TLG 2035 069 :: ATHANASIUS :: Homilia de semente [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Homilia de semente [Sp.]

Citation: Volume — page — (line)

28

.

144

(13t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
14tΑΘΑΝΑΣΙΟΥ
15tΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΣΠΟΡΟΝ.
18 Ἐν ἡμέρᾳ Σαββάτου συνήχθημεν, οὐ νοσοῦν‐ τες Ἰουδαϊσμόν· οὐ γὰρ ἐφαπτόμεθα Σαββάτων
20ψευδῶν· παραγεγόναμεν δὲ ἐν Σαββάτῳ, τὸν Κύ‐ ριον τοῦ Σαββάτου Ἰησοῦν προσκυνήσοντες. Πάλαι μὲν γὰρ ἦν ἐν τοῖς ἀρχαίοις τὸ τίμιον Σάββατον· μετέθηκε δὲ ὁ Κύριος τὴν τοῦ Σαββάτου ἡμέραν εἰς Κυριακήν· καὶ οὐχ ἡμεῖς ἐσμεν οἱ ἀφ’ ἑαυτῶν τοῦ
25Σαββάτου καταφρονήσαντες, ἀλλ’ ὁ προφήτης ἐστὶν ὁ ἀποβαλὼν καὶ εἰπών· «Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου.» Μέχρι μὲν γὰρ ὅτε ἄξια ἐπράττετο τῶν πραγμάτων τῆς νομοθεσίας, ἢ μέχρις ὅτε μὴ ἦν παραγενόμενος ὁ Διδάσκα‐
30λος, ἐνήργει τὰ τοῦ παιδαγωγοῦ· ἐλθόντος δὲ τοῦ Διδασκάλου, κατηργήθη ὁ παιδαγωγὸς, καὶ ἡλίου ἀνατείλαντος, ὁ λύχνος ἐπαύσατο. Εὔκαιρος δὲ ἡμῖν γέγονε καὶ ἡ ἀνάγνωσις, κατὰ ἀκολουθίαν, περὶ Σαββάτου. Ἠκούομεν γὰρ ἀρτίως, ὅπως ὁ Ἰησοῦς
35ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ ὅπως τὴν χεῖρα τὴν ξηρὰν ἐθεράπευσε· καί μοι δοκεῖ καλῶς ἔχειν ὀλίγα εἰς τὸ ἀνάγνωσμα τοῦ Εὐαγγελίου εἰπεῖν. Ὁ Σωτὴρ ἡμῶν ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτῷ ἠκολούθουν, καὶ στάχυας τίλλοντες,
40ἤσθιον· καὶ Ἰουδαῖοι ἐπετίμων αὐτοῖς λέγοντες· «Οὐκ ἔξεστι τοῦτο ποιεῖν ἐν Σαββάτῳ.» Κατὰ ποῖον νόμον, ὦ Ἰουδαῖοι; Κατὰ ποίαν Μω‐
σέως νομοθεσίαν; Κατὰ ποίαν προφήτου φράσιν;144

28

.

145

Ποῦ κεκώλυται τρέφεσθαι τὸν πεινῶντα; Ποῦ γέγραπται μὴ ἐμπλησθῆναι γαστέρα κενήν; Οἱ δὲ τὸ τρέφεσθαι ὀνειδίζοντες ἐν Σαββάτῳ, αὐτοὶ φόνοις ἐν Σαββάτῳ κατὰ τοῦ οἰκοδεσπότου εἰργάζοντο· λέγει
5γὰρ ἡ Γραφὴ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς ἡμέρας ἐν ᾗ ὁ Θεὸς ἔπαθεν· «Ἦν δὲ ἡμέρα ἐκείνη μεγάλη τοῦ Σαββάτου.» Καὶ τὸν μὲν νομοθέτην ἀναιροῦσιν ἐν Σαββάτῳ, τρέφεσθαι δὲ μαθητὰς ἐν Σαββάτῳ οὐ βούλονται. Διὰ τοῦτο ὁ Σωτὴρ ἐν τοῖς ἀρτίως ἀνα‐
10γνωσθεῖσιν, ἠρώτα αὐτούς· Τί ἔξεστιν ποιῆσαι ἐν τῷ Σαββάτῳ; ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; τὸ τρέφεσθαι ὀνειδίζετε, τὸ δὲ φονεῦσαι κατεργάζεσθε; Ἀεὶ γὰρ οἱ Ἰουδαῖοι τὸν κώ‐ νωπα διυλίζουσι, τὴν δὲ κάμηλον καταπίνουσιν· ἀεὶ
15ἀκριβεῖς εἰσι περὶ τὸ ἀποδεκατῶσαι τὸ πήγανον καὶ τὸ λάχανον· τὰ δὲ βαρύτερα τοῦ νόμου οὐ τηροῦσι. Καὶ διαπορευομένων τῶν μαθητῶν, ἠγανάκτουν, ὅτι στάχυας ἔψωχον ταῖς χερσὶ, καὶ ἤσθιον. Οὐ σιδήρῳ ἀπέτεμνον, ἐπεὶ κατηγόρουν ὡς ἔργου· οὐδὲ ἄλλοις
20ἐργαλείοις ἐχρήσαντο, ἵνα μὴ κατηγορήσωσιν, ὡς μὴ τρεφομένων, ἀλλ’ ἐργαζομένων. Νυνὶ δὲ τί μέμφεσθε τῷ ὑπὸ τοῦ Θεοῦ δοθέντι εἰς σωτηρίαν; Εἰ γὰρ ὁ Θεὸς οὐ τὸ τρέφεσθαι ἀπηγόρευσεν ἐν Σαββάτῳ, τί σὺ τοῦτο ὀνειδίζεις, ὅπερ ὁ Θεὸς οὐκ ἀπηγόρευσεν; Διεπορεύετο τοίνυν ὁ Σωτὴρ διὰ τῶν σπορίμων·
25ὁ κόκκος τοῦ σίτου, διὰ τῶν σπορίμων, ὁ νοητὸς κόκκος τοῦ σίτου, ὁ πεσὼν εἰς ἕνα τόπον, καὶ ἀνα‐ στὰς πολύχους εἰς τὴν οἰκουμένην· αὐτὸς γὰρ περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει·
30ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.» Εἴπωμεν αὐτὸ καὶ ἄλλως· Διεπορεύετο τοίνυν ὁ Ἰησοῦς διὰ τῶν σπορίμων· αὐτὸς γὰρ ἐνίοτε μὲν κόκκος τοῦ σίτου καλεῖται διὰ τὸ θρεπτικόν· ἄλλοτε δὲ σπορεύς ἐστι, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις· «Ἰδοὺ
35ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.» Σπείρει μὲν οὖν ὁ Ἰησοῦς δαψιλῶς· ἡ δὲ καρποφορία γίνεται πρὸς τὸ ὑποκείμενον· ὅπου μὲν γὰρ πετρώδης ἡ γῆ, εὐμα‐ ρῶς ξηραίνεται τὸ σπέρμα οὐκ ἀδυναμίᾳ τοῦ σπόρου, ἀλλὰ τῇ καχεξίᾳ τῆς γῆς· ὁ μὲν γὰρ σπό‐
40ρος ἐνεργής· ἄγονος δὲ ἡ γῆ βάθος μὴ κεκτημένη. Οὐκ ἀντεχούσης δὲ τῆς γῆς πρὸς ὑγρασίαν, πλεῖον αἱ ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξη‐ ραίνουσι τὸν σπόρον. Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς. Πά‐
45λιν ὁ σπόρος σπείρεται εἰς ἀκανθώδη γῆν· καὶ ὁ μὲν σπόρος ἐνεργής· πνίγεται δὲ ὑπὸ τῶν ἀκανθῶν, καὶ ἡ ἔνδον ἀποκειμένη ἐνέργεια οὐ συγχωρεῖται καρ‐ ποφορῆσαι διὰ τὴν ἔξωθεν ὄχλησιν. Ἐὰν δὲ ἀπο‐ λαύσῃ τῆς ἀγαθῆς, ποιεῖ πάλιν οὐχ ὅμοιον τὸν καρ‐

28

.

145

(50)

πὸν, ἀλλ’ ἐν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν. Μονοειδὴς μὲν ὁ σπόρος, διάφορος δὲ ὁ καρπός· διά‐ φοροι δὲ αἱ γνῶμαι τῶν διδασκομένων. Ἐξῆλθε τοίνυν ὁ σπείρων τοῦ σπεῖραι· καὶ τὰ μὲν δι’ ἑαυτοῦ παρὼν, τὰ δὲ διὰ τῶν μαθητῶν ἐνήρ‐
55γησε. Καὶ ἔχεις ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γε‐146

28

.

148

γραμμένον, ὅτι μετὰ τὸ λιθοβοληθῆναι τὸν Στέφανον οὕτως λέγει ἡ Γραφή· «Οἱ μὲν οὖν διασπαρέντες,» οὐ δι’ ἀσθενείας σκορπισθέντες· οὐ γὰρ διῃρέθησαν τῇ πίστει· ἀλλὰ διασπαρέντες. Τῇ γὰρ ἐνεργείᾳ τοῦ σπεί‐
5ραντος σιτοποιηθέντες εἰς ἄρτον ἐπουράνιον, κατὰ πᾶ‐ σαν διεληλυθότες ζωοφορίας διδασκαλίαν, κατασπείραν‐ τες ἐνεργήματα. Ὁ τοίνυν τὰ νοήματα σπείρων Ἰησοῦς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διήρχετο διὰ τῶν σπορίμων, οὐ μόνον δὲ τῶν σπόρων κατασπορεὺς, ἀλλὰ καὶ τῶν
10αἰσθητῶν. Πρὸς γὰρ τοῦτον ἔλεγεν ἐξ ἀρχῆς ὁ Πατήρ· «Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοίωσιν.» Πατὴρ ἔλεγεν, Υἱὸς ἐπετέλει· ὁ μὲν ἐπέταττεν, ὁ δὲ εἰς πέρας ἤγαγε τὰ προσταττόμενα· καὶ οὕτως ἐκ Πατρὸς δι’ Υἱοῦ ἓν ἦν
15τελεσιούργημα, μιᾶς κοσμοποιίας διὰ Πατρὸς καὶ Υἱοῦ τελεσιουργουμένης. Ὁ τοίνυν τὰ νοήματα κα‐ τασπείρων, καὶ τὰ αἰσθητὰ νεύματι Πατρὸς ἐργασά‐ μενος, οὗτος διέβαινε διὰ τῶν σπορίμων. Πολλὴ δέ τίς ἐστιν ἡ τῶν σπόρων θαυματουργία. Καὶ ἴδωμεν ἐν
20καιροῖς σπόρων τὰ περὶ σπόρων· ἐν χειμερίοις ὥραις τὰ περὶ τῆς βλάστης τῆς γῆς διαλεγόμενοι, οὐχ ἵνα φυσιολογήσωμεν τὰ ὁρώμενα, ἀλλ’ ἵνα προσκυνήσωμεν τὸν θαυματοποιόν. Ἄνθρωποι μὲν γὰρ τὰ ἐφ’ ἑαυτοῖς ἐργαζόμενοι, ζεύξαντες βοῦς ἀροτῆρας, ἀνατέμνουσι
25τὴν γῆν καὶ ἁπαλύνουσι τὸ πρόσωπον αὐτῆς, ἵν’ ὑετοὶ μὲν μὴ παραδράμωσι, ἀλλ’ ἐμβαθυνόμενοι καρποφορίαν ἀποδόσωσιν· οἱ δὲ σπόροι ἐν ἁπλότητι τῆς γῆς ῥιφέν‐ τες, διττὴν ἔχωσι τὴν ἀπόλαυσιν· μίαν μὲν τοῦ βάθους καὶ τῆς ἁπαλώσεως, δευτέραν δὲ τοῦ κρύπτεσθαι, καὶ
30μὴ ὑπὸ ὀρνέων ἀναλίσκεσθαι. Ἀλλ’ ὁ μὲν ἄνθρωπος ποιεῖ τὸ ἑαυτοῦ· οὐ μὴ ἡ καρποφορία ὑπὸ ἀνθρώπου. Ἀνθρώπου μὲν γὰρ τὸ σπεῖραι· Θεοῦ δὲ τὸ αὐξῆσαι. Καὶ προστάγματι Θεοῦ νεφέλαι ἐκ θαλαττίων βυθῶν τὰ ὕδατα ἀνασπάσασαι, καὶ ἐξ ἁλμυρότητος εἰς γλυ‐
35κύτητα μεταβαλοῦσαι, ἐπιχέουσι μὲν ἐπὶ τὸ πρόσ‐ ωπον τῆς γῆς· μονοειδὴς δὲ ὑετὸς, καταβὰς, πολυει‐ δεῖς ἐργάζεται σπόρους. Καὶ σῖτον μὲν ἐργάζεται, κύαμον δὲ καὶ κέγχρον καὶ ὄλυραν. Ἓν μὲν τὸ κατα‐ βὰν, καὶ πολλὰ τὰ βλαστώμενα· καὶ τὸ μονοειδὲς τῶν
40ὑετῶν εἰς πολύχουν καρποφορίαν διασπείρεται· ἵνα δειχθῇ, μὴ τῇ τοῦ σπείραντος εὐμαρείᾳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ἐνεργείᾳ γίνεσθαι τὸ καρποφορούμενον. Καὶ πρῶτον μὲν ὁ σπόρος χλόη τις ὥσπερ ἀναβαίνει, καὶ πολλάκις σίτῳ ζιζάνιον συνέσπαρται· ἡ δὲ ὁμοιότης
45τῶν φύλλων οὐ συγχωρεῖ φανῆναι, τί μὲν σῖτος, τί δὲ ζιζάνιον. Ὅταν δὲ ὁ σπόρος εὐθυτενὴς γένηται, καὶ εἰς ὕψος γένηται, ὁ στάχυς διακρίνει, καὶ ἡ καρπο‐ φορία δείκνυσι τὸ ὑποκείμενον, τί μὲν σῖτος, τί δὲ ζι‐ ζάνιον.

28

.

148

(50)

Ἐνόησας τὸ λεγόμενον, ἐλθέ μοι λοιπὸν ἐπὶ τὸ πνευματικώτερον. Ἔσπειρεν ὁ Ἰησοῦς διὰ τῶν ἀπο‐ στόλων τὸν λόγον τῆς βασιλείας τῶν οὐρανῶν κατὰ πάσης τῆς οἰκουμένης. Ἀκοὴ δεξαμένη τὸ κήρυγμα κατέχει παρ’ ἑαυτῇ· καὶ τέως μὲν βλά‐
55στην φυλλάδος ἐργάζεται σπουδὴν περὶ τὴν Ἐκκλη‐ σίαν, καὶ συναγόμεθα κατὰ τὸ αὐτὸ, καὶ οἱ σιτοδόται,
καὶ τὰ ζιζάνια, ὁ πιστὸς, καὶ ὁ ὑποκριτὴς, ἵνα ἀλη‐148

28

.

149

θέστερον εἴπωμεν τὸ καταγγελλόμενον· οἱ δὲ γεωργοὶ τῆς Ἐκκλησίας, τὴν δίκελλαν τῶν λόγων τοῖς ἐσπαρ‐ μένοις ἐπιβαλόντες, γεωργοῦμεν εἰς καρποφορίαν· οὔπω δὲ οἴδαμεν τὸ ὑποκείμενον· ἡ γὰρ τῆς φυλλάδος
5ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας. Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων παχυνθῇ, τότε φαίνεται τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ ὑποκριτής. Καὶ πῶς καὶ τίνα τρόπον παραγίνε‐ ται πολλάκις εἰς πόλιν ἀνὴρ δυνάμενος διδάσκειν
10Ἑλληνιστὶ, ὃς, τὴν ἀκοὴν θελγόμενος, σπεύδει εἰς τὴν Ἐκκλησίαν, οὐ τὴν ἰατρείαν τῆς ψυχῆς, ἀλλὰ τῶν λόγων τὸ κάλλος μόνον ἁρπάσαι. Ἀνεχώρησεν ὁ εὐ‐ γλώττως λαλῶν· ἀνεχώρησε καὶ τῆς Ἐκκλησίας τὸ ζιζάνιον· οὐ γὰρ ἔχει τὸ σιτῶδες, τὸ πιστόν. Ὁ δὲ
15πιστὸς, κἂν εὐγλώττως λέγῃ τὰ λεγόμενα, σπουδάζει κατακούειν, κἂν Συριστὶ, κἂν Ῥωμαϊστὶ, κἂν δια‐ φόρῳ γλώττῃ. Οὐ γὰρ ζητεῖ λόγους, ἀλλ’ ἔργα. «Ὁ γὰρ λόγος ἡμῶν καὶ τὸ κήρυγμα ἡμῶν οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύμα‐
20τος καὶ δυνάμεως.» Τί τὸ ὄφελος, ἐὰν Ἑλληνιστὶ λα‐ λῶμεν, βαρβαρίζωμεν δὲ τῇ γνώμῃ; Τί τὸ ὄφελος, ἐὰν εὐσύνθετος μὲν ὁ λόγος, κακοσύνθετος δὲ ὁ τρό‐ πος; Πολὺ κάλλιόν ἐστι μήτε τὴν Ἑλλήνων εἰδέναι φωνὴν, καὶ τὸν νόμον τοῦ Θεοῦ ἐν καρδίᾳ κεκτῆσθαι.
25Εἰ μὲν γὰρ σοφιστοῦ διδασκαλεῖον ἦν ἡ Ἐκκλησία, εὐγλωττίας ἦν ὁ καιρός· ἐπειδὴ δὲ τρόπων ἀγὼν, καὶ καρποφορία τὸ προκείμενον, καὶ προσδοκία οὐρανῶν τὸ προσδοκώμενον, μὴ γλῶττα ζητείσθω, ἀλλ’ ὁ τρό‐ πος κατορθούσθω. Πάλιν ἄλλοι νοσοῦσιν ἀνθρωπαρέ‐
30σκειαν ἀνθρώπων, καὶ καιρὸν καθυποκρίνονται· κἂν μὲν ἐπίσημον πρόσωπον ἢ ἐκ πλατειῶν ἢ ἐξ ἀνθρώ‐ πων παραγίνηται, καὶ Χριστιανισμὸν ἐπαγγελλόμενον, τρέχουσιν εἰς τὴν Ἐκκλησίαν, ἵνα ἀνθρώπῳ δείξωσι τὸ πρόσωπον. Ἐξῆλθεν ὁ ἐπίσημος, συνεξῆλθεν ὁ
35ὑποκριτὴς, καὶ ἀπέχει τὸν μισθόν. Δι’ ἀνθρώπων ἦλθεν, ἀνθρώπῳ ἤρεσε, παρὰ Θεοῦ οὐδὲν ἔλαβεν· οὐ γὰρ ἐκείνῳ ἔδειξε τὴν διάνοιαν. Τοιαῦτα τῆς Ἐκκλη‐ σίας τὰ ζιζάνια. Ἀλλ’ ἔχει τι θαυμάσιον ὁ γεωργὸς τῆς Ἐκκλη‐
40σίας Λόγος· καὶ γὰρ ζιζάνια σιτοποιεῖ, ἐὰν θέλῃ. Ἐπειδὴ γὰρ αὐτοπροαίρετος ἡ τῶν ἀνθρώπων κίνη‐ σις, καὶ αὐτεξούσιος ἡ γνώμη, ἐπὶ σοὶ κεῖται τὸ πρᾶγμα· εἰ θέλεις ζιζάνια, εἶ ἀλόγων ζώων τροφή· εἰ θέλεις, μεταβάλλῃ καὶ γίνῃ σῖτος. Εἰκόνα ζητεῖς
45τῶν λόγων, λάμβανε ἀπὸ δένδρων τὸ ζητούμενον. Ἡ ἀγριέλαιος, ἐπικεντρισθεῖσα, καλλιέλαιος γίνεται, καὶ ἄμπελος ἀγρία, ἡμερωτάτης ἀμπέλου κλῆμα δεξα‐ μένη, ἐπιλανθάνεται μὲν τῶν τῆς ῥίζης παλαιοτήτων, ἀναλαμβάνει δὲ τὴν καινότητα τῶν παλαιῶν. Ἐπι‐

28

.

149

(50)

λάθου καὶ σὺ τῶν πρώτων, καὶ ἀνάλαβε τὰ λεγόμενα· καὶ τοῦ ζιζανίου πάρες, τὸ δὲ σιτῶδες ἀνάλαβε· ἵνα δυνηθῇς καὶ αὐτὸς εἴσω ἅλωνος ἐκκλησιαστικῆς γε‐ νέσθαι νοητῆς. Ταῦτα δὲ πάντα ὑμῖν εἴρηται διὰ τὸ εὐαγγελι‐
55κὸν ἀνάγνωσμα, τὸ περὶ σπόρων διαλεγόμενον, διὰ τὸν κατασπείραντα ἐν ταῖς ψυχαῖς, τῶν ψυχῶν λυτρω‐
τὴν Ἰησοῦν, τὸν διαπορευόμενον διὰ τῶν σπορίμων.150

28

.

152

Ὁ μὲν οὖν διεπορεύετο ἐπίτηδες ἐν Σαββάτῳ, διάγων τοὺς μαθητὰς διὰ τῶν σπορίμων καὶ οἱ μαθηταὶ διερ‐ χόμενοι, ἔτιλλον στάχυας, καὶ ψώχοντες ταῖς χερσὶν αὐτῶν ἤσθιον, καινοτέραν ἅλωνα τοῖς στάχυσι τὰς
5χεῖρας ἐργαζόμενοι. Οἱ δὲ Ἰουδαῖοι ἐπετίμων τοῖς μαθηταῖς τρεφομένοις, καὶ πρὸς τὸν διδάσκαλον ἀγα‐ νακτοῦσιν· «Ἴδε, τί ποιοῦσι οἱ μαθηταί σου;» Ἑαυ‐ τοὺς ἀπαλλοτριώσαντες τῆς δικαιοσύνης, οὐκ εἶπαν, Οἱ κοινωνοὶ τῶν μαθητῶν ἡμῶν· ἑαυτοὺς γὰρ τῆς
10μαθήσεως ἐξώρισαν· ἀλλ’, «Ἴδε, τί ποιοῦσιν οἱ μαθη‐ ταί σου.» Δεικνύουσι τὰ φαινόμενα. Τῷ γνώστῃ τῶν καρδιῶν δεικνύετε τὰ ὁρώμενα; Οὐκ ἐλάβετε πολλά‐ κις τὴν πεῖραν, ὅτι οἶδε καὶ τῶν καρδιῶν τὰς γνώ‐ σεις; Οὐ λέγων· «Τί διαλογίζεσθε ἐν ἑαυτοῖς πο‐
15νηρά;» ὁ διαλογισμοὺς εἰδὼς, ἀσταχύων ψωχμοὺς οὐκ οἶδε;
18 Καινότερος νεκρὸς ἐλεύθερος ἐν νεκροῖς. Οἱ μὲν ἄλλοι νεκροὶ, δεσμοῖς ὥσπερ περιβαλλόμενοι, ἐν εἱρ‐
20κτῇ τῇ ὁδῷ ἀπήγοντο· Ἰησοῦς δὲ γέγονε δι’ ἡμᾶς νε‐ κρὸς, καὶ κατῆλθεν εἰς τὰ καταχθόνια μεταξὺ τῶν νεκρῶν· καὶ ἐν νεκροῖς μὲν ἐλθὼν οὐ μόνον ἐλεύθερος ἦν, ἀλλὰ καὶ νεκρῶν ἐλευθερωτής. Καὶ ἵνα μάθῃς, ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν, ἄκουε τῶν
25Εὐαγγελίων λεγόντων· «Καὶ πολλὰ σώματα τῶν κε‐ κοιμημένων ἁγίων ἀνέστησεν.» Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μνήματα ἀνεῴχθησαν. Ἦν τοίνυν ὁ ἐν νε‐ κροῖς ἐλεύθερος, ὃν κατέλιπον καὶ γνώριμοι. Λέγει δὲ τὸ Εὐαγγέλιον, ὅτι πάντες οἱ μαθηταὶ, ἀφέντες αὐτὸν,
30ἔφυγον. Ἔτι ζῶντα φεύγουσι, καὶ σταυρωθέντος, ὑπεραποθνήσκουσιν· ἐπειδὴ δὲ μηδὲν ἐναπέμεινεν ἐν τῷ σταυρῷ, ἀλλὰ μετὰ τὸν σταυρὸν τὴν ζωὴν ἀπέ‐ λαβε. Καὶ μὴ ἐμοὶ μόνον πρόσεχε, ἀλλὰ τῷ ἐμοὶ ἀρ‐ τίως ἀναγνωσθέντι ψαλμῷ. Πρόσχες τὸ λεγόμενον·
35ἐγὼ ἀναγινώσκω, σὺ βλέπε ἐκ τῆς ἀκολουθίας τὴν ἀνάστασιν. «Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος. Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,» καθὼς εἰρήκαμεν. Καὶ μετὰ ταῦτα· «Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καὶ τῷ πρωῒ ἡ προσ‐
40ευχή μου προφθάσειε.» Ὁ νεκρὸς προσεύχεται· εἰ μὴ ἀνέστη, προσεύχεται; Μετὰ γὰρ τὸ διηγήσασθαι τὴν ταφὴν καὶ τὴν νεκρότητα, τότε διηγήσατο τὴν προσευχὴν τὴν πρὸς τὸν Πατέρα γενομένην. Ἡμεῖς μὲν οὖν τιμῶμεν τὴν Κυριακὴν διὰ τὴν
45ἀνάστασιν· Ἰουδαῖοι δὲ ἔτι καὶ νῦν ἐξέχονται τοῦ Σαββάτου, καὶ μετὰ τὸ εἰπεῖν τὸν Ἡσαΐαν· «Καὶ τὰ Σάββατα ὑμῶν μισεῖ ἡ ψυχή μου.» Οὐδέν μοι κοι‐ νὸν πρὸς τὸ Σάββατον, ὃ ὁ Θεὸς ἐμίσησεν. Οὐ λέγω τοὺς κύκλους τῶν ἡμερῶν, ἀλλὰ τὸν νομιζόμενον

28

.

152

(50)

Ἰουδαϊσμόν. Οὐ γὰρ τὰς ἡμέρας μισεῖ ὁ Θεὸς, ἀλλὰ τοὺς κακῶς ἐν ταῖς ἡμέραις ἐργαζομένους. Καὶ νῦν μὲν ἐξέχονται τοῦ Σαββάτου, καὶ τότε ἐπετίμων τῷ Σωτῆρι λέγοντες· «Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου,
ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ.» Ὁ Σωτὴρ πρὸς αὐ‐152

28

.

153

τούς· Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαβίδ; Ὁ ἐκ Δαβὶδ μνημονεύει τοῦ Δαβίδ· ὁ ἐκ Δαβὶδ κατὰ σάρκα, πρὸ δὲ Δαβὶδ κατὰ πνεῦμα· ὁ κατὰ σάρκα μὲν τοῦ Δαβὶδ υἱὸς, κατὰ πνεῦμα δὲ τοῦ Δαβὶδ δεσπότης· ὁ
5ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία, ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα, τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα. Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς. Καὶ δὴ ἄξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου· καὶ πολὺς ὁ περὶ τῆς ῥάβδου Ἰησοῦ λόγος. Ἔλεγε τοί‐
10νυν πρὸς τοὺς Ἰουδαίους· «Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετ’ αὐ‐ τοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγεν, ὃ οὐκ ἔξεστιν ποιεῖν εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν;» Ὁ μὲν
15οὖν σοφὸς ἀκροατὴς καὶ συνήθης τῶν ἐκκλησιαστικῶν δογμάτων τε καὶ ἀναγνωσμάτων οἶδε τὴν ἱστορίαν, καὶ οὐ χρείαν ἔχει τῆς διηγήσεως· ἐπειδὴ δὲ πολὺς ὁ νεωστὶ συῤῥεύσας ἡμῖν λαὸς, ὁ τὴν ἐπιπόλαιον ἀκρόασιν τῶν θείων λογίων ἔχων, τὸ δὲ βάθος τῆς
20νοήσεως μὴ ἐνστερνισμένος, καλῶς ἔχειν μοι δοκεῖ ἐπιδραμεῖν καὶ δεῖξαι τὴν ἱστορίαν, ἵνα γνῶμεν τίνος ἕνεκεν ταύτης ἐμνημόνευσεν ὁ Σωτήρ. Βασιλεύς τις ἦν ἐν τοῖς ἀρχαίοις, Δαβὶδ, ποιμὴν τὰ πρῶτα, καὶ βασιλεὺς τὰ δεύτερα. Τὴν δὲ βασιλείαν οὐκ ἔλαβεν
25ἁρπάσας, ἀλλὰ, τοῦ Σαοὺλ ἁμαρτήσαντος καὶ ἀπο‐ βαλομένου, ἐχρίσθη Δαβὶδ ἀπὸ τοῦ Σαμουήλ. Χρι‐ σθεὶς δὲ εἰς τὴν βασιλείαν, οὐχ ἅμα ἥρπασε τὸ βα‐ σίλειον, ἀλλὰ χρόνοις πολλοῖς δουλεύσας τῷ Σαοὺλ, ὕστερον, ὅτε Θεὸς ἠθέλησεν, ἐφήψατο τῆς βασιλείας.
30Ἐπεβουλεύετο οὖν ὑπὸ τοῦ Σαοὺλ, εὐεργετήσας τοῦ‐ τον· ἐπεβουλεύετο δὲ καὶ ὑπὸ τοῦ Ἀβεσσαλὼμ, τοῦ οἰκείου τέκνου. Ταῦτα ἀληθῶς μὲν συνέβη τῷ Δαβίδ· οὗτος δέ τινας εἰκόνας εἶχε τῆς τοῦ Σωτῆρος παρουσίας. Ἔδει
35γὰρ τὸν προπάτορα καὶ εἰκόνας ἔχειν τοῦ ἀπογόνου. «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ.» Τι‐ νὸς αἱ τῶν πραγμάτων ὁμοιώσεις οὐκ ἰσότιμοι. Ὁμοιούσθω γὰρ ὁ δοῦλος τῷ δεσπότῃ· οὐ μὴν ἰσό‐ τιμος γίνεται, πλὴν ἔχει τινὰς ὁμοιότητας. Ὁ Δα‐
40βὶδ ποιμὴν, καὶ ποιμὴν ὁ Χριστός· «Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς,» ἔλεγεν. Ἀλλ’ ὁ μὲν ποιμὴν θρεμ‐ μάτων, ὁ δὲ ποιμὴν ψυχῶν· ὁμοίωσις πραγμάτων, πολλὴ δὲ παραλλαγὴ τοῦ ἀξιώματος. Ἔχρισε τὸν Δα‐ βὶδ εἰς βασιλέα Σαμουὴλ ὁ ἱερεὺς, ἐβάπτισε καὶ τὸν
45Σωτῆρα ὁ Ἰωάννης, ὡς ἱερεὺς ὢν καὶ αὐτός· ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων. Χρισθεὶς δὲ ὁ Δαβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ’ ἠνείχετο πολλοῖς χρόνοις δουλεύων τῷ Σαούλ· καὶ ὁ Σωτὴρ ἡμῶν γεν‐

28

.

153

(50)

νηθεὶς βασιλεὺς πρὸ τῶν αἰώνων, καὶ οὐ πρόσκαιρον ἔχων τὴν βασιλείαν, ἀλλὰ πρὸ πάντων τῶν αἰώνων βασιλεὺς, ἐκ βασιλέως Θεοῦ γεννηθεὶς, ἠνείχετο· «Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· ἀλλ’ ἑαυ‐ τὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν,» ἵνα τελέσῃ τὴν
55οἰκονομίαν. Ἐδίωκε τὸν Δαβὶδ Σαοὺλ, ἐδίωκε τὸν154

28

.

156

Χριστὸν Ἡρώδης. Ἀλλ’ οὔτε ὁ Σαοὺλ διώκων τὸν Δα‐ βὶδ ἔβλαψεν, οὔτε Ἡρώδης διώκων τὸν Χριστὸν ἔβλα‐ ψεν. Ἐπανέστη τῷ Δαβὶδ Ἀβεσσαλὼμ υἱὸς ὤν· ἐπ‐ ανέστη τῷ Σωτῆρι Ἰούδας υἱὸς ὢν καὶ αὐτὸς ἄλλος·
5τοὺς γὰρ μαθητὰς οἶδεν ὁ Σωτὴρ ὀνομάζειν υἱοὺς, λέγων· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·» καὶ πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγε, «Τε‐ κνία.» Ὁ τόπος τῆς ἀπωλείας τοῦ Ἀβεσσαλὼμ Χεὶρ Ἀβεσσαλὼμ μέχρι τὴν σήμερον καλεῖται. Καὶ βλέπε
10μοι τὴν ἀκρίβειαν τῆς εἰκόνος τῶν πραγμάτων. Οὐ γέγραπται, Ποῦς Ἀβεσσαλὼμ, ἀλλὰ Χεὶρ Ἀβεσσα‐ λώμ· οὐ γέγραπται Κεφαλὴ Ἀβεσσαλὼμ, καίτοιγε ἀπὸ τριχῶν κεφαλῆς ἀπώλετο, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ. Πρώτη γὰρ ἦν ἡ τῆς κεφαλῆς χεὶρ, ἡ προδοῦσα κατὰ
15τῆς εἰκόνος τῶν πραγμάτων· ἀλλ’ ὡς ἐξελθούσης διὰ τῆς ὀνομασίας τῶν πραγμάτων τῆς χειρὸς, πλα‐ γίως ἐμήνυσε τὸ ἐσόμενον ἡ Γραφή· Χεὶρ Ἀβεσ‐ σαλὼμ, καὶ τῶν πραγμάτων εἰκόνες. Ὅσας ὁμοιό‐ τητας ἔχει ὁ Δαβὶδ πρὸς τὸν Σωτῆρα!
20 Οὗτος τοίνυν ὁ Δαβὶδ, χρισθεὶς εἰς βασιλέα ὑπὸ τοῦ Σαμουὴλ, ἐλαίῳ αἰσθητῷ· ἄλλως δὲ ὁ Σωτὴρ ἡμῶν ἐχρίσθη. Πῶς καὶ τίνα τρόπον, ἄκουε τοῦ τεσ‐ σαρακοστοῦ τετάρτου Ψαλμοῦ λέγοντος· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύ‐
25τητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» ἵνα μὴ τῇ ὁμοιολεξίᾳ τῆς χρί‐ σεως ἰσοτιμίαν νομίσῃς εἶναι τῶν λεγομένων. Ἐχρί‐
30σθη Δαβὶδ, ἐχρίσθη καὶ ὁ Χριστός· ἀλλ’ ὁ μὲν ἐχρίσθη ὑπὸ ἀνθρώπου, ὁ δὲ ἐχρίσθη ἐκ Πατρός· καὶ ἡ χρίσις ἀνεκδιήγητος, καὶ ἀκατάληπτα τὰ πράγματα. Διὰ τοῦτο λέγει ὁ Ψαλμῳδός· «Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Τῆς ὁμοιότητός εἰσι μέτοχοι,
35οὐ μὴν ἰσότιμον ἔχουσι τὴν χρίσιν· πανταχοῦ γὰρ καὶ τὴν ὁμοιότητα τηρεῖ, καὶ τὸ ὑπερέχον τοῦ πράγμα‐ τος φυλάττει. Ὁ τοίνυν Δαβὶδ χρισθεὶς ὑπὸ τοῦ Σα‐ μουὴλ, ἔμενεν ἐφ’ ἑαυτοῦ. Ὁ δὲ Σαοὺλ, παραβὰς ἐν‐ τολὰς Θεοῦ, πνεύματι ἀκαθάρτῳ παρεδόθη. Ἔψαλλε δὲ
40ὁ Δαβὶδ, καὶ κιθάραν εἶχε ποιμενικὴν, καὶ ἐν ἐρή‐ μοις διάγων, καὶ οὐκ ἔχων τίσιν ἀνθρώποις διαλε‐ χθῆναι· καὶ κιθάραν πηξάμενος, καὶ διὰ τοῦ ἀνακρού‐ εσθαι τὰ μέλη δύο εἰργάζετο· παρεμυθεῖτο γὰρ καὶ διὰ τοῦ ἤχου τὸ τῶν τόπων ἔρημον, οὐ μὴν εἰς ἔκλυ‐
45τα ἐξέπιπτε μέλη, ἀλλὰ ψαλμοὺς ᾖδεν, ἵνα τέρπῃ μὲν τὸ εὔηχον, ὠφελῇ δὲ τὸ εὐσεβές. Καὶ ἔψαλλεν ἐν ταῖς ἐρήμοις λέγων, ὅτι καὶ «Τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστι·» προσετίθη δὲ πάλιν· «Ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα, καὶ ποτιοῦσι πάντα τὰ θη‐

28

.

156

(50)

ρία τοῦ ἀγροῦ. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.» Ἔψαλλε τὰ περὶ τοῦ ἀνθρώπου, λέ‐ γων· «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας.» Ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ
θαυματουργήματα ἔψαλλε. Ὀδυνωμένου δὲ τοῦ Σαοὺλ156

28

.

157

ὑπὸ τοῦ πνεύματος τοῦ ἀκαθάρτου, γίνεταί τις μη‐ νοτὴς τῷ Σαούλ· καὶ τούτῳ τῷ τρόπῳ καλεῖται ὁ Δα‐ βίδ. Καὶ ὁσάκις ἐπετίθετο αὐτῷ τὸ πνεῦμα τὸ πονη‐ ρὸν, λαμβάνων τὴν κιθάραν ὁ Δαβὶδ, ἀνεκρούετο,
5ψάλλων καὶ ὕμνους λέγων τῷ Θεῷ. Μὴ γάρ μοι τῆς κιθάρας μνημόνευε, ἀλλὰ τοῦ ψαλλομένου· μηδὲ, ἁρπάσας τὰ ῥήματα, εἰς θεατρο‐ μανεῖς ἐμπέσῃς ἡδονὰς, ἀλλὰ, μνημονεύσας τῶν ψαλ‐ μῶν, τῇ Ἐκκλησίᾳ παράμενε. Εἰς χεῖρας τοίνυν λαμ‐
10βάνων τὴν κιθάραν ὁ Δαβὶδ, καὶ ψάλλων τῷ Θεῷ, τὸν πνίγοντα δαίμονα ἀπήλαυνεν. Ὢ μεγάλης ψαλμῶν δυνάμεως! Τὸ πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο, καὶ ἀνέψυχεν ὁ Σαούλ. Ἐφθόνει δὲ τῷ Δα‐ βὶδ διὰ τοιάνδε ὑπόθεσιν. Ἀλλόφυλοί ποτε ἐπέθεντο
15τῷ γένει τῶν Ἑβραίων· καί τις Γολιὰθ παμμεγέθης τὸ σῶμα, καὶ θρασὺς τὴν ψυχὴν, καὶ φοβερὸς ὀφθῆ‐ ναι, ἐπὶ τεσσαράκοντα ἡμέρας ὠνείδιζε τὸν Ἰσραὴλ, καὶ ᾔτει εἰς μονομαχίαν ἕνα, ἀσπίδα μὲν παμμεγέθη περικείμενος, δόρυ δὲ ἐξελὼν, καὶ φοβερὰς κνημί‐
20δας· καὶ οἱ βλέποντες ἔφυγον, καὶ ὁ Σαοὺλ ἐδειλία. Ἧκεν ἐπισκεψόμενος τοὺς ἀδελφοὺς ὁ Δαβὶδ, καὶ συμβάλλει εἰς μάχην, ὁ γυμνὸς τῷ ἐνόπλῳ, ὁ ἀπειρο‐ πόλεμος τῷ πολυπολέμῳ, ὁ νέος τῷ ἀνδρί· καὶ πάν‐ των πτηξάντων, καὶ μηδενὸς τολμῶντος ἐπεξελθεῖν,
25Δαβὶδ ἀναδέχεται τὸν πόλεμον. Εἰδὼς δὲ ἔψαλλεν, ὅτι τοῦ Θεοῦ ὁ πόλεμος, καὶ ὅτι «Ψευδὴς ἵππος εἰς σω‐ τηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.» ᾜδει ἃ ἔψαλλεν· εἶχεν ὅπλον μέγιστον τὴν πίστιν, καὶ περικεφαλαίαν περιέθετο σωτηρίου, καὶ ἀναλαβὼν
30ῥάβδον καὶ σφενδόνην, τὸν λίθον περιειλήσας, πλήξας τὸν ἀντίδικον, συντόμως κατήνεγκε. Παρατρέχομεν γὰρ τὰ ῥήματα· ἐπειδὴ οὐ τοῦτο νῦν ἐστι τὸ προκεί‐ μενον. Ἔπεσεν ὁ Γολιὰθ ὁ μέγας ὑπὸ τοῦ μικροῦ, καὶ ὁ ἔμπειρος ὑπὸ τοῦ ἀπείρου καὶ ἀφελεστέρου.
35Καὶ λαβὼν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κε‐ φαλήν. Καὶ ἡ μὲν κεφαλὴ ἀπηνέχθη ἐν Ἱεροσολύμοις· τὸ δὲ ξίφος αὐτοῦ ἐτηρεῖτο παρὰ Ἀβιμελὲχ τῷ ἱερεῖ. Ἐλυτρώθη ὁ λαὸς ὑπὸ τοῦ ἀντιδίκου. Ἐξῆλθον εἰς ὑπάντησιν γυναῖκες χορεύουσαι· θυμηδία γὰρ ἦν τὸ
40προκείμενον· φόβος δὲ ἐλύθη, ὁ ἐχθρὸς ἔπεσεν, ὁ λαὸς ἐπήνθει· χορεῖαι, καὶ τύμπανα, καὶ ἁρμονία, καὶ εὐ‐ φροσύνη τὸ προκείμενον. Αἱ δὲ χορεύουσαι ᾖδον, οὐ πρὸς ἀξίαν ἀφορῶσαι, ἀλλὰ πρὸς τὸ ἐνεργῆσαι· ἔλε‐ γον γάρ· «Ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ
45Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ.» Καὶ τῷ νικήσαντι ἔδω‐ καν τὰς χιλιάδας, καὶ οὐκ εἶπον, πόσαι χιλιάδες, οὐδὲ πόσαι μυριάδες. Δύνανται δὲ καὶ μυριάδες ἀναλυθῆ‐ ναι εἰς χιλιάδας, καὶ χιλιάδες πολυπλασιασθῆναι εἰς μυριάδας. Ὁ Σαοὺλ, ἀκούσας, ἐπλήγη τὴν διάνοιαν.

28

.

157

(50)

Ὢ μεγάλης ἀνοίας! Οὐκ ἔδει κἂν τὸ παρὸν αἰδεσθῆ‐ ναι; Τί βασκαίνεις ἀνθρώπῳ νικητῇ, ἐν μιᾷ ὥρᾳ εὐ‐ φημουμένῳ, ὁ ἐπὶ τεσσαράκοντα ἡμέρας κρυπτόμε‐ νος; Τῶν ἐχθρῶν ἐλυτρώθης, τί βασκαίνεις ἀνθρώπῳ ἐπαινουμένῳ, ἔργα ἄξια ἐπαίνων ἐργασαμένῳ; Ἀλλὰ
55πρὸς ἑαυτὸν ἔλεγεν· Ἔδωκαν τῷ Δαβὶδ τὰς μυριάδας, καὶ ἐμοὶ τὰς χιλιάδας. Καὶ ἦν ὑποβλεπόμενος τὸν
Δαβίδ.158

28

.

160

(3)

Βλέπε εἰ μὴ ἀπόγονοι αὐτοῦ ἦσαν, οἷς σήμε‐ ρον ὁ Σωτὴρ ἐθεράπευσε τὴν δεξιὰν χεῖρα τὴν ξηράν.
5Καὶ ἐξελθόντες ἐκεῖνοι, οὐχ ἵνα δοξάσωσι τὸν Θεὸν, ἐσκέπτοντο, ἀλλὰ πῶς ἐπιβουλεύσωσι τῷ εὐεργέτῃ. Λέγει γὰρ τὸ Εὐαγγέλιον, ὅτι αὐτοὶ μὲν ἐπλήσθησαν ἀνοίας, καὶ ἐξελθόντες, διελογίζοντο, τί ἂν ποιήσωμεν τῷ Ἰησοῦ; Ἀπόγονοι τοῦ διώκοντος, καὶ ἀπόγονοι
10τοῦ μανιώδους, καὶ ἀπόγονοι τοῦ ἐπιβουλεύοντος τοῖς εὐεργέταις. Ὑπεβλέπετο τοίνυν ὁ Σαοὺλ τὸν Δαβὶδ, καὶ οὐκ ἔτι ἔβλεπεν αὐτὸν ὀρθοῖς ὀφθαλμοῖς. Τοιοῦτοι γὰρ οἱ βάσκανοι, καὶ τοιοῦτοι οἱ ὑποκριταί. Διὰ τοῦτο ἡ Γραφή σοι λέγει· «Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτω‐
15σαν,» μηδὲν πλάγιον, μηδὲ βάσκανον, ἢ ἔρωτος ἢ μανίας, ἤ τι τοιοῦτον ἐχόμενοι. Βλέπε τὸν φίλον ὀρθῶς, μηδὲν κεκρυμμένον, μηδὲν ἰοβόλον. Ἀλλ’ ὁ Σαοὺλ ὑπεβλέπετο τὸν Δαβίδ. Καὶ βλέπε κατασκευήν· ἰδὼν αὐτὸν τιμώμενον, βούλεται αὐτῷ δοῦναι τὴν θυ‐
20γατέρα ἐπιγαμβρίαν. Ὢ πείρασις βασκανίας! Ἐπι‐ βουλεύει, καὶ νυμφίον αὐτὸν λαμβάνει· καὶ οὐ φείδε‐ ται θυγατρὸς, ἵνα τῷ τετιμημένῳ ἐπιβουλεύσῃ. Καὶ ἔπαθλον βούλεται ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων. Ὑπώπτευε γὰρ, ὅτι, ἐὰν εἰς πόλεμον αὐτὸν ἐμβάλῃ,
25οἱ ἑκατὸν, συμπλακέντες τῷ ἑνὶ, ἀποκτενοῦσι τὸν ἕνα· καὶ οὕτως ἀπαλλαγείη. Καὶ γέγονεν· ἀλλ’ ὁ μὲν ἐχθρὸς ὡς ἐχθρὸς, ὁ δὲ Θεὸς ὡς Θεός. Ἀπέρχεται ὁ Δαβὶδ, καὶ νικᾷ μόνος ἑκατόν. Ὁ δὲ Σαοὺλ ἰδὼν Θεὸν σύμμαχον τοῦ ἐχθροῦ, οὐδὲ οὕτως ἐδυσωπήθη· μᾶλ‐
30λον δὲ οὐ τοῦ ἐχθροῦ, ἀλλὰ τοῦ εὐεργέτου ἐπέμεινεν ἐν τῇ βουλῇ. Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν Δαβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας ἀβλεπτῶν. Ἰδὼν δὲ ἑαυτὸν ἐπιβουλευόμενον ὁ Δαβὶδ, κρύβεται
35ἕως τῆς τρίτης· καὶ ὁ Δαβὶδ οἶδε τὴν τρίτην, καὶ συν‐ θήκας ποιεῖται πρὸς τὸν Ἰωνάθαν, καὶ οὕτως φεύγει ὁ νικητής· οὐκ ἀτονῶν ἀμύνασθαι τὸν ἐχθρὸν, ἀλλὰ μὴ βουλόμενος κατὰ τοῦ εὐεργετηθέντος ἐπαγαγεῖν ξίφος· καὶ παραδοὺς ἅπαξ τῷ Θεῷ τὸ κριτήριον, καὶ
40φεύγων, ἔρχεται μετὰ τῶν οἰκετῶν πρὸς τὸν Ἀβιμέ‐ λεχ τὸν ἱερέα
44Πάντα δὲ ταῦτα λέγομεν διὰ τὴν ἱστορίαν τοῦ
45Εὐαγγελίου, διὰ τὸ ῥῆμα τοῦ Σωτῆρος τὸ εἰρημένον· «Οὐκ ἀνέγνωτε ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνασεν, ὡς ἦλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρ‐ τους τῆς προθέσεως ἔφαγεν;» Ἔρχεται τοίνυν ὁ Δαβὶδ πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα, μετ’ ὀλίγων

28

.

160

(50)

ὁδοιπορῶν. Ἐξεπλάγη ὁ Ἀβιμέλεχ· καὶ, Τί τοῦτο γέ‐ γονε, φησὶν, ὅτι μόνος ὁ στρατηλάτης ὁδεύει, καὶ ὁ ἐπίσημος λιτοτέραν ποιεῖται τὴν ὁδοιπορίαν; Ὁ δὲ Δαβὶδ οὐ λέγει τὴν ἐπιβουλὴν, ἀλλὰ σιωπᾷ τὸ πρᾶγμα καί φησιν, ὅτι τοῖς παιδαρίοις ἐντέταλται ἐν τῷ
55τόπῳ τῷ λεγομένῳ, Θεῷ πίστις. Σημείωσαι καὶ τοῦτο160

28

.

161

καὶ παρὰ τῷ Δαβὶδ ἡ πίστις· διὰ τὸν μέλλοντα ἐξ αὐτοῦ γεννᾶσθαι, τὸν λέγοντα· «Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.» Εἰκόνες καὶ ἐνταῦθα πραγμάτων καὶ ὁμοιότητες. Αἰτεῖ ἄρτους ὁ Δαβὶδ παρὰ τοῦ Ἀβιμέ‐
5λεχ. Ὁ δέ φησι πρὸς αὐτόν· Οὐκ εἰσὶν ἄρτοι ἀλλ’ ἢ οἱ ἀφιερωμένοι ἐκ προσώπου Κυρίου. Πάλιν ἄλλου νόμου δεῖ ἡμᾶς μνημονεῦσαι. Ὁ τοῦ Μωϋσέως νόμος ἔγραψεν ἐν ταῖς τελεταῖς τῆς λατρείας ταῖς γινομέ‐ ναις κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου, δώδεκα ἄρτους
10θερμοὺς πεφθέντας τεθῆναι ἐπὶ τῆς τραπέζης. Ὅπου δὲ θέρμη, ἐκεῖ πῦρ. Λεγέτωσαν νῦν ἡμῖν οἱ Ἰουδαῖοι πῶς τηροῦσι τὸ Σάββατον, καὶ τὸ πῦρ ἅπτειν παραι‐ τοῦνται, ὅπου οἱ ἱερεῖς ἅπτουσι πῦρ, καὶ ἄρτους πέ‐ ψαντες θερμοὺς παρατιθέασι; Μὴ ἐγὼ μόνος παρα‐
15βαίνω τὸ Σάββατον; Ἰδοὺ οἱ ἱερεῖς τοὺς θερμοὺς πέ‐ πτουσιν ἐν Σαββάτῳ, καὶ περιτομὴν διδόασιν ἐν Σαβ‐ βάτῳ. Ὅπου δὲ περιτομὴ, ἐκεῖ καὶ σίδηρος, καὶ σπόγγοι, καὶ τὰ ἀκόλουθα. Ὅπου ἀρτοποιίαι, ἐκεῖ καὶ κλίβανοι, ἐκεῖ καὶ φρυγάνων συγκομιδὴ, καὶ ὅλως
20ἔργον αὐτοῖς, τὸ τῆς ἀρτοποιίας. Τῷ μὲν οὖν λαῷ τῶν Ἰουδαίων ἀπηγορεύετο μὴ ἐργάζεσθαι ἐν Σαββάτῳ· τοῖς δὲ ἱερεῦσιν οὐκ ἦν ἀπηγορευμένον. Διὰ τοῦτο καὶ ἡμῖν καὶ πᾶσιν ἀφίεται τὸ ἐν Σαββάτῳ ἐργάζεσθαι· καὶ γὰρ καὶ ἡμεῖς πάντες βασίλειον ἱεράτευμα. Πά‐
25λαι μὲν οὖν τοῖς ἱερεῦσιν ἠφίετο· ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον. Τοῦ νόμου γράψαντος· Ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου τοὺς δώδεκα ἄρτους τίθεσθαι ἐν τραπέζῃ· ἄρτων γὰρ ἀφιερωμένων ἐκείνων, ἐκ τῆς τραπέζης ᾔτει
30ὁ Δαβὶδ τὴν τροφήν. Ὁ δὲ Ἀβιμέλεχ ἔλεγε· «Εἰ δια‐ πεφυλαγμένα τὰ παιδάρια, πλὴν ἀπὸ γυναικός.» Ὧδέ μοι λοιπὸν, ἐν παρεκβάσει τοῦ λόγου, ἀσφαλίζου τὸ εἰρημένον, ὁ πιστὸς, καὶ νόει μοι τὸ λεγόμενον· καὶ τὴν ἁγνείαν ἀναλάμβανε σαρκός. Εἰ γὰρ ὁ Ἀβιμέλεχ
35τότε ταῦτα παρήγγειλε, πῶς οὐχὶ καὶ παραφυλακτέον; Καὶ οὕτως ἔλαβεν ὁ Δαβὶδ, καὶ ἤσθιε τοὺς ἄρτους, καὶ ἐν Σαββάτῳ ἴσως ἔλαβεν.
39Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι κατεμέμφοντο τῷ Σω‐
40τῆρι, διὰ τὸ ἐν Σαββάτῳ τοὺς μαθητὰς τίλλειν στά‐ χυας καὶ ἐσθίειν· διὰ τοῦτο εὐκαιρότατα ἐμνημόνευσε τῆς ἱστορίας τῆς ἐν Σαββάτῳ γενομένης· ἵνα δείξῃ αὐτοῖς, ὅτι, εἰ πρὸς σωτήριον τροφὴν ἠφίετο τῷ Δαβὶδ καὶ τοῖς μετ’ αὐτοῦ ἐφάψασθαι ἄρτων ἐκ τῆς
45τραπέζης, οὐκ ἦν ἀπηγορευμένον καὶ τὸ στάχυας λαμβάνοντας, καὶ ψώχοντας ἐσθίειν τοὺς μαθητάς. «Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε Δαβὶδ, ὅτε ἐπείνα‐ σεν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν;»

28

.

161

(50)

Ἔχεις ἑξῆς συνεζευγμένην καὶ τὴν ἱστορίαν περὶ τῆς ξηρᾶς χειρός· ὅπως ὁ Σωτὴρ ἡμῶν εἰς τὴν συναγωγὴν εἰσελθὼν (δεῖ γὰρ ἡμᾶς παραδραμεῖν τὴν ἱστορίαν διὰ τὸ μῆκος τῶν λόγων, ἵνα μὴ προσκορὴς γένηται ἡ ἀκρόασις·) καὶ ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ
55γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατη‐162

28

.

164

γορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν· «Ἀνάστηθι εἰς τὸ μέσον.» Ἡ ἀνάστασις τὸ ἀναστῆναι ἐκέλευσεν· «Ἀνάστηθι, καὶ στῆθι εἰς τὸ μέσον.» Οὐ κομπώδη τὴν ἰατρείαν ἐργαζόμενος· οἶδε γὰρ εὐκαίρως
5λέγειν, «Ὅρα, μηδενὶ εἴπῃς·» ἀλλ’ ὅτε μὲν ἔστιν εὔκαι‐ ρον, κρύβει τὸ θαυματούργημα· ὅτε δὲ δεῖ ἐν Σαββάτῳ θαυματουργῆσαι, τότε φανερώτατα ἐργάζεται. Ζήτη‐ σον τὰ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένα, καὶ εὑρήσεις τὸ ἀληθὲς τῶν λόγων. Ἐτήρουν ἐν Σαββάτῳ τὰ τῶν
10θαυματουργημάτων ἐπιδοξότερα· πῶς καὶ τίνα τρό‐ πον; «Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.» Τοῦτο τὸ θαῦμα οὐκ ἐποίησεν ἐν ἑτέρᾳ ἡμέρᾳ, ἀλλ’ ἐν Σαββάτῳ. Πη‐ λὸν γὰρ ποιήσας διὰ τοῦ πτῦσαι χαμαὶ, ἐπιχρίσας
15τοὺς ὀφθαλμοὺς, ἔπεμψεν εἰς τὸν Σιλωάμ· καὶ ἦλθεν ὁ τυφλὸς βλέπων. Οἱ δὲ τὸν τυφλὸν ἰδόντες βλέποντα οὐκ ἀνέβλεψαν. Κἀκείνου μὲν ἠνεῴχθησαν αἱ αἰσθη‐ ταὶ τῶν ὀμμάτων κόραι, Ἰουδαίων δὲ οὐκ ἠνοίχθησαν οἱ ὀφθαλμοί· ἀλλ’ ἔχοντες τοὺς ὀφθαλμοὺς ἠνεῳγμέ‐
20νους, οὐκ ἔβλεπον, καὶ κατέκριναν τὸν Κύριον λέγον‐ τες, ὅτι «Οὐκ ἔστιν οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.» Ὢ πολλῆς ἀνοίας! Ποῖον γὰρ ἔργον γέγονε; Πτύσμα ἀπὸ χειλέων, ἀπὸ δακτύ‐ λων μόνον ὁ πηλὸς, περίχρισμα λιτὸν, οὐκ ἐργαλείοις
25ἰατρικοῖς, ἀλλὰ χειρὶ θεοποιήτῳ εἰργασμένον. Τί μέμ‐ φῃ τὸ πραχθέν; Ἔχεις ἐν Σαββάτῳ θαυματούργη‐ μα. Ἀπῆλθεν ὁ τυφλὸς, καὶ ἀπῆλθεν ὁ τυφλὸς βλέ‐ πων. Καὶ ἐν Σαββάτῳ ἐποίει, ἵνα ἀξιόπιστος γένηται, ἐν Σαββάτῳ διδάσκων.
30 Ἔχω καὶ ἄλλο θαυματούργημα. Ἐν Ἱεροσολύ‐ μοις προβατική τις ἦν κολυμβήθρα, καὶ νῦν ἐστιν· πέντε στοὰς εἶχε· νῦν γὰρ περιῃρέθη τὰ πέριξ οἰκο‐ δομήματα. Παραλυτικὸς δὲ ἔκειτο ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσιν ἀσθενῶν. Πολὺς γὰρ ὁ χρόνος γίνεται
35τῆς νόσου, ἵνα, κἂν οὕτως βλέποντες, δυσωπηθῶσιν οἱ Ἰουδαῖοι. Εἰ γὰρ ὀλιγοχρόνιος ἦν ἡ νόσος, ἐλάνθανε τὸ θαῦμα· νυνὶ δὲ πολλὰ ἔτη ἐμαρτύρησε τῇ νόσῳ, ἵνα, κἂν οὕτω βλέποντες, ἀναβλέψωσιν. Ὁ δὲ Σωτὴρ παραγε‐ νόμενος, καὶ παράγων, λέγει ἐκείνῳ· «Θέλεις ὑγιὴς
40γενέσθαι;» καὶ τὰ ἀκόλουθα. Καὶ ἐξεγερθεὶς κἀκεῖνος, αἴρει τὸν κράββατον, καὶ περιπατεῖ. Σάββατον δὲ ἦν. Οἱ δὲ Ἰουδαῖοι οὐκ ἔβλεπον τὸ θαυματούργημα τὸ ἐν Σαββάτῳ γενόμενον, ἀλλὰ τὸν κράββατον βαστα‐ ζόμενον, δέον αὐτοῖς λογίσασθαι· Ἰατροὶ τοιοῦτοι παρ‐
45εγένοντο, οὐδεὶς ἐθεράπευσε· πένης ἔκειτο ὁ ἄθλιος, μηδὲ τὸν ῥίπτοντα εἰς τὴν κολυμβήθραν ἔχων. Τοιοῦ‐ τος ὁ θαυματοποιὸς καὶ καινότερα ἐργαζόμενος, ὁ τοσαύτην δύναμιν τῷ παραλυτικῷ δοὺς, ὡς μὴ μό‐ νον ἀναστῆναι, ἀλλὰ καὶ βαστάσαι τὸν κράββατον.

28

.

164

(50)

Τυφλὸν ἡ πονηρία. Καὶ κρίνουσι τὸν σωθέντα, καὶ λέγουσιν αὐτῷ· «Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν Σαββάτῳ.» Ἀπεκρίνατο ἐκεῖνος· «Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν.» Θεοῦ τὸ ἔργον τὸ προστα‐ χθέν. Ἀσύνηθές ἐστι καὶ τὸ παραλυτικὸν διὰ τριάκοντα
55καὶ ὀκτὼ ἐτῶν θεραπευθῆναι. Ἐκ τοῦ αὐτοῦ στόματος ἤκουσα τοῦ· Βαστάσαι τὸν κράββατον. Εἰ τὸ σῶμα
ἐπήκουσε καὶ ὑγιὲς ἐγένετο, ἐγὼ ἀγνώμων ἔσομαι,164

28

.

165

τῷ μὴ βαστάσαι τὸν κράββατον; Πάλιν οἱ Ἰουδαῖοι οὐκ ἐζήτουν αὐτὸν, ἵνα μάθωσι πῶς ἐθεράπευσε, καὶ προσκυνήσωσι τὸν δόντα τοιαῦτα, ἀλλ’ ἵνα αὐτῷ ἐπι‐ βουλεύσωσι. Γέγονε κἀκεῖνο τρίτον τὸ νῦν ἀναγνω‐
5σθέν. Εἰσῆλθεν εἰς τὴν συναγωγὴν, πονηρευομένων συναγωγή. Τί γὰρ πονηρότερον εὐεργετουμένων καὶ ἐπιβουλευόντων; Ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἄν‐ θρωπος ἦν χεῖρα ἔχων ξηράν. Ξηρὸς ἦν τις τὴν χεῖ‐
10ρα, καὶ οἱ παρόντες ξηροὶ τὴν διάνοιαν, καὶ οὐκ ἔβλε‐ πον τὸν τότε παρόντα· οὐδὲ ὑπώπτευον τὸ θαυ‐ ματούργημα τοῦ ἐργαζομένου. Ὁ δὲ Σωτὴρ, πρὶν ποιῆ‐ σαι τὸ ἔργον, διὰ λόγων ἐγεώργει τὴν διάνοιαν. Εἰδὼς γὰρ τὸ πονηρὸν τῆς διανοίας, καὶ τὸ βάθος τὸ πικρὸν,
15πρῶτον αὐτοῖς προπαρηγόρει τοῖς λόγοις, καὶ τὸ ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς· «Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀπολέσαι; «Εἰ γὰρ εἶπεν αὐτοῖς, ἔξεστιν ἐργάσασθαι; εὐθέως ἂν ἔλεγον, Παρὰ τὸν νό‐
20μον λέγεις. Νυνὶ δὲ εἶπεν αὐτοῖς, ὃ καὶ ὁ νόμος ἐβού‐ λετο· ὁ γὰρ περὶ τοῦ Σαββάτου νομοθετήσας προσ‐ ετίθει, ὅτι Πλὴν τούτου, ὃ ἐπὶ ψυχὴν ποιηθήσεται. Αὐ‐ τίκα ἐὰν Σαββάτῳ πέσῃ ἄνθρωπος εἰς βάθη, ἔξεστιν Ἰουδαίοις ἀνασπάσαι· οὐ μόνον ἄνθρωπον, ἀλλὰ καὶ
25βοῦν καὶ ὄνον. Οὕτω τὰ ἐπὶ σωτηρίᾳ συνεχώρει ὁ νό‐ μος γίνεσθαι, καὶ ἐτρέφοντο Ἰουδαῖοι ἐν Σαββάτῳ. Ἠρώτησέ τις νῦν αὐτοὺς οὐ τὸ ἀντιλεγόμενον, ἀλλὰ τὸ ὁμολογούμενον· Ἔξεστιν ἀγαθοποιῆσαι; Ἀλλ’ οὐδὲ λέγουσι, Ναί· οὐ γὰρ ἦσαν ἀγαθῆς προαιρέσεως. «Ὁ
30γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προ‐ φέρει τὸ ἀγαθόν.» Πονηροὶ δὲ ὄντες Ἰουδαῖοι, περὶ ἀγαθῶν οὐ συντίθενται, καὶ οὔτε ἀγαθοποιῆσαι ὡμο‐ λόγουν, οὔτε κακοποιῆσαι εἰπεῖν ἠδύναντο· ἀναίσχυν‐ τον γὰρ ἦν τὸ ῥῆμα· ἀλλὰ σιωπῶσιν. Ὅτε δὲ διὰ
35φλυαρίαν, πολλὰ φλυαροῦσιν· ὅτε διὰ κατηγορίαν, μεγάλα κραυγάζουσιν· «Αἶρε, αἶρε, σταύρωσον.» Οὗτος ὁ ἄνθρωπος τάδε καὶ τάδε ἐποίησεν. Ὅτι δεῖ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι, ἢ ἀπολέσαι, οἱ μὲν σιωπῶσιν· ὁ δὲ, συλλυπούμενος
40τῇ καρδίᾳ ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, εἶπε τῷ ἀνθρώπῳ· Οἱ βλέποντες βλεπέτωσαν, οἱ ἀνήκοοι, ὡς βούλονται πράττειν, πραττέτωσαν· οἱ σκληροκάρ‐ διοι ἀπολιθούσθωσαν· ἁπαλυνέσθω δέ σου ἡ δεξιά. Ἔγειραι, μηκέτι προσαίτει. Τὸ γὰρ, ἔγειραι, τὸ καθ‐
45έζεσθαι ἐδήλου. Ὁ δὲ ξηρὰν ἔχων τὴν χεῖρα τί ἐκαθ‐ έζετο, ἢ πάντως εἰς τὸ προσαιτεῖν; Οὐ δίδωμί σοι ἀργύριον, ἵνα μὴ ἀναλώσῃς· ὑγείαν σοι δίδωμι, μη‐ δέποτε δαπανωμένην. Μηδὲ διὰ τὸ ξηρὰν ἔχειν τὴν χεῖρα προσαίτει, ἀλλ’ ἀπολαβὼν αὐτὴν ὑγιῆ, λοιπὸν

28

.

165

(50)

καὶ σώαν ἐργασάμενος, ἔκτεινον τὴν χεῖρά σου πτω‐ χῷ. Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον· γενοῦ θέατρον τοῖς βλέπουσιν. Ἐν σοὶ ὁ ἀγὼν λοιπὸν ἀγωνίζεται ὁ περὶ Σαββάτου. Στῆθι εἰς τὸ μέσον, ἵνα καὶ οἱ χω‐ λεύοντες τὰς ἰγνύας στῶσιν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν
55ἄρα ἴδωσι. Στῆθι εἰς τὸ μέσον, καὶ λαλήσας πρὸς τοὺς166

28

.

168

Ἰουδαίους τὰ εἰρημένα, ὅτι ἔξεστι τόδε ποιῆσαι ἢ οὔ; Τότε λέγει πρὸς αὐτόν· Ἔκτεινον τὴν χεῖρά σου· οὐκ ἐγὼ ἅπτομαι, ἵνα μὴ Ἰουδαῖοι κατηγορήσωσιν· ἵνα μὴ τὸ ἅψασθαι ἔργον εἶναι νομίσωσι, λόγῳ λαλῶ.
5Οὐκ εἶπεν ὁ Θεὸς, Μὴ λάλει ἐν Σαββάτῳ. Ἐὰν δὲ ὁ λό‐ γος ἔργον γένηται, θαυμαζέσθω ὁ λαλήσας. Ἔκτεινον τὴν χεῖρά σου. Βλέπε μοι διαφορὰν πράγματος· ὁ Πέτρος ἐν Ὡραίᾳ πύλῃ παραλυτικὸν σώζων, πιάσας δεξιᾶς χειρὸς ἤγειρεν. Ὁ δοῦλος κρατῶν ἐκτείνει·
10ὁ δεσπότης κελεύων ἐκτείνει. Ἔκτεινον τὴν χεῖρά σου· σοὶ δίδωμι τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν τῆς θερα‐ πείας. Διὰ τῶν λόγων κελεύσας ἐντίθημι· Ἔκτεινον τὴν χεῖρά σου. Ὁ μὲν εἶπεν, ὁ δὲ ἐποίησε. Καὶ ἡ μὲν ξηρὰ χεὶρ ἀποκατεστάθη· τὸ δὲ ξηρὸν τῆς διανοίας
15τῶν Ἰουδαίων οὐκ ἐθεραπεύθη· ἀλλ’ ἐξελθόντες, κατὰ τὸ ἀρτίως ἀνάγνωσμα, διελογίζοντο, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ. Διαλογίζῃ, τί ποιήσεις; προσκύνησον ὡς Θεὸν, προσκύνησον τὸν θαυματοποιὸν, προσκύνησον ἄνθρωπον τὰ ὑπὲρ ἄνθρωπον ἐργασάμενον. Οὐκ ἐμ‐
20πλάστρους προσέθηκεν, οὐκ ἐμβροχαῖς τισιν ἡπάλυνεν, οὐ μυρία φάρμακα ἰατρικὰ προσήνεγκεν. Εἰς τὸ μέ‐ σον ἦν ὁ ἑστὼς, πάντες ἔβλεπον τὸ γενόμενον· μὴ γὰρ κρύφιον ἦν τὸ ἐργαζόμενον· ἵνα μή τις εἴπῃ· Βοτά‐ νην προσήνεγκεν, ἔμπλαστρον προσέθηκεν. Ἔγειραι,
25στῆθι εἰς τὸ μέσον, ἵνα πάντως μὴ κατηγορήσωσι τῆς ἀληθείας· ἵνα ἀσυκοφάντητον γένηται τὸ πρᾶγμα.
28 Ἐξελθόντες δὲ ἐκεῖνοι διελογίζοντο, τί ποιή‐ σωσι τῷ Ἰησοῦ· ὡς καὶ ἐνταῦθα κατὰ τήνδε τὴν ὥραν,
30ἕστηκέ τις ξηρὰν ἔχων τὴν χεῖρα, ὁ μὴ ἐκτείνων πτω‐ χῷ ἐλεημοσύνην. Οὗτος κἀν ὑγιαίνῃ τὸ σῶμα, ξηρός ἐστι τὴν διάνοιαν. Ἄκουσον καὶ σὺ κατὰ τήνδε τὴν ὥραν τῶν σωτηρίων λόγων λεγόντων· Ἔκτεινον τὴν χεῖρά σου· καὶ ἀπὸ τοῦ σήμερον ἄρξαι ποιεῖν ἐλεημο‐
35σύνην πτωχῷ. Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν. Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας, κα‐ ταφρονοῦσι δὲ τῆς θείας ἐργασίας τῶν προσευχῶν. Καὶ πρὸς τοῦτον λεγέτω ὁ Σωτήρ· Ἔκτεινον τὴν χεῖ‐
40ρά σου, καθὼς λέγει ὁ Ἀπόστολος· «Βούλομαι προσ‐ εύχεσθαι τοὺς ἄνδρας, ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας.» Αὐτάρκως δὲ τῶν λόγων ἡμῶν προχω‐ ρησάντων, ἀναστάντες καὶ ἡμεῖς ἐκτείνωμεν τὰς χεῖ‐ ρας, καὶ μὴ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτί·
45«Ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια, καὶ εὐλογεῖτε τὸν Κύριον.» Καὶ διαπετάσωμεν χεῖρας ὁσίους, νιψάμενοι ἐν ἀθώοις· ἵνα, τὸν τῶν ὅλων Θεὸν ἐπικαλούμενοι, τῆς παρ’ αὐτοῦ βοηθείας ἀπολαύσω‐ μεν, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ

28

.

168

(50)

τῷ Θεῷ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.168