TLG 2035 071 :: ATHANASIUS :: Synopsis scripturae sacrae [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Synopsis scripturae sacrae [Sp.]

Citation: Volume — page — (line)

28

.

284

(33t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
34tΑΘΑΝΑΣΙΟΥ
35tΣΥΝΟΨΙΣ ΕΠΙΤΟΜΟΣ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ, ΠΑΛΑΙΑΣ ΚΑΙ ΝΕΑΣ ΔΙΑΘΗΚΗΣ.
39Πᾶσα Γραφὴ ἡμῶν Χριστιανῶν, θεόπνευστός
40ἐστιν. Οὐκ ἀόριστα δὲ, ἀλλὰ μᾶλλον ὡρισμένα καὶ κεκανονισμένα ἔχει τὰ βιβλία. Καὶ ἔστι τῆς μὲν Πα‐ λαιᾶς Διαθήκης ταῦτα· Γένεσις, οὗ ἡ ἀρχή· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
45 Ἔξοδος, οὗ ἡ ἀρχή· «Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπορευομένων εἰς Αἴγυπτον.» Λευϊτικὸν, οὗ ἡ ἀρχή· «Καὶ ἐκάλεσε Μωϋσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.»

28

.

284

(50)

Ἀριθμοὶ, οὗ ἡ ἀρχή «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινᾶ ἐν τῇ σκηνῇ τοῦ μαρ‐
τυρίου.»

28

.

285

Δευτερονόμιον, οὗ ἡ ἀρχή· «Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Μωϋσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμαῖς, πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης.»
5 Ἰησοῦς ὁ τοῦ Ναυῆ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἰησοῦ, υἱῷ Ναυῆ, λειτουργῷ Μωϋσῆ, λέγων.» Κριταὶ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο μετὰ τὴν τελευ‐ τὴν Ἰησοῦ, καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν
10Κυρίῳ λέγοντες· Τίς ἀναβήσεται πρὸς τοὺς Χανα‐ ναίους ἀφηγούμενος;» Ῥοὺθ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο ἐν τῷ κρίνειν τοὺς κριτὰς, ἐγένετο λιμὸς ἐν τῇ γῇ.» Βασιλειῶν πρώτη καὶ δευτέρα, εἰς ἓν ἀριθμούμεναι
15βιβλίον. Καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Καὶ ἄνθρω‐ πος ἐξ Ἀρμαθαῒμ Σιφᾶ, ἐξ ὄρους Ἐφραῒμ, καὶ ὄνο‐ μα αὐτῷ Ἐλκανᾶ, υἱὸς Ἱερεμεὴλ, υἱοῦ Ἡλεί.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Ἐγένετο μετὰ τὸ ἀπο‐ θανεῖν Σαοὺλ, καὶ Δαβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμα‐
20λήκ.» Βασιλειῶν τρίτη καὶ τετάρτη, εἰς ἓν πάλιν ἀρι‐ θμούμεναι βιβλίον. Καὶ τῆς μὲν τρίτης ἡ ἀρχή· «Καὶ ὁ βασιλεὺς Δαβὶδ πρεσβύτερος, προβεβηκὼς ἡμέ‐ ραις· καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερ‐
25μαίνετο.» Τῆς δὲ τετάρτης ἡ ἀρχή· «Καὶ ἠθέτησε Μωὰβ ἐν Ἰσραὴλ, μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ.» Παραλειπομένων πρῶτον καὶ δεύτερον, εἰς ἓν ἀρι‐ θμούμενα βιβλίον. Καὶ ἔστι τοῦ μὲν πρώτου ἡ ἀρχή·
30«Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊνᾶν, Μαλελεὴλ, Ἰαρὲδ, Ἐνὼχ, Μαθουσάλα, Λάμεχ, Νῶε.» Τοῦ δὲ δευτέρου ἡ ἀρχή· «Καὶ ἐνίσχυσε Σαλο‐ μὼν υἱὸς Δαβὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ ἐμεγάλυνεν αὐτὸν εἰς
35ὕψος.» Ἔσδρας πρῶτος καὶ δεύτερος, εἰς ἓν ἀριθμούμενοι βιβλίον. Καὶ τοῦ μὲν πρώτου ἀρχή· «Καὶ ἤγα‐ γεν Ἰωσίας τὸ Πάσχα ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ ἑαυτοῦ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ
40πρώτου.» Τοῦ δὲ δευτέρου ἡ ἀρχή· «Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν.»
45 Ψαλτήριον Δαβιτικὸν, ἔχον ψαλμοὺς ρναʹ· οὗ ἡ ἀρχὴ, ἤγουν ὁ πρῶτος ψαλμός· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.» Παροιμίαι Σολομῶντος, οὗ ἡ ἀρχή· «Παροιμίαι Σολομῶντος υἱοῦ Δαβὶδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραὴλ,

28

.

285

(50)

γνῶναι σοφίαν καὶ παιδείαν.»
52Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, οὗ ἡ ἀρχή· «Ῥήματα

28

.

288

Ἐκκλησιαστοῦ, υἱοῦ Δαβὶδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» ᾎσμα ᾀσμάτων τοῦ αὐτοῦ, οὗ ἡ ἀρχή· «ᾎσμα
5ᾀσμάτων, ὅ ἐστι τῷ Σολομών. Φιλησάτω με ἀπὸ φι‐ λημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Ἰὼβ, οὗ ἡ ἀρχή· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ Αὐσέτιδι, ᾧ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος
10ἐκεῖνος ἄμεμπτος καὶ θεοσεβής.» Προφῆται δώδεκα, εἰς ἓν ἀριθμούμενοι βιβλίον. Εἰσὶ δὲ οὗτοι, Ὠσηὲ πρῶτος, οὗ ἡ ἀρχή· «Λόγος Κυ‐ ρίου, ὃς ἐγενήθη πρὸς Ὠσηὲ, τὸν τοῦ Βεηρὶ, ἐν ἡμέ‐ ραις Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου
15βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου ἐν Ὠσηέ.» Εἶτα Ἀμὼς, οὗ ἡ ἀρχή· «Λόγοι Ἀμὼς, οἳ ἐγέ‐ νοντο ἐν Ἀκκαρεὶμ, ἐκ Θεκουὲ, οὓς εἶδεν ὑπὲρ Ἱερου‐ σαλὴμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν
20ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ.» Μιχαίας, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ ἐν ἡμέραις Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν
25εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ.» Ἰωὴλ, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ. Ἀκούσατε δὴ ταῦτα πάντα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν.»
30 Ἀβδιοῦ, οὗ ἡ ἀρχή· «Ὅρασις Ἀβδιοῦ· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ.» Ἰωνᾶς, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἀμαθὶ, λέγων· Ἀνάστηθι καὶ πορεύθητι εἰς Νινευὶ τὴν πόλιν τὴν μεγάλην.»
35 Ναοὺμ, οὗ ἡ ἀρχή· «Λῆμμα Νινευί. Βίβλος ὁρά‐ σεως Ναοὺμ τοῦ ἐν Ἐλκεσαί.» Ἀμβακοὺμ, οὗ ἡ ἀρχή· «Τὸ λῆμμα ὃ εἶδεν Ἀμ‐ βακοὺμ ὁ προφήτης.» Σοφωνίας, οὗ ἡ ἀρχή· «Λόγος Κυρίου, ὃς ἐγενήθη
40πρὸς Σοφωνίαν τὸν τοῦ Χοὺς, υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα.» Ἀγγαῖος, οὗ ἡ ἀρχή· «Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ
45μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου προ‐ φήτου λέγων.» Ζαχαρίας, οὗ ἡ ἀρχή· «Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου ἐπὶ Ζαχα‐ ρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἀδδὼ τὸν προφήτην,

28

.

288

(50)

λέγων.» Μαλαχίας, οὗ ἡ ἀρχή· «Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ.» Οὗτοι μὲν οὖν οἱ δώδεκα εἰς ἓν βιβλίον. Ἑξῆς δὲ ἕτεροι τέσσαρες, πρὸς ἓν ἕκαστος βιβλίον, οὗτοι·
56Ἡσαΐας, οὗ ἡ ἀρχή· «Ὅρασις, ἣν εἶδεν Ἡσαΐας

28

.

289

υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλά‐
5λησεν.» Ἱερεμίας, οὗ ἡ ἀρχή· «Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγέ‐ νετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου, ὃς ἦν ἐκ τῶν ἱερέων.» Ἐζεκιὴλ, οὗ ἡ ἀρχή· «Καὶ ἐγένετο ἐν τῷ
10τριακοστῷ ἔτει ἐν τῷ τετάρτῳ μηνὶ, καὶ ἐγὼ ἤμην ἐν μέσῳ τῆς αἰχμαλωσίας ἐπὶ τοῦ ποταμοῦ Χοβὰρ, καὶ ἠνοίχθησαν οἱ οὐρανοὶ, καὶ εἶδον ὁράσεις Θεοῦ.» Δανιὴλ, οὗ ἡ ἀρχή· «Καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακεὶμ, καὶ ἔλαβε
15γυναῖκα ᾗ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν Κύριον.» Ὁμοῦ τὰ κανονιζόμενα τῆς Παλαιᾶς Διαθήκης βιβλία εἴκοσι δύο, ἰσάριθμα τοῖς γράμμασι τῶν Ἑβραίων. Τοσαῦτα γάρ εἰσι παρ’ αὐτοῖς τὰ στοιχεῖα.
20 Ἐκτὸς δὲ τούτων εἰσὶ πάλιν ἕτερα βιβλία τῆς αὐ‐ τῆς Παλαιᾶς Διαθήκης, οὐ κανονιζόμενα μὲν, ἀνα‐ γινωσκόμενα δὲ μόνον τοῖς κατηχουμένοις ταῦτα· Σοφία Σολομῶνος, οὗ ἡ ἀρχή· «Ἀγαπήσατε δι‐ καιοσύνην, οἱ κρίνοντες τὴν γῆν.»
25 Σοφία Ἰησοῦ υἱοῦ Σιρὰχ, οὗ ἡ ἀρχή· «Πᾶσα σο‐ φία παρὰ Κυρίου, καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.» Ἐσθὴρ, οὗ ἡ ἀρχή· «Ἔτους δευτέρου, βα‐ σιλεύοντος Ἀρταξέρξου τοῦ μεγάλου, τῇ μιᾷ τοῦ Νει‐
30σᾶν ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ Ἰαείρου τοῦ Σεμεεὶ τοῦ Κισαίου, ἐκ φυλῆς Βενιαμίν.» Ἰουδὴθ, οὗ ἀρχή· «Ἔτους δωδεκάτου τῆς βασι‐ λείας Ναβουχοδονόσωρ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευὶ, τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις
35Ἀρφαξὰδ, ὃς ἐβασίλευσε Μήδων ἐν Ἐκβατάνοις.» Τωβὶτ, οὗ ἡ ἀρχή· «Βίβλος λόγων Τωβὶτ, τοῦ Τωβιὴλ, τοῦ Ἀνανιὴλ, τοῦ Ἀδουὴλ, τοῦ Γαβαὴλ, ἐκ τοῦ σπέρματος Ἀσεὴλ, ἐκ τῆς φυλῆς Νεφθαλεὶμ, ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐννεμεσάρου τοῦ βασι‐
40λέως Ἀσσυρίων.» Τοσαῦτα καὶ τὰ μὴ κανονιζόμενα. Τινὲς μέντοι τῶν παλαιῶν εἰρήκασι κανονίζεσθαι παρ’ Ἑβραίοις καὶ τὴν Ἐσθήρ· καὶ τὴν μὲν Ῥοὺθ, μετὰ τῶν Κριτῶν ἑνουμένην, εἰς ἓν βιβλίον ἀριθμεῖσθαι· τὴν δὲ
45Ἐσθὴρ εἰς ἕτερον ἕν· καὶ οὕτω πάλιν εἰς εἴκοσι δύο συμπληροῦσθαι τὸν ἀριθμὸν τῶν κανονιζομένων παρ’ αὐτοῖς βιβλίων. Καὶ τὰ μὲν τῆς Παλαιᾶς Διαθήκης βιβλία, τά τε κανονιζόμενα καὶ τὰ μὴ κανονιζόμενα, τοιαῦτα

28

.

289

(50)

καὶ τοσαῦτα. Τὰ δὲ τῆς Καινῆς Διαθήκης, πάλιν ὡρισμένα τε καὶ κεκανονισμένα βιβλία, ταῦτα· Κατὰ Ματθαῖον, οὗ ἡ ἀρχή· «Βίβλος γενέσεως Ἰη‐
σοῦ Χριστοῦ, υἱοῦ Ἀβραάμ.»

28

.

292

Κατὰ Μάρκον, οὗ ἡ ἀρχή· «Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· καθὼς γέγραπται ἐν τῷ Ἡσαΐᾳ τῷ προφήτῃ· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν
5ὁδόν σου.» Κατὰ Λουκᾶν, οὗ ἡ ἀρχή· «Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπλη‐ ροφορημένων ἐν ἡμῖν πραγμάτων.» Κατὰ Ἰωάννην, οὗ ἡ ἀρχή· «Ἐν ἀρχῇ ἦν ὁ Λό‐
10γος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λό‐ γος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν, ὃ γέγονεν.»
14Πράξεις τῶν ἀποστόλων, οὗ ἡ ἀρχή· «Τὸν μὲν
15πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.» Καθολικαὶ Ἐπιστολαὶ διαφόρων ἀποστόλων, αἱ πᾶ‐ σαι ἑπτὰ, εἰς ἓν ἀριθμούμεναι βιβλίον. Ἰακώβου μία, ἧς ἡ ἀρχή· «Ἰάκωβος Θεοῦ καὶ
20Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ, χαίρειν.» Πέτρου δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας,
25καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγια‐ σμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Συμεὼν Πέτρος καὶ ἀπό‐ στολος Ἰησοῦ Χριστοῦ τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πί‐
30στιν ἐν δικαιοσύνῃ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ.» Ἰωάννου τρεῖς· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλ‐ μοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ
35τοῦ λόγου τῆς ζωῆς.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Ὁ πρεσβύτερος ἐκλε‐ κτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.» Τῆς δὲ τρίτης ἡ ἀρχή· «Ὁ πρεσβύτερος Γαΐῳ τῷ
40ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ.» Ἰούδα μία, ἧς ἡ ἀρχή· «Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἠγα‐ πημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς.» Παύλου ἀποστόλου ἐπιστολαὶ ιδʹ, εἰς ἓν ἀριθμού‐
45μεναι βιβλίον. Ἐν πρώτῃ, ἡ πρὸς Ῥωμαίους, ἧς ἡ ἀρχή· «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Πρὸς Κορινθίους δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρ‐

28

.

292

(50)

χή· «Παῦλος κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφὸς, τῇ Ἐκ‐ κλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰη‐ σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ
55ἀδελφὸς, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ.» Τετάρτη πρὸς Γαλάτας, ἧς ἡ ἀρχή· «Παῦλος
ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων,

28

.

293

ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Πατρός.»
3 Πέμπτη πρὸς Ἐφεσίους, ἧς ἡ ἀρχή· «Παῦλος ἀπό‐ στολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις
5τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ.» Ἕκτη πρὸς Φιλιππησίους, ἧς ἡ ἀρχή· «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακό‐ νοις.»
10 Ἑβδόμη πρὸς Κολασσαεῖς, ἧς ἡ ἀρχή· «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πι‐ στοῖς ἀδελφοῖς ἐν Χριστῷ.» Πρὸς Θεσσαλονικεῖς δύο· καὶ τῆς μὲν πρώτης ἡ
15ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκ‐ κλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰη‐ σοῦ Χριστῷ.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ
20Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ.» Δεκάτη ἡ πρὸς Ἑβραίους, ἧς ἡ ἀρχή· «Πολυμε‐ ρῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πα‐ τράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.»
25 Πρὸς Τιμόθεον δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.» Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰη‐
30σοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέ‐ κνῳ.» Τρισκαιδεκάτη, ἡ πρὸς Τίτον, ἧς ἀρχή· «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πί‐
35στιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατ’ εὐσέβειαν ἐν ἐλπίδι ζωῆς αἰωνίου.»
38 Τεσσαρεσκαιδεκάτη, ἡ πρὸς Φιλήμονα, ἧς ἡ ἀρχή· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ καὶ Τιμόθεος ὁ ἀδελ‐
40φὸς, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Ἐπὶ τούτοις ἐστὶ καὶ ἡ Ἀποκάλυψις Ἰωάννου τοῦ θεολόγου, δεχθεῖσα ὡς ἐκείνου καὶ ἐγκριθεῖσα ὑπὸ πάλαι ἁγίων καὶ πνευματοφόρων Πατέρων, οὗ ἡ ἀρ‐ χή· «Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐ‐
45τῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ.» Τοσαῦτα καὶ τὰ τῆς Καινῆς Διαθήκης βιβλία τά γε κανονιζόμενα, καὶ τῆς πίστεως ἡμῶν οἱονεὶ ἀκρο‐

28

.

293

(50)

θίνια ἢ ἄγκυραι καὶ ἐρείσματα· ὡς παρ’ αὐτῶν τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ συγγενομένων ἐκείνῳ καὶ ὑπ’ αὐτοῦ μαθητευθέντων, γραφέντα καὶ ἐκτεθέντα. Ἐπεί τοί γε ὕστερον κατὰ τὴν ἐκείνων ἀκολουθίαν καὶ συμφωνίαν ἄλλα μυρία καὶ ἀναρί‐
55θμητα βιβλία ἐξεπονήθησαν ὑπὸ τῶν κατὰ καιροὺς μεγάλων καὶ σοφωτάτων θεοφόρων Πατέρων εἰς μαρ‐ τυρίαν τῶν προλαβόντων καὶ διαφώτισιν· περὶ ὧν
οὐ νῦν λόγος, ὡς παμπόλλων καὶ ἀορίστων, καὶ ἅμα

28

.

296

πάντων τῆς αὐτῆς ἀκολουθίας τοῖς παλαιοῖς τούτοις ἐχομένων, καὶ τὰ αὐτὰ ἐξηγουμένων καὶ αὐτῶν καὶ διασαφούντων. Ὡς οὖν εἴρηται ἐν τούτοις πάντα, τά τε τῆς Πα‐
5λαιᾶς καὶ τὰ τῆς Νέας Διαθήκης βιβλία. Πλὴν ὅσον πρὸς ἀριθμὸν μόνον οὑτωσὶ τέως στενῶς προαπήγ‐ γελται. Τὸ δὲ ἐντεῦθεν διαληπτέον πάλιν περὶ τῶν αὐτῶν βιβλίων πλατύτερον, παρὰ τίνος τε συν‐ εγράφη ἕκαστον τούτων, καὶ πόθεν, ἣν ἔλαχεν, ὀνο‐
10μασίαν ἔχει, καὶ τί περιέχει, κεφαλαιωδῶς καὶ συν‐ οπτικῶς, κατὰ τὴν προεκτεθεῖσαν τάξιν τοῦ καθ’ ἒν βιβλίου διαγραφομένου μετὰ τῆς οἰκείας ὀνομασίας.
13tΒιβλίον αʹ. Γένεσις.
14Τὸ μὲν βιβλίον τοῦτο τῆς Γενέσεως Μωϋσῆς
15ἐστιν ὁ λαλήσας καὶ γράψας ἐκ προστάγματος Κυ‐ ρίου. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν γένεσιν πάν‐ των περιέχει, οὐρανοῦ τε καὶ γῆς, καὶ τῶν ἀνθρώ‐ πων καὶ τῶν φαινομένων τούτων ὅλων, καὶ αὐτὴν τὴν τοῦ παραδείσου φυτείαν. Ἐξηγεῖται δὲ, ὅτι τῇ μὲν
20πρώτῃ ἡμέρᾳ γέγονε τὸ φῶς τῇ δὲ δευτέρᾳ τὸ στε‐ ρέωμα, ὅπερ ἐκάλεσεν οὐρανὸν ὁ Θεός· τῇ τρίτῃ συν‐ ήχθη τὰ ὕδατα, καὶ ὤφθη ἡ ξηρά· καὶ τὰ μὲν συ‐ στήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τὴν δὲ ξη‐ ρὰν ἐκάλεσε γῆν· καὶ ἐβλάστησεν ἡ γῆ βοτάνην
25χόρτου, καὶ πᾶν ξύλον· τῇ τετάρτῃ προῆλθεν ἥλιος καὶ σελήνη, καὶ πᾶς ὁ τῶν ἀστέρων χορός· τῇ πέμπτῃ πετεινῶν καὶ ἰχθύων καὶ κητῶν τῶν ἐν τοῖς ὕδασι γένεσις· τῇ ἕκτῃ τετραπόδων καὶ θηρίων καὶ ἑρπετῶν καὶ κτηνῶν, καὶ πλάσις ἀνθρώπου κατ’ εἰ‐
30κόνα Θεοῦ καὶ ὁμοίωσιν· τῇ δὲ ἑβδόμῃ κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων, καὶ ηὐλόγησεν αὐτήν. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ τοῦ Ἀδὰμ παράβασις, καὶ ἀπὸ τοῦ παραδείσου ἐξώθησις, ἥ τε τοῦ Ἄβελ παρὰ τοῦ ἀδελφοῦ Κάϊν ἀναίρεσις, καὶ ἡ τοῦ Ἐνὼχ μετάθεσις, καὶ
35ἡ κατασκευὴ τῆς κιβωτοῦ, καὶ ὁ ἐπὶ Νῶε γενόμενος κατακλυσμὸς, ἥ τε πυργοποιία, καὶ ἡ διαίρεσις τῶν γλωσσῶν, καὶ ἡ διασπορὰ τῶν ἐθνῶν, καὶ ἡ ἀπὸ Χαλ‐ δαίων ἔξοδος τοῦ Ἀβραάμ. Περιέχει δὲ καὶ τὴν κατα‐ στροφὴν τῶν Σοδόμων, καὶ τὴν περὶ τῆς περιτομῆς
40νομοθεσίαν, καὶ τὸν ὅρκον τῆς ἐπαγγελίας τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ, τήν τε γέννησιν τοῦ Ἰσαὰκ, καὶ τοῦ Ἰακὼβ, καὶ τῶν ἐξ αὐτοῦ πατριαρχῶν· καὶ ὅτι ὁ μὲν Ἀβραὰμ ἔζησεν ἔτη ρπʹ, ὁ δὲ Ἰσμαὴλ, ὁ ἐκ τῆς Ἄγαρ γεννηθεὶς, ἀπέθανεν ρλζʹ ἐτῶν· πῶς τε Ἰω‐
45σὴφ ἐπράθη παρὰ τῶν ἀδελφῶν εἰς Αἴγυπτον, καὶ συκοφαντηθεὶς παρὰ τῆς κυρίας αὐτοῦ, ἐβλήθη εἰς τὸ δεσμωτήριον, καὶ ὕστερον ἄρχων πάσης Αἰγύπτου κατ‐ εστάθη· καὶ ἑξῆς τὴν εἰς Αἴγυπτον κάθοδον τοῦ Ἰακὼβ καὶ τῶν υἱῶν αὐτοῦ ἐν ἀριθμῷ οεʹ· καὶ ὅτι ἐκεῖ

28

.

296

(50)

γενόμενος ὁ Ἰακὼβ, καὶ εὐλογήσας τοὺς πατριάρχας τοὺς υἱοὺς ἑαυτοῦ, ἐτελεύτησεν ἐτῶν ρμζʹ, καὶ μετ‐ ηνέχθη τὸ σῶμα αὐτοῦ, καὶ ἐτάφη εἰς τὴν Χαναάν. Καὶ Ἰωσὴφ δὲ μετὰ τὸν γενόμενον λιμὸν ἐν Αἰγύ‐ πτῳ, ἐπιζήσας ἔτη ξϛʹ, ἐτελεύτησεν ἐτῶν ριʹ, ἐντει‐
55λάμενος πρότερον περὶ τῶν ὀστέων ἑαυτοῦ, ἵνα καὶ
αὐτὰ μετενεχθῇ εἰς τὸ μνῆμα τῶν πατέρων.

28

.

297

(1t)

Βιβλίον βʹ, Ἔξοδος.
2 Καὶ τοῦτο τὸ βιβλίον τῆς Ἐξόδου ὁ προῤῥηθεὶς Μωϋσῆς συνεγράψατο. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν ἔξοδον τῶν υἱῶν Ἰσραὴλ περιέχει τὴν ἀπ’
5Αἰγύπτου, τὴν γενομένην μετὰ μὲν ἔτη υλʹ τῆς ἐπαγ‐ γελίας τῆς εἰρημένης τῷ Ἀβραὰμ, μετὰ δὲ ἔτη σιεʹ τῆς ἐν Αἰγύπτῳ παροικίας (τοσαῦτα γὰρ παρῴκησαν ἐκεῖ), καὶ μετὰ τὴν δεκάπληγον τὴν κατὰ τοῦ Φαραὼ τοῦ τυράννου τῆς Αἰγύπτου. Δέκα γὰρ πληγὰς ἐπ‐
10ήγαγεν ὁ Θεὸς κατ’ αὐτοῦ ταύτας· πρώτην, ποταμὸν εἰς αἷμα μετέβαλε· δευτέραν, βατράχους ἐν πάσῃ Αἰγύπτῳ ἐπήγαγε· τρίτην, σκνῖφας· τετάρτην, κυ‐ νόμυιαν· πέμπτην, θάνατον κτηνῶν· ἕκτην, ἕλκη, φλυκτίδας ἀναζεούσας ἐπὶ τοὺς ἀνθρώπους καὶ τὰ
15κτήνη· ἑβδόμην, χάλαζαν καὶ πῦρ φλογίζον· ὀγδόην, ἀκρίδα· ἐνάτην, σκότος ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐπὶ διάστημα τριῶν ἡμερῶν χωρὶς τῆς γῆς υἱῶν Ἰσραήλ· δεκάτην, θάνατον πάντων τῶν πρωτοτόκων Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐπεὶ ἐξελθόντα τὸν
20λαὸν κατεδίωξεν ὁ Φαραὼ, οὕτω λοιπὸν ὁ μὲν Ἰσραὴλ ξηρῷ τῷ ποδὶ διέβη τὴν ἐρυθρὰν θάλασσαν διαιρεθεῖ‐ σαν ἔνθεν καὶ ἔνθεν· οἱ δὲ Αἰγύπτιοι οἱ διώκοντες τὸν λαὸν σὺν αὐτῷ τῷ Φαραὼ κατεποντίσθησαν ἐν αὐτῇ τῇ θαλάσσῃ. Ἐν τούτῳ τῷ βιβλίῳ περιέχεται
25καὶ πῶς οἱ μάγοι τῶν Αἰγυπτίων, Ἰαννῆς καὶ Μαμ‐ βρῆς, κατὰ μὲν τὴν ἀρχὴν ἀντέστησαν τῷ Μωϋσῇ, ὕστερον δὲ, αἰσχυνθέντες, ἀνεχώρησαν· καὶ ἡ περὶ τοῦ Πάσχα νομοθεσία, ἥ τε τοῦ πικροῦ ὕδατος εἰς γλυκὺ μεταβολὴ, καὶ τῆς ὀρτυγομήτρας δόσις, καὶ
30ἡ ἐξ οὐρανοῦ χορηγία τοῦ μάννα, καὶ τὸ ἐκ πέτρας ἀναδοθὲν αὐτοῖς ὕδωρ, ἣν καὶ ἐπωνόμασε Μωϋσῆς πειρασμὸν καὶ λοιδόρησιν· ὅτε καὶ ἀρχὴν ἔσχεν ἡ τοῦ σαββάτου παρατήρησις, ἥ τε ἐν τῷ ὄρει τῷ Σινᾶ θεόθεν νομοθεσία γενομένη διὰ Μωϋσέως ἐν δύο
35πλαξὶ λιθίναις, καὶ ἡ τῆς σκηνῆς καὶ τοῦ ἐνδύματος, τοῦ τε ἀρχιερέως καὶ τῶν ἱερέων κατασκευὴ, ἐνταῦθα σημαίνεται. Οἱ μὲν οὖν ἐργασάμενοι πάντα εἰσὶ Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Λιὰβ ἐκ φυλῆς Δάν. Τὸ δὲ ἀναλωθὲν εἰς τὰ ἔργα ἐστὶ χρυσίου μὲν
40τάλαντα κθʹ, καὶ σίκλοι ψʹ· ἀργύρου δὲ τάλαντα ρʹ (καὶ σίκλοι ͵αψοεʹ)· χαλκοῦ τάλαντα οʹ, καὶ σί‐ κλοι βφʹ. Περιέχει δὲ τοῦτο τὸ βιβλίον τήν τε παρά‐ βασιν τοῦ λαοῦ, ὅτε ἐμοσχοποίησε κάτω τοῦ ὄρους, καὶ πῶς ἐτρώθη ὁ Ἀμαλὴκ τῇ ἐκτάσει τῶν χειρῶν
45Μωϋσέως, καὶ λοιπὸν νόμιμα καὶ δικαιώματα, καὶ πρὸ αὐτῶν τὰς ἐν πλαξὶ δέκα ἐντολὰς ταύτας· πρώ‐ την, Ἐγώ εἰμι Κύριος ὁ Θεός σου· δευτέραν, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρί‐ την, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ

28

.

297

(50)

ματαίῳ· τετάρτην, Μνήσθητι τὴν ἡμέραν τῶν σαβ‐ βάτων· πέμπτην, Τίμα τὸν Πατέρα σου καὶ τὴν μη‐ τέρα σου· ἕκτην, Οὐ φονεύσεις· ἑβδόμην, Οὐ μοιχεύ‐ σεις· ὀγδόην, Οὐ κλέψεις· ἐνάτην, Οὐ ψευδομαρτυρή‐ σεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· δεκά‐
55την, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου,
οὔθ’ ὅσα τῷ πλησίον σου ἐστίν. Ἡ δὲ σκηνὴ, τε‐

28

.

300

λειωθεῖσα, ἐστάθη τῷ δευτέρῳ ἔτει τῆς ἐξόδου αὐ‐ τῶν νεομηνίᾳ τοῦ πρώτου μηνός. Καὶ ἐν τούτοις συμπεραίνεται τὸ τῆς Ἐξόδου βιβλίον.
6tΒιβλίον γʹ, Λευϊτικόν.
7 Καὶ τοῦτο τὸ Λευϊτικὸν βιβλίον παρὰ τοῦ προ‐ δηλωθέντος Μωϋσέως συνεγράφη. Ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ καὶ ἰδικῶς πᾶσαν τῆς Λευϊτικῆς λει‐
10τουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀα‐ ρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας· πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευϊτικῆς καὶ
15ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον δὲ ἑκάστης θυσίας· περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει, ἐξηγεῖται. Διείληπται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ
20χρίσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων, καὶ τοίχων οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομί‐ μων γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν
25διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ πετεινῶν καὶ ἰχθύων· δηλονότι τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὤφειλον οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχε‐ σθαι. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομη‐ νίᾳ τοῦ ἑβδόμου μηνὸς δηλοῖ, τὸ δὲ παράγγελμα τῆς
30μεγάλης νηστείας αὐτῷ ἑβδόμῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα σάββατα σαββάτων, καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνο‐ πηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δὲ, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ
35περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ ἑπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυ‐ ρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν
40αὐτὰ, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκα‐ θάρτων βρωμάτων οὕτω ποιεῖται. Τὰ μὲν ἀπὸ τῶν κτηνῶν καθαρὰ τοιαῦτα λέγει· τὰ διχηλοῦντα ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα
45μηρυκισμόν· οἷά ἐστι, μόσχος, πρόβατον, αἲξ, ἔλα‐ φος, δορκὰς, ὄρυξ, βούβαλος, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινι ἀπὸ τούτων τι ἐνέλειπε, τοῦτο ἀκάθαρτον ἦν· οἷά εἰσι, κάμηλος, καὶ δασύπους, καὶ χοιρογρύλλιος· ταῦτα

28

.

300

(50)

γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος γὰρ διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶ‐ ται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ
55τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια, καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἴβις, καὶ πορ‐ φυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ
χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ

28

.

301

νυκτερίς. Τῶν δὲ ἑρπετῶν πετεινῶν ἀκάθαρτα πάντα λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἐχόντων δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πη‐ δᾷν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βροῦχος, ὁ ἀτταγᾶς, ἡ
5ἀκρὶς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀφιομάχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἔν τε τῇ θαλάσσῃ, καὶ τοῖς ποταμοῖς, καὶ χειμάῤῥοις γεννώμενα, ταῦτα λέγει εἶναι κα‐ θαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας· οἷά ἐστι τρί‐ γλα, σκάρος, γλαῦκος, κεστρεὺς, καὶ τὰ ὅμοια αὐ‐
10τοῖς. Τὰ δὲ λειπόμενα ἕν τι τούτων ἀκάθαρτα, ἢ καὶ οὐ βρωτέα· οἷά ἐστι σηπίαι· πτερύγια μὲν γὰρ ἔχει, οὐκ ἔχει δὲ λεπίδας. Τῶν δὲ ἑρπετῶν, τῶν ἐπὶ τῆς γῆς, ἀκάθαρτα ταῦτα λέγει· τὴν γαλῆν, τὸν χερσαῖον κροκόδειλον, τὴν μυγαλῆν, τὸν χαμαιλέοντα,
15τὸν ἀσκαλαβώτην, τὴν σαῦραν, καὶ τὸν ἀσπάλακα. Περὶ γὰρ τοῦ ὄφεως καὶ τῶν ὁμοίων αὐτῷ, περιττὸν ἦν μνημονεῦσαι· φανερῶς μὲν γάρ φησι ταῦτα πᾶσι βδελυκτὰ εἶναι καὶ μισητά· ὅμως δὲ καὶ ἐμνημόνευσεν ἐν τῷ Δευτερονομίῳ περὶ αὐτῶν.
22tΒιβλίον δʹ, Ἀριθμοί.
23 Τοῦ αὐτοῦ Μωϋσέως καὶ τοῦτο τὸ βιβλίον, τῶν Ἀριθμῶν συγγραφή. Λέγεται δὲ οὕτω τὸ βιβλίον,
25ἐπειδὴ καὶ τοῦ λαοῦ παντὸς ὁ ἀριθμὸς ἐν τούτῳ πε‐ ριέχεται, ἑκάστης φυλῆς τῶν Ἰουδαίων ἐκ προστά‐ γματος Κυρίου μετρηθείσης. Ἠριθμήθη δὲ ὁ λαὸς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, πᾶς ἀνὴρ ἐκπορευόμε‐ νος εἰς πόλεμον, χωρὶς τῆς φυλῆς τοῦ Λευΐ· αὕτη
30γὰρ καθ’ ἑαυτὴν ἐμετρήθη· καὶ εὑρέθη ὁ ἀριθμὸς τῶν μετρηθέντων χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. Οἱ δὲ ἀριθμοῦντες ἦσαν τὸν μὲν λαὸν Μωϋσῆς καὶ Ἀαρὼν, καὶ σὺν αὐτοῖς ἑκάστης φυλῆς ἄρχων. Καὶ ἔστι τῶν τε ἀρχόντων
35τὰ ὀνόματα ταῦτα, καὶ ὁ ἀριθμὸς οὗτος·
37 Τῶν Ῥουβὶμ Ἐλισοὺρ, υἱὸς Σεδιούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μϛʹ καὶ πεντακόσιοι. Τῶν Συμεὼν Σαλαμιὴλ, υἱὸς Σουρισαδαί· καὶ ἦν
40ὁ ἀριθμὸς αὐτῶν χιλιάδες οδʹ καὶ ἑξακόσιοι.
42 Τῶν Ἰσάχαρ Ναθαναὴλ, υἱὸς Σωγάρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νδʹ καὶ τετρακόσιοι.
45 Τῶν Ζαβουλῶν Ἐλιὰβ, υἱὸς Χελών· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νζʹ τετρακόσιοι.
48 Τῶν υἱῶν Ἰωσὴφ, τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μβʹ καὶ

28

.

301

(50)

πεντακόσιοι. Τῶν Μανασσῆ Γαμαλιὴλ, υἱὸς Φαδασσούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λβʹ καὶ τριακόσιοι.
54Τῶν Βενιαμὶν Ἀβιδὰ, υἱὸς Γεδεών· καὶ ἦν
55ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λεʹ καὶ τετρακόσιοι.

28

.

304

Τῶν Δὰν Ἀχιέζερ, υἱὸς Ἀμισαδαΐ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ξβʹ καὶ ἑπτακόσιοι.
4Τῶν Ἀσὴρ Φαγεὴλ, υἱὸς Ἐχράν· καὶ ἦν ὁ ἀρι‐
5θμὸς αὐτῶν χιλιάδες μαʹ καὶ πεντακόσιοι.
7 Τῶν Γὰδ Ἐλισὰφ, υἱὸς Ῥαγουήλ· καὶ ἦν ὁ ἀρι‐ θμὸς αὐτῶν χιλιάδες μεʹ καὶ ἑξακόσιοι πεντήκοντα.
10 Τῶν Νεφθαλεὶμ Ἀχειρὲ, υἱὸς Αἰνάν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νγʹ καὶ τετρακόσιοι.
13 Οὗτος ὁ ἀριθμὸς τοῦ πολεμιστοῦ λαοῦ, χιλιάδες ἑξακόσιαι καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
15 Τὴν δὲ φυλὴν Λευῒ καθ’ ἑαυτοὺς ἠρίθμησαν διὰ φωνῆς Κυρίου μόνοι Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ μη‐ νιαίου καὶ ἐπάνω· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες εἴκοσι καὶ δύο. Ἠρίθμησε δὲ καὶ τὰ ἀρσενικὰ πρωτότοκα πασῶν
20τῶν ἄλλων φυλῶν Μωϋσῆς μόνος, καὶ εὑρέθη ὁ ἀρι‐ θμὸς αὐτῶν χιλιάδες κβʹ καὶ διακόσιοι ἑβδομήκοντα τρεῖς. Καὶ ἀντὶ τῶν πρωτοτόκων τούτων ἐλογί‐ σθησαν οἱ Λευῗται τῷ Θεῷ· τοσοῦτοι γὰρ ἦσαν καὶ οἱ Λευῗται. Καὶ κελεύονται καὶ αὐτοὶ ἀφαγνισθῆναι
25διὰ Μωϋσέως, καὶ ἀφορίζονται λοιπὸν διὰ Ἀαρὼν ἐργάζεσθαι τὰ ἔργα Κυρίου ἀντὶ τοῦ λαοῦ, καὶ αἴ‐ ρειν τὰ σκεύη τῆς σκηνῆς, καὶ λειτουργεῖν Ἀαρὼν, καὶ τοῖς υἱοῖς αὐτοῦ. Ἔστι δὲ ἐν αὐτῷ τῷ βιβλίῳ καὶ ἡ διατύπωσις τῆς ὁδοιπορίας τοῦ λαοῦ, καὶ ἡ
30ἀνάστασις τῆς σκηνῆς, καὶ ἡ πρόσταξις ἡ περὶ σαλ‐ πίγγων, εἰς τὸ ἐν αὐταῖς ἀνακαλεῖσθαι τὸν λαόν. Ὧδε σημαίνεται καὶ ὁ ἐγκαινισμὸς τοῦ θυσιαστη‐ ρίου, καὶ πῶς ἔχρισε τὴν σκηνὴν, καὶ ἡγίασεν αὐτήν τε καὶ πάντα τὰ ἐν αὐτῇ· ἥ τε διάταξις τῶν
35προσφορῶν τῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστη‐ ρίου, καὶ ὅρος τῶν χρόνων τῆς λειτουργίας τῶν Λευιτῶν· ὥστε ἀπὸ μὲν εἴκοσι καὶ πέντε ἐτῶν ἄρ‐ χεσθαι αὐτοὺς λειτουργεῖν· πεντήκοντα δὲ ἐτῶν γενομένους, ἀφίστασθαι μὲν τῆς λειτουργίας, φυλάτ‐
40τειν δὲ μόνον τὴν σκηνήν. Γέγραπται δὲ καὶ περὶ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ, τοῦ ἐπικαταρωμένου· καὶ ὁ νόμος ὁ περὶ τῶν εὐχο‐ μένων ἀπέχεσθαι οἴνου, καὶ μὴ κείρεσθαι τὴν κεφα‐ λήν· καὶ ὅτι γογγύσαντι πάλαι διὰ κρέας τῷ λαῷ
45δέδωκεν ὀρτυγομήτραν ὁ Θεὸς, καὶ διψῶντι δὲ καὶ πάλιν γογγύσαντι τῷ λαῷ δέδωκεν ἐκ πέτρας ὕδωρ, ἣν ἐκάλεσε Μωϋσῆς ὕδωρ ἀντιλογίας. Ἀπέστειλέ τε κατασκόπους ἕνα κατὰ φυλὴν, ἐν οἷς καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ, καὶ Χάλεβ τὸν τοῦ Ἰεφονῆ. Ὧδε καὶ

28

.

304

(50)

ἡ συναγωγὴ Κορὲ ἐπανέστη κατὰ Μωϋσέως καὶ ζῶντες κατεπόθησαν εἰς τὴν γῆν μετὰ Δαθὰν καὶ Ἀβειρών· ὅτε καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν ἐλεπρώθη· καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησε κάρυον. Καὶ μετὰ ταῦτα ἀποθνήσκει Ἀαρὼν ἐν τῷ ὄρει Ὣρ, καὶ δια‐
55δέχεται αὐτὸν Ἐλεάζαρ ὁ υἱὸς αὐτοῦ. Ὧδε καὶ ὁ Βα‐ λαὰμ καὶ ἡ λαλήσασα αὐτοῦ ὄνος ἀνθρωπίνῃ φωνῇ ἱστορεῖται· καὶ ὅτι ὁ μὲν Βαλὰκ βασιλεὺς Μωὰβ κατ‐ ῃσχύνθη· τοῦ δὲ λαοῦ βεβηλωθέντος ἐξ ὑποβολῆς
τοῦ Βαλαὰμ, ὁ Φινεῆς ἀνέτρωσε τὴν Μαδιανῖτιν καὶ

28

.

305

τὸν Ἰσραηλίτην Ζαμβρῆ ἐκ φυλῆς Συμεὼν διὰ τὰς πορνείας, καὶ οὕτω πέπαυται ἡ ὀργή. Καταλαλήσας δὲ ὁ λαὸς πρὸς τὸν Θεὸν κατὰ Μωϋσέως, ἐδάκνοντο ὑπὸ ὄφεων, καὶ ὕστερον ἀξιωσάντων αὐτῶν, προσ‐
5έταξεν ὁ Θεὸς γενέσθαι ὄφιν χαλκοῦν, καὶ κρεμασθῆ‐ ναι αὐτόν· ἵνα ὁ δηχθεὶς βλέπων αὐτὸν ζήσῃ. Ὧδε κελεύει ὁ Θεὸς τῷ Μωϋσῇ καὶ Ἐλεάζαρ τῷ ἱερεῖ με‐ τρῆσαι πάλιν τὸν λαὸν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ἑξακόσιαι
10καὶ χίλιοι ἑπτακόσιοι τριάκοντα. Καὶ οἱ Λευῗ‐ ται δὲ πάλιν καθ’ ἑαυτοὺς ἠριθμήθησαν, καὶ εὑ‐ ρέθησαν χιλιάδες κγʹ. Ἡ μὲν οὖν ἐπίσκεψις αὕτη γέγονε ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχῶ. Ἐν τούτοις δὲ οὐδεὶς ἦν τῶν πρότερον
15ἐπεσκεμμένων· ὅτι ἀπέθανον, πλὴν Χαλὲβ καὶ Ἰη‐ σοῦς ὁ τοῦ Ναυῆ. Ἐν τούτῳ τῷ βιβλίῳ ἔγραψε Μωϋσῆς διὰ ῥημά‐ των Κυρίου ἀπάρσεις αὐτῶν καὶ τοὺς σταθμοὺς αὐ‐ τῶν, ἐν οἷς ὁδεύοντες ἀπὸ τῆς Αἰγύπτου κατέλυον
20ἀναπαυόμενοι. Καὶ εἰσὶν οὗτοι· Ἀπὸ Ῥαμεσσῆ τῆς Αἰγύπτου ἐξῆλθον τῷ πρώτῳ μηνὶ ἐπαύριον τοῦ Πάσχα, καὶ ἦλθον εἰς Σοχὼθ, ἀπὸ Σοχὼθ εἰς Βουθὰν, ἀπὸ Βουθὰν εἰς Βεελσεπφὼν, ἀπέναντι Μαγδώλου· ἀπὸ Βεελσεπφὼν διέβησαν μέσον τῆς θαλάσσης·
25ἀπὸ θαλάσσης εἰς Πικρίας, καὶ ἀπὸ Πικριῶν εἰς Ἐλεὶμ, ὅπου οἱ Φοίνικες· καὶ ἀπὸ Ἐλεὶμ εἰς Σεὶρ τὴν ἔρημον· ἀπὸ τῆς ἐρήμου Σεὶρ εἰς Ῥάφακα· ἀπὸ Ῥάφακα εἰς Ἐλεὶμ, καὶ ἀπὸ Ἐλεὶμ εἰς Ῥαφιδείμ· ἀπὸ Ῥαφιδεὶμ εἰς Σινᾶ τὴν
30ἔρημον· ἀπὸ ἐρήμου Σινᾶ εἰς Μνήματα τῆς ἐπιθυ‐ μίας· ἀπὸ Μνημάτων τῆς ἐπιθυμίας εἰς Ἀσιρώθ· ἀπὸ Ἀσιρὼθ εἰς Ῥαθαμά· ἀπὸ Ῥαθαμὰ εἰς Ῥεμ‐ μὼν Φαρές· καὶ ἀπὸ Ῥεμμὼν Φαρὲς εἰς Λεμῶνα· ἀπὸ Λεμῶνα εἰς Δεσσάν· ἀπὸ Δεσσὰν εἰς Μακελλάθ·
35ἀπὸ Μακελλὰθ εἰς Σαφάρ· ἀπὸ Σαφὰρ εἰς Χαραδάθ· ἀπὸ Χαραδὰθ εἰς Μακηλώθ· ἀπὸ Μακηλὼθ εἰς Κα‐ ταάθ· ἀπὸ Καταὰθ εἰς Ταράθ· ἀπὸ Ταρὰθ εἰς Ματ‐ τεκᾶ· ἀπὸ Ματτεκᾶ εἰς Σελμῶνα· ἀπὸ Σελμῶνος εἰς Μασουρώθ· ἀπὸ Μασουρὼθ εἰς Βάναια· καὶ ἀπὸ Βά‐
40ναια εἰς τὸ ὄρος Γαδγάδ· καὶ ἀπὸ ὄρους Γαδγὰδ εἰς Ἐταβαθᾶ· καὶ ἀπὸ Ἐταβαθᾶ εἰς Σεβρῶνα· καὶ ἀπὸ Σεβρῶνα εἰς Γεσιωνγαβέρ· καὶ ἀπὸ Γε‐ σιωνγαβὲρ εἰς τὴν ἔρημον Σεῖν· καὶ ἀπὸ ἐρήμου Σεῖν εἰς τὴν ἔρημον Φαράν· αὕτη ἐστὶ Κάδες· ἐκεῖ
45ἀπέθανεν Μαριὰμ ἐν Κάδῃ· ἀπὸ Κάδης εἰς Ὣρ τὸ ὄρος πλησίον γῆς Ἐδὼμ, εἰς ὃ ἀναβὰς Ἀαρὼν ὁ ἀρχ‐ ιερεὺς ἀπέθανε διὰ προσταγμάτων Κυρίου ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ μηνὶ τῷ πέμπτῳ, μιᾷ τοῦ μηνὸς, ἐτῶν ρκγʹ· ἀπὸ

28

.

305

(50)

Ὣρ τοῦ ὄρους εἰς Σελμῶνα· καὶ ἀπὸ Σελμῶνος εἰς Φεινώ· καὶ ἀπὸ Φεινὼ εἰς Σωβώθ· καὶ ἀπὸ Σω‐ βὼθ ἐν Γαὶ, ἐν τῷ πέραν ἐπὶ τῶν ὁρίων Μοάβ· ἀπὸ Γαὶ εἰς Δαιβωνγάδ· ἀπὸ Δαιβωνγὰδ εἰς Γελμωνδαιβλα‐
θέμ· καὶ ἀπὸ Γελμωνδαιβλαθὲμ ἐπὶ τὰ ὄρη τὰ

28

.

308

Ἀβαρεὶμ ἀπέναντι Ἀβαῦ· ἀπὸ ὀρέων Ἀβαρεὶμ εἰς δυσμὰς Μωὰβ, παρὰ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ, καὶ παρενέβαλον παρὰ Ἰορδάνην. Οἱ μὲν σταθμοὶ μγʹ. Ὧδε δὲ τροπώσας καὶ κρατήσας ἐθνῶν, ἐν τῷ πέ‐ ραν τοῦ Ἰορδάνου Μωϋσῆς, καὶ ἀναιρεθέντος τοῦ
5Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, καὶ τοῦ Ὢγ βασι‐ λέως τῆς Βασὰν, ὃς ἦν ἐκ τῶν γιγάντων, κελεύεται διαδοῦναι τὰς χώρας τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ συντάξαι τοῖς υἱοῖς Ἰσραὴλ δοῦναι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων τῆς
10κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προ‐ άστεια τῶν πόλεων· καὶ πάλιν δοῦναι πόλεις φυγαδευ‐ τηρίων, τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, τρεῖς δὲ ἐν γῇ Χαναὰν, καὶ εἶναι ταύτας ἐπὶ τῷ καταφυγεῖν ἐκεῖ τὸν ἀκουσίως φονεύσαντα, καὶ μὴ προπετῶς ἀναι‐
15ρεῖσθαι ὑπὸ τοῦ συγγενοῦς τοῦ φονευθέντος, ἕως στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. Ἐν τούτῳ τῷ βι‐ βλίῳ κελεύεται ὁ λαὸς ποιῆσαι κράσπεδα ἐν τοῖς ἱμα‐ τίοις ἑαυτῶν, καὶ ἐπὶ τῶν κρασπέδων κλῶσμα ὑα‐ κίνθινον, ἵνα βλέποντες αὐτὰ μὴ ἐπιλανθάνωνται τῶν
20ἐντολῶν τοῦ Θεοῦ. Ὧδε λαμβάνουσι κλῆρον αἱ θυγα‐ τέρες Σαλπαὰδ, τὸν τοῦ πατρὸς ἑαυτῶν· καὶ ἐκ τῆς προφάσεως αὐτῶν γίνεται πρόσταγμα Κυρίου καὶ νό‐ μος, νόμιμον εἶναι γάμον τὴν πρὸς ἀνεψιοὺς συζυ‐ γίαν. Καὶ Μωϋσῆς ὧδε εἶδεν ἀπὸ τοῦ ὄρους τοῦ Ἀβα‐
25ρεὶμ, τουτέστιν Ἀβαῦ, τὴν γῆν τῆς ἐπαγγελίας· καὶ ἤκουσεν· Οὐ μὴ εἰσέλθῃς ἐκεῖ διὰ τὸν παροξυσμὸν τὸν ἐν τῷ ὕδατι τῆς ἀντιλογίας. Ἀπέθανε δὲ Ἀαρὼν ἐτῶν ρκγʹ τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου, τῷ μηνὶ τῷ πέμπτῳ. Οἱ δὲ ἀποσταλέντες κατασκέψασθαι τὴν
30γῆν, ἐκ μὲν προστάγματος Κυρίου ἀπεστάλη ἀνὴρ ἕκαστος κατὰ φυλήν· τὰ δὲ ὀνόματα αὐτῶν ἐστι ταῦτα· τῆς φυλῆς τοῦ Ῥουβὶμ Σαλαμιὴλ υἱὸς Ζακχούρ· τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρεί· τῆς φυλῆς Ἰούδα Χαλὲβ υἱὸς Ἰεφονῆ· τῆς φυλῆς
35Ἰσαχὰρ Ἰλαὰλ υἱὸς Ἰωσήφ· τῆς φυλῆς Ἐφραῒμ Ναυσῆς υἱὸς Ναυῆ· τῆς φυλῆς Βενιαμὶν Φαλ‐ τεὶν υἱὸς Ῥαφοῦ· τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί· τῆς φυλῆς Ἰωσὴφ, τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσσί· τῆς φυλῆς Δὰν Ἀμίης υἱὸς Γαμαί·
40τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· τῆς φυλῆς Νεφθαλεὶμ Ναβὶ υἱὸς Ναβί· τῆς φυλῆς Γὰδ Γαδδιδουδιὴλ υἱὸς Μαχί. Ὁ δὲ τόπος, ἀφ’ οὗ ἀπεστά‐ λησάν ἐστι Φαρὰν καὶ Κάδης Βάρνη. Τότε ἐπωνό‐ μασε Μωϋσῆς τὸν Ναυσῆ τὸν υἱὸν Ναυῆ Ἰησοῦν. Ὁ
45δὲ καιρὸς, ἐν ᾧ ἐπέμφθησαν, τὸ μέσον τοῦ ἔαρος ἦν, ἐν ᾧ πρόδρομοι σταφυλῆς εἰσιν· ὁ δὲ χρόνος, ὃν ἐποίησαν κατασκοποῦντες, ἐν τεσσαράκοντα ἡμέραις γέγονεν.
48tΒιβλίον εʹ, Δευτερονόμιον.
49Καὶ τοῦτο βιβλίον Μωϋσῆς ἐλάλησε καὶ ἔγραψε.

28

.

308

(50)

Καλεῖται δὲ οὕτως, ἐπειδὴ μετὰ τὰ γεγραμμένα ἐν ταῖς πλαξὶ, δεύτερον ὥσπερ νόμον τοὺς λόγους τοῦ βιβλίου τούτου ἐλάλησε Μωϋσῆς τῷ Ἰσραὴλ ἐκ προστάγματος Κυρίου. Μετὰ γὰρ τὸ λαλῆσαι Μωϋσῆν τὰ ἐν τῷ βιβλίῳ τούτῳ, γέγραπται οὕτως ἐν αὐτῷ
55τούτῳ τῷ Δευτερονομίῳ· «Οὗτοι οἱ λόγοι τῆς δια‐
θήκης, ὅσα ἐνετείλατο Κύριος Μωϋσῇ στῆσαι τοῖς

28

.

309

υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωὰβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ.» Διὰ τοῦτο γὰρ αἱ μὲν πλάκες ἐν Χωρὴβ εἴρηνται, καὶ ἐν μέσῳ τῆς κιβω‐ τοῦ ἐτέθησαν· τὸ δὲ βιβλίον τοῦτο ἐνετείλατο Μωϋ‐
5σῆς τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν θεῖναι ἐκ πλαγίων τῆς κιβωτοῦ εἰς μαρτύριον· ὅπερ καὶ κατὰ ἑπτὰ ἔτη ἐνετείλατο ἀναγινώσκεσθαι ἐν τῇ ἡμέρᾳ τῆς ἀφέσεως, ὅτε καὶ ἡ Σκηνοποιία ἐγένετο. Αὕτη μὲν πρώτη αἰτία τῆς ὀνομασίας τοῦ βιβλίου· δευτέρα δὲ
10πάλιν ἑτέρα, ἐπειδὴ ἐν αὐτῷ δευτεροῖ, καὶ διεσά‐ φησε πάντα τὰ προειρημένα ἔν τε τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ, καὶ τοῖς Ἀριθμοῖς, νόμιμά τε καὶ δικαιώ‐ ματα καὶ προστάγματα· καὶ ὑπομιμνήσκει πάλιν τὸν λαὸν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν
15αὐτῷ τήν τε ἀπ’ Αἰγύπτου ἔξοδον, καὶ πάσας τὰς γε‐ γενημένας αὐτοῖς εὐεργεσίας, καὶ τὰ σημεῖα, καὶ τὰ τέρατα· ἵνα μὴ ἐπιλάθωνται τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. Ὁρίζει δὲ ἐν αὐτῷ περί τε τῆς εὐλογίας τοῖς φυλάσσουσι τὸν νόμον, καὶ τῆς κατάρας τοῖς παρα‐
20βαίνουσιν· ἵνα ἡ μὲν εὐλογία λέγηται ἐν τῷ ὄρει τῷ Γαριζεὶν διὰ τούτων· διὰ Συμεὼν, Λευῒ, Ἰούδα, Ἰσα‐ χὰρ, Ἰωσὴφ, καὶ Βενιαμίν· ἡ δὲ κατάρα ἐν τῷ ὄρει Γαιβὰλ ἀπὸ Ῥουβὶμ, Γὰδ, Ἀσὴρ, Ζαβουλὼν, Δὰν, καὶ Νεφθαλείμ. Πρὸς ὑπόμνησιν δὲ καὶ τὴν διὰ παν‐
25τὸς μελέτην, ἔγραψεν ἐκ προστάγματος Κυρίου τὴν μεγάλην ᾨδήν· ἵνα, ταύτην ἐκμαθόντες ἀεί τε με‐ λετῶντες αὐτὴν, μὴ ἐπιλάθωνται τοῦ Θεοῦ. Εὐλογή‐ σας τε ἑκάστην φυλὴν καὶ γράψας τὴν εὐλογίαν, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν τοῦ
30Ναυῆ, εἰς τὸ δέξασθαι αὐτὸν κατὰ πρόσταγμα Θεοῦ, ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, τουτέστιν Ἀβαῦ, καὶ ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος Κυρίου ἐτῶν ρκʹ, μὴ ἀμαυρωθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, ἢ τοῦ προσώπου αὐτοῦ φθαρέντος· καὶ οὐκ οἶδεν οὐ‐
35δεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
37tΒιβλίον ϛʹ, Ἰησοῦς ὁ τοῦ Ναυῆ.
38 Τὰ δὲ ἐντεῦθεν βιβλία μέχρι τοῦ Ἔσδρα, οὐ πάντα ἐκείνων εἰσὶ συγγραφαὶ, ὧν καὶ τὰς ἐπιγρα‐
40φὰς φέρουσι, καὶ περὶ ὧν διαλαμβάνουσι. Λόγος δὲ φέρεται, παρὰ τῶν κατὰ τοὺς ἑκάστους καιροὺς προ‐ φητῶν συγγεγράφθαι αὐτά. Περὶ γοῦν τῶν ἐπιγρα‐ φῶν αὐτῶν τέως διαληπτέον. Τὸ παρὸν τοίνυν βιβλίον ἐπιγέγραπται Ἰησοῦς ὁ τοῦ Ναυῆ· ἐπειδὴ αὐτὸς
45Ἰησοῦς ὁ τοῦ Ναυῆ, διαδεξάμενος Μωϋσῆν, ἐστρα‐ τήγησε τοῦ λαοῦ, καὶ τὴν κατ’ αὐτὸν ἱστορίαν καὶ τὰς πράξεις αὐτοῦ περιέχει. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς τοῦ Ἰορδάνου ποταμοῦ τὸ μὲν ἄνωθεν ἐκ τῆς πηγῆς ἔστη ῥεῦμα, τὸ δὲ φθάσαν ἐξεκενώθη, καὶ ξηρῷ

28

.

309

(50)

τῷ ποδὶ διέβησαν αὐτόν· καὶ ὅτι ἐν Γαλγάλοις περι‐ έτεμε τοὺς ἐν τῇ ἐρήμῳ γεννηθέντας πάντας ἐν πε‐ τρίναις μαχαίραις, καὶ ἐκάλεσε τὸν τόπον Γαλγάλ· καὶ ὅτι, περάσαντος τοῦ λαοῦ, καὶ φαγόντος ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἐξέλιπε λοιπὸν τὸ μάννα· καὶ τῆς
55μὲν Ἱεριχοῦς αὐτόματα τὰ τείχη πέπτωκεν· ἡ δὲ Ῥαὰβ ἡ πόρνη ἐσώθη, φυλάξασα τοὺς κατασκόπους· καὶ ὅτι ὁ ἥλιος ἐν τῷ μεσουρανήματι ὢν, εὐξαμένου Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῆ, ἔστη κατὰ Γαβαὼν ἡμέ‐
ρας ὁλοκλήρου διάστημα, ἕως τροπώσηται τοὺς ἐχ‐

28

.

312

θρούς. Καταπολεμήσας δὲ τοὺς Ἀμοῤῥαίους καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ μερίσας ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν γῆν πᾶ‐ σαν, ἦρξε μὲν τοῦ λαοῦ, ἔτη κϛʹ, ἐτελεύτησε δὲ
5ἐτῶν ριʹ. Οἱ δὲ διελόντες τὴν γῆν τῷ λαῷ ἦσαν Ἐλεαζὰρ ὁ ἱερεὺς, καὶ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ κατὰ φυλὴν εἷς· φυλῆς Ἰούδα Χαλέβ· τῆς Συ‐ μεὼν Σαλαμιήλ· τῆς Βενιαμὶν Ἐλδάδ· τῆς Δὰν Βακ‐ χείρ· τῆς Μανασσῆ Ἀνιήλ· τῆς Ἐφραῒμ Καμουήλ·
10τῆς Ζαβουλὼν Ἐλισάφαν· τῆς Ἰσάχαρ Φειτιήλ· τῆς Ἀσὴρ Ἀχιώρ· τῆς Νεφθαλεὶμ Φαθαήλ. Καὶ τοὺς μὲν βασιλεῖς τῆς γῆς, οὓς ἐπάταξαν Μωϋσῆς καὶ υἱοὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἀφ’ ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶ‐
15σαν τὴν γῆν Ἄῤῥαβα ἀπὸ ἀνατολῶν, τούτους εἶναι λέγει· Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων· καὶ Ὢγ βασιλέα τῆς Βάσαν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, ὃς κατῴκει ἐν Ἀστα‐ ρὼθ, καὶ ἐν Ἐδραεὶμ, ἄρχων ἀπὸ ὄρους Ἀερ‐
20μὼν ἕως ὁρίων Γέργεσι καὶ τὸ ἥμισυ Γαλαάδ. Τούτων ἀναιρεθέντων, δέδωκε Μωϋσῆς τὴν γῆν αὐτῶν τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μα‐ νασσῆ. Τοὺς δὲ βασιλεῖς πάλιν τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ υἱοὶ Ἰσραὴλ μετὰ τὸ
25περάσαι τὸν Ἰορδάνην παρὰ θάλασσαν ἐν τῷ πεδίῳ τοῦ Λιβάνου ἕως τοῦ ὄρους Χελκᾶ, ἀναβαινόντων εἰς Σκεὶρ, τούτους εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ
30τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν βασιλέα Ἱεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, βασιλέα Ἱερουσαλὴμ, βασιλέα Χεβρὼν, βασιλέα Ἱεριμοὺθ, βασιλέα Λαχεὶς, βασιλέα Ἐλὰμ, βασιλέα Γαζὲρ, βα‐
35σιλέα Δαβεὶρ, βασιλέα Γισὲ, βασιλέα Ἀερμὰθ, βασι‐ λέα Αἰρὰθ, βασιλέα Ἀρὰθ, βασιλέα Λοβνᾶ, βα‐ σιλέα Ὀδολλὰμ, βασιλέα Ἠλὰτ, βασιλέα Ἀθαφοὺθ, βασιλέα Ὀφὲρ, βασιλέα Ὀφὲκ τῆς Ἀρὼθ, βασι‐ λέα Ἀσὼμ, βασιλέα Σομοὼν, βασιλέα Μαμβρὸθ, βα‐
40σιλέα Ζεὶφ, βασιλέα Κάδης, βασιλέα Ζαὰκ, βασιλέα Μανεδὼθ, βασιλέα Ἰωκὼμ τοῦ Χαρμὲλ, βασιλέα Ἐδδὼρ τοῦ Φενεδαὼρ, βασιλέα Γεὶδ τῆς Γαλιλαίας, βασιλέα Θερσᾶ.
43tΒιβλίον ζʹ, Κριταί.
44Καλεῖται τὸ βιβλίον Κριταὶ, ἐπειδὴ μετὰ τὸν
45θάνατον Ἰησοῦ υἱοῦ τοῦ Ναυῆ, διὰ τῶν κριτῶν ἔσω‐ ζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν ἀλλοφύλων, τῶν περιλειφθέντων Χαναναίων· καὶ τούτων τῶν κριτῶν ἑκάστου καὶ τὰς πράξεις καὶ τὸν χρόνον τῆς ζωῆς ἡ βίβλος αὕτης περιέχει. Γεγόνασι δὲ κριταὶ οὗ‐

28

.

312

(50)

τοι· πρῶτος Γοθονιήλ· οὗτος ἀνεῖλε τὸν Χουσαρσα‐ θαῒμ, βασιλέα Συρίας ποταμῶν, θλίψαντα τὸν λαὸν ἔτη μʹ· μετὰ τοῦτον Αὐὼδ, ἀμφοτεροδέξιος· οὗ‐ τος ἀνεῖλε τὸν Αἰγλὼμ βασιλέα Μωὰβ, ἐν μαχαίρᾳ
διστόμῳ, δρακὸς ἐχούσῃ τὸ μῆκος, θλίψαντα τὸν λαὸν

28

.

313

ἔτη ιηʹ· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη πʹ· μετὰ τοῦτον Ταμεγὰρ, υἱὸς Δινάχ· οὗτος ἐπάταξεν ἑξακοσίους τῶν ἀλλοφύλων ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ αὐτὸς ἔκρινε τὸν λαὸν ἔτος αʹ. Μετ’ αὐτὸν
5Βαρὰχ, υἱὸς Ἀβινέχ. Οὗτος ἐπολέμησεν Ἰαβὶν καὶ τὸν Σισάρα, θλίψαντας τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν μὲν οὖν Σισάρα ἀπέκτεινεν Ἰαὴλ, γυνὴ Χαθὲρ τοῦ Κιναίου ἐν πασσάλῳ· αὐτὸς δὲ ἔκρινεν τὸν Ἰσραὴλ ἔτη μʹ. Μετ’ αὐτὸν Γεδεών· αὐτός ἐστιν Ἱεροβαάλ.
10Αὐτὸς ἐπάταξε Μαδιὰν, καὶ τὸν Ὠρὴβ, καὶ Ζεβεὲ, καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τόν τε πύργον Φανουὴλ κατέστρεψε, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλό‐ ησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ. Αὐτὸς δὲ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Μετὰ τοῦτον
15Ἀβιμελὲχ, υἱὸς Γεδεὼν ἐκ παλλακῆς· οὗτος ἀπέκτεινε τοὺς ἀδελφοὺς ἑαυτοῦ, τοὺς ἐκ τῶν ἐλευθέρων, οʹ ἄνδρας ἐπὶ λίθον ἕνα. Ἔφυγε δὲ εἷς ἐξ αὐτῶν Ἰω‐ άθαμ. Ἀλλὰ καὶ Ἀβιμελὲχ γέγονε μετὰ τῶν αὐτῷ συνελθόντων ὡς πῦρ ἀπὸ ῥάμνου· πολλούς τε ἀπο‐
20κτείνας, ἀπέθανε καὶ αὐτὸς ῥιψάσης γυναικὸς ἀπὸ τοῦ τείχους ἐπ’ αὐτὸν κλάσμα μύλου. Καὶ αὐτὸς δὲ ἦρξεν ἔτη τρία. Μετ’ αὐτὸν Θωλὰ υἱὸς Φούα, υἱὸς πατραδέλφου Ἀβιμελέχ. Καὶ αὐτὸς ἦρξεν ἔτη κγʹ. Μετ’ αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. Μετ’ αὐτὸν
25Ἰεφθάε ὁ Γαλααδίτης· οὗτος ἀπέκτεινε τοὺς Ἀμα‐ νίτας καὶ τοὺς Φυλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ. Εὐξάμενος δὲ ἐν τῷ πολέμῳ τὸν ἀπαντῶντα πρῶτον μετὰ τὴν νίκην ἀναφέρειν εἰς θυσίαν, ἀπαν‐ τήσασαν τὴν θυγατέρα, ἠξίωσεν πρότερον συγχωρη‐
30θῆναι αὐτῇ δίμηνον κλαῦσαι τὰ παρθένια αὐτῆς· οὕ‐ τως αὐτὴν ἀνενεγκὼν ὁ πατὴρ εἰς θυσίαν, ἔκρινε τὸν λαὸν ἔτη ἕξ. Μετ’ αὐτὸν Ἀβαισὰν ἀπὸ Βηθλεὲμ ἔτη ἑπτά. Μετ’ αὐτὸν Ἀϊλὼν ὁ Ζαβουλωνίτης ἔτη ιʹ. Μετ’ αὐτὸν Λαβδὼν, ὁ Φαραθωνίτης ἔτη ηʹ. Μετ’ αὐτὸν
35Σαμψὼν ἀπὸ Δάν· οὗτος ἐπάταξε τοὺς Φυλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἄλλοτε ῥάβδῳ, καὶ αὖθις ἀλώ‐ πεξι, καὶ ὕστερον συμπτώματι τοῦ οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. Ποσοῦνται οὖν οἱ πάντες κριταὶ εἰς ιγʹ· τὰ
40δὲ ἔτη αὐτῶν υιαʹ.
42tΒιβλίον ηʹ, Ῥούθ.
43 Οὕτω λέγεται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ῥοὺθ ἱστορίαν μόνην περιέχει. Ἔστι δὲ αὕτη ἡ
45Ῥοὺθ τὸ μὲν γένος Μωαβῖτις, καὶ ἐν σωφροσύνῃ διαπρέψασα. Ἀποταξαμένη δὲ τῇ συγγενείᾳ καὶ τῇ πατρικῇ δεισιδαιμονίᾳ, μετέβαλεν εἰς θεοσέβειαν, καὶ μετῆλθεν εὐθὺς εἰς Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκεῖ τε ἐζεύχθη τῷ Βοὸζ ἐκ φυλῆς Ἰούδα τυγχάνοντι, καὶ

28

.

313

(50)

λοιπὸν ἐξ αὐτῆς γενεαλογεῖται ὁ Δαβὶδ οὕτω· Βοὸζ ἐκ τῆς Ῥοὺθ γεννᾷ τὸν Ὠβήδ· Ὠβὴδ δὲ τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ τὸν Δαβίδ.
53tΒιβλίον θʹ, Βασιλεῖαι πρώτη καὶ δευτέρα.
54Βασιλεῖαι ὀνομάζεται τὰ βιβλία, ἐπειδὴ καὶ
55τὰς πράξεις τῶν γενομένων βασιλέων ἔν τε τῷ Ἰούδα
καὶ τῷ Ἰσραὴλ, καὶ τὰ ἔτη αὐτῶν περιέχει. Διείλη‐

28

.

316

πται δὲ ἐν μὲν τῇ πρώτῃ βίβλῳ τῶν Βασιλειῶν ταῦτα· θάνατος μὲν Ἠλεὶ τοῦ ἱερέως καὶ τῶν υἱῶν αὐτοῦ· γένεσις δὲ τοῦ Σαμουήλ· πῶς τε ὁ λαὸς, τὸ πρότερον ἀρχόμενος ὑπὸ τοῦ Θεοῦ, ἐγείροντος αὐτοῖς κατὰ και‐
5ρὸν τὸν βοηθὸν, ὅμως ᾔτησε παρὰ τοῦ Σαμουὴλ, κα‐ τὰ τὸ ἔθος τῶν ἐθνῶν, βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ, ἐκ φυλῆς Βενιαμίν· καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου καὶ ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλείας. Περιέχε‐ ται δὲ ἐνταῦθα, πῶς ὁ μὲν Σαοὺλ παρέβη τὴν ἐντο‐
10λὴν τοῦ Θεοῦ, καὶ ἀφῃρέθη ἀπὸ τοῦ γένους αὐτοῦ ἡ βασιλεία· ὁ δὲ Δαβὶδ ἀντ’ αὐτοῦ ἐχρίσθη, καὶ μετ‐ ηνέχθη εἰς τὸ γένος αὐτοῦ ἡ βασιλεία. Καὶ τὸν μὲν Γολιὰθ ἀνεῖλεν ὁ Δαβὶδ λιθαρίῳ μικροτάτῳ· ἐπειδὴ δὲ αἱ χορεύουσαι, τὰς μυριάδας δέδωκαν τῷ Δαβὶδ,
15τὰς δὲ χιλιάδας τῷ Σαοὺλ, φθονήσας ὁ Σαοὺλ, ἐδίωκε τὸν Δαβίδ· καὶ ὁ μὲν Δαβὶδ διεσώθη, ὁ δὲ Σαοὺλ πο‐ λεμούμενος ἐζήτησεν ἐγγαστριμύθους, καὶ τῇ ἐπαύ‐ ριον ἀναιρεθεὶς ἀπέθανε. Καὶ ἐν τούτῳ συμπληροῦται ἡ πρώτη βίβλος τῶν Βασιλειῶν.
20 Ἐν δὲ τῇ δευτέρᾳ πάλιν Δαβὶδ διεδέξατο τὴν βασιλείαν· Καὶ κατ’ ἀρχὰς μὲν ὁ υἱὸς Σαοὺλ Μεμφι‐ βοσὲθ ἐφιλονείκει, θέλων βασιλεύειν· ὕστερον δὲ πάντες προσετέθησαν τῷ Δαβίδ. Πάντας δὲ τοὺς πο‐ λέμους περιεγένετο Δαβίδ. Τὴν μὲν τοῦ Οὐρίου γυ‐
25ναῖκα τὴν Βηρσαβεὲ ἔλαβεν· ὁ δὲ υἱὸς αὐτοῦ Ἀβε‐ σαλὼμ ἐδίωξεν αὐτὸν, καὶ μετ’ οὐ πολὺ συστάντος πολέμου, ἀνῃρέθη ὁ Ἀβεσαλώμ. Εἶτα τὸν λαὸν ἀρι‐ θμήσας, κεκίνηκεν ὀργὴν θείαν καθ’ ἑαυτοῦ. Ἀλλὰ μετὰ ταῦτα, παρακληθέντος τοῦ Θεοῦ, ἡ ὀργὴ ἐπαύ‐
30θη. Καὶ εἰς τοῦτο λήγει καὶ τὸ δεύτερον βιβλίον τῶν Βασιλειῶν, γηράσαντος τοῦ Δαβίδ. Δυνατοὺς δὲ ὑφ’ ἑαυτὸν ἔσχεν ὁ Δαβὶδ, μεγάλους μὲν καὶ πολλοὺς, ὥστε τὸν μὲν μικρότερον αὐτῶν πρὸς ἑκατὸν ποιεῖν, τὸν δὲ μέγαν αὐτῶν πρὸς χιλίους. Ἔστι δέ τινων
35αὐτῶν τὰ ὀνόματα καὶ ἡ πρᾶξις· Σεβοχαὶ ὁ Ἀστω‐ θί· οὗτος ἐπάταξεν τὸν Σὲρ, τὸν τοῦ Ῥαφᾶ, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἐλεανᾶν, υἱὸς Ἀριωργὶ ὁ Βηθλεεμίτης· οὗτος ἐπάταξε Γολιὰθ τὸν Χεταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος, ὡς ἀντίον ὑφαινόντων. Ἦν
40δὲ καὶ οὗτος υἱὸς τοῦ Ῥαφᾶ. Ἰωνάθαν υἱὸς Σεμεσεὶ, ἀδελφοῦ Δαβίδ· οὗτος ἐπάταξεν ὀνειδίσαντα τῷ Ἰσ‐ ραὴλ ἄνδρα ἐκ Ῥαμεδῶν, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἓξ, υἱὸν ὄντα καὶ αὐτὸν τοῦ Ῥαφᾶ, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἀδίνων ὁ Ἀσω‐
45ναῖος· οὗτος ἐσπᾶτο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτα‐ κοσίους στρατιώτας εἰσάπαξ. Ἰεσσαιβαδὰ υἱὸς Ἀχα‐ μανῆ· καὶ οὗτος ἐσπᾶτο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. Ἐλεανᾶν υἱὸς Σωσῆ· οὗτος, συναχθέντων τῶν ἀλλοφύλων, μόνος

28

.

316

(50)

ἥλατο ἐπ’ αὐτοὺς, καὶ αὐτοὺς μὲν ἀνῄρει, ὥστε τὸ δόρυ ἐμπαγῆναι τῇ χειρὶ αὐτοῦ· ὁ δὲ λαὸς ὀπίσω αὐτοῦ ἐσκύλευε. Μαρᾶ υἱὸς Ἀσᾶ, ὁ Σαρουχαῖος· οὗ‐ τος ἐπελθόντων τῶν ἀλλοφύλων, καὶ βουλομένων ἁρ‐ πάσαι τὴν μερίδα τοῦ ἀγροῦ, πλήρη οὖσαν φακῆς,
55τοῦ τε λαοῦ φυγόντος, μόνος ἔστη· καὶ τοὺς μὲν ἀλ‐
λοφύλους ἐδίωξε, τὸν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν.

28

.

317

Ἐλεάζαρ, υἱὸς Δωδεθαρχωνί· καὶ οὗτος, μερίδος οὔ‐ σης κριθῶν, καὶ ἐπελθόντων τῶν ἀλλοφύλων, τοῦ τε λαοῦ φυγόντος, μόνος ἐστηλώθη· καὶ τοὺς μὲν ἀλλο‐ φύλους ἐδίωξε, τὴν δὲ κριθὴν ἔσωσε. Τρεῖς δὲ δυνα‐
5τοὶ ἀπὸ τῶν τριάκοντα ἦσαν μετὰ τοῦ Δαβὶδ, καὶ τῶν ἀλλοφύλων κυκλωσάντων τὴν Βηθλεὲμ, τοῦ δὲ Δαβὶδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, διέβησαν οἱ τρεῖς, καὶ διαῤῥήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ λάκκου, καὶ ἤνε‐
10γκαν ὕδωρ τῷ Δαβίδ. Θαυμάσας δὲ ὁ Δαβὶδ τὴν δύ‐ ναμιν αὐτῶν, τὸ μὲν ὕδωρ ἐδέξατο, πιεῖν δὲ οὐκ ἐθέ‐ λησεν· ἀλλ’ ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ λέγων· «Ἵλεώς μοι, Κύριε, τοῦτο ποιῆσαι· εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ταῖς ψυχαῖς αὐτῶν πίομαι;» Βα‐
15νέας, υἱὸς Ἰωδαὲ, πολλὰ μὲν ἐποίησεν ἔργα δυνατά· ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χιόνος εἰς λάκκον, ἐπάταξε τὸν λέοντα. Οὗτος ἐπάταξε καὶ ἄνδρα δυνατὸν Αἰγύπτιον πεντάπηχυν ὄντα, καὶ ἔχοντα δόρυ ὡς ξύλον διαβά‐
20θρας· ἁρπάσας γὰρ ἀπ’ αὐτοῦ τὸ δόρυ μετ’ αὐτοῦ τοῦτον ἀπέκτεινεν. Ἀβισᾶ ἀδελφὸς Ἰωὰβ, υἱὸς Σα‐ ρουίας τῆς ἀδελφῆς Δαβίδ. Ἄρχων μὲν ἦν καὶ οὗτος ἐν τοῖς προειρημένοις τρισίν· αὐτὸς δὲ ἐπάταξε τραυ‐ ματίας τριάκοντα δόρατι ἐν καιρῷ τινι, καὶ ἔτρεχεν
25ὡς δορκὰς ἐν τοῖς ὄρεσι. Καὶ πάλιν αὐτὸς ἐπάταξε καὶ ἐθανάτωσε τὸν Ἐσβιὲν, θέλοντα ἀναιρῆσαι τὸν Δαβίδ. Ἦν δὲ ὁ Ἐσβιὲν ἔκγονος τοῦ Ῥαφᾶ· δόρυ δὲ εἶχε σταθμοῦ ὁλκῆς χαλκοῦ τριάκοντα σίκλων, καὶ περιεζωσμένος ἦν κορύνην. Οὗτοι μὲν οὖν μεγάλοι καὶ δυνατοὶ ἦσαν· τοὺς δὲ πολεμιστὰς πάντας εἶχε
30Δαβὶδ μυριάδας τριάκοντα τέσσαρας καὶ διακοσίους.
31tΒιβλίον ιʹ, Βασιλεῖαι τρίτη καὶ τετάρτη.
32 Ἐν μὲν οὖν τῇ τρίτῃ πάλιν περιέχεται, ὅτι, γηράσαντος τοῦ Δαβὶδ, ἐπαίρει ἑαυτὸν Ἀδωνίας ὁ υἱὸς αὐτοῦ, καὶ χωρὶς τοῦ πατρὸς ἀναγορεύει ἑαυ‐
35τὸν βασιλέα. Καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ, ἀποστέλλει Ναθὰν τὸν προφήτην, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βα‐ νέαν υἱὸν Ἰωδαὲ, καὶ ἐντέλλεται αὐτοῖς, καὶ χρίουσι τὸν Σαλομῶνα εἰς βασιλέα ἔτι ζῶντος τοῦ Δαβίδ. Ὁ μὲν οὖν Ἀδωνίας εὐθὺς καταλύεται· ὁ δὲ Σαλο‐
40μὼν, διαδεξάμενος, οἰκοδομεῖ τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ ἐν ἑπτὰ ἔτεσιν. Ἦσαν δὲ αὐτῷ ἀπὸ τῶν προσηλύτων αἴροντες μὲν ἄρσιν ἑβδο‐ μήκοντα χιλιάδες· λατόμοι δὲ πάλιν ἀπὸ τῶν προση‐ λύτων μυριάδες ὀκτώ. Ἐπιστατοῦντας δὲ τοῖς ἔργοις
45εἶχε τρισχιλίους εἴκοσι. Καὶ εἰς μὲν τὴν τροφὴν αὐτῶν καὶ τὰ δέοντα δώδεκα ἦσαν οἱ χορηγοῦντες ἕκαστον μῆνα. Καὶ ἦν τὸ καθ’ ἡμέραν αὐτῶν τοῦτο λʹ κόροι σεμιδάλεως, ξʹ κόροι ἀλεύρου κεκουπανι‐ σμένου, μόσχοι ἐκλεκτοὶ δέκα, βόες δὲ νομάδες εἴ‐

28

.

317

(50)

κοσι, πρόβατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων, καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτῶν. Ἀγέλην δὲ εἶχε θηλειῶν μὲν ἵππων τοκάδων μυριάδας τέσσαρας, ἵππων δὲ εἰς ἅρματα χιλιάδας ιβʹ. Πλοῦτον δὲ εἶχε πολύν· ἐν γὰρ τῷ ἑνὶ ἐνιαυτῷ τοῦ κομισθέντος αὐτῷ χρυσίου
55ἦν ὁ σταθμὸς, τάλαντα χξϛʹ, χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων. Καὶ ἡ βασίλισσα δὲ Σαβὰ ἐλθοῦσα
πρὸς αὐτὸν, δέδωκεν αὐτῷ χρυσίου τάλαντα ρκʹ, καὶ

28

.

320

λίθον τίμιον, καὶ ἡδύσματα ἀμύθητα. Μετὰ δὲ θάνα‐ τον Σαλομῶνος, διεδέξατο ὁ υἱὸς αὐτοῦ Ῥοβοὰμ τὴν βα‐ σιλείαν, καὶ ἐπ’ αὐτοῦ ἐσχίσθη ἡ ἀρχή· καὶ δέκα μὲν φυλαὶ ἀπῆλθον εἰς Σαμάρειαν· δύο δὲ ἔμειναν ἐν Ἱε‐
5ρουσαλὴμ, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Εἰσὶν οὖν τὰ ἐμπεριεχόμενα τούτῳ τῷ τρίτῳ βιβλίῳ πράξεις καὶ ἔτη βασιλέων τούτων· Σαλομῶνος βασιλέως πάν‐ των ὁμοῦ. Μετὰ δὲ τὴν διαίρεσιν τῆς βασιλείας, ὡς εἴρηται, τῶν μὲν ἐν Ἰουδαίᾳ βασιλέων τῶν δύο φυ‐
10λῶν, Ῥοβοὰμ, Ἀβιοῦ, Ἀσᾶ, καὶ Ἰωσαφάθ· τῶν δὲ ἐν Σαμαρείᾳ βασιλέων τῶν δέκα φυλῶν, Ἱεροβοὰμ, Ναβὰθ, Βαασᾶ, Ἠλὰν, Ζαμβρῆ, καὶ Ἀχαάβ. Καὶ περὶ προφητῶν δὲ διαλαμβάνει τούτων· Ναθὰν, καὶ Γὰδ, καὶ Ἀχιᾶ τοῦ Σηλωνίτου, καὶ τοῦ ἐπικαλεσα‐
15μένου ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας· καὶ περὶ Ἠλίου καὶ Ἐλισσαίου, καὶ τοῦ προφητεύσαντος τῷ Ἀχαὰβ περὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ τοῦ πατάξαντος αὐ‐ τὸν, καὶ ἐλέγξαντος τὸν Ἀχαάβ· καὶ ὅτι ἦσαν υἱοὶ τῶν προφητῶν καθ’ ἑαυτοὺς ἀναχωροῦντες. Ἔστι δὲ
20ἐν τούτῳ τῷ βιβλίῳ, πῶς Ἠλίας προεφήτευσε, καὶ οὐκ ἔβρεξεν ἐπὶ ἔτη τρία, καὶ ὅτι οἱ κόρακες ἔφερον αὐτῷ διὰ ῥήματα Κυρίου πρωΐας μὲν ἄρτους, δείλης δὲ κρέα. Ἔν τε τῇ Σαρεφθὰ τῆς Σιδωνίας πεποίηκε διὰ ῥήματα Κυρίου μὴ ἐκλεῖψαι τῆς χήρας τὴν ὑδρίαν
25τοῦ ἀλεύρου, καὶ τὸν καμψάκην τοῦ ἐλαίου μὴ ἐλατ‐ τονηθῆναι. Καὶ τὸν μὲν υἱὸν αὐτῆς ἀποθανόντα ἤγει‐ ρεν εὐξάμενος· τοὺς δὲ προφήτας τοῦ Βάαλ ἐποίησεν ἀναιρεθῆναι, ὄντας τὸν ἀριθμὸν υνʹ. Καὶ τῇ μηλωτῇ δὲ ἐπάταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθα καὶ ἔνθα
30τὸ ὕδωρ, καὶ διέβη τῷ ποδὶ τὸν ποταμόν. Λήγει δὲ ἡ βίβλος αὐτὴ εἰς τὸν θάνατον τοῦ Ἀχαὰβ βασιλέως Ἰσραὴλ, καὶ εἰς τὸν θάνατον Ἰωσαφὰτ βασιλέως Ἰούδα, καὶ εἰς τὴν ἀρχὴν βασιλείας Ὀχοζίου υἱοῦ Ἀχαὰβ, καὶ εἰς τὴν ἀρχὴν Ἰωρὰμ υἱοῦ Ἰωσαφὰτ
35βασιλέως Ἰούδα.
36tΒίβλος δʹ, Βασιλειῶν.
37 Ἐν δὲ τῇ τετάρτῃ βίβλῳ ἐστὶ, πῶς οἱ δύο πεν‐ τηκόνταρχοι τοῦ Ὀχοζίου πυρὶ ἀνηλώθησαν διὰ ῥή‐ ματα Ἠλίου τοῦ προφήτου, καὶ ὅτι ἀνελήφθη Ἠλίας,
40καὶ ἐπανεπαύσατο ἐπὶ Ἐλισσαιὲ τὸ πνεῦμα Ἠλίου, καὶ γέγονεν αὐτῷ διπλᾶ ἐν πνεύματι· καὶ πῶς ὁ Ἠλισσαῖος τὸν μὲν υἱὸν τῆς Σουναμίτιδος ἀποθα‐ νόντα ἤγειρεν εὐξάμενος, τὸν δὲ Νεαιμὰν τὸν Σύρον ἐκαθάρισεν ἀπὸ τῆς λέπρας, τῆς τε γυναικὸς τοῦ
45προφήτου πεπλήρωκε τὰ ἀγγεῖα ἐλαίου ἐν λόγῳ Κυ‐ ρίου, καὶ ἐπὶ τὰ ὀστᾶ δὲ αὐτοῦ μετὰ θάνατον ἐῤ‐ ῥίφη νεκρὸς μονόζωνος, καὶ ὡς ἥψατο τῶν ὀστέων τοῦ προφήτου, ἀνέζησε· καὶ τῇ μηλωτῇ Ἠλίου ἐπά‐ ταξε τὸν Ἰορδάνην, καὶ διῃρέθη ἔνθεν καὶ ἔνθεν τὸ

28

.

320

(50)

ὕδωρ, καὶ διέβη πεζῇ καὶ αὐτός. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ πῶς ὁ μὲν Σεναχηρεὶμ καὶ Ῥαψάκης, πολ‐ λὰ βλασφημήσαντες, ἐδιώχθησαν καὶ χιλιάδες ἀνδρῶν αὐτῶν ρπεʹ ἐν μιᾷ νυκτί. Ὁ δὲ βασιλεὺς Ἰωσίας καθ‐ εῖλε πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση ἐξέκοψε, καὶ πε‐
55ποίηκε τὸ Πάσχα, ὡς γέγραπται νομίμως. Περιέχει δὲ ἡ βίβλος καὶ πράξεις βασιλέων καὶ ἔτη· τῶν μὲν ἐν Ἰουδαίᾳ Ἰωρὰμ, καὶ Ὀχοσίου καὶ Ἰωᾶς καὶ Ἀμεσσία, καὶ Ὀζίου, καὶ Ἰωάθαν, καὶ Ἀχὰζ, καὶ
Ἐζεκίου, καὶ Μανασσῆ, καὶ Ἀμὼς, καὶ Ἰωσία, καὶ

28

.

321

Ἰωάχαζ, καὶ Ἐλιακεὶμ, καὶ Ἰωακεὶμ, καὶ Ματθανὰν, τοῦ καὶ Σεδεκία· τῶν δὲ ἐν Σαμαρείᾳ Ὀχοζίου, καὶ Ἰωρὰμ, καὶ Ἰοῦ, καὶ Ἰωάχαζ, καὶ Ἰωᾶς, καὶ Ἱε‐ ροβοὰμ, καὶ Ζαχαρίου, καὶ Σελλοὺμ, καὶ Μαναὴμ,
5καὶ Φακεσσίου, καὶ Φακὲς, καὶ Ὠσηέ· καὶ περὶ προ‐ φητῶν, Ἠλία, καὶ Ἐλισσαιὲ, καὶ Ἡσαΐου, καὶ Ἱερε‐ μίου, καὶ ὅτι ἡ μὲν βασιλεία Σαμαρείας πέπαυται ἐπὶ Ὀσηὲ, υἱῷ Ἡλᾶ τῷ καὶ σφάξαντι τὸν Φακεὲ υἱὸν Ῥομελίου· ἡ δὲ τῆς Ἱερουσαλὴμ βασιλεία πέπαυται
10ἐπὶ Σεδεκίᾳ. Καὶ αὐτὸς γὰρ ἀπήχθη εἰς Βαβυλῶνα, καὶ ἀφαιρεθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, εἰς μύλωνα ἐβλήθη ἔτη κϛʹ. Μετὰ ταῦτα, ὕψωσεν αὐτὸν τὸν Ἰωα‐ κεὶμ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδωκε αὐτῷ τὸν θρόνον ἐπάνω τῶν ἐκεῖ βασιλέων, καὶ συνήσθιε καὶ συνέπινε
15μετ’ αὐτοῦ ἕως ἡμέρας ζωῆς αὐτοῦ. Καὶ ἐπὶ τού‐ τοις λήγει τὸ βιβλίον, αἰχμαλωτισθέντος τοῦ λαοῦ, καὶ τῆς πόλεως πάσης ἁλούσης.
18tἘπιτομὴ πράξεων τῶν βασιλέων τῆς
19tἸουδαίας καὶ Ἰσραήλ.
20 Ἀρχῆθεν οὖν πάλιν ἀναληπτέον τὸν λόγον, καὶ κατ’ ἐπιτομὴν ἐκθετέον τῶν πάντων βασιλέων, καὶ τῶν Ἰουδαίων, καὶ τῶν τῆς Σαμαρείας, τὰ ὀνόματα καὶ τὰς πράξεις, καὶ τὰ τῆς ἑκάστου βασιλείας ἔτη· καὶ πρῶτον περὶ τῶν βασιλέων Ἱερουσαλήμ. Μετὰ δὲ τὸ
25ἀπολέσθαι τὸν Σαοὺλ, βασιλεύσαντος ἔτη μʹ, Δαβὶδ βασιλεύει ἐπὶ πάντα τὸν Ἰσραὴλ, καὶ αὐτὸς ἔτη μʹ· οὕτως ἐν μὲν Χεβρῶν ἔτη ζʹ, ἐν δὲ παντὶ Ἰσραὴλ καὶ Ἰούδα ἔτη λγʹ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν τελείᾳ καρδίᾳ. Ἐπὶ τούτου ἦσαν προφῆται Σαμουὴλ, Ναθὰν,
30Γάδ. Σαλομῶν ὁ υἱὸς Δαβὶδ ἐβασίλευσεν ἐπὶ πάντα τὸν λαὸν ἔτη μʹ καὶ αὐτός· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ αὐτοῦ ἦσαν προφῆται Ναθὰν καὶ Γάδ. Ῥο‐ βοὰμ ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου ἐσχίσθη ἡ βασιλεία, καὶ
35ἔμειναν μετ’ αὐτοῦ μὲν ἐν Ἱερουσαλὴμ φυλαὶ δύο, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν· ἐν δὲ τῇ Σαμαρείᾳ φυλαὶ δέκα. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀχιὰς ὁ Σηλωνί‐ της, καὶ Σαμαίας, καὶ Ἀδδώ. Ἀβιοῦ υἱὸς αὐτοῦ ἔτη τρία. Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία, ὡς Δαβὶδ,
40ἀλλὰ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐπὶ τούτου ἦν Ἀδδὼ ὁ προφήτης. Ἀσσᾶ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ εὐθές· ἀλλ’ ἔτι ἦν τὰ ὑψηλά. Ἐπὶ τούτου ἦσαν προφῆται Ἀζαρίας υἱὸς Ὠδὴδ, καὶ Ἀναμῆ. Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη κεʹ·
45καὶ ἐποίησε τὸ εὐθές· ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε. Καὶ μετὰ ταῦτα μέμψιν ἔσχεν ἀνομίας, ὅτι ἐφιλίασε τῷ Ὀχοζίᾳ βασιλεῖ Ἰσραὴλ, καὶ ἐκοινώνησεν αὐτῷ εἰς πλοίων πραγματείαν. Ἐπὶ τούτου ἦσαν προφῆ‐ ται Ἠλίας, Ἐλισσαιὲ, Μιχαίας, καὶ Ἰοῦ ὁ τοῦ

28

.

321

(50)

Ἀναμῆ, καὶ Ὀζιὴλ ὁ τοῦ Ζαχαρίου, καὶ Ἐλιαδᾶ ὁ τοῦ Ὠδιᾶ ἀπὸ Μαρίσης. Ἰωρὰμ υἱὸς αὐτοῦ ἔτη ηʹ· καὶ ἐποίησε τὸ πονηρόν. Εἶχε γὰρ γυναῖκα θυγατέρα Ἀχαάβ. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ· καὶ ἐποίησε τὸ πονηρόν.
55Μετ’ αὐτὸν Γοθολία ἡ μήτηρ αὐτοῦ ἔτη ἑπτά. Ἰωᾶς υἱὸς Ὀχοζίου ἔτη μʹ. Οὗτος ἐφόνευσε Ζαχαρίαν, καὶ ἐποίησε τὸ εὐθὲς ἕως Ἰωδαὲ ὁ συνετὸς ἔζη, καὶ ἐφώ‐
τισεν αὐτόν. Τοῦτον ἀπέκτειναν οἱ δοῦλοι αὐτοῦ ἐν

28

.

324

οἴκῳ Μαελώθ. Ἐπὶ τούτου ἐπροφήτευεν Ἀζαρίας [Ζαχαρίας] υἱὸς Ἰωδαέ. Ἀμεσίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησεν ἐν ἀρχῇ τὸ εὐθὲς, ἀλλ’ οὐχ ὡς Δαβίδ· ἔτι γὰρ ὁ λαὸς ἐθυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ
5τὰ ἄλση οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται· ἀλλ’ οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι, Ἀμεσίας, πατάξας τοὺς ἐν Σηεὶρ, ἐπήρθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηεὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἀζαρίας,
10αὐτός ἐστιν Ὀζίας, ἔτη νβʹ· καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ Πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν. Εὐοδούμενος δὲ ἐπήρθη, καὶ ἠθέλησεν ἑαυτῷ θυμιάσαι ἐν τῷ ναῷ, ὅπερ μόνοις τοῖς ἱερεῦσιν ἔξεστι. Διὸ καὶ ἐλεπρώθη, ἀκούσας· «Οὐ σοὶ, Ὀζία,
15θυμιάσαι τῷ Κυρίῳ, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις.» Ἐπὶ τούτου προεφή‐ τευσεν Ἡσαΐας. Ἰωάθαμ υἱὸς αὐτοῦ ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρε. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἀχὰζ, υἱὸς
20αὐτοῦ, ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας καὶ Ὠδὴδ προφῆται. Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ· καὶ ἐποίησε τὸ εὐθὲς, ὡς Δαβὶδ τελείως. Οὗτος καθεῖλε τὸν ὄφιν τὸν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Καὶ ἐπὶ τούτου ἦν Ἡσαΐας. Ἐπὶ
25τούτου Σεναχηρεὶμ καὶ Ῥαψάκης, οἱ Ἀσσύριοι, βλασφημοῦντες, ἐπατάχθησαν μὲν αὐτοὶ μετὰ ταῦτα, ἐν μιᾷ δὲ νυκτὶ χιλιάδες ρπεʹ. Ἐξελθὼν ἄγγελος ἀνεῖλε. Νοσήσας δὲ Ἐζεκίας, καὶ μέλλων ἀπο‐ θνήσκειν, ἔλαβε προσθήκην ἔτη ιεʹ. Μανασσῆς υἱὸς
30αὐτοῦ ἔτη νεʹ· καὶ ἐποίησε τὸ πονηρόν. Οἷα γὰρ κατ‐ έσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνήγειρε· καὶ γέ‐ γονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδα, ὥστε καὶ δι’ αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμάρειαν. Καὶ γὰρ ἐπ’ αὐτοῦ ἐλέχθη· «Ὃς ἐξήμαρτε τὸν Ἰούδαν·» διὸ
35καὶ αἰχμάλωτος ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ’ ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν ταῖς Παραλιπομέναις γέγραπται, μετανοήσαντα αὐτὸν ἐπέστρεψεν ὁ Θεὸς εἰς τὴν Ἱε‐ ρουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας· με‐ τανοῶν τε καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ
40ἐτελεύτησεν. Οὐκ ἐτάφη δὲ ἐν πόλει Δαβίδ· ἀλλ’ ἐν τῷ κήπῳ αὐτοῦ, ἐν κήπῳ Ὀζᾶ. Ἀμὼς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρὸν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσῆς· καὶ ἀνεῖλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ Ὀζᾶ, ἔνθα καὶ ὁ πα‐
45τὴρ αὐτοῦ. Ἰωσίας υἱὸς αὐτοῦ ἔτη λαʹ. Τοῦτον ὁ λαὸς ἤγειρε βασιλέα, ἐτῶν ὄντα ὀκτώ· καὶ ἐποίησε τὸ εὐ‐ θὲς ἐν πάσῃ ὁδῷ Δαβὶδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴ‐ δωλα πάντα καθεῖλε, γενόμενος ἐτῶν ιϛ· τόν τε νό‐

28

.

324

(50)

μον ζητήσας, καὶ εὑρὼν ἀμεληθέντα, ἀναγνωσθῆναι πεποίηκε. Καὶ τὸ Πάσχα ἐκήρυξε, καὶ ἐποίησεν αὐτὸ, ὡς γέγραπται. Τοῦτον δὲ ἀνεῖλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου, φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ
55Ὠλδὰ ἡ προφῆτις, γυνὴ Σελλῆ. Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας τρεῖς· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ μετέστη‐
σεν αὐτὸν Φαραὼ Νεχαώ. Καὶ ἐπὶ τούτου ἦν Ἱερε‐

28

.

325

μίας. Ἐλιακεὶμ ἕτερος υἱὸς Ἰωσίου, ὃς καὶ μετωνο‐ μάσθη Ἰωακεὶμ, ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς αὐτοῦ μῆνας γʹ· καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Μαν‐
5θανὰν υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσωρ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβα‐ σίλευσεν ἔτη ιαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἱερεμίας. Ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα ἐκράτει, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σα‐
10μαρείας· καὶ γὰρ καὶ ἡ πόλις ἑάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν.
17 Ὁμοῦ οἱ γεγονότες βασιλεῖς Ἱερουσαλὴμ ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας εἴ‐ κοσι καὶ εἷς, ἄνευ δηλονότι τῆς Γοθολίας, βασιλευσά‐
20σης καὶ αὐτῆς, ὡς εἴρηται, μετὰ τελευτὴν τοῦ υἱοῦ αὐτῆς Ὀχοζίου ἔτη ἑπτά.
22tΒασιλεῖς Ἰσραήλ.
23 Ἑξῆς δὲ ῥητέον καὶ περὶ τῶν ἐν Σαμαρείᾳ γε‐ νομένων βασιλέων τοῦ Ἰσραήλ· πῶς τε ἐκαλεῖτο
25ἕκαστος τούτων, καὶ πόσα ἐβασίλευσεν ἔτη, καὶ ὅπως ἐβίωσεν. Πρῶτος Ἱεροβοὰμ υἱὸς Ναβὰθ ἐβασίλευσεν ἐν Σα‐ μαρείᾳ, σχισθείσης τῆς βασιλείας, ἀνελθὼν ἀπ’ Αἰγύπτου. Καὶ ἐποίησε τὸ πονηρὸν ὡς οὐδεὶς ἕτε‐
30ρος. Φοβούμενος γὰρ μὴ καταλυθῇ, ἐποίησε δαμάλεις χρυσᾶς δύο, καὶ ἠπάτησε τὸν λαὸν λέγων· «Οὗτοι οἱ θεοί εἰσιν οἱ ἀναγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου.» Ἐπλά‐ σατο δὲ καὶ ἱερέας αὐταῖς, καὶ οὕτως αὐτὸς ἐξήμαρτε τὸν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ’ αὐτὸν κατ‐
35ηκολούθησαν. Ἐβασίλευσε δὲ ἔτη κδʹ. Ἐπὶ τοῦτον ἦν προφήτης Ἀχιᾶ ὁ Σηλωνίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ’ αὐτοῦ. Ναβὰθ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Βαασᾶ ἄλ‐
40λου γένους ἔτη κδʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἠλὰ υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρῆ ἑτέ‐ ρου γένους ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ· καὶ ἐποίησε τὸ πονηρὸν πλέον
45τῶν ἄλλων. Ἐπὶ τούτου προφῆται ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος, καὶ Μιχαίας, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδὲρ, καὶ ὁ πατάξας αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ’ ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὀχοζίας

28

.

325

(50)

υἱὸς αὐτοῦ ἔτη βʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Αὐτοῦ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι Κυρίου. Ἰωαρὰμ, υἱὸς ἕτερος Ἀχαὰβ, ἔτη ιβʹ· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐκ ἔτι τοῦ γένους αὐτοῦ
55ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἐπὶ τούτου ἀνελήφθη·

28

.

328

ὁ δὲ Ἐλισσαῖος διέμεινεν ἕως Ἱεροβοὰμ, υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραήλ. Ἦσαν δὲ ἐπὶ τούτοις καὶ υἱοὶ τῶν προφητῶν. Ἰοῦ ἑτέρου γένους, υἱὸς Ναμεσσῆ, ἔτη κηʹ. Οὗτος ἀνεῖλε τὸ γένος Ἀχαὰβ, καὶ τοὺς προφή‐
5τας τοῦ Βάαλ ἐν πτερνισμῷ, καὶ τὴν στήλην αὐτοῦ συνέτριψε. Καὶ ἐν τούτῳ ποιήσας τὸ εὐθὲς, ἔσχεν ἐπαγγελίαν, ὅτι, Υἱοὶ τέταρτοι καθίσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ. Πλὴν οὐκ ἐφύλαξεν ἐν ὅλῃ καρδίᾳ τὸν νόμον· οὐκ ἀπέστη γὰρ τῶν ἁμαρτιῶν Ἱεροβοὰμ
10διὰ τὰς δαμάλεις.
13 Ἰοάχαζ υἱὸς αὐτοῦ ἔτη ιζʹ· καὶ ἐποίησε τὸ πονη‐ ρόν. Ἰωᾶς υἱὸς αὐτοῦ ἔτη ιϛʹ· καὶ ἐποίησε τὸ πονη‐
15ρόν. Καὶ ἐπολέμει τὴν Ἱερουσαλὴμ, καὶ ἔλαβε τὸ χρυσίον καὶ τὰ σκεύη. Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη μαʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ζαχαρίας υἱὸς αὐτοῦ μῆνας ἓξ, καὶ ἐποίησε τὸ πονηρόν. Ἕως τούτου τὸ γένος Ἰοῦ γεγόνασιν υἱοὶ τέταρτοι. Σελλοὺμ ἑτέρου γένους
20υἱὸς Ἰαβὶς ἡμέρας λʹ· καὶ ἐποίησε τὸ πονηρόν. Μαναὴμ ἄλλου γένους υἱὸς Γαδδὴ, ἔτη κʹ· καὶ ἐποίησε τὸ πονηρόν. Φακείας υἱὸς αὐτοῦ, ἔτη ιʹ· καὶ ἐποίησε τὸ πονηρόν. Ἐπὶ τούτου Ἡσαΐας καὶ Ὠσηὲ ἦσαν προφητεύοντες. Φακεὲ ἄλλου γένους, υἱὸς Ῥομελίου,
25ἔτη κʹ. Οὗτος ἔσφαξε τὸν Φακείαν, καὶ ἐποίησε τὸ πονηρὸν, καὶ ἐπὶ τούτου ἦσαν Ἡσαΐας καὶ Ὠσηὲ οἱ προφῆται. Ὠσηὲ ἑτέρου γένους, υἱὸς Ἠλᾶ, ἔτη θʹ. Οὗτος ἔσφαξε τὸν Φακεὲ, καὶ ἐποίησε τὸ πονηρὸν, πλὴν οὐχ ὡς οἱ πρὸ αὐτοῦ.
32 Ἕως τούτου τοῦ Ὠσηὲ κατέληξε καὶ ἡ βασιλεία Σαμαρείας. Ἔκτοτε γὰρ πέπαυται, καὶ ἀπώλετο Σα‐ μαρεία, καὶ λοιπὸν Ἀσσύριοι κατῴκησαν ἐν αὐτῇ, ἐξ
35ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται γεγόνασι, καλούμενοι καὶ Σαδδουκαῖοι [l. Χουθαῖοι]. Συνάγονται οὖν οἱ χρόνοι τῶν μὲν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τοῦ Σεδε‐ κία, καὶ αὐτοῦ, τὰ πάντα ἔτη υʹ, βασιλεῖς τε οἱ
40πάντες καʹ δίχα τῆς Γοθολίας, καὶ γένους ἅπαντες ἑνὸς τοῦ Δαβὶδ, παῖς παρὰ πατρὸς κατὰ διαδοχὴν, ἐξ ἀρχῆς ἄχρι τέλους τὴν βασιλείαν κληρούμενοι. Ἐκ τούτων δὲ πάλιν οἱ μὲν ποιήσαντες τὸ εὐθὲς εἰσὶν θʹ, οἱ δὲ ποιήσαντες τὸ πονηρὸν ιβʹ χωρὶς τῆς
45Γοθολίας. Τῶν δὲ ἐν Σαμαρείᾳ πάλιν βασιλευσάντων ἀπὸ Ἱεροβοὰμ καὶ μέχρι Ὠσηὲ τὰ πάντα ἔτη σξʹ· καὶ βασιλεῖς μὲν οἱ πάντες ιηʹ, ἐκ διαφόρων δὲ γενῶν. Καὶ τούτων ὀκτὼ ἐπὶ τὸ ἄρχειν ἀναβεβηκότες·

28

.

328

(50)

καὶ πάντες ἐποίησαν τὸ πονηρὸν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ.
52tΒιβλίον ιαʹ, Παραλιπόμεναι αʹ καὶ βʹ.
53 Οὕτω καλεῖται τὰ βιβλία ταῦτα, ἐπειδὴ παρα‐ λειφθέντα πολλὰ ἐν ταῖς Βασιλείαις περιέχεται ἐν τού‐
55τοις. Ἔστι δὲ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ γενεαλογία πασῶν τῶν φυλῶν ἀπὸ Ἀδὰμ ἕως τῶν βασιλέων κατὰ φυλὰς, καὶ κατὰ δήμους, καὶ κατὰ πατριὰς, καὶ κατ’ οἶκον· ἐν δὲ τῷ δευτέρῳ διαλαμβάνονται
πράξεις τῶν βασιλέων.

28

.

329

Εἴρηται μὲν οὖν ἐν τοῖς ἔμπροσθεν, ὅτι οἱ συγ‐ γραψάμενοι τάς τε πράξεις καὶ τοὺς χρόνους τῶν βασιλέων εἰσὶν οἱ κατὰ καιροὺς ὄντες προφῆται· ὑπὲρ δὲ τοῦ γιγνώσκειν ἐν μέρει αὐτοὺς, ἐσημειωσάμεθα
5ταῦτα ἐκ τῶν Παραλιπομένων· τὰ περὶ τοῦ Δαβὶδ ἔγραψε Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γὰδ, οἱ προφῆται· τὰ περὶ Σολομῶντος, Ναθὰν καὶ Ἀχιᾶ, οἱ προφῆται· τὰ περὶ Ἱεροβοὰμ, Σαμαίας καὶ Ἀδδὼ, οἱ προφῆται· τὰ περὶ Ἀβιᾶ, Ἀδδὼ ὁ προφήτης· τὰ περὶ Ἀσᾶ ἐν
10τῷ βιβλίῳ Λόγων περὶ τῶν Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφὰτ, Ἰηοῦ ὁ προφήτης, ὁ τοῦ Ἀναμῆ, ὃς κατ‐ έγραψε βιβλίον Λόγων Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωᾶς ἐπὶ τὴν γραφὴν τῶν Βασιλειῶν· τὰ περὶ Ἀμε‐ σία ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ
15Ὀζίου, Ἰεσσίας ὁ προφήτης· τὰ περὶ Ἰωάθαμ ἐπὶ βιβλίον τῶν Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἀχὰζ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἐζε‐ κίου, Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης· τὰ περὶ Μα‐ νασσῆ ἐπὶ Λόγον τῶν ὁρώντων· τὰ περὶ Ἰωσίου ἐπὶ
20βιβλίον Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωακεὶμ ἐπὶ βι‐ βλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ.
22tΒιβλίον ιβʹ, Ἔσδρας αʹ καὶ βʹ.
23 Ταῦτα τὰ δύο βιβλία παρ’ αὐτοῦ ἐκείνου συν‐ εγράφησαν, οὗ καὶ τὴν ἐπιγραφὴν ἐπιφέρονται.
25Οὗτος γὰρ Ἔσδρας, ἱερεὺς ὢν καὶ ἀναγνώστης, ἐξ‐ ηγεῖται τὴν ἐπάνοδον τῶν υἱῶν Ἰσραὴλ, τὴν ἀπὸ Περ‐ σίδος εἰς τὴν Ἱερουσαλὴμ γενομένην. Καὶ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ διαλαμβάνει, ὅπως γέγονε τὰ τῆς ἐπανόδου ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ, καὶ Ἔσδρα,
30καὶ Ζοροβάβελ, καὶ Νεεμία εὐνούχου Ἰουδαίου. Ἡ δὲ πρόφασις τῆς ἐπανόδου αὕτη· Τρεῖς στρατιῶται φυλάσσοντες τὸν βασιλέα, ὧν εἷς ἦν ὁ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι, τεθείσης ἐπαγγελίας αἰτῆσαι τὸν νικῶντα, ὅπερ ἂν ἐθελήσῃ παρὰ τοῦ βασιλέως.
35Τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον, τοῦ δὲ ἑτέρου εἰρηκότος νικᾷν τὸν βασιλέα, ὁ Ζοροβάβελ διετείνατο νικᾷν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. Καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν αὐτὸς ἀφε‐
40θῆναι τὴν αἰχμαλωσίαν, καὶ οἰκοδομηθῆναι τὴν Ἱε‐ ρουσαλήμ. Καὶ γέγονεν ὡς ἠξίωσε· καὶ ἀφείθη ἡ αἰχμαλωσία. Τότε γὰρ ἐπληρώθη καὶ τὰ ἑξήκοντα ἔτη τῆς ὀργῆς. Εἰσὶ δὲ οἱ ἀναβάντες ἀπὸ τῆς αἰχμα‐ λωσίας ἀπὸ Ἰούδα καὶ Βενιαμὶν, καὶ οἱ Λευῗται πάν‐
45τες ὁμοῦ τὸν ἀριθμὸν μυριάδες τέσσαρες καὶ δισχί‐ λιοι καὶ τριακόσιοι καὶ ἑξήκοντα· παῖδες δὲ αὐτῶν καὶ παιδίσκαι, ζτλδʹ· οἱ ᾄδοντες σμεʹ· κάμηλοι υλεʹ· ὄνοι ϛψκʹ. Καὶ οἱ μὲν οἰκοδομοῦντες ἦσαν Ζοροβάβελ, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ Νεεμίας· ὁ δὲ Ἔσδρας,

28

.

329

(50)

εὐφυὴς ὢν ἐν τῷ νόμῳ, αὐτὸς προεκόμισε τὸν νόμον καὶ ἀνέγνω, καὶ διετύπωσε πάντα τὰ κατὰ τὸ ἱερὸν, καὶ τοὺς Λευΐτας αὐτὸς ἔδειξεν ἐκ τοῦ νόμου, καὶ ἐποίησεν ἐκβληθῆναι τὰς ἀλλογενεῖς γυναῖκας ἀπὸ τῶν λαβόντων αὐτὰς ἐν καιρῷ τῆς αἰχμαλωσίας.
55Ἐξέβαλον γὰρ πάντες καὶ ἐκαθαρίσθησαν, καὶ ἐποίησαν τὸ Πάσχα νομίμως, ὡς γέγραπται, καὶ τὴν
νηστείαν.

28

.

332

Ἐν δὲ τῷ δευτέρῳ λόγῳ τὰ αὐτὰ μὲν πάλιν λέγει περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβλημάτων· τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου, ὅτι καὶ αὐ‐ τὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ, καὶ ὅτι ὁ
5μὲν Ἔσδρας ἀνεγίνωσκεν· Ἰησοῦς δὲ καὶ Βαναίας καὶ Ἀβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστελλεν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκεν ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ Πάσχα. Καὶ τῷ ἑβδόμῳ μηνὶ ἐποίησαν τὴν νηστείαν,
10καὶ τὴν Σκηνοπηγίαν, ὡς γέγραπται· «Ὅτι,» φησὶν, «οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ.» Ἔσδρας δὲ, ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀσωτίους τοῖς Ἑβραίοις, πενθήσας καὶ κλαύσας, ἐποίησε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον
15τοῦ Θεοῦ· καὶ ἐξέβαλε τὰς γυναῖκας ὡς παράνομον γάμον· καὶ ὤμοσαν πάντες φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες, ηὐφράνθησαν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ. Ἱστορεῖ‐ ται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι, ἀπολομένων
20τῶν βιβλίων ἐξ ἀμελείας τῶν λαῶν, καὶ διὰ τὴν πο‐ λυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα καθ’ ἑαυτὸν, καὶ λοιπὸν προήνεγκε, καὶ πᾶσιν ἐκδέδωκε, καὶ οὕτως διασώζεται τὰ βιβλία.
25tΒιβλίον ιγʹ, Ψαλτήριον Δαβίδ.
26 Εἰ καὶ τοῦ Δαβὶδ ἐπιγραφὴν ἔχει μόνου τοῦτο τὸ βιβλίον τῶν Ψαλμῶν, ἀλλὰ πολλῶν καὶ ἄλλων εἰ‐ σὶν ἐν τούτῳ ψαλμοὶ, τοῦ τε Ἀσὰφ δηλονότι, καὶ τῶν Ἰδιθοὺμ, καὶ τῶν υἱῶν Κορὲ, καὶ Ἀγγαίου, καὶ Ζα‐
30χαρίου, καὶ Αἰμὰν τοῦ Ἰσραηλίτου. Εἰσὶ δὲ καὶ κοι‐ νῶς παρὰ πάντων ὁμοῦ εἰρημένοι τινὲς, ὅσοι δηλαδὴ ἔχουσι τὸ «Ἀλληλούϊα.» Ὁ γοῦν Ἔσδρας, συναγαγὼν τούτους πάντας τοὺς παρ’ ἑκάστου εἰρημένους ψαλ‐ μοὺς, εἰς μίαν συνέθηκε βίβλον· καὶ ὡς μὲν κοινῶν
35ὄντων πάντων τῶν ἐν αὐτῇ περιεχομένων, βίβλος κα‐ λεῖται Ψαλμῶν· ἐπιγράφεται δὲ μόνον τὸν Δαβὶδ, ἐπειδὴ αὐτὸς πρῶτος λαβὼν τὸ πνεῦμα τοῦ ψάλλειν παρὰ τοῦ Θεοῦ, πρῶτός τε συνέθηκε καὶ ἔγραψε ψαλ‐ μούς· τούς τε προλεχθέντας λοιποὺς ψαλτῳδοὺς, αὐ‐
40τὸς ἀπὸ τῶν ἱερέων ἐκλεξάμενος διετύπωσε, καὶ τήν τε στάσιν αὐτοῖς τῶν τόπων, καὶ τὴν τάξιν τῆς μελῳ‐ δίας, καὶ τὸν καιρὸν τὸν πρωϊνὸν, καὶ τὸν ἑσπερινὸν ὥρισε καὶ διέταξεν· ὥστε τοὺς μὲν ἀνοιγομένου τοῦ ἱεροῦ, τοὺς δὲ κλειομένου, καὶ τοὺς μὲν ἐκ δεξιῶν,
45τοὺς δὲ ἐξ ἀριστερῶν ἱστάναι· καὶ οὕτως, τοὺς μὲν ψάλλειν, καὶ αἰνεῖν, καὶ ᾄδειν, καὶ ὑμνεῖν τὸν Θεόν· τοὺς δὲ ἀνακρούειν ἐξομολόγησιν καὶ αἶνον· καὶ τοὺς μὲν ἀποφθέγγεσθαι ἐν κινύραις καὶ νάβλαις, καὶ ἐν κυμβάλοις· τοὺς δὲ εἰς τὸ ὑψῶσαι ἐν σάλπιγξιν. Οἱ

28

.

332

(50)

μὲν οὖν ἱερεῖς, οἱ ἀναφέροντες τὴν κιβωτὸν ἐπὶ τοῦ Δαβὶδ, ἦσαν χίλιοι καὶ δύο, οὕτως· υἱῶν Καὰθ Οὐ‐ ριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριʹ· υἱῶν Μερα‐ ρεῖ Ἀσὲ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σνʹ· υἱῶν Γεδεὼν Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ρνʹ· τῶν
55υἱῶν Ἐλισάφατ Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐ‐ τοῦ, σʹ· τῶν υἱῶν Χεβρὼν Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελ‐ φοὶ αὐτοῦ πʹ· τῶν υἱῶν Ἐζιὴλ, Ἀμιναδὰμ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριβʹ· οἱ δὲ ψαλτῳδοὶ ἐξ αὐτῶν ἦσαν ἐκλεχθέντες οἱ προειρημένοι, καὶ ἦσαν οὕτω
60τυπωθέντες· ὁ μὲν Ἀσὰφ καὶ Αἰθὰμ υἱοὶ Κορὲ ἐν

28

.

333

κυμβάλοις χαλκοῖς ἀναφωνοῦντες εἰς τὸ ἀκουσθῆναι πᾶσι· Ζαχαρίας δὲ καὶ Ὀζιὴλ Σαμειραμωθὶθ, Ἠλωνὶ, Ἐλιὰβ, Μασαίας, Βαναίας, οἱ τοῦ Ἰδιθοὺμ, ἐν νά‐ βλαις καὶ ψαλτηρίῳ· ὁ δὲ Ματθαίας, καὶ Ἐμφαναίας,
5καὶ Μακαία, καὶ Ἀβδεδὼμ, καὶ Ἠεὶλ, καὶ Ὀζίας ὁ τοῦ Αἰμὰν, ἐν κινύραις καὶ κιθάραις· καὶ Μασσὲ δὲ, καὶ Ἀγγαῖος, καὶ Ζαχαρίας, καὶ Βανὲ, καὶ Ἐλιέζερ, οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σάλπιγξι· καὶ λοιποὺς, οὓς ἔγραψαν καὶ οὗτοι, ψαλμοὺς, τῷ Πνεύματι τῷ
10ἁγίῳ κινούμενοι, καὶ τούτους ὁ Ἔσδρας λαβὼν, τοῖς τοῦ Δαβὶδ ψαλμοῖς συνηρίθμησε, καὶ πάντων ἅμα συνθεὶς, μίαν ταύτην βίβλον Ψαλμῶν ἐποίησεν, ὡς προείρηται. Διαιρετέον οὖν οὕτω περὶ τούτων σαφῶς. Ἴδιοι μὲν γάρ εἰσιν αὐτοῦ τοῦ Δαβὶδ, ὅσοι καὶ τὴν
15ἐπιγραφὴν οὕτως ἔχουσι, «Τοῦ Δαβὶδ,» οἵτινες ὑπάρ‐ χουσιν οὗτοι· κεʹ, κϛʹ, κζʹ, λϛʹ, ρναʹ. Οἱ δὲ παρὰ τῶν ἄλλων μὲν συντεθέντες, ἀνατεθέντες δὲ αὐτῷ τῷ Δα‐ βὶδ, εἰσὶ πάλιν ὅσοι καὶ τὴν ἐπιγραφὴν ὁμοίως ἔχουσι, «τῷ Δαβὶδ,» οἵτινες, ὑπάρχουσιν οἵδε· γʹ, δʹ, εʹ, ϛʹ,
20ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λζʹ, λθʹ, μʹ, μαʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξβʹ, ξγʹ, ξδʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, πεʹ, ϟʹ, ϟβʹ, ϟγʹ, ϟδʹ, ϟεʹ, ϟϛʹ, ϟζʹ, ϟηʹ, ρʹ, ρβʹ, ργʹ, ρζʹ, ρηʹ,
25ρθʹ, ρλϛʹ, ρλζʹ, ρληʹ, ρλθʹ, ρμʹ, ρμγʹ, ρμδʹ. Πάλιν δὲ τούτων τῶν ἐχόντων ἐπιγραφὴν, «Τῷ Δαβὶδ,» οἱ μὲν εἰσὶν ἐπιγραφόμενοι καὶ, «Εἰς τέλος,» οἱ δὲ μό‐ νον, «Ψαλμός.» Καὶ οἱ μὲν ἔχοντες ἐπιγραφὴν, «Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ,» εἰσὶν οὗτοι· δʹ, εʹ,
30ϛʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κθʹ, λʹ, λθʹ, μʹ, νʹ, ξδʹ, ξζʹ, ρηʹ, ρληʹ, ρλθʹ. Οἱ ἔχοντες ἐπιγραφὴν μόνον, «Τῷ Δαβὶδ,» χωρὶς τοῦ, «Εἰς τέλος,» εἰσὶν οὗτοι· γʹ, ζʹ, ιδʹ, κβʹ, κδʹ, κηʹ, λζʹ, μβʹ, ξβʹ, ϟγʹ, ϟζʹ, ϟηʹ, ρζʹ, ρμʹ, ρμβʹ. πάλιν δὲ τούτων τῶν ἐχόντων
35ἐπιγραφὴν, «Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ,» ὑπο‐ διαίρεσις αὕτη· οἱ μὲν γὰρ ἐπιγράφουσι· «Ψαλμὸς ᾠδῆς,» δʹ, ξδʹ· οἱ δὲ, «Ψαλμὸς» μόνον, εʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, λʹ, λθʹ, μʹ, νʹ, ξγʹ, ρηʹ, ρληʹ, ρλθʹ· ὁ δὲ ἐπιγέγραπται «Ἐν ὕμνοις,» ψαλ‐
40μός ϛʹ· οἱ δὲ «Ψαλμοὶ ᾠδῆς,» κθʹ, ξγʹ. Καὶ ἄλλοι δὲ ἐπιγραφὴν μὲν ἔχουσιν, «Εἰς τὸ τέλος τῷ Δαβὶδ,» οὔτε δὲ Ψαλμὸς, ἀλλὰ διάφορόν τινα ἐπιγραφὴν ἔχουσι, καί εἰσιν οὗτοι, ιζʹ, λεʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξηʹ, ξθʹ. Τούτων οὖν τῶν ἐχόν‐
45των διάφορον τὴν ἐπιγραφὴν ὁ μὲν ἔχει, «Λόγοι ᾠδῆς,» ιζʹ· οἱ δὲ μόνον, «Τῷ Δαβὶδ,» λεʹ, ξηʹ, ξθʹ· οἱ δὲ, «Συνέσεως,» ναʹ, νβʹ· οἱ δὲ, «Ἐν ὕμνοις συνέσεως,» νγʹ, νδʹ· οἱ δὲ, «Εἰς στηλογραφίαν,» νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ· ὁ δὲ, «Ἐν ὕμνοις,» ξʹ· τῶν

28

.

333

(50)

δὲ ἐχόντων ἐπιγραφὴν, «Ψαλμὸς τῷ Δαβὶδ,» χωρὶς τοῦ, «Εἰς τὸ τέλος,» ἐστὶν ᾠδὴ ψαλμοῦ μόνος ρζʹ. Οἱ δὲ μὴ, «Εἰς τέλος,» ἔχοντες, μήτε, «Ψαλμὸς,» ἀλλ’ ἁπλῶς, «Τῷ Δαβὶδ,» εἰσὶν οὗτοι, ιεʹ, ιϛʹ, λαʹ, λβʹ, οʹ, πεʹ, ϟʹ, ϟβʹ, ϟδʹ, ϟεʹ, ϟϛʹ, ρʹ, ρβʹ, ργʹ, ρλϛʹ,
55ρλζʹ, ρμαʹ, ρμγʹ, ρμδʹ. Καὶ τούτων πάλιν ὁ μὲν ἔστι, «ᾨδὴ,» ϟεʹ· ὁ δὲ «Στηλογραφία,» ιεʹ· οἱ δὲ,
«Προσευχὴ,» ιϛʹ, πβʹ· οἱ δὲ, «Συνέσεως,» λαʹ,

28

.

336

ρʹ, ρμαʹ· ὁ δὲ, «Τῶν υἱῶν Ἀμιναδὰμ,» οʹ· οἱ δὲ, «Αἶνος ᾠδῆς,» ϟʹ, ϟβʹ, ϟδʹ· ὁ δὲ, «Αἰνέσεως,» ρμδʹ. Πάλιν οἱ μήτε «Τῷ Δαβὶδ» ἐπιγράφοντες, ἀλλὰ ἄλλοις ἀναφερόμενοι, εἰσὶν οὗτοι, ληʹ, μαʹ, μγʹ,
5μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, οβʹ, ογʹ, οδʹ, οεʹ, οϛʹ, οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ, πγʹ, πδʹ, πϛʹ, πζʹ, ϟαʹ, ϟθʹ, ρδʹ, ρεʹ, ρϛʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριϛʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Καὶ τού‐ των, οἱ μὲν ἐπιγράφονται, «Τῷ Ἀσάφ·» οἱ δὲ, «Τοῖς
10υἱοῖς Κορέ, Ἀσὰφ καὶ Αἰθάμ·» οἱ δὲ, «Τῷ Ἰδι‐ θούμ·» οἱ δὲ, «Ἀγγαίου καὶ Ζαχαρίου·» οἱ δὲ, «Ἀλληλούϊα.» Οἱ μὲν οὖν τοῦ Ἀσάφ εἰσιν οὗ‐ τοι· οβʹ, ογʹ, οδʹ, οεʹ, οϛʹ, οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ. Καὶ τούτων οἱ μὲν ἔχοντες ἐπιγραφὴν, «Εἰς τὸ
15τέλος, ψαλμὸς τῷ Ἀσὰφ,» εἰσὶν οὗτοι, οδʹ, οεʹ, οϛʹ, οθʹ, πʹ· οἱ δὲ μόνον, «Ψαλμὸς τῷ Ἀσὰφ,» οὗτοι· οβʹ, οηʹ, παʹ· ὁ δὲ, «Ἐν ὕμνοις,» οεʹ· οἱ δὲ, «ᾨδὴ Ψαλμοῦ τῷ Ἀσὰφ,» οθʹ, πβʹ· οἱ δὲ, «Συν‐ έσεως,» ογʹ, οζʹ· ὁ δὲ, «Ὑπὲρ τῶν ληνῶν,» πʹ· ὁ δὲ,
20«Ὑπὲρ τῶν ἀλλοιωθησομένων,» οθʹ· ὁ δὲ, «Ψαλμὸς ᾠδῆς,» οδʹ· οἱ δὲ ἔχοντες ἐπιγραφὴν, «Ἀλληλούϊα,» εἰσὶν οὗτοι· ρδʹ, ρεʹ, ρϛʹ, ριʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριϛʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Ἐκ τούτων εἰσὶν, «Ἀγγαίου καὶ
25Ζαχαρίου» ρμεʹ, ρμζʹ, ρμηʹ. Οἱ δὲ ἐπιγραφὴν ἔχον‐ τες, «Τοῖς υἱοῖς Κορὲ,» εἰσὶν οὗτοι· μαʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μζʹ, μηʹ, πγʹ, πδʹ, πϛʹ, πζʹ. Καὶ τούτων πά‐ λιν οἱ μὲν ἔχοντες, «Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ,» εἰσὶν οὗτοι· μαʹ, μγʹ, μδʹ, μηʹ, πγʹ, πδʹ· οἱ δὲ, «Εἰς
30τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ,» μεʹ, μϛʹ· οἱ δὲ, «Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ,» μζʹ, πϛʹ, πζʹ ὁ δὲ, «Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ,» πηʹ· οἱ δὲ, «Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ ᾠδὴ,» ληʹ, ξαʹ. Οἱ δὲ, «Τῶν ἀναβαθμῶν,» πάντες εἰσὶν ᾠδαὶ, καί εἰσιν οὗ‐
35τοι· ριθʹ, ρκʹ, ρκαʹ, ρκβʹ, ρκγʹ, ρκδʹ, ρκεʹ, ρκϛʹ, ρκζʹ, ρκηʹ, ρκθʹ, ρλʹ, ρλαʹ, ρλβʹ, ρλγʹ. Καὶ τούτων ὁ μέν ἐστι, «Τῷ Σαλομὼν,» ρκϛʹ· οἱ δὲ, «Τῷ Δαβὶδ,» ρλʹ, ρλαʹ, ρλβʹ. Ἡ μὲν οὖν διαίρεσις τῶν ἐπιγραφῶν, τῶν οὐσῶν ἐπὶ τῶν ψαλμῶν, αὕτη. Κοινοὶ δὲ πάντως
40εἰσὶν ὁμοῦ ἐν τῇ βίβλῳ ταύτῃ «Ψαλμοὶ» μόνον, δʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κθʹ, λʹ, λθʹ, μʹ, νʹ, ξʹ, ξαʹ, ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, οβʹ, οηʹ, παʹ, ρηʹ, ρληʹ, ρλθʹ· «Ψαλμὸς ᾠδὴ,» δʹ, ξδʹ· «Ψαλμοὶ ᾠδῆς,» κθʹ, μζʹ, ξζʹ, πϛʹ, πζʹ· «ᾨδὴ» μόνον, ληʹ,
45οϛʹ, ϟεʹ, ριθʹ, ρκʹ, ρκαʹ, ρκβʹ, ρκγʹ, ρκδʹ, ρκεʹ, ρκϛʹ, ρκζʹ, ρκηʹ, ρκθʹ, ρλʹ, ρλαʹ, ρλβʹ, ρλγʹ· «ᾨδὴ Ψαλ‐ μοῦ,» ξεʹ, πβʹ· ρζʹ· «Λόγοι ᾠδῆς,» ιζʹ· «Αἶνος ᾠδῆς,» ϟʹ, ϟβʹ, ϟδʹ· «Αἴνεσις,» ρμδʹ· «Ἐν ὕμνοις,» ξʹ, οεʹ. «Ἐν ὕμνοις συνέσεως,» νγʹ, νδʹ· «Ἐν

28

.

336

(50)

ὕμνοις Ψαλμὸς,» ϛʹ, ξϛʹ· «Συνέσεως,» λαʹ, ναʹ, νβʹ, ογʹ, οζʹ, πηʹ, ρʹ, ρμαʹ· «Εἰς στηλογραφίαν,» ιεʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ· «Προσευχὴ,» ιϛʹ, πεʹ, πθʹ, ραʹ· «Προσευχὴ τῷ Μωϋσῇ ἀνθρώπῳ τοῦ Θεοῦ,» πθʹ· «Εἰς Σαλομῶνα,» οαʹ· ἀνώνυμοι,
55θʹ, ξεʹ, ξϛʹ, ϟαʹ, ϟθʹ, ραʹ· «Ἀλληλούϊα,» ρδʹ,

28

.

337

ρεʹ, ρϛʹ, ριʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριϛʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. «Τῷ Δαβὶδ,» ἁπλῶς, λβʹ, λδʹ, λεʹ, ϟϛʹ, ρβʹ, ργʹ, ρλϛʹ, ρλζʹ. Ὅσοι δὲ παρὰ τοῦ Δαβὶδ καὶ τῶν ἄλλων πάντων ἐλέ‐
5χθησαν, καὶ ἔχουσιν, «Εἰς τὸ τέλος,» εἰσὶν οὗτοι· δʹ, εʹ, ϛʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, λʹ, λεʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μγʹ, μδʹ, μεʹ, μϛʹ, μηʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξαʹ, ξγʹ, ξδʹ, ξεʹ, ξϛʹ, ξζʹ, ξηʹ, ξθʹ, οδʹ, οεʹ, οϛʹ, οθʹ, πʹ, πγʹ, πδʹ, ρηʹ,
10ρληʹ, ρλθʹ. Τοῦ Δαβὶδ μόνου ἰδίου αὐτοῦ, κεʹ, κϛʹ, κζʹ, λϛʹ, καὶ ρναʹ. Μετὰ δὲ τὴν διαίρεσιν πᾶσαν ταύτην, ἀναγκαῖον λοιπὸν καὶ τὰς ἐπιγραφὰς ἰδικῶς, τὰς ἐπί τινων ψαλμῶν κειμένας, εἰδέναι. Ὁ μὲν αʹ, καὶ βʹ, ἀνεπίγραφοί εἰσιν· ὁ δὲ τρίτος, «Ὁπότε ἀπεδί‐
15δρασκεν ἀπὸ προσώπου Ἀβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ ρμβʹ, Ὅτε ὁ υἱὸς αὐτὸν καταδιώκει· ὁ εʹ, Ὑπὲρ τῆς κληρονομούσης· ὁ ϛʹ, καὶ ιαʹ, Ὑπὲρ τῆς ὀγδόης· ὁ ζʹ, Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενῆ· οἱ ηʹ, πʹ, πγʹ, Ὑπὲρ τῶν ληνῶν· ὁ θʹ, Ὑπὲρ τῶν κρυφίων τοῦ
20υἱοῦ· ὁ μεʹ, Ὑπὲρ τῶν κρυφίων· ὁ ιεʹ, Εἰς στηλογρα‐ φίαν· οἱ ιϛʹ, πεʹ, Προσευχή· ὁ ιζʹ, Ὅτε ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ· ὁ καʹ, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ὁ κγʹ, Τῆς μιᾶς Σαββάτων· ὁ κϛʹ, Πρὸ τοῦ χρισθῆναι· ὁ κηʹ,
25Ἐξοδίου σκηνῆς· ὁ κθʹ, Τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· ὁ λʹ, Ἐκστάσεως· ὁ λαʹ, Συνέσεως· ὁ λγʹ, Ὁπότε ἠλ‐ λοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· ὁ λεʹ, Τῷ δούλῳ Κυρίου τῷ Δαβίδ· ὁ λζʹ, Εἰς ἀνάμνησιν περὶ Σαββάτου· ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων
30τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ᾨδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ· ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· ὁ οθʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων μαρτύριον ὑπὲρ τοῦ Ἀσσυρίου· ὁ νʹ, Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βερσαβεέ· ὁ ναʹ, Ἐν τῷ ἐλθεῖν
35Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, Ἦλθε Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμελέχ· ὁ νβʹ, Ὑπὲρ Μαελέθ· ὁ νγʹ, Ἐν τῷ ἐλθεῖν τοὺς Ζι‐ φαίους καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐ Δαβὶδ κέκρυπται παρ’ ἡμῖν; ὁ νεʹ, Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλό‐
40φυλοι ἐν Γέθ· ὁ νϛʹ, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ὁ νηʹ, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν· ὁ νθʹ, Ὁπότε ἐνεπύρισε τὴν Με‐ σοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ
45ἀπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε ἐν τῇ φάραγγι τῶν Ἁλῶν ιβʹ χιλιάδας· ὁ ξβʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας· ὁ ξεʹ, Ἀναστάσεως· ὁ ξθʹ, Εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον· ὁ οʹ, Τῶν υἱῶν Ἀδὰμ [Ἰωναδὰβ] τῶν πρώτων αἰχμαλωτι‐

28

.

337

(50)

σθέντων· ὁ οαʹ, Εἰς Σολομῶνα· ὁ οεʹ, Πρὸς τὸν Ἀσ‐ σύριον· ὁ πζʹ, Ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· ὁ ϟαʹ, Εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· ὁ κγʹ, Τῆς μιᾶς τῶν Σαββάτων· ὁ ϟβʹ, Εἰς τὴν ἡμέραν τοῦ προσαβ‐ βάτου, ὅτε κατῴκισται ἡ γῆ· ϟγʹ, Τετράδι Σαββάτων· ὁ ϟεʹ, Ὅτε οἶκος ᾠκοδομεῖτο πρὸς τὴν αἰχμα‐
55λωσίαν· ὁ ϟϛʹ, Ὅτε ἡ γῆ αὐτοῦ καθίστατο· ὁ ϟθʹ, Πρὸς ἐξομολόγησιν· ὁ ραʹ, Προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ, καὶ ἐνώπιον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ· ὁ ρμαʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσ‐ ευχή· ὁ ρμγʹ, Πρὸς τὸν Γολιάθ· ὁ ρναʹ, Ἰδιόγραφος οὗτος ὁ ψαλμὸς τοῦ Δαβὶδ, καὶ ἔξωθεν τοῦ ἀριθμοῦ, ὅτε ἐμονομάχησε τὸν Γολιάθ.»
Ἀναληπτέον καὶ περὶ τοῦ διαψάλματος, ἐν ποίοις

28

.

340

καὶ τοῦτο ψαλμοῖς εὑρίσκεται, καὶ ποσάκις ἐν ἑκάστῳ, ἐν τῷ βʹ, ἅπαξ ἔχει· ἐν τῷ γʹ, δὶς ἔχει· ἐν τῷ δʹ, δὶς ἔχει· ἐν τῷ ζʹ, ἅπαξ ἔχει· ἐν τῷ θʹ, ᾠδὴ διαψάλμα‐ τος· ἐν τῷ κγʹ, ἅπαξ ἔχει· ἐν τῷ λαʹ, δὶς ἔχει· ἐν
5τῷ λγʹ, ἅπαξ ἔχει· ἐν τῷ ληʹ, δὶς ἔχει· ἐν τῷ μγʹ, ἅπαξ ἔχει· ἐν τῷ μεʹ, δὶς ἔχει· ἐν τῷ μϛʹ, ἅπαξ ἔχει· ἐν τῷ μζʹ, ἅπαξ ἔχει· ἐν τῷ μηʹ, δὶς ἔχει· ἐν τῷ ναʹ, δὶς ἔχει· ἐν τῷ νγʹ, ἅπαξ ἔχει· ἐν τῷ νδʹ, δὶς ἔχει· ἐν τῷ νϛʹ, δὶς ἔχει· ἐν τῷ νηʹ, δὶς ἔχει·
10ἐν τῷ νθʹ, ἅπαξ ἔχει· ἐν τῷ ξʹ, ἅπαξ ἔχει· ἐν τῷ ξαʹ, δὶς ἔχει· ἐν τῷ ξεʹ, τρὶς ἔχει· ἐν τῷ ξϛʹ, δὶς ἔχει· ἐν τῷ ξζʹ, τετράκις ἔχει· ἐν τῷ οδʹ, ἅπαξ ἔχει· ἐν τῷ οεʹ, δὶς ἔχει· ἐν τῷ οϛʹ, τρὶς ἔχει· ἐν τῷ πʹ, ἅπαξ ἔχει· ἐν τῷ παʹ, ἅπαξ ἔχει· ἐν τῷ πβʹ, ἅπαξ ἔχει·
15ἐν τῷ πγʹ, ἅπαξ ἔχει· ἐν τῷ πδʹ, ἅπαξ ἔχει· ἐν τῷ πϛʹ, δὶς ἔχει· ἐν τῷ πηʹ, πεντάκις ἔχει· ἐν τῷ ϟγʹ, ἅπαξ ἔχει· ἐν τῷ ρλθʹ, τρὶς ἔχει· ἐν τῷ ρμβʹ, ἅπαξ ἔχει. Καθόλου δὲ ὅσοι ἔχουσιν ἐπιγραφὴν «Ἀλληλούϊα,» καὶ οἱ ἀναβαθμοὶ, οὐκ ἔχουσι διάψαλμα.
18tΒιβλίον ιδʹ, Παροιμίαι Σολομῶντος.
19Σαλομὼν υἱὸς Δαβὶδ, διαδεξάμενος τὴν βασι‐
20λείαν τοῦ πατρὸς, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ’ αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίει τε καὶ ἔλεγε, τρισχιλίας μὲν παραβολὰς
25καὶ πεντακισχιλίους ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ ὅλων τῶν ζώων. Συνέγραψε δὲ βιβλία, κανονιζόμενα μὲν τρία· ἤγουν τοῦτό τε τὸ καλούμενον Παροιμίαι, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ ᾎσμα τῶν ᾀσμάτων· καὶ ἕτε‐
30ρον δὲ ἐκτὸς τούτων, μὴ κανονιζόμενον, ὡς προεί‐ ρηται, ὅπερ ὀνομάζεται Σοφία Σολομῶντος. Παροι‐ μίας δὲ ἐπέγραψε τὸ παρὸν βιβλίον, ἐπειδὴ παροιμίαι εἰσὶ λόγοι σοφῶν, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγ‐
35γέλλουσι. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ Παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε, τοῦ Χριστοῦ πολλὰ εἰρηκότος πρότερον ἐν κεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· «Ἰδὲ νῦν παῤῥησίᾳ λαλεῖς,
40καὶ παροιμίαν οὐδὲ μίαν λέγεις·» ὡς τῶν παροι‐ μιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσι, διὰ τοῦτο Παροιμίας ἔγραψε τὸ βιβλίον. Ὠνο‐ μάσθη δὲ Παροιμία, ἐπειδὴ παρὰ τὰς ὁδοὺς ἐγρά‐
45φοντο οἱ τοιοῦτοι λόγοι πρὸς διόρθωσιν καὶ διδασκα‐ λίαν τῶν ἐν ταῖς ὁδοῖς διαπορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέ‐ ποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτως παι‐

28

.

340

(50)

δεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς
οὕτως· ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ

28

.

341

μεταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονή‐ σεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν
5ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παι‐ δείας· ἐπειδὴ καὶ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγ‐ γέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν δι‐
10δάσκει, ἵνα μὴ τῇ ὁμονοίᾳ τῆς σοφίας εἰς τὰ σοφί‐ σματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν τις ἐμπέσῃ. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ «φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν.» Αἱρετικοὶ δὲ, παιδεύεσθαι νομίζοντες, ἐξεστράφησαν, καὶ ἁμαρ‐
15τάνουσιν, ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ὁ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἐκλυθεὶς ἐπ’ αὐτῇ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος
20γενόμενος, ταχέως καὶ τὴν περὶ Θεοῦ γνῶσιν δέξεται. Ταύτην γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ δι‐ δασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον· οἱ δὲ καὶ εἰδώλοις αὐτὸν ὡμοίωσαν. Αἱρετικοὶ
25δὲ, καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ· «Δόξα Θεοῦ κρύπτει λό‐ γον.» Τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· «Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς·»
30καὶ πάλιν· «Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλ‐ λήλοις· ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος·» καὶ, «Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ὁ Κύριος ἀμφοτέρων·» καὶ, «Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀν‐
35δρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει.» Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· «Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρ’ αὐτῷ·» καὶ πάλιν· «Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας.» Τὸ δὲ δημιουργικὸν αὐτοῦ
40οὐχ ἁπλῶς, ἀλλ’ ὅτι διὰ τοῦ ἰδίου Λόγου καὶ σοφίας πάντα ποιεῖ· ὃ μάλιστα καὶ χαρακτηρίζει τὸν ἀλη‐ θινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι, λέγει γοῦν· «Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν·» καὶ πάλιν· «Κύριος ἐποίησε χώρας, καὶ ἀοικήτους, καὶ ἄκρα οἰ‐
45κούμενα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρα‐ νὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσ‐ έχαιρε, καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐ‐

28

.

341

(50)

τοῦ.» Στροφαὶ λόγων εἴρηνται· ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν· οἷά εἰσι· «Διεσώθη ἀπὸ τοῦ καύ‐ ματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος·» καὶ πάλιν· «Ἐπιμελοῦ τῶν ἐν
55τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε
χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·»

28

.

344

καὶ πάλιν· «Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι.» Καὶ τὰ ὅμοια τούτοις δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται· ἐπειδή τινες διαφόρως ἐξειλήφασι τὸ δίκαιον, τῶν μὲν
5λεγόντων, δίκαιόν ἐστι τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἅ
10με ἠδίκησε. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει, ὅτι τοῦτό ἐστι τὸ ἀληθῶς δίκαιον, ἀποδι‐ δόναι ἑκάστῳ τὸ ἴδιον. «Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης.» Ἔπειτα· «Τίμα βασι‐
15λέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον.» Καὶ οὗτος μὲν εἷς τύπος· δεύτερος δὲ δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα· ἀλλὰ τῷ μὲν λογικῷ· Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα δι‐
20δασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικόν· «Μὴ
25ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συν‐ αυλίζου. Ὅλον γὰρ τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος.» Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, καὶ τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται
30γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευ‐ θύνειν ἐστὶ προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· «Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. Διάκρινε δὲ πέ‐ νητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, Δίκαιός
35ἐστιν, ἐπικατάρατος λαοῖς, καὶ μισητὸς εἰς ἔθνη. Αἰ‐ δεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν.» Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέ‐ ρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρῖμα κατ‐ ευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ,
40ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· «Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι·» Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γι‐ νόμενος, κρῖμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκού‐
45σεται παρ’ ἑτέρου· «Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις;» ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν, φθά‐ νει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα δί‐ καιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται

28

.

344

(50)

λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· «Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν ποίᾳ παραβο‐ λῇ παραβάλωμαι αὐτήν;» ὡς τῶν κατὰ ὁμοίωσιν
55λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων· «Ὁ‐
μοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ,» ὕστερον ἐπέφερε·

28

.

345

«Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ.» Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· «Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν·» καὶ πάλιν· «Ὥσπερ
5ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ·» καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σο‐ φῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλὰ ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόστα‐ ξιν δὲ λεγόμενοι, ἀλλ’ ὡς παρ’ αὐτῶν γνωσθέντες,
10καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι. Οἷοί εἰσι· «Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει·» καὶ, «Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κα‐ κά·» καὶ, «Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς
15μὴ φιλονεικοῦντας καλύπτει φιλία·» καὶ, «Ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει.» Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφί‐ βολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν
20οὗτοι, ἀληθεῖς εἰσι, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρω‐ ποι ἀπὸ τοῦ τέλους τῆς πράξεως γνωρίζουσι τὸ πρᾶ‐ γμα, οἷον· ὅτι Ὁ ἄδικος φαῦλόν ἐστι, καὶ ὁ μοιχὸς κακόν· τοῦτο δὲ καὶ παντί τῳ δῆλον ἂν εἴη· οἱ δὲ σο‐
25φοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσι, καὶ ὥσπερ σύμβολα τῶν τῆς ψυχῆς κινημάτων προαπαγγέλλου‐ σιν· ἵν’ ἕκαστος, γινώσκων τὰς ἀρχὰς τῶν κακῶν, φυλάττηται, οἷά ἐστι τὰ προειρημένα· «Μῖσος ἐγεί‐ ρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύ‐
30πτει φιλία.» Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγα‐ πᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου, ὁ μὴ φιλονεικῶν γνώρισμα ἀγάπης ἔχει· καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα, ὡς πάλιν τό· «Ἐν
35ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, καὶ ὀξύθυμος πράσσει μετὰ ἀβουλίας.» Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδὲ μίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς
40πράξεως ὅθεν συνίσταται, λέγοντες, ὅτι τῆς μὲν φι‐ λονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη· καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν
45αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ

28

.

345

(50)

τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράτ‐ τειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐν‐ τυγχάνοντα τῷ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν
55παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν
αὑτοῖς νοῦν. Οἷοί εἰσι· «Τῇ βδέλλῃ τρεῖς θυγατέρες

28

.

348

ἦσαν ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αὗται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. ᾍδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλα‐ μένη ὕδατος, καὶ ὕδωρ, καὶ πῦρ, οὐ μὴ εἴπωσιν, Ἀρ‐
5κεῖ·» καὶ πάλιν· «Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆ‐ σαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι,» καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δη‐
10λοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μὲν ἔστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν
18tΒιβλίον ιεʹ, Ἐκκλησιαστής.
19Καὶ τοῦτο Σολομὼν ἔγραψε τὸ βιβλίον, καθά‐
20περ προείρηται. Λέγεται δὲ Ἐκκλησιαστὴς, ἐπειδὴ οὕτως ὠνόμασεν αὐτὸς ὁ γράψας, εἰπὼν ἐν ἀρχῇ· «Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ· Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής.» Ποικίλως δ’ ἂν ἐκλήθη ὁ Σολομών·
25σοφὸς μὲν, ὅτι σοφίας μετέσχε· φρόνιμος δὲ, ὅτι φρόνησις ἀληθείας ἦν ἐν αὐτῷ· πεπαιδευμένος δὲ, ὅτι τὴν ἀληθινὴν παιδείαν παρὰ Κυρίου εἶχεν. Ἐκλήθη οὖν Ἐκκλησιαστὴς, ὅτι αὐτὸς ἐξεκλησίαζε τοὺς λαοὺς, καὶ ἐλάλει τὰ τοῦ πνεύματος. Ἐν τούτῳ
30δὲ τῷ βιβλίῳ περὶ τῆς φυσικῆς θεωρίας φιλοσοφῶν φαίνεται. Ἐπειδὴ γὰρ Αἰγύπτιοι μὲν ἐφαντάζοντο, Ἕλληνες δὲ ἔμελλον περὶ τούτων μυθολογεῖν· διὰ τοῦτο οὗτος, Πνεύματι ἁγίῳ κινούμενος, παύει μὲν τοὺς ἐπιχειροῦντας περὶ τούτων ζητεῖν, φάσκων·
35«Οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρω‐ πος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει·» διαβάλλει δὲ καὶ τὴν Αἰγυπτίων περὶ γενεθλιαλογίας νόησιν, λέ‐ γων· «Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς
40νεφέλαις οὐ θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων, τί ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα.» Εἶτα καὶ περὶ τὴν θεωρίαν ἑκάστου γιγνόμενος συνεῖδεν, ὅτι μάτην ἐστὶ περὶ τοιούτων
45ζητεῖν, καὶ μόνον τὰ τοιαῦτα μόχθον γεννᾷ. Οὐ γὰρ ἀπὸ τοῦ γινώσκειν τὰ τοιαῦτα, ἀλλ’ ἀπὸ τοῦ πρακτι‐ κοῦ βίου ὁ σοφὸς καὶ δίκαιος συνίσταται. Λέγει γάρ· «Καί γε ὅσα ἐὰν εἴπῃ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσε‐ ται τοῦ εὑρεῖν. Ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρ‐

28

.

348

(50)

δίαν μου, καὶ ψυχή μου σύμπαν εἶδε τοῦτο, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ Θεοῦ.» Εἰκότως τοίνυν περὶ τῶν τοιούτων ζήτησιν διαβὰς, καὶ περὶ τὴν ἀνθρωπίνην πολιτείαν καταγι‐ γνόμενος, ὁρῶν τε πολλὰ καὶ ποικίλα τὰ τῶν ἀνθρώ‐
55πων συμπτώματα, συνίστησιν, ὅτι προνοίᾳ τὰ πάντα διοικεῖται, λέγων· «Οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ
τοῖς συνετοῖς [δυνατοῖς] ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ

28

.

349

ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Ἐν παντὶ γάρ ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. Καὶ γὰρ οὐδεὶς κύ‐
5ριός φησιν ἐν τούτοις τῆς ἑαυτοῦ βουλῆς. Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν; καὶ ὅτι οὐδὲν πλέον ἄνθρωπος ἐν τῷ βίῳ τούτῳ ἐξουσιάσαιτο, ἢ τοῦ ποιεῖν πονηρὸν καὶ ἀγαθὸν, καὶ ἑτοιμάζειν εἰς τὴν ἔξοδον τὰ ἔργα
10αὐτοῦ. Καὶ γὰρ καὶ ὃ φάγεται καὶ πίεται, τοῦτο δόμα Θεοῦ ἐστιν. Ὅθεν εἴτε ζήτησίς ἐστι περὶ τοῦ, πῶς γέγονε τὰ φαινόμενα, εἴτε κτῆσίς ἐστι χρημάτων, εἴτε τρυφὴ περιουσίας, πάντα ταῦτα ματαιότης μα‐ ταιοτήτων ἐστὶ, καὶ πλέον οὐδὲν ἢ περισσεία βουλῆς
15καὶ προαιρέσεως ἐπιχήρησις.» Ἐν δὲ τῷ λέγειν ταῦτα ματαιότητα, ἐμφαίνει τῶν μελλόντων τὸ αἰώ‐ νιον. Διὸ καὶ πάντα ὑπερβὰς, παραινεῖ τῶν αἰωνίων μνημονεύειν, καὶ εἰδέναι τέλος ἔσεσθαι τοῦ κόσμου τούτου, ἐν τῷ λέγειν, ἀργεῖν τὰς ἀληθούσας, «ἐν
20ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι.» Καὶ τὰ μετὰ τὸ τέλος δὲ ἐξηγεῖται· «Ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν.»
25Ἐκ δὴ τούτων δείκνυσιν, ὅτι ἅπερ ἔλεγε, «Ματαιό‐ της ματαιοτήτων,» οὐ τὴν κτίσιν διαβάλλων ἔφη, ἀλλ’ ὅτι, τὰ αἰώνια θεωρῶν, ἔλεγε τὴν τῶν προσκαί‐ ρων ἐπιθυμίαν εἶναι ματαιότητα. Καὶ κρίσιν δὲ δια‐ διδάσκων, σημαίνει τὴν ἀνάστασιν τῶν νεκρῶν, καὶ
30τῶν πράξεων ἀνταπόδοσιν. Ἔπειτα λέγων, «Ἤργη‐ σαν αἱ ἀλήθουσαι,» δείκνυσι πάλιν μὴ εἶναι ματαίαν αὐτὴν τὴν κτίσιν, ἀλλὰ καὶ μᾶλλον διδάσκαλον πᾶσιν αὐτὴν οὖσαν εἰς εὐσέβειαν. Ἡ γὰρ τάξις αὐτῆς καὶ ἡ διακόσμησις διήγησίς ἐστι περὶ τοῦ πεποιηκότος
35καὶ κτίσαντος αὐτὴν, ἐν ᾗ καὶ οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ, καὶ οἱ διδάσκαλοί εἰσιν, ὥσπερ ἀλήθον‐ τες ἑκάστῳ τροφὴν διὰ τῆς διδασκαλίας τὴν εἰς εὐ‐ σέβειαν γνῶσιν· οἵτινες ἀλήθοντες ἀργήσουσι λοιπὸν ἐν τῇ συντελείᾳ. Οὐκ ἔτι γὰρ ὡς ἀλήθοντες διδάξου‐
40σιν αὐτοὶ, ἀλλ’ ἐκ τῶν πράξεων ἑκάστου ἡ κρίσις γίνεται.
42tΒιβλίον ιϛʹ, ᾎσμα ᾀσμάτων.
43 Τοῦ Σολομῶντός ἐστι καὶ τοῦτο τὸ βιβλίον συγ‐ γραφὴ, καθὰ προδεδήλωται. Ὅλον δὲ αὐτῷ γέγρα‐
45πται ἀπ’ ἀρχῆς μέχρι τέλους μυστικῶς μετὰ ἀλλη‐ γορίας αἰνιγματώδους. Οὐ γὰρ ἐν τῷ προφανεῖ, ἀλλ’ ἐν ἀποῤῥήτῳ κέκρυπται τῶν ἐν αὐτῷ δογμάτων ὁ νοῦς. Ἐρευνώμενος δὲ εὑρίσκεται, διότι μετὰ ἀλλη‐ γορίας ἐντυγχάνειν ὅλῳ τούτῳ προσήκει τοὺς συν‐

28

.

349

(50)

ετούς· ἵνα μὴ δι’ ἄγνοιαν τῶν ἀμαθῶν εἰς ἀτιμίαν ἐμπέσῃ τὰ εἰρημένα. ᾎσμα δὲ ᾀσμάτων διὰ τοῦτο καλεῖται, ἐπειδὴ μετὰ μὲν τὰ ἄλλα ᾄσματα τοῦτο, μετὰ δὲ τοῦτο οὐκ ἔτι ἄλλο προσδοκᾷν ἔστιν· ἄλλο δὲ λέγω οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαινό‐
55μενον. Ὃ δὲ λέγω τοιοῦτόν ἐστι· Πᾶσα ἡ θεία Γραφὴ περὶ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Λόγου καὶ ἐνσάρκου
παρουσίας αὐτοῦ προφητεύει. Τοῦτο γὰρ τὸ βούλημα

28

.

352

τοῦ Θεοῦ ἐστι· τοῖς τε προφήταις καὶ πάσῃ τῇ θείᾳ Γραφῇ τοῦτο προηγούμενον ἦν ἀπαγγέλλειν. Παρα‐ κολουθήματα δὲ τῷ θείῳ διηγήματι τούτῳ ποιοῦνται λόγους περὶ τῶν ἐθνῶν Βαβυλῶνος, τῆς Δαμασκοῦ,
5Μωὰβ, καὶ τῶν ἄλλων. Καὶ δι’ ἑκάστης Γραφῆς τοῖς μὲν ἁμαρτάνουσιν ἐπιτιμῶσι· τοὺς δὲ προληφθέντας προτρέπονται μετανοεῖν, ἀπειλοῦντες τὴν μέλλουσαν τοῦ πυρὸς κρίσιν. Αἱ μὲν οὖν ἄλλαι Γραφαὶ προλέ‐ γουσιν, οἷον Μωσῆς μέν· «Προφήτην ὑμῖν ἀναστή‐
10σει,» λέγων, «Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς ἐμέ·» Ἡσαΐας δέ· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν·» ὁ δὲ Μιχαίας· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυ‐ ρίου·» καὶ ἄλλος ἄλλως προλέγει, κατὰ τὴν τοῦ
15Πνεύματος χάριν. Τούτων δὲ πάντων λεγόντων προσ‐ εδοκᾶτο ὁ ἀπαγγελλόμενος Κύριος. Διὰ τοῦτο καὶ πολ‐ λοὶ ἀπήγγελλον· καὶ ἕως ἦλθεν, οὐκ ἐπαύοντο οἱ προφητεύοντες. Καὶ ἔστι ταῦτα πάντα ᾄσματα. Τὸ δὲ ᾎσμα τῶν ᾀσμάτων οὐχ ὡς προφητεῦόν ἐστιν,
20οὐδὲ ὡς προσημαῖνον· ἀλλὰ ὃν ἄλλοι προαπήγγελ‐ λον, τοῦτον ὡς ἤδη ἐλθόντα δείκνυσι, καὶ ἤδη ἀνα‐ λαβόντα τὴν σάρκα· διὸ καὶ ὡς ἐπὶ συζυγίᾳ τοῦ Λό‐ γου καὶ τῆς σαρκὸς ἐπιθαλάμιον ᾄδει τὸ ᾎσμα τῶν ᾀσμάτων. Καὶ αἱ μὲν ἄλλαι Γραφαὶ λέγουσι περὶ τοῦ
25Σωτῆρος, μεταξὺ δὲ καὶ περὶ ἄλλων τινῶν ἀπαγγέλ‐ λουσι· τὸ δὲ βιβλίον τοῦτο μόνην τὴν τοῦ Λόγου πρὸς τὸ σῶμα συζυγίαν ᾄδει. Διὸ καὶ ἐν μὲν ταῖς ἄλλαις Γραφαῖς διὰ τὰ μεταξὺ δηλούμενα εἰσὶ καὶ θυμοῦ καὶ ὀργῆς λόγοι, καὶ φόβων ἀπειλαί· ἡ δὲ βίβλος
30αὕτη, ἐπειδὴ οὐδὲν ἕτερον ἢ τὴν παρουσίαν μόνην τοῦ Λόγου σημαίνει, θυμηδίας καὶ χαρᾶς, καὶ εὐ‐ φροσύνης μόνης ἔχει λόγους. Νυμφίου γὰρ παρόντος, πάντας χαίρειν προσήκει, καὶ μηδένα πενθεῖν, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν. Αὐτὸς γὰρ παρὼν τὰς ἀσθε‐
35νείας ἡμῶν ἐβάστασε, καὶ τὰς λύπας ἔστρεψεν εἰς χαράν. Ὥσπερ οὖν μετὰ τὴν οἰκονομίαν τὴν τοῦ Σω‐ τῆρος οὐκ ἔτι προφήτην προσδοκῶμεν, οὕτως μετὰ τὰ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων σημαινόμενα οὐκ ἔστιν ἄλλο τι καινότερον προσδοκᾷν σημαινόμενον.
40Καὶ γὰρ τὰ ἐν τῷ ᾌσματι σημαινόμενα, ταῦτα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις Γραφαῖς ἐκ δια‐ στημάτων λεγόμενα εὑρίσκεται. Πάλιν τε ὥσπερ δει‐ κνύντος τοῦ Ἰωάννου τὸν Ἀμνὸν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆται εἰσίν· οὕτως τὰ ἐν τῷ ᾌσματι τῶν
45ᾀσμάτων σημαινόμενα τέλος ἐστὶ πάντων ἐν πάσῃ τῇ θείᾳ Γραφῇ σημαινομένων. Τί γὰρ ἄλλο μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν προσδοκᾷν δεῖ ἢ κρίσιν καὶ ἀν‐ ταπόδοσιν; Καὶ διὰ τοῦτο οἱ κατὰ Φρύγας παρεισ‐ άγοντες προφήτας μετὰ τὸν Κύριον, σφάλλονται, καὶ

28

.

352

(50)

ὡς αἱρετικοὶ κατεκρίθησαν. ᾎσμα οὖν ᾀσμάτων, διὰ τὸ μετὰ τὰ ἐκ τούτου μηδὲν ἕτερον προσδοκᾷν. Καὶ ὥσπερ κατὰ τὸν νόμον Ἅγια ἦν, καὶ μετὰ τὰ Ἅγια Ἅγια ἁγίων, μετὰ δὲ τὰ Ἅγια τῶν ἁγίων οὐκ ἔτι ἦν ἐσώτερος τόπος· οὕτως μετὰ τὰ ᾄσματα τὸ ᾎσμα τῶν
55ᾀσμάτων, μετὰ δὲ τὸ ᾎσμα τῶν ᾀσμάτων οὐκ ἔτι προσδοκᾷν ἔστιν ἐσωτέραν καὶ καινοτέραν ἐπαγγε‐ λίαν. Ἅπαξ γὰρ ὁ Λόγος ἐγένετο σὰρξ, καὶ τετελείωκε
τὸ ἔργον. Ἔστι δὲ ὅλον τὸ βιβλίον τοῦτο διαλόγων

28

.

353

πλῆρες τοῦ παλαιοῦ πρὸς τὸν Λόγον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πάλιν πρὸς αὐτὴν καὶ πρὸς τὸ ἀνθρώπινον γένος· εἶτα τῶν ἐθνῶν
5πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱερουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν καὶ περὶ αὐτῆς διάλογος· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώ‐ πους τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ ἀξιοῦν‐ τος αὐτὸν κατελθεῖν καὶ συναφθῆναι τῇ σαρκὶ ταῦτα·
10«Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον.» Καὶ πάλιν διὰ τού‐ των προτρέπεται· «Νέα πρὸς παλαιὰ ἐτήρησά σοι, ἀδελφιδέ μου.» Καὶ κοινῇ δὲ πάντων πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· «Τίς δῴη σε, ἀδελφιδέ
15μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε, καὶ οὐκ ἐξουδενήσουσί με. Παραλή‐ ψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με.» Οὐ γὰρ ἔξωθεν, ἀλλ’ ἀφ’ ἧς ἐγεννήθημεν μήτρας, ἀναλαβεῖν αὐτὸν ἠξίουν
20τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός. Ἐκ γὰρ μόνης Παρθένου, ὡς πλάστης, ἑαυτῷ ἔλαβε τὸ σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ Θεοτόκος Μαρία. Καὶ τοῦ Λόγου δὲ πρὸς τοὺς ἀξιώ‐ σαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρ‐
25θένου, ταῦτα· «Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.» Εἰς γὰρ τὸν ἴδιον κῆπον εἰσελ‐ θὼν, τὴν κτίσιν, ἔλαβεν ἑαυτῷ ἐκ τῆς Παρθένου τὸ
30σῶμα, καὶ γέγονεν ἄνθρωπος. Θνητὸν μὲν ἦν τὸ σῶ‐ μα, ἀλλὰ μετὰ εὐωδίας τοῦ παναγίου Λόγου συνῆπτο. Καὶ εἰ γάλα, ὡς ἄνθρωπος, ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλὰ μετεδίδου αὐτῷ καὶ οἴνου τῆς ἑαυτοῦ τελειότη‐ τος. Καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως ἐν αὐτῷ τὰ
35τῆς θεότητος ἐποίει ἔργα. Εἶτα ὁ Λόγος λοιπὸν ἐνδυ‐ σάμενος τὸ σῶμα προσκαλεῖται τὸν παλαιὸν λαὸν, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· «Ἀνάστα, ἐλθὲ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυ‐
40τῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν.» Ὡς γὰρ λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τὴν ἐν νόμῳ, διδάσκει, καὶ ὡς
45εἰδότα τὴν φωνὴν τοῦ τρυγόνος, ὑπομιμνήσκει. Προσ‐ καλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκα‐ λεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων· (εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν·) «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Ἀπὸ Λιβάνου ἐλεύσῃ, καὶ δι‐

28

.

353

(50)

ελεύσῃ ἀπ’ ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδά‐ λεων.» Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρό‐ που προσκαλεῖται ταύτην εἰς τὴν πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν
55Λόγον ταῦτα· «Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυ‐ χή μου· ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ·
μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ’ ἀγέλαις ἑταί‐

28

.

356

ρων σου.» Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μετα‐ βολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πάθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, δι‐ δάσκει λοιπὸν αὐτὴν διὰ τούτων· «Ἐὰν μὴ γνῷς
5ἑαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώ‐ μασι τῶν ποιμένων.» Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρ‐ χὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ’ ἡ κατὰ
10ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἐθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πί‐ στεως, θαυμάζουσα λέγει· «Τί ὄψεσθε ἐν τῇ Σουνα‐ μίτιδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν;» Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ’ ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες
15τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαί‐ ρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὥσπερ μεμφομένην, ἀπολο‐ γεῖται περὶ ἑαυτῆς· ὅτι μὴ ἀργὴ αὐτῆς ἐστιν ἡ κλῆσις· «Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλὴμ, ὡς
20σκηνώματα Κηδὰρ, ὡς δέῤῥεις Σαλομῶν. Μὴ βλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν. Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα.» Μέλαινά εἰμι· ἀλλ’ ὑπ’ αὐτὸν τὸν ἥλιόν
25εἰμι. Εἰ γὰρ καὶ ἀκρόβυστός εἰμι, φησὶν, ἀλλ’ ἀπετα‐ ξάμην εἰδώλοις, καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἀβραάμ· ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, «Εἰσάγαγέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ’ ἐμὲ ἀγάπην, τηρήσατέ με ἐν
30μύροις, στοιβάσατέ με ἐν μήλοις· ὅτι τετρωμένη ἀγά‐ πης ἐγώ.» Μὴ τῇ ἀκροβυστίᾳ προσέχητε, ἀλλ’ ἐν ἀγά‐ πῃ προσλάβου με, ὦ νόμε καὶ προφῆται. Καὶ εἰ δυσ‐ ώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ εὐωδίᾳ σου στήριξον· τέτρωμαι γὰρ τῇ ἀγάπῃ. Καὶ
35διὰ τοῦτο, «Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ταῖς ἰσχύσι τοῦ ἀγροῦ, ἐὰν ἐγεί‐ ρητε, καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.» Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων, οὐκ ἔξεστι γὰρ, ἀλλ’ ἐν δυνάμεσι τοῦ παραδείσου, ἵν’, εἰς
40ἐκεῖνον βλέποντες, ὡς τὸν Ἀδὰμ, οὕτως με προσδέ‐ ξησθε. Καὶ γὰρ κἀκεῖ οὐκ ἦν περιτομή· ἄρτι δὲ τὰ τοῦ Ἀδὰμ ἀνακαινίζεται. Ὁ Λόγος ὁρῶν τὴν πίστιν τῶν ἐθνῶν, καὶ ἀποδεχόμενος λέγει· «Καλὴ, ἡ πλη‐ σίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμ‐
45βος ὡς τεταγμέναι.» Οὐ γὰρ ἄλλως, ἢ ὡς τὴν Ἱε‐ ρουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ τῶν ἐθνῶν, ἵνα εἷς λαὸς γένηται. Τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾷν τὸν νόμον πιστεύωμεν τὸν Χριστόν. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν Εὐαγγελίων. Καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ

28

.

356

(50)

γενόμενος οὐ γίνεται πλησίον τοῦ Λόγου. Ἡ Ἱερου‐ σαλὴμ, ὁρῶσα τῶν τέκνων τὴν πίστιν, καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· «Εἰς κῆπον καρύας κατ‐ έβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου, εἰ ἤνθησαν αἱ ῥοιαί· ἐκεῖ δώσω τοὺς μαστούς μου. Οὐκ ἔγνω ἡ
55ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ.» Εἰς γὰρ τὸν κῆπον τῆς καρύας, τοῦτ’ ἔστιν εἰς τὰς Γραφὰς,
ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν, ἔξωθεν μὲν σκλη‐

28

.

357

ραὶ, ἔσωθεν δὲ πνευματικαί. Εἶδον, ὅτι ζευχθῆναί με δεῖ ὡς ἐν ἅρματι τῇ ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφοτέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κή‐ ρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διάκονοι οἱ ἄγγε‐
5λοι, λέγοντες· «Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ Σαλομὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφρο‐ σύνης καρδίας αὐτοῦ.» Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας ὄψεται καὶ τὴν τοῦ Λόγου πρὸς τὸ σῶμα ἄτρε‐
10πτον ἕνωσιν. Ὅτε γὰρ γέγονε νύμφευσις τοῦ Λόγου πρὸς ἡμᾶς διὰ τῆς τοῦ σώματος ἑνώσεως, τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πεποίηκε, δι’ ἢν εὐφροσύ‐ νης πάντα πεπλήρωκε. Τοιαῦτα ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων τὰ τῶν διαλόγων ἐστίν· ἐξ ὧν ἀφορμήν τις
15λαβὼν, δύναται ἀπ’ αὐτοῦ τοῦ βιβλίου τὰ ὅμοια τοῖς ὁμοίοις συνάπτειν κατὰ τὸν νοῦν.
19tΒιβλίον ιζʹ, Ἰώβ.
20 Ἰὼβ ἐπιγέγραπται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ’ αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε, πει‐ ρασθεὶς ὑπὸ τοῦ διαβόλου· καὶ νικήσας καὶ ὑπομείνας εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγὰς, διπλᾶ πάλιν πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ
25ὃ ἦν, καὶ ἔσχε πάλιν τέκνα δέκα. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ὡς εἶναι πάντα τὰ ἔτη τῆς ζωῆς αὐτοῦ σμʹ. Μετὰ γὰρ τὰς πληγὰς ἔζησεν ἕτερα ἔτη ροʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμ πέμπτος ἦν, ἔκγονος τοῦ Ἠσαῦ. Διὰ τὴν γενομένην κατ’
30αὐτοῦ πληγὴν ἦλθον τρεῖς αὐτοῦ φίλοι παρακαλέσαι αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυ‐ χαίων τύραννος, Σοφὰρ ὁ Μιναίων βασιλεύς. Καὶ φιλονείκως μὲν καὶ ἀνελεημόνως αὐτοὶ ἐλάλησαν αὐτῷ, ἐναλλόμενοι κατ’ αὐτοῦ· ὥστε καὶ ἁμαρτίαν
35αὐτοῖς ἐκ τούτου λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσεν ὑπὲρ αὐτῶν τὸν Θεὸν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τοῦ μὲν Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ἐννέα· τοῦ δὲ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς, τοῦ δὲ Σοφὰρ πρὸς αὐτὸν δύο, καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔστι δὲ καὶ τοῦ
40Ἐλιοῦς τοῦ Βαραχιὴλ, τοῦ Βουζίτου, αʹ. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λό‐ γων δεύτερον.
44tΒιβλίον ιηʹ, Οἱ ιβʹ προφῆται. Ὠσηὲ, αʹ.
45 Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν τοῦ Δαβὶδ, Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιᾶ καὶ Ἀσᾶ, Ἀχίας ὁ Ση‐ λωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνεμῆ· ἐπὶ δὲ τοῦ Ἰωσαφὰτ καὶ τοῦ Ἀχαὰβ Ἠλίας

28

.

357

(50)

καὶ Ἐλισσαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοῦ ὁ τοῦ Ἀμῆ, καὶ Ὀζιὴλ, καὶ Ἐλιάδα. Ἀλλ’ οὐ φέρεται τούτων ἴδια συγγράμ‐ ματα, εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις
55καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν,
ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν

28

.

360

οὗτοι, Ὠσηὲ, καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βα‐ σιλέων, τοῦ τε Ἰούδα, Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέως Ἰούδα· καὶ ἐν ἡμέραις Ἱερο‐ βοὰμ υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ προεφήτευσαν.
5Ἐγένετο δὲ λόγος πρὸς τὸν Ὠσηὲ, καὶ προφητεύει οὗτος τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σα‐ μαρείας. Καὶ ἐλέγξας καὶ συγκλείσας αὐτοὺς εἰς ἀπείθειαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι’ ἧς
10αὐτὸς ἔλαβε πόρνης γυναικὸς, ἢν καὶ λαβὼν ἐσωφρό‐ νισεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.
13tἈμὼς, βʹ.
14Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ
15Ὠσηὲ καὶ τῷ Ἡσαΐᾳ· ἐπὶ γὰρ Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν Δα‐
20μασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαιμὰν, υἱῶν Ἀμμὼν καὶ Μωάβ. Καὶ οὗτος ἐλέγχει καὶ συγκλείει πάντας εἰς ἀπεί‐ θειαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ, δια‐ βάλλοντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ, ὡς λέγοντα
25κατ’ αὐτοῦ καὶ κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζό‐ μενος, καὶ λέγων τὰ λόγια, καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.
29tΜιχαίας, γʹ.
30 Οὗτος δεύτερος μὲν τῶν προειρημένων γέγο‐ νεν· ὅτι μετὰ Ὀζίαν προεφήτευσε· συνεχρόνισε δὲ αὐτοῖς, ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, ἤρξατο προφητεύειν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερου‐
35σαλὴμ, καὶ Σαμάρειαν, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προση‐ μαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος, λέγων· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου.»
40tἸωὴλ ὁ τοῦ Βαθουὴλ, δʹ.
41 Λόγος Κυρίου ἐγένετο πρὸς τοῦτον, καὶ προφη‐ τεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν περὶ τῆς ἁλώσεως τῆς γῆς καὶ τῶν ἐν αὐτῇ. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος
45χάριτος, καὶ τῆς εἰς πάντας γενησομένης ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετα‐ νοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων.
49tἈβδιοῦ, εʹ.

28

.

360

(50)

Ὅρασιν ἀπαγγέλλει οὗτος κατὰ τῆς Ἰδουμαίας καὶ τοῦ τέλους αὐτῆς, καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμ‐ παροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.
54tἸωνᾶς, ϛʹ.
55Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς
Νινευῒ, καὶ κηρύξαι ἐν αὐτῇ, ὅτι «Ἔτι τρεῖς ἡμέραι

28

.

361

καὶ καταστραφήσεται Νινευῒ.» Ἀλλ’ Ἰωνᾶς, φεύ‐ γων τὸ κήρυγμα, ἀνέβη εἰς πλοῖον, χειμῶνός τε γενομένου, ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτους θα‐ λασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος
5τὸν Ἰωνᾶν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρου λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευΐ. Ἐκεῖνοί τε, ἀκούσαντες, μετενόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ’ αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς ἐξ ἔργων ἐγέ‐
10νετο, καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ μετὰ τρεῖς ἡμέρας σῶος πάλιν ἐκδοθείς.
12tΝαοὺμ ὁ τοῦ Ἐλκεσαίου, ζʹ.
13 Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῒ, βιβλίον ὁράσεως προφητεύει ὁ τοιοῦτος· καὶ κηρύττει μὲν
15καὶ περὶ ἑορτῆς· προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος. Καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῒ καὶ τοῦ τέλους αὐτῆς καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ ἀπαγ‐ γέλλει.
19tἈμβακοὺμ, ηʹ.
20 Λῆμμα καὶ αὐτὸς εἶδε, καὶ προφητεύει, δεόμε‐ νος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ· προ‐ σημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξύ ἐστι προσευχὴ τοῦ προφήτου μετ’ ᾠδῆς, καὶ
25τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ, ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τοῦ θανάτου νίκης.
28tΣοφονίας ὁ τοῦ Χουσὶ, θʹ.
29Οὗτος καὶ Ἱερεμίας συνεχρόνισαν ἀλλήλοις.
30Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσίου βασιλέως Ἰούδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον,
35καὶ κοπετὸν γίνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι’ ἡμᾶς ποιεῖ. Προφητεύει δὲ καὶ κατὰ Γάζης, καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀκκαρὼν, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ Δαμασκοῦ, καὶ κατὰ Νινευῒ,
40καὶ κατὰ τῶν Αἰθιόπων.
41tἈγγαῖος, ιʹ.
42 Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ ἐπὶ Δαρείου βασιλέως Περσῶν, βʹ ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ, λόγος Κυ‐
45ρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζο‐ ροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ Ἰωσεδὲκ, καὶ τῷ λαῷ, περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ. Προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν οἰκείων, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν.
50tΖαχαρίας υἱὸς Ἀδδὼ, ιαʹ.
51 Καὶ οὗτος τῷ δευτέρῳ ἔτει Δαρείου προφη‐ τεύει· ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ ἄγγελος Κυρίου ἐλάλησεν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας καὶ τὴν Ἱερουσα‐
55λήμ. Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ

28

.

364

προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ ση‐ μαίνει αὐτὸν ἐξέρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑπο‐ ζυγίου.
4tΜαλαχίας, ιβʹ.
5 Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου. Λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ, καὶ προφητεύει ἐπὶ τὸν Ἰσραήλ. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς
10πτωχοὺς κοινωνίας. Προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἠλίαν σημαίνει.
14tΒιβλίον ιθʹ. Ἡσαΐας υἱὸς Ἀμώς.
15 Οὗτος καὶ Ὠσηὲ, καθὰ προείπομεν, συνεχρό‐ νισαν ἀλλήλοις. Καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, γέγονεν. Ὅρασιν δὲ ἑωρακὼς, προφητεύει κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυ‐
20ρίου πρὸς αὐτὸν γέγονε. Καὶ τὸ πλεῖστον τῆς προ‐ φητείας αὐτοῦ ἐστιν εὐαγγέλια περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἀνεδέξατο δι’ ἡμᾶς παθῶν. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα, κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δαμα‐
25σκοῦ· ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάλαγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τε‐ τραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔξοδον Σεναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονείαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν. Καὶ ὅτι νοσήσας
30Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος, προσ‐ θήκην ἔσχε ζωῆς ἐτῶν ιεʹ. Προφητεύει δὲ καὶ εὐνού‐ χοις, καὶ τοῖς ἔθνεσι, καὶ ἐν τῷ τέλει περὶ τῆς ἡμέ‐ ρας τῆς κρίσεως.
34tΒιβλίον κʹ. Ἱερεμίας ὁ Χελκίου ἐκ τῶν ἱερέων.
35 Οὗτος πάλιν καὶ Σοφονίας, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Παρέμεινε δὲ Ἱερεμίας ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασι‐ λέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὃς ἐγενήθη λόγος Κυ‐
40ρίου πρὸς αὐτόν. Καὶ πολλάκις δὲ ἐγένετο λόγος Κυ‐ ρίου πρὸς αὐτὸν, καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱε‐ ρουσαλὴμ διὰ πολλῶν. Προφητεύει δὲ ἐπὶ Ἱερουσα‐ λὴμ, καὶ περὶ τῆς ἀβροχίας, καὶ ἐπὶ τὰ ἔθνη Ἀει‐ λὴμ, καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος τοῦ ἐκκόψαι
45τὴν γῆν Αἰγύπτου, καὶ ἐπὶ Βαβυλῶνα. Καὶ ὁ λόγος ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμ‐ μὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς Αὐλῆς, ἣν ἐπά‐ ταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ

28

.

364

(50)

Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, καὶ εἰς οἶκον Ἀχαβὶν, περὶ τῶν υἱῶν Ἀδὰβ, τοῖς τε Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου, καὶ τοῖς καθημένοις ἐν Μαγδωλῷ, καὶ ἐν Τάφναις, καὶ ἐν γῇ Παθούρης· πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραφε
55τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱε‐ ρεμίου. Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐ‐ τὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ
ἀνήγαγεν αὐτόν.

28

.

365

Βαροὺχ δὲ ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ οὗτος, γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος τούτοις
5τὴν παρὰ Θεοῦ ἐλπίδα. Θρῆνοι ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ τούτους τοὺς λόγους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω καὶ ᾐχμαλωτίσθη ὁ λαός.
10 Ἐπιστολὴ Ἱερεμίου καλεῖται, ἐπειδὴ ταύτην ἔγρα‐ φεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ βλέποντες αὐτὰ συναπαχθῶσι τοῖς σεβομένοις ταῦτα.
14tΒιβλίον καʹ. Ἐζεκιὴλ υἱὸς Βουζὶ ἱερεύς·
15 Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερε‐ μίαν, καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ’ αὐτόν. Καὶ ὅρα‐ σιν μὲν ἐξ ἀρχῆς ζώου τετραπροσώπου θαυμαστὴν,
20καὶ ἐκπληκτικωτάτην, καὶ δυσερμήνευτον ὁρᾷ· προ‐ φητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας αὐτῆς, περί τε τῆς παραβολῆς, ἧς ἔλε‐
25γον· «Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ ὀδόντες τῶν τέκνων ἐμωδίασαν.» Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς, καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ τῆς ἡμέρας Κυ‐ ρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον
30ἐπὶ Φαραὼ καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ. Τῷ τε ἄρχοντι Τύρου, καὶ θρῆνον κατ’ αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐ‐ τοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ. Καὶ τὸ τε‐
35λευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσα‐ λὴμ διαγράφων, προφητεύει.
37tΒιβλίον κβʹ. Δανιήλ.
38 Καὶ οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονεν ἕως τοῦ βασιλέως Κύρου Πέρσου. Καὶ τὰ μὲν κατὰ Σουσάν‐
40ναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους, ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει. Βλέπει δὲ καὶ ὁράσεις τελείας περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερου‐
45σαλὴμ, καὶ τῆς τοῦ ἀντιχρίστου παρουσίας, δύο. Διηγεῖται δὲ περὶ τοῦ μαρτυρίου Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ, καὶ περὶ τοῦ ὕμνου αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέ‐ χθησαν, καὶ μετέγνω ὁ βασιλεύς· καὶ ὅτι αὐτὸς δὶς

28

.

365

(50)

ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτε‐ ρον, διότι τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως· καὶ αὐτὸς μὲν
55διεσώθη, καὶ ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκ‐ κου· οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς τὸν
αὐτῶν.

28

.

368

Τέλος τῶν κανονιζομένων βιβλίων τῆς Παλαιᾶς Διαθήκης εἰς εἴκοσι καὶ δύο συμποσουμένων, κατὰ τὸν ἀριθμὸν τῶν παρ’ Ἑβραίοις γραμμάτων. Τοσ‐ αῦτα γάρ ἐστι παρ’ αὐτοῖς τὰ στοιχεῖα, ὡς προεί‐
5πομεν. Ῥητέον δὲ ὁμοίως καὶ περὶ τῶν ἑτέρων τῆς Παλαιᾶς βίβλων, τῶν μὴ κανονιζομένων μὲν, ἀναγι‐ νωσκομένων δὲ μόνον, ὡς προδεδήλωται.
8tΒιβλίον Ἐσθήρ.
9Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ
10τῆς Ἐσθὴρ ἱστορίαν περιέχει, πῶς ὁ Θεὸς δι’ αὐτῆς, μέλλοντας ἀπόλλυσθαι παγγενεὶ τοὺς Ἰουδαίους, αὐ‐ τοὺς μὲν διέσωσε, τὸν δὲ Ἀμὰν, τὸν θελήσαντα ἐπι‐ βουλεῦσαι, ἐπάταξεν. Ἡ δὲ ἱστορία γέγονεν ἐν Σού‐ σοις, καὶ ἔστιν αὕτη. Ἀρταξέρξης ὁ βασιλεὺς, ἐκβαλὼν
15τὴν ἰδίαν γυναῖκα, ἐζήτησεν ἐν τῇ βασιλείᾳ αὐτοῦ τὴν πάντων καλλιστεύουσαν καὶ ὡραιοτέραν λαβεῖν ἑαυτῷ γυναῖκα. Καὶ εὑρέθη ἡ Ἐσθὴρ, τὸ γένος Ἰου‐ δαία τυγχάνουσα. Ἦν δὲ καὶ Μαρδοχαῖος συγγενὴς αὐτῆς ἀπὸ τῆς αἰχμαλωσίας τῆς γενομένης ἐπὶ Σεδε‐
20κίου ἐν αὐτῇ τῇ χώρᾳ. Ὁ οὖν βασιλεὺς, μέγα ποιήσας τινὰ τῶν ἑαυτοῦ, λεγόμενον Ἀμὰν, ἐκέλευσε πάντας αὐτὸν προσκυνεῖν. Ἀλλὰ τοῦ Μαρδοχαίου διὰ τὴν πρὸς τὸν Θεὸν λατρείαν μὴ προσκυνοῦντος αὐτὸν, ὠρ‐ γίσθη ὁ Ἀμάν· καὶ μαθὼν, ὅτι Ἰουδαῖός ἐστι, πεί‐
25θει τὸν βασιλέα Ἀρταξέρξην, καὶ γράφει, ὥστε πάν‐ τας τοὺς ἐν τῇ βασιλείᾳ αὐτοῦ Ἰουδαίους ὁλοῤῥίζους ἀπολέσθαι ἐν μιᾷ ἡμέρᾳ τῷ ιβʹ μηνί. Τοῦτο τοίνυν μαθὼν ὁ Μαρδοχαῖος, ἐπένθει, καὶ νηστεύων προσ‐ έπεσε τῇ Ἐσθὴρ, ἀξιῶν παρ’ αὐτῆς βοήθειαν γενέ‐
30σθαι. Ἡ τοίνυν Ἐσθὴρ, νηστεύσασα, καὶ εὐξαμένη τῷ Θεῷ, ἐκόσμησεν ἑαυτὴν τῷ βασιλικῷ κόσμῳ, καὶ μὴ κληθεῖσα (οὐκ ἦν γὰρ ἐξὸν εἰσελθεῖν ἀκλητί), ὅμως εἰσῆλθε παρὰ τὸν καιρὸν πρὸς τὸν βασιλέα, ἀντὶ τοῦ καιροῦ θαῤῥοῦσα τῇ εὐχῇ· εἶτα τοῦ βασι‐
35λέως θαυμάζοντος τὸ ξένον, ἔπεσεν ἐκείνη ἀπὸ τοῦ φόβου. Ὁ δὲ Θεὸς μετέβαλε τὸν θυμὸν τοῦ βασιλέως εἰς διάθεσιν καὶ πρᾳότητα, καὶ ἀναστὰς ἐβάστασε τὴν γυναῖκα, καὶ παρεκάλει αὐτὴν μὴ φοβεῖσθαι· ἀλλὰ καὶ ἠξίωσεν αὐτὴν αἰτήσασθαι, εἴ τι βούλοιτο.
40Ἡ δὲ ἐπὶ δεῖπνον ἠξίωσεν ἐλθεῖν αὐτόν τε τὸν βασι‐ λέα καὶ τὸν Ἀμὰν, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον. Ὁ μὲν οὖν Ἀμὰν, διαχυθεὶς, καὶ γανωθεὶς, ὡς ἀξιω‐ θεὶς ὑπὸ τῆς βασιλίσσης κληθῆναι, ἔτι μᾶλλον ἐπή‐ ρετο κατὰ τοῦ Μαρδοχαίου, καὶ ποιήσας κοπῆναι
45ξύλον μέγα, ἐβούλετο τὸν Μαρδοχαῖον εἰς αὐτὸ τῇ ἑξῆς ἡμέρᾳ κρεμάσαι· ὁ δὲ βασιλεὺς, κατά τινα πρό‐ νοιαν ἀγαθὴν ἀγρυπνήσας ἐκείνην τὴν νύκτα, καὶ μὴ δυνάμενος ὑπνῶσαι, ἐκέλευσεν ἀναγινώσκεσθαι αὐτῷ τῶν πράξεων αὐτοῦ τὰ ὑπομνήματα. Καὶ ἀνα‐

28

.

368

(50)

γινωσκομένων αὐτῶν, εὗρε πρᾶξιν ἀγαθὴν εἰς αὐτὸν γενομένην ὑπὸ τοῦ Μαρδοχαίου. Δύο γὰρ εὐνούχους, μέλλοντας ἐπιβουλεύειν τῷ βασιλεῖ, προσήγγειλεν αὐτῷ τῷ βασιλεῖ, καὶ ἤλεγξεν. Ὁ τοίνυν βασιλεὺς, ἀποδεξάμενος τὴν προαίρεσιν τοῦ Μαρδοχαίου, ἐζήτει
55τιμὴν ἀξίαν παρασχεῖν τῷ τοιούτῳ. Ὡς δὲ εἰσῆλθε πρωΐας πρὸς αὐτὸν ὁ Ἀμὰν, ἐπυνθάνετο ὁ βασιλεὺς αὐτοῦ, ὁποίας καὶ πηλίκης τιμῆς ἄξιός ἐστιν, ὁ βα‐ σιλέα εὐεργετήσας. Ὁ δὲ Ἀμὰν, νομίζων περὶ αὑ‐
τοῦ πυνθάνεσθαι τὸν βασιλέα, εἶπεν, ἄξιον εἶναι τὸν

28

.

369

τοιοῦτον δεύτερον βασιλέα καλεῖσθαι. Ὁ μὲν οὖν βα‐ σιλεὺς κελεύει τὸν Μαρδοχαῖον τῆς τοιαύτης τιμῆς ἀξιωθῆναι, καὶ τὸν Ἀμὰν ἔμπροσθεν αὐτοῦ περιπα‐ τεῖν. Ἡ δὲ Ἐσθὴρ, πρόφασιν εὑροῦσα, ἠξίωσε περὶ
5τῶν Ἰουδαίων. Εἶτα τοῦ βασιλέως λυπηθέντος ἐπὶ τῷ παρανόμῳ προστάγματι τῷ κατὰ τῶν Ἰουδαίων, καὶ ὀργισθέντος κατὰ τοῦ Ἀμὰν, αὐτὸς ὁ Ἀμὰν παρεκά‐ λει τὴν Ἐσθὴρ, ἀπόντος τοῦ βασιλέως, ἐπικύπτων καὶ προσκυνῶν τὰ γόνατα αὐτῆς. Ὁ δὲ βασιλεὺς, εἰσ‐
10ελθὼν, καὶ ἑωρακὼς τὸν Ἀμὰν ἁπτόμενον τῶν γονά‐ των τῆς βασιλίσσης, ὑπονοήσας αἰσχρῶς αὐτὸν τοῦτο ποιεῖν, ἐκέλευσε τὸν μὲν Ἀμὰν εἰς τὸ ξύλον, ὅπερ ἦν ἑτοιμάσας τῷ Μαρδοχαίῳ, κρεμασθῆναι· γράφει δὲ ἄνεσιν μὲν ἔχειν πάντας τοὺς Ἰουδαίους, τοὺς δὲ
15ἐχθροὺς αὐτῶν ἀναιρεθῆναι παρ’ αὐτῶν. Καὶ οἱ μὲν ἀναιρεθέντες παρὰ τῶν Ἰουδαίων εἰσὶ μύριοι πεν‐ τακισχίλιοι· γέγονε δὲ ἑορτὴ διὰ τοῦτο αὐτοῖς, τῇ ιδʹ καὶ ιεʹ ἐν τῷ μηνὶ τῷ ιβʹ, ὅστις καλεῖται Ἄδερ. Ὀνομάζεται δὲ ἡ ἡμέρα αὕτη τῇ ἰδίᾳ διαλέκτῳ αὐ‐
20τῶν Φρουρέ. Διὰ τοῦ ὁ κατὰ τὴν ἡμέραν ταύτην καίουσιν οἱ Ἰουδαῖοι τὸν Ἀμὰν, καὶ ἑορτάζουσι, μνη‐ μόσυνον οὖσαν σωτηρίας αὐτῶν.
23tΒιβλίον Ἰουδίθ.
24Λέγεται τὸ βιβλίον οὕτως, ἐπειδὴ καὶ τὴν περὶ
25τῆς Ἰουδὶθ ἱστορίαν περιέχει· πῶς ὁ Θεὸς πολεμου‐ μένους καὶ πολιορκουμένους ὑπὸ τοῦ Ὁλοφέρνου τοὺς υἱοὺς Ἰσραὴλ δι’ ἐκείνης ἔσωσε μὲν τοὺς λαοὺς, τὸν δὲ Ὁλοφέρνην ἐπάταξεν. Ἡ δὲ ἱστορία αὕτη. Ναβου‐ χοδονόσορ ὁ βασιλεὺς τῶν Ἀσσυρίων, πόλεμον ἔχων
30πρὸς Ἀρφαξὰδ βασιλέα Μήδων, ᾔτησε συμμαχίαν παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου. Μὴ δεδωκό‐ των δὲ αὐτῷ, ἀλλὰ ἀντειρηκότων πάντων, μετὰ τὸ νικῆσαι καὶ περιγενέσθαι τοῦ Ἀρφαξὰδ, ἔθετο κατὰ τῶν μὴ δεδωκότων πόλεμον, καὶ ἀπέστειλε τὸν Ὁλο‐
35φέρνην μετὰ δυνάμεως πολλῆς κατ’ αὐτῶν. Τὰ μὲν οὖν ἄλλα πάντα ἔθνη ἔλαβε, καὶ τὰ εἴδωλα αὐτῶν συνέτριψεν· οἱ δὲ υἱοὶ Ἰσραὴλ ἠσφαλίσαντο ἑαυτοὺς, καὶ οὐχ ὑπήκουσαν τῷ Ὁλοφέρνῃ, οὔτε ἐφοβήθησαν αὐτοῦ τὴν ἀπειλήν. Ὁ τοίνυν ἱερεὺς Ἰωακεὶμ ἔγραψε
40τοῖς ἐν Βετυλούᾳ φράξαι τὴν ὁδὸν Ὁλοφέρνου, ἐπειδὴ ἐκεῖθεν ἦν αὐτοῦ ἡ ὁδός. Καὶ ἔφραξεν. Καὶ ὁ μὲν Ὁλοφέρνης παρετάσσετο εἰς πόλεμον· Ἀχιὼρ δὲ ὁ ἡγούμενος τῶν υἱῶν Ἀμμὼν συνεβούλευσε τῷ Ὁλο‐ φέρνῃ μὴ πολεμεῖν τῷ ἔθνει τῶν Ἑβραίων, διὰ τὸ
45ὑπερασπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς ὁ Ὁλο‐ φέρνης ἀπέστειλεν αὐτὸν εἰς Βετυλούαν, ἀπειλήσας ἀναιρήσειν αὐτὸν, εἰ περιγένοιτο τῶν Ἑβραίων. Ὁ μὲν οὖν Ἀχιὼρ ἦν ἐν τῇ Βετυλούᾳ ἀναπαυόμενος· ὁ δὲ Ὁλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν

28

.

369

(50)

τὰ ὕδατα. Ἤδη δὲ τοῦ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκδοῦναι τὴν πόλιν τῶν ἀρχόντων, ἡ Ἰουδὶθ, ἀποβαλοῦσα τὰ τῆς χηρεύσεως ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα, καὶ δι’ ὅλου ἔμενεν νηστεύ‐ ουσα), ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην· καὶ πολλὰ
55παρακαλέσασα τοὺς ἄρχοντας, ὥστε μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ, ἐξῆλθεν αὐτὴ πρὸς τὸν Ὁλο‐
φέρνην, καὶ τῇ σοφίᾳ αὐτῆς ἀπατήσασα αὐτὸν, τῇ

28

.

372

τρίτῃ ἡμέρᾳ ἀπεκεφάλισεν αὐτὸν, ἀγνοούντων τῶν στρατιωτῶν αὐτοῦ. Καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύ‐ ριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδρα‐ μόντες, κατέκοψαν τοὺς Ἀσσυρίους. Οὕτω δὲ σωθέν‐
5τες, καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὁλοφέρνου. Αὐτὴ δὲ ἡ Ἰουδὶθ, ἀπελθοῦσα εἰς τὴν Ἱερουσαλὴμ, ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ὑποστρέψασα εἰς τὸν οἶκον ἑαυτῆς, τὴν αὐτὴν εἶχεν ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου
10χήρα, μηδενὸς αὐτὴν ἰσχύσαντος πεῖσαι εἰς γάμον, καὶ ἀπέθανε, ζήσασα καλῶς ἐν τῇ χηρείᾳ, ἐτῶν ρεʹ.
12tΒιβλίον Τωβίτ.
13 Ὀνομάζεται οὕτως τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἦν δὲ οὗ‐
15τος ἀπὸ μὲν φυλῆς Νεφθαλείμ· γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ, ἐλεήμων καὶ θεοσε‐ βής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλὰ ἑαυτὸν συνετήρει. Ἦν δὲ καὶ προαγοραστὴς τοῦ βασιλέως Ἐνεμεσά‐
20ρου, καὶ παρέθετο ἐν τῇ Μηδίᾳ Γαμαήλῳ τάλαντα δέκα. Οὗτος ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀπο‐ θνήσκοντας τῶν Ἰουδαίων. Διαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχιρὴλ, ἔφυγε, καὶ ἐπανελθὼν καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ, ὡς
25εἴωθεν, ἐν τῷ κοιμᾶσθαι ἀνεῳγμένους ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε καὶ οὐκ ἔτι ἔβλε‐ πεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥα‐ γουὴλ συγγενοῦς αὐτοῦ, Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων ὁ Ἀσμοδαῖος.
30Ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε· καὶ πάνυ λυπηθεῖσα ἡ παῖς, ηὔξατο, καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς, τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ, παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ
35γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα τα‐ λάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρ‐ χεται ζητῆσαι συνοδοιπόρον, καὶ Θεοῦ προνοίᾳ εὑρί‐ σκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μι‐
40σθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. Καὶ συν‐ οδεύει αὐτῷ ὁ ἄγγελος, ὡς ἄνθρωπος, λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγριν ποτα‐ μὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λού‐ σασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέ‐
45γας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτὸν, καὶ λαβεῖν τὸ ἧπαρ, καὶ τὴν καρδίαν, καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, Εἰς τί χρήσιμα ταῦτα; ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία, θυμιώμενα,

28

.

372

(50)

διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώ‐ ματα. Ὁ μὲν οὖν παῖς [τούτου] συμβουλίᾳ καὶ συνεργίᾳ λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυ‐ ναῖκα, διωχθέντος τοῦ δαιμονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου
55ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα, ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ
πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει

28

.

373

τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἔβλεψεν. Ὅτε μὲν οὖν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ· ὅτε δὲ ἀν‐ έβλεψεν ἦν ἐτῶν ξϛʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ,
5ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐ‐ τῶν τε καὶ τῆς Σάῤῥας. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγ‐ γειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ ἀπελθεῖν εἰς τὴν Μηδίαν, διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ
10ῥῆμα Ἰωνᾶ τοῦ προφήτου. Καὶ ἐκλιπὼν, ἀπέθανεν ἐτῶν ρνηʹ. Ὁ δὲ υἱὸς αὐτοῦ Τωβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς ἑαυτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς τῆς Νινευῒ, ἀπέθανεν ἐτῶν ρζʹ.
15tΒιβλίον Σοφίας Σολομῶντος.
16 Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον. Καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ
20προφητεία περὶ Χριστοῦ· καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία· ἔτι δὲ καὶ φυσιολογία με‐ ρική· καὶ κατὰ εἰδώλων, καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων, καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλί‐
25ταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοιοῦτον ἔχει τὸν τρόπον· ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τού‐ τοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεο‐ σέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. «Μὴ
30ζήλου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος·» πόθεν οἱ ἀσεβεῖς περὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προ‐ κρίναντες· ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπ‐ έκτειναν· ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νό‐
35μον τοῦ Κυρίου, καί τινες οἱ ὑποταγέντες αὐτῷ· ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον.» Εἰ καὶ ἀσεβὴς τὴν τελευτὴν τοῦ
40πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ’ ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθή‐ σονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν.
45Ὅτι πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπὴ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ, μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς Καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ ἀποστραφέντος ἐκείνου.

28

.

373

(50)

Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ; Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν, ὢν ἄνθρωπος, ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ, τῇ σοφίᾳ τοῦ Θεοῦ. Ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον. Ἐν γὰρ χειρὶ
55αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε· μία γὰρ οὖσα πάντα δύνα‐
ται, καὶ μένουσα ἐν αὑτῇ, τὰ πάντα καινίζει. «Τὴν

28

.

376

σοφίαν,» φησὶν, «ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον,» σαρκικὰ καὶ πνευματικά. Ὅτι, τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς, ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα, τὸ φωτί‐
5ζον με περὶ αὐτῆς, καὶ ἐπέμφθη, ἵνα συγκοπιάσῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει· οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ,
10τὸν Λὼθ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας, οὓς ἐκ χειρὸς τῶν Αἰγυπτίων ἐῤῥύσατο διὰ Μωϋσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας. Μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παι‐
15δεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολατρῶν, βατράχων, σκνιφῶν, μυῶν, ἀκρίδων, σφηκῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσῶν, καὶ ἀργύρων, ἢ λίθων, ἢ ξυλίνων εἰδώλων κατ‐ εσκευασμένων. Ὅτι ἔστι καὶ σωτηρία διὰ ξύλου τοῖς
20πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν ἢ ζωγρα‐ φούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμι‐ κῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν
25ἐχθίστων ζώων, ὄφεων, αἰλούρων, καὶ τῶν ὁμοίων. Ὅτι εὐηργέτησεν ὁ Θεὸς τὸν Ἰσραὴλ ἀντὶ βατράχων ὀρτυγομήτραν. Ὅτι καὶ ἐπὶ δήγματος ὄφεων σωτη‐ ρία τοῦ λαοῦ δι’ ὄφεως χαλκοῦ ἐσταυρωμένου· τοὺς δὲ ἐχθροὺς αὐτῶν δι’ ἀκρίδων καὶ μυῶν ἀπέκτεινεν.
30Ὅτι ἀγγέλων τροφὴν ἐψώμισε τὸν λαὸν πρὸς πᾶσαν ἡδονὴν ἰσχύουσαν, καὶ πρὸς πᾶσαν ἁρμονίας γεῦσιν. Ὅτι χάλαζαν Αἰγυπτίοις μετὰ πυρὸς ἔπεμψε πρὸς δια‐ φθορὰν γεννημάτων. Ὅτι τοῖς Αἰγυπτίοις ἔπεμψε ψηλαφητὸν σκότος, καὶ τὰ ἐν αὐτῷ κακά· τοῖς δὲ
35ὁσίοις αὐτοῦ φῶς ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρήμῳ στῦλον πυρός. Καὶ ἀντὶ μὲν θανάτου νηπίων Ἰσραὴλ τῶν Αἰγυπτίων πρωτοτόκων θάνατος καὶ καταποντισμός· ἀντὶ δὲ θανάτου πρωτοτόκων, σωτηρία Ἰσραὴλ δι’ αἵματος προβάτου. Καὶ ἐπὶ μὲν θανάτῳ δικαίων ἐν
40ἐρήμῳ Ἀαρὼν ἐξιλάσατο, Κυρίῳ προσευξάμενος, καὶ θυμιάσας· ἐπὶ δὲ θανάτῳ Αἰγυπτίων ἐν Ἐρυθρᾷ θαλάσσῃ ἀνελεήμων θυμός· τοῦ δὲ λαοῦ παράδοξος ὁδοιπορία. Ὅτι διὰ μισοξενίαν ἔπαθον ταῦτα οἱ Αἰ‐ γύπτιοι, ὡς καὶ οἱ Σοδομῖται. Ὅτι τὰ στοιχεῖα ὑπό‐
45κειται τῇ θείᾳ κρίσει Χριστοῦ, πρὸς ὃ βούλεται ῥυθμιζόμενα, ὡς χορδαὶ κιθάρας τῷ κιθαρίζοντι· ἐν οἷς καὶ ἡ πᾶσα δύναμις τῆς Σοφίας Σολομῶντος τῆς λεγομένης Παναρέτου.
53tΒιβλίον Σοφίας Ἰησοῦ υἱοῦ Σηράχ.
54Ἰησοῦς οὗτος Σηρὰχ μὲν ἦν υἱὸς, ἔγγονος δὲ

28

.

377

Ἰησοῦ ὁμωνύμως αὐτῷ. Οὗτος οὖν ἐν χρόνοις γέγονε κάτω μετὰ τὴν αἰχμαλωσίαν, καὶ ἀνάκλησιν, καὶ μετὰ τοὺς προφήτας ἅπαντας. Ὁ οὖν πάππος αὐτοῦ Ἰησοῦς, καθὰ αὐτὸς μαρτυρεῖ, φιλόπονός τε γέγονεν
5ὁ ἀνὴρ καὶ φρονιμώτατος, ὃς οὐ μόνον τὰ ἑτέρων τῶν πρὸ αὐτοῦ συνετῶν ἀνδρῶν ἀποφθέγματα συνήγαγεν, ἀλλὰ καὶ αὐτὸς ἴδιά τινα ἀπεφθέγξατο, πολλῆς σο‐ φίας καὶ συνέσεως γέμοντα. Ἐπεὶ οὖν τὴν βίβλον ταύτην ὁ αʹ Ἰησοῦς καταλιπὼν ἐξ ἀνθρώπων
10ᾤχητο, Σηρὰχ ὁ υἱὸς μετ’ αὐτὸν λαβὼν, πάλιν τῷ οἰ‐ κείῳ παιδὶ κατέλιπεν Ἰησοῦ. Ὃς δὴ ταύτης λαβόμε‐ νος, εἰς ἓν ἅπασαν ἐναρμόνιον σύνταγμα ποιησάμε‐ νος, Σοφίαν ἐπί τε τῷ αὐτοῦ, καὶ τῷ τοῦ Πατρὸς, καὶ τῷ τοῦ πάππου ὀνόματι ἐπικέκληκεν, ἐξ αὐτοῦ
15τοῦ τῆς σοφίας ὀνόματος ἀγαπητῶς μᾶλλον ἔχειν τὸν ἀκροατὴν πρὸς τὴν αὐτὴν τῆς βίβλου μελέτην ἐπι‐ σπώμενος. Λόγους οὖν φρονήσεως, αἰνίγματά τε καὶ παραβολὰς περιέχει, καὶ μερικάς τινας παλαιὰς θεο‐ φιλεῖς ἱστορίας, περί τε ἀνδρῶν εὐαρεστησάντων τῷ
20Θεῷ, καὶ εὐχὴν καὶ ὕμνον αὐτῶν. Ἔτι δὲ ὧν ὁ Θεὸς εὐεργεσιῶν ἠξίωσε τὸν λαὸν αὐτοῦ, καὶ ὧν ἔπλησε κακῶν τοὺς ἐχθροὺς αὐτῶν. Ὀπαδὸς τοίνυν τοῦ Σο‐ λομῶντος οὗτος ὁ Ἰησοῦς γεγονὼς, οὐδὲν ἧττον ἐκεί‐ νου περὶ τὴν σοφίαν καὶ παιδείαν ἠρίστευσε, πολυ‐
25μαθὴς ἀληθῶς καὶ ὢν καὶ καλούμενος. Ἀλλὰ περι‐ οχὴν μὲν, ὡς ἄν τις εἴποι, ταύτην ἔχει τὸ βιβλίον. Τὴν δὲ ἀνακεφαλαίωσιν ἰστέον οὕτως. Ἐν προοιμίοις μὲν περὶ πάσης σοφίας Κυρίου διηγεῖται· ἔπειτα περὶ θυμοῦ, καὶ φόβου, καὶ ἀφοβίας· περὶ ἐπιστή‐
30μης σοφίας· περὶ θεοφοβίας, περὶ τοῦ δεῖν χωρὶς ὑποκρίσεως προσιέναι Θεῷ· περὶ πειρασμῶν καὶ ὑπομονῆς· περὶ δειλίας καὶ ἐκλύσεως· περὶ ἀγάπης Κυρίου· περὶ τιμῆς τῆς εἰς τοὺς γονεῖς· περὶ πρᾳό‐ τητος καὶ ἐπιεικείας ταπεινοῦ· περὶ προπετοῦς καὶ
35ἀνυποτάκτου ζητήσεως τῶν μὴ προστεταγμένων· περὶ σκληροκαρδίου καὶ ὑπερηφάνου, περὶ συνετοῦ καὶ εὐμαθοῦς, καὶ ἐλεήμονος καὶ ὀρφανῶν προ‐ στάτου· πρὸς φίλον ὑποτακτικὸν καὶ ἐπιεικῆ· περὶ ἀνυψώσεως υἱῶν τῆς σοφίας· περὶ ἀνυποταξίας πονη‐
40ρῶν· καὶ περὶ αἰσχύνης βλαβερᾶς καὶ ἐπωφελοῦς· μὴ πρὸ τῶν ἔργων τοὺς λόγους, μηδὲ ἐθελοδιδάσκα‐ λος γίνου. Περὶ τοῦ μὴ δεῖν δεδέσθαι πόθῳ χρημά‐ των, μηδὲ οἴεσθαι ἀτιμωρητὶ ἁμαρτάνειν, κἂν παρ‐ αυτίκα μὴ δῶμεν τὴν τιμωρίαν· μακρόθυμος γάρ
45ἐστιν ὁ Θεός· δεῖν τε ἐξιλάσκεσθαι αὐτὸν, καὶ μὴ πορευθῆναι ἐν ἐπιθυμίᾳ καρδίας. Περὶ τοῦ μὴ περι‐ φέρεσθαι παντὶ ἀνέμῳ, καὶ περὶ φλυαρίας καὶ ὑπερ‐ ηφανίας· περὶ φιληδόνου· δοκιμασία πιστοῦ καὶ ἀπίστου· περὶ παιδείας Κυρίου, ὅτι ἀπὸ νεότητος ἕως

28

.

377

(50)

γήρως ἐπιθυμεῖν αὐτὴν δεῖ· περὶ ἀκροάσεως ἀνω‐ φελοῦς· περὶ τοῦ μὴ προδιδόναι φίλον, μηδὲ ἀστο‐ χεῖν γυναικὸς σοφῆς· περὶ οἰκετῶν, περὶ κτημάτων· περὶ τέκνων· περὶ γυναικῶν· περὶ τοῦ μὴ κακο‐ ποιεῖν, ἢ φιλαρχεῖν, ἢ καταφρονεῖν ἁμαρτάνειν. Περὶ
55τοῦ μὴ ψεύδεσθαι ἀδελφῷ, μηδὲ φλυαρεῖν ἐπὶ πρε‐
σβυτέρων, μηδὲ δευτερῶσαι λόγον· περὶ δόξης πα‐

28

.

380

τρὸς, ἢ μητρὸς, καὶ περὶ τῆς κατὰ Θεὸν εὐλαβείας, καὶ τῆς εἰς ἱερεῖς τιμῆς, καὶ τῆς εἰς κακουμένους ἐπισκέψεως. Ὅτι ἑκάστου πράγματος τὸ τέλος δεῖ προορᾷν, καὶ οὕτως ἄρχεσθαι· ἑκάστου λόγου, ἢ
5πράξεως σκοπεῖν τὰ ἔσχατα. Καὶ περὶ τοῦ μὴ παρο‐ ρᾷν διήγημα γερόντων σοφῶν. Ἐξ ὅσων γίνεται πορ‐ νεία· περὶ τοῦ μὴ ἐγκαταλιμπάνειν φίλον ἀρχαῖον· ὁ γὰρ νέος οἶνος φίλῳ νέῳ συγκρίνεται· περὶ τεχνί‐ του σοφοῦ, καὶ κριτοῦ διδασκάλου, καὶ βασιλέως
10ἀπαιδεύτου. Ὅτι μακρὸν ἀῤῥώστημα σκοπεῖ ἰατρός· περὶ σπέρματος ἐντίμου καὶ ἀπίστου· περὶ οἰκέτου σοφοῦ, καὶ ἄρχοντος πλουσίου. Ὅτι μικρὸν ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρ‐ πὸς αὐτῆς. Περὶ τοῦ μὴ ἀκρίτως, μηδὲ ἀνεξετάστως
15μέμφεσθαι, μηδὲ εἶναι πολυπράγμονα, ἀλλὰ δίκαιον, ὅτι Θεὸς ὁ πλουτίζων. Ὅτι μηδὲν τῶν ἀνθρωπίνων ἀγαθῶν ἀμετάκλητον ἡγεῖσθαι. Περὶ τοῦ μὴ γνησιάζειν παντὶ ἀνθρώπῳ, ἀλλὰ εὐσεβέσι καὶ δι‐ καίοις· καὶ περὶ τοῦ φυλάττεσθαι τοὺς πονηρούς.
20Περὶ τοῦ μὴ κοινωνεῖν ὑπερηφάνοις διὰ τὸν ἐξ αὐτοῦ μολυσμὸν, καὶ τὴν συντριβὴν, καὶ περὶ τῆς τοῦ πλη‐ σίον θεραπείας παρὰ πολλῶν· καὶ ὅτι πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον. Ὥσπερ γὰρ οὐ κοινωνεῖ λύκος ἀμνῷ, οὔτε εἰρηνεύει ὕαινα πρὸς κύνα· οὕτως ἁμαρ‐
25τωλὸς πρὸς εὐσεβῆ. Περὶ μικρολόγων τῶν μὴ μετα‐ διδόντων ἑτέροις, καὶ ὅτι ἐν πλούτῳ καὶ πτωχείᾳ δί‐ καιον εἶναι καὶ ὅσιον, μὴ τοὐναντίον. Μακάριον ἡγεῖ‐ σθαι τὸν σοφίᾳ καὶ συνέσει συζῶντα μέχρι τελευτῆς, οὐ τὸν πλούσιον ἐν κόσμῳ. Περὶ αὐτεξουσίου, ὅτι
30περὶ ἀποστασίας μὴ αἰτιῶ τὸν Κύριον· πάντα γάρ σοι παρέθετο. Ὅτι κρεῖσσον ἄπαιδα εἶναι ἢ πονηρὰ τέκνα ἔχειν. Ὅτι οὐδὲν λανθάνει Θεόν. Περὶ φωρά‐ σεως Θεοῦ καὶ κρίσεως, καὶ μὴ νόμιζε τὸν Θεὸν κρύπτεσθαι ἀνόμους ἢ ἐκφεύγειν αὐτοῦ τὴν κρίσιν.
35Περὶ τῶν κτισμάτων. Περὶ τῆς τοῦ ἀνθρώπου πλά‐ σεως, ἧς ἐτιμήθη. Περὶ τῆς τοῦ νόμου δόσεως· περὶ ἐλεημοσύνης καὶ μετανοίας· περὶ ἐπιεικοῦς ἀποκρί‐ σεως· περὶ τοῦ μὴ μωμεῖσθαι τὸ ἀγαθὸν ἔργον, μηδὲ δόμα ἐν λυπηρῷ λόγῳ· ὥστε τὸν ἐπιθυμοῦντα ἀρχῆς
40προπετεύεσθαι, καὶ ἐν πᾶσι προετοιμάζεσθαι. Περὶ τοῦ μὴ ἀσωτεύεσθαι, καὶ ὧν δεῖ ἀπέχεσθαι. Περὶ φυλακῆς μυστηρίων, καὶ περὶ ἄφρονος, περὶ σοφίας τῆς διὰ παραβολῶν, καὶ περὶ βίου, καὶ ἀρχῆς, καὶ σοφῶν, καὶ μωρῶν. Περὶ θυγατρὸς θρασείας· καὶ
45περὶ ἀπροσεξίας μωροῦ, καὶ περὶ διανοίας στεῤῥᾶς, καὶ ἐν τίσι διαλύεται φιλία καὶ περὶ τοῦ μὴ ἀπρο‐ φυλάκτως φθέγγεσθαι τοῖς ἁμαρτήσασι. Περὶ παι‐ δείας, καὶ τοῦ μὴ αἰτεῖσθαι ὅρκον· περὶ φυλακῆς ψυχῆς καὶ σώματος, καὶ περὶ ἀνθρώπου πόρνου.

28

.

380

(50)

Περὶ πονηρᾶς γυναικὸς, καὶ μοιχαλίδος. Προφητεία περὶ Ἰησοῦ Χριστοῦ, ὅς ἐστι σοφία καὶ Υἱὸς, παρει‐ κασθεὶς ποταμοῖς. Περὶ προσθήκης παιδείας· περὶ τῶν δέκα μακαρισμῶν· περὶ πληγῆς ἐπαγωγῆς καὶ ἐκδικήσεως· περὶ πλημμελείας ἐμπόρου· περὶ τῶν
55ἀποκαλυπτόντων μυστηρικὸν λόγον. Περὶ ἀνθρώπου θυμώδους· περὶ γλωσσώδους ἀνδρός· περὶ τοῦ δανί‐
ζειν τῷ πλησίον, καὶ τόκους μὴ λαμβάνειν, ἀλλὰ κι‐

28

.

381

χρᾷν αὐτῷ δεομένῳ· περὶ ἐγγυήσεως τοῦ πλησίον, καὶ περὶ ζωῆς· περὶ τοῦ μὴ ἐπιστροφῇ παιδεύειν τέκνα, περὶ ὑγιείας σώματος, καὶ βρώσεως, καὶ ψυ‐ χῆς· περὶ διδασκαλίας χρημάτων, μεγιστάνων, καὶ
5ἡγουμένων, υἱῷ καὶ γυναικὶ, ἀδελφῷ καὶ φίλῳ· περὶ οἰκέτου κακούργου. Περὶ ἐνυπνίων ἀσυνέτων· περὶ πλάνης καὶ πολυπειρίας, καὶ περὶ τῶν φοβου‐ μένων τὸν Κύριον. Περὶ θυσιῶν, καὶ προσφορῶν, τῶν ἐξ ἀδικίας, τῶν τε ἐκ δικαιοσύνης προσφορῶν·
10περὶ θυσιῶν τῶν ἐκ φιλαργυρίας. Ὅτι τρυφῆς καὶ πλούτου δεῖ καταφρονεῖν. Περὶ λαιμάργων καὶ βα‐ σκάνων, καὶ ἀπλήστων, καὶ ἀτάκτων· μὴ μεθύσκε‐ σθαι οἴνῳ, ἀλλ’ αὐτάρκως χρᾶσθαι. Περὶ ἐπαιρομέ‐ νου ἐπιεικοῦς, καὶ περὶ λαλιᾶς πρεσβυτέρων, καὶ
15περὶ λαλιᾶς νεανίσκου. Περὶ ἐκδοχῆς παιδείας νόμου, καὶ κρίματα καὶ δικαιώματα, καὶ πιστεύειν νόμῳ. Περὶ διαθήκης Θεοῦ κατὰ γενεὰν, καὶ ὅτι ἡ μὲν κατασκευὴ τῆς φύσεως τοῖς ἀνθρώποις μία· τὸ δὲ τῆς προαιρέσεως διάφορον, ἀφ’ ἧς τοὺς μὲν
20εὐλογεῖσθαι, τοὺς δὲ ὑπὸ κατάραν ἐποίησε. Περὶ λαοῦ ἐκλελεγμένου, καὶ ὅτι ἀπέναντι τοῦ ἀγαθοῦ τὸ κακὸν, καὶ ἀπέναντι τοῦ εὐσεβοῦς ὁ ἁμαρτωλός. Τίσι δεῖ κοινωνεῖν· ὁποίαν δεῖ γυναῖκα λαβεῖν· ὁποίους δεῖ φίλους ἔχειν· τίσι δεῖ συμβούλοις χρῆσθαι, τί‐
25νας διδασκάλους ὁρίζει· περὶ τοῦ εἰδέναι τὸ συμφέ‐ ρον ἕκαστον. Περὶ τοῦ τιμᾷν τοὺς ἰατρούς. Πῶς ἐπὶ νεκρῷ δεῖ πενθεῖν. Περὶ γραμματέως καὶ σοφοῦ γεωργοῦ· καὶ περὶ ἀγρυπνίας τέκτονος, καὶ χαλκέως, καὶ κεραμέως. Περὶ φυλακῆς ψυχῆς ἀνθρώπου, καὶ
30τῆς παραμενούσης σοφίας, καὶ ὅσον τυγχάνει. Περὶ προγνώσεως Θεοῦ καὶ κτίσεως κόσμου. Ὅτι ἡ κτίσις τοῖς εὐσεβέσιν εἰς εὐλογίαν τρέπεται· τοῖς δὲ ἀνόμοις εἰς κατάραν. Ὅτι ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Ἀδάμ. Ὅτι
35πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ὅσα ἀπὸ τοῦ ὕδατος εἰς θάλασσαν. Περὶ συγκρίσεως ἀγα‐ θῶν, καὶ τίνα τὰ σαρκικὰ ἀγαθὰ τὰ ἥττονα. Περὶ τοῦ τίνα τὰ ὄντα ἀγαθὰ τὰ μείζονα καὶ πνευματικά. Περὶ ζωῆς ἀπαιτή. Περὶ θανάτου πικροῦ πλου‐
40σίου· περὶ θανάτου καλοῦ πτωχοῦ. Περὶ τοῦ μὴ εὐ‐ λαβεῖσθαι τὸ ἀποθανεῖν. Περὶ τοῦ ἐπονειδίστως μὴ ζῇν, ἀλλὰ φροντίζειν ὀνόματος ἀγαθοῦ. Περὶ παιδείας εἰρηνικῆς. Ἀφ’ ὧν ἐντρεπόμενος αἰσχύνεσθαι δεῖ· περὶ ὧν οὐ δεῖ αἰσχύνεσθαι. Ὅτι δεῖ περὶ θυγατρὸς
45παρθένου πάντοτε μεριμνᾷν· περὶ τοῦ μὴ συνεδρεύειν ἐν μέσῳ γυναικῶν διὰ πορνείαν. Περὶ δημιουργίας Κυρίου. Περὶ ἡλίου, ὅτι σκεῦος θαυμαστὸν καὶ ἔργον Κυρίου. Περὶ σελήνης καὶ ἄστρων, καὶ τόξου, καὶ χιόνων, καὶ ἀστραπῶν. Περὶ νεφῶν, καὶ χαλάζης.

28

.

381

(50)

Περὶ σεισμῶν καὶ βροντῆς. Περὶ ὑετοῦ, καὶ πάχνης, καὶ ὁμίχλης. Περὶ δρόσου ἀπὸ καύσωνος, καὶ περὶ ἀβύσσου ξηρᾶς. Περὶ Ἰορδάνου καὶ θαλάσσης. Περὶ παντὸς ζώου καὶ κτήνους. Περὶ μεγαλοδόξου κτίσεως Κυρίου. Περὶ τῶν εὐεργεσιῶν αὐτοῦ. Ἐπίλογος περὶ
55Ἐνὼχ καὶ Νῶε. Ἐπίλογος περὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ
καὶ ὧν ἐπειράσθησαν. Ἐπίλογος περὶ Ἰακὼβ, καὶ

28

.

384

Μωϋσέως, καὶ ὧν ἐθαυματούργει. Ἐπίλογος περὶ Ἀαρὼν, καὶ τῆς λειτουργίας αὐτοῦ, καὶ τῆς ἱερα‐ τείας. Ἐπίλογος περὶ Δαθὰν, καὶ Ἀβειρὼν, καὶ Κορέ. Περὶ τῶν ἀπαρχῶν τῶν πρωτογεννημάτων
5μερίδος Ἀαρών. Ἐπίλογος, ὅτι Φινεὲς υἱὸς Ἐλεάζαρ τρίτος μετὰ Ἀαρὼν ἔνδοξος. Ὅτι τῷ Δαβὶδ διέθετο Κύριος διαθήκην βασιλείας. Ὅτι Ἰησοῦς Ναυῆ διά‐ δοχος Μωϋσέως γίνεται ἐν προφήταις. Ὡς ἐν ἡμέραις Μωϋσέως Ἰησοῦς Ναυῆ καὶ Χάλεβ ὁ τοῦ Ἰεφονῆ,
10ἐποίησαν ἔλεος, καὶ οἱ ιβʹ διεσώθησαν. Τὰ περὶ Σα‐ μουὴλ, ὃς μετὰ Ἰησοῦν ἔκρινε τὸν λαὸν ἐν προφήταις. Τὰ περὶ Ναθὰν τοῦ προφήτου, καὶ ἐγκώμιον εἰς Δαβὶδ τὸν βασιλέα. Ὡς Σολομὼν ἦν σοφὸς, ἀλλὰ φιλογύ‐ ναιος ὕστερον γέγονε, καὶ μετὰ τὴν ὀργὴν ἠλεήθη
15μετανοήσας. Τὰ περὶ Ἱεροβοὰμ καὶ Ῥοβοὰμ τῶν σχισματοποιῶν. Τὰ περὶ Ἠλίου τοῦ προφήτου, τὸ πῦρ τὸ καῖον τὰ κακά. Τὰ περὶ Ἑλισσαιὲ τοῦ προφήτου, καὶ μαθητοῦ Ἠλίου, ὃς ἐνεπλήσθη τοῦ πνεύματος αὐτοῦ. Τὰ περὶ τῆς αἰχμαλωσίας τῶν
20βασιλέων Ἰούδα. Ὡς ἦν Ἰεζεκίας ταπεινόφρων, καὶ τοῦ Ἡσαΐου φίλος, καὶ τοῦ Ῥαμψάκη ἀναιρέτης. Ὡς ἐλυτρώσατο Κύριος τὸν Ἰσραὴλ ἐν χειρὶ Ἡσαΐου, πατάξας τὴν παρεμβολὴν τῶν Ἀσσυρίων. Ὡς Ἰωσίας ὁ βασιλεὺς ὑπῆρχε φίλος Ἱερεμίου. Περὶ Ἐζεκιὴλ
25τοῦ προφήτου, ὅτι ἐν τῇ αἰχμαλωσίᾳ ἦν Βαβυλῶνος. Περὶ τῶν ὀστέων τῶν ιβʹ προφητῶν. Ὡς Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ᾠκοδόμησαν τὸν οἶκον Κυρίου. Ὡς Νεεμίας ἀνήγειρε τὰ τείχη Ἱερουσαλὴμ τὰ πεπτωκότα. Τὰ περὶ Ἐνὼχ, ὅς ἐστιν ἐν τοῖς
30ἐνδόξοις καὶ στήριγμα λαοῦ. Ὅτι Σὴμ καὶ Σὴθ ἔνδοξοι ἐν ἀνθρώποις. Ὅτι Σίμων Ὀνίου υἱὸς ἐνδο‐ ξότατος ἐν ἀρχιερωσύνῃ. Ὅτι ἐπὶ πᾶσι τούτοις εὐλογεῖν δεῖ τὸν Θεὸν μεγαλουργόν. Κατὰ Σαμα‐ ρειτῶν, ἀθετησάντων τὸν Ἰουδαϊσμὸν, καὶ κατὰ
35Ἰουδαίων ἀθετησάντων τὸν Χριστόν. Περὶ τοῦ ἐπι‐ λόγου τῆς βίβλου πάσης. Περὶ τῆς προσευχῆς Ἰησοῦ υἱοῦ Σηρὰχ, ἐγγόνου Ἰησοῦ.
38tΑΡΚΤΕΟΝ ΔΕ ΚΑΙ ΤΩΝ ΤΗΣ ΚΑΙΝΗΣ ΔΙΑ‐
39tΘΗΚΗΣ ΒΙΒΛΙΩΝ.
40tΒιβλίον Αʹ. Κατὰ Ματθαῖον Εὐαγγέλιον.
41 Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ αὐτὸς Ματθαῖος ὁ μαθητὴς τοῦ Κυρίου συνέγραψε τὸ Εὐ‐ αγγέλιον τοῦτο. Διηγεῖται δὲ ἐξ ἀρχῆς τὴν κατὰ σάρκα γέννησιν τοῦ Σωτῆρος τὴν ἐκ σπέρματος τοῦ
45Δαβίδ. Διὸ καὶ ἀπ’ αὐτοῦ τὴν γενεαλογίαν κατάγει ἕως τοῦ Χριστοῦ, γενεὰς μβʹ. Περιέχει δὲ καὶ τὸ βάπτισμα Ἰωάννου, καὶ τοὺς ἐν τῷ ὄρει παρὰ τοῦ διαβόλου πειρασμοὺς, καὶ σημεῖα καὶ τέρατα μεγάλα γενόμενα παρὰ τοῦ Σωτῆρος, τήν τε τῶν μαθητῶν

28

.

384

(50)

ἐκλογὴν, καὶ τὴν τοῦ μυστηρίου παράδοσιν· καὶ τέλος ὅτι παρεδόθη Πιλάτῳ, καὶ ἐσταυρώθη τῷ σώματι, καὶ τὸ σῶμα αὐτοῦ ἐτέθη ἐν τῷ μνημείῳ· καὶ οἱ μὲν στρατιῶται διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ· αὐτὸς δὲ, ἐν τριημέρῳ ἀναστὰς, ἐνετείλατο τοῖς
55μαθηταῖς μαθητεύειν πάντα τὰ ἔθνη, καὶ βαπτίζειν αὐτοὺς, ἐπαγγειλάμενος εἶναι μετ’ αὐτῶν πάσας τὰς
ἡμέρας ἕως συντελείας τοῦ αἰῶνος. Εἰσὶ δὲ ἅπερ

28

.

385

ἐξηγεῖται Ματθαῖος γεγονέναι σημεῖα παρὰ τοῦ Χριστοῦ ταῦτα. Ὁ λεπρὸς ἐκαθαρίσθη· ὁ παῖς ἑκα‐ τοντάρχου μὴ παρὼν ἰάθη, μόνον εἰπόντος αὐτοῦ· ἡ πενθερὰ Πέτρου πυρέσσουσα ἰάθη· ὀψίας γενο‐
5μένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους, καὶ κακῶς ἔχοντας· καὶ τὰ μὲν πνεύματα ἐξέβαλε λόγῳ, τοὺς δὲ ἄλλους πάλιν ἐθεράπευσεν οὕτως. Γενεαλο‐ γεῖται Χριστός· εὐαγγελίζεται Ἰωσήφ· προσκυνοῦσι μάγοι· κατέρχεται εἰς Αἴγυπτον ὁ Χριστός· ἀναιρεῖ
10τὰ παιδία Ἡρώδης, καὶ τελευτᾷ. Ἀνελθὼν ἀπὸ τῆς Αἰγύπτου κατοικεῖ εἰς Ναζαρὲθ ὁ Χριστός. Ἔρχεται Ἰωάννης βαπτίζων, ἀποστρέφεται τοὺς Σαδδουκαίους καὶ τοὺς Φαρισαίους. Βαπτίζεται ὁ Χριστὸς, καὶ πειράζεται ὑπὸ τοῦ Σατανᾶ. Εἶτα ἦλθεν εἰς Καπερ‐
15ναοὺμ, παραδοθέντος τοῦ Ἰωάννου. Καλεῖ τοὺς περὶ Πέτρον καὶ Ἰάκωβον. Θεραπεύει πολλοὺς, κάθηται εἰς τὸ ὄρος, καὶ λέγει τοὺς μακαρισμοὺς, καὶ ἐπά‐ γει· «Ὑμεῖς ἐστε τὸ ἅλας,» καὶ, «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου.» Παραινεῖ αὐτοῖς περὶ βίου. Εἶτα ἐπι‐
20τείνει τὰς ἐν τῷ νόμῳ ἐντολὰς, ἔνθα καὶ περὶ τοῦ δεξιοῦ ὀφθαλμοῦ λέγει, καὶ περὶ κενοδοξίας, καὶ περὶ φιλοχρηματίας, καὶ τοῦ μὴ μεριμνᾷν περὶ τροφῆς, καὶ τοῦ μὴ κρίνειν τὸν πλησίον. Εἶτά φησι· «Μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοί‐
25ρων.» Προτροπὴ περὶ τοῦ αἰτεῖσθαι· παραβολὴ περὶ τοῦ αὐτοῦ· περὶ τῆς στενῆς ὁδοῦ, καὶ περὶ ψευδο‐ προφητῶν, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς. Ἔνθα ἡ παραβολὴ τῆς ἐπὶ τὴν πέτραν οἰκοδομηθείσης οἰκίας. Κατέρχεται ἀπὸ τοῦ ὄρους, καὶ θεραπεύει
30τὸν λεπρὸν, καὶ τὸν τοῦ ἑκατοντάρχου, καὶ τὴν πεν‐ θερὰν Πέτρου, καὶ ἄλλους πολλούς. Ὁ γραμματεὺς κωλύεται ἀκολουθῆσαι, καὶ ὁ μαθητὴς ἀναγκάζεται. Παύει τὸν χειμῶνα τῆς θαλάσσης. Οἱ δαίμονες εἰς τοὺς χοίρους ἐμπίπτουσιν. Ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν
35ἰδίαν πόλιν· θεραπεύει τὸν παραλυτικόν· καλεῖ τὸν Ματθαῖον. Ἐγκαλοῦσιν οἱ Φαρισαῖοι, ὅτι μετὰ τελω‐ νῶν ἐσθίει, καὶ οἱ μαθηταὶ Ἰωάννου, ὅτι οὐ νηστεύ‐ ουσιν οἱ μαθηταὶ αὐτοῦ. Παραγίνεται ὁ ἄρχων διὰ τὸ θυγάτριον, καὶ ἀνίστησι τὴν κόρην· καὶ μεταξὺ ἡ
40αἱμοῤῥοοῦσα ἰᾶται. Δύο τυφλοὶ θεραπεύονται, καὶ κω‐ φὸς δαιμονιζόμενος. Περιάγει τὰς κώμας ὁ Ἰησοῦς. Ἀποστέλλει τοὺς μαθητὰς κηρῦξαι, καὶ πολλὰ αὐ‐ τοῖς διαλέγεται. Ἀποστέλλει πρὸς αὐτὸν δύο τῶν μαθητῶν Ἰωάννης, ἐγκωμιάζεται. Ἐγκαλεῖ τοῖς
45ὄχλοις περὶ Ἰωάννου ὁ Χριστός. Ὀνειδίζει τὰς πό‐ λεις. Ἐξομολογεῖται τῷ Πατρί. Καλεῖ τοὺς πεφορ‐ τισμένους. Διαβαίνει διὰ τῶν σπορίμων. Θεραπεύει τὸν τὴν ξηρὰν ἔχοντα χεῖρα. Καὶ βουλεύονται Ἰου‐ δαῖοι ἀνελεῖν αὐτόν. Ἀναχωρήσαντι ἐκεῖθεν, ἀκο‐

28

.

385

(50)

λουθεῖ ὁ ὄχλος, καὶ θεραπεύεται. Ὁμοίως καὶ ὁ δαι‐ μονιζόμενος τυφλὸς καὶ κωφός. Τότε λέγουσιν οἱ Ἰουδαῖοι· «Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια.» Εἶτα σημεῖον αἰτοῦσιν· ὁ δὲ ἔδωκε τὸ Ἰωνᾶ. Προ‐ εῖπεν, ὅτι Νινευῗται κατακρινοῦσιν αὐτούς. Τότε
55λέγει· «Ὅταν ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα, ζη‐ τοῦν ἀνάπαυσιν.» Εἶτα ἡ μήτηρ ζητεῖ λαλῆσαι
αὐτῷ. Ἐμβὰς εἰς τὸ πλοῖον λέγει τὴν παραβο‐

28

.

388

λὴν τοῦ σπείροντος, καὶ τὴν αἰτίαν, δι’ ἢν ἐν πα‐ ραβολαῖς λέγει. Ἐπιλύει τὴν παραβολὴν ταύτην, καὶ προστίθησι τὴν τοῦ θησαυροῦ, τὴν τοῦ μαργα‐ ρίτου, τὴν τοῦ ἀγροῦ, τὴν τοῦ σινάπεως, καὶ τὴν τῆς
5ζύμης. Ἐπιλύει τὴν τοῦ ἀγροῦ ἐν τῇ οἰκίᾳ, προστί‐ θησι τὴν τῆς σαγήνης. Μακαρίζει τοὺς μαθητὰς, παραβάλλων αὐτοὺς ἀνδρὶ οἰκοδεσπότῃ. Ἔρχεται εἰς τὴν πατρίδα, ὅτε καὶ σκανδαλίζονται οἱ Ἰουδαῖοι. Τότε λέγει· «Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν
10τῇ πατρίδι αὐτοῦ.» Καὶ ἀκούσας τὰ κατὰ τὸν Ἡρώ‐ δην καὶ Ἰωάννην, ἀναχωρεῖ εἰς ἔρημον, καὶ τρέφει τοὺς πεντακισχιλίους. Πέμπει τοὺς μαθητὰς εἰς πλοῖον. Ἀνέρχεται εἰς τὸ ὄρος εὔξασθαι. Ἐφίσταται αὐτοῖς νυκτὸς πλέουσι· δέχεται τὸν Πέτρον ἐπὶ τῶν
15ὑδάτων. Ἔρχεται εἰς Γεννησαρέτ. Θεραπεύονται πολλοί. Ἐγκαλοῦσι Φαρισαῖοι περὶ καθαρσίων· ἐπι‐ στομίζει τούτους, καὶ διδάσκει τοὺς ὄχλους περὶ βρω‐ μάτων. Ἐρωτᾷ Πέτρος περὶ τῶν εἰρημένων, καὶ σαφέστερον ἐπεξέρχεται ὁ Χριστός. Ἦλθεν εἰς Τύρον,
20καὶ προσέρχεται ἡ Χαναναία. Ἐκεῖθεν εἰς τὸ ὄρος τὸ παρὰ τὴν θάλασσαν, καὶ θεραπεύει πολλούς. Τρέ‐ φει τοὺς τετρακισχιλίους ἄνδρας. Ἦλθεν εἰς Μαγδαλά. Ἐρωτῶσι σημεῖον οἱ Ἰουδαῖοι. Ὁ δὲ καταλιπὼν ἀπῆλθεν εἰς τὸ πέραν. Οἱ μαθηταὶ ἐπελάθοντο ἄρτους
25λαβεῖν· λέγει αὐτοῖς περὶ τῆς ζύμης τῶν Φαρισαίων. Ἐξέρχεται εἰς Καισάρειαν. Ἐρωτᾷ τοὺς μαθητὰς περὶ ἑαυτοῦ· ὁμολογεῖ αὐτὸν ὁ Πέτρος. Τότε προ‐ λέγει περὶ τοῦ πάθους, καὶ ἐπιτιμᾷ Πέτρῳ, καὶ κελεύει τὸν βουλόμενον ἀκολουθεῖν ἆραι τὸν σταυρόν.
30Λέγει καὶ περὶ τῆς δευτέρας παρουσίας αὐτοῦ. Ἄνει‐ σιν εἰς τὸ ὄρος, ἔνθα καὶ μετεμορφώθη. Κατιόντα αὐτὸν ἐρωτῶσι περὶ Ἠλίου καὶ μανθάνουσι. Προσ‐ άγεται ὁ σεληνιαζόμενος, καὶ θεραπεύεται. Ὀνειδίζει τοῖς μαθηταῖς. Λέγει αὐτοῖς ἐν τῇ Γαλιλαίᾳ περὶ τοῦ
35πάθους. Προσέρχονται ἐν Καπερναοὺμ οἱ τὸ δίδραχμα λαμβάνοντες. Ἐρωτῶσιν οἱ μαθηταὶ, τίς μείζων; Τότε καλέσας παιδίον λέγει· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων.» Καὶ, «Εἰ ὀφθαλμός σου, καὶ ἡ χείρ σου σκανδαλίζει σε·» καὶ τὸ, «Μὴ κατα‐
40φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων.» Εἶτα ἡ παρα‐ βολὴ τῶν ἑκατὸν προβάτων, καὶ τό· «Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν·» καὶ τό· «Ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν, ὃ ἐὰν αἰτήσωνται, λή‐ ψονται.» Εἶτά φησιν ὁ Πέτρος· «Ποσάκις ἁμαρτή‐
45σει εἰς ἐμὲ ὁ ἀδελφός μου;» Παραβολὴ τοῦ τὰ μύρια ὀφείλοντος τάλαντα. Ἦλθεν εἰς τὴν Ἰουδαίαν. Ἐθε‐ ράπευσε πολλούς. Ἐπέλυσε τὸ τοῦ ἀποστασίου. Περὶ τρόπου εὐνουχισμοῦ διαλέγεται. Εὐλογεῖ τὰ παιδία. Προσέρχεται ὁ πλούσιος. Ἐρωτῶσιν οἱ μαθηταί,

28

.

388

(50)

«Τίς δύναται σωθῆναι;» Τότε λέγει· «Ἐπὶ δώδεκα θρόνους καθήσεσθε·» καὶ, «Ὃς ἀφῆκεν οἰκίας,» καὶ τὰ ἑξῆς. Εἶτα παραβολὴ τῶν ἐργατῶν. Καὶ ἀναβαίνων εἰς Ἱεροσόλυμα, εἶπε τοῖς μαθηταῖς περὶ τοῦ θανάτου αὐτοῦ. Ἡ γυνὴ Ζεβεδαίου ἀξιοῖ ὑπὲρ τῶν υἱῶν περὶ
55πρωτείων. Οἱ ἀπόστολοι ζηλοῦσι, καὶ παιδεύονται.
Θεραπεύονται οἱ δύο τυφλοὶ ἐξ Ἱεριχοῦντος. Εἶτα τὰ

28

.

389

κατὰ τὸν ὄνον. Εἰσέρχεται εἰς τὸ ἱερὸν ἐκβάλλει τοὺς πωλοῦντας, θεραπεύει τοὺς προσελθόντας. Εἶτα τὰ παιδία ὑμνεῖ. Ἐξέρχεται εἰς Βηθανίαν, καὶ ἐπανερ‐ χόμενος εἰς Ἱεροσόλυμα, ξηραίνει τὴν συκῆν, καὶ λέ‐
5γει τοῖς μαθηταῖς· «Κἂν τῷ ὄρει τούτῳ εἴπητε, Βλή‐ θητι εἰς τὴν θάλασσαν, γενήσεται, καὶ ὃ ἐὰν αἰτήσητε πιστεύοντες, λήψεσθε.» Ἐρωτῶσιν οἱ ἱερεῖς· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Ἀντερωτᾷ περὶ τοῦ βαπτίσματος Ἰωάννου. Λέγει αὐτοῖς τὴν παραβολὴν
10τὴν τῶν δύο υἱῶν, εἶτα τὰ τοῦ ἀμπελῶνος καὶ τῶν πονηρῶν ἐργατῶν· εἶτα τὰ τοῦ γάμου, καὶ τῶν φαύ‐ λων κλητόρων. Τότε ἦλθον οἱ Ἰουδαῖοι παγιδεῦ‐ σαι αὐτὸν ἐν λόγῳ. Καὶ τί τὸ νόμισμα. Ἐρωτῶσιν οἱ Σαδδουκαῖοι περὶ τῆς γαμηθείσης τοῖς ἑπτὰ ἀδελ‐
15φοῖς· εἶτα ὁ νομικός· Ποία ἐντολὴ πρώτη; Εἶτα ἐρωτᾷ αὐτοὺς Ἰησοῦς· «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ;» Ὡς δὲ ἐπεστομίσθησαν, διαλέγεται τοῖς ὄχλοις περὶ τῶν Γραμματέων καὶ Φαρισαίων, ταλανί‐ ζων αὐτούς. Εἶτα ἐκ τοῦ ἱεροῦ ἀνέρχεται εἰς τὸν
20ἐλαιῶνα, καὶ διαλέγεται τοῖς μαθηταῖς περὶ μελλόν‐ των. Εἶτα ἡ παραβολὴ τοῦ κατασταθέντος δούλου ἐπὶ τῆς οἰκίας, καὶ ἡ τῶν δέκα παρθένων, καὶ ἡ τῶν πέντε ταλάντων, καὶ ἡ τῶν ἐρίφων, καὶ ἡ τῶν προβά‐ των. Συνάγονται οἱ ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς
25πιάσαι αὐτόν. Ὁ δὲ ἦλθεν εἰς Σίμωνος οἰκίαν εἰς Βηθα‐ νίαν, ἔνθα ἡ τὸ ἀλάβαστρον [ἔχουσα] ἔρχεται. Συντίθε‐ ται ὁ Ἰούδας τοῖς Ἰουδαίοις. Ἀποστέλλονται οἱ Μαθηταὶ ἑτοιμάσαι τὸ Πάσχα. Ἐλέγχει τὸν Ἰούδαν ὁ Χριστός. Παραδίδωσι τὸ μυστήριον, ἔνθα λέγει· «Οὐ μὴ πίω
30ἐκ τῆς ἀμπέλου ταύτης.» Ἐξέρχεται εἰς τὸν ἐλαιῶνα. Προλέγει, ὅτι σκανδαλισθήσονται οἱ μαθηταί. Ἀφεὶς τοὺς μαθητὰς εἰς Γεθσημανῆ, καὶ προσευξάμενος τρίτον, λέγει· «Ἄγωμεν ἐντεῦθεν.» Ἦλθεν ὁ Ἰού‐ δας μετὰ τοῦ ὄχλου, καὶ κόπτει ὁ Πέτρος τὸ ὠτίον
35τοῦ παιδαρίου. Ἤγαγον Ἰησοῦν πρὸς Καϊάφαν, ἔκριναν αὐτὸν, καὶ κατεδίκασαν, καὶ ἐνέπαιξαν. Ὁ Πέτρος ἀρνεῖται. Ἄγουσι τὸν Ἰησοῦν πρὸς Πιλᾶτον. Ἀπάγχεται Ἰούδας. Κρίνεται ὁ Χριστός. Ἡ γυνὴ τοῦ Πιλάτου συμβουλεύει αὐτῷ ἀποστῆναι τοῦ Ἰησοῦ.
40Εἶτα σταυροῦται. Εἱστήκεισαν αἱ περὶ Μαρίαν θεω‐ ροῦσαι μακρόθεν τὰ γινόμενα. Λαμβάνει τὸ σῶμα τοῦ Κυρίου Ἰωσήφ. Αἰτοῦσι τὴν κουστωδίαν οἱ Ἰουδαῖοι. Αἱ περὶ Μαρίαν ἦλθον ἑσπέρας εἰς τὸν τάφον, καὶ σεισμὸς ἐγένετο. Ἤκουσαν παρὰ τοῦ ἀγγέλου, ὅτι
45ἀνέστη. Πέμπονται ὑπὸ τοῦ Χριστοῦ πρὸς τοὺς μα‐ θητάς. Ἤκουσαν οἱ Ἰουδαῖοι περὶ τοῦ σεισμοῦ καὶ τῆς ἀναστάσεως, καὶ ἔδωκαν χρήματα τοῖς φύλαξιν, ἵνα ψεύσωνται. Ἦλθον οἱ μαθηταὶ πρὸς τὸν Ἰησοῦν εἰς τὴν Γαλιλαίαν. Παραδίδωσιν αὐτοῖς τὸ βάπτισμα.
50tΒιβλίον βʹ, Κατὰ Μάρκον Εὐαγγέλιον
51 Ἰωάννης βαπτίζει τοὺς Ἰουδαίους. Ἔρχεται ἀπὸ Ναζαρὲθ ὁ Χριστὸς, ἐβαπτίσθη, καὶ ἦλθεν εἰς τὴν ἔρημον πειρασθῆναι. Εἶτα εἰς τὴν Γαλιλαίαν, παραδοθέντος Ἰωάννου, καὶ καλεῖ τοὺς περὶ Πέτρον
55καὶ Ἰάκωβον. Εἰσέρχεται εἰς Καπερναοὺμ, διδάσκει,

28

.

392

θεραπεύει τὸν δαιμονιζόμενον ἐκεῖ, εἶτα τὴν πενθε‐ ρὰν Πέτρου, καὶ πολλοὺς ἐν τῇ ἑσπέρᾳ ἰᾶται, ἐξῆλθεν εἰς τὴν ἔρημον, περιῆγε τὴν Γαλιλαίαν. Θεραπεύει τὸν λεπρόν. Ἔρχεται εἰς Καπερναούμ. Ἰᾶται τὸν
5παραλυτικόν· διδάσκει τὸν ὄχλον. Καλεῖ τὸν Λευῒν τὸν Ἀλφαίου. Ἐσθίει μετὰ τῶν τελωνῶν. Ἐγκαλοῦ‐ σιν οἱ Φαρισαῖοι ὑπὲρ τούτου. Οἱ μαθηταὶ Ἰωάννου ὑπὲρ τῆς νηστείας αἰτιῶνται· ὁ δὲ ἀπολογεῖται. Διέρχεται διὰ τῶν σπορίμων. Θεραπεύει τὸν τὴν ξηρὰν
10χεῖρα [ἔχοντα]. Ἀναχωρεῖ πρὸς τὴν θάλασσαν. Ἀκολου‐ θεῖ αὐτῷ πλῆθος πολύ. Ὁμολογοῦσιν οἱ δαίμονες. Προσ‐ καλεῖται τοὺς δώδεκα, ἵνα ἀποστείλῃ αὐτούς. Τότε λέγουσιν οἱ Ἰουδαῖοι· «Ἐν Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια.» Ἔρχεται ἡ Μήτηρ αὐτοῦ πρὸς αὐτόν.
15Ἐμβαίνει εἰς τὸ πλοῖον. Λέγει τὴν παραβολὴν τοῦ σπείροντος, τὴν τοῦ ἀγροῦ, τὴν τοῦ σινάπεως. Χει‐ μάζονται ἐν τῇ θαλάσσῃ οἱ μαθηταί. Ἐπιτιμᾷ τῇ θαλάσσῃ ὁ Χριστός· Θεραπεύεται ὁ δαιμονῶν ἐν τῇ χώρᾳ τῶν Γεργεσηνῶν. Οἱ χοῖροι πνίγονται. Ἦλθεν
20εἰς τὸ πέραν, καὶ Ἰάειρος ὑπὲρ τῆς θυγατρὸς ἀξιοῖ. Εἶτα ἡ αἱμοῤῥοοῦσα ἰᾶται. Ἦλθεν εἰς τὴν πατρίδα, σκανδαλίζονται ἐπ’ αὐτῷ. Ἐνταῦθα λέγει· «Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ.» Πέμπει τοὺς μαθητὰς ἀνὰ δύο, ἐντειλάμενος πολλά.
25Εἶτα τὰ κατὰ Ἡρώδην καὶ Ἰωάννην. Ἐπανῆλθον οἱ μαθηταὶ πρὸς αὐτόν. Τρέφει τοὺς ὄχλους. Ἐφίσταται χειμαζομένοις τοῖς μαθηταῖς. Ἦλθεν εἰς Γεννησαρὲτ, καὶ ἐθεράπευσε πολλούς. Περὶ ἀνίπτων χειρῶν διαλέ‐ γεται. Ἦλθεν εἰς Τύρον. Ἰᾶται τὴν θυγατέρα τῆς
30Συροφοινικίσσης, εἶτα τὸν κωφὸν καὶ μογιλάλον. Τρέφει τὸν ὄχλον. Σημεῖον αἰτοῦσιν οἱ Ἰουδαῖοι, καὶ οὐ δίδωσι. Περὶ τῆς ζύμης τῶν Φαρισαίων λέγει, καὶ ἐπιτιμᾷ τοῖς μαθηταῖς. Θεραπεύει τὸν τυφλὸν εἰς Βηθσαϊδά. Ἐρωτᾷ τοὺς μαθητὰς περὶ ἑαυτοῦ. Πέτρος
35ὁμολογεῖ· καὶ διὰ τὸ πάθος ἐπιτιμᾶται. Ἐνταῦθα λέγει· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν.» Μεταμορ‐ φοῦται ἐν τῷ ὄρει, λέγει περὶ τοῦ Ἠλίου. Προσάγε‐ ται σεληνιαζόμενος, καὶ θεραπεύεται. Προλέγει τοῖς μαθηταῖς περὶ τοῦ θανάτου αὐτοῦ καὶ τῆς ἀναστά‐
40σεως, καὶ ἐλέγχει αὐτοὺς περὶ πρωτείων δια‐ λεχθέντας ἐν τῇ ὁδῷ. Ἐνταῦθα λέγει· «Ὁ μὴ ὢν μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστι,» περὶ τοῦ ἐκβάλλοντος δαιμόνια ἐν τῷ ὀνόματι αὐτοῦ. Εἶτά φησιν· «Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν μικρῶν·» καὶ τό· «Ὁ σκώληξ αὐτῶν οὐ
45τελευτήσει, οὐδὲ τὸ πῦρ σβέννυται.» Περὶ ἀποστα‐ σίου διαλέγεται. Τὰ παιδία εὐλογεῖ. Ἐρωτᾷ ὁ πλού‐ σιος, τί ποιήσας ζήσεται· ἀποκρίνεται πρὸς αὐτόν. Ἀναβαίνων εἰς Ἱεροσόλυμα, λέγει περὶ τοῦ πάθους. Οἱ υἱοὶ Ζεβεδαίου ἀξιοῦσιν ὑπὲρ τῆς ἐκ δεξιῶν καθέ‐

28

.

392

(50)

δρας. Διαλέγεται περὶ ταπεινοφροσύνης. Ἀναβλέπει Βαρτιμαῖος. Εἶτα τὰ κατὰ τὸν πῶλον, καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν, ὀψίας οὔσης ἐξῆλθεν εἰς Βηθανίαν. Εἶτα ἐπὶ τὴν συκῆν. Ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦν‐ τας. Ἐξῆλθεν ἑσπέρας ἐκ τῆς πόλεως. Ὁ Πέτρος
55θαυμάζει διὰ τὴν συκῆν. Προτρέπεται τοὺς μαθητὰς ὁ Ἰησοῦς εἰς τὸ πιστεύειν. Κελεύει συγχωρεῖν τῷ
πλησίον τὰ ἁμαρτήματα. Ἐπανέρχεται εἰς τὴν πόλιν.

28

.

393

Ἐρωτῶσιν οἱ Ἰουδαῖοι, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Ἐρωτᾷ αὐτοὺς περὶ τοῦ βαπτίσματος Ἰωάννου. Λέ‐ γει τὰ κατὰ τὸν ἀμπελῶνα καὶ τοὺς πονηροὺς γεωρ‐ γούς. Εἶτα περὶ τοῦ κήνσου· εἶτα περὶ τῶν ἑπτὰ
5ἀδελφῶν. Ἐρωτᾷ ὁ γραμματεὺς, ποία ἐντολὴ πρώτη· καὶ μαθὼν ἀποδέχεται. Ἐρωτᾷ ὁ Χριστὸς περὶ ἑαυ‐ τοῦ. Εἶτα κατὰ τῶν Φαρισαίων διαλέγεται, καὶ περὶ τῶν δύο δηναρίων τῆς χήρας. Ἐξερχόμενος ἀπὸ τοῦ ἱεροῦ, λέγει περὶ τῆς καταστροφῆς αὐτοῦ. Ἐρωτῶσιν
10οἱ μαθηταὶ περὶ τοῦ χρόνου, καὶ πολλὰ αὐτοῖς προ‐ λέγει. Ἦλθεν εἰς Βηθανίαν πρὸς Σίμωνα τὸν λεπρόν. Ἐκεῖ τὸ μύρον ἐκχεῖται. Συντίθεται ὁ Ἰούδας τοῖς Ἰουδαίοις. Πέμπονται ἑτοιμάσαι τὸ πάσχα οἱ μαθη‐ ταί. Ἐλέγχει τὸν Ἰούδαν. Παραδίδωσι τὰ μυστήρια.
15Ἐξέρχεται εἰς τὸν ἐλαιῶνα. Προλέγει τοῖς μαθηταῖς, ὅτι σκανδαλισθήσονται, καὶ τῷ Πέτρῳ, ὅτι ἀρνήσε‐ ται. Προσεύχεται τῷ Πατρί· εἶτα συλλαμβάνεται. Τέμνει Πέτρος τὸ ὠτίον τοῦ δούλου. Φεύγει ὁ νεανί‐ σκος γυμνός. Ἄγεται πρὸς Καϊάφαν ὁ Ἰησοῦς. Κα‐
20ταμαρτυροῦσιν αὐτοῦ. Ὁμολογεῖ ἑαυτὸν Υἱὸν Θεοῦ. Ἀρνεῖται Πέτρος. Ἄγεται πρὸς Πιλᾶτον ὁ Ἰησοῦς· σταυροῦται. Ἦν ἐκεῖ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ, καὶ ἡ Μαγδαληνὴ, καὶ Σαλώμη. Λαμβάνει ὁ Ἰωσὴφ τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθον αἱ γυναῖκες μετὰ τὸ Σάβ‐
25βατον, ἀρώματα φέρουσαι. Εἶδον τὸν ἄγγελον ἐν τῷ μνημείῳ, καὶ ἐφοβήθησαν. Ἀναστὰς ὁ Χριστὸς ὤφθη Μαρίᾳ, ἀφ’ ἧς τὰ ἑπτὰ δαιμόνια ἐξέβαλεν. Ἐκείνη εἶπε τοῖς μαθηταῖς· οἱ δὲ ἠπίστησαν. Ἔπειτα ὤφθη τοῖς δυσὶν ἐν τῇ ὁδῷ, εἶτα τοῖς ιαʹ· καὶ ὠνείδισε τὴν
30ἀπιστίαν αὐτῶν. Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν, καὶ βαπτίζειν, καὶ σημεῖα ποιεῖν. Εἶτα ἀνελήφθη.
32tΒιβλίον γʹ, κατὰ Λουκᾶν.
33 Τὰ κατὰ τὴν γέννησιν Ἰωάννου, καὶ τοῦ Χρι‐ στοῦ· τὰ κατὰ τὸν Συμεών. Ἄννα ἀνθομολογεῖται
35τῷ Κυρίῳ. Ἀπομένει ἐν τῷ ἱερῷ ὁ Ἰησοῦς, καὶ οἱ γονεῖς ἠγνόουν. Βαπτίζει ὁ Ἰωάννης, βαπτίζεται καὶ ὁ Χριστὸς, ὢν ἐτῶν λʹ. Γενεαλογεῖται. Ἄγεται εἰς τὴν ἔρημον. Ἔρχεται εἰς Ναζαρέτ· ἀναγινώσκει ἐν τῇ Συναγωγῇ. Εἶπε πρὸς τοὺς Ἰουδαίους περὶ τῆς
40χήρας τῆς Ἠλίου, καὶ Νεεμὰν τοῦ λεπροῦ, καὶ ἤθε‐ λον αὐτὸν κρημνίσαι. Ἦλθεν εἰς Καπερναούμ. Ἐθε‐ ράπευσε τὸν δαιμονῶντα, καὶ τὴν πενθερὰν Πέτρου, καὶ ἄλλους πολλούς. Ἐξῆλθεν εἰς τὴν ἔρημον. Ἦλθεν εἰς Γεννησαρὲτ, ἐπέβη τοῦ πλοίου Πέτρου, ἔνθα καὶ
45τὸ δίκτυον διεῤῥήγνυτο. Ἐφοβήθη Σίμων. Ἐθερά‐ πευσε τὸν λεπρὸν, εἶτα τὸν παραλυτικόν. Καλεῖ τὸν Λευῒ, ἐσθίει παρ’ αὐτῷ· καὶ ἐγκαλεῖται ὑπὸ τῶν Φα‐ ρισαίων περὶ τούτου, καὶ ὅτι οὐ νηστεύουσιν οἱ μα‐ θηταὶ αὐτοῦ. Πορεύεται ἐν Σαββάτῳ δευτεροπρώτῳ

28

.

393

(50)

διὰ τῶν σπορίμων. Θεραπεύει ἐν ἑτέρῳ Σαββάτῳ τὸν τὴν ξηρὰν χεῖρα. Ἐκλέγεται τοὺς ιβʹ. Λέγει τοὺς μα‐ καρισμούς. Ταλανίζει τοὺς πλουσίους καὶ τοὺς γε‐ λῶντας. Παραινεῖ περὶ ἀγάπης, περὶ τοῦ μὴ ἀμύνε‐ σθαι τὸν πλησίον. Περὶ φιλανθρωπίας. Περὶ τοῦ μὴ
55κρίνειν, καὶ μεταδιδόναι. Λέγει δὲ καὶ παραβολὴν, τὴν περὶ τοῦ δένδρου, καὶ περὶ τοῦ φυλάσσοντος τοὺς λόγους αὐτοῦ, ὅτι ὅμοιός ἐστι τῇ ἐπὶ τὴν πέτραν οἰκίᾳ. Ἔρχεται εἰς Καπερναούμ. Πρόσεισιν ὁ ἑκα‐
τόνταρχος ὑπὲρ τοῦ δούλου. Εἶτα ὁ υἱὸς τῆς χήρας

28

.

396

ἀνίσταται. Πέμπει Ἰωάννης τοὺς μαθητὰς πρὸς αὐτόν. Ἐγκαλεῖ τῷ ὄχλῳ ὁ Ἰησοῦς περὶ Ἰωάννου. Παρεικά‐ ζει τὴν γενεὰν παιδίοις τοῖς προσφωνοῦσιν. Ἔρχεται εἰς οἰκίαν Φαρισαίου, καὶ ἰδοὺ ἡ γυνὴ ἡ ἁμαρτωλὸς
5τὸ ἀλάβαστρον ἐκχεῖ. Αἰτιᾶται ὁ Φαρισαῖος τὸ γεγο‐ νός. Λέγει πρὸς αὐτὸν ὁ Ἰησοῦς τὴν παραβολὴν τῶν δύο χρεωφειλετῶν. Εἶτα διώδευε κατὰ πόλιν καὶ κώ‐ μην, καὶ ἠκολούθουν αὐτῷ γυναῖκες αἱ θεραπευθεῖ‐ σαι. Λέγει τὴν παραβολὴν τοῦ σπείραντος. Ἦλθεν ἡ
10μήτηρ αὐτοῦ πρὸς αὐτόν. Πλέουσιν οἱ μαθηταὶ μετ’ αὐτοῦ, χειμάζονται, ἔρχονται εἰς Γάδειρα, καὶ ὁ λε‐ γεὼν εἰς τοὺς χοίρους ἐμπίπτει. Εἶτα Ἰάειρος ὑπὲρ τῆς θυγατρὸς ἀξιοῖ, καὶ ἡ αἱμοῤῥοοῦσα ἰᾶται. Ἀν‐ ίστησι τὴν κόρην. Ἀποστέλλει τοὺς δώδεκα μαθητάς.
15Ἀκούει Ἡρώδης περὶ αὐτοῦ. Ἀναχωρεῖ εἰς ἔρημον ὁ Ἰησοῦς. Τρέφει τοὺς ὄχλους. Ἐρωτᾷ· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι;» Ὁμολογεῖ Πέτρος. Παραγ‐ γέλλει σιωπᾷν. Προλέγει περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. Λέγει· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν,
20ἀρνησάσθω ἑαυτόν.» Μεταμορφοῦται. Κάτεισιν ἀπὸ τοῦ ὄρους. Θεραπεύει τὸν σεληνιαζόμενον. Λέγει περὶ τοῦ πάθους. Ἐζήτουν οἱ μαθηταὶ, τίς ἂν εἴη μείζων· ὁ δὲ Ἰησοῦς ἐδίδαξεν αὐτούς. Εἶτά φησιν· «Ὃς οὐκ ἔστι καθ’ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν,» περὶ τοῦ
25ἐκβάλλοντος τὰ δαιμόνια ἐν τῷ ὀνόματι αὐτοῦ, καὶ οὐκ ἀκολουθοῦντος αὐτῷ. Βουλόμενον εἰσελθεῖν εἰς τὴν πό‐ λιν τῶν Σαμαρειτῶν οὐκ ἐδέξατο. Εἶτα οἱ μαθηταὶ πῦρ ἤθελον κατενέγκαι ἐπ’ αὐτούς· ὁ δὲ Ἰησοῦς ἐπ‐ ετίμησεν αὐτοῖς. Βουλόμενός τις ἀκολουθῆσαι αὐτῷ
30κωλύεται. Ἕτερος δὲ παρακαλεῖται, καὶ ἀναδύεται. Τότε λέγει· «Οὐδεὶς ἐπιβάλλει τὴν χεῖρα αὐτοῦ ἐπ’ ἄροτρον, καὶ στρέφεται εἰς τὰ ὀπίσω.» Ἀνέδειξεν ἑβδομήκοντα μαθητὰς, καὶ πέμπει αὐτοὺς ἀνὰ δύο, παραινέσας μηδὲν βαστάσαι. Ὀνειδίζει ταῖς πόλεσι.
35Τότε λέγει· «Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει.» Εἶτά φησιν· «Ἐθεώρουν τὸν Σατανᾶν πεσόντα, ὡς ἀστρα‐ πήν·» καὶ δίδωσι τοῖς μαθηταῖς ἐξουσίαν κατ’ αὐτοῦ, καὶ παραινεῖ μὴ χαίρειν ἐν τούτῳ. Εἶτα ἐξομολογεῖ‐ ται τῷ Πατρὶ, καί φησι τοῖς μαθηταῖς· «Μακάριοι
40οἱ ὀφθαλμοὶ, οἱ βλέποντες ἃ βλέπετε. Πολλοὶ γὰρ προ‐ φῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε.» Ὁ νομικὸς πει‐ ράζει, καὶ ἡ παραβολὴ λέγεται τοῦ εἰς Ἱεριχὼ κατα‐ βαίνοντος. Μάρθα ἐγκαλεῖ ὑπὲρ τῆς ἀδελφῆς. Διδά‐ σκει εὔχεσθαι τοὺς μαθητὰς, καὶ λέγει τὴν παραβο‐
45λὴν τοῦ αἰτοῦντος ἄρτους τὸν φίλον τὸν ἐν τῇ κλίνῃ ὄντα. Θεραπεύει τὸν κωφὸν τὸν δαιμονιζόμενον. Τότε λέγουσιν, ὅτι «Ἐν Βεελζεβοὺλ θεραπεύει.» Εἶτα λέγει· «Ὅταν ἐξέλθῃ τὸ ἀκάθαρτον πνεῦμα, πορεύε‐ ται δι’ ἀνύδρων τόπων.» Εἶτα γυνή τίς φησι· «Μα‐

28

.

396

(50)

καρία ἡ κοιλία,» καὶ τὰ ἑξῆς. Κατακριθήσεσθαι προλέγει τοὺς τότε ὑπὸ Νινευῒ, καί φησι· «Οὐδεὶς, λύχνον ἅψας, ὑπὸ τὸν μόδιον τίθησιν.» Εἰσῆλθεν ἀρι‐ στῆσαι πρὸς Φαρισαῖον. Ὁ δὲ ἐγκαλεῖ, ὅτι οὐκ ἐβα‐ πτίσατο. Τότε λέγει πρὸς αὐτόν· «Ὑμεῖς τὸ ἔξωθεν
55τοῦ ποτηρίου καθαρίζετε.» Καὶ ταλανίζει αὐτοὺς καὶ
τοὺς νομικούς. Εἶτα λέγει· «Οὐδέν ἐστι κρυπτόν·»

28

.

397

καὶ τὸ, «Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα·» καὶ τὸ, «Οὐχὶ πέντε στρουθία·» καὶ, «Ὃς ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα.» Προσέρχεταί τις με‐ ρίσασθαι τὸν κλῆρον μετὰ τοῦ ἀδελφοῦ. Εἶτα ὁ λογι‐
5ζόμενος πλούσιος· περὶ τῶν ἀποθηκῶν. Παραινεῖ μὴ μεριμνᾷν περὶ τροφῆς. Περὶ ἐλεημοσύνης λέγει, καὶ τοῦ δεσπότου τοῦ διακονοῦντος τοῖς δούλοις αὐτοῦ, καὶ περὶ τοῦ πιστοῦ δούλου, καὶ περὶ τοῦ εἰδότος τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιοῦντος. Καὶ,
10«Πῦρ ἦλθον,» φησὶ, «βαλεῖν.» Ἔλεγε δὲ καὶ περὶ τῶν τὸ πρόσωπον τοῦ οὐρανοῦ δοκιμαζόντων. Καὶ τό· «Ἐὰν ὑπάγῃς μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρ‐ χοντα.» Εἶτα τοὺς ὑπὸ Πιλάτου ἀναιρεθέντας Γαλι‐ λαίους, καὶ τοὺς ὑπὸ τοῦ πύργου καταχωσθέντας.
15Εἶτα ἡ παραβολὴ τῆς ἀκάρπου συκῆς. Τὴν ὑπὸ τοῦ δαίμονος συγκύπτουσαν θεραπεύει ἐν Σαββάτῳ· καὶ ἐγκαλοῦσιν Ἰουδαῖοι· ὁ δὲ ἐπιστομίζει αὐτούς. Εἶτα ἡ παραβολὴ τοῦ σινάπεως, καὶ τῆς ζύμης. Εἶτα ἠρω‐ τήθη, εἰ ὀλίγοι οἱ σωζόμενοι. Παραινεῖ εἰσελθεῖν διὰ
20τῆς στενῆς θύρας, καὶ ἐπάγει· «Ἥξουσιν ἀπὸ ἀνα‐ τολῶν καὶ δυσμῶν, καὶ ἀνακλιθήσονται.» Εἶτα λέγουσιν αὐτῷ· «Ἔξελθε, ὅτι Ἡρώδης βούλεταί σε ἀνελεῖν.» Καί φησι· «Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ.» Εἶτα πρὸς τὴν Ἱερουσαλήμ
25φησι· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου.» Θεραπεύει τὸν ὑδρωπικὸν ἐν οἴκῳ Φαρισαίου. Περὶ πρωτοκλισίας διαλέγεται, καὶ τίνας δεῖ καλεῖν ἐπ’ ἄριστον. Εἶτα ἡ παραβολὴ τοῦ δείπνου, καὶ τῶν παραιτησαμένων ἐλθεῖν Παραινεῖ πάντων τῶν οἰκείων
30καταφρονεῖν, καὶ αὐτῷ ἀκολουθεῖν. Εἶτα ἡ παραβολὴ τοῦ τὸν πύργον οἰκοδομοῦντος, καὶ τοῦ παρασκευαζο‐ μένου εἰς πόλεμον. Εἶτά φησι· «Καλὸν τὸ ἅλας.» Γογγύζουσιν οἱ Φαρισαῖοι, ὅτι τελώνας προσελαμβά‐ νετο. Λέγει παραβολὴν πρὸς αὐτοὺς, τὴν τοῦ ἀπολω‐
35λότος προβάτου, τὴν τῆς δραχμῆς, καὶ τὴν τοῦ ἀσώ‐ του παιδός· περὶ τοῦ ἐκβληθέντος οἰκονόμου· περὶ φιλαργυρίας· περὶ ὑπερηφανίας, καὶ ὅτι δεῖ πάντα τὰ ἐν τῷ νόμῳ πληρωθῆναι· περὶ τοῦ ἀπολύοντος τὴν γυναῖκα αὐτοῦ· περὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου.
40Περὶ τοῦ συγχωρεῖν τῷ πλησίον τὰ ἁμαρτήματα. Καί· «Τίς ἔχων δοῦλον,» φησὶ, «ἀροτριῶντα, οὐκ εἰσελ‐ θόντι ἀπὸ τοῦ ἀγροῦ ἐπιτάττει;» Εἶτα οἱ δέκα λεπροί. Περὶ τῆς παρουσίας αὐτοῦ προλέγει. Περὶ τοῦ πάντοτε προσεύχεσθαι. Εἶπε τὴν τῆς χήρας παρα‐
45βολὴν, καὶ τὴν τοῦ ἀδίκου ἄρχοντος. Τότε λέγει· «Ἆρα εὑρήσει τὴν πίστιν ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που;» Ἡ παραβολὴ τοῦ Φαρισαίου καὶ τοῦ τελώνου. Εἶτα προσκαλεῖται τὰ παιδία. Προσέρχεται ὁ πλού‐ σιος ἐρωτῶν, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσει.

28

.

397

(50)

Περὶ τοῦ πάθους λέγει τοῖς μαθηταῖς· οἱ δὲ οὐ συν‐ ῆκαν. Ὁ τυφλὸς θεραπεύεται, ὁ ἐγγὺς Ἱεριχοῦς. Τὰ κατὰ τὸν Ζακχαῖον. Ἡ παραβολὴ τοῦ βουληθέντος ἀγοράσαι βασιλείαν. Τὰ κατὰ τὸν πῶλον. Περὶ τῆς ἁλώσεως τῆς πόλεως προλέγει. Ἐκβάλλει ἐκ τοῦ ἱεροῦ
55τοὺς πωλοῦντας. Τότε λέγουσιν· «Ἐν ποίᾳ ἐξουσίᾳ
ταῦτα ποιεῖς;» Ἐρωτᾷ αὐτοὺς περὶ τοῦ βαπτίσματος

28

.

400

Ἰωάννου. Εἶτα ἡ παραβολὴ τοῦ ἀμπελῶνος, καὶ τῶν πονηρῶν γεωργῶν. Τὰ περὶ τοῦ κήνσου, καὶ τῆς γα‐ μηθείσης τοῖς ζʹ ἀδελφοῖς. Εἶτα ἐρωτᾷ αὐτοὺς περὶ ἑαυτοῦ, πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαβὶδ εἶναι·
5καὶ περὶ πρωτοκαθεδρίας διαλέγεται. Βάλλει ἡ χήρα δύο δηνάρια. Περὶ τῆς καταστροφῆς τοῦ ναοῦ, περὶ τῶν μελλόντων προλέγει κακῶν. Συντίθεται Ἰούδας μετὰ τῶν Ἰουδαίων. Πέμπει τοὺς μαθητὰς ἑτοιμάσαι τὸ πάσχα. Ἐλέγχεται Ἰούδας μετὰ τὸ μυστήριον.
10Φιλονεικία τῶν μαθητῶν περὶ πρωτείων. Εἶτα πρὸς τὸν Σίμωνά φησι· «Ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς·» καὶ προλέγει αὐτοῦ τὴν ἄρνησιν, καὶ παρακελεύεται τοῖς μαθηταῖς βαστάζειν βαλάντιον. Εἶτα συλλαμβά‐ νεται. Ἀρνεῖται Πέτρος. Τύπτεται ὁ Ἰησοῦς ὑπὸ τῶν
15Ἰουδαίων. Ἐρωτᾶται, εἰ αὐτὸς εἴη ὁ Χριστὸς, καὶ ἀποκρίνεται. Ἄγεται πρὸς τὸν Πιλᾶτον, καὶ πέμπε‐ ται πρὸς τὸν Ἡρώδην. Εἶτα πρὸς τὸν Πιλᾶτον ἄγεται. Παραδίδοται σταυρωθῆναι· ἀκολουθεῖ ὄχλος· πρὸς τὰς γυναῖκας διαλέγεται περὶ τῶν μελλόντων κακῶν. Σταυ‐
20ροῦται. Θάπτει Ἰωσὴφ τὸ σῶμα. Φέρουσιν αἱ γυναῖ‐ κες ἀρώματα εἰς τὸν τάφον, καὶ οὐχ εὗρον οὐδένα. Μανθάνουσι παρὰ τῶν δύο ἀγγέλων, ὅτι ἀνέστη. Ἀπαγγέλλουσι τοῖς μαθηταῖς. Οἱ δὲ ἠπίστουν. Ἔδραμε Πέτρος εἰς τὸ μνημεῖον, καὶ εὗρεν οὕτως. Τότε φαί‐
25νεται τοῖς δύο ὁδοιποροῦσιν. Ὑποστρέψαντες οὗτοι, ἤκουσαν, ὅτι ὤφθη Σίμωνι. Εἶτα ἔστη ἀθρόως ἐν μέ‐ σῳ αὐτῶν· οἱ δὲ ἐπτοήθησαν. Ἔδειξεν αὐτοῖς τοὺς τύπους, καὶ ἔφεν ἐνώπιον αὐτῶν. Ἐξαγαγὼν δὲ αὐτοὺς εἰς Βηθανίαν, ἀνελήφθη.
29tΒιβλίον δʹ, κατὰ Ἰωάννην.
30 Θεολογεῖ ὁ Ἰωάννης τὸν Χριστόν. Λέγει περὶ τοῦ Βαπτιστοῦ· εἶτα περὶ τοῦ Χριστοῦ, καὶ τῆς ἐναν‐ θρωπήσεως. Ἀποκρίνεται ὁ Βαπτιστὴς πρὸς τοὺς ἀποσταλέντας πρὸς αὐτόν. Τῇ ἐπαύριον μαρτυρεῖ τῷ Ἰησοῦ, ὅτι τὸ Πνεῦμα κατέβη ἐπ’ αὐτόν. Τῇ ἐπαύ‐
35ριον πάλιν μαρτυρεῖ τῷ Ἰησοῦ. Καὶ κολλῶνται αὐτῷ οἱ περὶ Ἀνδρέαν. Ἄγει τὸν Πέτρον ὁ Ἀνδρέας πρὸς αὐτόν. Τῇ ἐπαύριον καλεῖ τὸν Φίλιππον ὁ Ἀνδρέας πρὸς αὐτόν. Τῇ ἐπαύριον καλεῖ τὸν Φίλιππον ὁ Ἰησοῦς, ἐξελθὼν εἰς τὴν Γαλιλαίαν. Οὗτος ἄγει τὸν Ναθαναὴλ
40πρὸς αὐτόν. Μαρτυρεῖ αὐτῷ ὁ Ἰησοῦς. Ὁ γάμος ἐν Κανᾶ γίνεται. Εἶτα ἔρχεται εἰς Καπερναούμ. Ἀνα‐ βαίνει εἰς Ἱεροσόλυμα ἐν τῷ Πάσχα· ἐκβάλλει ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰς περιστεράς. Πολλοὶ πι‐ στεύουσιν εἰς αὐτόν. Εἶτα τὰ κατὰ Νικόδημον. Εἶτα
45ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἐβάπτιζον οἱ μαθηταὶ αὐτοῦ. Ἀπηγγέλθη τῷ Ἰωάννῃ. Ἀκούσας ὁ Ἰησοῦς, ὅτι ἔμαθον οἱ Φαρισαῖοι, κατέβη εἰς τὴν Γαλιλαίαν διὰ τῆς Σαμαρείας. Εἶτα τὰ κατὰ τὴν Σαμαρεῖτιν. Πιστεύουσιν οἱ Σαμαρεῖται. Ἔρχεται εἰς Κανᾶ ὁ Ἰη‐

28

.

400

(50)

σοῦς, καὶ ὁ βασιλίσκος προσέρχεται ὑπὲρ τοῦ υἱοῦ. Ἀνῆλθεν εἰς Ἱεροσόλυμα, καὶ τὸν ἐν ληʹ ἔτεσι παρα‐ λελυμένον ἰᾶται ἐν Σαββάτῳ. Ἐζήτουν αὐτὸν οἱ Ἰου‐ δαῖοι ἀποκτεῖναι. Λέγει αὐτοῖς ὅτι παρὰ Θεοῦ ἐπέμ‐ φθη. Ἀπῆλθε πέραν τῆς Τιβεριάδος· ἦν δὲ τὸ Πάσχα.
55Τρέφει τοὺς ὄχλους. Ἠθέλησαν αὐτὸν ποιῆσαι βασι‐

28

.

401

λέα, καὶ ἀναχωρεῖ εἰς τὸ ὄρος. Ἔπλευσαν οἱ μαθη‐ ταὶ εἰς Καπερναούμ. Ἦλθεν ὁ Ἰησοῦς ἐκεῖ, ἦλθον καὶ οἱ ὄχλοι. Τότε αὐτοῖς περὶ τῶν μυστηρίων διαλέ‐ γεται. Καὶ μὴ ἐνέγκαντες τὸν λόγον, ἀπῆλθον εἰς τὰ
5ὀπίσω. Λέγει τοῖς δώδεκα· «Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;» Τότε λέγει Πέτρος· «Ῥήματα ζωῆς αἰω‐ νίου ἔχεις, πρὸς τίνα ἀπελευσόμεθα;» Σκηνοπηγίας οὔσης, προτρέπονται αὐτὸν οἱ ἀδελφοὶ ἀνελθεῖν ἐν τῷ ἱερῷ. Ὁ δὲ ὕστερον ἀνῆλθε, καὶ ἐζήτουν αὐτὸν οἱ
10Ἰουδαῖοι, καὶ ἠγανάκτουν, ὅτι ἐν Σαββάτῳ τυφλὸν ἰά‐ σατο. Διαλέγεται περὶ τοῦ Παρακλήτου· καὶ οἱ μὲν ἐπίστευσαν, οἱ δὲ ἠπίστουν. Ἐγκαλοῦνται ὑπηρέται ὑπὸ τῶν ἀρχιερέων, ὅτι οὐκ ἐπίασαν αὐτόν. Διαλέγε‐ ται αὐτοῖς ὁ Νικόδημος, καὶ ἐπιστομίζουσιν αὐτόν.
15Πάλιν ὁ Ἰησοῦς διαλέγεται αὐτοῖς· καὶ ἐπειρῶντο ἀνατρέπειν αὐτοῦ τὰ ῥήματα. Ἐνταῦθα τὰ περὶ τῆς κατηγορηθείσης ἐπὶ μοιχείᾳ. Πάλιν λέγει αὐτοῖς· «Ἐγὼ ὑπάγω, ὅπου ἡμεῖς οὐ δύνασθε ἐλθεῖν.» Οἱ δὲ ἐνόμιζον, ὅτι ἀναιρεῖ ἑαυτόν. Εἶτα προλέγει τὸν
20τρόπον τοῦ θανάτου αὐτοῦ, καὶ ἐπίστευσαν πολλοὶ εἰς αὐτόν. Τότε λέγει αὐτοῖς· «Ἐὰν μείνητε ἐν τῷ λόγῳ μου, ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς,» καὶ ἕτερα πολλά. Λέγουσιν αὐτῷ οἱ Ἰουδαῖοι· «Σαμαρείτης εἶ, καὶ δαι‐ μόνιον ἔχεις.» Πάλιν ὁ Ἰησοῦς πολλὰ αὐτοῖς διαλέ‐
25γεται, ἐν οἷς ἐπήγαγε· «Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Τότε ἠθέλησαν λιθάσαι αὐτόν· ὁ δὲ ἐξελθὼν ἀπ’ αὐτῶν, ἐθεράπευσε τὸν τυφλὸν πηλῷ. Εἶτα διαλέ‐ γεται περὶ τῶν προβάτων καὶ τοῦ ποιμένος, τοῦ διὰ τῆς θύρας εἰσερχομένου εἰς τὴν αὐλήν· καὶ σχίσμα
30ἐγένετο ἐν τοῖς Ἰουδαίοις. Τοῖς Ἐγκαινίοις περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ στοᾷ Σολομῶντος. Ἐρωτῶσιν αὐτὸν οἱ Ἰουδαῖοι, εἰ αὐτὸς εἴη ὁ Χριστός. Ὡς δὲ εἶπεν, ἐβάστασαν λίθους βαλεῖν ἐπ’ αὐτόν. Ὡς δὲ ἠρώτα αὐ‐ τοὺς τὴν αἰτίαν, ἦλθον πιάσαι αὐτὸν, καὶ οὐκ ἴσχυσαν.
35Ἀπῆλθεν, ὅπου ἐβάπτιζεν Ἰωάννης. Πέμπουσιν ἐκ Βηθανίας αἱ περὶ Μάρθαν ὑπὲρ τοῦ Λαζάρου. Καὶ βου‐ λόμενος εἰς τὴν Ἰουδαίαν ἐλθεῖν, ἐκώλυον οἱ μαθηταί. Ἦλθεν εἰς Βηθανίαν· ἀνέστησε τὸν Λάζαρον. Πάλιν ἐβουλεύοντο οἱ Ἰουδαῖοι ἀνελεῖν τὸν Ἰησοῦν. Εἶτα
40Καϊάφας προφητεύει. Ἀναχωρεῖ ὁ Ἰησοῦς εἰς τὴν ἔρη‐ μον Ἐφραΐμ. Εἶτα οἱ Ἰουδαῖοι ἀμφέβαλον, εἰ ἔρχεται εἰς τὴν ἑορτήν. Καὶ πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν εἰς Βηθανίαν. Τότε δειπνοῦντα αὐτὸν ἤλειψεν ἡ Μαρία, καὶ ἀγανακτεῖ Ἰούδας. Ἐπιστομίζει αὐτὸν ὁ Ἰησοῦς.
45Ἦλθον πρὸς αὐτὸν ἐκεῖ οἱ Ἰουδαῖοι. Ὑπήντησαν αὐτῷ ὄχλοι μετὰ βαΐων ἐρχομένῳ εἰς Ἱεροσόλυμα, καὶ ὀχουμένῳ εἰς ὀνάριον. Τότε ζητοῦσιν οἱ Ἕλληνες ἰδεῖν αὐτόν. Τότε λέγει τὴν παραβολὴν τοῦ κόκκου τοῦ σίτου καὶ περὶ τῶν φοβουμένων τὸν θάνατον. Εἶτα ἐπάγει·

28

.

401

(50)

«Πάτερ, δόξασόν σου τὸν Υἱόν·» καὶ φωνὴ ἐγένετο ἐκ τοῦ οὐρανοῦ. Ἐνόμισεν ὁ ὄχλος βροντὴν γεγενῆσθαι. Εἶτα προλέγει αὐτοῖς τὸν τρόπον τοῦ θανάτου, καὶ προτρέπει πρὸς τὸ πιστεῦσαι· οἱ δὲ ἠπείθουν, «ἵνα,» φησὶν, «ὁ λόγος Ἡσαΐου πληρωθῇ.» Νίπτει τοὺς
55μαθητάς· ἐλέγχει τὸν Ἰούδαν· καὶ λαβὼν ἐκεῖνος τὸ ψώμιον ἐξῆλθεν ἐν νυκτί. Εἶτα διαλέγεται τοῖς μαθη‐
ταῖς ὁ Ἰησοῦς. Ἐντέλλεται αὐτοῖς περὶ ἀγάπης.

28

.

404

Προλέγει τῷ Πέτρῳ τὴν ἄρνησιν. Φίλιππος ἀξιοῖ ἰδεῖν τὸν Πατέρα. Περὶ τοῦ Παρακλήτου αὐτοῖς προλέγει· ἕτερα πολλὰ διαλέγεται, καὶ κατηγορεῖ τῶν Ἰουδαίων. Θλίψιν προλέγει τοῖς μαθηταῖς, εἶτα πάλιν χρηστὰ,
5καὶ πάλιν λυπηρά. Πρὸς τὸν Πατέρα διαλέγεται. Εἶτα ἔρχεται εἰς τὸν κῆπον, καὶ συλλαμβάνεται. Κόπτει Πέτρος τὸ ὠτίον τοῦ δούλου. Ἄγουσι τὸν Ἰησοῦν πρὸς τὸν Ἄνναν. Εἰσάγει ὁ μαθητὴς τὸν Πέτρον εἰς τὴν αὐλήν. Τύπτει τὸν Ἰησοῦν ὁ ὑπηρέτης· λέγει αὐτῷ·
10«Εἰ κακῶς ἐλάλησα,» καὶ τὰ ἑξῆς. Ἀποστέλλουσιν αὐτὸν πρὸς Καϊάφαν. Ἀρνεῖται Πέτρος. Ἄγεται ὁ Ἰησοῦς πρὸς Πιλᾶτον. Σταυροῦται, καὶ τὸν τίτλον ἐπιτιθέασιν. Εἱστήκεισαν παρὰ τῷ σταυρῷ ἡ μήτηρ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία, ἡ τοῦ Κλεο‐
15πᾶ, καὶ Μαρία ἡ Μαγδαληνή. Τότε παρατίθεται τὴν μητέρα τῷ Ἰωάννῃ. Θάπτει τὸ σῶμα Ἰωσήφ. Νικόδη‐ μος φέρει ἀλόης καὶ σμύρνης λύτρα ἑκατόν. Ἦλθε Μαρία ἡ Μαγδαληνὴ, βλέπει τὸν τάφον κενόν· καλεῖ τὸν Πέτρον καὶ τὸν Ἰωάννην. Οἱ δὲ ἀπῆλθον, καὶ πά‐
20λιν ἀνεχώρησαν. Βλέπει τοὺς ἀγγέλους ἡ Μαρία, εἶτα τὸν Ἰησοῦν, καὶ διαλέγεται αὐτῇ. Εἶτα ἐπέστη τοῖς μαθηταῖς κεκλεισμένων τῶν θυρῶν, καὶ ἔδωκεν αὐ‐ τοῖς Πνεῦμα ἅγιον. Εἶτα τῷ Θωμᾷ διαλέγεται ἀπιστή‐ σαντι. Εἶτα πάλιν ὤφθη τοῖς μαθηταῖς ἐπὶ τῆς θα‐
25λάσσης τῆς Τιβεριάδος· οἱ δὲ ἡλίευσαν πλῆθος ἰχθύων, καὶ ἔφαγε μετ’ αὐτῶν. Εἶτα ἐπιτάττει τῷ Πέτρῳ ποι‐ μαίνειν τὰ πρόβατα, καὶ προλέγει αὐτῷ, ποίῳ θανά‐ τῳ ἀποθανεῖται, καὶ κελεύει ἀκολουθῆσαι αὐτῷ.
30tΒιβλίον εʹ, Πράξεις τῶν ἀποστόλων.
31 Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ τὰς πρά‐ ξεις ὁμοῦ τῶν ἀποστόλων περιέχει. Ὁ δὲ διηγού‐ μενος ταύτας ἐστὶ Λουκᾶς ὁ εὐαγγελιστὴς, ὁ καὶ τοῦτο τὸ βιβλίον συγγράφων. Συναπεδήμει γὰρ τοῖς
35τε ἄλλοις ἀποστόλοις, καὶ μάλιστα τῷ Παύλῳ, καὶ εἰδὼς ἀκριβῶς, γράφει. Διηγεῖται δὲ ἐν αὐτῷ πῶς, ἀγγέλων ὑπολαβόντων, ἀνελήφθη ὁ Κύριος, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ Πεν‐ τηκοστῇ ἐπί τε τοὺς ἀποστόλους καὶ πάντας τοὺς
40τότε παρόντας· τήν τε κατάστασιν τοῦ Ματθίου ἀντὶ Ἰούδα τοῦ προδότου, καὶ τὴν προχείρησιν τῶν ζʹ δια‐ κόνων, καὶ τὴν ἐκλογὴν τοῦ Παύλου, καὶ ὅσα ἔπαθε, καὶ τέλος τὴν εἰς Ῥώμην ἀποδημίαν αὐτοῦ. Τῶν μὲν οὖν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα·
45πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, εἶτα Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἀνδρέας ὁ ἀδελφὸς Πέτρου, καὶ Φίλιππος, καὶ Θω‐ μᾶς, Βαρθολομαῖος, Ματθαῖος, Ἰάκωβος Ἀλφαίου, Σίμων ὁ ζηλωτὴς, Ἰούδας Ἰακώβου, ὁ καὶ Θαδδαῖος,

28

.

404

(50)

καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς τὸν Κύριον. Ἀλλὰ τοῦ Ἰούδα τούτου, προδότου γενομένου, καὶ ἀπολομένου, κατεστάθη εἰς τὸν ἐκείνου τόπον ὑπὸ τῶν ἀποστόλων Ματθίας, καὶ συγκατηριθμήθη τοῖς ἕνδεκα δωδέκατος. Μετὰ δὲ ταῦτα ἐκλήθη καὶ ὁ Παῦ‐
55λος, σκεῦος ἐκλογῆς, καὶ ἀπεστάλη καὶ αὐτὸς μετὰ Βαρνάβα εὐαγγελίσαθαι τὸν Κύριον τοῖς ἔθνεσι παν‐
ταχοῦ. Ἔτι δὲ καὶ τῶν κατασταθέντων παρὰ τῶν

28

.

405

ἀποστόλων ἑπτὰ διακόνων τὰ ὀνόματα ταῦτα· Στέ‐ φανος, Φίλιππος, Πρόχορος, Νικάνωρ, Τίμων, Παρ‐ μενᾶς, καὶ Νικόλαος. Τούτων οὖν τῶν ἀποστόλων καὶ τῶν διακόνων τὰς πράξεις διηγεῖται ὁ Λουκᾶς,
5καὶ σημεῖα παρ’ αὐτῶν γεγονότα, ἅπερ εἰσὶ ταῦτα· Πέτρος καὶ Ἰωάννης ἐθεράπευσαν ἐν τῷ ὀνόματι Κυ‐ ρίου τὸν ἐκ γενετῆς χωλὸν, τὸν ἐν τῇ Ὡραίᾳ πύλῃ καθήμενον. Πέτρος Ἀνανίαν καὶ Σαπφεῖραν τὴν γυ‐ ναῖκα αὐτοῦ ἤλεγξε, νοσφισαμένους ἀπὸ τῆς τιμῆς
10τοῦ χωρίου, καὶ τῆς ἐπαγγελίας τῆς εἰς τὸν Θεὸν, καὶ γεγόνασι παραχρῆμα νεκροί. Πέτρος ἐν Ἰόππῃ τὴν ἀποθανοῦσαν Δορκάδα εὐξάμενος ἤγειρεν ἐκ νε‐ κρῶν. Πέτρος τὸ ἐξ οὐρανοῦ σκεῦος καθιέμενον πλῆ‐ ρες παντὸς ζώου ἑώρακε. Πέτρου ἡ σκιὰ ἐρχομένη
15ἐπὶ τοὺς ἀσθενοῦντας ἐθεράπευεν αὐτούς. Πέτρος τηρούμενος καὶ δεδεμένος ἐν τῇ φυλακῇ ὑπὸ ἀγγέ‐ λου ἀπελύθη, μὴ εἰδότων τῶν στρατιωτῶν. Καὶ ὁ Ἡρώδης σκωληκόβρωτος ἐξέψυξε. Στέφανος ἐποίησε τέρατα καὶ σημεῖα. Φίλιππος τὸν εὐνοῦχον ἐπέστη‐
20σεν ἀναγινώσκοντα τὸν Ἡσαΐαν, καὶ ἐβάπτισεν αὐ‐ τόν. Ὁ αὐτὸς Φίλιππος ἐν Σαμαρείᾳ πολλὰ πνεύ‐ ματα ἐξέβαλε, καὶ χωλοὶ καὶ παραλελυμένοι ἐθερα‐ πεύθησαν ὑπ’ αὐτοῦ. Παῦλος, ἐγγίζων τῇ Δαμασκῷ, εἶδεν ὀπτασίαν, καὶ εὐθὺς γέγονεν εὐαγγελιστής.
25Παῦλος ἐν Λύστροις Αἰνέαν, χωλὸν ἐκ γενετῆς ὄντα, ἐθεράπευσεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Παῦλος ἀπὸ ὀπτασίας εἰς Μακεδονίαν ἐκλήθη. Παῦλος τὴν γυ‐ ναῖκα τὴν ἔχουσαν πνεῦμα Πύθονος ἐκαθάρισε. Παῦ‐ λος καὶ Σίλας ἐν Φιλίπποις εἰς φυλακὴν ἐβλήθησαν,
30καὶ ἠσφαλισμένους εἶχον τοὺς πόδας ἐν τῷ ξύλῳ. Ἐν δὲ τῷ μεσονυκτίῳ σεισμὸς γέγονε, καὶ λέλυνται αὐτῶν τὰ δεσμά. Ἀπὸ τοῦ χρωτὸς Παύλου ἀπέφε‐ ρον σουδάρια ἐπὶ τοὺς ἀσθενοῦντας καὶ δαιμονιῶν‐ τας, καὶ ἐθεραπεύοντο. Παῦλος ἐν Τρωάδι πεσόντα
35Εὔτυχον ἀπὸ τῆς θυρίδος καὶ ἀποθανόντα ἤγειρε λέγων· «Ἡ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν.» Παῦλος ἐπετίμησεν ἐν Κύπρῳ τῷ μάγῳ Ἐλύμᾳ, καὶ ἐγένετο τυφλός. Παῦ‐ λος, πλέων ἐν Ῥώμῃ, ἐχειμάσθη αὐτός τε καὶ πάν‐ τες οἱ ἐν τῷ πλοίῳ ἐπὶ νυχθήμερα ιδʹ. Πάντων τε
40προσδοκώντων ἀποθανεῖν, ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ, ὅτι «Διὰ σὲ κεχάρισμαι τούτοις τὸ ζῇν,» καὶ ἐσώθησαν. Ἐξελθόντα τὸν Παῦλον ἀπὸ τοῦ πλοίου ἔχιδνα ἔδακε, καὶ οἱ μὲν πάντες ἐνόμιζον αὐ‐ τὸν γίνεσθαι νεκρόν· ὡς δὲ ἀπαθὴς διέμεινεν, ἐνό‐
45μισαν αὐτὸν εἶναι θεόν. Τὸν πατέρα Πουπλίου ἐν τῇ νήσῳ δυσεντερίᾳ συνεχόμενον χειροθετήσας ἰάσατο ὁ Παῦλος, καὶ ἄλλους πολλοὺς ἀσθενοῦντας ἐν τῇ νήσῳ ἐθεράπευσεν.
48tΒιβλίον ϛʹ, Ἐπιστολαὶ καθολικαὶ ἑπτά·
49tτούτων πρώτη Ἰακώβου.

28

.

405

(50)

Ἀπ’ αὐτῶν τῶν γραψάντων καὶ αὗται προσ‐ αγορεύονται. Αὐτὸς γὰρ Ἰάκωβος ταύτην γράφει τοῖς ἀπὸ τῶν δώδεκα φυλῶν διασπαρεῖσι, καὶ πιστεύσα‐ σιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδάσκων περὶ διαφο‐
55ρᾶς πειρασμῶν, ποῖος μέν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ
ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων· καὶ ὅτι οὐ

28

.

408

λόγῳ μόνῳ, ἀλλὰ καὶ ἔργῳ δεικνύναι δεῖ τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλὰ οἱ ποιηταὶ δικαιοῦν‐ ται. Περί τε πλουσίων παραγγέλλει, ἵνα μὴ προκρί‐ νωνται τῶν πτωχῶν οἱ πλούσιοι ἐν ταῖς Ἐκκλησίαις,
5ἀλλὰ μᾶλλον καὶ ἐπιπλήττωνται, ὡς ὑπερήφανοι. Καὶ τέλος παραμυθησάμενος τοὺς ἀδικουμένους, καὶ προ‐ τρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρου‐ σίας τοῦ κριτοῦ, καὶ διδάξας περὶ ὑπομονῆς ἐκ τῶν τοῦ Ἰὼβ χρηστῶν, παραγγέλλει προσκαλεῖσθαι τοὺς
10πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπουδάζειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἶ‐ ναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου ἄφεσιν ἁμαρτιῶν. Καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
14tΔευτέρα, Πέτρου.
15 Καὶ αὕτη τοῦ γεγραφότος ἐπιφέρεται τὴν κλῆ‐ σιν· αὐτὸς γὰρ Πέτρος τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις, καὶ γενομένοις Χριστιανοῖς, γράφει τὴν ἐπιστολὴν διδασκαλικήν. Ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν, ἐπιστηρίζει αὐτούς. Καὶ πρῶτον μὲν
20ἐξηγεῖται καὶ ἀποδείκνυσιν, ὅτι ἡ εἰς Χριστὸν πίστις ἀπὸ τῶν προφητῶν κατηγγέλη, καὶ δι’ αὐτῶν ἐμη‐ νύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐ‐ τοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, εἰς ἃ ἄγγελοι ἐπιθυμοῦσι παρακύψαι. Εἶτα, συμβουλεύσας
25ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέα τιμᾷν, γυναιξί τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει. Καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, ση‐ μαίνει, ὅτι καὶ εἰς τὸν ᾅδην γέγονε παρὰ τοῦ Κυ‐ ρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως,
30ἵνα καὶ οἱ ἀποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφεί‐ λουσι πάντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδόντες τῷ κριτῇ. Καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
36tΤρίτη, πάλιν καὶ αὕτη Πέτρου.
37 Ὁμοίως καὶ αὕτη παρὰ τοῦ αὐτοῦ γραφεῖσα τὴν τούτου ἔχει ὀνομασίαν. Αὐτὸς γὰρ Πέτρος καὶ ταύτην ἐπιστέλλει τοῖς ἤδη πιστεύσασιν. Ἔστι δὲ ἡ Ἐπιστολὴ
40ὑπόμνησις τῶν πρώτων. Εἰδὼς γὰρ ταχεῖαν αὐτοῦ ἔσεσθαι τὴν ἀνάλυσιν τοῦ σώματος, ἐσπούδασε πάντας ὑπομνῆσαι περὶ ὧν κατηχήθησαν τὴν διδασκαλίαν. Καὶ πρῶτον μὲν περὶ τῆς πίστεως ἐξηγεῖται, καὶ δείκνυσιν ἀπὸ τῶν προφητῶν αὐτὴν εὐηγγελίσθαι· καὶ ὅτι αἱ
45προφητεῖαι αἱ περὶ τοῦ Σωτῆρος οὐκ εἰσὶν ἀνθρώπι‐ ναι, ἀλλὰ παρὰ Θεοῦ ἐλαλήθησαν. Ἔπειτα παραγγέλ‐ λει μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπώλειαν, ὥσπερ καὶ τῶν παραβάντων ἀγγέλων γέ‐ γονε. Προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι,

28

.

408

(50)

ἐν αἷς ἐμπαῖκται περιπατήσουσι, καὶ θελήσουσιν ἀπα‐ τᾷν τινας, λέγοντες μάτην λέγεσθαι παρ’ ἡμῶν τὴν παρουσίαν τοῦ Σωτῆρος, διὰ τὸ ἀεὶ λέγεσθαι, καὶ μή‐ πω παραγενέσθαι. Ἀπὸ τούτων οὖν καὶ μάλιστα ἀπ‐ έχεσθαι παραγγέλλει, διδάσκων, μὴ ὀλιγωρεῖν ἐν τοῖς
55χρόνοις. Πάντα γὰρ τὸν χρόνον μηδὲν εἶναι ἐνώπιον Κυρίου, διὰ τὸ καὶ τὴν μίαν ἡμέραν ὡς χίλια ἔτη εἶ‐
ναι, καὶ τὰ χίλια ἔτη ὡς ἡμέραν μίαν. Ἔσεσθαι δὲ

28

.

409

ταχέως τὴν ἡμέραν Κυρίου διαβεβαιοῦται, καὶ ἀπο‐ δείκνυσι, καὶ ἐντέλλεται ἑτοίμους εἶναι πάντας εἰς αὐτὴν ἐν ἔργοις ἀγαθοῖς, καὶ ἀγαπᾷν τὰ ὑπὸ τοῦ ἀπο‐ στόλου Παύλου γραφέντα, καὶ μὴ προσέχειν τοῖς δια‐
5βάλλουσιν αὐτὰ διὰ τὸ καὶ πάσας τὰς θείας Γραφὰς διαβάλλειν αὐτούς. Ὑπομνήσας οὖν καὶ διδάξας πάν‐ τας προειδέναι τὰ πράγματα, παραινεῖ μὴ ἐκπίπτειν τοῦ σκοποῦ τῆς πίστεως, καὶ οὕτως τελειοῖ τὴν Ἐπι‐ στολήν.
11tΤετάρτη, Ἰωάννου.
12 Οὕτως καὶ αὕτη καλεῖται, ἐπειδὴ καὶ αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ ταύτην ἐπιστέλλει, ὑπο‐ μιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον.
15Καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀπο‐ δεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. Θεολογῶν δὲ, ἐξηγεῖται
20μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, ἀλλὰ καὶ ἐξ ἀρχῆς μὲν ἀεὶ τυγχάνειν αὐτὸ, νῦν δὲ πεφανερῶ‐ σθαι ἐν τῷ Κυρίῳ, ὅστις ἐστὶ ζωὴ αἰώνιος, καὶ Θεὸς ἀληθινός. Καὶ τὸ αἴτιον δὲ τῆς τοῦ Λόγου παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησιν εἶναι λέγων τοῦτο, ἐπὶ
25τὸ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθε‐ ρωθῆναι τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα, καὶ αὐτὸν τὸν Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χρι‐ στόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας, ὅτι ὁ μὲν Θεὸς ἐγνώ‐
30σθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, κατ‐ αργηθέντος τοῦ θανάτου. Εἶτα λοιπὸν δι’ ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλή‐ λους ἀγαπᾷν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Ἐξηγεῖται οὖν ἐπὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ
35τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς, καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμά‐ των. Καὶ λοιπὸν διαιρεῖ, ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστι, ποῖον δὲ τῆς πλάνης, καὶ πότε μὲν γινω‐ σκόμεθα τέκνα Θεοῦ, πότε δὲ διαβόλου· καὶ περὶ ποίας
40ἁμαρτίας ὀφείλομεν εὔχεσθαι· καὶ ὅτι ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὐκ ἔστιν ἄξιος τῆς κλήσεως, οὐδὲ δύνα‐ ται λέγεσθαι τοῦ Χριστοῦ. Καὶ τὴν ἑνότητα δὲ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα δείκνυσι· καὶ ὅτι ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει. Διακρίνει δὲ ἐν τῇ
45Ἐπιστολῇ ταύτῃ, λέγων καὶ τὸ ἴδιον τοῦ Ἀντιχρίστου· εἶναι δὲ τοῦτο τὸ λέγειν μὴ εἶναι τὸν Ἰησοῦν αὐτὸν τὸν Χριστὸν, ἵνα, ὡς μὴ ὄντος ἐκείνου, ἑαυτὸν εἴπῃ εἶναι ὁ ψεύστης. Παραινεῖ δὲ δι’ ὅλης τῆς Ἐπιστολῆς μὴ ἀθυμεῖν τοὺς πιστεύοντας τῷ Κυρίῳ, εἰ μισοῦν‐

28

.

409

(50)

ται ἐν τῷ κόσμῳ, ἀλλὰ μᾶλλον χαίρειν, ὅτι τὸ μῖσος τοῦ κόσμου δείκνυσι τοὺς πιστεύσαντας μεταβεβηκέ‐ ναι ἀπ’ αὐτοῦ κόσμου, καὶ εἶναι λοιπὸν τῆς οὐρανίου πολιτείας. Καὶ ἐν τῷ τέλει δὲ τῆς Ἐπιστολῆς πάλιν ὑπομιμνήσκει λέγων, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ζωὴ αἰώ‐
55νιός ἐστι, καὶ Θεὸς ἀληθινὸς, καὶ ἵνα τούτῳ δουλεύωμεν, καὶ φυλάττωμεν ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.
56tΠέμπτη, πάλιν καὶ αὕτη Ἰωάννου.
57Ταύτην ὡς πρεσβύτερος γράφει κυρίᾳ καὶ τοῖς

28

.

412

τέκνοις αὐτῆς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ὁρῶν τὰ τέκνα ταύτης καλῶς ἀναστρεφόμενα ἐν τῇ πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους, καὶ λέ‐ γοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρ‐
5κὶ, γράφει τὴν Ἐπιστολήν. Καὶ πρῶτον μὲν ἀποδέ‐ χεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα, διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς. Καὶ λοιπὸν διδάσκει
10ἀντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκὶ ἐληλυθέναι τὸν Χριστόν. Παραγγέλλει δὲ, ὥστε μὴ δέχεσθαι τοὺς τοιούτους τινὰ εἰς οἰκίαν, μηδὲ λέγειν αὐτοῖς χαίρειν, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
14tἝκτη, πάλιν καὶ αὕτη Ἰωάννου.
15 Καὶ αὕτη Ἰωάννου μέν ἐστι, καθὼς καὶ ἐπι‐ γέγραπται. Ἐπέσταλται δὲ πρὸς Γάϊον. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτὸν μαρτυρούμενον ὑπὸ πάντων ἐπὶ φιλοξενίᾳ, καὶ προτρέπει τῇ αὐτῇ προθέσει προσ‐ μένειν, καὶ προπέμπειν καὶ δεξιοῦσθαι τοὺς ἀδελφούς.
20Πάλιν δὲ αὐτοῦ μὲν τὴν πρόθεσιν ἀποδέχεται· αἰτιᾶται δὲ Διοτρεφῆ, ὡς μήτε αὐτὸν παρέχοντα τοῖς πτωχοῖς, ἀλλὰ καὶ κωλύοντα τοὺς ἄλλους, καὶ πολλὰ φλυαροῦν‐ τα. Τοὺς δὲ τοιούτους λέγει ἀλλοτρίους εἶναι τῆς ἀλη‐ θείας, καὶ μηδὲ εἰδέναι τὸν Θεόν. Δημήτριον δὲ συν‐
25ίστησι μαρτυρῶν αὐτῷ τὰ κάλλιστα.
26tἙβδόμη, Ἰούδα.
27 Ταύτην, καθὼς καὶ ἐπιγέγραπται, Ἰούδας γρά‐ φει τὴν Ἐπιστολὴν τοῖς ἤδη πιστεύσασιν. Ἡ δὲ πρόφα‐ σις αὕτη· Παρεισελθόντων τινῶν καὶ διδασκόντων
30ἀδιάφορον εἶναι τὴν ἁμαρτίαν, καὶ ἀρνουμένων τὸν Κύριον, ἀνάγκην ἔσχε γράψαι, καὶ ἀσφαλίσασθαι τοὺς ἀδελφούς. Καὶ πρῶτον μὲν παρακαλεῖ αὐτοὺς ἀγωνί‐ ζεσθαι καὶ ἐμμένειν τῇ παραδοθείσῃ αὐτοῖς πίστεις ἔπειτα ἀποκηρύττει τοὺς τοιούτους ὡς πλάνους, καὶ
35παραγγέλλει μηδεμίαν αὐτοὺς ἔχειν κοινωνίαν περὶ τοὺς τοιούτους, εἰδότας, ὅτι οὐκ ἀρκεῖ τὸ κληθῆναι μόνον, ἐὰν μὴ καὶ ἀξίως περιπατήσωμεν τῆς κλή‐ σεως. Καὶ γὰρ καὶ τὸν πρότερον λαὸν ἐξ Αἰγύπτου ἐξ‐ αγαγὼν ὁ Κύριος, καὶ μὴ ἐμμείναντα τῇ πίστει ἑω‐
40ρακὼς, ἀπώλεσε· καὶ ἀγγέλων δὲ μὴ τηρησάντων τὴν ἰδίαν τάξιν οὐκ ἐφείσατο. Δεῖ οὖν ἀπὸ τῶν τοιούτων ἀναχωρεῖν. Καὶ γὰρ καὶ Μιχαὴλ ὁ ἀρχάγγελος οὐχ ὑπήνεγκε βλασφημίαν τοῦ διαβόλου. Ἔσεσθαι γοῦν τὴν ἀπώλειαν αὐτῶν ὡς Σοδόμων διδάσκει. Εἶτα παρ‐
45αινεῖ εἰς τὰ ἤθη, καὶ ὑπευξάμενος αὐτοῖς βεβαιότη‐ τα τῆς πίστεως παρὰ τοῦ Κυρίου, τελειοῖ τὴν Ἐπι‐ στολήν.
48tΒιβλίον ξʹ, Ἐπιστολαὶ Παύλου ιδʹ. Τούτων πρώτη
49tἡ πρὸς Ῥωμαίους.

28

.

412

(50)

Οὕτω καλοῦνται, ἐπειδὴ αὐτὸς Παῦλος ἰδίᾳ ταύτας ἐπιστέλλων, καὶ διὰ τούτων, οὓς μὲν ἤδη ἑώ‐ ρακε καὶ ἐδίδαξεν, ὑπομιμνήσκει καὶ ἐπιδιορθοῦται· οὓς δὲ μὴ ἑώρακε, σπουδάζει κατηχεῖν καὶ διδάσκειν, ὡς ἔστιν ἀπ’ αὐτῶν τῶν ἐντυγχανόντων καταμαθεῖν.
55Ταύτην δὲ τὴν πρὸς Ῥωμαίους ἐπιστέλλει ἀπὸ Κο‐ ρίνθου, μήπω μὲν ἑωρακὼς Ῥωμαίους, ἀκούων δὲ περὶ αὐτῶν, καὶ ἐπιποθῶν αὐτοὺς ἰδεῖν. Καὶ πρῶτον
μὲν ἀποδέχεται τὴν πίστιν αὐτῶν, καταγγελλομένην

28

.

413

ὁρῶν πανταχοῦ· ἔπειτα σημαίνει πολλάκις ἑαυτὸν προθέμενον ἐλθεῖν διὰ τὸν εἰς αὐτοὺς πόθον, καὶ τέως μὴ δεδυνῆσθαι. Καὶ λοιπὸν διδασκαλικὴν τὴν Ἐπιστο‐ λὴν ποιεῖται περὶ κλήσεως ἐθνῶν, καὶ ὅτι ἡ περι‐
5τομὴ ἕως καιροῦ ἦν, καὶ νῦν πέπαυται· καὶ ὅτι διὰ τοῦ Χριστοῦ λέλυται τὸ παράπτωμα τοῦ Ἀδὰμ, καὶ ἡ σκιὰ τοῦ νόμου παρῆλθε. Τὴν μὲν οὖν κλῆσιν τῶν ἐθνῶν ἀκολούθως γεγενῆσθαι κατασκευάζει οὕτως, ἀποδεικνὺς πᾶσιν ἀνθρώποις ἔμφυτον εἶναι τὸν νόμον,
10καὶ πάντας ἀδιδάκτῳ τῇ φύσει καὶ ἀπ’ αὐτῆς τῆς κτίσεως δύνασθαι γινώσκειν τὸν Θεόν. Διὸ καὶ εἰκό‐ τως αἰτιᾶται πρῶτον Ἕλληνας, ὡς τοῦ μὲν Θεοῦ φα‐ νερώσαντος αὐτοῖς ἐκ τῶν ποιημάτων τοῦ κόσμου τὴν περὶ ἑαυτοῦ γνῶσιν, καὶ τῆς ἀϊδίου δυνάμεως αὐτοῦ
15ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ἐν ᾧ καὶ δι’ οὗ τὰ πάντα πεποίηκεν· ἐκείνους δὲ μὴ ἐγνωκέναι μᾶλλον ἐκ τῶν κτισμάτων εἶναι Θεὸν τὸν τούτων δημιουργόν· ἀλλὰ τοὐναντίον αὐτὰ τὰ ποιήματα θεοποιήσαντας, καὶ τῇ κτίσει μᾶλλον ἢ τῷ κτίστῃ λατρεύσαντας. Αἰτιᾶται
20δὲ καὶ Ἰουδαίους, ὡς μὴ φυλάξαντας τὸν νόμον· ἀλλὰ καὶ μᾶλλον διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάσαντας. Καὶ οὕτως ἀμφότερα τὰ μέρη Ἰουδαίους τε καὶ Ἕλληνας ἐλέγχει, καὶ συγκλείει ἐπὶ παρανομίᾳ· ἵνα δείξῃ, ὅτι ἴσοι γενόμενοι οἱ πάν‐
25τες, ὡς ὑπεύθυνοι ἐπίσης, καὶ τοῦ Λυτρουμένου δέ‐ ονται. Τῆς δὲ χάριτος καὶ λυτρώσεως ἐπίσης καὶ τοῖς Ἰουδαίοις γενομένης καὶ τοῖς ἔθνεσιν, εἰκότως καὶ ἡ κλῆσις γέγονε τῶν ἐθνῶν· τῆς δὲ κλήσεως τῶν ἐθνῶν γενομένης, ἐξ ἀνάγκης πέπαυται ἡ περιτομὴ
30καὶ ἡ ἐν τῷ νόμῳ σκιά. Ὁ γὰρ Ἀβραὰμ, φησὶν, οὐκ ἐν περιτομῇ, ἀλλὰ πρὸ τῆς περιτομῆς δικαιω‐ θεὶς, μετωνομάσθη μὲν Ἀβραὰμ, ὅτι πατὴρ πολλῶν ἐθνῶν ἔμελλεν εἶναι, κατὰ τὴν ἐν τῇ ἀκροβυστίᾳ πίστιν· ἔλαβε δὲ μετὰ τὸ δικαιωθῆναι, καὶ τὴν περι‐
35τομὴν ἐν τῇ σαρκὶ, ἵνα σημεῖον ᾖ τοῖς κατὰ σάρκα γεννωμένοις ἐξ αὐτοῦ παύσεσθαι τότε περιτομὴν, ὅταν τὰ ἔθνη γένηται τέκνα τοῦ Ἀβραὰμ, ἀρξά‐ μενα πολιτεύεσθαι κατὰ τὴν πίστιν τοῦ Ἀβραὰμ, ἐν ᾖ ἐδικαιώθη, ὅτε ἦν ἐν ἀκροβυστίᾳ. Τούτων γὰρ
40χάριν καὶ μετωνομάσθη ἀπὸ Ἀβρὰμ, Ἀβραάμ. Ἀνάγκη δὲ, ἐλθόντων τῶν σημαινομένων, παύεσθαι τὸ σημαῖνον. Εἰ μὲν οὖν τὰ ἔθνη ἀναγκάζουσι περι‐ τέμνεσθαι, παυέτωσαν καὶ τὸ ὄνομα τοῦ Ἀβραὰμ, καὶ καλείσθω Ἀβράμ· εἰ δὲ Ἀβραὰμ παρὰ τοῦ
45Θεοῦ μετωνομάσθη, οὐ δεῖ περιτέμνεσθαι τὰ ἔθνη· ἀλλ’ οὐδὲ αὐτοὺς ἔτι τοὺς κατὰ σάρκα Ἰουδαίους, ἵνα ᾖ τὸ ὄνομα βέβαιον, καὶ πατὴρ πολλῶν ἐθνῶν καλῆται. Καὶ γὰρ οὐ χρείαν ἔχει λοιπόν τις περι‐ τέμνεσθαι, ἀρκούμενος τῇ πίστει τοῦ Ἀβραάμ· ἀλλ’

28

.

413

(50)

οὐδὲ τῆς ἄλλης τῆς ἐν τῷ νόμῳ σκιᾶς. Οὐ γὰρ ἐκ τούτων, ἀλλ’ ἐκ πίστεως δικαιοῦταί τις, καθάπερ καὶ Ἀβραάμ. Ταῦτα οὕτως κατασκευάσας, ἀπο‐ δείκνυσι πάλιν, ὅτι ἄλλως οὐκ ἂν γένοιτο λύτρωσις καὶ χάρις τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσιν, εἰ μὴ λυθῇ ἡ
55ἀρχαία ἁμαρτία, ἡ διὰ τοῦ Ἀδὰμ εἰς ἅπαντας γενο‐ μένη. Δι’ ἄλλου δὲ ταύτην μὴ δύνασθαι ἐξαλιφῆναί φησιν, ἢ διὰ τοῦ Υἱοῦ, δι’ οὗ καὶ ἐξ ἀρχῆς ἡ κατάρα γέγονεν. Οὐ γὰρ δυνατὸν ἦν ἄλλον λῦσαι τὸ παρά‐
πτωμα. Εἶτα γράφει, ὅτι ἄλλως τοῦτο οὐ μὴ γένη‐

28

.

416

ται, εἰ μὴ σωματωθεὶς ὁ Υἱὸς τοῦ Θεοῦ γένηται ἄν‐ θρωπος, ἵνα, τοῦτο, φημὶ δὴ, τὸ ὁμοιοπαθὲς ἡμῖν σῶμα προσενέγκας ὑπὲρ πάντων, τοὺς πάντας ἐλευ‐ θερώσῃ ἀπὸ τοῦ θανάτου, καὶ ὥσπερ δι’ ἑνὸς ἀνθρώ‐
5που ἡ ἁμαρτία εἰς κόσμον εἰσῆλθεν, οὕτως καὶ δι’ ἑνὸς ἀνθρώπου εἰς πάντας ἀνθρώπους ἡ χάρις γένη‐ ται. Καὶ λοιπὸν, ὡς καλὸς οἰκονόμος, τοὺς μὲν Ἰου‐ δαίους παραμυθεῖται, ὅτι Οὐ παραβάται γίνεσθε τοῦ νόμου, ἐὰν εἰς τὸν Χριστὸν πιστεύσητε· τοῖς δὲ ἀπὸ
10τῶν ἐθνῶν παρεγγυᾷ μὴ ἐπαίρεσθαι κατὰ τοῦ Ἰσραὴλ, ἀλλὰ γινώσκειν, ὅτι, ὡς κλάδοι ἐπὶ τὴν ῥίζαν, οὕτως ἐπ’ ἐκείνους ἐνεκεντρίσθησαν. Μετὰ δὲ ταῦτα παρ‐ αινετικοὺς λόγους εἰς τὰ ἤθη διδάξας, τελειοῖ τὴν Ἐπιστολήν.
17tΔευτέρα, πρὸς Κορινθίους.
18 Ταύτην ἐπιστέλλει ὁ αὐτὸς Παῦλος πρὸς Κο‐ ρινθίους ἀπὸ Ἐφέσου τῆς Ἀσίας, ἑωρακὼς μὲν αὐ‐
20τοὺς ἤδη καὶ διδάξας, ὑπομιμνήσκων δὲ ὅμως διὰ τῆς Ἐπιστολῆς ταύτης. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Κορίνθιοι, ἐκ φιλονεικίας συναγόμενοι, ἐσχί‐ ζοντο ταῖς γνώμαις, καὶ λοιπὸν ἦν ἐν αὐτοῖς σχί‐ σματα· καὶ ὄντων σχισμάτων, παρεβλέποντο τὸν λα‐
25βόντα τὴν μητρυιὰν εἰς γυναῖκα. Ἄλλοι δὲ ἤθελον καταλιμπάνειν τὰς γυναῖκας προφάσει τῆς ἐγκρα‐ τείας. Τινὲς δὲ καὶ ἐν εἰδωλείοις ἤσθιον ὡς ἀδιαφόρων ὄντων τῶν εἰδωλοθύτων. Ἄλλοι δὲ τοὺς μὲν ἄλλους ἐξουθένουν, τοὺς δὲ λαλοῦντας γλώσσαις ἐθαύμαζον.
30Καὶ τέλος ἠπάτηντο καὶ εἰς τὸ περὶ ἀναστάσεως μυ‐ στήριον, λέγοντες μὴ ἐγείρεσθαι τὴν σάρκα ταύτην. Τούτων πάντων ἐν Κορίνθῳ κινουμένων, γράφουσιν οἱ λαοὶ τῷ Ἀποστόλῳ, καὶ λοιπὸν πρὸς πάντα ἀντι‐ γράφει. Καὶ πρῶτον μὲν μαρτυρεῖ αὐτοῖς ἐν φρονή‐
35σει καὶ γνώσει· οὐκ ἀποδέχεται δὲ αὐτοὺς ποιοῦντας τὰ σχίσματα, ἀλλὰ καὶ συμβουλεύει μὴ ἐν λόγῳ τὴν ἀρετὴν, ἀλλ’ ἐν ἔργῳ καὶ δυνάμει ἡγεῖσθαι· ἔπειτα, ἐπιτιμήσας τῷ τὴν μητρυιὰν λαβόντι, καὶ παραινέ‐ σας μὴ ἔχειν κρίματα πρὸς ἑαυτοὺς, λοιπὸν περὶ ὧν
40ἔγραψαν ἀποκρίνεται. Περὶ μὲν τοῦ γάμου διδάσκων, ἄῤῥηκτον εἶναι τὴν συζυγίαν, καὶ ἐν καιρῷ μόνον σχολάζειν διὰ τὴν εὐχήν· διὰ δὲ τὸ ἀγαπᾷν αὐτοὺς τὴν ἐγκράτειαν, γράφει περὶ παρθενίας, ὅτι μὴ ἀνάγκῃ, ἀλλὰ πειθοῖ τοῦτο γινέσθω. Εἶτα περὶ τῶν
45εἰδωλοθύτων, ἵνα μὴ καταχρῶνται τῇ γνώσει, ἀλλὰ τῇ ἀγάπῃ πολιτεύωνται. Κωλύει οὖν τὰ ἐν εἰδωλίῳ συμπόσια, ἵνα μὴ σκανδαλίζωνται οἱ μικροί. Εἶτα περὶ τῶν πνευματικῶν χαρισμάτων γράφει· ἵνα μὴ διαφέρωνται ἐν τοῖς χαρίσμασι, μηδὲ προκρίνωσι τὸν

28

.

416

(50)

ἔχοντα τὸ χάρισμα τόδε τοῦ ἔχοντος τόδε· πάντα γὰρ τοῦ αὐτοῦ Πνεύματος εἶναι λέγει. Καὶ λοιπὸν περὶ ἀναστάσεως διδάσκει· ὅτι ἡ σὰρξ ἐγείρεται, ἀποθνή‐ σκουσα μὲν φθαρτὴ, ἐγειρομένη δὲ ἄφθαρτος κατὰ τὴν τοῦ Χριστοῦ χάριν. Τὴν δὲ ἀνάστασιν ἀπὸ τοῦ
55ἐγηγέρθαι τὸν Χριστὸν συνίστησι. Καὶ εἰς τὸ τέλος παραινετικοὺς λόγους εἰς τὰ ἤθη γράφει, καὶ περὶ λογίας τῆς εἰς τοὺς ἁγίους παραγγέλλει, καὶ οὕτω
τελειοῖ τὴν Ἐπιστολήν.

28

.

417

(1t)

Τρίτη, πάλιν καὶ αὕτη πρὸς Κορινθίους.
2 Καὶ ταύτην πρὸς τοὺς αὐτοὺς ἐπιστέλλει ἀπὸ Μακεδονίας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Δεξάμενοι Κορίνθιοι τὴν Ἐπιστολὴν τὴν προτέραν,
5κατενύγησαν ἐπὶ τῇ ἁμαρτίᾳ τοῦ λαβόντος τὴν μη‐ τρυιὰν, καὶ ἐλυπήθησαν δὲ, ὡς παριδόντες τοιοῦτον ἁμάρτημα· εἶτα ὑφηρπάζοντο παρά τινων τῶν καὶ τὰς προφάσεις τῶν σχισμάτων ποιούντων, ὥστε πα‐ ρακαθέζεσθαι τῷ γράμματι τοῦ νόμου, καὶ ἀδιάφορον
10ἡγεῖσθαι τὴν παρὰ τοῦ Χριστοῦ χάριν, καὶ μᾶλλον προσεῖχον τοῖς ἐν προσώπῳ καυχωμένοις. Ἦσαν δὲ καὶ περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους φροντίζον‐ τες καλῶς. Πρὸς ταῦτα οὖν ἀντιγράφει ὁ Ἀπόστο‐ λος. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτοὺς, ἐκβαλόντας
15τὸν παρανομήσαντα· ἔπειτα ἀξιώσασιν αὐτοῖς συγκα‐ τανεύει, καὶ μετανοήσαντα ἐκεῖνον κελεύει δεχθῆναι. Ἐν αὐτῇ δὲ διδάσκει περὶ τοῦ νόμου, διαιρῶν τὸ γράμμα, καὶ δείκνυσιν, ὅτι οὐ δεῖ λαμβάνειν τὸ γράμμα μόνον τοῦ νόμου, ἀλλ’ ἐν αὐτῷ τῷ γράμματι
20τὴν διάνοιαν ἐρευνᾷν· οὐ γὰρ μόνον ῥητά ἐστιν ὁ νόμος, ἀλλὰ καὶ ἐν τοῖς ῥητοῖς ἐστι καὶ ὁ νοῦς τοῦ πνεύματος· ἔπειτα, ὅτι τοῦ Χριστοῦ ἐλθόντος, καινὴ κτίσις γέγονε, καὶ οὐ δεῖ κατὰ τὸ παλαιὸν ζῇν, ἀλλ’ ὡς ἐν καινῇ κτίσει ἐν πᾶσιν ἀνανεοῦσθαι καὶ ἀργὴν
25εἶναι λοιπὸν τὴν περιτομήν. Ἀποδέχεται δὲ αὐτοὺς καὶ περὶ τῆς διακονίας, καὶ προτρέπεται μᾶλλον αὐ‐ τοὺς πλεονάζειν. Εἶτα αἰτιώμενος τοὺς ἐν προσώπῳ καυχωμένους, καταλέγει πάντα, ἅπερ πέπονθε διὰ τὸν Κύριον, καὶ τὰς ὀπτασίας δὲ διηγεῖται, ἅσπερ
30ἑώρακεν, εἴς τε τὸν Παράδεισον καὶ εἰς τὸν τρίτον οὐρανὸν ἁρπαγείς. Εἶτα παραγγείλας μὴ ἁμαρτάνειν, ἀλλὰ μετανοεῖν τοὺς ἁμαρτάνοντας, ἐν εὐχαριστίᾳ τελειοῖ τὴν Ἐπιστολήν.
34tΤετάρτη, πρὸς Γαλάτας.
35 Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωρακὼς αὐ‐ τοὺς ἤδη καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Διδαχθέντες καλῶς οἱ Γαλάται παρὰ τοῦ Ἀπο‐ στόλου, καὶ πιστεύσαντες γνησίως εἰς τὸν Χριστὸν, ἀποδημήσαντος αὐτοῦ, ὑφηρπάσθησαν παρά τινων,
40ὥστε περιτέμνεσθαι. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπό‐ στολος, γράφει πρὸς αὐτούς. Καὶ πρῶτον μὲν μαρ‐ τυρῶν αὐτοῖς περὶ ἧς εἶχον πίστεως, καὶ γνησίας ἐν Χριστῷ διαθέσεως, μέμφεται ὡς ἀνοήτως πράξαν‐ τας, καὶ μεταβαλομένους αὐτούς· ἔπειτα δὲ διαλαμ‐
45βάνει περὶ τοῦ νόμου, καὶ τῆς κατὰ τὸν Ἀβραὰμ πίστεως· καὶ ἀποδείκνυσιν ἔκ τε τοῦ νόμου καὶ τῶν γυναικῶν Ἀβραὰμ, ἀλληγορήσας αὐτὰς, μέχρι και‐ ροῦ δεδόσθαι τὴν σκιὰν, καὶ τὴν περιτομὴν, καὶ ἀρ‐ γεῖν λοιπὸν αὐτὰ τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Καὶ οὕ‐

28

.

417

(50)

τως ἀποδείξας, παραγγέλλει λοιπὸν αὐτοῖς μηκέτι προσέχειν τοῖς ἀπατήσασιν, ἀλλὰ μᾶλλον ἔχεσθαι τῆς ἐν Χριστῷ πίστεως, καὶ γινώσκειν, ὅτι ἡ ἐν Χριστῷ χάρις καταργεῖ τὴν κατὰ σάρκα περιτομήν. Καὶ οὕτω πάλιν εἰς τὰ ἤθη παραινέσας καὶ διδάξας, τελειοῖ
55τὴν Ἐπιστολήν.
56tΠέμπτη, πρὸς Ἐφεσίους.
57Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, οὔπω μὲν αὑ‐
τοὺς ἑωρακὼς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρό‐

28

.

420

φασις τῆς Ἐπιστολῆς αὕτη· Ἐφέσιοι, πιστεύσαντες εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γνησίαν εἶχον εἰς αὐτὸν τὴν πίστιν, καὶ εἰς πάντας τοὺς ἁγίους τὴν ἀγάπην, καὶ ἐβούλοντο παρὰ τοῦ Παύλου βεβαιωθῆ‐
5ναι. Μαθὼν τοίνυν ὁ Ἀπόστολος, γράφει πρὸς αὐτοὺς ταύτην τὴν Ἐπιστολὴν, ὥσπερ κατηχητικήν. Καὶ πρότερον μὲν δείκνυσι μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, ἀλλ’ ἐξ ἀρχῆς καὶ καταβολῆς κό‐ σμου εἶναι ταύτην εὐδοκίαν τοῦ Θεοῦ, ὥστε τὸν Χρι‐
10στὸν ὑπὲρ ἡμῶν παθεῖν, καὶ ἡμᾶς σωθῆναι· ἔπειτα περὶ τῆς κλήσεως τῶν ἐθνῶν διαλέγεται, ἵνα δείξῃ ἀξίως αὐτοὺς πεπιστευκέναι· καὶ ἀποδείκνυσιν, ὅτι ἡ κλῆσις ἡμῶν γέγονεν οὐ δι’ ἀνθρώπου, ἀλλὰ διὰ Χριστοῦ, ὅς ἐστιν Υἱὸς τοῦ Θεοῦ, ἵνα καὶ ἐκ τούτου
15μάθωσιν, ὅτι οὐκ ἀνθρωπολάτραι γεγόνασι, πιστεύ‐ σαντες τῷ Χριστῷ, ἀλλὰ ἀληθινοὶ θεοσεβεῖς. Σημαί‐ νει δὲ καὶ ἑαυτὸν διὰ τοῦτο ἀπεστάλθαι κηρύσσειν τὸ Εὐαγγέλιον, καὶ ὅτι περὶ αὐτῶν ἐφρόντιζεν. Εἶτα παραινετικοὺς λόγους ἀνδράσι καὶ γυναιξὶ, πατράσι
20καὶ τέκνοις, κυρίοις καὶ δούλοις τίθησιν ἐν τῇ Ἐπι‐ στολῇ, καὶ καθόλου πάντας παρασκευάζει κατὰ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, λέγων πρὸς ἐκεί‐ νους εἶναι ἡμῖν τὴν πάλην. Καὶ ὥσπερ ἀγαθὸς ἀλεί‐ πτης, ἀλείψας τοῖς λόγοις πάντας κατὰ τῆς διαβολι‐
25κῆς ἐνεργείας, οὕτω τελειοῖ τὴν Ἐπιστολήν.
26tἝκτη, πρὸς Φιλιππησίους.
27 Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης, ἑωρακὼς αὐ‐ τοὺς ἅμα καὶ διδάξας. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Πεμψάντων Φιλιππησίων διακονίαν τῷ Παύλῳ,
30καί τινων περιερχομένων, καὶ διαφθειρόντων τὰς ἀκοὰς τῶν ἀκεραίων προφάσει τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς περιτομῆς, καὶ λεγόντων χωρὶς ταύτης μὴ δύνασθαι δικαιωθῆναι, μαθὼν ὁ Ἀπόστολος γράφει Φιλιππησίοις. Καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῶν
35τὴν πίστιν, καὶ σημαίνει μνημονεύειν αὐτῶν· ἔπειτα διηγεῖται ὡς ἀπελογήσατο ἐν Ῥώμῃ, καὶ ὅτι τινὲς αὐτῷ βαρεῖς γεγόνασιν ἐν τοῖς δεσμοῖς, φθόνον αὐτῷ κινοῦντες. Εἶτα αὐτοὺς προτρέπεται ἀλλήλους ἀγα‐ πᾷν, ἐξηγούμενος τὴν τοῦ Σωτῆρος φιλανθρωπίαν,
40ὅτι Θεὸς ὢν ἐνηνθρώπησε δι’ ἡμᾶς. Εἶτα περὶ τῆς περιτομῆς καὶ τοῦ παλαιοῦ νόμου διαλαβὼν ἀποδει‐ κνύει ἀργὴν γεγενῆσθαι λοιπὸν τὴν περιτομὴν, λαμ‐ βάνων ἀφ’ ἑαυτοῦ τὸ παράδειγμα, καὶ λέγων, ὅτι «Ταῦτα πάντα ἡγοῦμαι διὰ τὸν Χριστὸν ζημίαν.»
45Διὸ καὶ τοὺς μὲν διδάσκοντας ἔτι περιτομὴν, καὶ θέ‐ λοντας αὐτοὺς ἀπατῆσαι, μέμφεται, καὶ λέγει ἐχθροὺς εἶναι τοῦ Χριστοῦ. Ἀποδέχεται δὲ Φιλιππησίους διὰ τὴν πρὸς αὐτὸν τῆς κοινωνίας δόσιν· καὶ προτρεψά‐ μενος πάλιν εἰς τὰ ἤθη αὐτοὺς, τελειοῖ τὴν Ἐπιστο‐

28

.

420

(50)

λήν.
52tἙβδόμη, πρὸς Κολασσαεῖς.
53 Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης, οὐχ ἑωρα‐ κὼς μὲν αὐτοὺς, ἀκούσας δὲ περὶ αὐτῶν. Ἡ δὲ πρό‐
55φασις τῆς Ἐπιστολῆς αὕτη· Τοὺς Κολασσαεῖς ἐπει‐ ρῶντό τινες ἀπατῆσαι σοφίσμασιν Ἑλληνικοῖς κατὰ τῆς εἰς τὸν Χριστὸν πίστεως, καὶ περὶ τῶν ἐν τῷ
νόμῳ βρωμάτων, καὶ τῆς περιτομῆς. Ταῦτα τοίνυν

28

.

421

μαθὼν ὁ Ἀπόστολος, γράφει τὴν Ἐπιστολὴν αὐτοῖς ταύτην, ὥσπερ κατηχητικήν. Καὶ πρῶτον μὲν εὐχα‐ ριστῶν τῷ Θεῷ, σημαίνει ἀπὸ τοῦ σκότους αὐτοὺς μεταβεβηκέναι εἰς τὸ φῶς τῆς ἀληθείας, καὶ ὅτι ὁ
5Χριστὸς, εἰς ὃν ἐπίστευσαν, εἰκών ἐστι τοῦ Θεοῦ, καὶ Λόγος, δι’ οὗ τὰ πάντα γέγονε· καὶ ὅτι ἔπρεπεν αὐ‐ τὸν δημιουργὸν ὄντα γενέσθαι καὶ πρωτότοκον τῆς κτίσεως καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, ἵνα τὰ ἀμ‐ φότερα συνάψῃ, καὶ ζωοποιήσῃ τὰ πάντα. Προτρέπει
10τε αὐτοὺς ἐμμένειν τῇ πίστει, σημαίνων, ὅτι αὐτὸς Παῦλος διάκονός ἐστι τοῦ Εὐαγγελίου, ἐν ᾧ κατηχή‐ θησαν· εἶτα δὲ καὶ περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ βρωμάτων διαλαμβάνει, καὶ περὶ ἡμερῶν καὶ ἐνιαυ‐ τῶν, ἃ ἐξηγεῖται, καὶ ἀποδείκνυσιν ἠργηκέναι λοιπὸν
15πάντα τὰ παλαιὰ καὶ τὴν περιτομήν· συμβουλεύει τε αὐτοὺς μὴ πλανᾶσθαι ἀπὸ τῶν σοφιζομένων, καὶ πλανᾷν αὐτοὺς θελόντων. Καὶ λοιπὸν παραινέσας κἀνταῦθα γονεῦσι καὶ τέκνοις, καὶ ἀνδράσι, καὶ γυ‐ ναιξὶ, δούλοις καὶ κυρίοις, καὶ τὰ ἄλλα τὰ πρὸς τὰ
20ἤθη συμβουλεύσας, τελειοῖ τὴν Ἐπιστολήν. Παραγγέλ‐ λει μέντοι αὐτοὺς, ἵνα, ὅταν ἀναγνωσθῇ παρ’ αὐτοῖς ἡ Ἐπιστολὴ, ποιήσωσι καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ αὐτὴν ἀναγνωσθῆναι· καὶ τὴν ἐκ Λαοδικείας πάλιν καὶ αὐτοὺς ἀναγνῶναι
24tὈγδόη, πρὸς Θεσσαλονικεῖς.
25 Ταύτην ἐπιστέλλει ἀπὸ Ἀθηνῶν, ἑωρακὼς πρότερον αὐτοὺς, καὶ διατρίψας παρ’ αὐτοῖς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ὁ Ἀπόστολος πολ‐ λὰς θλίψεις παθὼν ἐν Βεῤῥοίᾳ, καὶ ἐν Φιλίπποις τῆς Μακεδονίας, καὶ ἐν Κορίνθῳ, γινώσκων τε ὅσα πέ‐
30πονθε καὶ ἐν Θεσσαλονίκῃ, φοβούμενος, μὴ ἀκούσαν‐ τες Θεσσαλονικεῖς, ἃ πέπονθεν ἐν ταῖς προειρημέναις πόλεσι, πειρασθῶσιν ὑπὸ τοῦ πειράζοντος, καὶ σκαν‐ δαλισθῶσι· μαθὼν δὲ ὅτι καὶ ἐπὶ τοῖς ἀποθνήσκουσι κατώδυνοι ἐγίνοντο, ἀποστέλλει Τιμόθεον πρὸς αὐτοὺς
35μετὰ τῆς Ἐπιστολῆς ταύτης. Καὶ πρῶτον μὲν ἐπι‐ στηρίζει αὐτοὺς ἐν τῇ πίστει, ὥστε μὴ σαλεύεσθαι διὰ τὰς θλίψεις· ὑπομιμνήσκει γὰρ αὐτοὺς, ὡς καὶ ἐν τῇ κατηχήσει διδαχθέντας ὑπομένειν τὰς θλίψεις, καὶ μηδὲν ξένον αὐτοὺς πεπονθέναι ὑπὸ Ἰουδαίων,
40τῶν καὶ τὸν Χριστὸν ἀποκτεινάντων. Χριστιανῶν γὰρ ἴδιον τὸ θλίβεσθαι ἐν τῷ βίῳ τούτῳ ἔλεγε. Πολλὰ δὲ παραινέσας αὐτοῖς οὕτως ἀναστρέφεσθαι, ὡς παρ‐ έλαβον ἀπ’ αὐτοῦ, γράφει καὶ περὶ τῶν τελευτώντων, παραμυθούμενος αὐτοὺς καὶ διδάσκων, μὴ βαρέως
45φέρειν. Οὐ γὰρ εἶναι τὸν θάνατον ἀπώλειαν, ἀλλ’ ὁδὸν ἀναστάσεως. Ἔπειτα καὶ περὶ τῶν χρόνων αὐτοὺς διδάσκει, ἵν’, ἄδηλον τὴν ἡμέραν γινώσκοντες, ἀεὶ ἕτοιμοι γίνωνται, καὶ μηδενὶ προσέχωσιν ἐπαγγελλο‐ μένῳ περὶ αὐτῆς. Ἔσεσθαι γάρ φησι τὴν παρου‐

28

.

421

(50)

σίαν οὕτως, ὥστε τοὺς περιλειπομένους, καὶ εὑρι‐ σκομένους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μὴ φθάνειν τοὺς ἐκ νεκρῶν ἐγειρομένους. Ἅμα γὰρ γίνεσθαι τὴν πάν‐ των ἀλλαγὴν διδάσκει. Πρὸς τούτοις, προτρέπων αὐ‐ τοὺς βελτιοῦσθαι ἐν τοῖς ἤθεσι, παραινεῖ ἀεὶ αὐτοῖς
55καὶ χαίρειν τῇ ἐλπίδι, καὶ προσεύχεσθαι, καὶ εὐχα‐ ριστεῖν ἀεὶ τῷ Κυρίῳ, ἐνορκίζων αὐτοὺς ἀναγνῶναι τὴν Ἐπιστολὴν ταύτην πᾶσι τοῖς ἀδελφοῖς, καὶ οὕτως
αὐτὴν τελειοῖ.

28

.

424

(1t)

Ἐνάτη, πάλιν καὶ αὕτη πρὸς Θεσσαλονικεῖς.
2 Ταύτην ἀποστέλλει ἀπὸ Ῥώμης. Ἡ δὲ πρό‐ φασις τῆς Ἐπιστολῆς αὕτη· Τινὲς ἐν Θεσσαλονίκῃ ἀργοὶ καὶ ἄτακτοι περιερχόμενοι τοὺς ἀδελφοὺς
5ὑφήρπαζον, ὡς ἤδη τῆς παρουσίας τοῦ Κυρίου ἐνστάσης. Ἠπάτων δὲ τοὺς ἀκούοντας, ὡς τοῦ Ἀπο‐ στόλου τοῦτο δηλοῦντος, καὶ ὑπὸ Πνεύματος ἀκού‐ σαντες. Ταῦτα τοίνυν μαθὼν ὁ Ἀπόστολος γράφει τὴν Ἐπιστολήν. Καὶ πρῶτον μὲν ἀποδέχεται τὴν
10πίστιν αὐτῶν αὐξάνουσαν, καὶ ὅτι ἐν αὐτοῖς ἐκαυ‐ χᾶτο, τὰς θλίψεις γενναίως ὑποφέρουσι διὰ τὸν Χρι‐ στόν· καὶ παραμυθεῖται δὲ αὐτοὺς, ὡς ἐσομένης ἐκδικίας παρὰ τοῦ Θεοῦ κατὰ τῶν ἀδικούντων· ἔπειτα δὲ καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος διδάσκει,
15μηδενὶ αὐτοὺς πείθεσθαι, μηδὲ θροεῖσθαι, μήτε διὰ Πνεύματος, μήτε ὡς αὐτοῦ γράψαντος, μηδὲ ὅλως νομίζειν ἤδη παρεῖναι αὐτὴν, μηδὲ πρότερον ἔσεσθαι ταύτην, ἐὰν μὴ ἡ ἀποστασία πρότερον ἔλθῃ, καὶ μετ’ αὐτὴν ὁ Ἀντίχριστος, ὁ υἱὸς τῆς ἀπωλείας, οὗ
20τὴν παρουσίαν ἐν σημείοις καὶ τέρασι ψεύδους κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἔσεσθαι σημαίνει. Εἶτα παραι‐ νέσας αὐτοῖς στήκειν γενναίως, καὶ κρατεῖν τὰς παραδόσεις, ὡς ἐδιδάχθησαν παρ’ αὐτοῦ, παραγγέλ‐ λει μηδεμίαν κοινωνίαν ἔχειν μετὰ τῶν ἀτάκτων,
25ἀλλὰ καὶ ἀποβάλλειν αὐτούς. Εἶναι γὰρ καὶ περιέρ‐ γους καὶ πλάνους ἐδήλωσε τοὺς τοιούτους. Καὶ καθ‐ όλου δὲ παρήγγειλε τὸν μὴ ὑπακούοντα τοῖς λόγοις αὐτοῦ, τοῦτον ἀποσυνάγωγον γίνεσθαι. Καὶ λοιπὸν ὑπευξάμενος αὐτοῖς εἰρήνην, τελειοῖ τὴν Ἐπιστολὴν,
30τὸν ἀσπασμὸν τῇ ἰδίᾳ χειρὶ γράψας, ὅπερ σημεῖον εἶναι πάσης Ἐπιστολῆς οἰκείας δεδήλωκεν.
32tΔεκάτη, πρὸς Ἑβραίους.
33 Ταύτην ἀποστέλλει ἀπὸ Ἰταλίας. Ἡ δὲ πρό‐ φασις τῆς Ἐπιστολῆς αὕτη· Ἐπειδὴ Ἰουδαῖοι ἐν‐
35ίσταντο ἐν τῷ νόμῳ καὶ ταῖς σκιαῖς, διὰ τοῦτο ὁ ἀπόστολος Παῦλος, διδάσκαλος ἐθνῶν γενόμενος, καὶ εἰς τὰ ἔθνη ἀποσταλεὶς κηρύττειν τὸ Εὐαγγέλιον. γράψας τε πᾶσι τοῖς ἔθνεσι, γράφει λοιπὸν καὶ πᾶσι τοῖς ἐκ περιτομῆς πιστεύσασιν Ἑβραίοις ἀποδεικτι‐
40κὴν ταύτην Ἐπιστολὴν περὶ τῆς τοῦ Χριστοῦ παρου‐ σίας, καὶ τοῦ πεπαῦσθαι τὴν σκιὰν τοῦ νόμου. Καὶ πρῶτον μὲν ἀποδείκνυσι τοὺς προφήτας διὰ τοῦτο ἀπεστάλθαι, ἵνα περὶ τοῦ Σωτῆρος ἀπαγγείλωσι, καὶ μετ’ αὐτοὺς αὐτὸς ἔλθῃ· δούλους τε εἶναι τοὺς προ‐
45φήτας, καὶ μηνυτὰς τῆς αὐτοῦ παρουσίας· αὐτὸν δὲ τὸν Χριστὸν Υἱὸν εἶναι τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα γέγονε· καὶ ὅτι τοῦτον τὸν Υἱὸν ἔδει ἄνθρωπον γενέσθαι σαρκωθέντα, ἵνα διὰ τῆς τοῦ σώματος αὐτοῦ θυσίας καταργήσῃ τὸν θάνατον· οὐ γὰρ δι’

28

.

424

(50)

αἵματος μόσχου ἢ τράγου, ἀλλὰ δι’ αἵματος τοῦ Χριστοῦ ἔσεσθαι τὴν σωτηρίαν τοῖς ἀνθρώποις. Ἀποδείκνυσι δὲ, ὅτι ὁ νόμος οὐδένα ἐτελείωσεν, ἀλλὰ σκιὰν εἶχε τῶν μελλόντων ἀγαθῶν, καὶ οὐ κατέ‐ παυσεν ὁ λαὸς, ἀλλὰ κοινῇ πᾶσιν ἡμῖν ἀπολείπεται
55ἡ ἡμέρα τῆς καταπαύσεως. Πάλιν δὲ ἀποδείκνυσιν, ὅτι ἡ ἀρχιερατικὴ λειτουργία μετέθη ἀπὸ Ἀαρὼν εἰς τὸν Χριστὸν, οὗ τύπος ἦν ὁ Μελχισεδὲκ, οὐκ ὢν ἐκ
τοῦ Λευΐ· πίστει τε δεδικαιῶσθαι τοὺς πατέρας

28

.

425

σημαίνει, καὶ οὐκ ἐξ ἔργων τοῦ νόμου. Εἶτα πάλιν εἰς τὰ ἤθη προτρεψάμενος καὶ τούτους, καὶ ἀποδε‐ ξάμενος αὐτῶν τὴν διὰ τὸν Χριστὸν ὑπομονὴν, καὶ πείσας τιμᾷν τοὺς πρεσβυτέρους, τελειοῖ τὴν ἐπι‐
5στολήν.
6tἙνδεκάτη, πρὸς Τιμόθεον.
7 Ταύτην ἐπιστέλλει ἀπὸ Μακεδονίας. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Ἐν τῇ Ἐφέσῳ τινὲς Ἰουδαΐζοντες ἐπεχείρουν ἑτεροδιδασκαλεῖν, καὶ ἀπα‐
10τᾷν τοὺς ἀκεραίους προφάσει τοῦ νόμου. Τοῦτο οὖν μαθὼν ὁ Ἀπόστολος, προτρέπει τὸν Τιμόθεον ἐκεῖ προσμεῖναι πρὸς διόρθωσιν αὐτῶν· γράφει τε αὐτῷ τὴν ἐπιστολὴν ταύτην. Καὶ πρῶτον μὲν ὑπομιμνή‐ σκει τοῦτον, εἰδότα τὴν ἐν Χριστῷ πίστιν, διδάσκων
15αὐτὸν περὶ τοῦ νόμου, κωλύειν τοὺς παρὰ τὴν ὀρθὴν διδασκαλίαν λαλοῦντας, ἐπιτιμᾷν τε αὐτούς. Καὶ γὰρ καὶ αὐτὸς Ὑμέναιον καὶ Ἀλέξανδρον, ναυαγή‐ σαντας περὶ τὴν πίστιν, παρέδωκε τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Ταῦτα ὑπομνήσας,
20λοιπὸν διατάττει αὐτῷ κανόνας ἐκκλησιαστικοὺς περὶ προσευχῆς, πῶς, καὶ ποῦ, καὶ περὶ τίνων δεῖ προσεύχεσθαι· περὶ τοῦ σιγᾷν ἐν ἐκκλησίαις τὰς γυναῖκας, καὶ μᾶλλον μανθάνειν ἢ διδάσκειν αὐτάς· περὶ καταστάσεως ἐπισκόπων, καὶ πρεσβυτέρων, καὶ
25διακόνων, πῶς καὶ ὁποίους εἶναι δεῖ τοὺς καθιστα‐ μένους· περὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ χηρῶν, ἀπὸ πόσων ἐτῶν χρὴ ταύτας καταλέγεσθαι, καὶ ὁποίας αὐτὰς εἶναι δεῖ, καὶ πῶς αὐταῖς δεῖ προσέχειν· περὶ τοῦ σωφρονεῖν τὰς νεωτέρας, καὶ γαμεῖν μᾶλλον, καὶ μὴ
30αἰσχρῶς ζῇν· περὶ τοῦ παραγγέλλειν τοῖς πλουσίοις μὴ ὑψηλὰ φρονεῖν, μηδὲ ἐλπίζειν ἐπὶ τῷ πλούτῳ. Περὶ τούτων διαταξάμενος, προτρέπεται αὐτὸν ταῦτα διδάσκειν, καὶ μηκέτι μὲν ὑδροποτεῖν· προσέχειν δὲ ἑαυτῷ καὶ τῇ διδασκαλίᾳ, εἰδότα ἔσεσθαι καιροὺς, ἐν
35οἷς ἀποστήσονταί τινες τῆς πίστεως. Διδάξας δὲ κα‐ θαρὰ εἶναι καὶ τὰ βρώματα, καὶ παραγγείλας αὐτῷ ἐκτρέπεσθαι τὰς ἐμφιλονείκους ζητήσεις ὡς βεβή‐ λους, ἐφ’ αἷς καί τινες καυχώμενοι παρέβησαν τὴν πίστιν, τελειοῖ τὴν ἐπιστολήν.
40tΔωδεκάτη, καὶ αὕτη πάλιν πρὸς Τιμόθεον.
41 Ταύτην ἐπιστέλλει πάλιν πρὸς Τιμόθεον ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφασις καὶ ταύτης τῆς ἐπιστολῆς ἐστιν οὕτως· Τῶν συναποδημησάντων τῷ Παύλῳ κα‐ ταλειψάντων αὐτὸν, βουλόμενος ὁ Ἀπόστολος τὸν
45Τιμόθεον ἐλθεῖν πρὸς αὐτὸν, γράφει τὴν ἐπιστολήν. Καὶ πρῶτον μὲν δηλοῖ ἑαυτὸν μνημονεύειν αὐτοῦ τε τῆς εὐλαβείας καὶ τῆς τῶν προγόνων αὐτοῦ πίστεως· ἔπειτα δὲ, ὅτι οἱ ἀπὸ Ἀσίας, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, ἀπεστράφησαν αὐτὸν, ὁρῶντες αὐτοῦ

28

.

425

(50)

τὰς ἁλύσεις. Τὸν Ὀνησιφόρον δὲ ἀπεδέξατο, ἐλθόντα εἰς τὴν Ῥώμην, καὶ προσμείναντα αὐτῷ. Παραγ‐ γέλλει δὲ αὐτῷ παραιτεῖσθαι τὰς μωρὰς ζητήσεις, διὰ τὸ ἐξ αὐτῶν γεννᾶσθαι μάχας. Καὶ γὰρ Ὑμέναιος καὶ Φιλητὸς, οὕτως ἐκτραπέντες, παρέβησαν τὴν
55ἀλήθειαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καί τινας ἀνατρέπουσι. Μᾶλλον οὖν παραινεῖ τούτῳ προσ‐ έχειν ἑαυτῷ καὶ τῇ διδασκαλίᾳ, καὶ εἰδέναι μὲν, ὅτι
ἐν ὑστέροις καιροῖς ἔσονται οἱ ἄνθρωποι φιλήδονοι

28

.

428

μᾶλλον ἢ φιλόθεοι· προβλέποντα δὲ ταῦτα, ἀσφαλί‐ ζεσθαι τοὺς λαοὺς, μή τις ἐξ αὐτῶν ἀπατηθῇ. Καὶ εἰς τὰ ἤθη δὲ καὶ εἰς τὴν τῆς διδασκαλίας ἀκρίβειαν πολλὰ προτρεψάμενος αὐτὸν, καὶ σημάνας τὸν καιρὸν
5λοιπὸν τῆς ἀναλύσεως αὐτοῦ ἐνεστάναι, καὶ μέλλειν σπένδεσθαι καὶ μαρτυρεῖν, ἐνετείλατο αὐτῷ ἐλθεῖν πρὸς αὐτὸν ταχέως, κομίζοντα τὸν φελόνην καὶ τὰ βιβλία. Παρῄνεσε δὲ αὐτῷ Ἀλέξανδρον τὸν χαλκέα φυλάττεσθαι, ὡς πολλὰ κακὰ ἐνδειξάμενον αὐτῷ·
10καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν.
11tΤρισκαιδεκάτη, πρὸς Τῖτον.
12 Ταύτην ἐπιστέλλει ἀπὸ Νικοπόλεως· ἐκεῖ γὰρ παρεχείμασεν. Ἡ δὲ πρόφασις τῆς ἐπιστολῆς αὕτη· Εἰς μὲν τὴν Κρήτην ἀπέλιπε τὸν Τῖτον, ἵνα κατα‐
15στήσῃ κατὰ πόλεις κληρικούς· πολλῶν δὲ ὄντων ἐκεῖ τῶν ἐπιχειρούντων προφάσει τοῦ νόμου ἀπατᾷν τοὺς λαοὺς, μαθὼν ὁ Ἀπόστολος, γράφει. Καὶ πρῶτον μὲν εὐχαριστῶν τῷ Θεῷ διὰ τὴν αὐτοῦ εὐλάβειαν, σημαί‐ νει τὴν ἐν Χριστῷ πίστιν μὴ νεωτέραν εἶναι, ἀλλ’ ἐξ
20αἰῶνος ἡτοιμάσθαι, καὶ ἐπηγγέλθαι παρὰ τοῦ Θεοῦ ταύτην· ἔπειτα δὲ καὶ περὶ τῆς καταστάσεως τῶν κληρικῶν. Καὶ τοῦτον διδάσκει, πῶς, καὶ ὁποίους αὐ‐ τοὺς εἶναι δεῖ. Καὶ ἐπιτιμᾷν δὲ ἐντέλλεται αὐτῷ τοῖς ἀντιλέγουσι τῇ ὑγιαινούσῃ πίστει· μάλιστα τοῖς ἐκ
25περιτομῆς, εἰδέναι τε τοὺς Κρῆτας, ὅτι ἀργοί εἰσι, καὶ χρῄζουσιν ἐπιτιμίας. Διδάξας τε πάντα τὰ βρώ‐ ματα καθαρὰ εἶναι τοῖς καθαροῖς, καὶ ὁποίας εἶναι δεῖ τὰς πρεσβύτιδας, τὰς ὀφειλούσας σωφρονίζειν τὰς νέας, παραινεῖ πῶς δεῖ τοὺς δούλους τοῖς ἰδίοις
30δεσπόταις ὑποτάσσεσθαι. Καὶ τέλος, ὑπομνήσας ὅτι ἡ τοῦ Σωτῆρος χάρις οὐκ ἐξ ἔργων ἡμᾶς ἐδικαίωσεν, ἀλλὰ τῇ ἰδίᾳ φιλανθρωπίᾳ, καὶ παραγγείλας τὰς νομικὰς μάχας ἐκτρέπεσθαι, ὡς ἀναισχύντους οὔσας, δηλοῖ αὐτῷ, μετὰ τὸ πέμψαι πρὸς αὐτὸν Ἀρτεμᾶν,
35ἵνα ἔλθῃ πρὸς αὐτόν. Ἐνετείλατό τε αὐτῷ, ὥστε δι‐ δάσκειν, καὶ τοὺς αὐτοῦ καλῶν ἔργων προΐστασθαι· καὶ οὕτω τελειοῖ τὴν ἐπιστολήν.
38tΤεσσαρεσκαιδεκάτη, πρὸς Φιλήμονα.
39Ταύτην ἐπιστέλλει ἀπὸ Ῥώμης. Ἡ δὲ πρόφα‐
40σις τῆς ἐπιστολῆς αὕτη· Ὀνήσιμος ὁ οἰκέτης Φιλή‐ μονος ἔφυγε, καὶ προσῆλθε τῷ Παύλῳ, καὶ κατηχήθη παρ’ αὐτοῦ, καὶ γέγονεν αὐτῷ χρήσιμος εἰς διακο‐ νίαν. Περὶ τούτου τοίνυν γράφει Φιλήμονι παρατι‐ θέμενος αὐτῷ τὸν Ὀνήσιμον, ἵνα προσέχῃ αὐτῷ
45γνησίως, καὶ μηκέτι ἔχῃ αὐτὸν ὡς δοῦλον, ἀλλ’ ὡς ἀδελφόν. Προετρέψατο δὲ αὐτὸν, καὶ ξενίαν αὐτῷ ἑτοιμάσαι, ἵνα, ἐὰν ἔλθῃ, εὕρῃ ποῦ μείνῃ· καὶ οὕ‐ τω τελειοῖ τὴν ἐπιστολήν.
49tΒιβλίον ηʹ. Ἀποκάλυψις Ἰωάννου.

28

.

428

(50)

Οὕτω καλεῖται τὸ βιβλίον, ἐπειδὴ καὶ ταύτην τὴν ἀποκάλυψιν αὐτὸς Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος ἑώρακεν ἐν τῇ Πάτμῳ καλουμένῃ νήσῳ, ἐν ἡμέρᾳ Κυριακῇ, καὶ κελευσθεὶς ἔγραψεν αὐτὴν, ὥστε πέμψαι εἰς τὰς ἑπτὰ Ἐκκλησίας ταύτας, εἰς Ἔφεσον,
55εἰς Σμύρναν, εἰς Πέργαμον, εἰς Θυάτειραν, εἰς Σάρ‐ δεις, εἰς Φιλαδέλφειαν, καὶ εἰς Λαοδίκειαν. Ἃ δέ εἰσιν ἐν τῇ ὀπτασίᾳ, πολλά εἰσι καὶ διάφορα. Καὶ τέλος τὴν τοῦ Ἀντιχρίστου ἀπώλειαν μετὰ τοῦ δια‐
βόλου ἑώρακε. Κελεύεται δὲ πρῶτον γράψαι ἑκάστῳ

28

.

429

ἀγγέλῳ τῶν προειρημένων Ἐκκλησιῶν κατὰ τὰς ἑκά‐ στου πράξεις. Πολλὰς μὲν οὖν ἑώρακε καὶ παραδό‐ ξους ὀπτασίας, εἶδε δὲ ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ αὐτῶν ὅμοιον Υἱῷ ἀνθρώπου· καὶ ἡρμηνεύθη‐
5σαν αὐτῷ, ὅτι αἱ λυχνίαι εἰσὶν αἱ ἑπτὰ Ἐκκλησίαι· ὁ δὲ ἐν μέσῳ αὐτῶν ὁ Κύριος. Εἶδε καὶ θύραν ἀνεῳγ‐ μένην ἐν τῷ οὐρανῷ, καὶ ἐν θρόνῳ καθήμενον τὸν Κύριον, καὶ πρεσβυτέρους κδʹ, καθημένους ἐπὶ θρό‐ νους καὶ προσκυνοῦντας τὸν Κύριον. Ἑώρακε καὶ
10σφραγῖδας λυομένας, καὶ λυομένης ἑκάστης, ὀπτασία τις ἐγίνετο. Εἶτα ἑώρακεν ἑπτὰ ἀγγέλους ἔχοντας ἑπτὰ σάλπιγγας, καὶ ἑκάστου σαλπίζοντος, ἐγίνετο σημεῖον· τοῦ δὲ ἑβδόμου σαλπίζοντος, ἤκουσε λε‐ γόντων, ὅτι «Ἡ βασιλεία τοῦ κόσμου ἐγένετο τοῦ
15Κυρίου.» Καὶ ἑώρακε τὴν κιβωτὸν τῆς Διαθήκης ἐν οὐρανῷ. Εἶτα ἑώρακε γυναῖκα ὠδίνουσαν, καὶ δρά‐ κοντα πυρὸς διώκοντα αὐτήν. Ἡ μὲν οὖν γυνὴ ἐσώ‐ θη εἰς τὴν ἔρημον· ὁ δὲ δράκων ἐβλήθη εἰς τὸ πῦρ. Εἶτα ἑώρακε θηρίον ἔχον κέρατα δέκα, καὶ κεφαλὰς
20ἑπτὰ, καὶ τὸ διάδημα αὐτοῦ βλασφημίας γέμον· τὸ δὲ ὄνομα αὐτοῦ οὐκ ἐδήλωσεν, ἀλλὰ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ χξϛʹ. Ἤκουσε καὶ παρθένων ᾀδόν‐ των, καὶ ἀκολουθούντων τῷ Ἀρνίῳ, καὶ εἶδεν ἄγγε‐ λον πετόμενον ἐν μεσουρανήματι, καὶ ἄλλον ἀκολου‐
25θοῦντα, καὶ ἄλλον, καὶ νεφέλην λευκὴν, καὶ ἐπ’ αὐ‐ τῆς καθήμενον ὅμοιον Υἱῷ ἀνθρώπου, ἔχοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. Εἶτα ἑώρακεν ἀγγέλους ἑπτὰ, ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, καὶ φιάλας χρυ‐
30σᾶς γεμούσας ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. Εἶτα ἀπηνέχθη τῷ πνεύματι εἰς ἔρημον, καὶ ἑώρακε γυναῖκα καθ‐ ημένην ἐπὶ θηρίον κόκκινον, ἔχον κεφαλὰς ἑπτά· καὶ ἐσήμανεν ἀπὸ ταύτης ἔσεσθαι τὸν Ἀντίχριστον. Εἶτα ἑώρακε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἔφιππον λευκὸν,
35καὶ ἐκαλεῖτο τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. Εἶτα ἑώρακε τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, θέλον‐ τας ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ. Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετ’ αὐτοῦ ὁ ψευδοπροφήτης, ὅστις ἦν ὁ Ἀντίχριστος, καὶ
40εἶδε βαλλομένους αὐτοὺς εἰς τὴν λίμνην τοῦ πυρός. Εἶτα ἑώρακε καταβαίνοντα ἄγγελον ἐκ τοῦ οὐρανοῦ, καὶ βάλλοντα τὸν Σατανᾶν καὶ τοὺς ἔχοντας τὸ χά‐ ραγμα αὐτοῦ εἰς τὴν ἄβυσσον, καὶ κλείοντα ἐπάνω αὐτοῦ, ἵνα μηκέτι πλανήσῃ τὰ ἔθνη ἕως ἐτῶν χιλίων.
45Εἶτα ἑώρακε τοὺς μάρτυρας ἐν δόξῃ βασιλεύοντας ἐν Χριστῷ. Εἶτα ἑώρακεν, ὅτι μετὰ χίλια ἔτη λυθή‐ σεται ὁ Σατανᾶς, καὶ βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς μετὰ τοῦ Ἀντιχρίστου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εἶτα ἑώρακεν οὐρανὸν καινὸν, καὶ γῆν, καὶ

28

.

429

(50)

τὴν Ἱερουσαλὴμ καινὴν, καὶ ἑώρακε ποταμὸν ὕδατος ζωῆς, καὶ τοὺς δούλους τοῦ Θεοῦ θεωροῦντας τὸ πρόσ‐ ωπον αὐτοῦ, καὶ ἔχοντας ἐπὶ τοῦ μετώπου τὸ ὄνομα αὐτοῦ. Ταῦτα ἑωρακὼς Ἰωάννης ἔπεσε, θέλων προσκυνῆσαι τῷ ἀγγέλῳ δεικνύοντι αὐτῷ ταῦτα πάν‐
55τα. Καὶ ἐκώλυσεν αὐτὸν ὁ ἄγγελος λέγων· «Μὴ ἐμοὶ προσκύνει, ἀλλὰ τῷ Θεῷ· ἐγὼ γὰρ σύνδουλός σου
εἰμί.» Βλέπων δὲ ταῦτα, ἤκουε παρὰ τοῦ Κυρίου

28

.

432

ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ὁ ὤν ἐστι, καὶ αὐτός ἐστιν ὁ τοῦ Θεοῦ Λόγος, ὅστις ὕστερον δι’ ἡμᾶς σαρκωθείς· λέγω δὴ τέλειος γέγονεν ἄνθρωπος, καὶ ἐκλήθη Υἱὸς ἀνθρώπου.
5tΕἰσὶ δὲ καὶ ἄλλα βιβλία διάφορα παρὰ τὰ προλε‐
6tχθέντα ἑκατέρας Διαθήκης, τῆς Παλαιᾶς δηλα‐
7tδὴ καὶ Νέας· τὰ μὲν ἀντιλεγόμενα, τὰ δὲ ἀπό‐
8tκρυφα.
9Τὰ μὲν οὖν ἀντιλεγόμενα τῆς Παλαιᾶς προεί‐
10πομεν μὲν καὶ πρότερον, ὥς ἐστι Σοφία Σολομῶν‐ τος, καὶ Σοφία Ἰησοῦ υἱοῦ Συρὰχ, καὶ Ἐσθὴρ, καὶ Ἰουδὶθ, καὶ Τωβίτ· σὺν ἐκείνοις δὲ καὶ ταῦτα ἠ‐ ρίθμηνται· Μακκαβαϊκὰ βιβλία δʹ, Πτολεμαϊκὰ, Ψαλμοὶ καὶ ᾨδὴ Σολομῶντος, Σωσάννα. Ταῦτα τὰ
15ἀντιλεγόμενα τῆς Παλαιᾶς Διαθήκης.
16tΤὰ δὲ ἀπόκρυφα πάλιν τῆς Παλαιᾶς Διαθήκης
17tταῦτα.
18 Ἐνὼχ, Πατριάρχαι, Προσευχὴ Ἰωσὴφ, Δια‐ θήκη Μωϋσέως, Ἀνάληψις Μωϋσέως, Ἀβραὰμ,
20Ἐλδὰδ καὶ Μωδὰδ, Ἡλίου προφήτου, Σοφονίου προ‐ φήτου, Ζαχαρίου πατρὸς Ἰωάννου, Βαροὺχ, Ἀμβα‐ κοὺμ, Ἐζεχιὴλ, καὶ Δανιὴλ ψευδεπίγραφα.
23tΤῆς Νέας πάλιν Διαθήκης ἀντιλεγόμενα
24tταῦτα.
25 Περίοδοι Πέτρου, Περίοδοι Ἰωάννου, Περίοδοι Θωμᾶ, Εὐαγγέλιον κατὰ Θωμᾶ, Διδαχὴ ἀποστόλων, Κλημέντια, ἐξ ὧν μετεφράσθησαν ἐκλεγέντα τὰ ἀλη‐ θέστερα καὶ θεόπνευστα. Ταῦτα τὰ ἀναγινωσκό‐ μενα.
30 Ταῦτα πάντα ἐξετέθησαν μὲν ὅσον πρὸς εἴδησιν, παραγεγραμμένα δέ εἰσι πάντως καὶ νόθα, καὶ ἀπό‐ βλητα. Καὶ οὐδὲν τούτων, τῶν ἀποκρύφων μάλιστα, ἔγκριτον ἢ ἐπωφελὲς, ἐξαιρέτως τῆς Νέας Διαθήκης· ἀλλὰ πάντα δίχα τῶν ἀνωτέρω διαληφθέντων, καὶ
35ἐγκριθέντων παρὰ τοῖς παλαιοῖς σοφοῖς καὶ πατρά‐ σιν, ἀποκρυφῆς μᾶλλον ἢ ἀναγνώσεως ὡς ἀληθῶς ἄξια· τά τε ἄλλα, καὶ αὐτὰ τὰ καλούμενα ἐν αὐτοῖς Εὐαγγέλια, ἐκτὸς τῶν παραδοθέντων ἡμῖν τεσσάρων τούτων. Εὐαγγέλια γὰρ τέσσαρα ἐθέσπισαν ἡμῖν οἱ
40ἱεροὶ κανόνες τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· τὸ κατὰ Ματθαῖον, τὸ κατὰ Μάρκον, τὸ κατὰ Λουκᾶν, καὶ τὸ κατὰ Ἰωάννην, κατὰ τὴν προ‐ φητείαν τῆς ὀπτασίας, ἧς ἐθεάσατο Ἰεζεχιὴλ ὁ προ‐ φήτης περὶ τῶν τεσσάρων χερουβίμ. Τέσσαρα γὰρ
45εἶδε χερουβὶμ οὗτος ὁ προφήτης· τὸ ἓν ὅμοιον ἀν‐ θρώπῳ, τουτέστι τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον· τὸ δεύτερον ὅμοιον μόσχῳ, τουτέστι τὸ κατὰ Μάρκον Εὐαγγέλιον· τὸ ἄλλο ὅμοιον λέοντι, τουτέστι τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον· τὸ δὲ τέταρτον ὅμοιον ἀετῷ,

28

.

432

(50)

τουτέστι τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον. Παρὰ δὲ ταῦτα τὰ τέσσαρα ἕτερον Εὐαγγέλιον οὐδέν. Τὸ μὲν οὖν κατὰ Ματθαῖον Εὐαγγέλιον ἐγράφη ὑπ’ αὐτοῦ τοῦ Ματθαίου τῇ Ἑβραΐδι διαλέκτῳ, καὶ ἐξ‐ εδόθη ἐν Ἱερουσαλὴμ, ἡρμηνεύθη δὲ ὑπὸ Ἰακώβου
55τοῦ ἀδελφοῦ τοῦ Κυρίου τὸ κατὰ σάρκα, ὃς καὶ πρῶ‐

28

.

433

τος ἐχειροτονήθη ἐπίσκοπος ὑπὸ τῶν ἁγίων ἀποστό‐ λων ἐν Ἱεροσολύμοις. Τὸ δὲ κατὰ Μάρκον Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Πέτρου τοῦ ἀποστόλου, ἐν Ῥώμῃ, ἐξεδόθη
5δὲ ὑπὸ Μάρκου τοῦ μακαρίου ἀποστόλου, καὶ ἐκηρύ‐ χθη ὑπ’ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Πενταπόλει, καὶ Λιβύῃ. Τὸ δὲ κατὰ Λουκᾶν Εὐαγγέλιον ὑπηγορεύθη μὲν ὑπὸ Παύλου τοῦ ἀποστόλου, συνεγράφη δὲ καὶ ἐξ‐
10εδόθη ὑπὸ Λουκᾶ τοῦ μακαρίου ἀποστόλου καὶ ἰατροῦ· ὥσπερ καὶ Πράξεις τῶν ἀποστόλων ὑπηγόρευσε μὲν ὁμοίως Πέτρος ὁ ἀπόστολος, συνεγράψατο δὲ ὁ αὐτὸς Λουκᾶς. Τὸ δὲ κατὰ Ἰωάννην Εὐαγγέλιον ὑπηγορεύθη τε
15ὑπ’ αὐτοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ ἀποστόλου καὶ ἠγα‐ πημένου, ὄντος ἐξορίστου ἐν Πάτμῳ τῇ νήσῳ, καὶ ὑπὸ τοῦ αὐτοῦ ἐξεδόθη ἐν Ἐφέσῳ, διὰ Γαΐου τοῦ ἀγαπητοῦ καὶ ξενοδόχου τῶν ἀποστόλων, περὶ οὗ καὶ Παῦλος Ῥωμαίοις γράφων φησί· «Ἀσπάζεται
20ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ὅλης τῆς Ἐκκλη‐ σίας.»
22tΠοῖαι καὶ πόσαι παραδόσεις εἰσὶ τῆς θείας Γρα‐
23tφῆς, εἴτε οὖν ἀπὸ Ἑβραϊκοῦ εἰς τὸ Ἑλληνι‐
24tκὸν ἑρμηνεῖαι, καὶ τίνες οἱ ταύτην ἑρμη‐
25tνεύσαντες, καὶ πότε.
26 Πρώτη ἐστὶν ἡ τῶν οβʹ ἑρμηνευτῶν. Οὗτοι, Ἑβραῖοι ὄντες, ἐξελέγησαν ἀπὸ ἑκάστης φυλῆς ἓξ, καὶ ἡρμήνευσαν τὴν θείαν Γραφὴν ἐπὶ Πτολε‐ μαίου βασιλέως τοῦ Φιλαδέλφου πρὸ διακοσίων
30τριάκοντα ἐνιαυτῶν τῆς κατὰ σάρκα γεννήσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δευτέρα ἐστὶν ἡ τοῦ Ἀκύλα. Οὗτος ἀπὸ Σινώπης τοῦ Πόντου ὑπάρχων, καὶ Ἕλλην ὢν, ἐβαπτίσθη ἐν Ἱεροσολύμοις. Καὶ πάλιν τὸν Χριστιανισμὸν
35ἀθετήσας, καὶ τοῖς Ἰουδαίοις προσδραμὼν, ἡρμήνευσε τὴν θείαν Γραφὴν διεστραμμένῳ λογισμῷ ἐπὶ Ἁδρια‐ νοῦ βασιλέως τοῦ λεπτωθέντος μετὰ τλʹ ἔτη τῆς τῶν οβʹ ἑρμηνείας. Τρίτη ἑρμηνεία ἐστὶν ἡ τοῦ Συμμάχου. Οὗτος Σα‐
40μαρείτης ὢν, καὶ μὴ τιμηθεὶς ὑπὸ τοῦ ἰδίου λαοῦ,
ὡς φιλαρχίαν νοσῶν, τοῖς Ἰουδαίοις προστρέχει,

28

.

436

καὶ ἐκ δευτέρου περιτέμνεται. Καὶ πρὸς διαστροφὴν τῶν Σαμαρειτῶν ἑρμηνεύει καὶ αὐτὸς τὴν θείαν Γρα‐ φὴν ὑπὸ Σεβήρου τοῦ βασιλέως μετὰ νϛʹ ἔτη τῆς τοῦ Ἀκύλα ἑρμηνείας.
5 Τετάρτη ἐστὶν ἡ τοῦ Θεοδοτίωνος τοῦ Ἐφεσίου. Οὗτος, τῆς αἱρέσεως Μαρκίωνος τοῦ Ποντικοῦ ὢν, μηνιῶν τοῖς τῆς αἱρέσεως αὐτοῦ, ἡρμήνευσε καὶ αὐτὸς ἐπὶ Κομμόδου τοῦ βασιλέως ἐν αὐτῷ τῷ χρόνῳ, πρὸς διαστροφὴν τῆς αὐτοῦ αἱρέσεως.
11 Πέμπτη ἑρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα κε‐ κρυμμένη ἐπὶ Ἀντωνίνου βασιλέως τοῦ Καρακάλλα ἐν Ἱεριχὼ παρά τινος τῶν ἐν Ἱεροσολύμοις σπου‐ δαίων.
15 Ἕκτη ἑρμηνεία ἐστὶν ἡ ἐν πίθοις εὑρεθεῖσα καὶ αὕτη κεκρυμμένη ἐπὶ Ἀλεξάνδρου τοῦ Μαμαίας παι‐ δὸς ἐν Νικοπόλει τῇ πρὸς Ἄκτιον ὑπό τινος τῶν Ὠριγένους γνωρίμων. Ἑβδόμη πάλιν καὶ τελευταία ἑρμηνεία ἡ τοῦ ἁγίου
20Λουκιανοῦ τοῦ μεγάλου ἀσκητοῦ καὶ μάρτυρος, ὅστις καὶ αὐτὸς ταῖς προγεγραμμέναις ἐκδόσεσι καὶ τοῖς Ἑβραϊκοῖς ἐντυχὼν, καὶ ἐποπτεύσας μετὰ ἀκριβείας τὰ λείποντα, ἢ καὶ περιττὰ τῆς ἀληθείας ῥήματα, καὶ διορθωσάμενος ἐν τοῖς οἰκείοις τῶν Γραφῶν τό‐
25ποις, ἐξέδοτο τοῖς Χριστιανοῖς ἀδελφοῖς· ἥτις δὴ καὶ ἑρμηνεία μετὰ τὴν ἄθλησιν καὶ μαρτυρίαν τοῦ αὐτοῦ ἁγίου Λουκιανοῦ, τὴν γεγονυῖαν ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν τυράννων, ἤγουν τὸ ἰδιόχειρον αὐτοῦ τῆς ἐκδόσεως βιβλίον, εὑρέθη ἐν Νικομηδείᾳ
30ἐπὶ Κωνσταντίνου βασιλέως τοῦ μεγάλου παρὰ Ἰου‐ δαίοις ἐν τοίχῳ πυργίσκῳ περικεχρισμένῳ κονιάματι εἰς διαφύλαξιν.
33tΤίνα ἐστὶ τὰ μνημονευόμενα ἐν ταῖς γραφαῖς βι‐
34tβλία ὡς ὄντα, οὐχ εὑρισκόμενα δέ.
36 Ναθὰν καὶ Ἀδδὼ, καὶ Ἀχιᾶ τοῦ Σιλωνίτου, καὶ Σεμεεὶ, καὶ Ἰηοῦ, ἐν τῇ βίβλῳ τῶν Βασιλειῶν γέγραπται εἶναι βιβλία· προφῆται δὲ οὗτοί εἰσιν, οἳ γεγράφασι περὶ ὧν προεφήτευσαν· ἃ οὐχ εὑ‐
40ρίσκεται. Ψαλμοὶ τρισχίλιοι λέγονται ἐν Παραλειπομέ‐ ναις εἶναι τοῦ Δαβὶδ, μόνους δὲ ἐξ αὐτῶν τοὺς ρνʹ ὑπὸ τῶν φίλων Ἐζεχίου τοῦ βασιλέως ἐξειλέ‐
χθαι, τοὺς δὲ ἄλλους ἀποκεκρῦφθαι. Πεντακισχιλίας

28

.

437

παροιμίας ὑπὸ Σολομῶντος ἐκδεδόσθαι, φησὶν ἡ τῶν Παραλειπομένων Γραφή· ἀλλ’ οὐκ εἰσὶ νῦν ἢ μόναι αἱ ἐκκλησιαζόμεναι. Τὸ ᾎσμα ἐξ ᾀσμάτων πλειόνων τὸ μυστικὸν ἐξειλέχθαι ἐπιγέγραπται. Ἰώ‐
5σηπος δὲ ἱστορεῖ δύο βιβλία προφητείας τὸν προφή‐ την Ἰεζεκιὴλ γεγράφθαι· ἓν δὲ μόνον ἐπιγινώ‐
σκομεν εὑρίσκεσθαι.