TLG 2035 074 :: ATHANASIUS :: Historia de Melchisedech [Sp.] ATHANASIUS Theol. Historia de Melchisedech [Sp.] Citation: Volume — page — (line) | ||
28.525(1t) | ΤΟΥ ΑΥΤΟΥ, ΔΙΑ ΤΙ ΕΚΛΗΘΗ Ο ΜΕΛΧΙΣΕΔΕΚ | |
2t | «ΑΠΑΤΩΡ, ΑΜΗΤΩΡ ΚΑΙ ΑΓΕΝΕΑΛΟΓΗ‐ | |
---|---|---|
3t | ΤΟΣ.» | |
4t | Ἱστορία εἰς τὸν Μελχισεδέκ. | |
5 | Ἐν τῷ καιρῷ ἐκείνῳ ἦν τις βασίλισσα Σαλὴμ, κατὰ τὸ ὄνομα τῆς πόλεως· ἐγέννησε δὲ τὸν Σαλαάδ. Σαλαὰδ δὲ ἐγέννησε Μελχί. Μελχὶ δὲ ἔσχε γυναῖκα κατὰ τὸ ὄνομα αὐτῆς Σαλήμ· ἔτεκε δὲ αὐτῷ δύο υἱοὺς, ἕνα καλούμενον τὸν Μελχὶ, καὶ ἕτερον Μελχι‐ | |
10 | σεδέκ. Ἦν δὲ ὁ πατὴρ αὐτῶν Ἕλλην, ἄσωτος, θυσίας ἐπιτελῶν τοῖς εἰδώλοις. Συνέφθασε δὲ καιρὸς ἐπι‐ τήδειος τοῦ θυσιάζειν τοῖς εἰδώλοις· ἦν γὰρ θυσιά‐ ζων ἐν τῷ δωδεκαθέῳ· καὶ λέγει Μελχὶ ὁ βα‐ σιλεὺς τῷ ἑαυτοῦ υἱῷ Μελχισεδέκ· Λάβε μετὰ σοῦ | |
15 | ἐκ τῶν παιδαρίων, καὶ ἄπελθε εἰς τὸ βουκόλιον, καὶ πρόσαγέ μοι ἑπτὰ μόσχους, ἵνα θύσωμεν τοῖς θεοῖς. Ἀπερχόμενος οὖν ὁ Μελχισεδὲκ, ἔννοια θεϊκὴ ἐπῆλθεν αὐτῷ κατὰ τὴν ὁδὸν, καὶ ἀτενίσας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἰς τὸν οὐρανὸν, ἠτένιζε τῷ | |
20 | ἡλίῳ, καὶ ἐνεθυμεῖτο περὶ τῆς σελήνης καὶ τῶν ἄστρων· καὶ ἐν ἑαυτῷ γενόμενος εἶπεν· Εἴ τις ἐποίησε τὸν οὐρανὸν, τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ἄστρα, ἐκείνῳ ὀφείλει δοθῆναι ἡ θυσία τῷ κτίσαντι αὐτά. Ἔκδηλόν με ποιοῦσι τὰ σημεῖα τοῦ οὐρανοῦ, | |
25 | ὅτι ὁ κτίστης αὐτῶν, ἐπάνω αὐτῶν ἐπαναπαύεται, ἄφθαρτος, ἀόρατος, ἀθάνατος μόνος Θεὸς ὑπάρχων ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, ἐπιστάμενος βλασφημίας καρδιῶν· αὐτός ἐστιν ἀληθινὸς Θεός· αὐτῷ ὀφείλει δοθῆναι ἡ θυσία. Ἀπέλθω οὖν πρὸς τὸν | |
30 | πατέρα μου, καὶ συγγνωμήσομαι αὐτῷ· ἴσως ἀκού‐ σεταί μου. Ἀνέλυσε δὲ ὁ Μελχισεδὲκ, μηδὲν ἀπο‐ φέρων. Ἰδὼν δὲ αὐτὸν ὁ πατὴρ αὐτοῦ, λέγει αὐτῷ· Ποῦ εἰσιν οἱ μόσχοι; Ὁ δὲ Μελχισεδὲκ λέγει αὐτῷ· Μὴ ὀργίζου, πάτερ βασιλεῦ, ἀλλ’ ἄκουσόν μου. Ὁ | |
35 | δὲ εἶπε· Τί ἔχεις εἰπεῖν, εἰπὲ διὰ τάχους. Ὁ δὲ Μελχισεδὲκ λέγει· Δεῦρο, τὴν θυσίαν, ἣν ἔχομεν δοῦναι, μὴ δῶμεν αὐτὴν τοῖς θεοῖς τούτοις· οὗτοι γὰρ οὐ φαίνονταί μοι θεοί· ἀλλὰ μᾶλλον δῶμεν θυσίαν τῷ ἐπαναπαυομένῳ ἐπάνω τῶν οὐρανῶν. | |
40 | Αὐτὸς γὰρ Θεὸς θεῶν. Ὁ δὲ πατὴρ αὐτοῦ ὀργισθεὶς λέγει αὐτῷ· Πορεύου· ἄγαγε ἃ εἶπόν σοι· ἐπεὶ οὐ ζήσῃ. Ἀπιόντος δὲ αὐτοῦ πάλιν τοῦ Μελχισεδὲκ εἰς τὸ βουκόλιον, εἰσῆλθεν ὁ βασιλεὺς Σαλὴμ Μελχὶ | |
πρὸς Σαλὴμ τὴν γυναῖκα αὐτοῦ, λέγων αὐτῇ· Δεῦρο, | 525 | |
28.528 | δῶμεν θυσίαν ἕνα τῶν υἱῶν ἡμῶν. Ἡ δὲ γυνὴ αὐτοῦ, ἀκούσασα, ἔκλαυσε πικρῶς· ἔγνω γὰρ, ὅτι προ‐ φάσει θέλει ὁ βασιλεὺς φονεῦσαι τὸν Μελχισεδὲκ, ὅτι ὠνείδισεν αὐτῷ ἐπὶ τὴν θυσίαν. Καὶ ἀνεστέναζεν ἡ | |
5 | βασίλισσα, καὶ εἶπεν· Οἴμοι, ἐκοπίασα καὶ ἐμόχθησα εἰς κενόν. Ἰδὼν δὲ αὐτὴν ὁ βασιλεὺς, εἶπεν αὐτῇ· Μὴ κλαῖε, ἀλλὰ δεῦρο λάχωμεν· καὶ ἐὰν λάχῃ μοι, ἐπιλέγομαι ὃν θέλω, καὶ δώσω αὐτὸν θυσίαν τοῖς θεοῖς ἡμῶν· εἰ δὲ λάχῃ σοι, ἐπίλεξαι ὃν ἂν θέλῃς, | |
10 | καὶ παραφύλαττε αὐτόν. Τοῦτο δὲ ἔλεγε, δοκῶν κατα‐ λαγχάνειν τῷ ἱερεῖ· καὶ βαλόντες κλῆρον, ἔλαχεν ἡ βασίλισσα, καὶ ἐπελέξατο τὸν Μελχισεδὲκ, ὃν ἠγάπα. Ὁ δὲ βασιλεὺς Σαλὴμ, ἡττηθεὶς παρὰ τῆς γυναικὸς αὐτοῦ, τὸν λαχόντα αὐτῷ υἱὸν ηὐτρέπισεν | |
15 | εἰς θυσίαν· ἐφοβεῖτο γὰρ προσκροῦσαι τοῖς θεοῖς αὐτοῦ. Καὶ ἐλθὼν ὁ Μελχισεδὲκ, ἤνεγκε τοὺς ἑπτὰ μόσχους. Λαβὼν δὲ ὁ πατὴρ τὸν λαχόντα αὐτῷ υἱὸν, ἐπορεύετο ἐπὶ τὸν ναὸν τῶν εἰδώλων ἐν τῷ δωδεκαθέῳ· συνῆλθον δὲ ἐπὶ τῇ θυσίᾳ φγʹ παῖδες ὑπὸ τῶν ἰδίων πα‐ | |
20 | τέρων προσφερόμενοι· καὶ ἄλλοι τριακόσιοι παρὰ τῶν μητέρων, καὶ βόες καὶ πρόβατα ἀναρίθμητα, καὶ ἐγένετο ἡ θυσία ἕτοιμος. Σαλὴμ δὲ ἡ μήτηρ τοῦ Μελχισεδὲκ, καθημένη ἐν τῷ οἴκῳ αὐτῆς, ἀνεβόησε φωνῇ μεγάλῃ καὶ λέγει τῷ Μελχισεδέκ· Οὐ κλαίεις | |
25 | τὸν ἀδελφόν σου, ὅτι μετὰ τοσοῦτον κάματον ἀπέρ‐ χεται σφαγῆναι; Καὶ ταῦτα ἀκούσας παρ’ αὐτῆς ἔκλαυσε, καὶ λέγει τῇ μητρὶ αὐτοῦ· Ἕως τῶν ὧδε χρείαν ἔχω· καὶ ἀναστὰς, ἀνῆλθεν ἐν τῷ ὄρει Θαβώρ. Καὶ ἡ μήτηρ αὐτοῦ ἀναστᾶσα, ἀπῆλθεν ἐν τῷ ναῷ | |
30 | τῶν εἰδώλων, ἰδέσθαι τὸν ἑαυτῆς υἱὸν, πρὶν ἢ σφαγῆναι, καὶ ὅλον τὸ γένος αὐτῆς. Ἀνελθὼν δὲ Μελχισεδὲκ εἰς τὸ ὄρος Θαβὼρ, κλίνας τὰ γόνατα, εἶπεν· Ὁ Θεὸς ὁ τῶν ὅλων Κύριος, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, σὲ ἐπικαλοῦμαι τὸν μόνον | |
35 | ἀληθινὸν Θεὸν, ἐπάκουσόν μου τῇ ὥρᾳ ταύτῃ, καὶ πρόσταξον, ἵνα ὅσοι παρεγένοντο ἐπὶ τῇ θυσίᾳ τοῦ ἀδελφοῦ μου Μελχὶ, ὁ τόπος ᾅδης γένηται, καὶ κα‐ ταπίῃ αὐτούς. Καὶ ἐπήκουσεν ὁ Θεὸς τοῦ Μελχισεδὲκ, καὶ εὐθέως ἔχανεν ἡ γῆ, καὶ κατέπιεν αὐτοὺς καὶ | |
40 | πᾶσαν φυλὴν τοῦ Μελχὶ, σὺν πάσῃ τῇ πόλει· καὶ οὔτε ἄνθρωπος, οὐ βωμὸς, οὐ ναὸς, οὐκ ἄλογον, οὔτε τις κτίσις τῆς πάσης πόλεως ἔμεινεν, ἀλλὰ πάντα ἐχανώθη. Κατῆλθε δὲ ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ, καὶ ἰδὼν, ὅτι ἐπήκουσεν | |
45 | αὐτοῦ ὁ Θεὸς, ἐν φόβῳ μεγάλῳ πάλιν ὑπέστρε‐ ψεν εἰς τὸ ὄρος, καὶ ἐν τῷ δασεῖ τῆς ὕλης ἐλθὼν, ἐμόνασεν ἐκεῖ ἔτη ἑπτά· γυμνὸς ὡς ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ ἐξῆλθεν· καὶ ἐγένοντο οἱ ὄνυχες αὐτοῦ σπιθαμήσιοι, καὶ αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ἕως | |
28.528(50) | τῆς ὀσφύος αὐτοῦ, καὶ ὁ νῶτος αὐτοῦ ἐγένετο ὡσεὶ δέρμα χελώνης. Ἡ δὲ τροφὴ αὐτοῦ ἀκρόδρυα ἦν, καὶ ὁ ποτὸς αὐτοῦ δρόσος, ὃν ἔλειχε. Καὶ μετὰ τὰ ἑπτὰ ἔτη φωνὴ ἦλθε τῷ Ἀβραὰμ, λέγουσα, Ἀβραὰμ, Ἀβραάμ. Καὶ εἶπεν Ἀβραάμ· Ὁ Κύριός μου. Καὶ | |
55 | εἶπε· Στρῶσον τὸ ὑποζύγιόν σου, καὶ βάστασον ἱμά‐ | 527 |
28.529 | τια πολυτελῆ καὶ ξυρὸν, καὶ ἄνελθε ἐν τῷ ὄρει Θαβὼρ, καὶ κράξον τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ· καὶ ἐλεύσεται ἄνθρωπος ἠγριωμένος. Μὴ φοβηθῇς οὖν αὐτόν· ἀλλὰ ξύρισον αὐτὸν, καὶ ὀνύχισον, καὶ | |
5 | ἀμφίασον αὐτὸν, καὶ εὐλογήθητι παρ’ αὐτοῦ. Καὶ ἐποίησεν Ἀβραὰμ καθὰ συνέταξεν αὐτῷ Κύριος, καὶ ἀνῆλθεν εἰς τὸ ὄρος Θαβὼρ, καὶ ἔστη εἰς τὰ δασέα τῆς ὕλης· καὶ ἔκραξε τρεῖς φωνάς· Ἄνθρωπε τοῦ Θεοῦ. Καὶ ἐξῆλθεν ὁ Μελχισεδὲκ, καὶ εἶδεν | |
10 | Ἀβραὰμ, καὶ ἐφοβήθη. Καὶ εἶπεν αὐτῷ ὁ Μελχισε‐ δέκ· Μὴ φοβοῦ, ἀλλ’ εἶπε· Τίς εἶ; καὶ τινὰ ζητεῖς; Εἶπε δὲ Ἀβραάμ· Προσέταξέ μοι Κύριος ξυρῆσαί σε καὶ ὀνυχοκοπῆσαί σε, καὶ ἀμφιάσαι, καὶ εὐ‐ λογηθῆναι παρὰ σοῦ. Ὁ δὲ Μελχισεδὲκ εἶπεν αὐτῷ· | |
15 | Ὡς προσέταξέ σοι Κύριος, ποίησον. Καὶ ἐποίησεν Ἀβραὰμ, ὡς προσέταξεν αὐτῷ Κύριος. Καὶ κατελ‐ θὼν ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ μετὰ τρεῖς ἡμέρας, κέρας ἐλαίου λαβὼν, καὶ ἐπισφραγίσας τῷ ῥήματι τοῦ Θεοῦ, ηὐλόγησε τὸν Ἀβραὰμ λέγων· | |
20 | Εὐλογημένος εἶ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ τὸ λοιπὸν καλεῖται τὸ ὄνομά σου τετελειωμένων, καὶ οὐκέτι λοιπὸν καλεῖται τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου τέλειον, Ἁβραάμ. Καὶ πάλιν φωνὴ ἦλθε τῷ Ἀβραάμ· ὁ δὲ εἶπε, Τί, Κύριέ μου; Ὁ δὲ | |
25 | Κύριος πρὸς αὐτόν· Ἐπειδὴ οὐδεὶς ἐκ τοῦ γένους τοῦ Μελχισεδὲκ ἐπερίσσευσεν ἀπὸ τῆς γῆς, διὰ τοῦτο κληθήσεται ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ἔχων ζωῆς· ἀφωμοιωμέ‐ νος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸν αἰῶνα· | |
30 | καὶ ἠγάπησα αὐτὸν, ὡς ἠγάπησα τὸν Υἱόν μου τὸν ἀγαπητόν· ὅτι ἐφύλαξε τὰς ἐντολάς μου, καὶ φυλά‐ ξει εἰς τὸν αἰῶνα. Ἵνα οὖν μὴ δόξῃ ἀρχὴν ἡμερῶν μὴ ἔχειν, διὰ τὸ μὴ εἰδέναι τινὰ πότε ἐγεννήθη, τὸ τῆς γενεαλογίας, μήτε πατρὸς, μήτε μητρὸς, διὰ | |
35 | τοῦτο λέγεται ἀπάτωρ, ἀμήτωρ, καὶ ἀγενεαλόγητος· καὶ διὰ τὸ εὐαρεστῆσαι αὐτὸν τῷ Θεῷ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ὡς οὖν ἀπήντησεν ὁ Μελχισεδὲκ τῷ Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, ἐπέδωκεν αὐτῷ ποτήριον οἴνου ἀοράτως ἐπιβαλὼν | |
40 | αὐτῷ καὶ κλάσμα ἄρτου, καὶ τῷ λαῷ αὐτοῦ ὄντος ἐν ἀνδράσι τιηʹ, ὃ λέγεται βουκάκρατον ἕως τῆς σήμε‐ ρον ἡμέρας. Κατὰ τοῦτον τὸν τρόπον ὡμοιώθη τῷ Υἱῷ τοῦ Θεοῦ, ἀλλ’ οὐκ εἰς τὴν χάριν· καὶ οὕτω πρῶτος τύπος ἐγένετο τῆς ἀναιμάκτου θυσίας τοῦ | |
45 | Σωτῆρος φέρων εἰς τὴν ἁγίαν προσφοράν. Διὸ λέγει· «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ,» ἐπειδὴ τύπος ἐγένετο τῆς ἁγίας προσφορᾶς, ἐπιδεδωκὼς τῷ Ἀβραὰμ, καὶ τοῖς τιηʹ. Οὕ‐ τω τε καὶ οἱ ἅγιοι Πατέρες κατὰ καιροὺς εὑρέθησαν ἐν τῇ Νικαέων πόλει, οἳ καὶ ὠρθοτόμησαν τὴν πί‐ στιν· ὧν ἡ ποσότης, καθ’ ὁμοιότητα τοῦ πατριάρχου Ἀβραὰμ, ἐστὶ τριακόσιοι δέκα καὶ ὀκτὼ ἅγιοι ἐπίσκοποι ἐν τῇ συνόδῳ. Τῷ δὲ Θεῷ ἡμῶν πρέπει δόξα νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν | |
28.529(50) | αἰώνων. Ἀμήν. | 529 |