὸν θε‐ ράποντά μου Ἰὼβ, καὶ προσεύξεται περὶ ὑμῶν.» Καὶ ὥσπερ ἐπὶ τῶν ἁγίων ἀγγέλων οὐκ ἀντιπράτ‐
20τει ἕτερος ἑτέρῳ, οὕτω καὶ ἐπὶ τῶν ἁγίων νοήσω‐ μεν. Ἐρώτ. ριθʹ. Πόθεν τινὲς φύσει ἀβιάστως ὑπάρ‐ χουσιν ἐλεήμονες· τινὲς δὲ πάλιν φυσικῶς εἰσιν ὠμοί τε καὶ ἄσπλαγχνοι εἰς μετάδοσιν;
26 Ἀπόκ. Οὐδεὶς ὑπὸ Θεοῦ ἄνθρωπος γέγονε φύσει ἀσυμπαθὴς καὶ ἄσπλαγχνος· φύσει δὲ μᾶλλον ὁ Θεὸς τὸ φιλάλληλον εἰς τὴν τοῦ ἀνθρώπου οὐσίαν ἔθηκεν· οὐκ ἐν τῇ τοῦ ἀνθρώπου δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ
30τῶν ἀλόγων καὶ πετεινῶν. Ὅθεν πολλάκις καὶ ἐξ ἀλ‐ λήλων χωριζόμενα, στυγνάζουσι, καὶ βοῶσι, καὶ νη‐ στεύουσι· τινὰ δὲ καὶ δακρύουσι. Κορωνῶν δὲ γένος, καὶ βρῶμα εὑροῦσαι, εὐθέως ἀλλήλας τῇ φωνῇ κρά‐ ζουσι πρὸς μετάληψιν. Καὶ πῶς λοιπὸν, εἰπέ μοι,
35οὐ μέλλουσι πολλὰ καὶ τῶν ἀλόγων ἡμᾶς κατακρίνειν, τοὺς κατ’ εἰκόνα Θεοῦ κτισθέντας, οὐ μόνον διὰ τὴν ἀσπλαγχνίαν ἡμῶν, ἀλλὰ καὶ διὰ τὴν ἄγνοιαν καὶ ἀκολασίαν, ἣν ἔχομεν; Ἐκεῖνα γὰρ οὐ μόνον ἄρ‐ σεν ἄρσενος εἰς συνουσίαν οὐχ ἅπτεται, ἀλλὰ καὶ αὐ‐
40τῆς τῆς θηλείας πρὸς ὀλίγας καὶ μόνον ἡμέρας ἐφίε‐ ται· τινὰ δὲ καὶ χηρεύουσι. Πλεονεξίαν οὐκ οἶδε, λοιδορίαν οὐ μετέρχεται. Τὸ δὲ χαλεπώτερον, ὅτι περ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενόμενοι, καὶ ἄρχειν ἀλόγων τεταγμένοι, παρασυνεβλήθημεν τοῖς
45κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθημεν αὐτοῖς. Ἐρώτ. ρκʹ. Ποῖαι πλεῖστον πάντων ἀρεταὶ τοῖς ἄρ‐ χουσι πρέπουσί τε καὶ ἁρμόζουσιν;
49Ἀπόκ. Προηγουμένως τὸ συμπαθητικὸν καὶ

28

.

673

(50)

φιλάνθρωπον, τὰ καὶ Θεῷ ὑπάρχοντα· εἶτα τὸ ἀμνη‐ σίκακον καὶ ἀόργητον, καὶ ἀπροσωπόληπτον, καὶ
ἀδωροδόκητον, καὶ πρὸ πάντων τὸ μὴ εὐχερῶς, μηδὲ673

28

.

676

ἀνεξετάστως διαβολαῖς καὶ λοιδορίαις πείθεσθαι. Ἀπὸ γὰρ λογοπειθείας πολλοὺς φόνους ἀδίκους ποιοῦσιν· ὡσαύτως καὶ ἐξ ἀσπλαγχνίας ὁμοίως καὶ ἀπὸ μνησι‐ κακίας ἀπέχεσθαι καὶ ἀπὸ δωροδοκίας. Ἐκεῖνος τοί‐
5νυν ἐστὶν ἄρχων Θεῷ εὐάρεστος, ὁ μηδὲν τῶν τοιού‐ των παθῶν κτώμενος. Ἐρώτ. ρκαʹ. Πόθεν ὁρῶμέν τινας πονηροὺς καὶ ἀναξίους εἰς ἀρχιερωσύνην, καὶ εἰς ἐξουσίαν λαοῦ προχειριζομένους, καὶ πολλὰ ἄτοπα κατεργαζομέ‐
10νους; Ἀπόκ. Οὐ διὰ τὸ αὐτοὺς εἶναι ἀξίους τῆς ἐξου‐ σίας Θεὸς αὐτοὺς προχειρίζεται εἰς τὸ ἐξουσιάζειν λαοῦ· ἀλλὰ διὰ τὸ εἶναι τὸν λαὸν πονηρὸν τοιούτους ἀρχιερεῖς καὶ ἄρχοντας παρέχει. «Δώσω γὰρ ὑμῖν,»
15φησὶν ὁ Θεὸς, «ἄρχοντας κατὰ τὰς καρδίας ὑμῶν.»
17 Ἐρώτ. ρκβʹ. Πόθεν ὀφείλει γνῶναι ὁ δυσωπῶν τὸν Θεὸν περὶ αἰτήματος, ὅτι προσεδέχθη ἡ δέησις αὐτοῦ;
20 Ἀπόκ. Σπανίοις τισὶ καὶ θεοσεβέσιν ἀνδράσιν τοῦτο κατάδηλον γίνεται, τῆς ἑαυτῶν καρδίας νοερῶς πλη‐ ροφορουμένης. Ἐρώτ. ρκγʹ. Ἐκ τεσσάρων περάτων λέγομεν τὸν κόσμον συνίστασθαι· καὶ πάλιν ἐκ τεσσάρων στοι‐
25χείων τὸν ἄνθρωπον συγκεῖσθαι. Πρόδηλον οὖν ὅτι τέσσαρα πέρατα, τουτέστιν ἀνατολὴ καὶ δύσις, ἄρ‐ κτος τε καὶ μεσημβρία, τὰ τέσσαρα στοιχεῖα γεννῶ‐ σιν, ἤγουν τὸ θερμὸν καὶ τὸ ψυχρὸν, καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρόν. Ζητητέον λοιπὸν ποῖον στοιχεῖον, ἐκ
30ποίου μέρους τοῦ κόσμου τίκτεται; Ἀπόκ. Ὡς ἡ τῶν πραγμάτων φύσις μαρτυρεῖ καὶ διδάσκει, θεωροῦμεν, ὅτι τὸ μὲν θερμὸν στοιχεῖον ἐκ τῆς ἀνατολῆς τίκτεται· καὶ μαρτυροῦσι τὰ πάσης τῆς γῆς ἀνατολικώτερα Ἰνδικὰ σώματα ὑπὸ τῆς
35ἄκρας θέρμης μέλανα γινόμενα. Ὁ Θεὸς γὰρ ἀπ’ ἀρχῆς ἄνδρα μέλανα οὐκ ἐποίησε. Διὸ καὶ τὰ νεκρὰ σώματα, ἐν τῷ ἡλίῳ γενόμενα, μελανοῦνται καὶ καί‐ ονται. Ὅθεν ἐκ τῆς πολλῆς καὶ ἄκρας θερμότητος πολὺν οἶνον οἱ Αἰθίοπες πιεῖν οὐχ ὑποφέρουσιν· ὑπὸ
40δὲ τῆς ἄκρας ζέσεως καὶ θυμώδεις εἰσὶ λίαν, καὶ κα‐ τάπικροι, ἀλλὰ καὶ πρὸς πορνείαν θερμοτέρως κινού‐ μενοι. Ὥσπερ δὲ ἐπὶ τῆς ἀνατολῆς τοῦ ἡλίου ταῦτα εἰρήκαμεν, οὕτω πάλιν τὰ ἐναντία ἐροῦμεν ἐπὶ τῆς δύσεως. Ψυχρὰ γὰρ αὕτη ὑπάρχει, καὶ τοῦ ψυχροῦ
45στοιχείου καὶ τῆς νυκτὸς γεννητικὴ καὶ ποιητική· διὸ καὶ λευκότερα πάσης τῆς γῆς τὰ τῆς δύσεως ὑπάρχουσι σώματα, καὶ οἶνον πολὺν πίνειν ὑπομένοντα. Λείπει λοιπὸν ἡμᾶς λέγειν τὴν ἐρημικὴν μεσημβρίαν μητέρα εἶναι τοῦ ξηροῦ στοιχείου, ὡς καὶ τὰ ἐν αὐτῇ

28

.

676

(50)

τῶν Ἀράβων σώματα ξηρότερα τυγχάνοντα, πλὴν καὶ θερμότερα, ὡς ἐν γῇ ἀνύδρῳ γενόμενα. Ὁ δὲ βοῤῥᾶς, εὔδηλον ὅτι ψυχροτέρας ἐστὶ κράσεως. Αἱ γὰρ θάλασσαι καὶ οἱ ποταμοὶ καὶ τὰ πλήθη τῶν ὑδά‐ των τοῦ ὑγροῦ ἐκείνου στοιχείου εἰσὶ ποιητικά. Ταῦτα
55δὲ εἴπαμεν, οὐκ ἀφορίζοντες τὰ στοιχεῖα ἀπ’ ἀλλή‐
λων· συνδέδενται γὰρ ἐν πάσῃ τῇ κτίσει· ἀλλ’675

28

.

677

ὅτι περ ἐν τοῖς τέσσαρσι τόποις, οἷς εἰρήκαμεν, πλεονάζει ἕτερον τοῦ ἑτέρου κατὰ τὴν προκειμένην φυσιολογίαν. Ἐρώτ. ρκδʹ. Πῶς καὶ φαρμακοί τινες ἐκδιώκουσιν
5ἐξ ἀνθρώπων δαίμονας; Ἀπόκ. Τοῦ Χριστοῦ ἐν τοῖς ἁγίοις Εὐαγγελίοις λέγοντος, ὅτι «Εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἡ βασιλεία αὐτοῦ οὐχ ἵσταται·» εὔδηλον, ὅτι δαίμονα φαρμακὸς οὐ διώκει, ἀλλ’ ὁ δαίμων ὁ ἐν τῷ δαιμονι‐
10ζομένῳ ἀνθρώπῳ οἰκῶν ἑκουσίως ὑποχωρεῖ πρὸς τὸ ἀπατηθῆναι τοὺς ἀνθρώπους, καὶ ἀντὶ τοῦ προστρέ‐ χειν πρὸς Θεὸν, πείθει πρὸς τοὺς φαρμακοὺς τρέ‐ χειν. Ἐρώτ. ρκεʹ. Πῶς ἐπὶ τοσοῦτον ἰσχύει φαρμακὸς,
15ὥστε καὶ εἰς ἀλόγου φύσιν μετενέγκαι τὸν ἄνθρω‐ πον; Ἀπόκ. Εἰ ἠδύνατο ἐξ ἀνθρώπου ζῶον ἀπεργάσα‐ σθαι, πάντως ἴσχυσε καὶ ἐξ ἀλόγου ἄνθρωπον συστή‐ σασθαι λογικόν. Ἀλλ’ οὐκ ἔστι τοῦτο· μὴ γένοιτο!
20Ἀλλ’ ὥσπερ οἱ λεγόμενοι Ψηφάδες, καὶ πάλιν αὐτὸς ὁ Ἀντίχριστος ἐρχόμενος ἐν φαντασίᾳ πλανᾷ τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων χρυσίον αὐτοῖς πολλάκις ἢ ἄργυρον ὑποδεικνύς· οὕτω καὶ οἱ λέγοντες ἐξ ἀν‐ θρώπου ζῶον ποιεῖν τοὺς ὁρῶντας καὶ μόνον ἀπα‐
25τῶσιν· ἐπεὶ τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γενό‐ μενον ἄνθρωπον κτῆνος ποιῆσαι οὐ δύνανται. Ἐρώτ. ρκϛʹ. Ἆρα κρῖμα κέκτηνται οἱ κλοπὴν ὑπομένοντες, καὶ εἰς τοὺς λεγομένους μάντεις ὑπά‐ γοντες;
30 Ἀπόκ. Καὶ μέγα· ἐδίδαξεν γὰρ ἡμᾶς ἡ Γραφὴ ἐπὶ πάσης συμφορᾶς ἡμῖν ἐπερχομένης λέγειν τό· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυ‐ ρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.»
35 Ἐρώτ. ρκζʹ. Πῶς τινες ἐν τοῖς θανατικοῖς ἀπο‐ θνήσκουσι, καὶ θεωροῦσί τινας ὀπτασίας, καὶ μετὰ δύο ἢ τρεῖς ὥρας ἀνίστανται διηγούμενοι; Ἀπόκ. Ἐπὶ τῶν τοιούτων οὐ τελείως τότε ἡ ψυχὴ ἐξῆλθεν ἐκ τοῦ σώματος· ἀλλ’ ἐν ἐκστάσει γίνονται,
40κἂν ἡμῖν ἐκπνεύσαντες νομίζωνται· ἅπερ δὲ ὁρῶσι καὶ διηγοῦνται φοβερὰ, πρὸς τὸ ἡμῖν συμφέρον ὁ Θεὸς αὐτὰ ὑπέδειξεν· ἵνα φοβηθέντες διορθω‐ σώμεθα ἑαυτοὺς, ἀπεχόμενοι τῶν πονηρῶν πρά‐ ξεων.
45 Ἐρώτ. ρκηʹ. Πόθεν ἐπιγινώσκει ἡ ψυχὴ ἀπλανῶς τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει, καὶ οὐκ εἰς ἀλλότριον εἰσέρχεται; Ἀπόκ. Φυσικῇ ἀκολουθίᾳ. Ὥσπερ γὰρ ἀρνία ἀφ’ ἑσπέρας ἐκ μητέρων χωρισθέντα, εἶτα, πρωΐας ἀπο‐

28

.

677

(50)

λυθέντα, ἀπλανῶς ἕκαστον ὑπὸ τῆς φύσεως πρὸς τὴν ἰδίαν μητέρα ἔρχεται· οὕτω καὶ ἐπὶ τῶν ψυχῶν νο‐ ήσωμεν ἐν τῇ ἀναστάσει γενέσθαι. Ἐρώτ. ρκθʹ. Ἐάν τις λῃστὴς, ἑκατὸν φόνους ποιήσας, κρατηθεὶς ἀποκεφαλισθῇ, τί λέγομεν
55περὶ αὐτοῦ; Ἆρα ἠλευθερώθη τῶν φόνων, ὧν ἐποί‐
ησεν;677

28

.

680

Ἀπόκ. Ἑνὸς καὶ μόνου φόνου ἔδωκε δίκην· τῶν δὲ λοιπῶν ἐνενήκοντα ἐννέα ἐν τῷ αἰῶνι τῷ μέλλοντι ἀπολογήσεται. Γινώσκειν δὲ χρὴ, ὅτι πολλάκις καὶ ἕνα φόνον ποιήσας ἄνθρωπος, κἂν κρατηθεὶς ἀπο‐
5κεφαλισθῇ, οὐ πάντως ὅτι ὅλου τοῦ κρίματος τοῦ φόνου ἠλευθέρωται. Οἶόν τι λέγομεν ἐπὶ τοῦ ἁγίου Ἰωάννου τοῦ Βαπτιστοῦ καὶ Ἡρώδου· ὅτε γὰρ καὶ ἀπεκεφαλίσθη Ἡρώδης, ὑπὲρ οὗ ἐφόνευσεν τὸν Βα‐ πτιστὴν, ἀλλ’ οὐκ ἔστιν ἴσον πρὸς σωτηρίαν τοῦ κό‐
10σμου Ἰωάννης καὶ Ἡρώδης. Ὁ μὲν γὰρ σωτήριος ἄνθρωπος, ὁ δὲ ἐπίβουλος. Ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων φονέων, καὶ φονευομένων δικαίων ἀνδρῶν, ἐστὶ νο‐ ῆσαι, καὶ διακρῖναι, καθὼς προειρήκαμεν. Ἐρώτ. ρλʹ. Ἐάν τις ἄρχων ἀπὸ θυμοῦ μεθ’ ὅρ‐
15κων πολλῶν ὁρίσῃ πρᾶγμα, εἶτα μετὰ τὸν ὅρκον ἐλθὼν εἰς ἑαυτὸν μεταμεληθῇ, γνοὺς ὅτι κακῶς ὥρ‐ κισε, τί ὀφείλει ποιῆσαι;
19Ἀπόκ. Ἐξομολογήσασθαι τῷ Θεῷ καὶ καταγνῶναι
20τὰς ἑαυτοῦ προπετείας, καὶ ἀναλῦσαι τὸν ὅρκον. Καὶ γὰρ καὶ Πέτρος ὁ ἀπόστολος εἰπὼν, ὅτι «Οὐ μή μου νίψεις τοὺς πόδας εἰς τὸν αἰῶνα·» καὶ ἀνα‐ λύσας ὅπερ εἶπεν, ἐπαινεῖται τοῦτο πεποιηκώς. Ἡρώ‐ δης δὲ, στήσας τὸν ἑαυτοῦ ὅρκον, διὰ τὴν τοῦ προ‐
25δρόμου κεφαλὴν εἰς αἰῶνας κολάζεται. Ἐρώτ. ρλαʹ. Ἐάν τις λογίσηταί τι πρᾶγμα ὡς νο‐ μίζει ἑαυτῷ συμφέρον, πῶς ὀφείλει περὶ αὐτοῦ αἰτή‐ σασθαι, καὶ Θεῷ προσεύξασθαι; Ἀπόκ. Καθὼς ἡμᾶς ὁ Χριστὸς ἐδίδαξε προσεύχε‐
30σθαι, καὶ λέγειν πρὸς Θεόν· «Γενηθήτω τὸ θέλημά σου.» Καὶ γὰρ τοῦτο παιδεύων ἡμᾶς ὁ Κύριος οὕτω καὶ αὐτὸς προσηύχετο λέγων τῷ Πατρί· «Μὴ τὸ ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν.» Ἡμεῖς δὲ πολ‐ λάκις οἱ ἄνθρωποι αἰτούμεθά τινα παρὰ Θεοῦ, νομί‐
35ζοντες ταῦτα ἡμῖν συμφέρειν, καὶ τυγχάνοντες τοῦ αἰτήματος, εὑρίσκομεν τὴν τούτου ἔκβασιν πάνυ ἡμᾶς καταβλάψασαν. Ὅθεν ὡς προγνώστης ὁ Κύριος, τὰ τέλη τῶν πραγμάτων ἐπιστάμενος, παρακούει πολλάκις τῆς προσευχῆς ἡμῶν ὡς ἀγαθὸς τὸ συμφέ‐
40ρον ἡμῖν πραγματευόμενος. Ὅθεν οὐ καλὸν βιά‐ ζεσθαι τὸν Θεὸν ἐν τοῖς αἰτήμασιν ἡμῶν, ἀλλ’ ὡς ἐδιδάχθημεν εὔχεσθαι, καὶ ζητεῖν μὴ τὸ ἡμέτερον, ἀλλὰ τὸ τοῦ Θεοῦ θέλημα γενέσθαι. Θέλει γὰρ πάντως πάντας σωθῆναι, καὶ παρέχει ἡμῖν τὰ εἰς ἡμετέραν
45σωτηρίαν συντείνοντα. Ἐρώτ. ρλβʹ. Ἐάν τις βουλεύσηται πρᾶγμα ποιῆ‐ σαι, πόθεν ὀφείλει ἐπιγνῶναι, ὅτι θεάρεστόν ἐστιν, ὃ ποιῆσαι ἐσκέψατο; Ἀπόκ. Ὀλίγων ἐστὶ λίαν ἀνδρῶν τὸ ἐν πᾶσιν

28

.

680

(50)

ἀπλανῶς τοῖς ἑαυτῶν βουλεύμασιν ἐπίστασθαι, εἰ θεάρεστόν ἐστι τὸ γινόμενον. Μέντοιγε ἐκ τῶν ἐν ταῖς θείαις Γραφαῖς εἰρημένων, καὶ τοῖς ἁγίοις πε‐
πραγμένων, τὰ πολλὰ τῶν καθ’ ἡμᾶς στοχαζόμεθα εἰ679

28

.

681

εἰσὶ θεάρεστα. Καὶ τοῦτο δέ τινες ἐπετήρησαν, ὅτιπερ ὅσα εἰσὶν εὐαπόδεκτα τῷ Θεῷ, οὐ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ πᾶσα ἡ κτίσις συνεργεῖ, καὶ συνέρχεται εἰς αὐτά· ὥσπερ εἰς τὰ τῷ Θεῷ ἀπαρέσκοντα οὐ δου‐
5λεύει, ἀλλὰ ἀντιτάσσεται. Τοῦτο δὲ πάντως ἀπαιτεῖ‐ ται ὁ ἄνθρωπος, ἵνα πρὸς Θεοῦ εὐαρέστησιν πάντα, ὅσα πράττει, βουλεύσηται. Ἐρώτ. ρλγʹ. Προειρήκαμεν ἐν τοῖς ἔμπροσθεν, ὅτιπερ εἰς ὃ καταληφθήσεται ἄνθρωπος ἐν τῷ θανάτῳ
10αὐτοῦ, εἰς αὐτὸ καὶ ἀπέρχεται, εἴτε ἀγαθῷ εἴτε κακῷ. Ἐὰν οὖν τις καὶ πονηρὰ καὶ ἀγαθὰ ποιήσας τελευ‐ τήσῃ, τί χρὴ περὶ αὐτοῦ λογίζεσθαι; Ἀπόκ. Μόνῳ Θεῷ ἔγνωσται τοῦτο· ἐπεὶ οὔτε ἀν‐ θρώπῳ οὔτε ἀγγέλῳ. Εἰσὶ γάρ τινα κακὰ καλύπτοντα
15μικρὰ ἀγαθά· καί εἰσί τινα ἀγαθὰ καλύπτοντα καὶ ἐξαλείφοντα μεγάλα πονηρά. Τὰ δὲ κρίματα ταῦτα «ἄβυσσος πολλή.» Ἐρώτ. ρλδʹ. Ἔδοξέ τισι ματαιόφροσι λέγειν ὅτι οὐδὲν διαφέρει τοῦ κτήνους ὁ ἄνθρωπος, ἀλλ’ ὡς ὁ
20θάνατος τοῦ κτήνους, οὕτως ἐστὶ καὶ ὁ θάνατος τοῦ ἀνθρώπου μὴ ἔχοντός τινα ψυχῆς οὐσίαν ἀθάνατον. Καὶ γὰρ, φησὶν, ὁ ἄνθρωπος καὶ τὸ κτῆνος ὁμοίως θνήσκουσιν, ἐξερχομένου καὶ κενουμένου τοῦ αἵματος αὐτῶν.
25 Ἀπόκ. Τοῦ αἵματος ἡ φύσις παρὰ μὲν τοῖς ἀλό‐ γοις οὐσία τίς ἐστι ζωτικὴ, καὶ τῶν λοιπῶν τριτῶν στοιχείων συστατική· οὗτινος τὸ ζῶον στερούμενον θνήσκει, μηδὲν λοιπὸν ἐκ τῶν τριῶν στοιχείων ὠφε‐ λούμενον, παρὰ δὲ τῇ καθ’ ἡμᾶς φύσει τῇ λογικῇ ἡ
30τοῦ αἵματος φύσις σύνδεσμός ἐστι τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ ἀφαιρουμένου τοῦ συνδέσμου, ἀνάγκη πᾶσα καὶ τὰ συνδεδεμένα χωρίζεσθαι. Ἐρώτ. ρλεʹ. Καλῶς· φυσικὴ γὰρ ἡ ἀπόδειξις. Ὅμως ἐπειδὴ ζῶα καὶ ἄνθρωποι τελευτῶσι, πολλά‐
35κις καὶ ἄνευ κενώσεως αἵματος, τί ἐστι τὸ παρ’ αὐτῶν ἐξερχόμενον καὶ ποιοῦν τὸν θάνατον; Ἀπόκ. Παρὰ μὲν τοῖς ἀλόγοις ἡ ζωτικὴ, καὶ θρε‐ πτικὴ, καὶ θερμαντικὴ, καὶ κινητικὴ, καὶ αὐξητικὴ τοῦ αἵματος, ἡ ἐκ πυρὸς ὑπάρχει ἐνέργεια, ἡ καὶ τὸ
40ἀναπνεῖν αὐτοῖς παρέχουσα. Ὥσπερ γὰρ ὁ λέβης ὑπὸ πυρὸς καιόμενος τὸ ἐν αὐτῷ ὕδωρ κινεῖ καὶ βράζει· παυομένου δὲ τοῦ πυρὸς, νεκρὸν λοιπὸν καὶ ἀκίνητον, καὶ ψυχρὸν τὸ ὕδωρ γίνεται· οὕτω καὶ ἐπὶ τῆς τῶν ἀλόγων φύσεως καὶ τῆς ζέσεως τοῦ αἵματος γίνεσθαι
45νόμιζε, καὶ ταύτην εἶναι τὴν αἰτίαν τῆς αὐτῶν ζωῆς καὶ κινήσεως. Ἐξασθενοῦντος οὖν τοῦ αἵματος, νε‐ κρὸν λοιπὸν καὶ ἀκίνητον τὸ κτῆνος ἢ τὸ πετεινὸν, ἢ ὁ ἰχθὺς καθίσταται. Ἐπὶ δὲ τῆς ἀνθρωπίνης φύσεως οὐ μόνον ἡ ζέσις καὶ ἡ θέρμη τοῦ αἵματος τῷ καιρῷ

28

.

681

(50)

τοῦ θανάτου χωρίζονται, ἀλλὰ σὺν αὐτοῖς καὶ ψυχή τις λογική τε καὶ συστατικὴ, ἀθάνατός τε καὶ νοερά. Ἐρώτ. ρλϛʹ. Τοὺς τῷ Εὐαγγελίῳ μὴ πιστεύοντας Ἕλληνας, καὶ τὰς θείας πάσας Γραφὰς εὐτελίζοντας, πῶς αὐτοὺς πεῖσαι ὀφείλομεν, ὅτι ἔστι θεὸς ἄκτιστος,
55ποιητὴς οὐρανοῦ καὶ γῆς, εἷς καὶ μόνος, καὶ οὐ πολ‐ λοὶ θεοὶ, ὡς αὐτοὶ πλανώμενοι νομίζουσιν;
Ἀπόκ. Τοὺς τὰς θείας Γραφὰς μὴ δεχομένους ἐξ681

28

.

684

αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως περὶ θεο‐ λογίας πεῖσαι ὀφείλομεν. Ὁρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει οὐ κατὰ φύσιν, ἀλλ’ ὑπὲρ φύσιν μετ’ ἀλλήλων ὑπαρχούσας. Οἷόν τι λέγω. Φύσει ἡ τῶν
5ὑδάτων οὐσία ῥευστικὴ καὶ καταφερὴς ὑπάρχει· πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας ἐκ τῆς θα‐ λάσσης ὕδωρ τὰς νεφέλας ἀνέλκοντας; Τὸ δὲ θαυμα‐ στότερον, ὅτι, ἁλμυρὰ ἀνερχόμενα, γλυκέα λοιπὸν ταῦτα ἐπὶ γῆς διὰ τῶν ὄμβρων κατέρχονται. Πῶς δὲ
10πάλιν καὶ ἡ τῶν σωμάτων [ὑδάτων] φύσις, βολιστικὴ κατὰ φύσιν ὑπάρχουσα, ὁρᾶται, ἄδυτος καὶ ἀβόλιστος ἐν τοῖς ὕδασι τῆς Μαρμαρικῆς Πενταπόλεως; Οὐ μό‐ νον δὲ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύ‐ σις ὑπάρχουσα, ἐν τῷ ἅμα ἦν, ὅτε ἐν Λυκίᾳ τῷ ὄρει
15τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑω‐ ράκασι; Καὶ ἄλλα δὲ μυρία τούτοις ὅμοια καὶ παρά‐ δοξά ἐστιν ἐν τῇ κτίσει ὁρώμενα καὶ θαυμαζόμενα· ἅπερ ἅπαντα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γίνεσθαι ἔμελ‐ λον, εἰ μὴ οὐσία τις Θεοῦ ἦν τούτων δεσπόζουσα, καὶ
20τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. Πῶς δὲ πάλιν λέγουσιν ἡμῖν Ἑλλήνων παῖδες, βροντῆς στεῤῥᾶς γινομένης, ἅπασα ἡ φύσις τῶν ἀνθρώπων τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος, ὡς ὑπὸ δεσπότην ἐστὶ τὸν τὰς βροντὰς
25ἐργαζόμενον; Καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέ‐ ρους Ἑλλήνων εἰς θεογνωσίαν φέροντα ὑποδείγματα. Πρὸ γὰρ τῶν παρ’ αὐτοῖς σοφῶν ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν μαρτύρια πολλὰ περὶ θεοσεβείας τινὲς Ἑλλήνων σοφοὶ ἔφρασαν· ἀλλὰ καὶ τὴν Χρι‐
30στοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. Καὶ γοῦν τις τῶν παρ’ αὐτοῖς σοφῶν πρὸ πολλῶν τῆς Χριστοῦ ἐπιδημίας χρόνων φησὶν, ὅτι Ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν οὐράνιον γόνον. Καὶ ἄλλος πάλιν ἔφρασεν οὕ‐ τως· Ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην κατέρχε‐
35ται ὁ Θεὸς γῆν, καὶ δίχα πταίσματος σὰρξ γενήσε‐ ται· ὡς κατάκριτος ἐν ξύλῳ κρεμασθήσεται, καὶ ἀνίατα πάθη θεραπεύσει. Ἐρώτ. ρλζʹ. Χριστιανῶν τε καὶ Ἰουδαίων Χρι‐ στὸν ὁμολογούντων, ἀμφιβαλλόντων δὲ τῶν Ἰουδαίων
40οὔπω αὐτὸν ἐληλυθέναι, ἀλλὰ λεγόντων, ὅτι μέλλει ἔρχεσθαι· πόθεν αὐτοὺς πεῖσαι ὀφείλομεν, ὅτι καὶ Θεός ἐστιν ὁ Χριστὸς, καὶ ὅτι ἀληθής ἐστι, καὶ οὐ πλάνος, ὡς αὐτοὶ νομίζουσιν; Ἀπόκ. Ὅτι μὲν Θεὸς καὶ Κύριος ὁ Χριστός ἐστιν,
45οἱ προφῆται μαρτυροῦσιν· ὁ μὲν Δαβὶδ λέγων· «Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν· «Ἔκλινεν οὐρανοὺς καὶ κατέβη·» καὶ πάλιν· «Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι·» ὁ δὲ Ἀμβακοὺμ πάλιν φησίν· «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει·» ὁ δὲ Βα‐

28

.

684

(50)

ρούχ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἔξευρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδω‐ κεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ἰδοὺ πῶς
55προφανῶς οἱ προφῆται Θεὸν λέγουσι τὸν Χριστόν.683

28

.

685

Ὅτι δὲ ἐλήλυθεν ἤδη ὁ Χριστὸς, Δανιὴλ ὁ προ‐ φήτης τὸν χρόνον τῆς παρουσίας αὐτοῦ σημαίνων οὕτω φησὶ, μᾶλλον δὲ πρὸς αὐτὸν ὁ ἀρχάγγελος Γα‐ βριήλ· «Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ
5τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συν‐ τελεσθῆναι ἁμαρτίας, καὶ τοῦ σφραγῖσαι ἁμαρτίας·» καὶ μετὰ βραχύ· «Καὶ τοῦ σφραγῖσαι ὅρασιν καὶ προφητείαν, καὶ τοῦ χρῖσαι Ἅγιον ἁγίων.» Τίς οὖν ἐστιν ἕτερος χρισθεὶς Ἅγιος ἁγίων εἰ μὴ ὁ Χριστὸς
10μόνος, ὡς τοῦ Θεοῦ τοῦ ζῶντος; Αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες τετρακόσια ἐνενήκοντα ἔτη σημαίνουσιν. Ἀπὸ δὲ τοῦ Δανιὴλ ἕως τοῦ νῦν ὑπάρχουσιν ἔτη τῶν ὀκτακοσίων πλείω. Δείξουσιν οὖν ἡμῖν λοιπὸν Ἰου‐ δαῖοι, τίς παρ’ αὐτοῖς ἐχρίσθη Ἅγιος ἁγίων μετὰ τε‐
15τρακόσια ἐνενήκοντα ἔτη τοῦ Δανιὴλ, καὶ κατήργησε τὴν θυσίαν καὶ τὴν σπονδὴν τὴν νομικήν; Ἀλλ’ οὐκ ἔχουσι δεῖξαι, τίς τοῦτο πεποίηκεν, εἰ μὴ Ἰησοῦς ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅτι δὲ ἀληθής ἐστι, καὶ οὐ πλάνος, ὁ Χριστὸς,
20ὡς ὑμεῖς νομίζετε, ὦ Ἰουδαῖοι, παραστήσομεν ὑμῖν τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων, μέχρι τοῦ νῦν κραζόντων καὶ μαρτυρούντων ἐν πάσῃ τῇ οἰκουμένῃ· καὶ ὅτι πάντα τὰ ὑπ’ αὐτοῦ λεχθέντα γε‐ γόνασιν. Εἶπε γὰρ, ὅτι «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρ‐
25ελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ποῖοι δὲ λόγοι, νουνεχῶς ἀκούσωμεν. Εἶπε περὶ τοῦ ὑμε‐ τέρου ναοῦ, ὅτι «Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ μείνῃ λί‐ θος ἐπὶ λίθον ἐπ’ αὐτῷ, ὃς οὐ μὴ καταλυθῇ·» Ἆρα γέγονεν αὐτοῦ ὁ λόγος, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι
30ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ὑμῶν τὸ ἔθνος, καὶ τὴν πόλιν καὶ τὸ βασίλειον· Ἆρα γέγονε τοῦτο ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου, ἢ οὐ γέγονεν; Εἶπεν, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου τοῦ Βα‐ πτιστοῦ, καὶ παύονται· Ἆρα οὐ γέγονε τοῦτο; Τίς
35προφήτης παρ’ ὑμῖν μετὰ Ἰωάννην τὸν Βαπτιστήν; Εὔδηλον, ὅτι οὐδείς. Εἶπε πάλιν ὁ αὐτὸς Κύριος Ἰη‐ σοῦς Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ὅτι κηρυχθήσε‐ ται τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ· ἆρα γέγονεν τοῦτο, ἢ οὐ γέγονεν; Πάλιν εἶπεν, ὅτι πύλαι ᾅδου οὐ
40κατισχύσουσι τῆς Ἐκκλησίας· Ἆρα ἐψεύσατο; Μὴ γένοιτο! Εἶπεν ἡμῖν τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὅτι «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου·» Ἄρτι εἴπατε ἡμῖν, διὰ τὸ ὄνομα τοῦ Χριστοῦ οὐ πάντα τὰ ἔθνη ἡμᾶς μισεῖ καὶ βδελύττεται; Κἂν
45ὑμεῖς σιωπήσητε, ἀλλ’ οἱ λίθοι κράξονται, καὶ αὐτὴ δὲ τῶν πραγμάτων ἡ ἀλήθεια ἱκανῶς ἐντρέψαι καὶ κατασχῦναι ὑμᾶς δύναται, καὶ πεῖσαι καὶ ἄκοντας, ὅτι Χριστὸς ὁ Θεὸς ἐμφανῶς ἦλθε καὶ ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ πάλιν

28

.

685

(50)

ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη, καὶ ἀνέβη εἰς οὐρανοὺς ἐν ἀλαλαγμῷ ὡς Θεός. Ἵνα δὲ τελείως τῆς Ἰουδαϊκῆς καταγνῶμεν πωρώσεως, λοιπὸν δὲ καὶ ἡμεῖς οἱ πιστοὶ βεβαιότεροι ἐν τῇ Χριστοῦ πίστει γενώμεθα· φέρε διὰ βραχέων
55περὶ πάσης τῆς Χριστοῦ οἰκονομίας καὶ περὶ τῆς τοῦ
Εὐαγγελίου ἀπολογίας ἐκ τῆς Παλαιᾶς Διαθήκης τὰς685

28

.

688

μαρτυρίας ποιησώμεθα. Ἔσται γὰρ πᾶσι τοῖς ἐγκύ‐ πτουσιν ἐντεῦθεν ὠφέλεια. Ὅτι προαιώνιος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ἐπ’ ἐσχάτων σαρκωθεὶς ἐκ τοῦ ρθʹ ψαλμοῦ· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά
5σε.» Εὔδηλον δὲ, ὅτι οὐδεὶς ἀνθρώπων πρὸ ἑωσφό‐ ρου ἐγεννήθη. Ὁ γὰρ ἑωσφόρος τῇ δʹ ἡμέρᾳ ἐγένετο· ὁ δὲ Ἀδὰμ τῇ ϛʹ ἡμέρᾳ ἐπλάσθη. Ὡσαύτως δὲ καὶ Σολομὼν περὶ τῆς πρὸ αἰώνων ἐκ Θεοῦ καὶ Πατρὸς γεννήσεως τοῦ μονογενοῦς Υἱοῦ καὶ Λόγου Κυρίου
10ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτω φησὶν, ὡς ἐκ προσώπου τοῦ Υἱοῦ αὐτοῦ· «Πρὸ τοῦ ὄρη γενηθῆναι, πρὸ τοῦ τὰς πηγὰς προελθεῖν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.» Ἐρωτητέον οὖν λοιπὸν τὸν Ἰουδαῖον, τίνα ὁ Θεὸς πρὸ πάσης κτίσεως ἐγέννησεν; Ὁμοίως δὲ καὶ
15τὸ εἰπεῖν τὸν Θεὸν περὶ τοῦ Ἀδὰμ, ὅτι «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν,» Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον δηλοῖ. Καὶ πάλιν τὸ εἰπεῖν, ὅτι «Ἔβρεξε Κύ‐ ριος παρὰ Κυρίου πῦρ ἐπὶ Σόδομα,» προφανῶς Πα‐ τέρα καὶ Υἱὸν σημαίνει.
21 Ὅτι δὲ ἐνανθρωπῆσαι καὶ σαρκοῦσθαι ἐπ’ ἐσ‐ χάτων τῶν ἡμερῶν ἔμελλεν ὁ Θεὸς Λόγος, ἀκούσω‐ μεν τῶν προφητῶν τὰς φωνὰς λεγόντων, τοῦ μέντοι προφήτου Δαβίδ· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν
25ὀνόματι Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν·» καὶ πάλιν· «Ὁ Θεὸς ἐμφανῶς ἥξει·» τοῦ δὲ προ‐ φήτου Ἡσαΐου· «Οὐκ ἄγγελος οὐδὲ πρέσβυς, ἀλλ’ αὐτὸς ὁ Κύριος ἥξει καὶ σώσει ἡμᾶς. Τότε ὀφθαλμοὶ τυφλῶν ἀνοιχθήσονται, καὶ τρανὴ ἔσται γλῶσσα μο‐
30γιλάλων τότε ὁ χωλὸς ὡς ἔλαφος ἁλεῖται.» Ὅτι δὲ ἐκ γυναικὸς παρθένου γεννηθῆναι ὁ Χριστὸς ἔμελλεν, Ἡσαΐου τοῦ προφήτου πάλιν ἀκούσωμεν λέγοντος· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·» καὶ
35πάλιν ὁ αὐτός· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, Θεὸς ἰσχυ‐ ρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλ‐ λοντος αἰῶνος.» Εἶτα ὁ αὐτὸς προφήτης λέγει καὶ
40τὸ, ποῦ μέλλει ἐπὶ γῆς σαρκοῦσθαι ὁ Χριστὸς, τουτ‐ έστιν ἐν Ναζαρέθ. «Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθα‐ λεὶμ, ὁδὸς θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.» Πρόδηλον δὲ, ὅτι τῶν ἐθνῶν λαὸς ἐκάθητο
45ἐν σκότει τῆς ἀγνωσίας, πλάνης, καὶ εἰδωλολατρείας. Διὸ καὶ ὁ Δαβὶδ, δεικνὺς, ὅτι διὰ τὰ ἔθνη ὁ Θεὸς σαρκοῦσθαι ἔμελλεν, ἔλεγεν· «Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη.» Καὶ πάλιν ὁ αὐτὸς προφήτης ὡς ἐκ προσ‐ ώπου τοῦ Πατρὸς πρὸς τὸν Υἱόν φησιν· «Αἴτησον

28

.

688

(50)

παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου·» διὸ καὶ «Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας·» καὶ πάλιν· «Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξά‐ σουσι τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι δὲ ἐν Βηθλεὲμ (ἥτις ἑρμηνεύεται Οἶκος
55τοῦ ἄρτου), ἔμελλε γενέσθαι ὁ ἄρτος τῆς ζωῆς, καὶ687

28

.

689

ὅτι προαιώνιός ἐστιν ἡ ἐκ τοῦ Πατρὸς αὐτοῦ γέννη‐ σις, ἀκούσωμεν τοῦ προφήτου Μιχαίου λέγοντος· «Καὶ σὺ, Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγο‐ στὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· Ἐκ σοῦ γάρ
5μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ ἔξοδος αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.» Ὅτι δὲ ἐν Σιὼν μέλλει φανεροῦσθαι ὁ Χριστὸς, καὶ ὅτι Ὕψιστός ἐστι, Δαβὶδ ὁ προφήτης ἐν τῷ πϛʹ ψαλ‐ μῷ οὕτω προφητεύει λέγων· «Μήτηρ Σιὼν ἐρεῖ,
10Ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐ‐ τὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.» Ὥστε οὖν ὕψιστός ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅτι δὲ τεχθεὶς ὁ Χριστὸς ἔμελλε μετὰ τῆς ἰδίας μητρὸς τῆς πνευματικῆς νεφέλης ἔρχεσθαι εἰς Αἴγυπτον,
15Ἡσαΐου τοῦ προφήτου ἀκούσωμεν λέγοντος· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπ‐ του.» Ὅτι δὲ βαπτιζομένου τοῦ Χριστοῦ, ἔμελλεν ὁ Πατὴρ ἄνωθεν αὐτῷ μαρτυρεῖν, ἐν τῷ κηʹ ψαλμῷ
20γέγραπται οὕτω· «Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν, Κύριος ἐπὶ ὑδάτων πολλῶν.» Εἶτα περὶ τῶν θαυμάτων καὶ ἰαμάτων, ὧν ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν ἐποίησεν Ἡσαΐας ἡμᾶς διδάσκει λέγων· «Αὐτὸς τὰς ἀσθενείας ἡμῶν
25ἦρε, καὶ τὰς νόσους ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυ‐ νᾶται.» Ὅτι δὲ εἰρηνεῦσαι τὸν κόσμον ἦλθεν ὁ Χριστὸς, ἀκούσωμεν τοῦ οαʹ ψαλμοῦ· «Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δι‐
30καιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θα‐ λάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκου‐ μένης.» Κἂν εἴπῃ Ἰουδαῖος, ὅτι περὶ Σολομῶντος λέγει ὁ ψαλμὸς, ψεύδεται. Λέγει γάρ· «Πρὸ τοῦ ἡ‐
35λίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, καὶ προσκυνήσουσιν αὐτῷ πάν‐ τες οἱ βασιλεῖς τῆς γῆς.» Ταῦτα δὲ οὐ δυνατὸν εἰς Σολομῶντα λέγεσθαι· οὐ γὰρ ἦν αὐτὸς πρὸ ἡλίου. Ὅτι δὲ καὶ διὰ βαπτίσματος ἔμελλεν ὁ Χριστὸς
40ὁ Θεὸς ἡμῶν καταργεῖν τὸν διάβολον, ὁ ογʹ ψαλμὸς μαρτυρεῖ λέγων πρὸς Θεὸν οὕτως· «Σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συν‐ έθλασας τὴν κεφαλὴν τοῦ δράκοντος.» Ὅτι δὲ ποι‐ ητὴς οὐρανοῦ ὁ Χριστός ἐστιν, ὁ ἐν θαλάσσῃ περι‐
45πατήσας, τοῦ Ἰὼβ ἀκούσωμεν λέγοντος οὕτως· «Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θα‐ λάσσης ὡς ἐπ’ ἐδάφους.» Περὶ δὲ τοῦ πώλου καὶ τῆς ὄνου, ἐφ’ ὧν ὁ Χριστὸς ἐπεκάθισεν, ἀκούσωμεν τοῦ προφήτου Ζαχαρίου λέγοντος· «Χαῖρε σφόδρα, θύ‐

28

.

689

(50)

γατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.» Τί τοίνυν τῶν προφητικῶν τούτων φωνῶν τηλαυγέστερον; Ἀλλ’ ὅμως, καίπερ οὕτως τρανῶς
55περὶ τοῦ Χριστοῦ προφητευόντων, ἀπετύφλωσεν ὁ
Σατανᾶς τὰ τῶν Ἰουδαίων ὄμματα, καὶ ἐπήρωσε τὰς689

28

.

692

τῆς ψυχῆς αὐτῶν κόρας, ἵνα τὰς τοιαύτας μαρτυρίας παραγράφωνται. Ἀκούσωμεν οὖν καὶ περὶ τῶν παίδων, τῶν τῷ Χριστῷ Ὡσαννὰ βοησάντων, καὶ Κύριον λεγόντων προφανῶς τὸν Χριστὸν ψαλμῷ ηʹ·
5«Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» Περὶ δὲ τῆς τοῦ Ἰούδα προδόσεως ψαλμὸς μαʹ λέγει· «Ὁ ἐσθίων ἄρ‐
10τους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν.» Τὴν δὲ τῶν ἐθνῶν καὶ Ἰουδαίων ἐπιβουλὴν τὴν κατὰ τοῦ Χριστοῦ ὁ βʹ ψαλμὸς λέγει· «Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ,»
15ἤγουν Ἄννας καὶ Καϊάφας, καὶ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς· «κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χρι‐ στοῦ αὐτοῦ.» Ὁ γὰρ πολεμῶν τὸν Υἱὸν, ὑβρίζει καὶ τὸν Πατέρα. Περὶ δὲ τῶν δεσμῶν, ὧν ἔδησαν τὸν Χριστὸν,
20λέγει ταλανίζων τοὺς Ἰουδαίους Ἡσαΐας ὁ προφή‐ της· «Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βου‐ λὴν πονηρὰν καθ’ ἑαυτῶν λέγοντες· Δήσωμεν τὸν δίκαιον.» Ἐρώτησόν μοι λοιπὸν τὸν Ἰουδαῖον, καὶ εἰπὲ αὐτῷ, ὅτι Τίς ἀνθρώπων ἐπὶ γῆς ἀναμάρτητος;
25Εὔδηλον, ὅτι οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ’ ἂν μία ἡμέρα τῆς ζωῆς αὐτοῦ ἐπὶ τῆς γῆς. Καὶ πάλιν φη‐ σὶν ὁ προφήτης πρὸς Θεόν· «Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» Ὥστε φανερῶς διδασκόμεθα, ὅτι οὐ‐
30δεὶς ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεός· Ἴδωμεν οὖν λοιπὸν τί ὁ προφήτης Ἡσαΐας διαλέγεται ἡμῖν περὶ τοῦ πάθους τοῦ ἀναμαρτήτου Χριστοῦ τοῦ Θεοῦ ἡ‐ μῶν, τοῦ Υἱοῦ τοῦ Θεοῦ· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν
35ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.» Δῆλον δὲ, ὅτι ἐσιώπα ὁ Χριστὸς Πιλάτῳ παριστάμενος ἐπὶ τοῦ πάθους αὐτοῦ. «Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγή‐ σεται;» Ἤγουν τὴν τῆς θεότητος οὐδεὶς διηγήσεται·
40κατὰ σάρκα γὰρ γενεαλογεῖται Χριστὸς ὁ Θεὸς ἡ‐ μῶν. «Ἀπὸ» γὰρ «τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον.» Πρόδηλον δὲ, ὅτι ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ κόσμου Χριστὸς ἀπέθανε. «Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ.» Δῆλον, ὅτι τοὺς Ἰουδαίους
45παρέδωκε τοῖς Ῥωμαίοις. «Καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.» Διὰ τί, ὦ προφῆτα; Εἰπὲ ἡμῖν προφανῶς, τίνος χάριν; «Ὅτι ἁμαρτίαν οὐκ ἐποί‐ ησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ.» Τί πρὸς ταῦτα ἐροῦσιν οἱ Ἰουδαῖοι; Τίς ἄνθρωπος ὡς

28

.

692

(50)

πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἁμαρτίαν μὴ ποιήσας; ἀλλ’ οὐκ ἔχουσι δεῖξαι ἄνθρωπον ἀναμάρτητον εἰ μὴ μόνον τὸν Θεὸν γενόμενον ἄνθρωπον. Ἀκούσωμεν δὲ καὶ περὶ τῶν ψευδομαρτύρων, τῶν κατὰ τοῦ Χριστοῦ ψευδομαρτυρησάντων, ψαλ‐
55μοῦ λδʹ· «Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ
ἐγίνωσκον ἠρώτων μοι· ἀνταποδεδώκασί μοι πονηρὰ691

28

.

693

ἀντὶ ἀγαθῶν.» Δῆλον, ὅτι ὧν ὁ Χριστὸς ἐν τῷ λαῷ αὐτῷ πεποίηκε· πρῶτον μὲν τὴν ἔξοδον αὐτῶν τὴν ἐξ Αἰγύπτου, καὶ τὰ λοιπὰ μύρια ἀγαθὰ, ἃ εἰς αὐ‐ τοὺς εἰργάσατο, ἔπειτα δὲ τοὺς νοσοῦντας αὐτῶν ἰά‐
5σατο. Περὶ δὲ τῶν μαστιγωσάντων καὶ ῥαπισάντων τὸν Χριστὸν Ἡσαΐας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ οὕτως φησί· «Τὸν νῶτόν μου δέδωκα εἰς μά‐ στιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυ‐
10σμάτων.» Ὁμοίως δὲ καὶ ὁ προφήτης Δαβὶδ ἐκ προσώπου τοῦ Χριστοῦ ἐν λζʹ ψαλμῷ λέγει· «Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐν‐ ώπιόν μού ἐστι διὰ παντός.» Περὶ δὲ τῆς πράσεως τοῦ Χριστοῦ λέγει Ἱερεμίας ὁ προφήτης· «Καὶ ἔλα‐
15βον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημέ‐ νου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὼς συνέταξέ μοι Κύριος.» Ἆρα τοῦτο παραγράψασθαι δύνασθε, ὦ Ἰουδαῖοι, ὅπερ πρὸ ὀφθαλμῶν παντὸς τοῦ κόσμου πρό‐
20κειται ἔκτοτε καὶ μέχρι τοῦ νῦν; λέγω δὴ ὁ ἀγρὸς τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. Ὡσαύτως δὲ καὶ Ζαχαρίας ὁ προφήτης λέγει περὶ τῶν τριάκοντα ἀρ‐ γυρίων ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργύρια.» Ὅτι δὲ τὴν ἀρ‐
25χὴν τῆς σωτηρίας ἡμῶν, ἤγουν τὸν τίμιον σταυρὸν, ἐν τοῖς ἰδίοις ὤμοις αὐτοῦ ἐβάστασεν ὁ Χριστὸς ὑψω‐ θεὶς ἐν αὐτῷ, Ἡσαΐας ὁ προφήτης ἐκ Πνεύματος ἁγίου προφητεύσας εἶπεν, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου
30αὐτοῦ·» τουτέστιν ὁ ζωοποιὸς σταυρός. Περὶ δὲ τοῦ ἀκανθίνου στεφάνου γέγραπται ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων· «Θυγατέρες Ἱερουσαλὴμ, ἐξέλθετε, καὶ ἴδετε τὸν στέφανον ὃν ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ·» τουτέστιν ἡ συναγωγὴ τῶν Ἰουδαίων (μήτηρ
35γὰρ Χριστοῦ αὕτη κατὰ σάρκα νοεῖται), ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρ‐ δίας αὐτοῦ.» Πρόδηλον δὲ, ὅτι ἡ ἡμέρα τοῦ πάθους τοῦ Χριστοῦ ἦν ἡμέρα εὐφροσύνης αὐτοῦ διὰ τὴν σω‐ τηρίαν ἡμῶν. Ὥσπερ γὰρ ἄκανθαί τινες, οὕτως ὑπ‐
40ῆρχον αἱ ἁμαρτίαι τοῦ κόσμου, ἅστινας, ἐλθὼν ὁ Χρι‐ στὸς ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐξήλειψε. Καὶ καθάπερ διὰ τοῦ καρποῦ τοῦ ξύλου ἡ ἁμαρτία, οὕτω διὰ τοῦ ξύλου τοῦ σταυροῦ ἡ σωτηρία. Καὶ διὰ τοῦτο ἐν κήπῳ τὸ πάθος τοῦ Χρι‐
45στοῦ γέγονεν, ἐπειδὴ ἐν παραδείσῳ παρέβη ὁ Ἀδάμ. Διὰ τοῦτο καὶ λῃστῇ παράδεισος ἀπὸ σταυροῦ ἀνοί‐ γεται· διὰ τοῦτο δὲ καὶ ὥρᾳ ἕκτῃ ὁ Χριστὸς σταυ‐ ροῦται, ἐπειδὴ τὸ δειλινὸν ὁ Ἀδὰμ ἐξωρίσθη. Χολῆς γεύεται, ἵνα τὴν γλυκύτητα τῆς πικρᾶς ἡδονῆς τοῦ

28

.

693

(50)

Ἀδὰμ ἰάσηται· ῥαπίζεται, ἵνα ἐμοὶ τὴν ἐλευθερίαν χαρίσηται· ἐμπτύεται, ἵνα τὸ ἐμφύσημα τοῦ ἁγίου Πνεύματος ἡμῖν χαρίσηται· φραγγελοῦται, ἵνα τὸ ἐπὶ τοῦ νώτου ἡμῶν φορτίον τῶν ἁμαρτιῶν σκορπίσῃ· γυμνοῦται ἐν ξύλῳ, ἵνα τὴν ἐμὴν αἰσχύνην σκεπάσῃ·
55θανατοῦται, ἵνα ἐμὲ ζωοποιήσῃ· κατακρίνεται, ἵνα693

28

.

696

ἐμὲ τῆς κατάρας ἀπολύσῃ· καλάμῳ τὴν κεφαλὴν τύ‐ πτεται, ἵνα τὴν τοῦ ὄφεως κεφαλὴν συντρίψῃ· λόγ‐ χῃ τὴν πλευρὰν νύττεται, ἵνα τὴν ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ κτισθεῖσαν θεραπεύσῃ, καὶ τὴν φλο‐ γίνην ῥομφαίαν τὴν καθ’ ἡμῶν στρεφομένην παύσῃ, καὶ τὴν ὁδὸν ἡμῖν τοῦ παραδείσου ἀνοίξῃ.
5 Ὅτι δὲ ἐν μέσῳ τῆς γῆς ἔμελλεν ὁ Χριστὸς σταυροῦσθαι, ἐν ογʹ ψαλμῷ γέγραπται· «Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.» Καὶ ὅτι μετὰ λῃστῶν ἔμελλεν ὁ Χρι‐ στὸς σταυροῦσθαι, Ἡσαΐας φησί· «Καὶ μετὰ ἀνό‐
10μων ἐλογίσθη.» Περὶ δὲ τῶν ἥλων καὶ τοῦ διαμερι‐ σμοῦ τῶν ἱματίων αὐτοῦ, ψαλμὸς καʹ οὕτω λέγει· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.»
15Ὁμοίως δὲ καὶ Ζαχαρίας ὁ προφήτης περὶ τῶν ἥλων οὕτως ἔφη· «Καὶ ἐροῦσι πρὸς αὐτόν· Τί αἱ πληγαὶ αὗται αἱ ἀνὰ μέσον τῶν χειρῶν σου; Καὶ ἐρεῖ· Ἃς ἐπλήγην ἐν τῷ οἴκῳ τῶν ἀγαπητῶν μου.» Περὶ δὲ τοῦ σκοτασμοῦ ὁ αὐτὸς προφήτης Ζαχαρίας λέγει οὕ‐
20τω· «Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, οὐκ ἔσται φῶς· καὶ ψῦχος καὶ πάγος ἔσται μία ἡμέρα, καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ, καὶ πρὸς ἑσπέραν ἔσται φῶς.» Ὁμοίως δὲ καὶ Ἀμὼς ὁ προφήτης εἶπε· «Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
25λέγει Κύριος, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς.» Καὶ Ἰωὴλ δὲ ὁ προφήτης λέγει· «Ὁ ἥλιος καὶ ἡ σελήνη σκο‐ τάσουσι, καὶ οἱ ἀστέρες δύσουσι τὸ φέγγος αὐτῶν. Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσα‐
30λὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ.» Ὅτι δὲ ἔμελλεν ὄξος καὶ χολὴν ποτίζε‐ σθαι Χριστὸς, ψαλμοῦ ξηʹ ἀκούσωμεν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.» Διὸ καὶ ἀρᾶται αὐτοὺς λέγων· «Γενηθήτω
35ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν, τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐ‐ τῶν διὰ παντὸς σύγκυψον. Ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐ‐
40τούς. Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·» ἤγουν ὁ ἐν Ἱεροσολύμοις ναὸς αὐτῶν, ὃ δὴ καὶ γέγονε. Καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ, ὡς ἐπὶ κατάρας λεγόμενα, τοῖς Ἰουδαίοις ἁρμόζει, οὓς καὶ Μωσῆς ὠνείδισεν
45εἰπών· «Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου.» Περὶ δὲ τῆς λόγχης λέγει Ζαχαρίας ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Καὶ ἐπιβλέψονται

28

.

696

(50)

πρὸς μὲ, εἰς ὃν ἐξεκέντησαν.» Περὶ δὲ τοῦ ὕδατος τῆς ἁγίας αὐτοῦ πλευρᾶς ὁ αὐτὸς προφήτης εἶπεν· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱε‐
ρουσαλήμ.» Ἀκούσωμεν δὲ καὶ τοῦ προφήτου Ἡσαΐου695

28

.

697

περὶ τῆς ταφῆς τοῦ Κυρίου λέγοντος, καὶ ὅπως δια‐ γελᾷ τοὺς Ἰουδαίους· «Ἴδετε ὡς δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ.» Εἶπεν οὖν καὶ τὴν αὐτοῦ ἀνάστασιν· καὶ πάλιν· «Ἀπὸ προσώπου ἀδικίας
5ἦρται ὁ δίκαιος, καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ.» «Ἐν εἰρήνῃ» δὲ λέγει, ὅτι ὁ Πιλᾶτος μετ’ εἰρήνης ἀπέδωκε τὸ σῶμα τοῦ Ἰησοῦ τῷ Ἰωσήφ. Ὁμοίως δὲ καὶ Δαβὶδ περὶ τῆς ταφῆς αὐτοῦ ἐν πζʹ ψαλμῷ λέγει ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· «Ἔθεντό με ἐν λάκκῳ
10κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου·» καὶ πρὸ τούτων· «Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθη‐ τος ἐν νεκροῖς ἐλεύθερος,» ἤγουν ἀναμάρτητος. Γέγραπται δὲ καὶ ἐν τῷ Ἰὼβ οὕτως· «Ἀνοίγονταί σοι φόβῳ πύλαι θανάτου· πυλωροὶ δὲ ᾅδου ἰδόντες ἔπτη‐
15ξαν·» πρόδηλον δὲ, ὅτι αἱ ἐναντίαι τῶν δαιμόνων δυ‐ νάμεις. Ὁμοίως δὲ καὶ ἐν τῷ ξζʹ ψαλμῷ· «Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραί‐ νοντας τοὺς κατοικοῦντας ἐν τάφοις.» Ὅτι δὲ ὁ Χρι‐ στὸς ἐν τῷ ᾅδῃ ἀπομένειν οὐκ ἔμελλεν, ἀλλὰ τριήμε‐
20ρος ἀνίστασθαι, ψαλμοῦ ιεʹ ἀκούσωμεν· «Ὅτι οὐκ ἐγ‐ καταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·» καὶ πάλιν νϛʹ ψαλμοῦ· «Ἐξεγερθήσομαι ὄρθρου.» Καὶ ὁ προφήτης δὲ Ὠσηὲ οὕτως ἔφη· «Πορευθῶμεν, καὶ ἐπιστρέψωμεν πρὸς
25Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι αὐτὸς πεποίηκεν ἡμᾶς, καὶ ἰάσεται ἡμᾶς· ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας, ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστησόμεθα καὶ ζησόμεθα.» Περὶ δὲ τῶν μυροφόρων γυναικῶν Ἡσαΐας ὁ προφήτης εἶπε· «Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γάρ
30ἐστι λαὸς ἔχων σύνεσιν.»
32 Περὶ δὲ τῆς ἀναλήψεως τοῦ Χριστοῦ ἐν ζʹ καὶ ιʹ ψαλμῷ γέγραπται· «Καὶ ἐπέβη ἐπὶ χερουβὶμ, καὶ ἐπετάσθη· ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.» Καὶ
35πάλιν ἐν μϛʹ ψαλμῷ· «Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος·» καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ στήσονται οἱ πόδες Κυρίου εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερου‐ σαλὴμ ἐξ ἀνατολῶν.» Περὶ δὲ τῆς ἐνδόξου δευτέρας
40παρουσίας τοῦ Υἱοῦ τοῦ Θεοῦ λέγει Δανιὴλ ὁ προφή‐ της· «Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ προσηνέχθη αὐτῷ. Καὶ αὐτῷ ἐδόθη ἀρχὴ καὶ ἡ
45τιμὴ, καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι δουλεύσουσιν αὐτῷ. Ἡ ἐξουσία αὐτοῦ ἐξου‐ σία αἰώνιος, ἥτις οὐ παρελεύσεται· καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Ἰδοὺ σαφῶς διὰ τῶν εἰ‐ ρημένων ἐμάθομεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ,

28

.

697

(50)

ὁ σαρκωθεὶς καὶ παθὼν δι’ ἡμᾶς, καὶ ἀναστὰς ἐκ νεκρῶν, καὶ ἀναληφθεὶς ἐν δόξῃ πρὸς τὸν ἑαυτοῦ Πα‐ τέρα καὶ πάλιν μέλλων ἔρχεσθαι μετὰ τῶν νεφελῶν
τοῦ οὐρανοῦ, μετὰ δόξης αἰωνίου κρῖναι ζῶντας καὶ697

28

.

700

νεκρούς. Προεῖπε γὰρ περὶ τούτου ὁ αὐτὸς προφήτης Δανιήλ· «Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Πα‐ λαιὸς ἡμερῶν ἐκάθητο· καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον
5καθαρόν. Ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐ‐ τοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύ‐ ριαι μυριάδες παρείστηκαν αὐτῷ. Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν. Ἐθεώρουν τότε ἀπὸ φωνῆς
10τῶν λόγων τῶν μεγάλων, ὧν τὸ κέρας ἐκεῖνο ἐλάλει, ἕως ἀνῃρέθη τὸ θηρίον καὶ ἀπώλετο, καὶ τὸ σῶμα αὐτοῦ ἐδόθη εἰς καῦσιν πυρός.» Πρόδηλον δὲ, ὅτι τὸ θηρίον ὁ Ἀντίχριστός ἐστιν. Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐρχόμενος, ἀνελεῖ αὐτὸν τῷ πνεύματι τοῦ στόματος
15αὐτοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ταῦτα δὲ ἐκ πολλῶν ὀλίγα ἐκ τῶν ἁγίων Γρα‐ φῶν παρεθέμεθα πρὸς μὲν ἡμετέραν τῶν Χριστια‐ νῶν μείζονα πίστιν, πρὸς ἔλεγχον δὲ τῆς Ἰουδαϊκῆς
20σκληροκαρδίας καὶ φρενοβλαβείας. Ὅτι ὁ εἷς τῆς ἁγίας ζωοποιοῦ Τριάδος, Θεὸς Λόγος καὶ Θεοῦ Υἱὸς, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, αὐτὸς διὰ τὴν ἡμετέραν σωτηρίαν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐνην‐ θρώπησεν ἐκ τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν
25Θεοτόκου, καὶ ἀεὶ παρθένου Μαρίας. Καὶ πάντα θεο‐ πρεπῶς ἀπεργασάμενος, καὶ παθὼν, καθὼς οἱ ἅγιοι προεῖπον προφῆται, ἔσωσεν ἐκ τῆς τοῦ ἐχθροῦ πλά‐ νης καὶ δουλείας τὸ γένος ἡμῶν. Ὑπὲρ τῶν τοσού‐ των οὖν εὐεργεσιῶν, ὧν τυχεῖν παρὰ τῆς αὐτοῦ
30ἀγαθότητος ἠξιώθημεν, σπουδάσωμεν εὐάρεστοι αὐτῷ ἀναδειχθῆναι διὰ τῆς τῶν ἁγίων αὐτοῦ ἐντολῶν ἐκ‐ πληρώσεως, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀτελευτήτων ἀγαθῶν ἐπιτύχωμεν ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ παντοκράτορι Πατρὶ
35αὐτοῦ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.699