TLG 2035 072 :: ATHANASIUS :: Disputatio contra Arium [Sp.] ATHANASIUS Theol. Disputatio contra Arium [Sp.] Citation: Volume — page — (line) | ||
28.440(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
3t | ΔΙΑΛΟΓΟΣ ΕΝ ΤΗ ΚΑΤΑ ΝΙΚΑΙΑΝ ΣΥΝΟΔΩ ΠΡΟΣ ΑΡΕΙΟΝ. | |
6 | Τῇ τοῦ Θεοῦ προνοίᾳ ἀπῄειν προσεληλυθὼς σὺν τοῖς φιλτάτοις μου ἀδελφοῖς πρὸς τοὺς ἐμοὶ ποθου‐ μένους τοῦ Θεοῦ δούλους. Ἠρέμα δέ πως βαδί‐ ζοντα διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἅμα τοῖς προ‐ | |
10 | ειρημένοις τοῦ Θεοῦ δούλοις, ἤρετό μέ τις τῶν συμπορευομένων μοι ἀνδρῶν περὶ τοῦ Κυριακοῦ ῥη‐ τοῦ τοῦ φάσκοντος· «Ὁ Πατήρ μου ὁ πέμψας με μείζων μου ἐστί.» Κἀγώ φημι πρὸς τὴν πεῦσιν, ἣν προσαγήοχεν· «Ἐπὶ τοῦ παρόντος ἐπίσχες τὴν περὶ | |
15 | τούτου ζήτησιν, γλυκύτατε ἀδελφῶν· ἐπὰν δὲ, Θεοῦ ἐπιτρέποντος, ἐν τοῖς οἰκείοις ἐπαναζεύξωμεν, τὴν ἐξέτασιν τοῦ κεφαλαίου ἀσφαλεστάτην ποιησό‐ μεθα. Κἀμοῦ τοῦτο εἰρηκότος, αἰφνίδιός τις κατοχὴ τῆς εὐσεβείας γίνεται ἐν τῇ καρδίᾳ μου, ἔλεγον δὲ | |
20 | ἐν ἐμαυτῷ· Οὐκ ἀσκόπως ὁ μακάριος Παῦλος ἐπι‐ στέλλων τῷ ἑαυτοῦ μαθητῇ Τιμοθέῳ ἔφασκε· «Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν.» Ἀληθῶς γὰρ θεῖος θη‐ σαυρὸς ἀῤῥήτων καὶ ἀνεικάστων ἀγαθῶν πε‐ πληρωμένη τυγχάνει ἡ εἰς τὸ Θεῖον εὐσέβεια. Ἔλε‐ | |
25 | γον δὲ ἐν ἐμαυτῷ κατὰ διάνοιαν, ὅτι μεγαλοπρεπὴς καὶ ἐπίδοξός ἐστιν ἡ εὐσέβεια, καὶ δυναμένη σῶσαι τὸν προσπελάσαντα τῇ ἑαυτῆς εὐπρεπείᾳ. Ὑπεισῄει δέ με καὶ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ παραβολὴ περὶ τῆς μακαρίας εὐσεβείας, ὡς μεγίστη | |
30 | τις καὶ πάντων ἀμβροσίων πλούτων πεπληρω‐ μένη τυγχάνει, καὶ σπανίως εὑρίσκεται ἐν τοῖς ἀνθρώ‐ ποις, εἰ μὴ ἄρα ἀπὸ τῶν πολλῶν ὀλίγοι μόλις φιλα‐ λήθει γνώμῃ κατατύχωσι τοῦ ἀφθάρτου κάλλους αὐτῆς. Καὶ οὗτοι δὲ οὐκ ἰδίᾳ δυνάμει κατειλήφασι | |
35 | τὴν ἐπέραστον ταύτης ὄψιν· ἀλλὰ τὴν πρὸς Θεὸν φιλίαν στειλάμενοι, συχναῖς λιταῖς χρησάμενοι, εἰλή‐ φασι τοῦτο παρὰ τοῦ Θεοῦ δῶρον, ὅπως ἀΐδιον χαρὰν ἐνστερνίσωνται οἱ κατοπτριζόμενοι τὸ ὡραιότατον ταύτης ἀξίωμα. Φησὶν ὁ Κύριος· «Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ὃν εὑρὼν | |
40 | ἄνθρωπος ἐχάρη, εἶτα ὑπάγει καὶ πωλεῖ πάντα, | |
28.441 | ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.» Εἶτα ὥσπερ ἑστὼς ἐν τῇ καρδίᾳ μου, προσωμίλει μοι προσ‐ ηνῶς, καί φησιν· Ἄνθρωπε, εἰ καὶ πολλαί σου εἰσὶν αἱ ἁμαρτίαι, κράτει ἰσχυρῶς τὴν εἰς τὸ Θεῖον | |
5 | εὐσέβειαν. Διὰ γὰρ ταύτην, καὶ ἡ ἄφεσις τῶν ἁμαρ‐ τιῶν παρὰ Θεοῦ δίδοται, καὶ θάνατος νικᾶται, καὶ εἰς βασιλείαν οὐρανῶν ἄνθρωπος εἰσελάσαι ἄριστα δυνήσεται. Πρὸς δὲ τούτοις εἰς ὑπόμνησιν εἴληφα καὶ τὸ, «Οἶδεν ὁ Θεὸς εὐσεβεῖς ῥύεσθαι, ἀνόμους δὲ | |
10 | τηρεῖν εἰς ἡμέραν κρίσεως κολαζομένους αἰωνίῳ πυρί.» Καὶ γὰρ ὁ ἄνομος οὗτος τυγχάνει καὶ ἀσε‐ βής· ἐκ δὲ τῆς ἀσεβείας ἁμαρτία γίνεται. Μήτηρ οὖν πάντων τῶν κακῶν ἡ ἀσέβεια, τιθηνὸς δὲ ψεκτῶν ἁπάντων ἡ ἄνοια τυγχάνει. Μακάριος οὖν ὁ τῆς εὐ‐ | |
15 | σεβείας υἱὸς, ὅτι οὗτος υἱὸς Χριστοῦ κληθήσεται. Ἀθρόως δὲ ἐπέστημεν τῷ τόπῳ ἔνθα ἦμεν τὴν ὁρμὴν πεποιημένοι, καὶ περιτυγχάνοντες τοῖς γνη‐ σίοις, ἀσμένως διετελοῦμεν ἅπαντες ἡμεῖς τε, ὅτι ἠξιώθημεν τοὺς ἁγίους θεάσασθαι, ἐκεῖνοι δὲ, ὅτι | |
20 | ἀδελφοὺς ἑωράκασι. Κοινολογούντων δὲ ἡμῶν ἐπὶ πολὺ τῶν ἀνηκόντων τῇ σεβασμιωτάτῃ θρησκείᾳ μετὰ πολλῆς εὐταξίας καὶ φειδοῦς, αἰφνιδίως ἀπὸ τῆς ῥίζης τοῦ χριστομάχου Ἀρείου θηρίον ἀνθρωπό‐ μορφον εἰσεπήδησε πρὸς ἡμᾶς, καὶ πρὸς βραχὺ | |
25 | ἐπακροασάμενος τῶν εὐσεβείας ῥημάτων, μὴ δυνά‐ μενος φέρειν, ἔλεξε τοιάδε· «Διδάξατέ με τὴν ὑμετέ‐ ραν δόξαν, ἢ διδάξω ὑμᾶς τὸ ἐμὸν φρόνημα.» Ἐγὼ δὲ ἀπεκρινόμην πρὸς αὐτόν· «Μὴ πάντας προσκαλοῦ εἰς ζήτησιν· μεγάλοι γάρ εἰσιν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. | |
30 | Εἰ δὲ βούλει ἐπὶ τοῦ παρόντος πρὸς μὲ τὸν σμικρό‐ τατον μόνον συνεξετάσαι, ἥδιστα ἐγώ σοι τοῦτο παρ‐ έξω περὶ τοῦ ζητήματος. Προσάγαγε πρῶτος τὴν πρότασιν· μόνον φιλαλήθως ποιήσωμεν τὴν συνεξέ‐ τασιν, καὶ μὴ φιλονεικότερον πρὸς τὰ προσφερόμενα | |
35 | ὑπὸ τοῦ πλησίον θεόπνευστα ῥήματα διατεθῶμεν.» ἌΡΕΙΟΣ εἶπεν· Ἐμοὶ δοκεῖ προηγουμένως ὁρισθῆναι ὑφ’ ἑκατέρων ἐμοῦ τε καὶ σοῦ εἰς τὰ ζη‐ τούμενα, ἕκαστόν τε ἡμῶν ἐκθεῖναι, ἃ φρονεῖ περὶ Θεοῦ καὶ Χριστοῦ, καὶ Πνεύματος ἁγίου, ἐν ἐπιτομῇ, | |
40 | ὅπως κατὰ σκοπὸν πέμπωμεν τοὺς λόγους, καὶ μὴ εἰς κενὸν ποιησώμεθα ἅμιλλαν λόγων, φανερά τε ᾖ ἡ ἐπικρατοῦσα δόξα ὁμοίως τε καὶ ἡ καθαιρουμένη. Περὶ γὰρ πίστεως βούλομαι ζητῆσαι πρὸς σὲ, ἐπειδὴ μάλιστα ἀκήκοα ὀρθῶς μὴ ὁμιλούντων ὑμῶν περὶ | |
45 | τῆς εἰς τὸ Θεῖον πίστεως καὶ εὐσεβείας. ἈΘΑΝΑΣΙΟΣ εἶπεν· Θεοπρεπῶς πάντα σοι εὐτρέπισται· ἐγὼ δὲ ὃ φρονῶ, φημὶ ἐν ἐπιτομῇ Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ ὄντα Θεὸν Πατέρα, καὶ εἰς τὸν Θεὸν Λόγον, τὸν | |
28.441(50) | Μονογενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ ἰδίῳ Πα‐ τρὶ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, καὶ ὅτι ἴσος ὁ Υἱὸς τοῦ Πατρὸς τυγχά‐ νει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ὅτι | |
σὺν τῷ Πατρὶ αὐτοῦ πάρεστι πανταχοῦ τῇ θεότη‐ | ||
28.444 | τι, καὶ ὅτι πάντα περιέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ ὅτι οὐ περιέχεται ὑπ’ οὐδενὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Θεὸς ὁ Πατὴρ αὐτοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πατρός ἐστιν οὐ‐ | |
5 | σίας, καὶ συναΐδιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει τὸ ἅγιον Πνεῦμα. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι. Ἄρ. εἶπεν· Πιστεύω κἀγὼ εἰς ἕνα Θεὸν ἀΐδιον, καὶ εἰς τὸν Υἱὸν αὐτοῦ, ὃν πρὸ τῶν αἰώνων ἔκτισεν ὁ Θεὸς, καὶ Υἱὸν ἐποίησε. Καὶ πάντα, ὅσα ἔχει ὁ | |
10 | Υἱὸς, μὴ ἔχων ἔλαβε παρὰ τοῦ Θεοῦ· καὶ ὅτι οὐκ ἴσος ἐστὶν ὁ Υἱὸς, οὐδὲ ἰσότιμος τῷ Πατρὶ, ἀλλὰ πολὺ λείπεται τῆς τοῦ Θεοῦ δόξης, ὡς ποίημα, λείπε‐ ται τῆς τοῦ Θεοῦ δυνάμεως· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ ὑπὸ τοῦ Υἱοῦ γεγονός. Ἰδοὺ κἀγὼ ταῦτα | |
15 | φρονῶ. Ἀθ. εἶπεν· Λοιπὸν μετὰ πάσης ἐπιστήμης ἄρχου τῆς ζητήσεως· ὁρῶ γάρ σε ἐν μεγάλοις κακοῖς ἐνεχόμενον, εἰ καὶ τὰ μάλιστα σὺ παρ‐ ελθὼν ὑπὸ αἰτίαν ἡμᾶς ἐποίησας, ὡς μὴ ὀρθῶς | |
20 | φρονούντων ἡμῶν περὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἄρ. εἶπεν· Πῶς φῂς τὸν Θεὸν ἀεὶ Πα‐ τέρα, ὃς μόνος Θεὸς ὢν, ἰδίᾳ βουλήσει ἔκτισεν τὸν Υἱὸν αὐτοῦ, καθὼς γέγραπται. Ἀθ. εἶπεν· Ποῦ γέγραπται, ὅτι μόνος ἐστὶν ὁ Πατήρ; Ἄρ. εἶπεν· | |
25 | Παρὰ Παύλῳ τῷ ἀποστόλῳ· φησὶ γάρ· «Ἡμῖν δὲ εἷς Θεὸς ἐξ οὗ τὰ πάντα.» Ἀθανάς. εἶπεν· Τὰ ἑπό‐ μενα ἀνάγνωθι τοῦ Ἀποστόλου ῥητὰ, ἔφη γάρ· «Καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα.» Ἄρειος εἶπεν· Ὁρᾷς, ὅτι ὑπουργός ἐστι, καὶ οὐχὶ | |
30 | αὐτουργὸς ὁ Υἱὸς καθὼς αὐτὸς περὶ ἑαυτοῦ ἔλεξεν· «Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ποιεῖ.» Πρόσ‐ εχε πῶς ὑπουργὸς καὶ οὐ δημιουργός ἐστιν ὁ Υἱός. Ἀθ. εἶπεν· Ὅρα· μὴ μάχου πρὸς τὴν ἀλήθειαν. | |
35 | Ὅπερ γὰρ τοῦ Παύλου ῥητὸν δοκεῖς κρατεῖν περὶ Θεοῦ Πατρὸς, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ εὑρήσεις παρ’ αὐτῷ τῷ Ἀποστόλῳ λεγόμενον· φησὶ γάρ· «Καὶ αὐ‐ τὸς ἔθετο ἐν τῇ Ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ | |
40 | ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν λαῶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώμα‐ τος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας | |
45 | τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νή‐ πιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀλη‐ θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, | |
28.444(50) | ὅς ἐστιν ἡ κεφαλὴ, ὁ Χριστός· ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἀφῆς τῆς ἐπιχορηγίας,» καὶ τὰ ἑξῆς. Ὁρᾷς, ὅτι ἡ | |
φωνὴ κοινῶς κατηγορεῖται Πατρὸς καὶ Υἱοῦ, καὶ σὺ μονομερῶς περὶ Πατρὸς ἐξείληφας; | ||
28.445 | Ἄρ. εἶπεν· Καλῶς ἐμνημόνευσας περὶ τούτου ὅλην τὴν περικοπὴν τοῦ Ἀποστόλου· ἀλλ’ ἐγὼ ἀξιο‐ πιστότερον ἡγοῦμαι τυγχάνειν τοῦ ἀποστολικοῦ ῥη‐ τοῦ τὸ προειρημένον Κυριακὸν ὑπ’ ἐμοῦ λόγιον. Ἔφη | |
5 | γὰρ ὁ Κύριος, μὴ δύνασθαι ἀφ’ ἑαυτοῦ ποιεῖν οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἀθ. εἶπεν· Τί ἐποίησεν ὁ Θεὸς ἐν ἀρχῇ; Ἄρ. εἶπεν· Οὐρανὸν, γῆν, θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, καθὼς γέ‐ γραπται. Ἀθ. εἶπεν· Οὐκοῦν λοιπόν ἐστιν ἀποδει‐ | |
10 | χθῆναι παρὰ σοῦ, ποίους οὐρανοὺς, καὶ γῆν, καὶ θάλασσαν, καὶ τὰ ἐν αὐτοῖς ἐποίησεν ὁ Θεὸς ἐν πρώ‐ τοις, εἶθ’ οὕτως ὁ Υἱὸς αὐτοῦ ἑωρακὼς ἐποίησεν ὁμοίως τῷ Πατρὶ αὐτοῦ. Ἄρ. εἶπεν· Ἀθέμιτον ἡγοῦ‐ μαι τυγχάνειν τὸ εἰπεῖν, πρῶτον κόσμον ὑπὸ τοῦ | |
15 | Θεοῦ δεδημιουργῆσθαι, ἕτερον δὲ ὑπὸ τοῦ Υἱοῦ, δευ‐ τέρου μὴ δυναμένου ἀποδειχθῆναι, καταδήλου ὄντος τοῦ πράγματος παρὰ πᾶσιν, ὅτι εἷς τυγχάνει ὁ ὁρώ‐ μενος κόσμος. Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ’ ἑαυτοῦ δη‐ μιουργεῖ ὁ Υἱὸς τὸ πᾶν. Ἄρ. εἶπεν· Παρακαλῶ, εἰπέ | |
20 | μοι, πῶς ἀφ’ ἑαυτοῦ; Οὐκ ἔστι δὲ ὃς λέξει τοῦτο. Ἀθ. εἶπεν· Ὁ σοφὸς τὴν βουλὴν αὐτοῦ ποῦ εὑρίσκει; Ἄρ. εἶπεν· Ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἀθ. εἶπεν· Χριστὸς δὲ Θεοῦ δύναμις καὶ σοφία τυγχάνει κατὰ τὸν μακά‐ ριον Παῦλον, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ὁμολογουμένως | |
25 | Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἀθ. εἶ‐ πεν· Ἡ σοφία οὖν μὴ ἀλλαχόθεν σοφίζεται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Ἀθ. εἶπεν· Οὐκοῦν ἀφ’ ἑαυτῆς πάντα ὡς σοφία πράττει; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Οὐκοῦν ὁ Πατὴρ οὐδὲν ἐδημιούργησεν; Ἀθ. εἶπεν· | |
30 | Ἄκουε, καὶ μὴ προπετῶς λάλει, ἃ μὴ θέμις μήτε λέγειν, μήτε ἀκούειν, ὡς μὴ δυναμένου τινὸς μετατρέψαι τὰ τοιαῦτα. Πλὴν ἐπὶ τοῦ παρόντος δός μοι λόγον περὶ οὗ ἐπερωτῶ. Ὁ δυνατὸς πῶς αὐτουρ‐ γεῖ; Ἄρ. εἶπεν· Ἐν τῇ δυνάμει αὐτοῦ τὸ πᾶν πράτ‐ | |
35 | τει. Ἀθ. εἶπεν· Χριστὸς δὲ ἀραρότως Θεοῦ δύναμις ὑπάρχει; Ἄρ. εἶπεν· Ὡμολόγηται. Ἀθ. εἶπεν· Οὐ‐ κοῦν Χριστοῦ δυνάμεως ὄντος τοῦ Θεοῦ, ἅπερ δημιουργεῖ ἡ δύναμις, τουτέστιν ὁ Χριστὸς, ταῦτα ποιεῖ ὁ Πατήρ. Ἄρ. εἶπεν· Πῶς ἅπερ δημιουργεῖ ὁ Χριστὸς, ταῦτα δημιουργεῖ ὁ Θεός; Ἀθ. εἶπεν· Ἡ δύναμις ἀπὸ τοῦ | |
40 | δυνατοῦ κεχώρισται; Ἄρ. εἶπεν· Μὴ γένοιτο! Τίς γάρ ποτε ἑώρακεν ἀγωνιστὴν πάλῃ ἰδίως ἀνδριζόμενον, κα‐ ταμόνας δὲ τὴν δύναμιν αὐτοῦ; Εἰ γὰρ ἦν τοῦτο, ἐπ’ ἀμφοτέρους ἂν ἐκομίσθη τὰ βραβεῖα, ἤτοι οἱ στέφα‐ νοι. Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Εἰ οὖν ἐπ’ ἀνθρώ‐ | |
45 | που τοῦτο ἔδωκας, μήτε δύναμιν κεχωρισμένως τι πράττειν, μήτε μὴν τὸ σῶμα ἑτέρως ἐνεργεῖν τι, οὐ‐ κοῦν ὁ Χριστὸς, δύναμις ὢν πατρικὴ, ἀχωρίστως πάντα, ἃ πράττει ὁ Πατὴρ, πράττει ταῦτα καὶ αὐτός. Ἄρ. εἶπεν· Ἔστω οὕτω, τὸ ἀχωρίστως δημιουρ‐ | |
28.445(50) | γεῖν τὸν Υἱὸν σὺν τῷ Θεῷ τὸ πᾶν· μήτι δύναται καὶ | |
28.448 | ἴσος εἶναι τῷ Θεῷ, καθὼς σὺ ἤκουσας τοῦ Σωτῆρος λέγοντος· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν;» Ἀθ. εἶπεν· Ἐρωτήσω σε· σὺ δὲ ἀποκρί‐ θητί μοι· Ὁ Σωτήρ μου μὴ ἐναντία ἐφθέγξατο ἑαυ‐ | |
5 | τῷ; Ἄρ. εἶπεν· Μὴ γένοιτο! πανταχοῦ γὰρ σύμφωνος ἑαυτῷ τυγχάνει ὁ Υἱὸς τοῦ Θεοῦ. Ἀθ. εἶ‐ πεν· Πῶς οὖν ὁ Κύριος ἐν ἄλλῳ τόπῳ φάσκει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν; Ἄρ. εἶπεν· Σὺ Σαβέλλιος εἶ. Ἀθ. εἶπεν· Διὰ τί εἰμι Σαβέλλιος; Ἄρ. εἶπεν· Ἐ‐ | |
10 | πειδὴ εἶπας, Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν. Ἀθ. εἶ‐ πεν· Μὴ καταψεύδου μου· οὐ γὰρ οὕτω φημὶ, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν, ἀλλ’ ὅτι ὁ Κύριος ἔφη· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἄρ. εἶπεν· Αὕτη ἡ αἵρεσις Σαβελλίου ἐστίν. Ἀθ. εἶπεν· Οὐκοῦν | |
15 | ὁ Κύριος ὁ εἰρηκὼς, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» Σαβέλλιος ἦν; Οὐ πάντες οἱ Χριστιανοὶ Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ οἴδαμεν; σὺ δὲ Σαβέλλιον καὶ διδά‐ σκαλον αἱρέσεως αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτό μοι τοῦτο φρονῆσαι! ὁ γὰρ Σωτὴρ εἶπε περὶ συμφω‐ | |
20 | νίας, ὅτι «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Ἀθαν. εἶπεν· ἕνεκεν τίνος ἔλεξε τοιάδε ὁ Κύριος; τί θέλων παραστῆσαι; τὴν συμφωνίαν κατὰ σὲ, ἢ τὴν θεότητα κατὰ τὸν ὀρθὸν λόγον; Εἰ μὲν γὰρ τὴν συμφωνίαν κατὰ σὲ, ἄρα μάρτυρας κατεσκεύαζε κατὰ τοῦ | |
25 | Πατρὸς, μὴ ἄρα ἀθέτησις αὐτῷ γένηται ὑπὸ τοῦ Πατρός· εἰ δὲ τοῦθ’ οὕτως ἔχει, ὁ Υἱὸς κατηγορεῖ τοῦ Πατρὸς κατὰ σὲ, ὡς ἀγνώμονος, καὶ μὴ μένον‐ τος ἐν ταῖς συνθήκαις τῆς συμφωνίας τοῦ Πατρός. Εἰ δὲ καὶ τοῦθ’ οὕτως ἔχει, λοιπὸν νόησον ποῦ σε ἀπάγει | |
30 | τὸ σὸν φρόνημα. Ἄρ. εἶπεν· Ἀλλὰ τί θέλεις ἵνα εἴπωμεν, ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν ἐστιν; Ἀθ. εἶπεν· Ὁ Κύριος Ἰησοῦς οὐκ εἶπεν, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν εἰμι·» ἀλλ’ ἔφησεν, «ἕν ἐσμεν,» καὶ τὴν δυάδα τελείαν παρ‐ | |
35 | έστησεν ἐν τῷ λέξαι, «ἕν ἐσμεν.» Τὸ δὲ, «ἕν,» τὸ τῆς οὐσίας ἐσήμανε· σὺ δὲ, μὴ νοήσας, εἰς ἀτοπίαν ἐχώρησας. Ἄρ. εἶπεν· Ὁ Κύριος οὐκ εἶπεν· «Ὁ Πατὴρ, ὁ πέμψας με, μείζων μου ἐστίν;» Ἀθ. εἶ‐ πεν· Σωτὴρ οὐκ εἶπεν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν | |
40 | ἐσμεν,» καὶ πάλιν· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Ἀλλὰ μὴν καὶ ὁ Ἀπόστολος τὴν ἰσότητα τοῦ Υἱοῦ, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα, σαφῶς ἐδήλωσε, λέγων· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυτὸν | |
45 | ἐκένωσεν.» Ὁρᾷς, ὅτι ἴσος ἐστὶν ὁ Υἱὸς τοῦ ἰδίου Πατρὸς, καὶ οὐ μικρότερος; Ἄρ. εἶπεν· Ἀσυμ‐ φωνία πολλή μοι καταφαίνεται τῶν Γραφῶν ἐπὶ τοῦ παρόντος. Ἀθ. εἶπεν· Μὴ γένοιτο ἵνα ἄνθρωπος κατ‐ είπῃ τῶν θείων καὶ θεοπνεύστων Γραφῶν, ὡς οὐ | |
28.448(50) | μετὰ συμφωνίας ταῦτα πάντα φθεγγομένων! Ζυγὸς γὰρ ὥσπερ δίκαιος, οὕτω συμφωνοῦσι πρὸς ἑαυτὰς πᾶσαι αἱ Γραφαί. Ἄρ. εἶπεν· Πῶς συμφωνοῦσιν; Ὁ | |
Σωτὴρ ἔφη· «Ὁ Πατὴρ ὁ πέμψας με, μείζων μου | ||
28.449 | ἐστί·» πάλιν ὁ αὐτὸς λέγει· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ ἑτέρως· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·» δι’ οὗ σημαίνει τὴν ἀπαράλλακτον αὐτοῦ ἰδέαν, ἣν ἔχει πρὸς τὸν ἑαυτοῦ Πατέρα· ὡς | |
5 | καὶ ὁ Παῦλός φησι ἴσον τὸν Υἱὸν τοῦ ἰδίου Πατρὸς τυγχάνειν. Ἀθ. εἶπεν Ἄνθρωπε, ἄκουε καὶ σύνες, ὅτι οὐκ ἀπέζευκται ἐκεῖνο τὸ κεφάλαιον, τὸ φά‐ σκον· «Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστί,» τῶν λοιπῶν κεφαλαίων. Ἄρ. εἶπεν· Ἐὰν | |
10 | τοῦτο ἀποδείξῃς, ὅπερ ἀνεγχώρητόν ἐστι, τάχα κἀμὲ ποιήσεις τῷ σῷ φρονήματι ἐπακολουθῆσαι. Ἀθ. εἶπεν· Ὁ τοῦ Θεοῦ Υἱὸς Θεός ἐστιν, ἢ οὔ; Ἄρ. εἶπεν· Θεὸς κτισθεὶς ὑπὸ Θεοῦ. Ἀθ. εἶπεν· Ὡς θέλεις, ἀποκρίθητί μοι περὶ οὗ ἐρωτῶ. Ὁ τοῦ | |
15 | Θεοῦ Υἱὸς πάντα ἐποίησεν, ναὶ, ἢ οὔ; Ἄρ. εἶ‐ πεν· Προαποδέδοται, ὅτι πάντα ἐποίησεν, ὡς δύναμις καὶ σοφία τυγχάνων Θεοῦ. Ἀθ. εἶπεν· Οὐκοῦν πάντα περιέχει τὰ ὑπ’ αὐτοῦ ποιηθέντα, ἤτοι ὁρατὰ ἤτοι ἀόρατα ὁ τοῦ Θεοῦ Υἱός. Ἄρ. ἔφη· Οὕτως ἔχει. | |
20 | Ἀθ. εἶπεν· Πανταχοῦ οὖν πάρεστι τῇ οὐσίᾳ τῆς με‐ γαλοσύνης αὐτοῦ. Ἐὰν εἴπῃς, ὅτι οὐ πάρεστι παντα‐ χοῦ, ἄρα μείζονα ἐρεῖς τὰ γενόμενα τοῦ δημιουργοῦ. Ἄρ. εἶπεν· Πάρεστι πανταχοῦ. Ἀθ. εἶπεν· Εἰ οὖν παρὼν τυγχάνει πανταχοῦ ὁ τοῦ Θεοῦ Λόγος, πῶς | |
25 | λέγεις τὸ, «Ὁ Πατήρ μου ὁ πέμψας με, μείζων μου ἐστίν,» ἀπόδος μοι τὸν λόγον. Ἄρ. εἶπεν· Ἀπορῶ περὶ τούτου, ἀλλ’ ἀξιῶ, φράσον μοι, τίνι λόγῳ εἶπεν ὁ Σωτὴρ μείζονα ἑαυτοῦ τὸν Πατέρα; Ἀθ. εἶπεν· Ἐὰν μὴ πρότερόν μοι εἴπῃς, ὃ ἐπερωτῶ, οὐ μή σοι | |
30 | εἴπω, ὅπερ θέλεις. Ἄρ. εἶπεν· Λέγε, ὃ βούλει. Ἀθ. εἶπεν· Οἱ ἄγγελοι ἀσώματοι τυγχάνουσιν, ἢ ἄνθρω‐ ποι; Ἄρ. εἶπεν· Ἄνθρωποι ἐν σώματι τυγχάνουσιν, ἄγγελοι δὲ πνεύματα ὄντες, ἀσώματοί εἰσιν. Ἀθ. εἶ‐ πεν· Τίνες οὖν κοπιῶσιν, ἄνθρωποι, ἢ ἄγγελοι; | |
35 | Ἄρ. εἶπεν· Ἄγγελοι ἀσώματοι τυγχάνουσι, πρὸς τὸ διακονοῦντας αὐτῷ καμάτου πεῖραν μὴ λαβεῖν· ἀν‐ θρώπῳ δὲ τῷ κάμνειν ἴδιον, διὰ τὴν τοῦ σώματος βαρεῖαν ὁλκήν. Ἀθ. εἶπεν· Ὁ οὖν Κύριος πῶς ἐκο‐ πίασε; γέγραπται γὰρ, «Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ | |
40 | τῆς ὁδοιπορίας, ἐκαθέζετο. Ἄρ. εἶπεν· Συνήγαγές με, ὡς ἠθέλησας ἐκ τοῦ παραδείγματος τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, οὐχ ὡς Θεὸς Λόγος ἐκοπίασεν, ἀλλ’ ἵνα φανῇ, ὅτι σάρκα, ἣν οὐκ εἶχε πρότερον ὁ Λόγος καὶ Θεὸς, ταύτην ἀνέλαβε· διὰ τοῦτο τῇ σαρκὶ | |
45 | συνεχώρησε πάσχειν τὰ ἴδια, ἵνα φανῇ ὅτι σάρξ ἐστιν. Ἀθ. εἶπεν· Μέμνησο, ὅτι προωμολόγηται, ὅτι πανταχοῦ πάρεστιν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπεν· Ἀραρότως. Ἀθ. εἶπεν· Εἰ οὖν πανταχοῦ πάρεστιν, | |
28.449(50) | τίνος ἕνεκεν ἔφασκεν, «Ὁ Πατήρ μου ὁ πέμ‐ ψας με, μείζων μου ἐστίν;» Ἄρ. εἶπεν· Παρακα‐ λῶ σε, μὴ ὀκνήσῃς ἀποκαλῦψαι τὸ κάλυμμα ἀπὸ τοῦ | |
γράμματος ἐν τάχει. Λίαν γὰρ ἀνιῶμαι. Ἀθ. εἶπεν· | ||
28.452 | Τίς ἐστιν ὁ κεκοπιακὼς, ἄνθρωπος, ἢ ὁ Θεὸς Λόγος; Ἄρ. εἶπεν· Ἄνθρωπος. Ἀθ. εἶπεν· Οὐκοῦν σόν ἐστι τὸ νοῆσαι λοιπόν. Ἄρ. εἶπεν· Κατελαβόμην σου τὸν νοῦν ἐν τῷ λόγῳ τούτῳ, ὅτι τοῦ Θεοῦ Λόγου πανταχοῦ | |
5 | παρόντος, δῆλον ὅτι διὰ τὴν σάρκα εἶπεν, «Ὁ Πα‐ τήρ μου, ὁ πέμψας με, μείζων μου ἐστίν,» τὴν βαδίζουσαν καὶ κοπιῶσαν, καὶ ἀπὸ τόπου εἰς τόπον ἕτε‐ ρον πορευομένην. Ἀληθῶς ὀρθῶς ἔχει τοῦτο. Ἀθ. εἶπεν· Λοιπὸν λάβε μοι ἐν νῷ τὸ ῥητὸν, ὅπερ ἔφης, ὅτι ὁ Θεὸς Λόγος ἐκτίσθη. Πόθεν λάβωμεν | |
10 | τὴν ἀρχήν; Οὐ τολμῶ οὕτως ἀφόβως φθέγγεσθαι κατὰ τῆς ἀϊδίου θεότητος τοῦ Υἱοῦ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ μὲν ἀπὸ τῶν Γραφῶν τοῦτο λέγω· σὺ δὲ πόθεν ἀΐδιον λέγεις τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἀπὸ τῶν θεο‐ πνεύστων Γραφῶν ἔμαθον, ὅτι ἀΐδιός ἐστιν ὁ Υἱὸς τοῦ | |
15 | Θεοῦ. Ἄρ. εἶπεν· Ποῖαί εἰσιν αἱ Γραφαὶ, αἱ φάσκου‐ σαι ἀΐδιον τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἐλθὼν ὁ ἀοίδιμος Παῦλος μαρτυρήσει τῇ ἀληθείᾳ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ | |
20 | θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ ηὐχαρί‐ στησαν.» Ἄρ. εἶπεν· Περὶ τοῦ Πατρὸς λέγει τοῦτο ἡ Γραφή. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ μακάριος ἀπόστολος Παῦλος αἰτιᾶται τοὺς τὸ διὰ σώματος | |
25 | ἐπιφανέντα Θεὸν Υἱὸν Θεοῦ μὴ ἐπεγνωκότας ἀΐδιον θεότητα αὐτοῦ, τοῦ τὸ πᾶν διακοσμήσαντος; ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖ τὸν δημιουργὸν γνωρισθέντα εὐχαριστηθῆναι. Φανερὸν δέ ἐστιν ὅτι πάντα διὰ τοῦ Λόγου τὰ γεγενημένα | |
30 | γέγονε, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἕν· ἔδει οὖν καὶ σὲ ἐκ τῆς τῶν στοιχείων ἐναρέτου συμπήξεως ἀναλογίσασθαι τὸν δημιουργὸν ἀναλόγως, καὶ σαυτοῦ ἐπιγνώμονα γενέσθαι, ὅτι ἀϊδίου Θεοῦ τυγχάνει ἔργον ὁ κόσμος, οὐ κτιστῆς δὲ φύσεως, μὴ δυναμένης ἐπαρ‐ | |
35 | κέσαι τοσαῦτα δρᾷν. | |
37 | Ἄρ. εἶπεν· Ἔστω ἀΐδιος ὁ Υἱὸς, ἀλλὰ καὶ ἀϊδίως κτισθεὶς ἔχει τὸ ἀΐδιον. Ἀθ. εἶπεν· Εἰ ἀΐδιός ἐστιν ὁ Υἱὸς, οὐκ ἦν κτίσμα· εἰ δὲ κτίσμα τυγ‐ | |
40 | χάνει, οὐκ ἦν ἀΐδιος. Ἄρ. εἶπεν· Μὴ γὰρ ἐγὼ ἐξ οἰκείας αὐθεντίας ταῦτά φημι· ὁ Υἱὸς εἶπεν, ὅτι πρῶτον πάντων ἔκτισεν αὐτὸν ὁ Θεός. Ἀθ. εἶπεν· Τοῦτό σοι μόνῳ ἀπεκαλύφθη, ἢ καὶ ἄλλοις τὸ περὶ τοῦ Υἱοῦ Θεοῦ μυστήριον; Ἄρ. εἶπεν· «Οὐ πάντων | |
45 | ἡ πίστις· πλὴν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ ἑτέροις πολ‐ λοῖς ἐγνωρίσθη ἡ πίστις αὕτη. Ἀθ. εἶπεν· Πόθεν ὑμῖν ἀπεκαλύφθη, ἐκ Θεοῦ, ἢ ἐξ ἀνθρώπων· Ἄρ. εἶπεν· Ἐκ Θεοῦ. Ἀθ. εἶπεν· Σὺ αὐτήκοος γέγονας, ἢ ἄλλοι σοι ὑφηγήσαντο περὶ τούτου; Ἄρ. εἶπεν· Οὐκ ἐμοὶ | |
28.452(50) | ὑφηγήσαντο, ἀλλὰ πολλοὶ ἅγιοι, ἐν Πνεύματι Θεοῦ λαλοῦντες, ἔφησαν ὅτι ἐκτίσθη ὁ Υἱός. Ἀθ. εἶπε· Τίνες εἰσὶν οὗτοι; Οὐ δυνάμεθα γνῶναι καὶ ἡμεῖς; Ἄρ. εἶπεν· Οἶσθα καὶ αὐτὸς, ὅτι καὶ οἱ προφῆται, | |
καὶ οἱ ἀπόστολοι ἐλάλησαν πολλαχοῦ τὸν Υἱὸν κτί‐ | ||
28.453 | σμα εἶναι. Ἀθ. εἶπεν· Ἤκουσά σου λέγοντος πρὸ βρα‐ χείας ὥρας, ὅτι ὁ Υἱὸς εἶπεν. Ἄρτι μετέβης εἰς τοὺς προφήτας καὶ ἀποστόλους. Πλὴν ὑφήγησαι ποῖος προ‐ φήτης ἔλεξε τοιάδε περὶ τούτου; Ἄρ. εἶπε· Καὶ νῦν | |
5 | φημι τὸν Υἱὸν λέγειν διὰ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ὥσπερ καὶ διὰ τοῦ Σολομὼν ἔφη· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ.» Ὁρᾷς, ὅτι πρὸ πάντων ἔκτισεν αὐτὸν ὁ Θεὸς διὰ τὰ δι’ αὐτοῦ μέλλοντα γίνεσθαι ἔργα. Ἀθ. εἶπεν· | |
10 | Οὐκοῦν ἡ τῶν κτισμάτων πρόφασις αἰτία γέγονε τοῦ κτισθῆναι τὸν Υἱὸν κατὰ σέ. Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Ἄρα οὖν τοῦ Θεοῦ ἐντιμότερα τὰ κτιζό‐ μενα παρ’ αὐτοῦ; Πῶς χωρεῖ; Εἰ γὰρ ἐκεῖνος διὰ ταῦτα γέγονε, καὶ οὐκ ἐκεῖνα διὰ τοῦτον, κατὰ σὲ, | |
15 | ἀραρότως ἐντιμότερα ταῦτα ἐκείνου· ἀλλὰ μὴ γέ‐ νοιτο οὕτως ἡμᾶς φρονῆσαι! Διὰ γὰρ τὸν Υἱὸν τὰ πάν‐ τα, καθὼς γέγραπται· «Ἔπρεπε γὰρ,» φησὶν ὁ Ἀπό‐ στολος, «δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας | |
20 | αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Ἄρ. εἶπε· Σύγγνωθί μοι εἰρηκότι, ὅτι διὰ τὰ ἔργα ἐκτίσθη ὁ Υἱὸς, πλὴν ὅτι ἐκτίσθη πρὸ πάντων. Ἀθ. εἶπε· Τίς ἐκτίσθη πρὸ πάντων τῶν δημιουρ‐ γημάτων; Ἄρ. εἶπεν· Ὁ Υἱὸς, διὰ τοῦτο καὶ πρωτό‐ | |
25 | τοκος ἀναγέγραπται. Ἀθ. εἶπεν· Εἴ τις τὸν Σατα‐ νᾶν προσκυνεῖ, καλῶς ἢ κακῶς πράττει; Ἄρ. εἶπεν· Ἀσεβὴς καὶ ἄθεος, καὶ μηδὲ τὰς κοινὰς φρένας σώ‐ ζων τυγχάνει ὁ τοιοῦτος, ὃν οὐκ ἄξιον καλεῖν ἄνθρω‐ πον, ἀλλ’ ἀπάνθρωπον. Ἀθ. εἶπεν· Ὁ Θεὸς τῷ Ἰὼβ | |
30 | χρηματίζων, οὕτως ἔφη περὶ τοῦ Σατανᾶ, τουτέστιν· «Ἀρχὴ πλάσματος Κυρίου πεποιημένη ἐμπαίζε‐ σθαι ὑπὸ τῶν ἀγγέλων μου.» Σὺ οὖν τὸ πρῶτον ποί‐ ημα προσκυνῶν, τὸν Σατανᾶν προσκυνεῖς, καθὼς παρ‐ έστησεν ὁ λόγος. Ἐὰν δὲ σοφίσασθαι θελήσειας, ὅτι | |
35 | τοῦ Υἱοῦ πρότερον ποίημά ἐστιν ὁ Σατανᾶς, ἄρα πρεσβύτερον αὐτὸν φῂς τοῦ ἁγίου Πνεύματος; οὕτω γὰρ ὡρίσω, τὸν μὲν Υἱὸν ὑπὸ τοῦ Θεοῦ ἐκτί‐ σθαι· τὸ δὲ Πνεῦμα ὑπὸ τοῦ Υἱοῦ γεγενῆσθαι διεβε‐ βαιώσω. Ἄρ. εἶπεν· Ἡ ἀλήθειά με περιγράφει, | |
40 | καὶ οὐ σύ. Πλὴν ἐπειδὴ συνήγαγές με ἐν τούτῳ, κἀγώ σε περικλείσω ἐν ταῖς πολλαῖς μαρτυρίαις, ταῖς φα‐ σκούσαις ὅτι κτίσμα ἐστὶν ὁ Υἱός. Ἀθ. εἶπε· Πρό‐ φερε ἐκ τοῦ θησαυροῦ τὰ ἀποτεθησαυρισμένα ὑπὸ τοῦ πατρός σου. Ἄρ. εἶπεν· Ἐμὸς πατήρ ἐστιν, ὃν προσ‐ | |
45 | κυνῶ Θεόν· πλὴν σὺ ἀποκρίθητί μοι περὶ τοῦ, «Κύ‐ ριος ἔκτισέ με,» τοῦ Κυρίου ὁμολογήσαντος ἑαυτὸν ἐκ‐ τίσθαι ὑπὸ τοῦ ἰδίου Πατρός. Ἀθ. εἶπε· Τὸ ῥητὸν ἄλλην δύναμιν ἔχει πνευματικὴν ἔνδον, καὶ θεῖον θη‐ σαυρὸν ἐναποτεθειμένον κέκτηται. Ἄρ. εἶπεν· Οὐκ | |
28.453(50) | ἐπὶ τοῦ ῥητοῦ μόνον ἵστημι τὴν φωνὴν τοῦ Σολομῶν‐ τος· οὐ γὰρ ἀσύνετός εἰμι, ἀλλὰ συνίημι, ὅτι πνευ‐ | |
ματικὸν νόημα θεωρεῖται ἀπὸ τῶν ἐπιστημόνων. Ὅθεν | ||
28.456 | κἀγὼ οὐκ ἄμοιρος ὢν τῆς μυήσεως, οὕτω φημὶ, τὸ μὲν, «Κύριος ἔκτισέ με» κατὰ τὸ ῥητὸν, τὴν δὲ ἐν αὐ‐ τῷ δύναμιν, μειζοτέραν ὁρῶ ἣν ἔχει, ἣν σὺ μὴ νοή‐ σας, ἀγνοίᾳ κατεχόμενος, πλανᾶσαι, ἀνδρὸς δὲ | |
5 | κακοῦ ἴδιον τὸ φθονεῖν τοῖς κρείττοσιν. Ἀθ. εἶπεν· Ἃ οὖν φρονεῖς, φράσον κἀμοὶ ἀφθόνως, ὅπερ δοκεῖ σοι καλὸν φαίνεσθαι. Ἄρ. εἶπε· Τὸ γὰρ, «Κύριος ἔκτισέ με,» ἐπὶ τοῦ, «ἐγέννησέ με,» καταλαμβάνω. Ἀθ. εἶπεν· Εἰ οὖν | |
10 | ἐγεννήθη ὁ Υἱὸς, δηλαδὴ οὐκ ἐκτίσθη· εἰ δὲ ἐκτίσθη, οὐκ ἐγεννήθη. Ἄρ. εἶπε· Σὺ οὐ νοεῖς τὴν δύναμιν ταύτην. Ἀθ. εἶπε· Μὴ ὀκνήσῃς ἀνέχεσθαί μου, ἕως νοήσω, παρακαλῶ. Ἄρ. εἶπεν· Ἵνα μὴ πάθος νοηθείη, εἶ‐ πεν, «Ἔκτισέ με Κύριος·» ἐπὶ Θεοῦ οὖν τὸ κτίζειν τῷ | |
15 | γεννᾶν ταὐτόν ἐστιν. Ἀθ. εἶπεν· Εἰ οὖν ἐπὶ Θεοῦ τὸ κτίζειν καὶ γεννᾷν ταὐτόν ἐστιν, οὐκοῦν πάντα τὰ κτίσματα γεννήματα τοῦ Θεοῦ ὑπάρχουσιν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, ἄρα πάντων ἀδελφὸς τυγχάνει ὁ Κύ‐ ριος, κατὰ σὲ, τῶν δι’ αὐτοῦ γεγονότων. Ποῦ οὖν ὁ | |
20 | Μονογενὴς τοῦ Θεοῦ; Ἄρ. εἶπε· Τὸ μονογενὲς τάτ‐ τεται ἐπὶ ἐξαιρέτῳ καὶ ἐξοχωτάτῳ καὶ μεγίστῳ πράγματι. Ἀθ. εἶπεν· Οὐ δοκεῖ σοι μέγιστος εἶναι ὁ οὐρανός; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱός ἐστι κατὰ σὲ, καὶ ἡ γῆ δὲ καὶ ἡ θάλασσα θυγα‐ | |
25 | τέρες κατὰ σέ. Ἄρ. εἶπε· Μὴ γένοιτο! ἕνα ἐποίη‐ σεν ὁ Θεὸς Υἱὸν μόνον. Ἀθ. εἶπε· Δοκεῖ σοι πάντα τῷ αὐτῷ ὅρῳ τῆς γεννήσεως μονογενῆ τυγχάνειν, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν εἰ ἐποιήθη ὡς καὶ τὰ λοιπὰ δημιουργήματα ὁ Υἱὸς, πῶς | |
30 | Υἱός ἐστι τοῦ Θεοῦ; Ἄρ. εἶπε· Παρακαλῶ σε, σὺ πῶς νοεῖς τὸ, «Κύριος ἔκτισέ με;» Ἀθ. εἶπε· Πέπεισο· οὐκ ἄν σοι ἀπεκρινάμην· ἀλλὰ διὰ τοὺς ἀκροωμένους ἐρῶ. Σολομὼν, δίκαιος ὢν, καὶ σοφίας πληρωθεὶς, κατηξιώθη ἐν παραβολῇ | |
35 | προσημᾶναι τὴν κτίσιν τοῦ ναοῦ, τουτέστι τοῦ σώ‐ ματος τοῦ Κυρίου Ἰησοῦ, ὡς αὐτὸς ὁ Κύριός φησι τοῖς Ἰουδαίοις· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρι‐ σὶν ἡμέραις ἐγερῶ αὐτόν. Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ,» ὥς φησιν ὁ Ἰωάννης. Ἀλλὰ | |
40 | μὴν καὶ Σολομὼν παῤῥησιέστερον ἔφη περὶ αὐτῶν τούτων διαλαβὼν οὕτως· «Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυ‐ τῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν· ἀπ‐ | |
45 | έστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· «Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ,» καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπε· «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην, ἵνα ζήση‐ | |
28.456(50) | τε.» Ἀραρότως ἡ σοφία Θεὸς Λόγος τυγχάνει, ὁ διὰ τὴν ἄῤῥητον αὐτοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ φιλανθρω‐ | |
πίαν πτωχεύσας πλούσιος ὢν, ἵνα ἡμεῖς τῇ ἐκείνου | ||
28.457 | πτωχείᾳ πλουτήσωμεν, ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐν μορφῇ δούλου γέγονεν, ἴσος δὲ ὢν τοῦ ἰδίου Πα‐ τρὸς, ὡς δοῦλος καὶ σύνδουλος συνανεστράφη ἡμῖν, τέλειος ὢν ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι. | |
5 | Οὗτος οὖν ὁ Λόγος καὶ Θεὸς, σοφία καὶ δύναμις πα‐ τρικὴ ὑπάρχων, ἀσώματος ὢν, ὥσπερ ὁ Θεὸς καὶ Πα‐ τὴρ αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν ᾠκοδόμησε τὸ σῶμα ἐν τῇ γαστρὶ Μαρίας τῆς Θεοτόκου, ἄνευ κοι‐ νωνίας ἀνδρὸς, καὶ γέγονεν, ὡς ἔφην, ἄνθρωπος, καὶ | |
10 | ἑαυτὸν ἐποίησεν ὑπόδειγμα πάσης ἀρετῆς· ἵνα οἱ βου‐ λόμενοι ἐξακολουθεῖν ὡς διὰ τρίβου ἔχωσι θείας ἐκτύ‐ πωμα, πρὸς ὃ ὁμοιούμενοι, γίνονται θείας φύσεως κοινωνοὶ, ὥς φησι τὸ Σκεῦος τῆς ἐκλογῆς· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Ἰησοῦ Χριστοῦ.» Μετὰ | |
15 | οὖν τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν ἀπέστειλεν ἡ σοφία, ἡ δύναμις, ὁ Λόγος καὶ Θεὸς, τοὺς ἀποστόλους πρὸς πάντας τοὺς ἄφρονας, τοὺς ἀσυνέτους ἐθνικοὺς, τοὺς μὴ εἰδότας τὸν Θεὸν, προτεθεικὼς τράπεζαν, τουτέστι τὸ ἅγιον θυσιαστήριον, καὶ ἐπ’ αὐτῷ ἄρτον | |
20 | οὐράνιον καὶ ἄφθαρτον, καὶ πᾶσι ζωὴν χαριζόμενον τοῖς μεταλαμβάνουσιν ἐξ αὐτοῦ, τὸ ἅγιον καὶ παν‐ άγιον αὐτοῦ σῶμα, οἶνόν τε εὐφραίνοντα καρδίαν, καὶ νῆψιν ἐμποιοῦντα ἐν τῇ ἑκάστου ψυχῇ τῶν ἀπογευο‐ μένων ἐξ αὐτοῦ, ὡς ἐπὶ κρατῆρα κεράσας τὸ ἑαυτοῦ | |
25 | αἷμα, καλέσας τοὺς κλητούς τε καὶ ἐκλεκτοὺς διὰ τῶν ἀποστόλων αὐτοῦ, πᾶσαν μὲν ἀφροσύνην ἀπολιμπά‐ νοντας, βασιλείας δὲ οὐρανῶν πολίτας ἀναδεικνυμένους, τοὺς ὑπακούοντας τῆς φωνῆς αὐτοῦ Ἄρ. εἶπεν· Ἐπειδὴ εἰς τὸ σῶμα συνήγαγες τὸ «Κύριος ἔκτισέ με,» καλῶς, κἀγὼ συντίθεμαί | |
30 | σοι διὰ τῆς ἐγγράφου μαρτυρίας. Λοιπὸν καὶ σὺ ὀρ‐ θοπόδησον πρὸς τὴν ἀλήθειαν, καὶ μὴ ἄλλως ποίει. Ἀθ. εἶπε· Τί θέλεις ποιήσω; Ὅπερ ἐστὶ τῇ ἀλη‐ θείᾳ φίλον, κἀγὼ συντίθεμαι. Ἄρ. εἶπε· Μαρτυρίαν σοι παρέξω, ἣν οὐ δυνήσῃ ἀλληγορῆσαι· φανερὰ | |
35 | γάρ ἐστιν, ὅτι περὶ οὐσιώσεως τοῦ Λόγου φάσκει, ὡς ἐποιήθη ὑπὸ τοῦ Πατρός. Ἀθ. εἶπεν· Ἐάν μοι δῷς ἐκ τῶν θεοπνεύστων Γραφῶν μαρτυρίαν περὶ ὧν διαβεβαιοῦσαι, οὐκ ἀμνημονῶ· μόνον πρόσεχε, μὴ ἐγράψατε ἄρτι ὑμεῖς πρὸς τὸ ὑμέτερον βούλημα, | |
40 | καὶ οὐκ ἀνέχομαι τὰ ὑφ’ ὑμῶν λεγόμενα. Ἄρ. εἶπε· Μὴ κατάλεγε ἡμῶν ὡς μὴ φοβουμένων τὸν Θεόν. Ἀποστόλου ἐστὶ φωνὴ, ἣν εἶπον προσφέ‐ ρειν. Ἀθ. εἶπε· Λέξον ἐξ αὐτῆς. Ἄρ. εἶπεν· Ὁ ἐπιφανέστατος τῶν ἀποστόλων Πέτρος, διαμαρτυ‐ | |
45 | ρόμενος περὶ τοῦ προκειμένου τῷ Ἰσραὴλ, οὕτως ἔφη· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς ὁ οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε.» | |
Μήτιγε ἡμεῖς διεχαράξαμεν τὴν φωνὴν ταύτην; Ἀθ. | ||
28.460 | εἶπεν· Οὐχ ὑμεῖς ἐχαράξατε αὐτὴν, ἀλλὰ παρεχαρά‐ ξατε. Ἄρ. εἶπεν· Ἐθεώρησας περιγραφόμενον σεαυτὸν, καὶ εἰς ὕβρεις ἐτράπης. Μᾶλλον δὲ, εἰ δύνα‐ σαι, λέγε πρὸς ταῦτα, ἢ αὐτομόλησον πρὸς τὴν ἀλή‐ | |
5 | θειαν. Ἀθ. εἶπεν· Ἀνάγνωθι τὸ κεφάλαιον ὅλον. Ἄρ. εἶπεν· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεός.» Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὰ ῥήματα τῆς Γραφῆς. Καὶ γὰρ τὸ σῶμα ὡς παρὰ τὴν | |
10 | ἀρχὴν ἐπλάσθη, ἐὰν μείνῃ, εὔμορφον τυγχάνει· ἐὰν δὲ παρὰ μέλος γένηται, τουτέστι χεῖρα, ἢ πόδα, ἢ δάκτυλον, ἄσχημον δείκνυται. Εἶπον οὖν καὶ τὰ ἑπόμενα τῶν Γραφῶν. Ἄρ. εἶπε· Τουτέστι, «Τὸν Ἰη‐ σοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Ἀθ. εἶπε· Τίς ἐστιν ὁ σταυρωθεὶς, ὁ Λόγος | |
15 | Θεὸς, ἢ τὸ σῶμα ὅπερ ὁ Λόγος Θεὸς ἐκ Μαρίας τῆς παρθένου ἔλαβεν; Ἄρ. εἶπε· Σὺ τὸν Λόγον οὐχ ὁμο‐ λογεῖς ἐσταυρῶσθαι; Ἀθ. εἶπεν· Ἐγὼ τὸν Θεὸν Λό‐ γον ὁμολογῶ, ἄνθρωπον γενόμενον, ἐσταυρῶσθαι σαρκί. Ἄρ. εἶπε· Τί ἐστι σαρκί; οὐχ ὁ Λόγος ἔπα‐ | |
20 | θεν; Ἀθ. εἶπε· Σὺ τί φρονεῖς ὁμολόγησον ἐν πρώ‐ τοις. Ἄρ. εἶπε· Κἂν μὴ σὺ λέγῃς, ἐγώ φημι, ὁ Λό‐ γος συγκαθηλώθη, καὶ συνέπαθε τῇ σαρκί. Ἀθ. εἶπε· Διὰ παραβολῆς χρὴ παραστῆσαι τὴν ἀπόδειξιν, εἰ πέπονθεν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπε· Λέγε ὃ | |
25 | βούλει. Ἀθαν. εἶπε· Σταυρῷ προσηλωμένον ἐθεάσω ποτέ; Ἄρειος εἶπε· Ναί. Ἀθαν. εἶπεν· Ἆρα ἕως ὅτε τὸ σῶμα κεκράτητο ὑπὸ τῶν ἥλων ἐπὶ τοῦ σταυροῦ, καὶ ἡ ψυχὴ κατείχετο μὴ δυναμένη ἀναχω‐ ρῆσαι ἀπὸ τοῦ σώματος; Ἄρ. εἶπεν· Ἀναχωρεῖ, | |
30 | ἐπειδὴ πνεῦμα τυγχάνει ἡ ψυχή. Ἀθαν. εἶπεν· Εἰ ἀναχωρεῖ, δῆλόν ἐστιν, ὅτι οὐ κρατεῖται ἐπὶ τοῦ σταυ‐ ροῦ, τοῦτ’ ἔστιν ἐπὶ τοῦ ξύλου καὶ τῶν ἥλων, καὶ οὕ‐ τως ἔχει. Τοῦ γὰρ σώματος κατεχομένου, ἡ ψυχὴ τὸ ἐλεύθερον ἔχουσα καὶ τὸ ἀκράτητον, καταλείψασα | |
35 | τὸ σῶμα, πορεύεται εἰς τὸν ἑαυτῆς τόπον. Ἄρ. εἶ‐ πεν· Οὕτως ἐστὶ καὶ τοῦτο. Ἀθαν. εἶπεν· Εἰ οὖν ἐπὶ ἀνθρώπου καταδίκου ἔδωκας μὴ πάσχειν τὴν ψυχὴν ἐν τῇ παρούσῃ σωματικῇ καταδίκῃ, πῶς τὸν Λόγον καὶ Θεὸν ἔφης συμπεπῆχθαι τῷ σώματι; Ἄρ. εἶπε· | |
40 | Δεδόσθω μὴ συμπεπονθέναι τὸν Θεὸν Λόγον τῷ σώ‐ ματι. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ ἀπόστολος Πέτρος ἠσφα‐ λίσατο τὸν λόγον, μὴ βουλόμενός τινας ὑπὸ ἀγνοίας ἀπολέσθαι. Νομιζόντων γὰρ τῶν υἱῶν Ἰσραὴλ ἄν‐ θρωπον εἶναι τὸν καθ’ ἡμᾶς Χριστὸν, ἐσήμανε διὰ | |
45 | τῆς μαρτυρίας, ὅτι οὗτός ἐστιν ὁ ἐκλεκτὸς τοῦ Θεοῦ· καί φησιν· Εἰ καὶ ὑμεῖς ὡς ἄνθρωπον ἐκρεμά‐ σατε τὸν δίκαιον, μὴ ἀγνοήσατε, ὅτι τοῦτον Χρι‐ στὸν καὶ Κύριον ἐποίησεν ὁ Θεός. Ἄρ. εἶπεν· Ἰδοὺ οὖν, Χριστὸς καὶ Κύριος γέγονεν ὑπὸ τοῦ Θεοῦ. Ἀθ. | |
28.460(50) | εἶπεν· Ὁ Θεὸς Λόγος, ὁ τοῦ Θεοῦ Υἱὸς, πρὸ τοῦ πά‐ θους Κύριος ἦν, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, Κύ‐ | |
ριος ἦν. Ἀθ. εἶπεν· Ὁ Πέτρος ἔφη, ὃν οἱ Ἰουδαῖοι | ||
28.461 | ἐσταύρωσαν, γεγενῆσθαι Κύριον. Ἄρ. εἶπε· Τί ἐστι τὸ, Ἐσταύρωσαν Χριστὸν καὶ Κύριον γεγονότα; Ἤθελον γνῶναι τί λέγεις. Ἀθαν. εἶπεν· Ὁ Θεὸς Λόγος Κύριός ἐστι τῶν ἁπάντων ἀεὶ Κύριος ὤν. Ἐπειδὴ δὲ ἐκ τῆς ὑπὸ | |
5 | ἁμαρτίας βεβασιλευμένης σαρκὸς ἔλαβε τὴν σάρκα, καθὼς γέγραπται· «Ὁ Λόγος σὰρξ ἐγένετο·» σάρκα δέ φημι ἄνθρωπον τέλειον, οἷοι καὶ ἡμεῖς τυγχά‐ νομεν, κατὰ τὸ εἶναι ἡμᾶς ἀνθρώπους μόνον· αὐτὸς γὰρ ἄνευ ἁμαρτίας γέγονεν ἄνθρωπος· τοῦτον οὖν | |
10 | Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε, τὸν ἐκ σπέρμα‐ τος Δαβὶδ ἄνθρωπον, ὑποτάξας αὐτῷ ἀρχὰς καὶ ἐξου‐ σίας καὶ κυριότητας, καὶ ἀνθρώπους, καὶ ἀγγέλους, καὶ πάντων ἁπλῶς ὑποταγέντων γέγονε Χριστὸς καὶ Κύριος· Χριστὸς μὲν διὰ τὴν τοῦ ἁγίου Πνεύμα‐ | |
15 | τος, δίκην ἐλαίου, ἐπ’ αὐτῷ γενομένην οὐρανόθεν ἔγχυ‐ σιν· Κύριος δὲ διὰ τὸ κατὰ πάντων εἰληφέναι τὸ κῦ‐ ρος. Ἄρ. εἶπεν· Ἰδίως οὖν Υἱὸς καὶ Κύριός ἐστιν ὁ Λόγος, καὶ Θεὸς, καὶ ἰδίως ἄνθρωπος; Ἀθ. εἶπε· Μὴ γένοιτο! Ἄρ. εἶπεν· Εἰπὲ οὖν, πῶς. Ἔφης | |
20 | γὰρ Κύριον τὸν Θεὸν Λόγον, καὶ τὸν ναὸν αὐτοῦ Κύ‐ ριον, τουτέστι τὸν ἄνθρωπον. Ἐγὼ δὲ νομίζω, ὅτι δύο Κύριοί εἰσιν. Ἀθ. εἶπεν· Οὐκ εἰσὶ δύο· μὴ γέ‐ νοιτο! Εἷς γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ γενόμενος δι’ ἡμᾶς ἄνθρωπος. Ὁ γὰρ ἐπίγειος βασιλεὺς, εἰπέ | |
25 | μοι, ἰδίως ὁ ἄνθρωπος βασιλεύει, καὶ ἰδίως ἡ πορφυ‐ ρὶς, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Πῶς ἐγχωρεῖ, ἢ τὸν ἄν‐ θρωπον ἐκτὸς βασιλεύειν, ἢ τὴν πορφυρίδα ἰδίως ἄρξαι; Πλὴν ἔγνων τί θέλεις παραστῆσαι ἐκ τοῦ πα‐ ραδείγματος. Ἀθ. εἶπεν· Εἰ οὖν ἀνεγχώρητον δύο | |
30 | βασιλεῖς φῆσαι ἐπὶ βασιλέως ἑνὸς, λέγω δὴ ἀνθρώπου καὶ πορφύρας, πῶς ἐγχωρεῖ ἰδίως μὲν τοῦ Λόγου καὶ Θεοῦ κυριότητα φάσκειν, κεχωρισμένην δὲ τὴν δίκην πορφύρας ἔνδυμα γεγονυίας, ἁγίας καὶ τιμίας σαρκὸς, ἀρχὴν καταγγέλλειν, ἥτις ἐστὶν ἔνδυμα τοῦ | |
35 | βασιλέως Λόγου Θεοῦ γεγενημένη; Ἀλλὰ μὴν καὶ ὁ ἀπόστολος Παῦλος, τὴν ἑνότητα τῆς κυριότητος, ἣν ἔχει ὁ Κυριακὸς ἄνθρωπος σὺν τῷ Θεῷ Λόγῳ, ἀκραι‐ φνέστατα ἐσήμανε, τῷ φῆσαι αὐτόν· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν | |
40 | ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας, ἀμήν.» Ὁρᾷς, ὅτι καὶ Θεὸν ἐπὶ πάντων οἶδε τὸν ἐκ σπέρματος Δαβὶδ, ὁ Ἀπόστολος; | |
44 | Ἄρ. εἶπεν· Οὐ φοβῇ ἐπὶ πάντων Θεὸν λέγειν | |
45 | τὸν ἄνθρωπον; Ἀθ. εἶπε· Παῦλος οὐκ ἐφοβήθη, οὔτε ἐγὼ φοβοῦμαι, ὅτι βλέπω ἐκ μέρους τὴν τοῦ Θεοῦ οἰκονομίαν. Ἄρ. εἶπε· Ποίαν οἰκονομίαν; Ἀθ. εἶπε· Περὶ τῆς τοῦ πάντων Θεοῦ ἐνανθρωπήσεως. Ἄρ. εἶπε· Περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου κἀγὼ | |
28.461(50) | ὁμολογῶ· περὶ δὲ τοῦ εἶναι ἐπὶ πάντων Θεὸν τὸν σταυρωθέντα φοβοῦμαι λέγειν. Ἀθ. εἶπεν· Ἄκουε, | |
καὶ περισσότερον θαύμαζε, ὅτι καὶ Θεὸν ἐπὶ πάντων | ||
28.464 | ὁμολογῶ, καὶ μὴ δυνάμενον ἕτερον λογισθῆναι· τὸν πρὸς τὸν γενόμενον ἄνθρωπον καὶ σταυρωθέντα δι’ ἡμᾶς Θεὸν ἀεὶ ὄντα. Ἄρ. εἶπε· Ποῦ γέγραπται τοῦτο τὸ καινότερον; Ἀθ. εἶπε· Παρὰ Ἱερεμίᾳ τῷ προ‐ | |
5 | φήτῃ· φησὶ γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθή‐ σεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστή‐ μης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» | |
10 | Ὁ οὖν ὀφθεὶς οὗτος ἦν Θεὸς, καὶ ἔστιν, ᾧ οὐ προσλογισθήσεται ἕτερος Θεὸς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καθὼς ὁ προφήτης λέγει, αὐτός ἐστιν ὁ Θεός. Ἀθέ‐ μιτον γάρ ἐστι περὶ τοῦ Πατρὸς λέγειν, ὅτι ὤφθη, ἢ ὅτι ἄνθρωπος γεγονὼς συνεπολιτεύσατο τοῖς ἀνθρώ‐ | |
15 | ποις, φανεροῦ ὄντος τοῦ πράγματος, ὅτι ὁ Λόγος Θεὸς ἐνηνθρώπησεν. Ἀθ. εἶπεν· Οὐκοῦν εἷς ὁ Υἱὸς, ὁ πρὸ πάντων αἰώνων συνυπάρχων τῷ Πατρὶ αὐτοῦ, Θεὸς ὢν ἀόρατος, ἄνθρωπος γέγονεν ὁρατός. Ἄρ. εἶπεν· Ὅτι εἷς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡμολόγηται· | |
20 | οὐ συνυπάρχει δὲ τῷ Πατρὶ ἀπεράντως. Ἀθ. εἶπεν· Ἡ σοφία καὶ ἡ δύναμις συνυπάρχει τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Εἷς οὖν ὢν ὁ ἀόρατος Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ ὁραθεὶς, ἀσώματος καὶ σῶμα λαβὼν, ἀθάνατος καὶ | |
25 | θανάτου πεῖραν λαβὼν σαρκὶ, ὁ ἀψηλάφητος καὶ ψη‐ λαφηθείς. Ἄρ. εἶπε· Σύμφημι ἅπερ εἶπας. Ἀθ. εἶ‐ πεν· Οὗτος οὖν καὶ Κύριος καὶ Θεὸς, διὰ τὸ συναφθῆναι τὴν σάρκα τῷ Λόγῳ· καὶ οὐ διῃρημέ‐ νως, καὶ κυριότητες μὲν λέγονται· ὁ δὲ τοῦ Θεοῦ | |
30 | Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ Λόγος καὶ Θεὸς, εἷς τυγ‐ χάνει. Ἄρ. εἶπε· Δοκεῖ μοί πως ὀρθότατα καταφαί‐ νεσθαι ὁ περὶ τῆς σαρκώσεως ὅρος· μέντοιγε οὐκ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ ὁ Πατήρ, Ἀθ. | |
35 | εἶπε· Πόθεν τοῦτο εἰληφὼς ἐκόμισας ἡμῖν; Ἄρ. εἶ‐ πεν· Οὐδέποτε ἀνέγνως τὸ Εὐαγγέλιον, ὥς φησιν ὁ Κύριος πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν;» Ὁρᾷς, | |
40 | ὅτι μόνον ἀληθινὸν Θεὸν ἔφη τὸν Πατέρα, ὡς αὐτοῦ μὴ ὄντος ἀληθινοῦ Θεοῦ; Ἀθ. εἶπε· Τοῦτο σύνδεσμός ἐστι, τῶν προειρημένων ῥημάτων καὶ τῶν ἐπαχθέν‐ των οὐ διαίρεσιν ἐμποιῶν. Ἀραρότως δὲ παρὰ τοῖς εὐφρονοῦσιν ὡμολόγηται σύνδεσμος τὸ ἐπὶ τῆς | |
45 | Κυριακῆς φωνῆς. Πλὴν ἄκουε μετὰ μακροθυμίας ὅ φημι. Εἴ τις τῷ πλησίον ἐντέλλεται περὶ Κωνσταν‐ τίνου λέγων· Ἀσφαλῶς γίνωσκε τὸν μόνον Αὔγου‐ στον καὶ αὐτοκράτορα γῆς καὶ θαλάσσης βασιλέα Κωνσταντῖνον καὶ Κωνστάντιον τὸν υἱὸν αὐτοῦ, συν‐ | |
28.464(50) | ωμολόγησε τὸν υἱὸν τῷ πατρὶ, ναὶ ἢ οὔ; Ἄρ. εἶ‐ πεν· Οὐ μικρὸς κίνδυνος τὸ εἰπεῖν, ὅτι οὐ συμβασι‐ λεύει Κωνστάντιος Κωνσταντίνῳ τῷ πατρὶ αὐτοῦ, ἐκ τοῦ ὑπαριθμηθῆναι αὐτῷ. Ἀθ. εἶπεν· Ἐπὶ μὲν | |
Κωσταντίνου καὶ Κωνσταντίου κίνδυνον μέγιστον | ||
28.465 | ὁρᾷς, ἐπὶ δὲ Ἰησοῦ Χριστοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ οὐ φοβῇ τοιαῦτα φθεγγόμενος; Δεῖ σε τοιαύτην ἔχειν εὐσέβειαν εἰς τὸν Κύριον, οἵαν καὶ εἰς Κωνσταντῖνον ῥηθέντα. Οὐκ ἀφῄρησας ἀπὸ τοῦ υἱοῦ αὐτοῦ Κων‐ | |
5 | σταντίου, τουτέστιν αὐτὸν Αὔγουστον, καὶ πάντα ὅσα εἰς τὸν πατέρα αὐτοῦ προεῤῥήθη, οὐκ ἄλλοθεν τὴν ἑνότητα τῆς ἀξίας ἐπιγνοὺς ἢ δι’ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐκκλίνας ἀπὸ τῶν συλλογισμῶν, ἔγγραφόν μοι δὸς ἀπόδειξιν, εἰ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ κἀγώ | |
10 | σοι φωνὴν παρεθέμην εὐαγγελικήν. Ἀθ. εἶπεν· Ἄ‐ κουε καὶ περὶ τούτου ἔγγραφον τὴν ἀπόδειξιν, καὶ μὴ πλανῶ. Ἰωάννης ὁ ἀπόστολος οὕτως ἔφη· «Καὶ οἴδαμεν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί | |
15 | ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗ‐ τός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Ὁρᾷς, ὅτι αὐταὶ αἱ φωναὶ φέρονται περὶ τοῦ Υἱοῦ καὶ Πατρὸς, θεολογοῦσαι ἴσον τὸν Υἱὸν τῷ Πατρί. Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς ἔφη· «Αὕτη ἐστὶν ἡ | |
20 | αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν,» καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ φησιν· «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Τὸ οὖν, «Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» σύνδεσμος τυγχάνει, ἀντὶ τοῦ λέγειν, «Σὲ μόνον ἀληθινὸν Θεὸν | |
25 | καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» ἵνα γινώσκωσι τὸν Υἱὸν ἀληθινὸν Θεὸν, ὥσπερ καὶ σὲ τὸν Πατέρα· καθάπερ καὶ ἐν ἄλλῳ τόπῳ ἔλεξεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀλήθεια δὲ οὐκ ἂν ψεῦδος ἐγένετό ποτε. Ἄρ. εἶπεν· Ὁμολογῶ κἀγὼ, ὅτι ἀληθινὸς | |
30 | Θεός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· μή γε δύνασαι φάναι, ἅμα Θεὸς, ἅμα Υἱός; Ἀθ. εἶπε· Τί λέγεις ἅμα Θεὸς, ἅμα Υἱός; Ὅτι ὁ Υἱὸς ἅμα Υἱὸς Θεοῦ ἐστι; Ναί. Ὁ γὰρ Θεοῦ Λόγος Θεὸς τυγχάνει, Υἱὸς τοῦ Πα‐ τρὸς ὤν. Ἄρ. εἶπεν· Οὐχ οὕτως φημὶ, ἀλλ’ ὅτι μὴ | |
35 | δύνασαι φῆσαι, ἅμα Θεὸς Πατὴρ, ἅμα Υἱὸς σὺν Πατρί. Ἀθ. εἶπε· Διὰ τί οὐ δύναμαι τοῦτο εἰπεῖν; Ἄρ. εἶπεν· Ὅτι ὁ Θεὸς Πατὴρ ἀγέννητος τυγχάνει, ὁ δὲ Υἱὸς γεννητός ἐστιν. Ἀθ. εἶπεν· Ἡ ἀγέννητος φωνὴ ἐπὶ τοῦ Θεοῦ μόνου τάττεται, ἢ καὶ ἐπὶ ἄλλων | |
40 | τινῶν; Ἄρ. εἶπεν· Ἄλλο τι μὴ γένοιτο φῆσαι ἀγέν‐ νητον· ὃ γὰρ ἀγέννητον, τοῦτο καὶ ἄναρχον τυγχά‐ νει. Ἀθ. εἶπεν· Ἡ φωνὴ, ἡ ἀγέννητος, οὐσία ἐστὶν, ἢ οὐσίας σημαντική; Ἄρ. εἶπεν· Οὐσία τυγχάνει. Ἀθ. εἶπεν· Ψεύδῃ· οὐκ ἔστιν οὐσία, ἀλλ’ οὐσίας ση‐ | |
45 | μαντική. Ἄρ. εἶπε· Τί σημαίνειν θέλεις; Ἀθ. εἶπεν· Ὅτι οὐ γέγονεν, οὔτε μὴν ἐγεννήθη ἡ τοῦ Θεοῦ οὐσία· ὅθεν προσφόρως λέγομεν ἀγέννητον τὴν οὐσίαν τοῦ Θεοῦ. Εἶτα εἰπέ μοι· Ἀδὰμ ἐγεννήθη, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη, ἀλλ’ ἐπλάσθη. | |
28.465(50) | Ἀθ. εἶπε· Περὶ τοῦ ἐγεννήθη ἐπηρώτησα, οὐ περὶ τοῦ ἐπλάσθη. Ἄρ. εἶπεν· Οὐκ ἐγεννήθη. Ἀθ. εἶπεν· Οὐκοῦν ἔσται ἄναρχος κατὰ σέ. Ἀλλὰ καὶ ἡ | |
Εὔα οὐκ ἐγεννήθη, ἀλλ’ ἐδημιουργήθη. Τί δὲ φῂς καὶ | ||
28.468 | περὶ τοῦ μηδέπω γεννηθέντος, γεννητὸν ἢ ἀγέννη‐ τον; Ἄρ. εἶπεν· Ὀρθῶς ἔχειν τὴν ἀγέννητος φω‐ νήν. Ἔσται οὖν ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός. Ἀθ. εἶπε· Τί οὖν θέλεις συναγαγεῖν ἐκ | |
5 | τούτου; Ἄρ. εἶπεν· Ὁ Υἱὸς ἐγεννήθη, ναὶ ἢ οὔ; Ἀθ. εἶπεν· Ἐγεννήθη. Ἄρ. εἶπεν· Ὁρᾷς, ὅτι, πρὶν ἢ γεννηθῆναι, οὐκ ἦν· εἰ δὲ ἦν, ἀγέννητος ἔσται κατὰ σέ. Εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκ ἔσται γεννητὸς ὁ Υἱός. Ἀθ. εἶπεν· Ὁ Θεὸς ἅμα Πατήρ ἐστι, ναὶ | |
10 | ἢ οὔ; Ἄρ. εἶπε· Δυνάμει μὲν ἀεὶ Πατὴρ, ἐνεργείᾳ δὲ οὐκ ἀεί. Ἀθ. εἶπεν· Δυνάμει ἦν ὁ κόσμος παρὰ Θεῷ ἀπεράντως, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν ὥσπερ βουλήσει τὸν κόσμον ἐτεκτή‐ | |
15 | νατο ὁ Θεὸς, οὕτως καὶ τὸν Υἱὸν ἐτεκτήνατο κατὰ σέ. Ἄρ. εἶπεν· Οὐχ ὡς τὸν κόσμον· μέμνημαι γὰρ τῶν προαποδεδειγμένων. Ἀλλὰ πρὸ τῶν αἰώνων φημὶ βουλήσει ἐσχηκέναι τὸν Υἱόν· βραχὺ δὲ δίδωμι διάστημα τῆς γεννήσεως τοῦ Υἱοῦ, ἵνα ᾖ γεννητός. | |
20 | Ἀθ. εἶπε· Τὸ Πατέρα εἶναι τὸν Θεὸν καλὸν τυγχά‐ νει, ἢ ψόγος αὐτῷ ἔσται; Ἄρ. εἶπε· Μὴ γένοιτο ψό‐ γον προσάψαι τῷ Θεῷ! ἀλλὰ πάνυ γε καλὸν τὸ εἶναι τὸν Θεὸν Πατέρα. Ἀθ. εἶπεν· Οὐκοῦν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα προέκοψεν ὁ Θεὸς κατὰ | |
25 | σέ. Εἰ γὰρ, μὴ ὢν Πατὴρ, γέγονεν αὖθις Πατὴρ, ἄρα ἐτράπη ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μέγιστα. Εἰ δὲ ἐρεῖς πρότερον, πρὸ τοῦ Πατέρα αὐτὸν γενέσθαι, τι‐ μιώτερον εἶναι αὐτὸν, ἄρα ἀπὸ τῶν τιμιωτέρων ἐπὶ τὰ χείρονα ἔφθασε. Εἰ δὲ τοῦθ’ οὕτως ἔχει, πῶς ἐροῦ‐ | |
30 | μεν ἄτρεπτον τὸ Θεῖον, αὐτοτελὲς, μήτε προκόπτον ἐπὶ τὰ κρείττονα, μήτε μὴν λῆγον εἰς χείρονα ἀπὸ τῶν ἀρίστων; Φθαρτῶν γὰρ ἴδιον τὸ τρέπεσθαι, πὴ μὲν ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, πὴ δὲ ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ ἐντιμότερα. Ἄρ. εἶπε· Ῥιπὴν | |
35 | ὀφθαλμοῦ οὐ θέλεις δοῦναι, ὅτε οὐκ ἦν πρὶν γεννη‐ θῆναι τὸν Υἱόν; Ἀθ. εἶπε· Τὸ μὴ ὂν οὐ δίδωμι. Ἄρ. εἶπε· Διὰ τί; Ἀθ. εἶπεν· Ὅτι γέγραπται· «Οὐκ ἔσται ἐν σοὶ Θεὸς πρόσφατος.» Βραχὺ δὲ ἐὰν δῶ, ὅτι ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν, ἔσται πρόσφατος ὁ παρ’ | |
40 | ἐμοῦ ὁμολογούμενος· ὅπερ μὴ γένοιτο οὕτως φρονῆ‐ σαι ἄνθρωπον Χριστιανὸν, ὁμολογοῦντα ἐναντία ταῖς θείαις Γραφαῖς! Ἄρ. εἶπε· Ποία ἐναντιότης, ἐὰν εἴ‐ πωμεν ὀφθαλμοῦ ῥιπὴν πρὸ τοῦ γεννηθῆναι μὴ εἶναι, ἵνα μὴ ἀγέννητον νοήσωμεν; Ἀθ. εἶπε· Πολλή μοι | |
45 | ἐναντιότης δείκνυται πρὸς τὴν τῶν θείων Γραφῶν εὐσέβειαν, πανταχοῦ μαρτυρουσῶν, ὅτι Υἱὸς ἀεὶ ἦν, καὶ οὐδέποτε ἦν καιρὸς, ὅτε οὐκ ἦν. Ἢ οὐ δοκεῖ σοι, ἐὰν εἴπωμεν, ἐναντία φρονεῖν ταῖς θεοπνεύ‐ στοις Γραφαῖς; | |
28.468(50) | Ἄρ. εἶπε· Δός μοι τὰς μαρτυρίας. Ἀθ. εἶπε· Ἄκουε Ἰωάννου λέγοντος· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.» Τίς ἔλεξε τοιάδε | |
τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων, οἷα καὶ σύ; | ||
28.469 | Εἰπέ μοι, εἰ δυνατὸν καὶ εἰς ἔννοιαν λαβεῖν, ὅτι ὁ Λόγος Θεὸς, ἦν ποτε καιρὸς, ὅτε οὐκ ἦν; Εἰ δὲ τοῦτο οὕτω νοηθείη, ἦν ποτε καιρὸς, ὅτε ἄλογος ἦν ὁ Θεὸς Πατήρ. Ἄρ. εἶπε· Προφορικὸν οὖν φῂς τὸν Υἱὸν | |
5 | Λόγον; Ἀθ. εἶπε· Μὴ γένοιτο! Τὸν γὰρ Λόγον ἐγώ φημι ἐνούσιον, καὶ οὐ ῥῆμα διαλυόμενον, οὔτε μὴν προεληλυθότα ἐκ τοῦ Θεοῦ, καὶ πάλιν εἰς τὸν Πατέρα ἀναλυθέντα κατὰ Σαβέλλιον· ἀλλὰ γεννηθέντα ἀῤῥή‐ τως, συνυπάρχειν φημὶ τὸν Υἱὸν τῷ Πατρί. Ὡς γὰρ | |
10 | οὐκ ἔστι ψυχὴν ἄνευ λόγου ἐννοῆσαι, οὕτως οὐδὲ Θεὸν τὸν Πατέρα ἄνευ Υἱοῦ πιστεῦσαι. Ὥσπερ γὰρ ὁ Πατὴρ ἄναρχός ἐστιν, οὕτω καὶ ὁ Λόγος καὶ ὁ Θεὸς Υἱὸς Θεοῦ. Ἄρ. εἶπε· Πῶς ἄναρχός ἐστιν ὁ Υἱὸς, ὃς ἀγνοεῖν ὁμολογεῖ τὴν ἡμέραν τῆς | |
15 | συντελείας; Ἀθ. εἶπε· Λέγε μοι, ἄνθρωπε, ὅπερ ἐπερωτῶ· Ἀρχιτέκτων, λαβὼν κάλαμον, μέτρα τί‐ θησιν· εἶτα διαγράφει ἀνώγεα καὶ κατώγεα, διόροφά φημι καὶ τριόροφα. Ἐὰν φθάσῃ περὶ τὴν πρώ‐ την ὀροφὴν, γινώσκει, ὅτι περὶ τὴν δευτέραν ἀσχο‐ | |
20 | λεῖσθαι δεῖ· ἐπὰν δὲ τὴν δευτέραν στέγην συντελέσῃ, νοεῖ, ὅτι ἐγγύς ἐστι πρὸς συμπλήρωσιν τοῦ κτίσμα‐ τος. Ἡνίκα δ’ ἂν προσστοιβασθῆναι γένηται τὴν τρίτην ὀροφὴν, ὡς πρὸ δύο ἢ τριῶν δόμων, ἀσφαλῶς ἐπίσταται, ὅτι ἤγγικε τὸ συμπέρασμα τῆς οἰκο‐ | |
25 | δομῆς. Ταῦθ’ οὕτως ἔχει, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Σύμ‐ φημι ταῦθ’ οὕτως ἔχειν. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας, καὶ συναρμόσας τὸ στοιχεῖον τοῦτο, ὁ προνοούμενος καὶ οἰκονομῶν τὸν κόσμον ἕως ἄρτι, | |
30 | καθὼς αὐτὸς ὁ Κύριος ἔφη· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,» οὐ γινώσκει πότε περαιοῖ ὅπερ αὐτὸς δημιουργεῖ; Ἔτι μὴν δοκίμασον, φημί· πορευθεὶς ἐπερώτησον περὶ συμπληρώσεως τοῦ μηνὸς ἄνδρα ἄπειρον, ὃς οὐκ ἐπίσταται, ὅτι | |
35 | τριάκοντα ἡμερῶν ὁ μὴν τυγχάνει, εἰ δώσει σοι ἀπόκρισιν περὶ οὗ πυνθάνῃ. Ἐὰν δὲ προσαγάγῃς τὴν πεῦσιν τῷ ἔχοντι τὴν γνῶσιν, εὐθέως ἐρεῖ σοι, ἐὰν μὲν ᾖ πέντε καὶ δεκάτην ἔχων ὁ μὴν, ὅτι μέσος ἐστίν· ἐὰν δὲ περὶ εἰκοστὴν ἑβδόμην, λέξει σοι, ὅτι | |
40 | περὶ συμπλήρωσιν τυγχάνει ὁ μήν. Ὁ αὐτὸς δὲ ὅρος καὶ περὶ σελήνης, ὁμοίως δὲ καὶ περὶ τοῦ ἐνιαυτοῦ· ἐὰν ἐπερωτήσῃς ἐπιστήμονα ἄνδρα, ὅτι πότε συμπληροῦται, κατὰ τὴν σύνεσιν τὴν προσοῦσαν αὐτῷ δοκιμάσας, ὅτι ἑνδέκατος μὴν πεπλήρωται, καὶ | |
45 | ἤρξατο ὁ δωδέκατος, ἐρεῖ σοι, ὅτι περὶ τὸ συντελε‐ σθῆναι ἔχει. Ἄρ. εἶπεν· Οὕτως ἔχει τὸ εἰρημένον. Ἀθ. εἶπεν· Εἰ οὖν ἀρχιτέκτων ἐπίσταται, πότε συντελεῖ τὴν οἰκοδομὴν, καὶ ὁ ἐπιστήμων ἀνὴρ ἐκ τοῦ ἀριθμοῦ | |
28.469(50) | πότε συντελεῖται ὁ μὴν, ἐκ δὲ τῆς ἐμπειρίας τοῦ κυ‐ | |
κλικοῦ δρόμου, πότε μὲν πληροῦται ἡ σελήνη, | ||
28.472 | πότε δὲ μειουμένη ἀπολήγει, ποίῳ δὲ καιρῷ συντε‐ λεῖται πληρούμενος ὁ ἐνιαυτὸς οἶδε· πῶς οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς, ὅτι ὁ Κύριος Ἰησοῦς, ὁ ποιήσας τὸν κόσμον, καὶ ὁ μέλλων αὐτὸν συντελεῖν, ἐπίσταται | |
5 | τὴν ἡμέραν; Εἰ γὰρ ἠγνόει, πῶς ἐπερωτηθεὶς περὶ τῆς συντελείας τοῦ αἰῶνος τούτου, καὶ τῆς παρου‐ σίας αὐτοῦ τῆς δευτέρας, ἠδύνατο ἀποκριθεὶς φῆσαι τὴν ἀλήθειαν; Τῶν γὰρ ἀκραιφνῶς ἐχόντων τὴν περὶ τῶν ὧδε ὄντων ἢ γινομένων γνῶσιν, ἴδιόν ἐστι | |
10 | τὴν ἀλήθειαν ἀφηγεῖσθαι. Ὅθεν καὶ ὁ Σωτὴρ γινώ‐ σκων ἐσήμανε τὴν ἀλήθειαν ἐπερωτηθείς. Πυθομένων γὰρ τῶν μαθητῶν, τί τὸ σημεῖον τῆς παρουσίας τοῦ Κυρίου Ἰησοῦ, καὶ τῆς συντελείας τοῦ αἰῶνος τού‐ του, ἀποκριθεὶς ἔφη οὕτω· «Βλέπετε, μή τις ὑμᾶς | |
15 | πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανή‐ σουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ ταῦτα γενέσθαι, ἀλλ’ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ | |
20 | ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ, καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους. Ταῦτα δὲ πάν‐ τα ἀρχὴ ὠδίνων. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψεις, καὶ ἀποκτενοῦσιν ὑμᾶς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Καὶ τότε σκανδαλισθή‐ | |
25 | σονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσι, καὶ μισή‐ σουσιν ἀλλήλους. Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθή‐ σονται, καὶ πλανήσουσι πολλούς. Καὶ διὰ τὸ πληθυν‐ θῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Καὶ | |
30 | κηρυχθήσεται τὸ Εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῳ τῷ κόσμῳ, εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.» Καὶ μετ’ ὀλίγα φησίν· «Ἔσται γὰρ θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ’ οὐ μὴ γένηται. Καὶ εἰ μὴ ἐκολο‐ | |
35 | βώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστὸς, ἰδοὺ ἐκεῖ· μὴ πιστεύσητε·» καὶ μεθ’ ἕτερα· «Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρ‐ | |
40 | ουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Ὅπου δὲ ἂν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσε‐ ται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν | |
45 | οὐρανῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ.» Καὶ μετ’ ὀλίγα φησίν· «Ἀμὴν, λέγω ὑμῖν, ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γέ‐ νηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λό‐ | |
28.472(50) | γοι μου οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τῶν οὐ‐ ρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος.» Λοιπὸν πάντως τῶν εὐφρονούντων ἐστὶν ἐπιγνῶναι ἐκ τῶν προσημαν‐ | |
θέντων ἐκ τοῦ Σωτῆρος περὶ τῆς ἡμέρας καὶ ὥρας, | ||
28.473 | ὅτι γινώσκει ἀσφαλέστατα πότε μέλλει ἔρχεσθαι καὶ ἀποκαθιστάνειν ἅπαντα, καθὼς προώρισται, πρὸς τὴν ἀδιάζευκτον αὐτοῦ βουλὴν καὶ τοῦ Πατρὸς αὐτοῦ. Λαβὼν γὰρ τὸ Εὐαγγέλιον ἐν χερσὶν, ἀνάγνωθι τὴν | |
5 | περικοπὴν τοῦ Ματθαίου περὶ τοῦ ζητουμένου, καὶ ἔσται σοι πάντα κατάδηλα, ὡς οὐκ ἀγνοεῖ ὁ Κύριος περὶ τῆς ἡμέρας. Εἰ δὲ ἠγνόει, πῶς ἠδύνατο τὰ μη‐ δέπω ὄντα, μήτε μὴν γενόμενα σημεῖά τε καὶ πειρατήρια, ἅπερ προτρέχουσι πρὸ τῆς ἡμέρας, | |
10 | προλέγειν; ἕως γὰρ τῆς συντελείας καὶ παρουσίας ἑαυτοῦ προεδήλωσε τὰ σημεῖα, καὶ τὰς ποιότητας αὐτῶν, ὡς δύνασθαι καὶ τοὺς σπουδαιοτέρους καὶ φιλοπόνους ἐπιγνῶναι τὸν καιρὸν ἐκ τῶν προ‐ μεμνημένων πρὸς τοῦ Κυρίου. Ἄρ. εἶπεν· Εἰ ἀληθῶς ἐπίσταται τὴν ἡμέραν, διὰ τί αὐτὸς ἔφη· «Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν | |
15 | ἐκείνην;» Ἀθ. εἶπεν· Οὐκ εἶπεν ὁ Κύριος, Οὐδὲ ἐγὼ οἶδα τὴν ἡμέραν ἐκείνην. Τοῦτο γὰρ ἀκόλου‐ θον ἦν φάναι τὸν Κύριον, εἴπερ ἤθελε περὶ ἑαυτοῦ παραστῆσαι, ὡς μὴ ἔχων γνῶσιν τοῦ πράγματος. Καὶ ἐν μὲν τῷ Ματθαίῳ οὐ φέρεται, Οὐδὲ ὁ Υἱὸς | |
20 | οἶδε τὴν ἡμέραν ἐκείνην· οἱ δὲ λοιποὶ εὐαγγε‐ λισταὶ παρέλιπον τὴν περὶ τούτου διήγησιν· μονώ‐ τατος δὲ Μάρκος ἔφη· «Οὐδὲ ὁ Υἱὸς» οἶδε τὴν ἡμέραν. Καὶ τὴν τοῦ Μάρκου ἀφήγησιν ἐν στέρνοις σου γνῶθι, ὅτι οὐκ ἀγνοεῖ ὁ Κύριος τὴν ἡμέραν. Φησὶ | |
25 | γὰρ ὁ Κύριος Ἰησοῦς· «Περὶ δὲ τῆς ἡμέρας ἐκεί‐ νης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐ‐ ρανῶν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ.» Γινώσκων γὰρ ἑαυτὸν μὴ διεστῶτα ἀπὸ τοῦ Πατρὸς κατ’ οὐσίαν, ἀλλ’ ἡνωμένον τῇ θεότητι τῷ Θεῷ Πατρὶ αὐτοῦ, τὴν | |
30 | ἑαυτοῦ πρόγνωσιν ἐν τῇ τοῦ Πατρὸς προγνώσει ἐσήμανεν, ὥς φησιν ὁ Κύριος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ πάλιν· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Οὐχ ἕνεκεν κτιστῶν πραγμάτων τοῦτο ἔφη ὁ Σωτὴρ τὸ, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν· | |
35 | ἀλλ’ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ Πατρὸς, αὐτὰ ἴδια ἔφη ὁ Κύριος, οἷον τὸ ἀθάνατον, τὸ ἄφθαρτον, τὸ ἀχεί‐ ρωτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατὸν, τὸ προγνωστικὸν, καὶ ὅσα ἐστὶν ὁ Πατὴρ ἔχων, ταῦτα ἴδια τοῦ Υἱοῦ τυγχάνει. Ἀγνοεῖν δὲ ἔφη, ὡς | |
40 | προείρηται, ἀγγέλους καὶ τὸν Υἱόν. Ἄρ. εἶπε· Μὴ ἄλλος ἐστὶν ὁ Υἱός; Ἀθ. εἶ‐ πεν· Υἱὸς μὲν ἀληθινὸς τοῦ Θεοῦ εἷς τυγχάνει ὁ Λό‐ γος καὶ Θεός. Ἔστι δὲ καὶ ὡς ἄλλος Υἱὸς υἱοποιη‐ θεὶς διὰ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ τοῦ Κυρίου | |
45 | ἡμῶν Ἰησοῦ Χριστοῦ, ὥς φησιν ὁ θεῖος Ἀπόστολος· «Οὐ γὰρ ἐλάβομεν πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβομεν πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾶ, ὁ Πατήρ.» Ὁ δὲ Χριστὸς διαῤῥήδην πρὸς τοὺς ἀποστόλους ἔφη· «Τεκνία μου, ἔτι μικρὸν | |
28.473(50) | μεθ’ ὑμῶν εἰμι, καὶ πορεύομαι πρὸς τὸν πέμψαντά με·» καὶ πρὸς Ἰουδαίους δέ φησιν ἐν παραβολαῖς οὕτως· «Ἄνθρωπός τις ἔχων δύο υἱοὺς, προσελθὼν τῷ πρεσβυτέρῳ, εἶπε· Πορεύου, ἐργάζου εἰς τὸν | |
ἀμπελῶνά μου. Ὁ δὲ, ἀποκριθεὶς, ἔφη· Ἐγὼ, κύριε, | ||
28.476 | καὶ οὐκ ἀπῆλθεν. Εἶτα προσελθὼν τῷ ἑτέρῳ, ἔφη· Πορεύου, ἐργάζου εἰς τὸν ἀμπελῶνά μου. Ὁ δέ φη‐ σιν· Οὐ θέλω. Ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.» Ἐρωτᾷ δὲ ὁ Κύριος· Τίς ἐποίησεν τὸ θέλημα τοῦ | |
5 | πατρὸς αὐτοῦ; ἀποκριθέντες δὲ οἱ Ἰουδαῖοί φασιν· «Ὁ ἔσχατος υἱός.» Ὁμολογουμένως δὲ, ὁ μὲν πατὴρ ὁ τῶν ὅλων Θεὸς τυγχάνει, ὁ δὲ ἀμπελὼν αἱ τρίβοι τῆς δικαιοσύνης, ἐν αἷς προσέταττε τὸν πρεσβύτερον υἱὸν ἐργάζεσθαι. Ὁ δὲ μικρῷ τῷ διαστήματι | |
10 | χαίρειν φράσας τῷ κελεύσματι κατεφρόνησε τοῦ προστάξαντος· οὗτος δὲ ὁ τῶν Ἰουδαίων λαὸς τυγχά‐ νει, ὁ διὰ τὴν ἀπιστίαν ἀπόβλητος γεγονὼς τῆς υἱοθε‐ σίας. Ὁ δὲ νεώτερος υἱὸς τοῦ πατρὸς, ὁ ἐξ ἐθνῶν λαὸς, ὁ παρὰ τὴν ἀρχὴν τῆς κλήσεως παρακούων | |
15 | τῇ ἀπιστίᾳ, τῇ εἰδωλολατρείᾳ κρατούμενος, ὕστερον δὲ μεταμεληθεὶς καὶ πιστεύσας, ὑπήκοος προστάγμα‐ τος πατρικοῦ ἀνεδείχθη. Ἐκ δὲ τῆς ὑπακοῆς φίλος καὶ κληρονόμος, ὡς υἱὸς Πατρὸς, ἀνεφάνη, πάσης τιμῆς καὶ χάριτος ἠξιωμένος πρὸς τοῦ ἰδίου Πατρὸς | |
20 | ἄνευ τῆς ἡμέρας καὶ ὥρας ἐκείνης, λέγω δὴ τῆς συντελείας, ἢ μόνον σημεῖα λαβὼν, ἵνα μὴ ἀγνοῶν, ὅτι ἐγγύς ἐστι τὸ τέλος, πρὸς τὸ μὴ ἀπαρασκεύα‐ στον ὄντα, αἰφνιδίως καταλάβῃ ἡ ἡμέρα. Ἄρ. εἶπεν· Ὁμολογῶ ὀρθῶς εἰρῆσθαι τοῦτο τὸ | |
25 | περὶ τῆς ἡμέρας· τὸ δὲ τῇ οὐσίᾳ ἡνῶσθαι τὸν Υἱὸν τῷ Πατρὶ οὐκ ὀρθῶς ἔχειν φημί. Ἀθ. εἶπεν· Ἐπειδὴ σπουδὴ πρόσεστί σοι οὐ μικρὰ, ψέγειν τὰ καλὰ καὶ καλῶς ὁμολογούμενα πρὸς τῶν εὐσεβῶν, ἀπόδος λόγον, τί ποτε ἄρα ἐστὶν ἡ οὐσία; Ἄρ. εἶπεν· Πᾶν | |
30 | εἴ τί ἐστιν ἐν ὑποστάσει, τοῦτο οὐσία τυγχάνει. Ἀθ. εἶπεν· Ὀρθῶς ἔφης. Ἐπεὶ δὲ ἡμεῖς ἐπὶ τοῦ παρόν‐ τος περὶ Θεοῦ λόγον ἔχομεν, εἰπέ μοι ἡ τοῦ Θεοῦ οὐσία τί ἐστι, μήποτε νομισθῶμεν πρὸς τῶν ἰδιωτῶν, ὅτι τάχα περὶ χρημάτων λέγομεν. Ἄρ. εἶπεν· Ἡ τοῦ | |
35 | Θεοῦ οὐσία ἐστὶν, εἴ τί ἐστιν ὁ Θεὸς, τοῦτο οὐσία τυγ‐ χάνει. Ἀθ. εἶπε· Καλῶς ἔφης· λοιπὸν ἄκουε. Ἄρ. εἶπε· Λέγε ὃ βούλει. Ἀθ. εἶπεν· Οἶσθα, ὅτι, σχημα‐ τιζόμενος καὶ συγκαταβαίνων τῇ ἡμετέρᾳ ἀσθενείᾳ διὰ τῶν θεοπνεύστων Γραφῶν ὁ Θεὸς, ἀνθρωπινώτε‐ | |
40 | ρον ὁμιλεῖ πολλάκις πρὸς ἡμᾶς, πρὸς τὸ δύνασθαι νοεῖν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῶν παραπλησίως εἰρημέ‐ νων, ἐν οἷς ἡμεῖς ἐνεχόμεθα καὶ ἴσμεν, τὰ ἐπουράνια θεῖα μυστήρια. Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπεν· Οὐκοῦν ὁ Θεὸς, λέγων πρὸς τὸν ἴδιον Υἱὸν διὰ τοῦ | |
45 | προφήτου· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» σημαίνει τὴν ἐκ τῆς πατρικῆς οὐσίας γέννησιν τοῦ Υἱοῦ. Ἄρ. εἶπε· Γαστέρα οὖν ἔχει ὁ Θεός; Ἀθ. εἶπε· Προλαβὼν εἶπον πρὸς σὲ, ὅτι διὰ τὴν ἡμετέραν ἀσθέ‐ νειαν πολλάκις καὶ ἀνθρωπόσχημον τὸ Θεῖον αἱ θεῖαι | |
28.476(50) | Γραφαὶ καταγγέλλουσιν· οὐχ ὅτι ὁ Θεὸς τοιοῦτός ἐστιν, ἀλλ’ ἵνα ἡμεῖς ἐκ τῶν σωματικῶν παραδειγμάτων τὰ θεῖα εὐσεβῶς νοῶμεν. Δι’ οὐδὲν οὖν ἕτερον γαστέρα | |
ὀνομάζει, ἢ ἵνα παραστήσῃ αὐτὸν τὸν Υἱὸν ἐκ τῆς τοῦ | ||
28.477 | Πατρὸς οὐσίας γεγεννῆσθαι. Ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, λέγε σὺ, πῶς ὀφείλει νοηθῆναι τὸ ῥητόν. Ἄρ. εἶπεν· Ἡ Γραφὴ λέγει ἐκ προσώπου τοῦ Πατρός· «Ἐξη‐ ρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Ἆρα οὖν, | |
5 | Λόγον ἐξηρεύξατό φησι τὸν Υἱόν; Ἀθ. εἶπεν· Ἡ Γραφὴ καλῶς ἔφη σὺν τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο· σὺ δὲ, λαβὼν τὸ ῥητὸν, διέστρεψας κακῶς. Ἄρ. εἶπε· Φράσον ἡμῖν σὺ τὴν ἀλήθειαν τοῦ ῥητοῦ· ἐπειδὴ ἐγὼ αὐτὸ διέστρεψα κατὰ σέ. | |
10 | Ἀθ. εἶπεν· Ὁ Θεὸς πνεῦμά ἐστιν ἀπαθὲς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, οὕτως ἔχει. Ἀθ. εἶπεν· Ὅταν οὖν φάσκῃ ἡ Γραφὴ ἐκ γαστρὸς γεγεννῆσθαι τὸν Υἱὸν, τὴν ἐκ τῆς θεϊκῆς ὑποστάσεως γνησιότητα τοῦ Υἱοῦ σημαίνει. Ἵνα οὖν μὴ τὸ τῶν ἀνθρώπων | |
15 | γένος, ἀσθενὲς ὑπάρχον, ἀνθρωπίνην τὴν γέννησιν τοῦ Χριστοῦ ὑπολάβοιεν, εἶπε τὸ, «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Εἰ δὲ πάλιν ἐπιχειρεῖν τολμήσει τις προφορικὸν Λόγον φάσκειν τὸν Υἱὸν, μνημονεύσει τὸ, «Ἐκ γαστρὸς,» καὶ παύσεται | |
20 | τῆς πονηρᾶς ἐννοίας. Περιέγραψε γὰρ πάντα νοῦν ἀνθρώπινον ἡ Γραφὴ, πρὸς τὸ μὴ ἔχειν αἱρετικὴν μανίαν κατὰ τῆς ἀϊδίου καὶ ἀκαταλήπτου γεννήσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ. Εἰ γὰρ ἐκ γαστρὸς τυγχάνει, πῶς ἐκ καρδίας προῆλθεν; Εἰ δὲ ἀπὸ καρδίας ἐστὶ, | |
25 | πῶς ἐκ γαστρὸς τυγχάνει; Ἄρ. εἶπε· Τί οὖν ὀφείλο‐ μεν λέγειν καὶ νοεῖν; Ἀθ. εἶπεν· Οὐδὲν ἕτερον ἢ τὸν Υἱὸν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς γεννηθέντα ἐκ τῶν τοιούτων παραδειγμάτων μανθάνομεν. Ἄρ. εἶπεν· Εἰ ὁμοούσιος ἦν ὁ Υἱὸς τῷ Πατρὶ, πῶς οὐκ | |
30 | εἶπεν παρὼν τοῖς μαθηταῖς αὐτοῦ; Ἀθ. εἶπε· Ποῦ ἔστιν ὅπου οὐχ ὡμολόγησεν ἑαυτὸν ὁμοούσιον τῷ Πα‐ τρὶ ὁ Υἱός; Ἄρ. εἶπεν· Εἰ δύνασαι τοῦτο δεῖξαι; Ἓν τῶν ἀμηχάνων. Ἀθ. εἶπεν· Οὐκ ἐξ ἀπόρων πορίσα‐ σθαι ἐπιχειροῦμεν, ἀλλ’ ἐκ τῶν ἐναργῶν πραγμάτων | |
35 | τὴν ἀλήθειαν δεῖξαι θέλομεν. Μέμνησο, ὅτι ἔφης, ὅ ἐστι Θεὸς, τοῦτο οὐσία τυγχάνει, τουτέστιν ὁ Υἱός. Ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Μηδαμῶς. Ἀθ. ἔφη· Πῶς οὖν ὁ Κύριος ἔφη· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Εἰ μὴ ὁ αὐτός ἐστι τῇ θεότητι τῇ πατρικῇ ὁ Υἱὸς, | |
40 | πῶς φάσκει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Ἆρα ψευδὲς εἶπεν ἢ ἀληθές; Μὴ γένοιτο! Ἡ ἀλήθεια οὐκ ἂν ψεῦδός ποτε ἐγένετο. Ἀλλὰ καὶ τὸ, «Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα,» οὐδὲν ἕτερον παριστᾷ ἢ τὴν ἁγίαν θεότητα. Εἰ γὰρ ἄλλος τυγχάνει τῇ οὐσίᾳ | |
45 | ὁ Υἱὸς παρὰ τὸν Πατέρα, πῶς δύναται θεωρεῖσθαι ὁ Πατὴρ ἐν τῷ Υἱῷ; Εἰ μὲν γὰρ οὐ δύναται ἄγαλμα ἀνδροείκελον κατεσκευασμένον ἐκ ξύλων γνω‐ ρισθῆναι ἐν λιθίνῳ, ἐν τῷ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντι· εἰ δὲ ἀδύνατον λίθον ἐν ξύλῳ γνωρισθῆναι, καὶ | |
28.477(50) | ξύλον ἐν λίθῳ κατὰ τὸν τῆς οὐσίας λόγον, λείπεται λοιπὸν γνωρίζεσθαι τὸν παμβασιλέα Θεὸν ἐν τῷ | |
ὁμοουσίῳ αὐτοῦ Υἱῷ. Τὰ γὰρ ὁμοειδῆ, ᾧ εἰσιν | ||
28.480 | ὁμοούσια, ὁρώμενα, παριστάνουσι τὴν γνῶσιν καὶ τῶν μὴ ὁρωμένων. Ἄρ. εἶπε· Πῶς οὖν ὁ Κύριος λέγει· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωρ‐ | |
5 | γός ἐστι;» Μὴ δύναται ἄμπελος καὶ γεωργὸς εἶναι ὁμοούσια; Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὴν Κυριακὴν φωνήν· ἀλλ’, ὡς κεῖται, ἀνάγνωθι. «Ἐγώ εἰμι,» φησὶν ὁ Κύριος, «ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Εἰπέ μοι | |
10 | οὖν· εἰ ὁ Υἱὸς ὁμοούσιος τῷ Πατρὶ οὐκ ἔστιν ἐκ τοῦ παραδείγματος τῆς ἀμπέλου καὶ τοῦ γεωργοῦ, ἆρα τοῖς ἀνθρώποις ὁμοούσιον αὐτὸν φῄς; Ἄρ. εἶπε· Μὴ γένοιτο! Ἀθ. εἶπε· Πραέως ἄκουσον, καὶ πρὸς ταῦτα ἀπόδος μοι λόγον· Ἡ ἄμπελος καὶ τὰ κλήματα | |
15 | ὁμοούσια τυγχάνει, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀραρότως ταῦτα οὕτως ἔχει. Ἀξιῶ συντόμως καὶ τῇ τού‐ του κεφαλαίου σαφηνείᾳ ἐν τάχει πέρας ἐπιθεῖναι θέ‐ λησον, ὅπως κἀμὲ ποιήσῃς τοιοῦτον, οἷος καὶ σὺ τυγχάνεις. Ἀθ. εἶπεν· Ἐὰν μὴ πρότερον ὅνπερ ἐπ‐ | |
20 | ερωτῶ ἀποδῷς μοι λόγον, οὐ μὴ λάβῃς τὸ αἴτημα. Ἄρ. εἶπεν· Ὃ θέλεις λέγε, καὶ εἴ τι ἐγχωρεῖ, κατὰ τὸ δυνατὸν ἀποκρίνομαι. Ἀθ. εἶπε· Δεξιὰ καὶ βραχίων περὶ Θεοῦ γέγραπται τίνος ἕνεκεν; Ἄρ. εἶπε· Τὰ τοιαῦτα πρὸς τὰς ἐπιβολὰς καὶ τὰς ἀκολου‐ | |
25 | θίας νοοῦμεν. Ἐὰν λέγῃ κατὰ τὸ, «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με,» γινώσκομεν τὸ δη‐ μιουργικὸν τοῦ Θεοῦ ἐνταῦθα. Ὁπότ’ ἂν δὲ λέγῃ, «Ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» φανερὸν, ὅτι περὶ Υἱοῦ φάσκει. Πρὸς δὲ τούτοις καὶ τὸ, «Δε‐ | |
30 | ξιὰ Κυρίου ἐποίησε δύναμιν,» ὁμολογουμένως περὶ Υἱοῦ σημαίνει, δι’ οὗ τὰ πάντα γέγονεν. Ἀθ. εἶπε· Βραχίων, οὗ ἐστι βραχίων, ὁμοούσιος τυγχάνει, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ. εἶπε· Καὶ ἡ δεξιὰ, οὗ ἐστι δεξιὰ, ὁμοούσιός ἐστι, ναὶ ἢ οὔ; Ἄρ. | |
35 | εἶπεν· Οὕτως ἔχει. Σὺ δὲ τί φῄς με ἀΐδιον συντίθε‐ σθαι τὸ Θεῖον; Οὐκ ἐπηκροάσω ποτὲ Κλήμεντος τοῦ παρακολουθήσαντος Πέτρῳ τῷ ἀποστόλῳ, ὃς καθαιρεῖ τὴν τοιαύτην δόξαν; Ἀθ. εἶπε· Μέμνησο τῶν εἰρη‐ μένων, ὦ ἄνθρωπε, καὶ μὴ πλανῶ. Ἐγὼ γὰρ ἁπλοῦν, | |
40 | ἀσύνθετον, ἀπερίγραφον τὸ Θεῖον σέβομαι, με‐ μαθηκὼς ἐκ τῶν ἱερῶν καὶ θείων Γραφῶν, καὶ τῶν καθεξῆς διαδεξαμένων τὴν ἐπισκοπήν. Οὐδενὸς οὖν ἑτέρου ἕνεκεν ἡ Γραφὴ βραχίονα καὶ δεξιὰν καλεῖ τὸν Υἱὸν, ἢ ἵνα εὐσεβῶς νοῶμεν ὁμοούσιον ὄντα τὸν Υἱὸν | |
45 | τῷ Πατρὶ, διὰ τὸ ἀνεγχώρητον ἐπ’ ἀνθρώπου ἐκλα‐ βεῖν τινα ἑτερούσιον τὸν βραχίονα, ἢ τὴν δεξιὰν καὶ τὸν δάκτυλον, ὡς ἕκαστον αὐτῶν διαφέρειν πέ‐ φυκεν. Ἄρ. εἶπε· Σύμφημι ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί· ἀπόδος μοι λοιπὸν λόγον περὶ τῆς ἀμ‐ | |
28.480(50) | πέλου Ἀθ. εἶπε· Δύο γενεῶν ἀμπέλου εἴωθε μνη‐ μονεύειν ἡ θεία Γραφὴ, μίαν μὲν χρηστὴν καὶ εὐ‐ | |
φραντικήν τε καὶ χαροποιοῦσαν καρδίαν ἀνθρώπου, | ||
28.481 | τὸν Κύριον Ἰησοῦν Χριστόν· θατέραν δὲ τὸν διάβο‐ λον, λύσσαν καὶ ἰὸν ἀποστάζοντα, κατὰ τὸ γεγραμ‐ μένον· «Ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδόμων, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν | |
5 | σταφυλὴ χολῆς, βότρυς πικρίας· ὁ οἶνος αὐτῶν θυμὸς ἀσπίδων ἀνίατος.» Καὶ ὁ λαὸς δὲ ἄμπελος ὠνομάσθη, καὶ δίκαιοι πολλαχοῦ ἐκλήθησαν ἀμπελῶνες, ἁπλῶς μέντοι καὶ ἀπολελυμένως, χωρὶς τοῦ, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Ἵνα μὴ οὖν καὶ ὁ Σωτὴρ ἐκ | |
10 | τῆς ἐπωνυμίας προσλογισθῇ ταῖς προειρημέναις ἀμ‐ πέλοις, οὐ λέγω τῷ διαβόλῳ, ἀλλ’ οἷον τῇ μετενε‐ χθείσῃ ἐξ Αἰγύπτου καὶ φυτευθείσῃ, ἵνα ποιήσῃ καρπὸν σταφυλῆς, ἐποίησε δὲ ἀκάνθας, εἶπε μετὰ προσθήκης· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,» ἧς | |
15 | ὁ καρπὸς ζωὴ, χαρὰ, εἰρήνη, ἀγάπη, δικαιοσύνη, πίστις εἰλικρινεστάτη, γνῶσις, εὐσέβεια, ἁγνεία, σεμνότης, φιλανθρωπία, πραότης, ἐγκράτεια, καὶ τὰ παραπλήσια τούτοις. Ἐπειδὴ καὶ τὰ κλήματα, τῆς αὐτῆς εὐγενείας τῆς ἀληθινῆς ἀμπέλου τυγχάνοντα, | |
20 | δεῖ ὅμοιον καρπὸν προβάλλεσθαι, ἧς εἰσιν ἀμπέλου κλήματα. Τοὺς ἀποστόλους οὖν ἔφη, ἅμα παρασκευ‐ άζων αὐτοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ μὴ ἀποσκιρτήσαντας ἐκ τῆς ἀληθείας, ὥσπερ Ἰούδας, ἀκάρπους ἀπομεῖναι. Οἵτινες γὰρ ἐξολισθήσουσιν | |
25 | ἐκ τῆς τοῦ Κυρίου ἀγάπης καὶ πίστεως, δίκην κλη‐ μάτων ἀποτεμνόμενοι, ῥίπτονται ἔξω τῶν θείων. Νη‐ φαλίους οὖν καὶ προθύμους προτρέπει γίνεσθαι τοὺς μαθητὰς διὰ τοῦ φῆσαι· «Ὁ Πατήρ μου γεωργός ἐστιν,» ὡσανεὶ ἔλεγεν· Εἰδέναι ὑμᾶς βούλομαι, | |
30 | ὅτι, εἴ τινα ὁ Πατὴρ ὁ ἐμὸς γεωργεῖ, ὁ τοιοῦτος τὸν ἐμὸν καρπὸν ἀποδίδωσι μὴ ἐῶντος καρπὸν ἀλλό‐ τριον ἐν τοῖς ἀληθινοῖς κλήμασι τῆς ἀμπέλου βλαστῆ‐ σαι. Ἐμπεριπατῶν γὰρ ἐν τῷ ἀμπελῶνι, τουτέστιν ἐν τοῖς τῆς ψυχῆς ταμείοις, πάντα τὰ σαθρὰ καὶ μα‐ | |
35 | νιώδη περιαιρεῖ, πρὸς τὸ μὴ ὑλομανοῦσαν διαφθείρειν ὅνπερ ὁ γεωργὸς ποθεῖ προβαλέσθαι καρπόν. Ἀλλ’ ἐπειδὴ ὁ τῆς αἰσθητῆς ἀμπέλου λόγος δύναται συμβαλέσθαι ἡμῖν εἰς τὸ ζητούμενον, ἀρκτέον ἐντεῦ‐ θεν ἐκθέσθαι καὶ περὶ τούτου τὴν ἀφήγησιν. | |
40 | Ἐπειδήπερ καταλειφθεῖσα πρὸ τοῦ χειμῶνος ἡ ἄμπελος εὐθαλής τε καὶ εὐκλήματος ἕστηκε καρ‐ τερῶς πρὸς τὰς ἐφόδους τοῦ χειμῶνος· ὁ δὲ, τῇ ἀπη‐ νεστάτῃ προσβολῇ τοῦ κρύους αὐτοῦ προσεληλυθὼς, ἀπομαραίνειν ἄρχεταί τινα τῶν φύλλων αὐτῆς, αὐτὰ | |
45 | δὲ, διὰ τὴν σαθρότητα ἀτονοῦντα, ἐκπίπτουσιν ἀπὸ τῶν ὑψωμάτων, ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ βαθύ‐ τερα φερόμενα, εἶτα μένει ἡ ἄμπελος εὐκλήματος ἀντέχουσα τῇ φορᾷ τοῦ χειμῶνος. Εἰ δὲ τῇ πα‐ ραμονῇ τῆς ἀκράτου ψυχρότητος κατέβλαψέ τινα τῶν | |
28.481(50) | κλημάτων, ὅμως τῇ ἐνστάσει ἡ ἄμπελος σὺν τοῖς πε‐ ριλειφθεῖσιν αὐτῇ ὑγιεινοῖς κλήμασιν ἐπεραίωσε τὸν | |
χειμῶνα, καὶ ἐκ τοῦ χειμερινοῦ καμάτου ἐξέφυγε. | ||
28.484 | Φθάσασα δὲ ἐπὶ τὸ ἔαρ, ὅπερ ἐστὶ νέον ἔτος, δοκεῖ δι‐ αναπαύεσθαι· αἰφνιδίως δὲ ὁ γεωργὸς ἐπιστὰς αὐτῇ, ξίφος ἐπιφερόμενος, πρῶτον μὲν, ἀκριβῶς κατοπτρι‐ σάμενος ἅπαντα τὰ κλήματα, ἄρχεται τὰ βλαβέντα | |
5 | ἐκ τοῦ χειμῶνος ἐκτέμνειν, ἔπειτα καὶ τὰ ὑγιαίνοντα ἀπὸ τρίτου ἢ τετάρτου ὀφθαλμοῦ περιαιρεῖν. Ἡ δὲ ἄμπελος, γυμνωθεῖσα καὶ πληγεῖσα τῷ ξίφει, ἕστηκε μετέωρος εἰς τὸν οὐρανὸν ἀποβλέπουσα, ἅμα δα‐ κρύουσα ἄχρι τῆς τρίτης ἡμέρας. Παρακλήσεως δὲ | |
10 | τυγχάνουσα ἐκ τῆς τοῦ Θεοῦ προνοίας, παυσαμένη τῶν δακρύων, αἰφνιδίως πολὺν ἀριθμὸν καὶ ὄχλον κλημάτων βλαστήσασα, ἡ αὐτὴ ἀναφαίνεται οἵα ἦν καὶ πρότερον, μᾶλλον δὲ καὶ ἐνδοξοτέρα. Ἐκ δὲ τῶν προαποδεδομένων ἔσται σοι σαφέ‐ στερα καὶ τὰ ἑπόμενα περὶ τῆς ἀμπέλου τῆς ἀληθινῆς. | |
15 | Ὁ οὖν Κύριος τρόπον ἀμπέλου εὐκλημάτου καὶ συσκίου ἐπέχων, διὰ τὸ πλῆθος τῶν μαθητῶν καὶ τῶν πέριξ ὄχλων ἐπιπορευομένων πρὸς αὐτὸν βοηθείας ἕνεκεν· ὡς εἶναι πλήθη ἀνείκαστα, πιστεύοντα εἰς αὐτόν· καὶ τῷ μὲν πόθῳ τῷ εἰς αὐτὸν ἀχωρίστως | |
20 | ἔχειν αὐτοὺς, τρόπον κλημάτων συνόντων αὐτῷ, τι‐ νῶν δὲ καὶ ὠφελείας χάριν πνευματικῆς μὴ βουλο‐ μένων ἐκτὸς αὐτοῦ τυγχάνειν, ἀλλὰ συνεῖναι αὐτῷ, ἑτέρων δὲ βουλομένων ἰάσεως τυχεῖν, ἄλλων δὲ ἀκηκοότων, ὅτι Χριστὸς ἥκει, καὶ συνεληλυθότων | |
25 | κατὰ τὸ αὐτὸ, βουλομένων θεάσασθαι τὸ καινότερον θέαμα, Θεὸν ἐν σώματι ἀνθρώποις συναναστρεφόμε‐ νον. Καὶ ἁπλῶς ἦν ἅπαντα χαρᾶς γέμοντα τῆς παρ‐ ουσίας τοῦ Κυρίου γενομένης· οὗ δ’ ἂν ἐβάδιζεν, ὥσπερ εὐστεφὴς ἄμπελος διὰ τὰς μυριάδας τῶν | |
30 | συμπορευομένων αὐτῷ ὄχλων ἦν ὁρώμενος πόθῳ τῷ πρὸς αὐτὸν, ἁπάντων συνηνωμένων αὐτῷ. Ἀρξαμέ‐ νων δὲ χειμερινῶν πνευμάτων ἐκ τῶν ἀκρωτηρίων καταφυσᾷν πρὸς δοκιμὴν τῶν συμπορευομένων αὐτῷ ὄχλων, ἀθρόως φύλλων δίκην μαραινομένων, ἀπέπι‐ | |
35 | πτον οὐκ ὀλίγοι, ἧς εἴχοντο ἀμπέλου ζωτικῆς, καὶ τῶν μὲν διὰ φόβον τῶν ἀρχιερέων, ἵνα μὴ ἀπο‐ συνάγωγοι γένωνται, ἐξαρνουμένων τὴν ἑαυτῶν ζωὴν, ὥσπερ καὶ νῦν ὁρῶμεν γινόμενα τὰ αὐτὰ πράγματα· ἠγάπησαν γὰρ, ὡς οἱ τότε, καὶ νῦν τῆς ὑποκρίσεως | |
40 | ἄνθρωποι τὴν δόξαν τῶν διωκτῶν τῆς Ἐκκλησίας ὑπὲρ τὴν δόξαν τοῦ Θεοῦ εἵλοντο· ἑτέρων δὲ μὴ συν‐ αισθομένων τῶν θείων καὶ πνευματικῶν ῥημάτων τοῦ Κυρίου εἰς τὰ ὀπίσω ἐπιστραφέντων, αἰτίαν τῷ εὐεργέτῃ καὶ ψόγον προσαψάντων, καὶ λεγόντων, | |
45 | «Τίς δύναται αὐτοῦ ἀκούειν;» Ὅπερ καὶ ἐπὶ τοῦ ἡμετέρου καιροῦ πράττουσιν οἱ μὴ βουλόμενοι συν‐ οδεύειν τῇ ἀληθείᾳ, διὰ τὸ παρέπεσθαι θλίψεις καὶ πειρατήρια τῇ πίστει. Φασὶ γὰρ, Τίς δύναται φυλάξαι τὴν παράδοσιν τῶν ἐντολῶν τοῦ Κυρίου καὶ | |
28.484(50) | τῆς πίστεως; Ἔτι μὴν καὶ τὴν ἀπιστίαν τοῦ Ἰούδα ἡ σφο‐ δρότης τοῦ χειμῶνος ἤλεγξεν, ὡς καὶ νῦν, φιλίᾳ κό‐ σμου κρατηθέντες οἵ ποτε μαθηταὶ ὄντες καὶ φίλοι | |
καὶ συνοδοιπόροι τοῦ Χριστοῦ, κατὰ τοῦ Ἰησοῦ συν‐ | ||
28.485 | όδους ἀθεμίτους συγκροτοῦσιν οἱ καὶ τὸ γαζοφυλά‐ κιον πιστευθέντες. Οὐκ ἠγνόει αὐτῶν τὴν σαθρότητα, ἀλλ’ ἵνα παρασκευάσῃ αὐτοὺς τὰ Δεσποτικὰ χρωμέ‐ νους ἑτοιμοτάτους εἶναι ὑπὲρ τοῦ Δεσπότου ἀν‐ | |
5 | δρίζεσθαι, ἢ κατὰ τοῦ βασιλέως αὐτῶν στρατεύεσθαι προφάσει φιλίας κοσμικῆς. Οἱ τοιοῦτοι, κλημάτων δίκην ἀγενεστάτων καὶ ἀκάρπων ἐπέχοντες, τεμνόμε‐ νοι δὲ πρὸς τοῦ γεωργοῦ, κατάβρωμα πυρὸς αἰωνίου γίνονται. Ὅμως τῶν χειμώνων ἐπὶ πολὺ προσπελα‐ | |
10 | σάντων τῇ ἀληθινῇ ἀμπέλῳ, λέγω δὴ τῷ Κυρίῳ Ἰη‐ σοῦ, πὴ μὲν βουλομένων λιθάσαι αὐτὸν Γραμμα‐ τέων τε καὶ Φαρισαίων· φοβηθέντες δὲ μὴ ἀναιρε‐ θῶσι πρὸς τῶν ὄχλων τῶν τὸν Κύριον φιλούντων, ἐπαύσαντο· πὴ δὲ βουλομένων συλλαβέσθαι αὐτὸν, | |
15 | καὶ τοῦ Ἰησοῦ μὴ συγχωρήσαντος αὐτοὺς κρατῆσαι αὐτὸν, ἕως ἡ προωρισμένη ὑπ’ αὐτοῦ τοῦ Κυρίου πρὸ τῶν αἰώνων ὥρα καὶ ἡμέρα παραγένηται, ἐν ᾗ ἔδει αὐτὸν παθεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ θελόντων τινῶν κα‐ τακρημνίσαι αὐτὸν, καὶ αὐτοῦ ἐν εἰρήνῃ διὰ μέσου | |
20 | αὐτῶν διεξεληλυθότος, καὶ μυρία ἦν τὰ ἐπερχό‐ μενα πειρατήρια, ἃ, προσβάλλοντα καὶ κωλυόμενα, εἰς τὸ μηδὲν ἐρχόμενα ἐχώρουν. Ἐκεῖ δὲ ἡ ἀρχὴ τοῦ νέου ἔτους, ᾧ καιρῷ ἔδει τὸ Πάσχα θύεσθαι κατὰ τὰ θεσπισθέντα παρὰ τοῦ Κυρίου, λύειν μὲν πάντα | |
25 | σύνδεσμον ἀδικίας, προστάγματος θείου φοιτήσαντος πρὸς αὐτοὺς, ἐλεημοσύναις δὲ ἐξιλασκομένους ἑαυ‐ τοὺς προσοικειοῦν τῷ Θεῷ, μὴ ἐχθραίνειν δὲ πρὸς τὸν πλησίον, μήτε μὴν ζητεῖν κακὰ κατά τινος ἀν‐ θρώπου διὰ τὸ κοινὸν τοῦ γένους, ἀλλ’ εἰρήνῃ καθα‐ | |
30 | ρωτάτους ὄντας κελεύει προσάγειν τὴν λατρείαν. Ὡς ἐν καιρῷ οὖν εἰρήνης καὶ ἑορτῆς ἥκει ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα σὺν τοῖς μαθηταῖς αὐτοῦ, οὐχ ὡς ἀγνοῶν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ἀλλὰ καί γε σφόδρα γινώσκων. Ἀμέλει γ’ οὖν καὶ τοῖς μα‐ | |
35 | θηταῖς προειρήκει τὰ ἑπόμενα· «Ἰδοὺ ἀναβαί‐ νομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου πα‐ ραδοθήσεται εἰς τὰς χεῖρας τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ.» Ἵνα οὖν τὸ ἄδι‐ | |
40 | κον τοῦ παρανόμου συναθροίσματος τῶν Ἰουδαίων διαφανῇ, εἰσελήλυθεν ἡ εἰρήνη εἰς Ἱεροσόλυμα. Οἱ δὲ τῆς εἰρήνης ἀλλότριοι ἑωρακότες διεταράχθησαν· ἐχθρὸν γὰρ πολεμίοις καὶ ἀνδροφόνοις εἰρήνη. Χαί‐ ρειν γὰρ μᾶλλον πεφύκασι τοῖς κακοῖς ἤπερ τοῖς ἀγα‐ | |
45 | θοῖς ἔργοις καὶ τῇ καρποφορίᾳ τῆς εἰρήνης. Οἱ δὲ ἐπιτηρησάμενοι, ἄφνω ἐπιστάντες ξιφήρεις τῷ τόπῳ, ἔνθα ἦν σὺν τοῖς μαθηταῖς ὁ Ἰησοῦς, κατοπτρισά‐ μενοι ἅπαντες, ἐν πρώτοις ἐπιβάλλουσι τὰς μια‐ ρὰς χεῖρας αὐτῶν ἐπ’ αὐτὸν, ἔτι τῶν μαθητῶν αὐτοῦ | |
28.485(50) | συνεστώτων αὐτῷ. Ὁ δέ φησιν εἰρηνικῶς τοῖς μιαιφό‐ νοις· «Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν.» Τῶν δὲ μαθητῶν ἑωρακότων τὰ δύσφορα πειρατήρια, μὴ παρούσης αὐτοῖς τῆς δυνάμεως τοῦ ἁγίου Πνεύ‐ | |
ματος, καταλιπόντες αὐτὸν τὸν διδάσκαλον καὶ Κύ‐ | ||
28.488 | ριον φυγῇ ἐχρήσαντο. Οἱ δὲ οἰκεῖοι τοῦ Σατανᾶ, συλ‐ λαβόμενοι τὸν Ἰησοῦν, ἄγουσιν ἐπὶ τὸν Κρανίου τό‐ πον, εἰς τὸ σταυρῶσαι αὐτὸν ἐκεῖ, ἅπαντα ἐκπλη‐ ρώσαντες τὰ πρὶν ἐπ’ αὐτῷ γεγραμμένα, καὶ ἀναρτή‐ | |
5 | σαντες, κατέπηξαν αὐτὸν, ὡς ἐπὶ χάρακι ἄμπελον, ἐπὶ τοῦ σταυροῦ. Ὁ δὲ καταλειφθεὶς μόνος ἐπὶ τοῦ σταυροῦ, ὥσπερ δικλήματος ἢ τρικλήματος ἐκπετάσας κατὰ μὲν τοῦ πλαγίου τὰς χεῖρας, κατὰ δὲ τοῦ ὀρθοῦ κεφαλὴν σὺν θώρακι ἅμα ποσί. Πε‐ | |
10 | ριαιρεθείσης δὲ τῆς κόμης ἁπάσης τῶν λοιπῶν κλη‐ μάτων, πληγεὶς πρὸς τῶν ἥλων καὶ τῆς λόγχης, ἐδάκρυε τῷ ἁγίῳ αἵματι κρουνηδόν. Αἰφνιδίως δὲ ἀνέστη τριήμερος, μηδὲν μειωθεὶς, ὅπερ ἦν τὸ πρὶν, μᾶλλον δὲ ἐνδοξότερος ἐκφανεὶς, πίστει πληροφορήσας | |
15 | τὰς καρδίας τῶν μαθητῶν εἶναι αὐτὸν τὴν ζωήν. Πο‐ λὺν δὲ ἀριθμὸν βλαστήσας, ὄχλον μαθητῶν μετὰ τὴν ἀνάστασιν, ἢ τὸ πρὶν, οὐκ ἔτι ἐν Ἰουδαίᾳ μόνον, ἀλλ’ «ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· ἐκάλυ‐ ψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς | |
20 | κέδρους τοῦ Θεοῦ.» Αὕτη ἡ πραγματεία τῆς ἀληθινῆς ἀμπέλου κατὰ τὸ δυνατὸν εὐσεβῶς νενόηται. Ἄρ. εἶπε· Σφόδρα ὀρθῶς ἔχειν φημί. Ἔτι δὲ ὑπολέλειπταί μοι περὶ τῆς ζητήσεως τοῦ ἁγίου Πνεύματος· περὶ γὰρ τοῦ Υἱοῦ συνομολογῶ κἀγὼ τὸ ἴσον αὐτὸν εἶναι τῷ Πατρὶ κατὰ πάντα, ἐκτὸς τοῦ | |
25 | παντοκράτορα αὐτὸν εἶναι. Ἀθ. εἶπεν· Οὐδὲν ὡμο‐ λόγησας τῶν τῇ εὐσεβείᾳ ἀνηκόντων. Ἄρ. εἶπε· Τίνος ἕνεκεν; Ἀθαν. εἶπεν· Ἴσος τυγχάνει τοῦ ἰδίου Πατρὸς ὁ Υἱὸς ἀραρότως, καὶ πάντων Κύριός ἐστιν, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ | |
30 | περὶ παντοκρατορίας ἔφην, οὐ περὶ τοῦ κυριεύειν τὸν Υἱὸν ἁπάντων, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἀθ. εἶπε· Παντοκράτωρ τί ἐστιν; Ἄρ. εἶπεν· Ἐκ τοῦ πάντων κρατεῖν. Ἀθαν. εἶπεν· Ὁ Υἱὸς οὖν κατὰ σὲ πάντων οὐ κρατεῖ; Ἄρ. εἶπε· Καλῶς ἔφης σὺν | |
35 | τοῖς λοιποῖς καὶ τοῦτο· πάντων γὰρ κρατεῖ καὶ παν‐ τοκράτωρ ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὁπότε μιᾶς οὔσης οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τῆς θεότητος, καὶ μία παντοκρατορία τυγχάνει. Λοι‐ πὸν περὶ τοῦ ἁγίου Πνεύματος ζητήσωμεν· ἐπειδὴ | |
40 | μάλιστα ὡρίσω σὺ ἐν ἀρχῇ ὁμοούσιον αὐτὸ εἶναι Πα‐ τρὶ καὶ Υἱῷ, ἐγὼ δὲ ἀντιλέγω, ἔχων τὴν ἀπόδειξιν ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι κτιστὸν τυγχάνει· καὶ διὰ συντόμου ἐρῶ τὴν περὶ τούτου παράστασιν, ἐν τῷ τὸν Ἰωάννην διισχυρίσασθαι φάσκοντα, πάντα διὰ τοῦ | |
45 | Υἱοῦ γεγενῆσθαι, μὴ συμπαραλαβόντα καὶ τὸ Πνεῦμα ἐν τούτῳ τῷ λόγῳ, ἔτι μὴν καὶ ἀποστελλόμενον πρὸς τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν πρὸς βοήθειαν τῶν ἀποστόλων· τὸ δὲ ἀπὸ τόπου εἰς ἕτερον τόπον μετιὸν μεταβατικῆς οὐσίας τυγχάνει. Ἐκ τούτου καταδήλου | |
28.488(50) | ὄντος κτιστῆς αὐτὸν φύσεως εἶναι, καὶ οὐκ ἀκτίστου, τῆς μακαρίας οὐσίας ἐκείνης Πατρὸς καὶ Υἱοῦ λεγο‐ | |
μένης, καὶ περιεχούσης τὰ ὅλα, καὶ πανταχοῦ | ||
28.489 | παρούσης κατ’ οὐσίαν· καθὼς προαποδέδοται ὑπὸ σοῦ ἐν τοῖς ἔμπροσθεν εἰρημένοις, κἀμοῦ συνευδοκήσαν‐ τος οὐ σοὶ, ἀλλὰ τῇ ἀληθείᾳ· ἔτι δὲ καὶ τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· «Ἐγὼ στερεῶν βροντὴν | |
5 | καὶ κτίζων πνεῦμα,» οἷς ἐγὼ νομίζω μὴ δύνασθαί σε ἀντειπεῖν. Ἀθ. εἶπε· Γέγραπται· «Γένεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιος ἁγιάζων ὑμᾶς.» Καὶ πάλιν ὁ Σωτὴρ πρὸς τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ τοῦ ἁγιασθῆναι τοὺς | |
10 | μαθητὰς ἔφη οὕτω· «Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου·» καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Σωτήρ φησιν· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Κατὰ ταῦτα ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότης ἐστὶν ἡ ἁγία καὶ ἁγιο‐ ποιὸς, ἡ ἁγιάζουσα πάντα τὰ λογικὰ, τὰ καταξιού‐ | |
15 | μενα ἐξ αὐτεξουσίου γνώμης τε καὶ σπουδῆς τὴν ἁγίαν δέξασθαι καὶ μακαρίαν οὐσίαν εἰς κοινωνίαν ἁγιασμοῦ. Εἰ οὖν οὐκ ἔστι τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας τὸ ἅγιον Πνεῦμα, τίνος ἕνεκεν συνηρί‐ θμησεν αὐτὸ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῷ συμβόλῳ τοῦ | |
20 | ἁγιασμοῦ; Φησὶ γὰρ ὁ Κύριος πρὸς τοὺς μαθητάς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί‐ ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Εἰ οὖν πάντα τὰ ἔθνη τὰ πιστεύοντα καὶ ἁγιαζόμενα ἁγιάζονται τῇ | |
25 | τρισμακαριωτάτῃ ὀνομασίᾳ, δῆλόν ἐστιν ὅτι καὶ τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητος ὑπάρ‐ χει, ἐκ τοῦ ἅγιον αὐτὸ εἶναι κατ’ οὐσίαν, καὶ ἁγίους ποιεῖν πάντας τοὺς προσβάλλοντας αὐτοῦ τῇ κοινω‐ νίᾳ, καθώς φησιν ὁ Ἀπόστολος πρὸς οὓς ἔφη· | |
30 | «Ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύ‐ ματι αὐτοῦ τῷ ἁγίῳ.» Εἰ δὲ οὐκ ἔστι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Υἱοῦ ὑποστάσεως, πάλιν φημὶ, πῶς συνηριθμήθη Πατρὶ καὶ Υἱῷ· ὡς μὴ δυναμένης | |
35 | τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος ἐπαρκέσαι πρὸς ἁγιασμὸν τοῖς πιστοῖς, προσέλαβε τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας εἰς συμπλήρωσιν ἁγιασμοῦ, τὸν οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντα; Εἰ δὲ τοῦθ’ οὕτω νομισθείη, πῶς φαμεν ἀπροσδεὲς τὸ Θεῖον; αὐτοτε‐ | |
40 | λὲς, μηδαμῶς χρῇζον παρ’ ἑτέρου τινός τι τῶν ὁ προσδεόμενος τοῦ εὐεργετεῖν δυναμένου. Ἄρ. εἶπεν· Εἰ τῆς ἀϊδίου θεότητος ἦν τὸ Πνεῦμα ὁμοούσιον, πάντως οὖν πανταχοῦ κατ’ οὐσίαν παρῆν, καὶ οὐκ ἀποστελλόμενον ἀπὸ τόπου | |
45 | εἰς ἕτερον τόπον ἐπορεύετο. Ἀθ. εἶπεν· Οἱ ἅγιοι ἄγγελοι τὸ Πνεῦμα ἔχουσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπε· Διαπαντὸς συνὸν αὐτοῖς τυγχάνει, ἢ πρὸς καιρὸν συνῆν καὶ τὸ ἅγιον Πνεῦμα ταῖς ἁγίαις δυνάμεσιν; ἆρα πὴ μὲν λέξεις τοὺς ἀγγέλους ἁγίους, | |
28.489(50) | πὴ δὲ οὐχ ἁγίους; Τῇ μὲν γὰρ παρουσίᾳ τοῦ ἁγίου Πνεύματος ἅγιοι τυγχάνουσιν, ἐν τῇ ἀπουσίᾳ δὲ αὐτοῦ δῆλόν ἐστι μὴ εἶναι ἁγίους αὐτοὺς, κατὰ τὸ | |
εἰρημένον πρὸς τοῦ Θεοῦ· «Οὐ μὴ καταμείνῃ τὸ | ||
28.492 | Πνεῦμά μου μετὰ τῶν ἀνθρώπων τῆς γενεᾶς ταύτης, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Καὶ Παῦλος ὁ ἀπό‐ στολός φησιν· «Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Εἰ οὖν ἡ τῶν κακῶν πρά‐ | |
5 | ξεων αἰτία γίνεται μὴ συνεῖναι τὸ Πνεῦμα τοῖς ἁμαρτάνουσιν, ἐκ τοῦ μὴ εἶναι καὶ ἐνοικεῖν ἔν τισι τὸ ἅγιον Πνεῦμα, δείκνυται μὴ εἶναι Χριστοῦ. Ἄρα οὖν ἅγιοι ἄγγελοι ἁμαρτίας διάκονοι, εἰ μὴ διαπαντὸς ἔχουσι τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς οὖν | |
10 | ἀδιαλείπτως προσέχουσι τῇ δόξῃ τοῦ Θεοῦ, εἰ μὴ ἅγιοι καὶ κοινωνοὶ Πνεύματος ἁγίου εἶεν διαπαντός; Ἄρ. εἶπε· Διαπαντὸς ἔχουσιν αἱ ἅγιαι δυνάμεις τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Οἱ ἅγιοι Πατέρες οἱ ἀπ’ αἰῶνος εὐαρεστήσαντες τῷ Θεῷ συνὸν ἔσχον τὸ ἅγιον Πνεῦμα, | |
15 | καὶ νῦν ἔχουσιν αὐτό; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ ἔσχον καὶ ἔχουσι πάντες οἱ ἅγιοι τὸ ἅγιον Πνεῦμα ἀχωρίστως. Ἀθ. εἶπε· Τοῖς ἀποστόλοις συνῆν τὸ ἅγιον Πνεῦμα ἐν σαρκὶ οὖσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀθέμιτόν ἐστι φάναι μὴ συνεῖναι τὸ ἅγιον Πνεῦμα | |
20 | τοῖς ἀποστόλοις. Ἀθ. εἶπεν· Ἅμα πάντες ἐπορεύοντο κηρύττοντες τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ διεσπά‐ ρησαν εἰς τὰ δώδεκα μέρη τοῦ κόσμου; Ἄρ. εἶπεν· Ἐχωρίσθησαν ἀπ’ ἀλλήλων σαρκὶ, πρὸς τὸ μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὴν ἐν Χριστῷ πίστιν. | |
25 | Ἀθ. εἶπεν· Εἰ οὖν ἀγγέλοις σύνεστι τὸ ἅγιον Πνεῦ‐ μα, καὶ ταῖς ἁγίαις ψυχαῖς τῶν Πατέρων τῶν εὐαρε‐ στησάντων τῷ Θεῷ συνὸν τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ τῶν ἀποστόλων διαστάντων μακραῖς διαστάσεσιν ἀπ’ ἀλλήλων, πρὸς τὸ κηρύξαι τὴν βασιλείαν τῶν οὐρανῶν, παρῆν αὐτοῖς τὸ ἅγιον Πνεῦμα· ἄρα τὰ | |
30 | σύμπαντα πληροῖ πανταχοῦ παρὸν κατ’ οὐσίαν, ὥσπερ ὁ Θεὸς ὁ Πατὴρ, καὶ ὁ μονογενὴς Υἱὸς αὐ‐ τοῦ. Ἄρ. εἶπε· Δεδόσθω κατ’ οὐσίαν πανταχοῦ παρεῖναι τὸ ἅγιον Πνεῦμα· διὰ τί οὖν ὁ προφήτης ἐκ προσώπου τοῦ Θεοῦ ἔλεξεν· «Ἐγὼ Κύριος ὁ Θεὸς | |
35 | ὑμῶν, στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα,» εἰ μὴ ἦν κτιστὴ δύναμις; Ἀθ. εἶπεν· Ἀεὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίζεται, ἢ ἅπαξ ἐκτίσθη κατὰ σέ; Ἄρ. εἶπε· Μὴ παρὰ τὸν ὀρθὸν νοῦν πεύσεις πρόσαγε. Πρὸ πάντων τῶν αἰώνων φημὶ ἐκτίσθαι τὸ Πνεῦμα. | |
40 | Ἀθ. εἶπεν· Ὁ προφήτης εἶπε, «κτίζων,» ὡς δια‐ παντὸς κτίζοντος τοῦ Θεοῦ ἡ τοῦ προφήτου δηλοῖ φωνή. Ἄρα οὖν οὐ περὶ τοῦ ἁγίου Πνεύματος φάσκει τὸ «κτίζων,» ἀλλὰ περὶ πνοῆς ἀνέμων πρὸς ἀνά‐ κτησιν ἁπάσης τῆς κτίσεως. Ἔσται δέ σοι σα‐ | |
45 | φεστάτη ἡ περὶ τούτου γνῶσις, ἐὰν, λαβὼν τὸν προ‐ φήτην, ἐντύχῃς ἐκ τῶν ἑπομένων. Εἰ γὰρ, καθὼς ἔδωκας, πρὸ πάντων τῶν αἰώνων ἔκτισται τὸ Πνεῦμα, εἰρήκει ἂν, Ἐγὼ ὁ Θεὸς στερεῶν βροντὴν καὶ κτίσας Πνεῦμα. Νῦν δὲ οὐχ οὕτως ἔφη. Ἄρ. | |
28.492(50) | εἶπε· Παρατετηρημένως οὖν τοῦτο καλῶς ἔφης. Τὸ δέ· «Πάντα δι’ αὐτοῦ ἐγένετο,» ἅπαντα περιγράφει. ὡς καὶ τοῦ Πνεύματος σὺν πᾶσι ταγέντος. εἰ καὶ μεγίστη δύναμις ὑπέστη πρὸς δημιουργίαν. Ἀθ. | |
εἶπεν· Ὁ τῶν ὅλων Δεσπότης, ὁ Πατὴρ τοῦ Κυρίου | ||
28.493 | ὑμῶν Ἰησοῦ Χριστοῦ, ὑπὸ κτιστῆς οὖν φύσεως κα‐ ταλαμβάνεται κατὰ σέ; Ἄρ. εἶπε· Μὴ γένοιτο τοῦτο φῆσαί ποτε! Καὶ γὰρ ἀκούομεν τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν, «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· | |
5 | οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός.» Ἀθ. εἶ‐ πεν· Ἔστιν ἄνθρωπος, ὅστις ἐκτὸς ἢ ἔνδον γινώσκεται πρὸς τοῦ ἰδίου πνεύματος; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀποστόλου φωνή ἐστιν ἡ φάσκουσα ἕτερον μὴ ἐπί‐ στασθαι τὰ ἑτέρου, εἰ μὴ μόνον γινωσκόμενον | |
10 | ἕκαστον πρὸς τοῦ ἰδίου πνεύματος. Καὶ πῶς ἐγχωρεῖ λέξαι μὴ οὕτως ἔχειν; Ἀθ. εἶπε· Τοῦ Θεοῦ οὖν τὰ βάθη τίς γινώσκει, κτιστὴ φύσις, ἢ ἄκτιστος οὐσία; Ἢ τὴν ἄκτιστον οὐσίαν πρὸς τῆς κτίσεως καταλαμβάνεσθαι λέξεις; | |
15 | Εἰ δὲ πρὸς ἀκτίστου λέξεις, λείπεται λοιπὸν ὁμοού‐ σιον ὁμολογεῖσθαι ὑπὸ σοῦ τὸ ἅγιον Πνεῦμα Πατρὶ καὶ Υἱῷ. Πάντα γὰρ τὰ τοῦ Θεοῦ καὶ τὰ βάθη ἐπί‐ σταται τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸν μακάριον Παῦλον φάσκοντα· «Οὐδεὶς ἀνθρώπων οἶδε τὰ τοῦ | |
20 | ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ.» Ἄρ. εἶπε· Τὰ τοῦ Θεοῦ πάντα ἅπερ ἂν δόξῃ αὐτῷ, ταῦτα οἶδε τὸ Πνεῦμα, τουτέστι | |
25 | τὰς βουλὰς, ἅσπερ ἂν καταδήλους αὐτῷ ποιήσῃ ὁ Θεός. Ἀθ. εἶπεν· Οὐκοῦν οὐδὲν περισσὸν δίδως τῷ Πνεύματι παρὰ τὸ γένος τῶν ἀνθρώπων. Εἰ ποιήσει γὰρ πρᾶγμα ὁ Θεὸς, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις. Ἄρ. εἶπεν· Οὐ δοκεῖ σοι «τὰ | |
30 | τοῦ Θεοῦ πάντα» τὰς βουλὰς αὐτοῦ εἶναι; Ἀθ. εἶπε· «Τὰ τοῦ Θεοῦ» λέγονται «πάντα,» καὶ αἱ ἐνέργειαι, καὶ τὰ ποιήματα αὐτοῦ, τὰ ὁρατὰ καὶ τὰ μὴ ὁρώ‐ μενα· λέγονται δὲ καὶ αἱ βουλαὶ αὐτοῦ, καὶ πολλά ἐστιν, ἅπερ ὀνομάζεται Θεοῦ. Εἰπέ μοι οὖν σὺ ἐπὶ | |
35 | τοῦ παρόντος· Τῷ πνεύματι τοῦ ἀνθρώπου ὁ ἄνθρω‐ πος τὰ ἴδια ἀποκαλύπτει, ἢ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ πάντα ἐπίσταται ἀφ’ ἑαυτοῦ τὰ πραττό‐ μενα ὑπὸ τοῦ ἀνθρώπου, ὑπ’ αὐτοῦ τοῦ πνεύματος δηλαδὴ κινουμένου τοῦ ἀνθρώπου πρὸς τὸ ἅπαντα | |
40 | δρᾷν, Ἄρ. εἶπεν· Ἀφ’ ἑαυτοῦ ἐπίσταται τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ. Ἀθ. εἶπε· Τῷ μὲν πνεύματι τοῦ ἀνθρώπου ἀποδέδωκας ἀφ’ ἑαυτοῦ εἰδέναι πάντα, τῷ δὲ Πνεύματι τοῦ Θεοῦ οὐδὲ οὕτω παρεχώρησας ἔχειν τὴν γνῶσιν; Πρὸς δὲ τούτοις | |
45 | λέγε μοι, «βάθη Θεοῦ» τί νοεῖς; Ἄρ. εἶπε· Πρῶτον φιλαλήθως ὁμολογῆσαι δεῖ, ὅτι πάντα ἀφ’ ἑαυτοῦ γινώσκει τὰ τοῦ Θεοῦ τὸ Πνεῦμα· ἔπειτα δὲ δεῖ φάναι «βάθη Θεοῦ» τὸ ἀπέραντον καὶ ἀκατά‐ ληπτον, ὅπερ ἐστὶ, καὶ ὥσπερ ἐστὶν ὁ Θεός· ταῦτα | |
28.493(50) | εἰδέναι φημί. Ἀθ. εἶπεν· Εἰ οὖν τὸ ἀπέραντον καὶ | |
ἀκατάληπτον, καὶ ὅπερ ἐστὶ καὶ ὡς ἔστι ταῦτα φὴς, | ||
28.496 | τὸν Θεὸν ὑπὸ κτιστῆς φύσεως καταλαμβάνεσθαι ἐρεῖς. Εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκέτι ἀκατάληπτός ἐστι κατὰ σέ. Τὸ γὰρ πρὸς οἵας δήποτ’ οὖν καταλαμβάνεσθαι κτιστῆς φύσεως τὸν Θεὸν, οὐ δύναται λέγεσθαι ἀκατάληπτος. Ἄρ. εἶπε· Δός μοι μαρτυρίαν ἐκ τῶν ἁγίων Γραφῶν, ὡς περὶ τοῦ Υἱοῦ, ὅτι ὁμοούσιον | |
5 | τυγχάνει τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἀθ. εἶπε· Γέγραπται ἐν τῷ νόμῳ τοῦ Θεοῦ· «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ μα‐ ταίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.» Καὶ περὶ τοῦ Πνεύ‐ | |
10 | ματος εὑρίσκομεν γεγραμμένον πρὸς τοῦ Σωτῆρος. Φησὶ γὰρ πρὸς τοὺς τοῦ Βεελζεβοὺλ υἱοὺς, τοὺς ἐνυβρίζειν θέλοντας αὐτόν· «Πᾶσα βασιλεία ἐφ’ ἑαυτὴν μερισθεῖσα ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ’ ἑαυτὴν πίπτει. Καὶ εἰ ὁ Σα‐ | |
15 | τανᾶς τὸν Σατανᾶν ἐκβάλλει, καὶ ἐφ’ ἑαυτὸν ἀνέστη καὶ μεμέρισται, πῶς οὖν σταθήσεται αὐτοῦ ἡ βασι‐ λεία; Ἢ πῶς δύναταί τις τὰ σκεύη τοῦ ἰσχυροῦ διαρ‐ πάσαι, ἐὰν μὴ πρότερον, εἰσελθὼν ἐν τῇ οἰκίᾳ, δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει; | |
20 | Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι;» Καὶ μετ’ ὀλίγα φησί· «Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. Καὶ ὃς ἂν | |
25 | εἴπῃ λόγον εἰς τὸν Υἱὸν ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.» Ὁρᾷς, ὅτι καὶ ἐνταῦθα ἰσότιμον τοῦ Θεοῦ γνωρίζομεν τὸ Πνεῦμα καὶ ἐν τῷ μέλλοντι; Ὡς | |
30 | γὰρ ὁ εἰς τὸν Θεὸν Πατέρα βλασφημῶν οὐ καθαρισθή‐ σεται τοῦ εἶναι αὐτὸν αἰωνίου κολάσεως ἔνοχον, οὕ‐ τω καὶ ὁ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας ὑπεύθυνος γίνεται αἰωνίου ἁμαρτίας, μὴ συγχωρου‐ μένου τοῦ πταίσματος. Εἰ γὰρ ἦν δοῦλον, οὐκ ἂν ὁ | |
35 | σφαλεὶς εἰς αὐτὸ αἰωνίῳ κολάσει ἐτιμωρεῖτο, ὥσπερ ὁ εἰς τὴν ἄκτιστον τοῦ Θεοῦ μεγαλειότητα βλασφημῶν. Ὅπερ δὲ ἐνταῦθα ὁ τοῦ Θεοῦ Υἱὸς φάσκει Πνεῦμα τοῦ Θεοῦ, περὶ αὐτοῦ τις διαλα‐ βὼν τῶν μαθητῶν τοῦ Χριστοῦ, δάκτυλον Θεοῦ ἔφη. | |
40 | Ἀναλογίσασθαι θέλησον τὴν περὶ τοῦ Υἱοῦ συνοδοι‐ πορήσασαν συνεξέτασιν, καὶ εὑρήσεις τὴν ἀΐδιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὁμοούσιον τῷ Πατρὶ, ἐκ τοῦ δάκτυλον αὐτὸ εἰρῆσθαι. Ἀμέλει γοῦν τὴν ἀκα‐ ταμάχητον δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσαν‐ | |
45 | τες οἱ μάγοι ἐν Αἰγύπτῳ, ἐβόων λέγοντες· «Τοῦτο δάκτυλος Θεοῦ ἐστιν.» Οὐδὲν ἕτερον ἢ τὴν ὁμοούσιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὡμολόγουν, ἣν ἔχει πρὸς τὸν Θεὸν Πατέρα διὰ τῆς τοῦ δακτύλου Θεοῦ φωνῆς, ἧς ἀντοφθαλμῆσαί τινα ἀδύνατον. Καὶ ἵνα | |
28.496(50) | μή τις σοφίσασθαι θέλων μὴ ὀρθῶς εἰρῆσθαι πρὸς τῶν μάγων, οἱ ἀπόστολοι, μᾶλλον δὲ ὁ ἐν αὐτοῖς Κύ‐ ριος, ὡς ὀρθῶς εἰρημένων ὑπ’ αὐτῶν, ἐβεβαίωσε τὰ λεχθέντα πρὸς αὐτῶν, διὰ τὸ καὶ αὐτὸν φάναι· «Εἰ | |
ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια.» | ||
28.497 | Ἄρ. εἶπε· Θεὸς ποῦ γέγραπται τὸ Πνεῦμα; Ἀθ. εἶπε· Πανταχοῦ ἀπαγγέλλουσιν αἱ θεῖαι Γρα‐ φαὶ ὅτι Θεός ἐστι τὸ ἅγιον Πνεῦμα, καὶ οὐ κεχώ‐ ρισται τῆς τοῦ Θεοῦ, καὶ Πατρὸς, καὶ τῆς τοῦ Μο‐ | |
5 | νογενοῦς αὐτοῦ δόξης. Λέγει γὰρ Πέτρος ἐν ταῖς Πράξεσι πρὸς Ἀνανίαν· «Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ | |
10 | Θεῷ.» Ὁρᾷς πῶς ἐν τοῖς ἀνωτέροις ὅπερ ἔφη Πνεῦμα ἅγιον, ἐν τοῖς μεταγενεστέροις ἔφη Θεόν; Ἔτι μὴν καὶ τοῦ μακαρίου Παύλου λέγοντος ἐν τῇ πρὸς Θεσσαλονικεῖς δευτέρᾳ Ἐπιστολῇ οὕτως· «Ὁ δὲ Κύριος κατευθύναι ὑμῶν τὰς καρδίας εἰς τὴν | |
15 | ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.» Τί θέλεις ἐν τῇ Ἐπιστολῇ νοῆσαι; Τίνα Κύριον ὀνομαζόμενον; τὸν τῶν ἁπάντων δεσπότην Θεὸν Πατέρα, ἢ τὸ Πνεῦμα τὸ ἅγιον; Τὸν μὲν γὰρ Χριστὸν ὑπηρίθμησεν. Εἰ μὲν γὰρ τὸν | |
20 | Πατέρα προτάξειας, Θεός ἐστι τὸ Πνεῦμα· εἰ δὲ τὸ Πνεῦμα προομολογήσειας, Κύριος τυγχάνει· εἰ δὲ Κύριός ἐστι, καὶ Θεὸς ὑπάρχει· γέγραπται γάρ· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου.» Ζήτησον δὲ, καὶ εὑρήσεις ἁπανταχοῦ γεγραμμένον, ὅτι καὶ τῆς αὐτῆς | |
25 | ἐνεργείας τυγχάνει τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ δόξης οὐκ ἀπέζευκται. Ἄρ. εἶπε· Διὰ τί οὖν ἡ Γραφὴ οὐδαμοῦ λέγει τιμᾶσθαι τὸ Πνεῦμα σὺν Πατρὶ καὶ Υἱῷ; Ἀθ. εἶπεν· Αἱ ἅγιαι Γραφαὶ πάντα σαφῆ διαλέγονται· εἰς ὃ δέ ἐσμεν τοῦ | |
30 | ἐπὶ παρόντος, αἱ ἅγιαι δυνάμεις πᾶσαι, αἱ ἐν τοῖς οὐρανοῖς, ἀπαύστως τιμῶσι τὸ ἅγιον Πνεῦμα, ὡς Ἡσαΐας λέγει, σὺν Πατρὶ καὶ Υἱῷ. Ἄρ. εἶπε· Σὺν Πατρὶ καὶ Υἱῷ οὐ γέγραπται οὐδαμοῦ τιμᾶσθαι τὸ ἅγιον Πνεῦμα. Ἀθ. εἶπε· Πεπλάνησαι. Ἡνίκα εἶδεν Ἡσαΐας | |
35 | τὴν δόξαν Κυρίου, καὶ τὰ στρατόπεδα τῶν ἁγίων δυ‐ νάμεων, τί ἔφη λέγειν βοώσας ἐν ταῖς θείαις ὑμνῳ‐ δίαις; Οὐχ, «Ἅγιος, ἅγιος, ἅγιος;» Διὰ τί οὔτε ἀνωτέρω τοῦ ἀριθμοῦ τούτου ἐπανιόντα ὑμνοῦσιν, οὔτε μὴ κατωτέρω ὑποβαίνοντα μειοῦσι τὸν αἶνον; Πάν‐ | |
40 | τως τῷ μὴ ἐκτὸς τῆς Τριάδος θέμις τοιούτῳ γέρᾳ τιμηθῆναί τινα, μήτε ἐλαττῶσαί τινα τὸν ὕμνον, διὰ τὴν ἁγίαν καὶ μακαρίαν θεότητα τῆς Τριάδος, ἐν μονάδι οὖσαν αὐτάρκη. Ἔτι δὲ καὶ Μωσῆς τίνος ἕνεκεν τὸν λαὸν ἐδίδαξε, τρὶς κάμψαντα ἐπὶ γῆς τὸν | |
45 | αὐχένα καὶ τὰ γόνατα, προσκυνῆσαι; Οὐ διὰ τὴν τῆς Τριάδος προσκύνησιν τῆς ἐν μιᾷ θεότητι; Ἀλλὰ καὶ ὁ θεοφόρος Ἡλίας, τρίτῳ φυσήματι ἐγείρει τὸν υἱὸν τῆς χήρας; οὐδὲν ἕτερον δεικνὺς, ἢ μὴ δύνασθαί τινα τῆς αἰωνίου ζωῆς ἀξιωθῆναι, εἰ μὴ ἄρα πρῶτον ἀνα‐ | |
28.497(50) | λήψεται τὴν ἰσότιμον καὶ ὁμοούσιον καὶ ζωοποιὸν Τριάδα διὰ τῆς σεβασμιωτάτης πίστεως ἐν ψυχῇ, ἥτις πυρὸς δίκην ἀναλίσκει τὰ νεκρὰ πάντα πταί‐ σματα, τὰ νεκροῦντα τὴν ψυχὴν, καὶ ζωοποιεῖ τὴν | |
κεκτημένην αὐτὴν ἀΐδιον ζωήν; Ἀλλὰ μὴν καὶ τὸν | ||
28.500 | χριστοφόρον Παῦλον μὴ ἄλλως δεδυνῆσθαι ἕως τρί‐ του οὐρανοῦ ἀνεληλυθέναι, εἰ μὴ ἐκέκτητο ἐν στέρ‐ νοις αὐτοῦ τὴν τῆς Τριάδος ἀνέκλειπτον καὶ ὁμοού‐ σιον πίστιν· ὁ Θεὸς βουλόμενος δεικνύναι διὰ τοῦ | |
5 | τοιούτου πράγματος, μηδένα εἰσελάσαι δύνασθαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, τὸν ἐκ τῆς πίστεως τῆς ἐνοικησάσης ἐν Παύλῳ μὴ γεγονότα. Τί δὲ καὶ τὸ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν παρεκτικὸν, καὶ ζωο‐ ποιὸν, καὶ ἁγιαστικὸν λουτρὸν, οὗ χωρὶς οὐδεὶς ὄψε‐ | |
10 | ται τὴν βασιλείαν τῶν οὐρανῶν, οὐκ ἐν τῇ τρισμα‐ καρίᾳ ὀνομασίᾳ δίδοται τοῖς πιστοῖς; Πρὸς δὲ τούτοις πᾶσιν Ἰωάννης φάσκει· «Καὶ οἱ τρεῖς τὸ ἕν εἰσιν.» Ἄρ. εἶπεν· Ἀληθῶς μακάριοι πάντες οἱ ἔχον‐ τες ταύτην τὴν πίστιν, καὶ ἕως θανάτου ὁμολογοῦν‐ | |
15 | τες αὐτὴν, καὶ ἀξίως αὐτῆς πολιτευόμενοι· νῦν γὰρ ἐγὼ ἀνέζησα ἀναστὰς ἐκ νεκρῶν. Νεκρὰ γὰρ ἡ πλάνη, καὶ νεκροῦσα τὸν κεκτημένον αὐτὴν, καὶ ῥυθμίζουσα τὴν ψυχὴν τοῦ συνοδοιποροῦντος αὐτῇ ἐν ἀσελγείαις φύρεσθαι, πρὸς τὸ παρ’ ὀφθαλμοῖς | |
20 | ζωῆς αἰωνίου σύμβολα μὴ γνωρισθέντα πρὸς τοῦ ἀν‐ θρώπου, καταλεῖψαί με τὸν θάνατον, καὶ τὴν αὐτοῦ θυγατέρα πλάνην, προσοικειῶσαι δὲ ἑαυτὸν τῇ ζωοποιῷ πίστει. Εἷς γὰρ ὢν ὁ ἄνθρωπος, μίαν ἔχειν ὀφείλει πίστιν τῆς αἰωνίου καὶ ὁμοουσίου Τριάδος. Ἐξ | |
25 | ἧς γὰρ ἐῤῥύσατό με ὁ Θεὸς ἀπιστίας, οὐ μία πίστις, ἀλλὰ τρεῖς ὁμολογοῦνται, ἑνὸς μὲν Πατρὸς αἰωνίου, ἑτέρου δὲ κτιστοῦ Υἱοῦ, καὶ Πνεύματος πεποιημένου. Ἐκ δὲ τούτων κατάδηλόν ἐστι μὴ εἶναι πίστιν ἐκεῖ ἐκ πολλῶν μηδὲ μίαν. Ἐγὼ οὖν εὐχαριστῶ τῇ ἁγίᾳ | |
30 | Τριάδι, προσκυνῶ Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα. Λοιπὸν, ἀγαπητὲ, ἅμα εὐξώμεθα. Ἐγὼ γὰρ, πάντα τὰ ἐνδύματα τῆς πλάνης ἀποδυσάμενος, ἀπέῤῥιψα διὰ τοῦ ἐλεήμονος Θεοῦ. Ἀθ. εἶπεν· Ἀκμὴν ἔτι ἔνδυμα φορεῖς | |
35 | τῆς πλάνης· συνευγνωμονήσαις ῥίψεις καὶ αὐτὸ πρὸς τοῖς λοιποῖς τῆς ἀποστασίας πράγμασι, καὶ δυνησό‐ μεθα ἐπὶ τὸ αὐτὸ εὔξασθαι. Ἄρ. εἶπεν· Ἐὰν μή μοι φράσῃς ἀκραιφνεστάτως, οὐ συνεπίσταμαι ἐμαυτῷ ἔχειν τι τῆς μανιώδους αἱρέσεως ἐκείνης. | |
40 | Ἀθ. εἶπε· Τὴν τοῦ καλουμένου κλήρου ἀξίαν τὴν πρὸς τῆς αἱρέσεως δεδομένην σοι οὐ δοκεῖ σοι μόριον εἶναι τῆς ἀπάτης, ἔξωθεν μὲν δεικνύντα σχῆμα εὐ‐ σεβείας, ἔσωθεν δὲ μεστὸν τυγχάνοντα δυσφημίας, ὡς εἶναι τὸν ἄνθρωπον ὄργανον πνεύματος γιγαν‐ | |
45 | τιαίου πρὸς θεομαχίαν τῇ ἱεροσυλίᾳ ἕτοιμον; Ἄρ. εἶπεν· Ὁμολογῶ σοι ἐπὶ τοῦ παρόντος, οὐ συνεπι‐ δίδωσί μου ἡ ψυχὴ, εἰ μὴ ἄρα καὶ εἰ σκέψει ἐξώσω καὶ ταύτην τὴν τυραννίδα τῆς κενοδοξίας ἐκ τῆς ψυχῆς μου. Ἀθ. εἶπεν· Εἰ οὖν οὐ συγκατα‐ | |
28.500(50) | τίθεται τὰ μέρη τῆς πλάνης εἰς τὴν ἀρετὴν, πολὺ | |
μᾶλλον οὐ συντρέχει τὰ μέρη τῆς ἀρετῆς καὶ τῆς | ||
28.501 | ἀληθείας τοῖς μέρεσι τῆς πλάνης. Ἀντίκειται γὰρ τῇ ἀληθείᾳ τὸ ψεῦδος, καὶ τῷ ψεύδει ἀντίκειται ἡ ἀλήθεια· ἕκαστον γὰρ τούτων ἐκ τοῦ καρποῦ γι‐ νώσκεται, καθὼς ἔφη ἡ Ἀλήθεια. | |
5t | Ἐπληρώθη σὺν Θεῷ ἡ τοῦ ἁγίου Ἀθανασίου κατὰ | |
6t | Ἀρείου ἀριστεία. |