TLG 2035 068 :: ATHANASIUS :: De sabbatis et circumcisione [Sp.] ATHANASIUS Theol. De sabbatis et circumcisione [Sp.] Citation: Volume — page — (line) | ||
28.133(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
3t | ΠΕΡΙ ΣΑΒΒΑΤΩΝ ΚΑΙ ΠΕΡΙΤΟΜΗΣ, ΕΚ ΤΗΣ ΕΞΟΔΟΥ. | |
6 | «Καὶ φυλάξουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰ Σάββατα, ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν. Διαθήκη αἰώνιος ἐν ἐμοὶ καὶ τοῖς υἱοῖς Ἰσραὴλ, σημεῖόν ἐστιν ἐν ἐμοὶ αἰώνιον, ὅτι ἓξ ἡμέραις ἐποίησε Κύριος τὸν οὐρα‐ | |
10 | νὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ κατέ‐ παυσε.» Σημεῖόν ἐστι τοῦ εἰδέναι τὴν τῆς κτίσεως ἡμέραν, καὶ τὸ ταύτης τέλος. Ἀκόλουθον ἦν ἕως τὰ τῆς κτίσεως ἐνεργεῖτο, ἐπὶ τῆς Ἱερουσαλὴμ ἕως τότε φυλάττειν τὰ Σάββατα. Ἐλθούσης δὲ τῆς ἑτέρας γε‐ | |
15 | νεᾶς καὶ τοῦ κτιζομένου λαοῦ, κατὰ τὸ λεγόμενον· «Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτι‐ ζόμενος αἰνέσει τὸν Κύριον·» ἀνάγκη μηκέτι τὸν λαὸν τοῦτον τηρεῖν τὸ τῆς προτέρας κτίσεως τέλος, ἀλλὰ τὴν ἀρχὴν τῆς δευτέρας κτίσεως ζητεῖν. Τίς δέ | |
20 | ἐστιν, ἢ καθ’ ἣν ἀνέστη ὁ Κύριος; Ἔκτοτε γὰρ ἀρ‐ χὴν ἔσχεν ἡ καινὴ κτίσις, περὶ ἧς εἶπεν ὁ Παῦ‐ λος· «Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις.» Τὴν μὲν οὖν προτέραν κτίσιν ποιῶν ὁ Θεὸς κατέπαυσε· διὰ τοῦτο καὶ τὸ Σάββατον ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ | |
25 | ἐτήρουν οἱ τῆς γενεᾶς ἐκείνης· ἡ δὲ δευτέρα κτίσις τέλος οὐκ ἔχει· διὰ τοῦτο οὐδὲ κατέπαυσεν, ἀλλ’ ἕως ἄρτι ἐργάζεται. Ὅθεν οὐδὲ σαββατίζομεν ἡμέραν ὡς ἐπὶ τῇ πρώτῃ, ἀλλὰ τὰ μέλλοντα ἐλπίζο‐ μεν Σάββατα σαββάτων, ἃ οὐ τέλος λαμβάνει ἡ καινὴ | |
30 | κτίσις, ἀλλὰ φανεροῦται καὶ διόλου ἑορτάζει. Διὰ γὰρ τοῦτο ἐδόθη τὸ Σάββατον τῷ προτέρῳ λαῷ, ἵνα γινώ‐ σκῃ καὶ τὸ τέλος καὶ τὴν ἀρχὴν τῆς κτίσεως. Τῇ δὲ καινῇ κτίσει οὐκ ἐνετείλατο φυλάττειν Σάββατον· ἵνα τὴν μὲν ἀρχὴν ἐν τῇ Κυριακῇ γινώσκῃ, ἀτελεύ‐ | |
35 | τητον δὲ ἐπίσταται τὴν ταύτης χάριν. | |
38 | Διὰ τοῦτο δὲ καὶ τὴν ἀρχὴν, τουτέστι τὴν Κυ‐ ριακὴν ἐδήλωσεν, ἵνα τὸ τέλος τῆς παρελθούσης γι‐ | |
40 | νώσκῃς. Ὁ γοῦν Ἀπόστολος περὶ τῆς προτέρας γρά‐ φων φησίν· «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ·» καὶ πάλιν· «Ἐπὶ συντελείᾳ τῶν αἰώνων.» Οὐκοῦν ἡ μὲν πρώτη | |
πεπλήρωται καὶ τετελείωται, οὐκ ἄλλοτε ἢ ὡς οἱ | 133 | |
28.136 | προφῆται ἔλεγον· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκ‐ χεῶ ἀπὸ τοῦ Πνεύματός μου.» Τέλος δὲ ἐχουσῶν τῶν πρώτων ἡμερῶν, ἄλλαι γίνονται, ὡς ὁ Ἱερεμίας φησίν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος.» | |
5 | Τέλος δὲ ἐχούσης τῆς πρώτης, ἀκολούθως ἑτέρας ἀρχὴ γέγονε· διὰ τοῦτο μετὰ τὸ Σάββατον ἀνέστη ὁ Κύ‐ ριος· οὐ γὰρ προηγουμένως εἵνεκεν τοῦ ἀργεῖν τοὺς ἀνθρώπους ἐδίδου τὸ Σάββατον ὁ Θεὸς ὁ λέγων· «Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,» καὶ ὁ προσ‐ | |
10 | τάττων ἐν τοῖς Ἀριθμοῖς· «Καὶ τῇ ἡμέρᾳ τῶν Σαββά‐ των προσάξετε δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ δύο δέκατα σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν καὶ σπονδὴν, καὶ ὁλοκαύτωμα Σαββάτων ἐν τοῖς Σαββάτοις ἐπὶ τῆς ὁλοκαυτώσεως τῆς διὰ παντός.» | |
15 | Καὶ πάλιν πρὸ ὀλίγων λέγει ἐν τοῖς ἀνωτέρω· «Καὶ ἐπιθήσετε ἐπὶ τὸ θῦμα λίβανον καθαρὸν καὶ ἅλας, καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν, προκεί‐ μενα τῷ Κυρίῳ. Τῇ ἡμέρᾳ τῶν Σαββάτων προτεθή‐ σεται ἔναντι Κυρίου διαπαντὸς ἐνώπιον τῶν | |
20 | υἱῶν Ἰσραὴλ, διαθήκην αἰώνιον.» Εἰ γὰρ ἔμελλεν αὐτῷ περὶ ἀργίας, οὐκ ἂν προτιθέναι, καὶ προσάγειν, καὶ σφάζειν, ἐκέλευε τοὺς Λευΐτας. Εἰ γὰρ ἡ ἀργία ἁγιάζει, δηλονότι ἡ ἐργασία μολύνει· ἀλλ’ οἱ Λευῖται ἐργαζόμενοι οὐ μολύνονται· οὐκ ἄρα ἡ ἀργία κα‐ | |
25 | θαρίζει. Ἢ διὰ τί μόνοι οἱ Λευῗται τοῦ ἁγιασμοῦ στε‐ ρίσκονται, προσάγοντες, καὶ σφάζοντες, καὶ προτι‐ θέντες ἐν τῷ Σαββάτῳ; Τοσούτῳ γὰρ ἀπέχονται τοῦ πλημμελεῖν, ὅσῳ καὶ ἱλάσκονται, ὑπὲρ τῶν προσ‐ φερόντων. | |
30 | Οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ Σάββατον, ἀλλὰ γνῶσιν μὲν τοῦ Ποιητοῦ, παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης, ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ διαμαρ‐ τύρεται λέγων ὁ Θεός· «Καὶ τὰ Σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ | |
35 | μέσον αὐτῶν τοῦ γνῶναι αὐτοὺς, ὅτι ἐγὼ Κύριος ὁ ἁγιάζων αὐτούς.» Γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνε‐ κεν ἐδόθη τὸ Σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας. Διὰ τοῦτο ὁ Κύριος ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τῷ τίλλειν | |
40 | στάχυας· «Εἰ ἐγνώκειτε τί ἐστιν, Ἔλεον θέλω καὶ οὐ θυσίαν.» Ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ Σαββάτῳ ᾐτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ Σαββάτου οὐκ ἔχετε, ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις. Διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον | |
45 | τοῦ Σαββάτου λαβόντες ἑπτὰ ἡμέραις, ἐν αἷς | 135 |
28.137 | ἐπτὰ καὶ τὸ Σάββατον ἐμπίπτει. Εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ Σάββατον, διὰ τί ἐργάζεσθαι προσ‐ τάττονται σαλπίζοντες; Ἀλλ’ ἠπίστατο, ὅτι σαλπί‐ ζοντες ἐσαββάτιζον, οὐκ ἀργοῦντες, ἀλλὰ γινώσκον‐ | |
5 | τες τὸν βοηθοῦντα αὐτοῖς Κύριον· ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου· ἀνάγκην γὰρ ἔχει καὶ τῷ Σαββάτῳ περιτέμνειν, καὶ ὅμως σαββα‐ τίζει, ἐργαζόμενος μὲν, γινώσκων δὲ τὸν Θεόν. Ἀμέ‐ λει καὶ τὰς μὴ ἡμέρας τῶν Σαββάτων, ὅμως διὰ | |
10 | τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, Σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον δὲ ὁ Κύριος τοῦ νόμου, ὡς ἐν τῷ Λευϊτικῷ· καὶ ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· «Καὶ τῇ δε‐ κάτῃ τοῦ μηνὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ | |
15 | κλητὴ ἁγία ἔσται ὑμῖν· καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαυτώματα τῷ Κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ·» καὶ μετ’ ὀλίγα· «Καὶ ἔσται πᾶσα ψυχὴ, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ, ἀπολεῖται ἡ ψυχὴ | |
20 | ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον οὐ ποιήσετε, νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. Σάββατα σαβ‐ βάτων ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνὸς, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας, καὶ σαββατιεῖτε τὰ Σάββατα ὑμῶν.» | |
25 | Οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ Σάββατον, ἀλλ’ ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ὅτε τις ἀπ’ αὐτῶν κατα‐ παύει. Οὐδὲ ἡ ἀργία ἐστὶ τὸ Σάββατον, ἀλλ’ ἡ ἐξ‐ ομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν. Οὐ γὰρ ὡρισμένως, τῷ Σαββάτῳ, εἴρηκεν, ἀλλ’ ἁπλῶς τῇ | |
30 | δεκάτῃ, ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν Σαββάτῳ. Καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν Σάβ‐ βατον οὐχ ἀπλῶς, ἀλλὰ Σάββατα σαββάτων ὀνομά‐ ζει. Εἰ δὲ ταύτην Σάββατον ὀνομάζει, ἐν δὲ Σαββάτῳ ἐργάζεσθαι κελεύει· οὐκ ἄρα ἀργίας προηγουμένως | |
35 | ἐστὶ νόμος τὸ Σάββατον, ἀλλὰ γνώσεως καὶ ἐξ‐ ιλασμοῦ, καὶ ἀργίας ἀπὸ κακίας πάσης. Οὐ διὰ τὴν ἀργίαν οὖν τὸ Σάββατον δέδωκεν, ἀλλὰ πρὸς τὸ γι‐ νώσκειν αὐτοὺς τὴν κατάπαυσιν τῆς κτίσεως. Ἐν‐ ετείλατο γὰρ ὁ Θεὸς λέγων· «Ἵνα γινώσκητε, ὅτι ἐν | |
40 | ταύτῃ τῇ ἡμέρᾳ κατέπαυσε Κύριος ὁ Θεὸς ὑμῶν ἀπὸ τῶν ἔργων, ὧν ἤρξατο ποιῆσαι.» Ἤθελε δὲ αὐ‐ τοὺς γινώσκοντας τὸ τέλος ταύτης ἀρχὴν ζητεῖν ἑτέ‐ ρας. Τέλος μὲν οὖν τῆς προτέρας κτίσεως ἦν τὸ Σάββατον, ἀρχὴ δὲ τῆς δευτέρας, ἡ Κυριακὴ, ἐν | |
45 | ᾗ τὴν παλαιὰν ἀνενεώσατο καὶ ἀνεκαίνισεν. Ὥσπερ οὖν ἐνετείλατο φυλάττειν πρότερον τοῦ Σαββάτου τὴν | |
ἡμέραν, μνήμην οὖσαν τοῦ τέλους τῶν προτέρων, | 137 | |
28.140 | οὕτως τὴν Κυριακὴν τιμῶμεν, μνήμην οὖσαν ἀρχῆς δευτέρας ἀνακτίσεως. Οὐ γὰρ ἄλλην ἐπέκτισεν, ἀλλὰ τὴν παλαιὰν ἀνεκαίνισε, καὶ ἣν ἤρξατο ποιεῖν ἐτε‐ λείωσε. Διὰ τοῦτο ἐν μὲν τῇ ἕκτῃ τὰ γενόμενα συν‐ | |
5 | ετελέσθη, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάν‐ των· ἐν δὲ τῷ Εὐαγγελίῳ ἐλθὼν ὁ Λόγος φησίν· «Ἦλθον τελειῶσαι τὸ ἔργον.» Ὁ γὰρ ἀπὸ πάντων καταπαύων, σημαίνει τινὰ δεῖσθαι τέλους, ἅπερ ἐλθὼν ἐπετελείωσε. Φησὶ γὰρ ἐν τῷ κατὰ Ἰωάννην· | |
10 | «Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ, ἵνα τελειώσω αὐτά· αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ.» Ἀτελὲς μὲν γὰρ ἦν τὸ ἔργον, εἰ, ἁμαρτήσαν‐ τος τοῦ Ἀδὰμ, ἀπέθνησκεν ὁ ἄνθρωπος· τέλειον δὲ γέγονε, ζωοποιηθέντος αὐτοῦ. Διὰ τοῦτο, τὴν ἐν ἓξ | |
15 | ἡμέραις κτίσιν ἀνακαινίσας, ἡμέραν τίθησι τῇ ἀνα‐ καινίσει, ἣν διὰ τοῦ ψαλμοῦ προαναφωνεῖ λέγον τὸ Πνεῦμα· «Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος.» Ἀνθ’ ἡλίου γὰρ Θεὸς ἀνατέλλει, καταυγάζων τῇ ἑκάστου ψυχῇ· διὰ τοῦτο καὶ ἐν αὐτῷ τῷ σωτη‐ | |
20 | ρίῳ πάθει οὐκ ἔφανεν ἥλιος, σημαίνων τέλος μὲν τῆς προτέρας κτίσεως, ἀρχὴν δὲ ἑτέρας, τὴν ἐκ τοῦ Σωτῆρος ἀνατέλλουσαν· ἣν ἑωρακὼς ὁ προφήτης φη‐ σίν· «Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ·» καὶ πάλιν· «Ὑμῖν δὲ τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖ | |
25 | ἥλιος δικαιοσύνης.» Οὐ γὰρ πάντων ἡμέρα αὕτη, ἀλλὰ τῶν ἀποθανόντων τῇ ἁμαρτίᾳ, ζώντων δὲ τῷ Κυρίῳ. Διὰ τοῦτο γὰρ καὶ τῇ ὀγδόῃ ἡμέρᾳ περιτέ‐ μνεσθαι ἐκέλευσεν ὁ νόμος· καὶ ἀπαράβατος ἦν ἡ ἐντολὴ, σημαίνουσα τὴν μετὰ τὴν ἑβδόμην ἀναγέννη‐ | |
30 | σιν πάντων. Ἡ γὰρ περιτομὴ οὐδὲν ἄλλο ἐδήλου ἢ τὴν τῆς γενέσεως ἀπέκδυσιν· τὸν γὰρ τῇ ἕκτῃ ἀπο‐ θανόντα ἀπεκδιδυσκόμεθα, καὶ ἀνακαινούμεθα τῇ Κυριακῇ, ὅτε ὁ παλαιὸς, ἀπεκδυθεὶς, ἀνεγεννήθη τῇ ἀναστάσει. Τοῦτο γὰρ καὶ ὁ Παῦλός φησιν ἐν | |
35 | τῇ πρὸς Κολοσσαεῖς· «Ἐν ᾧ καὶ περιετμήθητε πε‐ ριτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέν‐ τες αὐτῷ ἐν τῷ βαπτίσματι εἰς τὸν ᾅδην, ἐν ᾧ καὶ συνηγέρθητε.» Τῆς γὰρ διὰ τοῦ βαπτίσματος ἀπεκ‐ | |
40 | δύσεως τύπος ἦν ἡ περιτομή· ἣν ἐν ἐκείνοις τοῖς μέλεσιν ἐνετείλατο γίνεσθαι, δι’ ὧν καὶ γεννᾶται τὸ σῶμα, ἵν’ εἰδοῖεν οἱ περιτεμνόμενοι, ὅτι ἀπεκδύ‐ σεως παλαιότητός ἐστι σημεῖον. Πιστεύσας γὰρ Ἀβραὰμ ἔλαβε τὴν περιτομὴν, σημεῖον οὖσαν τῆς | |
45 | διὰ τοῦ βαπτίσματος ἀναγεννήσεως. Διὰ τοῦτο ἐλθόν‐ τος τοῦ σημαινομένου, πέπαυται τὸ σημεῖον. Ἡ μὲν | |
γὰρ περιτομὴ σημεῖον ἦν, τὸ δέ γε λουτρὸν τῆς | 139 | |
28.141 | παλιγγενεσίας τὸ σημαινόμενον. Ὅλου γὰρ τοῦ πα‐ λαιοῦ ἀπεκδιδυσκομένου, περιττὴ ἡ διὰ τοῦ μέρους σημασία. Καὶ ὥσπερ ἡ Κυριακὴ ἀρχὴ τῆς κτίσεώς ἐστι, καὶ παύει τὸ Σάββατον· οὕτως ἡ αὐτὴ ἀναγεν‐ | |
5 | νήσασα τὸν ἄνθρωπον ἔπαυσε τὴν περιτομήν. Ἀμ‐ φότερα γὰρ ἐν τῇ ὀγδόῃ κατώρθωται, καὶ ἡ ἀρχὴ τῆς κτίσεως, καὶ ἡ ἀναγέννησις τοῦ ἀνθρώπου. Διὰ τοῦτο ἡ ὀγδόη τὸ Σάββατον ἔλυσε, καὶ οὐ τὸ Σάββα‐ τον τὴν ὀγδόην. Ἐν μὲν γὰρ Σαββάτῳ περιετέμνετο | |
10 | ὁ ἄνθρωπος· ἐν δὲ τῷ Σαββάτῳ οὐκ ἤργει ἡ πε‐ ριτομή. Ἡ γὰρ ὀγδόη, ἀρχὴ οὖσα τῆς ἀνακτίσεως, κατέπαυσε τὴν πρώτην. Ἡγοῦμαι δὲ καὶ διὰ τοῦτο τὴν περιτομὴν δεδό‐ σθαι. Τοῦ γὰρ Ἀδὰμ ἀκούσαντος· «Γῆ εἶ, καὶ εἰς | |
15 | γῆν ἀπελεύσῃ,» ἔθνησκε, καὶ διεφθείρετο τὸ σῶμα· ὅθεν μέρος τι τοῦ σώματος, καὶ τοῦτο τὸ αἴτιον τῆς τοῦ σώματος γενέσεως προσετάχθησαν ἐκτιν‐ νύειν, προδιδασκόμενοι τὴν τοῦ ὅλου ἀπέκδυσιν, ἵν’, ὥσπερ ἀποδιδόντες τὸ κατακριθὲν, διασωθῆναι δυνη‐ | |
20 | θῶσι. Καὶ ὥσπερ αἱ θυσίαι σκιαὶ ἦσαν τῶν μελλόντων, οὕτως καὶ ἡ ἐκ μέρους περιτομὴ τοῦ ὅλου ἦν σκιά. Τοῦτο δὲ καὶ ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ φανερῶς ὁ λόγος σημαίνει· τοῦ γὰρ Ἰησοῦ κατὰ πρόσταξιν τοῦ Θεοῦ περιτέμνοντος τὸν λαὸν ἐν Γαλγάλοις πέραν | |
25 | τοῦ Ἰορδάνου, εἶπε Κύριος τῷ Ἰησοῦ υἱῷ Ναυῆ· «Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. Καὶ ἐκάλεσα, φησὶν, ὄνομα τοῦ τόπου ἐκείνου Γάλγαλα.» Εἰ γὰρ ἡ περιτομὴ ἀφαίρεσίς ἐστι τῆς ἐν Αἰγύπτῳ γενέσεως, δηλονότι | |
30 | ἡ ἀκροβυστία, Αἰγυπτιακῆς σχέσεως καὶ γενέσεως γνώρισμά ἐστι. Τοῦτο δὲ ἀφεῖλεν ὁ Θεὸς, ἵνα μηκέτι ὡς ἐν Αἰγύπτῳ γεννηθέντες ὦσιν, ἀλλὰ τῆς ἐπαγ‐ γελίας, εἰς ἣν εἰσῆξεν αὐτοὺς ὁ Κύριος, τέκνα λογί‐ ζωνται. Τούτων δὲ οὕτως ὄντων, φαίνεται καθόλου | |
35 | ἡ περιτομὴ δοθεῖσα, ἵν’ ἀφαιρεθῇ ὁ ὀνειδισμὸς τῆς γηΐνης γενέσεως ἀπὸ τῶν Ἀβραμιαίων, καὶ μηκέτι ὑπεύθυνοι ὦμεν τῷ· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Ἀφῃρέθη γὰρ ὁ ὀνειδισμὸς τοῦ παρα‐ πτώματος. Τοῦτο δὲ ἐγένετο τότε εἰς τύπον τοῦ διὰ | |
40 | Χριστοῦ βαπτίσματος. Τότε γὰρ ἐκ μέρους ἐγέ‐ νετο, ὡς ἐν σκιᾷ, νῦν δὲ, ὥσπερ εἶπεν ὁ Ἀπό‐ στολος, ὅλην τὴν γηΐνην γένεσιν ἀπεκδιδυσκόμεθα, διὰ τοῦ λουτροῦ ἀναγεννώμενοι, ἵνα μηκέτι κατὰ τὴν πρώτην γένεσιν ἀποθνήσκωμεν, ἀλλὰ κατὰ τὴν πε‐ | |
45 | ριτομὴν τῆς ἀπεκδύσεως τοῦ σώματος, ἣν διὰ τοῦ λουτροῦ ἀπεκδιδυσκόμεθα, ζήσωμεν. Ὥσπερ δὲ εἶπεν ὁ Κύριος τῷ Ἰησοῦ· «Ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰ‐ γύπτου ἐν τῇ σήμερον ἡμέρᾳ ἀφ’ ὑμῶν·» οὕτως πολλῷ πλέον λεχθείη ἂν ἑκάστῳ τῶν νῦν βαπτι‐ | |
28.141(50) | ζομένων· Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀφεῖλον τὸν ὀνειδι‐ σμὸν τῆς γηΐνης γενέσεως, καὶ τὸν ὀνειδισμὸν τῆς | |
τοῦ θανάτου φθορᾶς ἀπὸ σοῦ, ἐν τῇ σήμερον ἡμέρᾳ. | 141 |