TLG 2035 075 :: ATHANASIUS :: Liber de definitionibus [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Liber de definitionibus [Sp.]

Citation: Volume — page — (line)

28

.

533

(5t)

ΤΟΥ ΑΥΤΟΥ, ΠΕΡΙ ΟΡΩΝ.
6 Ὅροι διάφοροι κατὰ τὴν παράδοσιν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, συλλεγέντες ἀπό τε Κλήμεντος καὶ ἑτέρων ὁσίων ἀνδρῶν καὶ μακαρίων Πατέρων· οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος
10μετιέναι καὶ ἐνστηθίζειν, τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ προΐστασθαι τοῦ Λόγου τῆς ἀληθείας βουλόμενον, καὶ πάντα ἄνθρωπον ὀρθοδόξως φρονοῦντα, καὶ πίστιν πρὸς Θεὸν τὴν εἰλικρινῆ ἐσχηκότα. Πρὸς δὲ ἀκριβεστέραν παράδοσιν ἐκεῖνο εἰδέναι
15χρὴ, ὅτιπερ πᾶν τὸ οἱονοῦν ζήτημα ἢ ἐρώτημα τρεῖς τὰς ἐρωτήσεις καὶ ἐξετάσεις ἔχει· οἷον τί ἐστι τόδε πρᾶγμα, καὶ κατὰ τί εἴρηται τόδε, καὶ (ὁσαχῶς) νοεῖται τὸ ὄνομα τόδε. Καὶ ὅτε μὲν ἐρωτῶμεν, τί ἐστι τόδε; πρόδηλον, ὅτι τὸν ὅρον ζητοῦμεν τοῦ
20πράγματος· ὅταν δὲ λέγωμεν, κατὰ τί εἴρηται τόδε; τὴν ἐτυμολογίαν τοῦ ὀνόματος ἀπαιτοῦμεν. Ἡνίκα δὲ λέγομεν, ὁσαχῶς νοεῖται τὸ ὄνομα τόδε; πρόδηλον, ὅτι πόσα ζητοῦμεν τὰ σημαινόμενα τοῦ ὀνόματος. Ὁ γοῦν ἐκτὸς εἰδήσεως τῶν ὅρων δογματίζειν ἐπι‐
25χειρῶν οὐδὲν διαφέρει τυφλοῦ ὁδοιπόρου ὧδε κἀκεῖσε πλαζομένου. Εἰρητέον τοίνυν τῶν προειρημένων τρό‐ πων τριχῶς ποιεῖσθαι τὴν ἐξέτασιν.
29Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐ‐
30τὸς δὲ ὑπ’ οὐδενὸς ὁριζόμενος· ὥστε μόνος ὅρος τῶν ὅρων ἐστὶν ὁ Θεός. Ὅρος ἐστὶ λόγος σύντομος δηλω‐ τικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅροι δὲ λέγονται, ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς διορίζοντες συντόμως τὴν τοῦ
35νοητοῦ δύναμιν. Καὶ γὰρ ὁ ἄνθρωπός ἐστιν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς, καὶ λόγου καὶ αἵματος, καὶ στοι‐ χείων, καὶ ἑτέρων πλειόνων συνισταμένη. Ἡμεῖς δὲ περιορίζομεν ταῦτα, καὶ συντόμως λέγομεν διὰ τοῦ ὅρου, ὅτι Ὁ ἄνθρωπός ἐστι ζῶον λογικὸν, θνητὸν,
40νοῦ καὶ ἐπιστήμης δεκτικόν. Λέγεται καὶ πάλιν τὸ ἐντελὲς ὄνομα τοῦ ἀνθρώπου ἀνορθοπεριπατητικόν. Συνέκοψαν δὲ οἱ ὀνοματοθέται τὴν πολυλεξίαν, καὶ ὠνόμασαν αὐτὸν ἄνθρωπον διὰ τὴν συντομολογίαν. Ἀνορθοπεριπατητικὸν δὲ λέγεται ὁ ἄνθρωπος, ἐπειδὴ
45τὰ ἄλογα ζῶα περιπατοῦντα, κλίνοντα τὴν κεφαλὴν βλέπουσι κάτω πρὸς τὴν γῆν· ὁ δὲ ἄνθρωπος περι‐ πατῶν βλέπει καὶ θεωρεῖ τὰ ἄνω. Ἐν συγκοπῇ δὲ ὀνομάζεται ἄνθρωπος. Πάλιν ἄνθρωπος λέγεται, διὰ τὸ ἄνω ἀθρεῖν τὸν ὦπα· τοῦτ’ ἔστι διὰ τὸ ἄνω θεω‐

28

.

533

(50)

ρεῖν τῶν ὀφθαλμῶν ἡμῶν τὴν ἐνέργειαν. Ὁ γὰρ ὀφθαλμὸς καὶ ὁ νοῦς πάντοτε ἄνω ὁρᾷ. Καὶ τούτου χάριν εἴρηται ὅρος· ὅτι περιορίζει καὶ συγκόπτει τὴν πολυλεξίαν, καὶ ποιεῖ σύντομον τὴν μακρο‐ λογίαν.
56Πολλοὶ μὲν οὖν εἰσι καὶ ἀναρίθμητοι ὅροι περὶ
παντὸς πράγματος. Ἐκ πολλῶν δὲ ὀλίγους τοὺς κυ‐533

28

.

536

ριωτέρους ἐντάττομεν διὰ τὸ ῥᾴθυμον τῶν ἀνθρώ‐ πων. Πλὴν τοῦτο γνωστέον καὶ πιστευτέον, ὅτι ὁ φιλο‐ πόνως πράττων τοὺς ὅρους ῥήτορας καὶ δεινοὺς πολυ‐ λόγους δυνήσεται εὐχερῶς ἐν ταῖς διαλέξεσιν ἐπιστο‐
5μίζειν. Ὅταν γὰρ ἐρωτηθεὶς, τί ἐστιν ὅρος; καὶ κατὰ τί εἴρηται ὅρος; καὶ ὁσαχῶς νοεῖται ὅρος; ἀπορήσει ὁ ἐξ ἐναντίας πρὸς ταῦτα, καὶ καταισχύνεται λοιπὸν ὡς μηδὲν ἐπιστάμενος. Τρία εἰσὶ κατ’ οὐσίαν ἀνθρώποις ἀγνώριστα καὶ
10ἀόριστα, Θεὸς, ἄγγελος, καὶ ψυχὴ, μόνῳ Θεῷ κατ’ οὐσίαν γνωριζόμενα. Τί ἐστιν ὁριστόν; καὶ τί ἀόριστον; καὶ τί δυσό‐ ριστον; καὶ τί εὐόριστον; Ὁριστόν ἐστιν ἀνυπέρβα‐ τος στάσις· οἷον ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ ἡ θάλασσα,
15ἡ τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνουσα. Ἀόριστόν ἐστι τὸ μόνον ἄκτιστον, ὁ Θεός. Δυσόριστόν ἐστι τὸ κτι‐ στὸν καὶ ἀόριστον· οἷον ἄγγελος, ψυχὴ, καὶ δαίμων· ἢ δυσόριστόν ἐστι τὸ μὴ καθόλου, ἀλλ’ ἐκ μέρους γινωσκόμενον· οἷον τὸ ξύλον τῆς ζωῆς. Εὐόριστόν
20ἐστι τὸ ψηλαφώμενον καὶ θεωρούμενον· οἷον ἄρτος καὶ τὰ ὅμοια.
23 Τί ἐστι Θεός; καὶ κατὰ τί εἴρηται Θεός; καὶ ὁσαχῶς νοεῖται Θεός; Θεὸς μέν ἐστιν οὐσία ἀναίτιος
25καὶ πάσης οὐσίας αἰτία ὑπερούσιος· καὶ λέγεται ἀπὸ τοῦ θέειν, ἤτοι τρέχειν. Τὸ τρέχειν δὲ μὴ τὴν ἀπὸ τόπου νοητέον εἰς τόπον μετάβασιν, ἀλλὰ τὸ τὴν προνοίαν τοῦ Θεοῦ καὶ τὴν ἐνέργειαν ἐπὶ πάντα διή‐ κειν· ἢ ἀπὸ τοῦ αἴθειν ἤτοι καίειν· ἢ ἀπὸ τοῦ θεω‐
30ρεῖν τὰ πάντα· οὐδὲν γὰρ τῶν ὄντων τὴν ἐποπτικὴν αὐτοῦ διαφεύγει δύναμιν. Δισσῶς δὲ λέγεται ἡ Θεὸς προσηγορία παρὰ τῇ θείᾳ Γραφῇ, φύσει καὶ χάριτι. Ὁ μὲν Θεὸς φύσει καὶ οὐσίᾳ ἐστὶ Θεός· χάριτι δὲ καὶ θέσει λέγονται θεοὶ καὶ οἱ δίκαιοι. Καὶ γὰρ ἡ
35Γραφὴ λέγει· «Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψί‐ στου.» Εἴρηται δὲ Πατὴρ, ἢ ὡς τὰ πάντα τηρῶν, ἢ ὡς τοὺς οἰκείους παῖδας τηρῶν καὶ στηρίζων οἷα πατήρ. Υἱὸς δὲ λέγεται, ὡς ἂν εἴποις· Οἷος ὁ Πατὴρ τὴν οὐσίαν, τοιοῦτος καὶ ὁ Υἱός· εἴτε ἐξ ἀκτίστου
40ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητός. Πνεῦμα δὲ εἴρηται, ὡσανεὶ πᾶν νεῦμα, ὀξέως πάντη νεῦον καὶ κινούμε‐ νον. Εἴρηται δὲ πνεῦμα ἐν τῇ θείᾳ Γραφῇ τετραχῶς, Πνεῦμα τὸ ἅγιον, πνεῦμα ὁ ἄγγελος, πνεῦμα ἡ ψυχὴ, πνεῦμα ἄνεμος· ἔστι δ’ ὅτε καὶ ὁ νοῦς εἴρηται
45πνεῦμα.
49Ἀΐδιόν ἐστι τὸ ἀεὶ διάγον. Καὶ τὸ μὲν ἀΐδιον

28

.

536

(50)

οὐ λέγεται καὶ ἄναρχον· τὸ δὲ ἄναρχον λέγεται καὶ ἀΐδιον. Ἄναρχον δὲ λέγεται τὸ μὴ ἔχον ἀρχήν· τοῦτο δέ ἐστιν ὁ Θεός. Διὸ καὶ ἄναρχος λέγεται καὶ ἀΐδιος, τουτέστιν ἀτελεύτητος. Οἱ δὲ ἄγγελοι καὶ αἱ ψυχαὶ οὐ λέγονται ἄναρχοι· ἀρχὴν γὰρ ἔλαβον καὶ ἐκτί‐
55σθησαν παρὰ Θεοῦ. Λέγονται δὲ ἀΐδια, ἐπειδὴ μέλ‐
λουσιν ἀθάνατα ζῇν.535

28

.

537

Ἰδίωμα λέγεται τὸ ἰδίως ὑπάρχον ἐν τῇ φύσει, ἐν ἑτέρᾳ δὲ οὐσίᾳ μηδαμῶς ὑπάρχον· ὥσπερ ἐν τῷ ἀν‐ θρώπῳ τὸ γελαστικόν. Οὐδὲ γάρ ἐστι γέλως ἐν ἄλλῃ οἵᾳ δήποτε φύσει.
5 Τί λέγεται φύσις; Φύσις εἴρηται, διὰ τὸ πεφυ‐ κέναι καὶ εἶναι, ὥσπερ καὶ οὐσία, ὡς οὖσα καὶ ἐν ἀλη‐ θείᾳ γνωριζομένη. Φύσις πάλιν εἴρηται, διὰ τοῦ φύειν καὶ βλαστάνειν. Φύσις καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἕν ἐστι. Πρόσωπον δὲ καὶ χαρακτὴρ καὶ ὑπόστασις
10καὶ ἰδικὸν καὶ ἄτομον ἓν καὶ αὐτὸ ὑπάρχει. Ἄλλο γὰρ φύσις καὶ ἄλλο ὑπόστασις. Ἐὰν οὖν εἴπῃ σοί τις ὅτι Ἐπὶ τῆς θεότητος πόσας φύσεις ὁμολογεῖς; εἰπὲ μίαν, ὑποστάσεις δὲ τρεῖς. Ἐὰν δὲ εἴπῃ σοι ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας, πόσας φύσεις ὁμολογεῖς;
15εἰπὲ δύο· μίαν δὲ τὴν ὑπόστασιν. Καὶ γὰρ ὁ Χριστὸς τὰς δύο οὐσίας καὶ φύσεις ἔσχεν ἀτρέπτους καὶ ἀκε‐ ραίους, τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἐν μιᾷ ὑποστάσει, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος γνωρι‐ ζόμενος. Καὶ διὰ τοῦτο δύο φύσεις ἐν μιᾷ ὑποστάσει
20ὁμολογοῦμεν τὴν σάρκωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ. Ἐπὶ δὲ τῆς θεολογίας μίαν φύσιν ὁμολογοῦμεν τῆς ἁγίας Τριάδος, τρεῖς δὲ ὑποστάσεις. Καὶ γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μία φύσις
25ἐστὶ, καὶ μία οὐσία, καὶ μία ἐξουσία, καὶ βασιλεία, καὶ δύναμις· τρεῖς δὲ ὑποστάσεις, καὶ τρεῖς χα‐ ρακτῆρες, καὶ τρία πρόσωπα· τουτέστι Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Μία θεότης ἐστὶν ἐν τρισὶ προσώποις γνωριζομένη.
30 Δέον οὖν καθολικώτερον εἰπεῖν τί ἐστιν οὐσία, καὶ τί ἐστιν ὑπόστασις. Ἡ μὲν οὐσία, καὶ τὸ γένος, καὶ ἡ φύσις, καὶ ἡ μορφὴ, ὡς εἴρηται, μία ἐστί· τὸ δὲ πρόσωπον καὶ ὁ χαρακτὴρ καὶ ἡ ὑπόστασις, καὶ τὸ ἄτομον, καὶ τὸ ἰδικὸν, ἕν ἐστι. Καὶ γὰρ ἡ φύσις δύ‐
35ναται ἔχειν ἐν ἑαυτῇ πλείους τὰς ὑποστάσεις. Καὶ γὰρ οἱ ἄνθρωποι, ἐξ ἑνὸς σώματος ὄντες καὶ μιᾶς πνοῆς πάντες, μιᾶς ἐσμεν φύσεως καὶ οὐσίας. Ὑπο‐ στάσεις δὲ πολλαί. Καὶ γὰρ ὑπόστασις διὰ τοῦτο λέ‐ γεται, ἀπὸ τοῦ στήκειν τῇ οὐσίᾳ.
40 Καὶ ἡ μὲν φύσις καὶ ἡ οὐσία λέγεται καθολικὴ, ἡ δὲ ὑπόστασις μερική. Καθολικὸν δὲ λέγεται τὸ καθ‐ όλου πάντα περιλαμβάνον καὶ περιέχον· μερικὸν δὲ τὸ ἔχον μέρος τι οὐσίας. Οἷον, ἐὰν εἴπῃς, Ὁ ἄν‐ θρωπος, ἰδοὺ εἶπας πάντα ἄνθρωπον· καθολικὸν γάρ
45ἐστι τοῦτο καὶ οὐσιῶδες, καὶ πάντες ἄνθρωποι λέγον‐ ται, καὶ τῆς αὐτῆς οὐσίας εἰσίν. Εἰ δὲ εἴπῃς, Ὁ Πέ‐ τρος καὶ ὁ Παῦλος ἢ ὁ Ἰωάννης, τότε ἕνα ἄνθρωπον ἐσήμανας, ὅτι μερικόν ἐστι τοῦτο. Τὸ γὰρ κοινόν ἐστι, ἐὰν εἴπῃς, Ὁ ἄνθρωπος, ἐπειδὴ πάντες οἱ ἄν‐

28

.

537

(50)

θρωποι ὀνομάζονται. Τὸ δὲ μερικόν ἐστι ἑκάστου τὸ ὄνομα. Ἁρμόζει καὶ τοῦτο τὸν θέλοντα γνῶναι τῶν πραγμάτων τὴν φύσιν, ἵνα γινώσκῃ, ποῖόν ἐστι τὸ μερικὸν, καὶ ποῖον καθόλου. Οὐ γὰρ μόνον ἐπ’ ἀνθρώ‐ πων, ἀλλὰ καὶ ἐπὶ παντὸς πράγματος, οὐρανίων καὶ
55ἐπιγείων, τοῦτό ἐστιν εὑρεῖν. Καὶ εἴπωμεν φανερώ‐ τερον· ἀναγκαῖα γάρ εἰσι ταῦτα τοῖς μέλλουσιν ἐκ‐ ζητεῖν. Λέγομεν δὲ οὕτως. Ἐὰν εἴπῃς, Ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν τῶν ἀγγέλων ἐσήμανας· κοινὸν γάρ
ἐστι τοῦτο τὸ ὄνομα τοῖς ἀγγέλοις καὶ οὐσιῶδες,537

28

.

540

καὶ πάντες ἄγγελοι λέγονται· Ἐὰν δὲ εἴπῃς, Ὁ Μι‐ χαὴλ, ὁ Γαβριὴλ, ὑπόστασιν μίαν εἶπας, τουτέστιν ἕνα ἄγγελον. Φύσις γὰρ λέγεται ἡ ἀγγελότης· ὑπόστα‐ σις δέ ἐστιν ἑνὸς ἑκάστου ἀγγέλου προσηγορία. Καὶ
5γὰρ φύσις ἐστὶ μία κοινὴ ἡ ἀνθρωπότης, ὑποστάσεις δὲ Πέτρος, Παῦλος καὶ Θωμᾶς, καὶ τὰ λοιπὰ πρόσ‐ ωπα καὶ οἱ χαρακτῆρες. Ἡ οὖν φύσις ἐστὶν ἡ κυρία καὶ γεννητικὴ τῶν ὑποστάσεων. Καὶ διὰ τοῦτο πάλιν ἐροῦμεν· ἐὰν εἴπῃς· Καλὴ φύσις ὁ ἄγγελος, ὅλην
10τὴν οὐσίαν αὐτῶν ἐσήμανας. Ἐὰν δὲ εἴπῃς· Μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων εἶπας. Καὶ ἐὰν εἴπῃς, Τὸ πετεινὸν, ἰδοὺ τὴν οὐσίαν πᾶσαν ἐδήλωσας τῶν πετεινῶν· ἐὰν δὲ εἴπῃς, Ἡ περιστερὰ, ἡ τρυγὼν, ἡ ἀηδὼν, ὁ ταὼς, καὶ ὁ κύκνος, ἰδοὺ ταῦτα
15ὑποστάσεις εἰσίν. Οὐ μόνον δὲ ἐπὶ τῶν νοερῶν καὶ λογικῶν καὶ ἐμψύχων ἁρμόζει ὁ αὐτὸς τῶν ὅρων κα‐ νὼν, ἀλλὰ καὶ διὰ πάσης ἀψύχου καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως· οἷόν τι λέγω, ἐὰν εἴπῃς, ὅτι Ἐποίησεν ὁ Θεὸς τὸ φῶς, ἰδοὺ πᾶσαν τὴν οὐσίαν τῶν
20φωστήρων ἐσήμανας. Αὕτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς· μερίζεται γὰρ εἰς ἥλιον, εἰς σελήνην καὶ εἰς ἀστέρας, εἰς λύχνους, εἰς κηροὺς, καὶ εἰς ἄλλα διάφορα. Ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς, Πνεῦμα, πᾶσαν τὴν φύσιν τῶν ἀνέμων ἐσή‐
25μανας. Εἰ δὲ εἴπῃς, Νότος, ἢ βοῤῥᾶς, ἢ εὐροκλύδων, αὗται ὑποστάσεις εἰσί. Πάλιν ἐὰν εἴπῃς, Τὸ δένδρον, πᾶσαν τὴν οὐσίαν τῶν δένδρων ἐσήμανας· εἰ δὲ εἴ‐ πῃς, Ἡ συκῆ, ἡ καρύα, ἡ κασταναία, ἡ ἀμυγδαλῆ, μίαν ὑπόστασιν εἶπας τῶν δένδρων. Πάλιν ἐὰν εἴπῃς,
30Τὸ ὕδωρ, ὅλην τὴν φύσιν τῶν ὑδάτων εἶπας· ἐὰν δὲ εἴπῃς, Ἡ θάλασσα, ἡ λίμνη, τὸ φρέαρ, ἡ πηγὴ, μίαν εἶπας τῶν ὑδάτων ὑπόστασιν. Πάλιν ἐὰν εἴπῃς, Ὁ ποταμὸς, τοὺς ποταμοὺς πάντας εἴρηκας· εἰ δὲ εἴ‐ πῃς, ὁ Μαίανδρος, ὁ Εὐφράτης, ὁ Νεῖλος, τότε τῶν
35ποταμῶν εἶπας μίαν ὑπόστασιν. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως οὕτω χρὴ πάντα διερευνᾷν, καὶ καθ’ ὃν τρό‐ πον ἐγράφησαν διανοεῖσθαι καὶ ἐπιγινώσκειν, καὶ διακρίνειν τί ἐστι φύσις, καὶ τί ἐστιν ὑπόστασις. Ἡ μὲν γὰρ φύσις ἐστὶν ἡ ῥίζα καὶ ἡ πηγὴ τῶν πραγμά‐
40των· ἡ δὲ ὑπόστασις μέρος ἐστὶ τῆς φύσεως. Ἀν‐ αγκαῖα γὰρ ταῦτα τοῖς θέλουσιν ἀκριβῶς τὰ ἐν τῷ κόσμῳ ἐπιγινώσκειν καὶ ἐρευνᾷν.
43tΠερὶ θελήματος, καὶ ἰδιώματος, καὶ ἐνεργείας,
44tκαὶ περὶ ἑνώσεως καὶ ὁμοουσίου.
45 Τί ἐστι θέλημα; Θέλημά ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς ἔφεσις πρὸς τὸ καταθύμιον. Πᾶν γὰρ νοερὸν, πρόδηλον, ὅτι καὶ θελητικὸν ὑπάρχει· θέλημα γὰρ λέγεται, κατὰ τὸ θέειν λίαν, ἢ τοῦ θελητοῦ λῆμμα, ἢ ὡς κράτημα. Τριχῶς δὲ θεωρεῖται τὸ θέλημα, θεϊ‐

28

.

540

(50)

κὸν, ἀγγελικὸν, καὶ ψυχικόν· ἐπειδὴ αὗται αἱ τρεῖς φύσεις μόναι εἰσὶ θελητικαί. Τριχῶς δὲ καὶ ἐν τῇ Γραφῇ εὑρίσκομεν τὸ θέλημα λεγόμενον, θεϊκὸν, τὸ φυσικὸν ἢ τὸ μέσον, καὶ τρίτον τὸ σαρκικὸν, ὅπερ σημαίνει τὸ διαβολικόν. Θέλημα θεῖόν ἐστι τὰ προσ‐
55τάγματα τοῦ Θεοῦ. Θέλημα δὲ φυσικὸν ἡ ἐργασία τοῦ Θεοῦ θελήματος. Θέλημα δὲ σαρκικὸν ἡ παρακοὴ τοῦ θείου νόμου. Ταῦτα τὰ τρία θελήματά εἰσιν ἐν τῷ ἀνθρώπῳ. Ἔστι δὲ καὶ ἕτερον θέλημα φυσικὸν, ὅπερ
λέγεται κοινὸν πᾶσιν ἀνθρώποις. Τοῦτο δέ ἐστι τὸ539

28

.

541

φιλόζωον. Πάντες γὰρ οἱ ἄνθρωποι φιλοῦσι τὴν ζωὴν, καὶ τὸ ὁρᾷν τὸ φῶς. Ἰδοὺ καὶ τὸ κοινὸν θέ‐ λημα. Εἰσὶ δὲ καὶ ἕτερα θελήματα ἐν ἡμῖν, ἅπερ κα‐ λοῦνται γνωμικά. Ἄλλος μὲν γὰρ ἄνθρωπος θέλει
5ἰδιάζειν, ἄλλος γεωργεῖν· καὶ ἄλλος μὲν πλέειν, ἄλ‐ λος δὲ ἀναπαύεσθαι, καὶ ἄλλος ὁδεύειν, ἄλλος γρηγο‐ ρεῖν, καὶ ἄλλος ὑπνοῦν, καὶ οἱ λοιποὶ ὁμοίως· πολλὰ γνωμικὰ θελήματα ἔχομεν οἱ ἄνθρωποι. Ἓν δὲ φυσικὸν θέλημα ἔχομεν πάντες, τὸ ἀγαπᾷν τὴν
10ζωὴν, ἤτοι τὴν ἀθανασίαν, ἣν ἐλάβομεν ἐξ ἀρχῆς.
13tΤί λέγεται ἰδίωμα.
14Ἰδίωμα λέγεται διὰ τὸ ἴδια εἶναι ἅμα· ἀχώριστοι
15γάρ εἰσι τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐτῶν ἰδιότητες. Ἰδίωμά ἐστι τὸ ἔν τινι φύσει ἰδικῶς γνω‐ ριζόμενον καὶ ἐν ἑτέρᾳ μὴ εὑρισκόμενον. Οἷόν τι λέγω· Ἐν τῷ Θεῷ ἐστι τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον, ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἵᾳ δήποτε
20οὐσίᾳ. Ἰδίωμά ἐστι τοῖς ἀγγέλοις τὸ ἀπαθὲς καὶ ἀθάνα‐ τον, τὸ ὑμνολογικὸν, τὸ ἀσίγητον. Ἰδίωμα δὲ ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως, ἐν ἄλλῃ οἵᾳ δήποτε οὐσίᾳ μὴ γνωριζόμενον. Καὶ ταῦτα μέν εἰσι φυσικὰ ἰδιώματα· ἕτερα καὶ ὑποτακτικὰ, οἷον
25λευκότης, μελανία, μακρότης, κολοβότης, γλαυκό‐ της, γοργότης, νωθρότης, καὶ τὰ ὅμοια ἅπερ οὐκ ἐν πᾶσιν ἀνθρώποις εὑρίσκονται. Οὐ γὰρ πάντες οἱ ἄν‐ θρωποι γοργοὶ, οὐδὲ πάντες ξανθοί. Τὰ δὲ φυσικὰ ἰδιώματα ἐξ ἴσου καὶ ἐν παντὶ τῷ εἴδει εὑρίσκονται·
30πάντες γὰρ οἱ ἄνθρωποι βροτοὶ ὁμοίως εἰσὶ, καὶ θνη‐ τοὶ, λογικοὶ, πλατυόνυχοι, ὀρθοπεριπατητικοί. Εἰσὶ δὲ καὶ ἕτερα, ἅπερ οὐ λέγονται κυρίως ἰδιώματα, ἀλλὰ συμβεβηκότα. Ταῦτα δὲ γίνονται καὶ ἀπογίνον‐ ται· οἷον ἡ νηπιότης, ἡ ὑγεία, ἡ νόσος, ἡ θερμότης,
35ἡ ψυχρότης· καὶ ἁπλῶς πᾶν τὸ παραλλαγῆναι δυνά‐ μενον συμβεβηκὸς λέγεται.
39tΠερὶ ἐνεργείας.
40 Ἐνέργειά ἐστι, καθά φησιν ὁ ἅγιος Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστου δύναμίς τε καὶ κίνησις. Καὶ γὰρ ἕκαστον οὐσιῶδες ἔχει τὴν ἑαυτοῦ ἐνέρ‐ γειαν· οἷον τὰ νοερὰ τὴν νόησιν, τὰ αἰσθητικὰ τὴν αἴσθησιν, τὰ κινητὰ τὴν κίνησιν, τὰ πετεινὰ τὴν
45πτῆσιν, τὰ νηκτὰ τὴν νῆξιν, τὰ βλαστικὰ τὴν βλά‐ στησιν, τὰ ἑρπυστικὰ τὴν ἕρπυσιν, τὰ φωτιστικὰ τὴν ἔλλαμψιν, τὰ γεννητικὰ τὴν γέννησιν· ἅπερ πά‐ λιν, ἀναιρουμένης τῆς ἐνεργείας, ἀναιρεῖται καὶ ἀπόλλυται καὶ ἡ αὐτοῦ φύσις. Ἀναιρουμένης γὰρ τῆς

28

.

541

(50)

καύσεως, σβέννυται τὸ πῦρ· ἀναιρουμένης τῆς κινή‐ σεως τοῦ ζώου, ἀπόλλυται ζῶον· ἀναιρουμένης τῆς νοήσεως, ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λο‐ γικὸν αὐτῆς. Τὸ δὲ παράδοξον, ὅτι καί τινες διάφοροι φύσεις στερούμεναι τῶν φυσικῶν ἐνεργειῶν αὐτῶν,
55ἑτέρας ἐνεργείας τίκτουσιν. Οἷον ὁ λίθος καιόμενος,
καὶ ἀπόλλυσι τὴν φυσικὴν ἐνέργειαν, καὶ γίνεται541

28

.

544

ἄσβεστος, καὶ καυστικὴν ἐνέργειαν κέκτηται. Καὶ ἡ κέδρος ὁμοίως στερεῖται μὲν τῆς βλαστικῆς ἐνερ‐ γείας, καὶ ἰαματικὴν κέκτηται, ἀναιρετικὴν ποιοῦσα τῶν σκωλήκων τὴν κεδρίαν. Δεῖ οὖν τοὺς ἐχέφρονας
5τὰς τῶν ὄντων προσηγορίας σκοπεῖν, καὶ ἀνακρίνειν, ὡς ἂν δύναιντο εὑρεῖν, πόσας πλείους ἁπάσης ὑπάρ‐ ξεως προσηγορίας ἐνεργητικὰς, ἀλλ’ οὐ φυσικὰς ὀνο‐ μασίας ἔχουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λα‐ βοῦσαι καὶ ἔχουσαι καὶ λεγόμεναι. Καὶ γὰρ, ὡς προ‐
10ειρήκαμεν, καθὼς ὀνομάζεται Θεὸς ἀπὸ τοῦ θεωρεῖν τὰ πάντα, καὶ ἄγγελος ἐκ τῆς ἀγγελικῆς αὐτοῦ ἐν‐ εργείας καὶ διακονίας, καὶ ἄνθρωπος ἀπὸ τοῦ ἄνω θεωρεῖν τὸν ὦπα· οὕτω κἀν τοῖς λοιποῖς· καὶ γὰρ παρθένος λέγεται, διὰ τὸ θανατοῦν τὴν πύρωσιν τῆς
15σαρκός· καὶ περιστερὰ διὰ τοῦτο λέγεται, ὅτι πέτε‐ ται στεῤῥῶς· καὶ ἔλαφος διὰ τὸ ἑλεῖν τοὺς ὄφεις· χελιδὼν, διὰ τὸ τὰ χείλη δονεῖν ἐν τῷ λαλεῖν· ὄφις, τουτέστιν ὁ φὰς ἤτοι ὁ λαλήσας πρὸς τὴν Εὔαν ποτέ· δορκὰς, ἐκ τοῦ ὀξέως δέρκειν, ἢ ὡς ὁρᾷν· τρυγὼν
20ἡ τηροῦσα τὴν γονὴν, ἤτοι τὸ οἰκεῖον γένος· ἀηδὼν, διὰ τὸ ἀεὶ ᾄδειν, καὶ ἐν θέρει, καὶ ἐν χειμῶνι· γὺψ, διὰ τὸ γυρεύειν ὕψη· ἵππος, ἐκ τοῦ ἱππᾶσθαι τοῖς ποσίν· ἀετὸς ἀείετος, διὰ τὸ πολλάκις ἀνακαινίζεσθαι καὶ πολλὰ (ἔτη) ζῇν· πετεινὸν, τὸ τὴν πτέρυγα τεῖ‐
25νον· ποταμὸς, ὡς πότιμον ἔχων ἐνέργειαν· χείμαῤ‐ ῥος, ὅτι ἐν χειμῶνι ῥεῖ· φύσις, ἐκ τοῦ φύειν τὰς ὑποστάσεις· βοτάνη, διὰ τὸ βαδίζειν ἄνω· ὥσπερ καὶ ὁ ἄνθρωπος, ἐκ τοῦ ἄνω θεωρεῖν, ἢ ὡς βλέπειν. καὶ ἡ ψυχὴ δὲ ἐκ τῆς οἰκείας ἐνεργείας ἔχει τὴν τῆς
30ψυχῆς προσηγορίαν· ψύχειν γὰρ τὸ ζωοποιεῖν λέγε‐ ται· διὰ τοῦτο ἐκ τῆς ζωοποιοῦ ἐνεργείας ψυχὴ λέ‐ γεται, διὰ τὸ σῶμα ζωοποιεῖν· καὶ ἕτερα δὲ μυρία ἐστὶν, ἃ παρίεμεν, ἵνα μὴ λέγωμεν πάντα κατὰ τὰς οἰκείας προσηγορίας.
41tΠερὶ ἑνώσεως.
42 Τί ἐστιν ἕνωσις; καὶ ποσαχῶς νοεῖται ἡ ἕνωσις; Ἕνωσις μὲν ἔστι διεστώτων πραγμάτων κοινωνικὴ συνδρομή· ἕνωσις δὲ εἴρηται διὰ τὸ ἑνῶσαι, τουτέστι
45συνωθῆσαι καὶ μίξαι τὰ πράγματα. Πενταχῶς δὲ λέ‐ γεται ἡ ἕνωσις, συγχυτικὴ, διαιρετικὴ, σχετικὴ, θε‐ τικὴ, καὶ ἡ ἁγία ἕνωσις τοῦ Χριστοῦ, ἥτις ὑπὲρ ταῦτα καθ’ ὑπόστασιν εἴρηται. Καὶ ἕνωσις μὲν συγχυ‐ τικὴ λέγεται, ὡς ἡ τοῦ οἴνου καὶ τοῦ ὕδατος. Διαι‐

28

.

544

(50)

ρετικὴ δὲ, ὡς ἀνθρώπου πρὸς ἄνθρωπον. Σχετικὴ δὲ, ὡς χρυσοῦ πρὸς χρυσόν. Ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ ταῦτα καθ’ ὑπόστασιν εἴρηται. Καθ’ ὑπόστασιν δὲ ἕνωσίς ἐστιν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας Θεοτόκου τῶν δύο φύσεων συνδρομή; οὔτε γὰρ
55τὸ σῶμα πρὸ τοῦ Θεοῦ Λόγου ὑπέστη ἐκεῖ, οὔτε ἡ ψυχή· ἀλλὰ σὰρξ ἅμα, καὶ Θεὸς Λόγος ἅμα. Σὰρξ ἔμψυχος λογικὴ ἐν αὐτῷ ὑπέστη, καθάπερ, ὡς ἐμοὶ δοκεῖ, καὶ ἐπὶ τῆς ἡμετέρας συλλήψεως, αὐθύπαρκτος
ἡ ψυχὴ συντρέχει τῷ σώματι. Οὔτε γὰρ σῶμα καθ’543

28

.

545

ἑαυτὸ συνίσταται, οὔτε ἡ ψυχὴ προϋπάρχει τοῦ σώ‐ ματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Κυ‐ ρίου.
4tΠερὶ ὁμοουσίου.
5 Τί ἐστιν ὁμοούσιον, καὶ κατὰ τί εἴρηται ὁμοούσιον; καὶ ὁσαχῶς τὸ ὁμοούσιον; Ὁμοούσιόν ἐστι, τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἀπαραλλάκτως ὑπάρ‐ χον. Καὶ γὰρ διὰ τοῦτο λέγεται ὁμοούσιον, ὅτι τὴν αὐτὴν οὐσίαν καὶ δύναμιν κέκτηται. Πενταχῶς δὲ
10εἴρηται ὁμοούσιον καὶ ὁμογενὲς, καὶ συγγενὲς, καὶ ὁμοφυὲς, καὶ ὁμόφυλον. Ὁμοούσιον δέ ἐστι, τὸ ὂν ἐν τῇ αὐτῇ οὐσίᾳ, ἔχον δέ τινα διαφορὰν, οἷον λίθος σαθρὸς, καὶ λίθος σκληρός· εἰσὶ δὲ ὁμοούσιοι, τουτ‐ έστι μιᾶς οὐσίας. Ἔστι δὲ καὶ ξύλον φοίνικος, καὶ
15ξύλον ἐβένου· ὁμοίως καὶ σὰρξ καμήλου, καὶ σὰρξ ἰχθύος. Ταῦτα δὲ λέγονται ὁμοούσια, ὅτι τῆς αὐτῆς οὐσίας ἐστίν. Ὥσπερ πάντες οἱ ἄνθρωποι τῆς μιᾶς οὐσίας εἰσίν· ἔχουσι δὲ διαφορὰν τὸ εἶναι, ἕτερος μακρὸς, καὶ ἕτερος κολοβός· ἄλλος δυνατὸς, καὶ ἄλλος
20ταλαίπωρος. Ἀλλ’ ὅμως μιᾶς οὐσίας εἰσὶ, ψυχῆς λέγω καὶ σώματος. Ἑτεροούσιον δὲ λέγεται, τὸ ἑτέ‐ ρας οὐσίας ὑπάρχον, καὶ μηδόλως τῷ ἑτέρῳ προσοῖ‐ κον, ἀλλὰ παντελῶς ἀλλότριον καὶ κατὰ πάντα τρό‐ πον ἐκείνου ἀνόμοιον, οἷον ὕδωρ καὶ πῦρ· ἄλλη γὰρ
25οὐσία τοῦ πυρὸς, καὶ ἄλλη τοῦ ὕδατος. Καὶ διὰ τοῦτο ἑτεροούσιον λέγεται, ὅτι ἑτεροφυὲς καὶ ἀλλογενὲς ὑπάρχει· ὥσπερ ἄνθρωπος καὶ Θεὸς, καὶ ἄγγελος, καὶ πηλὸς, καὶ ἥλιος, καὶ χλόη. Ταῦτα γὰρ κατὰ πάντα τρόπον ἀνόμοιά εἰσι πρὸς ἄλληλα, διὰ τοῦτο
30καὶ ἑτεροούσια λέγονται· ὡσεὶ διὰ τὸ μὴ μετέχειν ἕτερον τῆς οὐσίας τοῦ ἑτέρου· ἀλλὰ ἄλλη μὲν ἐκείνου, ἑτέρου δὲ ἄλλη, καθὼς εἴρηται.
35tΠερὶ ψυχῆς καὶ νοός.
36 Δισσῶς λέγεται ἡ ψυχὴ, μία μὲν ἡ ἄλογος, ἥτις ἐστὶ τὸ τῶν κτηνῶν· ἑτέρα δὲ ἡ λογικὴ, ἥτις ἐστὶ τῶν ἀνθρώπων. Καὶ ἡ μὲν τῶν κτηνῶν, ἐκ γῆς ἔλαβεν τὴν δημιουργίαν κατὰ Θεοῦ πρόσταξιν, ὡς ἡ
40θεία λέγει Γραφή· «Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ἑρπετὰ ψυχῶν ζωσῶν.» Ὥστε τὰ ζῶα ἐκ τῆς γῆς ἔλαβον τὴν ψυχήν. Διὰ τοῦτο πρὸς τὰ γήϊνα μόνον ἔχουσι τὴν ὁρμὴν καὶ πᾶσαν τὴν ὄρεξιν, καὶ οὐ φρο‐ νοῦσι τὰ ἄνω. Πῶς δὲ ἐγένετο ἡ ψυχὴ αὐτῶν ἐκ τῆς
45γῆς εἴπωμεν. Ἔδωκεν ἡ γῆ κατὰ πρόσταξιν Θεοῦ σάρκα τοῖς κτήνεσιν· ἡ δὲ σὰρξ πεποίηκεν αἷμα. Τὸ δὲ αἷμα γέγονε ψυχὴ κτηνώδης τῷ ζώῳ, ὥστε πάλιν θνήξαντος τοῦ ζώου, τὸ αἷμα πεπηγὸς εἰς σάρκα μεταβάλλεται. Ἡ δὲ σὰρξ φθαρεῖσα, πάλιν ἀναλυο‐

28

.

545

(50)

μένη, γίνεται γῆ. Καὶ διὰ τοῦτο ἀγνοοῦσι, καὶ οὐ φρονοῦσι τὰ ἄνω. Ὁ δὲ ἄνθρωπος ἐκ τῆς θείας ἐμπνεύσεως ἔσχηκε τὴν ψυχὴν, διὰ τοῦτο καὶ τὰ θεῖα ἐπιγινώσκει, καὶ τὰ ἄνω διώκει, καὶ τὰ οὐράνια νοεῖ, καὶ λογικὸς ὑπάρχει καὶ ἔννους. Ἀλλὰ μηδεὶς
55ὑπονοείτω, ὅτι τὸ πνεῦμα, ὅπερ ἐνεφύσησεν ὁ Θεὸς ἐν τῷ ἀνθρώπῳ, ἐκεῖνο ἐγένετο ψυχή· μὴ γένοιτο·
ἀλλὰ τὸ πνεῦμα ἐκεῖνο ψυχὴν ἐδημιούργησεν. Εἰ γὰρ545

28

.

548

ἐκεῖνο τὸ πνεῦμα ψυχὴ ἐν τῷ ἀνθρώπῳ, τάχα ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ ψυχὴ ἔμελλεν εἶναι. Ἐὰν ὑπῆρ‐ χεν ἡ ψυχὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, διὰ τί οὐκ ἔστι πάντοτε ἀναλλοίωτος, ἄτρεπτος, ὥσπερ ὁ Θεός;
5ἐκεῖνος γὰρ λέγει ὅτι· «Αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι.» Ἡ δὲ ψυχή ποτε μὲν οὖσα μωρὰ, ποτὲ δὲ φρόνιμος· καί ποτε μὲν ἁμαρτωλὸς, ποτὲ δὲ δι‐ καία· καὶ ἄλλοτε πιστὴ, καὶ ἄλλοτε ἄπιστος· καί ποτε μὲν ἀγνοοῦσα, ποτὲ δὲ γινώσκουσα· καί ποτε
10μὲν πρόθυμος οὖσα, ποτὲ δὲ ὀκνηρά. Ταῦτα ἔχουσα, πῶς δύναται λέγεσθαι ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ; οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τὸ δὲ ἐμφύσημα ἐκεῖνο, ψυχὴν ἐδημιούργησεν ἐν τῷ ἀνθρώπῳ, λογικὴν καὶ νοεράν. Διὰ τοῦτο καὶ ἡ ψυχὴ νοερῶς τὰ ἄνω φαντά‐
15ζεται, καὶ τὰ ἐκεῖθεν ζητεῖ καὶ ὀρέγεται καὶ ποθεῖ, ὅτι ἐκεῖθεν ἔχει τὴν δημιουργίαν. Ἡ δὲ τῶν ἀλόγων, οὐχ οὕτως, ἀλλ’ ἐπίγειος οὖσα, τὰ ἐπίγεια μόνα ζη‐ τεῖ· διὸ καὶ συναποθνήσκει τῷ σώματι. Τοῦ δὲ ἀν‐ θρώπου ἡ ψυχὴ, ἀείζωος ὑπάρχει καὶ ἀτελεύτητος.
20Ἔχει δὲ ἡ ψυχὴ τρία μέρη, λογικὸν, θυμικὸν καὶ ἐπιθυμητικόν. Καὶ διὰ μὲν τοῦ λογικοῦ μέρους ἀγα‐ πᾷ τὸν Θεόν· διὰ τοῦ θυμικοῦ μέρους ὀργίζεται τοῖς δαίμοσιν, ἀνδριζομένη κατ’ αὐτῶν· διὰ δὲ τοῦ ἐπι‐ θυμητικοῦ μέρους ἐπιθυμεῖ τὰ αἰώνια ἀγαθά. Ἔχει
25δὲ ὁ ἄνθρωπος αἰσθήσεις πέντε σωματικὰς, καὶ πέντε ψυχικάς· αἱ σωματικαὶ μέν εἰσιν· ὅρασις, ἀκοὴ, ὄσ‐ φρησις, γεῦσις, καὶ ἁφή. Θεωρεῖται δὲ ἐν μὲν τῇ ὁράσει τὸ λευκὸν καὶ μέλαν, ἐν δὲ τῇ ἀκοῇ, τὸ ὀξὺ καὶ τὸ βαρύ· ἐν δὲ τῇ ὀσφρήσει τὸ εὔοσμον καὶ δυσ‐
30ῶδες· ἐν δὲ τῇ γεύσει τὸ γλυκὺ καὶ πικρόν· ἐν δὲ τῇ ἁφῇ, τὸ σκληρὸν καὶ μαλακὸν καὶ θερμὸν καὶ ψυχρόν· τῆς δὲ ψυχῆς τὰ αἰσθητήριά εἰσι ταῦτα· νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις. Λέγεται δὲ μιᾶς ἑκάστης αἰσθήσεως ὄργανον, αἰσθητήριον, ἀπὸ
35τοῦ τηρεῖν τὴν αἴσθησιν αἰσθητικὸν τὸ ζῶον. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶσα σὰρξ καὶ σῶμα λέ‐ γεται· οὐ πᾶν δὲ σῶμα, καὶ σὰρξ ὀνομάζεται. Καὶ οἱ ἀστέρες, σώματα ἐπουράνια λέγονται, οὐ μὴν καὶ σάρκες ἐπουράνιοι. Καὶ τὸ μὲν σῶμα διττῶς εἴρηται,
40σῶμα ὑλικὸν, καὶ σῶμα λεπτόν. Καὶ τὸ μὲν ὑλικὸν σῶμά ἐστι τὸ κρατούμενον διὰ χειρὸς, καὶ φθορᾷ καὶ θανάτῳ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀκρά‐ τητον καὶ ἀψηλάφητον, οἷον τοῦ ἡλίου, τῆς σελήνης, καὶ τῶν ἀστέρων· τὸ δὲ σῶμα τὸ παχὺ καὶ ὑλικὸν,
45ὅπερ λέγεται σὰρξ, συνίσταται ἐκ τεσσαρῶν στοιχείων, ἐξ αἵματος, ἐκ φλέγματος, ἐκ χυμοῦ, καὶ χολῆς, ἢ ὡς ἐξ ἀέρος, γῆς, πυρὸς, καὶ ὕδατος· τουτέστιν, ἐκ θερμοῦ, καὶ ψυχροῦ, καὶ ὑγροῦ, καὶ ξηροῦ. Ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικὸν στοιχεῖον· ὁ ἀὴρ τὸ θερμὸν

28

.

548

(50)

καὶ ὑγρόν· ἡ γῆ τὸ ξηρόν· τὰ ὕδατα τὸ ὑγρὸν στοι‐ χεῖον τίκτει. Ταῦτά εἰσιν, ἐξ ὧν συνέστηκεν ὁ ἄν‐ θρωπος, μᾶλλον δὲ ἡ σὰρξ τοῦ ἀνθρώπου· διὸ καὶ μετὰ θάνατον πάλιν εἰς αὐτὰ ἀναλύεται.
56tΠερὶ φθαρτοῦ.
57Τί ἐστι φθαρτόν; καὶ κατὰ τί εἴρηται φθαρτόν;
καὶ ὁσαχῶς εἴρηται φθαρτόν·547

28

.

549

Καὶ εἴρηται μὲν φθαρτὸν δισσῶς, σωματικῶς καὶ ψυχικῶς. Καὶ ψυχικῶς μὲν, ὅταν τις ἁμαρτάνῃ, λέ‐ γεται εἶναι διεφθαρμένος, καθὼς λέγει ἡ Γραφή· «Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις·»
5σωματικῶς δὲ λέγεται τρισσῶς· φθορὰ, διαφθορὰ καὶ καθαφθορά. Καὶ φθορὰ μὲν λέγεται τὸ χωρι‐ σθῆναι μόνον τὴν ψυχὴν ἐκ τοῦ σώματος καὶ ἀποθα‐ νεῖν· διαφθορὰ δέ ἐστιν, ὅταν τὸ σῶμα βρωθῇ ὑπὸ τῶν σκωλήκων, καὶ μόνα καταλειφθῶσι τὰ ὀστᾶ. Κα‐
10ταφθορὰ λέγεται, ὅταν σαπῶσι καὶ αὐτὰ τὰ ὀστᾶ, καὶ δαπανηθῶσι, καὶ εἰς μὴ ὂν χωρήσωσι παντελῶς. Τοῦτο γὰρ λέγομεν καὶ περὶ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, ὅτι φθορὰν μόνην ἐδέξατο· τουτέστι θάνατον. Διαφθορὰν δὲ ἢ καταφθορὰν τὸ πανάγιον
15αὐτοῦ σῶμα ὅλως οὐκ ἐδέξατο, ἀνέστη δὲ τριήμερος πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν.
18tΔιὰ τί λέγεται πρωτότοκος;
19Διότι ἀνέστη πρῶτος ἐκ τοῦ ᾅδου, καθὼς καὶ ἡμεῖς
20μέλλομεν ἀνίστασθαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ. Καὶ ἐπεὶ ἀνέστη πρὸ ἐκείνου ὁ Λάζαρος καὶ τοῦ Ἰαείρου θυγάτηρ, καὶ ἄλλοι πολλοὶ, διὰ τί οὐκ ἐκλήθη τις ἐξ αὐτῶν πρωτότοκος; Διότι ἐκεῖνοι ἀναστάντες ἐκ τῶν νεκρῶν πάλιν ἀπέθανον. Ὁ δὲ Χριστὸς, ἀναστὰς, οὐκ
25ἔτι ἀπέθανε. Καὶ ὅπερ ἐφ’ ἡμῶν γενήσεται ἐν τῇ ἀναστάσει, τοῦτο γέγονε καὶ ἐπ’ αὐτοῦ. Πρῶτος γὰρ ἐκ τῶν νεκρῶν ἀνέστη τὴν ἐν ἀφθαρσίᾳ ἀνάστασιν, ἧς καὶ ἡμεῖς κατὰ τὸ μέλλον ἐλπίζομεν ἀπολαύσα‐ σθαι, ἣν μὴ διαδέχεται θάνατος.
32tΤί ἐστι λόγος, καὶ ὁσαχῶς ὁ λόγος;
33 Εἴρηται μὲν ὁ λόγος τριχῶς· λόγος ἐνούσιος, ὁ Θεὸς Λόγος, λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων, καὶ ὁ
35ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλούμενος λόγος· καὶ ὁ προ‐ φορικὸς, ὁ διὰ τῆς γλώττης, ὃς λέγεται ἄγγελος νοήματος. Λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν.
39tΤί ἐστι Χριστιανός;
40 Χριστιανός ἐστιν ἀληθινὸς οἶκος Χριστοῦ λογικὸς, δι’ ἔργων ἀγαθῶν καὶ δογμάτων ὀρθῶν συνιστάμε‐ νος. Αἱρετικὸς δέ ἐστι συκοφάντης καὶ κατήγορος ἀληθείας. Αἵρεσις ἡ ψευδὴς ὑπόληψις τοῦ μὴ ὄν‐
45τος. Ἄτρεπτόν ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον. Φυσικόν ἐστι τὸ ἐν τῇ φύσει κείμενον, ἢ τὸ ἀληθῶς ἀληθὲς γνωριζόμενον. Παρὰ φύσιν ἐστὶν, ὃ ὁ Θεὸς οὐχ οὕτω πεποίηκεν,

28

.

549

(50)

ἢ ὅπερ ὅλως οὐ πεποίηκεν, οἷόν ἐστιν ἡ ἁμαρτία καὶ ὁ θάνατος. Τρία φησὶ τὰ λαλούμενα ἐν ἀνθρώποις· τὸ κατὰ φύσιν, τὸ παρὰ φύσιν, καὶ τὸ ὑπὲρ φύσιν. Καὶ κατὰ
φύσιν μὲν ἔστιν ὁ γάμος· παρὰ φύσιν ἡ πορνεία·549

28

.

552

ὑπὲρ φύσιν ἡ παρθενία. Καὶ πάλιν κατὰ φύσιν ὁ δικαίως συναγόμενος πλοῦτος· παρὰ φύσιν ἡ πλεονε‐ ξία· ὑπὲρ φύσιν ἡ ἀκτημοσύνη. Ὁμοίως πάλιν κατὰ φύσιν ἡ σύμμετρος τροφή· παρὰ φύσιν ἡ γαστρι‐
5μαργία· ὑπὲρ φύσιν ἡ νηστεία. Ὡσαύτως πάλιν κατὰ φύσιν ἡ εἰρήνη· παρὰ φύσιν ἡ ταραχή· ὑπὲρ φύσιν ἡ πρὸς τοὺς ἐχθραίνοντας ἀγάπη. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.
10 Ἐτυμολογία ἐστὶν ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ νοὸς ἑρμηνευομένη· οἷον, Κατὰ τί εἰρήνη; Κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν. Ὥσπερ πάλιν ταραχὴ, διὰ τὸ ῥᾷον χεῖσθαι· καὶ πλάνη κατὰ τὸ πλα‐ γιάζειν τὸν νοῦν. Σωφροσύνη, ἢ ἀπὸ τοῦ σῶα φρο‐
15νεῖν, ἢ ἀπὸ τοῦ τὸ σῶμα φρουρεῖν ἀπὸ ῥύπου. Πορ‐ νεία ἢ διὰ τὸ πυροῦν τὴν νεότητα, ἢ διὰ τὸ πηροῦν, ἢ ὡς ἐκτυφλοῦν τὸν νοῦν, ἢ διὰ τὸ πόῤῥωθεν νεύειν. Καὶ ἐν τοῖς λοιποῖς ὁμοίως. Τὸ σῶμα, ἔχον τὴν σύνθεσιν ἐκ τῶν στοιχείων, δέ‐
20χεται καὶ διάλυσιν, καὶ ἀφανίζεται. Διὰ τοῦτο τὰ σώ‐ ματα καὶ ἀνθρώπων καὶ ζώων εὔφθαρτα καὶ εὔθνη‐ τα τυγχάνει, ἐκ τεσσάρων συνεστηκότα στοιχείων· λέγω δὴ γῆς καὶ ὕδατος, καὶ πυρὸς, καὶ ἀέρος. Καὶ αὐτὰ τὰ ἐκ τούτων συνεστηκότα ἀεὶ γίνονται καὶ ἀεὶ
25φθείρονται, τῆς τῶν στοιχείων διαλυομένης συνθέ‐ σεως, καὶ ἑκάστου πρὸς τὸν ἴδιον ἀναλύοντος τόπον. Αὐτὰ δὲ τὰ στοιχεῖα, ἁπλᾶ τυγχάνοντα καὶ ἀσύνθετα, τὸ μόνιμον ἔχει, καὶ μέχρι τῆς συντελείας ἀδιάλυ‐ τον.
30tΠερὶ ψυχῆς.
31 Περὶ δὲ ψυχῆς λέγομεν, ὅτι εἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη καλοῦνται. Εἰσὶ δὲ ταῦτα, ὀργὴ, λύπη, φόβος, φροντὶς, καὶ φθόνος. Ὁ οὖν φρό‐ νιμον ἔχων τὸν λογισμὸν δύναται τούτων κρατεῖν. Ἡ
35ψυχὴ δὲ ὑπάρχει καθ’ ἑαυτὴν θερμὴ, ὡς πῦρ καιόμε‐ νον. Ὡς οὖν τὸ πῦρ τὰ βαλλόμενα εἰς λέβητα ἑψεῖ, οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σιτία ἐν τῇ κοιλίᾳ λεπτύνει καὶ δαπανᾷ. Ψυχὴ γὰρ, οὐ διὰ τὸ ψυχρὸν τὴν οὐσίαν εἶναι, καλεῖται, καθώς τινες
40τῶν ἁπλουστέρων ἐνόμισαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμότητος ἀναξηραίνειν αὐτὴν τὰ ὑγρά· ὡς ἔστι πληροφορηθῆναι καὶ ἐκ τῆς ἐνεργείας τοῦ ἡλίου. Θερμὸς γὰρ ὢν καὶ πυρώδης, πηλὸν ξηραίνει καὶ πᾶν ὑγρὸν ἀνιμᾶται. Ὅτι δὲ ἡ ψυχὴ θερμή ἐστι
45κατὰ φύσιν, παράθου καὶ ἐκ τῶν ἀποθνησκόντων. ᾟ γὰρ ὥρᾳ ἡ ψυχὴ χωρισθῇ ἐκ τοῦ σώματος, πάντα τὰ μέλη ψυχρὰ καὶ κρυσταλλώδη εὑρίσκονται, οὐδὲν ἧττον πάγου χειμερινοῦ. Ἕως γὰρ ἔχει ἡ ψυχὴ τὴν τροφὴν εἰς ἀφθονίαν, θάλλει τὸ σῶμα καὶ ἁδρύνεται.

28

.

552

(50)

Ὁπηνίκα δὲ ἀπορήσει σιτίων, αὐτὸ τὸ σῶμα κατ‐ εσθίει καὶ φθείρει. Οὐ γὰρ δύναται τὸ σῶμα ἄνευ τροφῆς ἀντέχειν πρὸς τὴν θερμότητα τῆς ψυχῆς, ὥσπερ οὔτε ἀγγεῖον χαλκοῦν, ἑστὼς ἐπὶ κλιβάνου, δύναται φέρειν ἄνευ ὕδατος τὴν σφοδρότητα τοῦ πυ‐
55ρός· ἐκφρύγεται γὰρ καὶ διαλύεται τέλεον. Οὕτως
οὖν καὶ ὁ λέβης τοῦ σώματος, μὴ ἔχων τὴν τροφὴν,551

28

.

553

παρὰ τῆς πυρώδους ψυχῆς ἐκπυρούμενος, ἀπόλλυ‐ ται παντάπασιν.
4Εἴ ποτε δέ σοι περὶ τῆς ψυχῆς τις ἀμφισβητοίη,
5ἐρώτησον αὐτόν· Εἶπέ μοι, ἐν ὅλῳ τῷ σώματι κεῖται ἡ ψυχὴ τοῦ ἀνθρώπου, ἢ ἐν ἑνὶ τόπῳ; Καὶ εἰ μὲν εἴπῃ σοι, ὅτι ἐν ὅλῳ τῷ σώματι, εἰπὲ αὐτῷ· Καὶ πῶς τέμνουσι τὴν χεῖρα τοῦ ἀνθρώπου, ἢ τὸν πόδα, καὶ οὐ κόπτεται καὶ ἡ ψυχὴ, ἀλλὰ πάλιν ζῇ ὁ ἄν‐
10θρωπος, καὶ οὐκ ἀποθνήσκει; Εἰ δὲ εἴπῃ σοι, Ἐν ἑνὶ μέρει κεῖται, πάλιν εἰπέ· Καὶ πῶς εἰσι τὰ ἄλλα μέρη τοῦ ἀνθρώπου χωρὶς ψυχῆς, καὶ πῶς δύναται ἄψυχον μέλος ἔχειν ὁ ἄνθρωπος; Καὶ πῶς ἐστι δυνα‐ τὸν ζῇν χωρὶς ψυχῆς; Πᾶν γὰρ τὸ μὴ ἔχον ψυχὴν
15νεκρόν ἐστι· καὶ οὐκ οἶδας τί λέγεις. Ἐγὼ δὲ εἴπω σοι, ἐν ποίῳ τόπῳ, καὶ ποίῳ τρόπῳ, καὶ ποῦ ἀναπαύ‐ εται ἡ ψυχή. Ἐν τρισὶ τόποις τοῦ σώματός ἐστιν ἐνιδρυμένη, καὶ ὥσπερ ἡ ἀκτὶς τοῦ ἡλίου εἰς ἕνα τόπον χωρεῖ, καὶ εἰσέρχεται τοῦ οἴκου, φωτίζει δὲ
20πάντα τὸν οἶκον· καὶ ἡ ψυχὴ, ἐν τοῖς τρισὶ μέρεσι τοῦ σώματος ἐνιδρυμένη, τὸν οἶκον ὅλον ζωογονεῖ τοῦ σώματος. Κατοικεῖ δὲ ἡ ψυχὴ ἐν τῇ καρδίᾳ, καὶ ἐν τῷ ὄπισθεν μέρει τῆς κεφαλῆς, ὅπερ κότυλον ὀνομά‐ ζεται, καὶ ἐν ταῖς βασιλικαῖς φλεψίν. Ἐν τούτοις οὖν
25τοῖς τρισὶ μέρεσι κατοικεῖ ἡ ψυχή. Διὰ τοῦτο ἣν ἂν ὥραν τρωθῇ ἡ καρδία, ἢ ἐκ τῆς βασιλικῆς φλεβὸς αἷμα ῥεύσῃ πολὺ, ἢ ἡ κεφαλὴ κρουσθῇ καὶ τμηθῇ ὑπὸ ξίφους, παρευθὺς χωρίζεται τοῦ σώματος ἡ ψυχὴ, καὶ νεκρὸν τὸ σῶμα εὑρίσκεται. Κατοικοῦσα
30δὲ ἡ ψυχὴ ἐν τοῖς τρισὶ τούτοις μέρεσιν, ὅλῳ τῷ σώ‐
ματι μεταδίδωσι τῆς οἰκείας ζωτικῆς δυνάμεως.553