TLG 2035 067 :: ATHANASIUS :: Contra Sabellianos [Sp.] ATHANASIUS Theol. Contra Sabellianos [Sp.] Citation: Volume — page — (line) | ||
28.96(39t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
40t | ΑΘΑΝΑΣΙΟΥ | |
---|---|---|
41t | Περὶ τῆς ἀϊδίου ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος σὺν Θεῷ, καὶ πρὸς τοὺς Σαβελλίζοντας. | |
44 | Ἰουδαϊσμὸς ἀντίκειται πρὸς Ἑλληνισμὸν, καὶ | |
45 | οὐδέτερος εὐσεβὴς, ἀλλ’ ἀμφότεροι τῆς ἀληθείας | |
ἐκτός. Ἐπεὶ καὶ Βαβυλώνιοι πεπολεμήκασιν Αἰγυ‐ | ||
28.97 | πτίους, καὶ ἄλλοι πολλοὶ ἀσεβεῖς ἀσεβέσιν ἠναν‐ τιώθησαν. Οὐ τοίνυν ἐξαρκεῖ τὸ πρὸς ἀσέβειαν ἀνθί‐ στασθαι, εἰ μὴ δι’ εὐσέβειαν ἡ πρὸς τὴν ἀσέβειαν ἀντίστασις γίγνηται. Πολλὰ καὶ μεγάλα κατὰ τῶν | |
5 | εἰδωλολατρούντων ἔχουσι λέγειν οἱ Ἰουδαῖοι, καὶ δί‐ καια λέγουσι κατηγοροῦντες αὐτῶν τῇ κτίσει λατρευ‐ όντων παρὰ τὸν κτίσαντα. Ἀλλ’ οὐχ ὅτι δυσσέ‐ βειαν ἐλέγχουσι, διὰ τοῦτο εὐσεβεῖν ὁμολογηθήσον‐ ται, τὸν Υἱὸν τοῦ Θεοῦ, δι’ οὗ τὰ πάντα γέγονεν, | |
10 | ἀρνούμενοι, καὶ τοῖς δι’ αὐτοῦ τὸν Πατέρα σεβομέ‐ νοις ἐγκαλοῦντες πολυθεότητα. Διόπερ ἐξεληλύθαμεν ἐξ Ἑλλήνων, καὶ ἀφωρίσμεθα, πρὸς τὸ μὴ ταῖς ἀκα‐ θάρτοις εἰδωλολατρείαις ἀναμίγνυσθαι· ἐξεληλύθα‐ μεν δὲ καὶ ἐκ τῆς τῶν Ἰουδαίων βλασφημίας, τὸν | |
15 | Υἱὸν ὁμολογήσαντες τοῦ Θεοῦ, καὶ φυγόντες τὴν ὀλέ‐ θριον ἄρνησιν τοῦ Κυρίου ἡμῶν, τοῦ λέγοντος· «Ὃς δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνή‐ σομαι αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ὁμολογοῦμεν δὲ τὸν Υἱὸν ἐκ Πατρὸς, | |
20 | καὶ ἀεὶ μετὰ τοῦ Πατρὸς, πιστεύοντες αὐτῷ λέγοντι καὶ ἐπαγγελλομένῳ· «Πᾶς ὅστις ὁμολογήσειεν ἐμὲ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρα‐ νοῖς.» | |
25 | Τοῦτο ὁρῶντες τὸ παράδειγμα, καὶ νῦν ἀπηλλο‐ τριώθημεν τῶν Ἑλληνιζόντων ἐπ’ ὀνόματι Χριστια‐ νισμοῦ, τῶν ἔργον Θεοῦ τολμώντων θεολογεῖν τε καὶ προσκυνεῖν. Χωριζόμεθα δὲ καὶ τῶν Ἰουδαϊζόντων καὶ τὸν Χριστιανισμὸν ἐν Ἰουδαϊσμῷ παραφθειρόν‐ | |
30 | των· οἳ, τὸν ἐκ τοῦ Θεοῦ Θεὸν ἀρνούμενοι, Θεὸν ἕνα παραπλησίως Ἰουδαίοις λέγουσιν· οὐχ ὅτι μόνος ἀγέννητος· καὶ μόνος πηγὴ θεότητος, διὰ τοῦτο φάσκοντες αὐτὸν εἶναι μόνον Θεόν· ἀλλ’ ὡς ἄγονον Υἱοῦ καὶ ἄκαρπον ζῶντος Λόγου καὶ | |
35 | σοφίας ἀληθινῆς. Λόγον γὰρ οἷον τὸν ἐκ καρδίας ἀνθρώπου νομίζουσι τὸν τοῦ Θεοῦ, καὶ σοφίαν ὁποίαν τὴν ἐν ψυχῇ· καὶ διὰ τοῦτο πρόσωπον ἓν τὸν Θεὸν ἅμα τῷ Λόγῳ φασίν· ὥσπερ καὶ τὸν ἄνθρω‐ πον ἅμα τῷ ἑαυτοῦ Λόγῳ ἄνθρωπον ἕνα, οὐδὲν πλέον | |
40 | Ἰουδαίων δοξάζοντες, τῶν οὐκ ἀποδεξαμένων τὸν εὐαγγελιστὴν τὸν εὐθὺς ἐξ ἀρχῆς βοῶντα· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Εἰ γὰρ ἐν καρδίᾳ Λόγον ὁ Θεὸς ἔχει μὴ γεγεννημένον ἐξ αὐτοῦ κατὰ ἀλήθειαν, | |
45 | ὡς Θεὸν ἐκ Θεοῦ, πῶς ἂν εἴη πρὸς τὸν Θεὸν ὁ Λόγος; καὶ πῶς ἂν εἴη Θεός; Οὐ γὰρ ὁ λόγος τοῦ ἀνθρώπου ἄνθρωπός ἐστι πρὸς ἄνθρωπον, ἐπεὶ μήτε ζῶν ἐστι, μήτε ὑφεστὼς, ἀλλὰ ζώσης καρδίας καὶ ὑφεστώσης κίνημα μόνον· καὶ λέγεται παραχρῆμα, καὶ οὐκ | |
28.97(50) | ἔστι, καὶ πολλάκις λαλούμενος οὐδέποτε δια‐ | |
28.100 | μένει. Τὸν δὲ τοῦ Θεοῦ Λόγον ἄνωθεν ὁ ψαλμῳδὸς ἐκεκράγει λέγων· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λό‐ γος σου διαμένει ἐν τῷ οὐρανῷ·» καὶ σύμφωνος αὐτῷ ὁ Θεὸν εἶναι τὸν Λόγον ὁμολογῶν εὐαγγελιστὴς, | |
5 | φανερωθέντα τε αὐτὸν εὐαγγελίζεται, καὶ παρα‐ γενόμενον μηνύει, καὶ σαρκωθέντα κηρύττει, οὐ συμπεριλαμβάνων τῇ τοῦ Λόγου σαρκώσει τὸν Πα‐ τέρα· «Ὁ Λόγος, γάρ φησι, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν | |
10 | αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.» Μονογενῆ τὸν Λόγον ὄντα ὁρᾷς ἐν κόσμῳ φανερούμενον, ἐν ἀνθρώποις σκη‐ νοῦντα, δόξαν αὐτῷ κηρυσσομένην, ὡς Μονογενοῦς παρὰ Πατρός· οὐχ ὡς Πατρὸς αὐτοῦ ὄντος, οὐδ’ ὡς | |
15 | τοῦ Πατρὸς ἅμα τῷ Λόγῳ πεφηνότος, ὥσπερ ὁ ἄν‐ θρωπος ἅμα τῷ ἑαυτοῦ φαίνεται λόγῳ, καὶ οὐκ ἔστι φανῆναι τὸν λόγον, εἰ μὴ καὶ ὁ λαλῶν αὐτὸν παρείη καὶ φθέγγοιτο. Τίσιν οὖν πιστεύομεν; Πότερον τοῖς εὐαγγελιζομένοις ἡμῖν Υἱὸν παρὰ Πατρὸς ἐπι‐ | |
20 | δεδημηκότα, ἢ τοῖς ἓν πρόσωπον ἅμα τῷ Λόγῳ τὸν Πατέρα φάσκουσιν εἶναι; Εἰ γὰρ ἓν πρόσωπον, πῶς τὸ μὲν ἀποστέλλει, τὸ δὲ ἀποστέλλεται, καὶ θεωρεῖται διὰ σαρκός; «Θεὸν» γὰρ «οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, | |
25 | ἐκεῖνος ἐξηγήσατο,» καὶ παραγεγονὼς αὐτὸς φθέγ‐ γεται τῇ ἁγίᾳ φωνῇ, παρέχων τὴν ἑαυτοῦ θεωρίαν, καὶ διὰ ταύτης τὴν τοῦ Πατρὸς ἐπίγνωσιν ὑποτι‐ θέμενος· «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα,» οὐχ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκων, πῶς γὰρ, τὸν | |
30 | ἀόρατον; ἀλλὰ τοιοῦτον οἷον τὸν Πατέρα· προειρήκει γάρ· «Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε,» τὴν δυάδα τῶν προσώπων ἄντικρυς ἡμῖν ἐξηγούμενος, ἀπαραλλάκτῳ γνωριζομένην θεό‐ τητι. Διόπερ ὁ τῆς τοῦ Υἱοῦ καταξιούμενος θεωρίας | |
35 | οὐκ ἀπεστέρηται τῆς τοῦ Πατρός. Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός. Εἰ γοῦν ἕν τι μόνον εἶναι πρᾶγμα νομίζεις, δύο δὲ ὄντα κατὰ ἀλήθειαν, ἀγνοεῖς τὸν Πατέρα καὶ τὸν Υἱόν. Τίς οὖν σοι πρὸς τὴν ἐκκλησιαστικὴν διδασκαλίαν ἐστὶ κοι‐ | |
40 | νωνία; Πῶς δὲ τὰς τοῦ δεσπότου δέξῃ φωνὰς, «Ἐγὼ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν;» Καὶ πάλιν περὶ τοῦ Πατρὸς διαλεγόμενος, «Παρ’ αὐτοῦ εἰμι,» φησὶ, «κἀκεῖνος ἐμὲ ἀπέστειλε·» προστίθησι δὲ καὶ τὸ τρίτον· «Ἐγὼ,» φησὶ, «παρακαλέσω τὸν Πατέρα μου, καὶ | |
45 | ἄλλον Παράκλητον δώσει ὑμῖν.» | |
47 | Ὅταν οὖν περὶ μὲν ἑαυτοῦ λέγῃ τὸ, «Ἐγώ,» περὶ | |
δὲ τοῦ Πατρὸς, «Ἐκεῖνος,» περὶ δὲ τοῦ Πνεύματος, | ||
28.101 | «ἄλλος·» πῶς οὐκ ἀποστασία σαφὴς ἀρνεῖσθαι τὰ τρία, καὶ μόνον εἶναι λέγειν τὸν φάσκοντα· «Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ’ ἐμοῦ ἐστι.» Χρῆται δὲ καὶ νομικῇ φωνῇ, καὶ διὰ ταύτης δύο | |
5 | παρίστησιν ὄντας αὐτόν τε καὶ τὸν Πατέρα· «Ἐν τῷ νόμῳ, γάρ φησι, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν· Ἐγὼ,» φησὶν, «εἰμὶ ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Ἰδοὺ γὰρ δύο πρόσωπα, | |
10 | καὶ εἰ μὴ λέγεις δύο εἶναι κατὰ ἀλήθειαν, τοῦτο λέ‐ γων οὐδὲ τὴν μαρτυρίαν ἐᾷς συνίστασθαι οὖσαν ἀλη‐ θινήν. Τοῦτο γὰρ πιστοῦται τὴν μαρτυρίαν, τὸ μὴ ὑφ’ ἑνὸς γίνεσθαι μόνου, ἀλλ’ ὑπὸ δύο. Καὶ γὰρ με‐ μαρτύρηκεν ὁ Πατὴρ ἐξ οὐρανοῦ λέγων· «Οὗτός | |
15 | ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·» καὶ Υἱὸς Θεοῦ εἶναι ὁ μονογενὴς Υἱὸς μαρτυρεῖ, καὶ τῷ Πατρὶ διεί‐ λεκται σαφῶς ἐν ἀκοαῖς ἀνθρώπων λέγων· «Ἐξομο‐ λογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ | |
20 | ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ ὁ Πατήρ· ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ἀλλὰ τί πρὸς ταῦτα ἀπολο‐ γοῦνται οἱ τῆς Ἰουδαίων ἀρνήσεως ὑπηρέται, ὑπὲρ τοῦ μὴ σαφῶς ἐλέγχεσθαι τοῖς Εὐαγγελίοις | |
25 | ἀντιπράττοντες τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὕτως δύο ὑποστάσεις φαίνεσθαι, ἕνα τὸν Πατέρα Θεὸν, ἕτερον δὲ τὸν Υἱὸν ἄνθρωπον; Φεῦ τῆς ἀσε‐ βείας! Καὶ τί τοῦτο διαφέρει τῆς Σαμοσατέως ἀπο‐ λογίας; εἰπάτωσαν δὲ πῶς ἄνθρωπος περὶ ἑαυτοῦ | |
30 | ταῦτα φθέγγεσθαι τολμᾷ. «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Πῶς δὲ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ ταῦτα φθεγγομένου μαρτυρεῖ, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Οὐκ ἄνθρωπος ἴσος τῷ Θεῷ, ἀλλ’ ὁ ἐκ τοῦ Θεοῦ Θεὸς ἴσα ἕξει | |
35 | τῷ γεγεννηκότι κατὰ τὴν φύσιν, ὡς καὶ Παῦλος μαρ‐ τυρεῖ, οὐ περὶ τῆς ἐνανθρωπήσεως, ἀλλὰ τὰ πρὸ τῆς ἐνανθρωπήσεως ἐξηγούμενος· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἴσμεν καὶ ἀνθρωπίνως πολλάκις τὸν Σωτῆρα φθεγ‐ | |
40 | γόμενον· ἀλλ’ οὐχ ὅτε φησίν· «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Οὐ γὰρ ἄνθρωπος ὁ πεμφθεὶς εἰς τὸν κό‐ σμον, ὁ λέγων· «Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·» ὁ λέγων· «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, | |
45 | ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον·» ὁ λέγων· «Καταβέβηκα ἐκ τοῦ οὐ‐ ρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ | |
θέλημα τοῦ πέμψαντός με.» Ἀλλ’ εἰ θέλεις αὐτῷ | ||
28.104 | ἀνθρωπίνως ἀκοῦσαι, ἁρμοζόντως τῇ ὁρωμένῃ κατὰ σάρκα μορφῇ, καὶ τῇ νομιζομένῃ ψιλῇ παρὰ τοῖς ἀκούσασιν ἀνθρωπότητι, ἄκουε λέγοντος αὐτοῦ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία | |
5 | μου ἀληθὴς οὐκ ἔστι·» κατὰ τὸ μὴ ἀξιόπιστον εἶναι, μηδὲ νομίζεσθαι ἄνθρωπον ἑαυτῷ μαρτυροῦντα· ὅτε δέ φησι· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρ‐ τυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.» Ὅτε, ἀριθμῶν τὸν Πατέρα καὶ αὑτὸν, | |
10 | δύο φησὶν εἶναι τοὺς περὶ τῆς δόξης αὐτοῦ μάρτυρας, οὐκ ἀνθρώπινα φθέγγεται, ἀλλ’ ὑπὲρ πᾶσαν ἀνθρωπί‐ νην ἀξίαν· καὶ τί λέγω ἀνθρωπίνην; ὑπὲρ ἀγγελικὴν, ὑπὲρ ἀρχὰς, ὑπὲρ δυνάμεις, ὑπὲρ κυριότητας. Ποία γὰρ ἀνθρώπου καὶ Θεοῦ συναρίθμησις; τίς ἐγγύτης, ἢ | |
15 | τίς κοινωνία; ἀλλὰ λέγων· «Ἐξομολογοῦμαί σοι, Πά‐ τερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, «ἄνθρωπος εἶναί σοι δοκεῖ, καλῶς· καὶ γὰρ ἔχει τὸ ἀνθρώπινον ἀνα‐ μεμιγμένον ἡ παραγενομένη θεότης εἰς τὸν κόσμον. | |
21 | Ἀλλὰ μὴ διὰ τὸ κάλυμμα τῆς σαρκὸς ἀγνόει τὸν Θεὸν, τὸν εὐθὺς ἐπάγοντα περὶ ἑαυτοῦ, καὶ φάσκοντα· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται | |
25 | ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρή‐ σετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου | |
30 | χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἀπέ‐ κλεισέ σοι τὴν συκοφαντίαν ὁ Κύριος· Θεὸν παρα‐ στήσας ἑαυτὸν καὶ ἐπὶ τῆς ἀνθρωπίνης μορφῆς ὑπὸ τοῦ Πατρὸς γινωσκόμενον μόνον, καὶ γινώσκοντα τὸν Πατέρα, καὶ τοῖς καταξιουμένοις ἀποκαλύπτοντα | |
35 | τὴν ἑαυτοῦ γνῶσιν καὶ τὴν τοῦ Πατρὸς, προσκαλεῖ‐ ται ἡμᾶς πρὸς ἑαυτὸν, ἀνάπαυσιν ἐπαγγελλόμενος παρὰ ἑαυτῷ, καὶ ζυγὸν ἑαυτοῦ βαστάσαι παρακελευό‐ μενος. Ταῦτα λέγων ἀπαμφιέννυσι τὴν θεότητα, ἑρμηνεύει τὸ κεκαλυμμένον διὰ τῆς μικρᾶς μορφῆς | |
40 | ὑπερβάλλον μέγεθος, τὴν ὑπερουράνιον ἐξουσίαν ἐπι‐ δείκνυσι γηΐνῳ παραπεπετασμένην σώματι. Καὶ τί με δεῖ καταλέγειν μυρίας οὔσας θεϊκὰς φωνὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; δι’ ὧν ἐκβάλλεται μὲν εἰκότως ἡ τοῦ Σαμοσατέως καινοτομία περὶ τοῦ Σω‐ | |
45 | τῆρος, ὡς ὄντος ἀνθρώπου ψιλοῦ, συνεκβάλλεται δὲ καὶ ἡ τῶν μιμουμένων ἐκεῖνον ἀλόγιστος φλυαρία. Φέρε γὰρ, ἵν’ ὀλίγων ἐπιμνησθῶμεν μαρτυριῶν, τίς ὁ τὰ τοιαῦτα λέγων· «Οὐ πᾶς ὁ λέγων μοι, Κύ‐ ριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐ‐ | |
28.104(50) | ρανῶν;» Οὐκ ἀνθρώπου τὸ ῥῆμα, ἀλλὰ Θεοῦ | |
28.105 | δεικνύντος τὴν γνησίαν ἀπὸ Πατρὸς γέννησιν, καὶ διὰ τοῦτο τὴν κυριολογίαν οὐκ ἀρνουμένου τὴν περὶ ἑαυ‐ τοῦ. Κύριος γὰρ ὁ ἐκ τοῦ μόνου γεγεννημένος Κυ‐ ρίου, ὡς καὶ παρὰ Μωϋσῇ λέλεκται τό· «Ἔβρεξε Κύ‐ | |
5 | ριος θεῖον, καὶ πῦρ παρὰ Κυρίου.» Καὶ ἄλλοτε πρὸς τοὺς ἀποστόλους φησὶν ὁ Σωτήρ· «Φωνεῖτέ με ὁ Διδάσκαλος καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ·» καὶ πάλιν, Δεσπότην τῆς πατρῴας οἰκίας ἑαυ‐ τὸν ἀποφαίνων, ὡς ἂν μονογενὴς Υἱός· «Εἰ τὸν | |
10 | οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.» Οὐκοῦν ὅτι μὲν Θεὸς ὁ Κύ‐ ριος τῶν ὅλων Ἰησοῦς Χριστὸς, ὡς ὢν ἐκ τοῦ Θεοῦ γεγεννημένος, δῆλον ἅπαντι· εἰπὼν δὲ, «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασι‐ | |
15 | λείαν τῶν οὐρανῶν,» ἐπιφέρει καὶ τὸν Πατέρα σαφῶς ἡμῖν ἑρμηνεύων· «Ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς.» Ἔχεις οὖν Υἱὸν, ἔχεις Πατέρα· μὴ φοβοῦ τὴν δυάδα· τῇ φύσει γὰρ οὐ διώρισται, οὐδ’ ὁ τὰ δύο λέ‐ γων ἀπηλλοτρίωσε τοῦ γεννήσαντος τὸ γέννημα· οὐδὲ | |
20 | διὰ τὴν ἑτέραν μανίαν τῶν ἀρνησαμένων μίαν εἶναι τὴν τῶν δύο θεότητα, διὰ τοῦτο καὶ δύο λέγειν φευκτέον. Εἷς Θεὸς, ὅτι καὶ Πατὴρ εἷς· Θεὸς δὲ καὶ Υἱὸς, ταὐτότητα ἔχων, ὡς Υἱὸς πρὸς Πατέρα· οὐκ αὐτὸς ὢν ὁ Πατὴρ, ἀλλ’ ἡνωμένος πρὸς τὸν Πατέρα | |
25 | τῇ φύσει· δύο μὲν ἀριθμῷ, μία δὲ οὖσα οὐσία τελεία· δύο, οὐκ ἐκ δύο μερῶν. Τέλειος ὁ Υἱὸς ἥκει παρὰ τελείου Πατρὸς, ὢν ἐξ ὄντος, χαρακτὴρ τῆς πα‐ τρικῆς ὑποστάσεως, οὐ ῥῆμα ἀνυπόστατον, ἀλλὰ ζῶσα δύναμις, καὶ τοῦ ζῇν αἰτία τοῖς πᾶσιν, οὐχ οἵα ἀν‐ | |
30 | θρώπου δύναμις, δι’ ἣν ἄνθρωπός ἐστι δυνατός· οὐ γὰρ γέννημα ἀνθρώπου ἢ υἱὸς, ἢ δύναμις αὐτοῦ· Θεοῦ δὲ Υἱὸς ἢ δύναμις, ὥστε δυνατὸς μὲν ὁ Πατὴρ τελείως, ὅτι Πατὴρ δυνάμεως, δύναμις δὲ ὁ Υἱὸς τε‐ λεία, ὅτι γέννημα αὐτοῦ. Καὶ σοφία τοῦ Πατρὸς ὁ | |
35 | Υἱὸς, ἀλλ’ οὐχ ὡς ἡ τοῦ ἀνθρώπου, δι’ ἧς ὁ ἄνθρωπος σοφὸς, ἀλλ’ ἀπὸ σοφοῦ σοφία· περὶ οὗ λέγεται· «Μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.» Ἀλλ’ οὐκ ἐγέννησεν ὁ Πατήρ. Πῶς οὖν Πατὴρ, καὶ τίνος; Εἰ δὲ ἐγέννησεν, ὁ ὤν | |
40 | ἐστιν ὁ γεγεννημένος. Κἀγὼ, φησὶν, ὁμολογῶ γέννη‐ σιν· γεννᾶται γὰρ ὁ λόγος, ὅτε καὶ λαλεῖται καὶ γι‐ νώσκεται. Καὶ ποσάκις ὁ αὐτὸς, εἰπέ μοι, γεννηθήσε‐ ται; ἢ πολλοὺς ἐρεῖς τοῦ Θεοῦ Λόγους ἑκάστοτε γεν‐ νωμένους; καὶ ποτὲ μὲν σιωπῶντα φαντασθήσῃ τὸν | |
45 | Θεὸν, ποτὲ δὲ λαλοῦντα, καὶ μεταβαλλόμενον ἀπὸ σιω‐ πήσεως εἰς λαλιὰν, καὶ χείλεσιν ἀνοιγομένοις, ἢ καρδίᾳ κινουμένῃ; Οὐκ ἄνθρωπος ὁ Θεός· ὑπέλαβες, ἄνομε, ὅτι ἔσται σοι ὅμοιος ὁ Θεός; Ὦ ἄνθρωπε, κἂν | |
ὀφθαλμοὺς ἀκούσῃς Θεοῦ, κἂν τὰ ἄλλα μέλη τὰ | ||
28.108 | σωματικὰ, μὴ σαρκικῶς νόει· ἀλλὰ δι’ ὁμοιότητος τῶν σωματικῶν ἐννόει τὸ ἀσώματον. Καὶ γὰρ εἴρη‐ ταί σοι· Πνεῦμα ὁ Θεός· οὕτω καὶ ὁ Λόγος οὐκ ἀνθρώπινος, οὐδὲ οἷος ὁ σός· Θεὸς γάρ ἐστι, κἂν μή | |
5 | σοι δοκῇ, καὶ οὐκ εἰσὶ δύο Θεοὶ, ὅτι μηδὲ δύο Πατέ‐ ρες, μηδὲ ἑτερούσιος τοῦ γεννήσαντος ὁ γεγεννημένος. | |
9 | Ὁ μὲν γὰρ ἀρχὰς εἰσάγων δύο, δύο κηρύττει Θεούς. | |
10 | Αὕτη Μαρκίωνος ἡ δυσσέβεια, Θεὸν λέγοντος δίκαιον ἰδίου Χριστοῦ Πατέρα, καὶ Θεὸν ἕτερον ἀγαθὸν ἰδίου Χριστοῦ Πατέρα. Πάλιν ὁ Θεὸν ἀγένητον εἶναι λέγων, ἄλλον δὲ Θεὸν γενητὸν, δύο καὶ αὐτὸς λέγει Θεοὺς, διὰ τὴν τῆς οὐσίας διαφορὰν, ἣν βλασφήμως εἰσ‐ | |
15 | άγει. Ὅπου δὲ μία μὲν ἡ ἀρχὴ, ἓν δὲ τὸ ἐξ αὐτῆς γέννημα, εἰκὼν ἀκριβεστάτη καὶ φυσική· διότι καὶ γεννητὴ ἐξ αὐτοῦ· εἷς Θεὸς, τελείας μὲν ἐν Πατρὶ τῆς θεότητος νοουμένης, τελείας δὲ καὶ ἐν Υἱῷ τῆς πατρι‐ κῆς θεότητος ὑπαρχούσης. Ἐπεὶ καὶ διὰ τοῦ μικροῦ | |
20 | τούτου παραδείγματος, ὅπερ ἡ θεία Γραφὴ δεδήλω‐ κεν εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Χριστὸν ὀνο‐ μάσασα, δύνασαι καταλαβεῖν τὸ λεγόμενον· φύγωμεν πάλιν καὶ ἐνταῦθα τὸ ἀνόμοιον τὸ ἐν τῷ παραδεί‐ γματι, τὸ τεχνίτην καὶ ἑτερούσιον εἶναι τὴν τοῦ | |
25 | Θεοῦ εἰκόνα, γεννητὴν δὲ καὶ ὁμοούσιον ὁμολογῶμεν. Ὅμως δὴ οὖν ὁ τὴν εἰκόνα τοῦ βασιλέως ὁρῶν τὸν βασιλέα ὁρᾷ, καί φησιν· Ἰδοὺ, οὗτος ὁ βασιλεὺς, καὶ οὐ δύο πεποίηκε βασιλεῖς, οὐδὲ μέρος τοῦ βασι‐ λέως τὴν εἰκόνα, ἢ τῆς εἰκόνος τὸν βασιλέα. Οὕτω | |
30 | τοίνυν εἷς Θεὸς ὁ Πατὴρ, καὶ μία θεότης Πατρὸς καὶ Υἱοῦ. Ὡς δὲ σὺ λέγεις, εἷς ἔσται σύνθετος ἐκ δύο μερῶν ἀτελῶν. Πρὸς δὲ ταύτην τὴν ἀσέβειαν ἀπο‐ κλεῖσαι καλὸν τὰς ἀκοὰς, καὶ ἀπονίψασθαι τὴν ψυχήν· οὔτε γὰρ Υἱὸν οὔτε Πατέρα ὁ τοῦτο φαντα‐ | |
35 | ζόμενος ὁμολογεῖ· ἐπεὶ μήτε Πατέρα, μήτε Υἱὸν ἀτελῆ νοεῖν ἐγχωρεῖ. Ἀλλ’ εἴρηται, φησίν· «Ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·» οὐκ ἔστι δὲ Λόγος ἐν καρδίᾳ τοῦ Υἱοῦ ὁ Πατήρ· οὐ τοίνυν οὐδὲ ὁ Υἱὸς Λόγος | |
40 | ἐν καρδίᾳ τοῦ Πατρὸς, ἀλλὰ Λόγος ζῶν ἀπὸ ζῶντος Πατρὸς Θεοῦ, ἀϊδίῳ γεννήσει πεφηνὼς, ἀνάρχως τῷ Πατρὶ συνών· ὡς μηδέποτε μόνον ἐπινοεῖσθαι τὸν Πατέρα. Ἀεὶ γὰρ Τριὰς ἡ Τριὰς, καὶ προσθήκην θεότητος οὐ λαμβάνει. Οὐδ’ ὁ μὴ πρότερον ὢν σὺν τῷ | |
45 | Πατρὶ προστίθεται ὕστερον ὁ Υἱὸς, οὐδὲ τῷ Υἱῷ τὸ Πνεῦμα ἐπιγίνεται. Τὰ γὰρ ἀπό τινος ἀρχῆς γεγε‐ νημένα καὶ ποιήματά ἐστι καὶ δοῦλα, καὶ τῇ Τριάδι συναριθμεῖται οὐδαμῶς· «Πορευθέντες γὰρ,» φησὶ, «μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐ‐ | |
28.108(50) | τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ | |
ἁγίου Πνεύματος.» Ἀρχὴν δὲ οὔτε μίαν, οὔτε ἐξου‐ | ||
28.109 | σίαν, οὔτε δύναμιν συνηρίθμησεν· ἀϊδίῳ γὰρ τὰ μὴ ἀΐδια συναριθμεῖσθαι ἀδύνατον, καὶ τῇ θεότητι τὰ μὴ μετέχοντα τῆς θεότητος οὐ συντάττεται. Πῶς οὖν ἐν τῷ γεγεννηκότι ὁ γεγεννημένος; καὶ πάλιν ὁ | |
5 | γεννήτωρ ἐν τῷ γεννήματι; πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ; Ὅτι καὶ αὐτὸς τοιοῦτός ἐστιν οἷος κἀκεῖνος, κἀκεῖνος οἷος οὗτος. Οὕτω καὶ ἓν τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ’ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν | |
10 | Υἱὸν, ἀλλ’ εἶναι Θεὸν, ὥσπερ καὶ ὁ Πατήρ. Ἐπεὶ καὶ εἰπόντος αὐτοῦ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» ἠγανάκτουν οἱ Ἰουδαῖοι λέγοντες, «Ὅτι σὺ, ἄνθρω‐ πος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Καὶ ὁ Σωτὴρ ἀπε‐ κρίνατο βεβαιῶν τὸ εἰρημένον ὑπ’ αὐτῶν, ὡς | |
15 | οὐδὲν ἄλλο ἢ τοῦτο δεδηλωκὼς ἐν τῷ φάσκειν· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» τὸ εἶναι καὶ αὐτὸν Θεὸν Υἱὸν ὄντα Θεοῦ· «Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆ‐ ναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς | |
20 | τὸν κόσμον, ὑμεῖς λέγετε, Ὅτι βλασφημεῖς· ὅτι εἶπον, ὅτι Υἱὸς Θεοῦ εἰμι; εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέ‐ λητε πιστεύειν, τοῖς ἔργοις πιστεύετε· ἵν’ εἰ‐ δῆτε, καὶ γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πα‐ | |
25 | τὴρ ἐν ἐμοί.» Οὐκοῦν ἐν τῷ Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι καὶ οὐδὲν ἕτερον, τὸν Υἱὸν εἶναι Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ γε‐ γεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύσιν, ὅπερ ὁ Πα‐ τὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ | |
30 | δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστάσεως. Εἷς οὖν, καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι, ὅλον μὲν τὸ πλή‐ ρωμα τῆς θεότητος ὁ Πατὴρ, ὡς Πατὴρ, ὅλον δὲ τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς, ὡς Υἱός. Ἐπειδὴ | |
35 | δι’ ἀμφοτέρων ἓν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφο‐ τέροις δεικνύμενον. Μηδεὶς ἀρνείσθω τὴν φανερω‐ θεῖσαν ἐν τῷ κόσμῳ ζωήν· «Ἥτις ἦν,» φησὶ, «πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν.» Καὶ πρὸ τῆς φα‐ νερώσεως τοῦτο ἔδοξεν εἶναι, ἡνίκα πεφανέρωται. | |
40 | Γεγέννηται γὰρ ἀϊδίως, καὶ ὑπάρχει μετὰ τοῦ ἰδίου Πατρός. Μηδεὶς ἀρνούμενος τὰ τρία τὴν μονάδα εὑ‐ ρίσκειν νομιζέτω· ἀλλ’ ἐν τῇ Τριάδι νοείτω τὸ ἓν, ἔχων τὸ κεφάλαιον τῆς πίστεως ἐν τῷ βαπτίσματι, καὶ ἐν ταῖς τρισὶν ἁγίαις σφραγῖσι, δι’ ὧν εἰς | |
45 | σωτηρίαν ἀναγεγέννηται, μεμνημένος τοῦ Ἀποστό‐ λου λέγοντος· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα·» μεμνημένος τοῦ λέγοντος Πατρός· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» τοῦ τε Υἱοῦ μαρτυροῦντος, | |
28.109(50) | ὅτι ἦν πρὸ τοῦ κόσμου παρὰ τῷ Πατρὶ, τὴν δόξαν | |
ἔχων τὴν τῆς θεότητος· «Δόξασόν με γὰρ,» φησὶ, | ||
28.112 | «Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί·» τὴν μὲν κατὰ ἄνθρωπον δόξαν αἰτῶν, τὴν δὲ κατὰ Θεὸν ἔχων πρὸ τοῦ κόσμου μαρτυρῶν. Εἶχε δὲ τὴν δόξαν ὢν καὶ ὑπάρ‐ | |
5 | χων· οὐδὲ γὰρ ὁ μὴ ὢν δεδόξασται. Εἰ δὲ ἦν, καὶ γεγέννητο· οὐ γάρ ἐστιν υἱὸς μὴ γεγεννημένος· ἀλλ’ εἰ γεγέννηται, φησὶν, ἐκτός ἐστι τοῦ γεννήσαν‐ τος, καὶ διῄρηται· ἀδιαίρετον δὲ χρὴ εἶναι Λόγον ὄντα ἐν Θεῷ, καὶ μὴ φαινόμενον ἔξω τοῦ Θεοῦ. Ποῦ | |
10 | γὰρ ἂν καὶ φανείη ἐκτὸς, πάντα τοῦ Θεοῦ πεπληρω‐ κότος, κατὰ τὸ γεγραμμένον· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;» | |
15 | Τοιαύταις φαντασίαις ἀναιρεῖν ἐπιχειροῦσι τὴν γέννησιν τοῦ Υἱοῦ, καὶ τὴν ἀπὸ τοῦ Πατρὸς ἀΐδιον πρόοδον, καὶ τὴν μετὰ τοῦ Πατρὸς ὕπαρξιν, καὶ τὸ τελείως μὲν ὑφεστάναι Πατέρα καθ’ ἑαυτὸν, τελείως καὶ τὸν Υἱὸν καθ’ ἑαυτὸν ὑφεστάναι. Μαθέτωσαν οὖν, | |
20 | ὅτι μὴ νοοῦσι, «μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβε‐ βαιοῦνται,» τόπῳ Θεὸν περιγράφοντες, καὶ τὸν Υἱὸν αὖ πάλιν ἐν ἑτέρῳ φανταζόμενοι τόπῳ, καὶ μεμε‐ ρίσθαι, τὸν μὲν ἐκεῖ, τὸν δὲ ἐνθάδε νομίζοντες, ἐὰν γεγεννημένος καὶ πεφηνὼς καθ’ ἑαυτὸν ἀπὸ τοῦ | |
25 | Πατρὸς ὁ Υἱὸς ὁμολογῆται. «Τίς τόπος τῆς κατα‐ παύσεώς μου;» φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου. «Ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι,» Σολομὼν λέγει πρὸς τὸν Θεόν· τεκμηρίῳ με‐ γίστῳ πείθων τοὺς ἀνθρώπους ὁ Θεὸς, ὅτι μηδεὶς | |
30 | αὐτοῦ τόπος δεκτικός. «Ἡ γὰρ χείρ μου,» φησὶν, «ἐποίησε ταῦτα πάντα.» Οὐ τοίνυν περιέχει τὰ ποιήματα τὸν πεποιηκότα, ὃς καὶ πρὸ τούτων ἦν, καὶ τούτοις παρέχει τὸ εἶναι, καὶ αὐτῇ τῇ δυνάμει τοῦ πε‐ ποιηκότος ἐπιστηρίζεται. Διό φησι Παῦλος· | |
35 | «Ἐξ οὗ τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα·» καὶ πάλιν· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κι‐ νούμεθα, καὶ ἐσμέν.» Ἄνελε δή μοι τὸν ἐν τόπῳ ἐστηριγμένον, ὅτε διανοῇ περὶ Θεοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος· | |
40 | ἄνελε τοπικοὺς χωρισμοὺς, καὶ μὴ ἀλλαχοῦ τὸν Πα‐ τέρα ὄντα, ἀλλαχοῦ δὲ τὸν Υἱὸν ἐκπέμπειν ἐκ τοῦ γεννᾷν ὑποπτεύσῃς. Οὗτοι γὰρ οἱ ψευδεῖς, μᾶλλον δὲ καὶ ἄθεοι λογισμοὶ, περὶ τὴν ὕπαρξιν τοῦ Υἱοῦ σε σκανδαλίζουσι. Συνεξήρνηται δέ σοι μετὰ τοῦ Υἱοῦ | |
45 | καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ὑφ’ ἑνὸς προ‐ κατέχεσθαι πάντα τοῦ Πατρός. Μὴ ζητεῖτε μέγεθος τόπου τοσοῦτον, ὃς δυνήσεται χωρῆσαι μέγεθος Θεοῦ· οὐ γάρ ἐστι τὸ ἀμέτρητον ἐπὶ τῷ μεμετρημένῳ, ἀλλὰ σπιθαμῇ μὲν αὐτοῦ μετρεῖ τὸν οὐρανὸν, ὡς ὁ | |
28.112(50) | προφήτης παραβολικῶς ἑρμηνεύει· μεμέτρηκε δὲ καὶ | |
28.113 | τὸ ὕδωρ τῇ χειρὶ, καὶ τὴν γῆν πᾶσαν δρακί. ᾯ δ’ οὕτως ἐλάχιστα πάντα, ὡς ἡ προφητικὴ παρα‐ βολὴ μετρίως ὑποδείκνυσι, πῶς ἂν τῇ μικρᾷ καὶ ἐλα‐ χίστῃ κτίσει συμπαρεκτείνεσθαι δόξειεν; Οὐ συμ‐ | |
5 | παρεκτεινόμενος τοῖς πᾶσι πεπλήρωκε τὰ πάντα ὁ Θεός· σωματικὸν γὰρ τοῦτο, ὥσπερ εἰ τὸν ἀέρα φαίη πεπληρωκέναι τις τὸν μεταξὺ γῆς καὶ οὐρανοῦ· ἀλλ’ ὡς δύναμις συνέχει τὰ πάντα· δύναμις γὰρ ἀσώμα‐ τος, ἀόρατος, οὐ κυκλοῦσα, οὐ κυκλουμένη. Τὸ αὐτὸ | |
10 | δὲ καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ ἁγίου Πνεύ‐ ματος· διὰ γὰρ Υἱοῦ καὶ ἐν Πνεύματι τὰ πάντα ὁ Θεὸς καὶ συνεστήσατο, καὶ συνέχων διαφυλάττει. Ἀσεβὲς τοίνυν καὶ ζητεῖν καὶ ἐννοεῖν τὸ ποῦ πο‐ τέ ἐστιν ὁ Θεὸς, ἢ ὁ Λόγος τίνα τόπον εἴληχεν, ἢ τὸ | |
15 | Πνεῦμα τίνα οἴκησιν ἐκληρώσατο. Εἰ δὲ διὰ τοῦτο τὸν Υἱὸν οὐκ εἶναί τις οὐδὲ γεγεννῆσθαι λέγοι, ὅτι τόπος αὐτοῦ τῆς οὐσίας ἀνεπινόητος καὶ ἀνεύρητος, ὁ τοιοῦτος οὐδὲ τὸν Πατέρα φαίη εἶναι καθάπαξ, οὐδ’ ὑπάρχειν Θεόν· ἐπεὶ μηδὲ τόπος τις εὑρίσκεται Θεοῦ. | |
20 | «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.» Ἄφρονες ὡς ἀληθῶς οἱ τοιοῦτοι, κεναῖς φαντασίαις ἑαυτοὺς παραλογιζόμενοι· νηπίων καὶ παντάπασιν ἀνοήτων τὰ ῥήματα, ὀφθαλμῷ λαμβάνεσθαι τὸ ἀσώματον καὶ τόπῳ περιλαμβάνεσθαι βουλο‐ | |
25 | μένων. | |
27 | Δῶμεν δὲ αὐτοῖς βραχείας τινὰς εἰκόνας ἐκ τῶν ἐνδεχομένων ἀσωμάτων, τινῶν ἐπιμνησθέντες πραγμάτων, ἃ δὴ καθ’ ἡμᾶς ὄντα, καὶ ἐπὶ τῆς κτί‐ | |
30 | σεως φαίνεται, εἴ πως δυνηθεῖεν διὰ τούτων ἀναβαί‐ νοντες ἐννοῆσαί πως τὸ ἀσώματον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ μηκέτι φαν‐ τάζεσθαι τόπους αὐτῶν, μηδὲ τοπικὰς διαιρέσεις τῆς Τριάδος ἐπινοεῖν. Ἀσώματος καὶ πνευματικὸς | |
35 | ὢν ὁ νόμος, ἔστιν ἐν τῇ τοῦ νομομαθοῦς δια‐ νοίᾳ· ἐν τῇ αὐτῇ δὲ καὶ οἱ προφῆται, Εὐαγγέλια καὶ ἀπόστολοι· καὶ εἴρηται περὶ τῶν νομικῶν καὶ προ‐ φητικῶν λόγων «Ἔχουσι Μωϋσέα καὶ τοὺς προφή‐ τας·» καὶ ὁ Σωτὴρ τὸν ἔχοντα παλαιὰ καὶ καινὰ | |
40 | ῥήματα ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἐοικέναι φησὶν ἀν‐ θρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἐδέχετο δὲ ὁ Μωϋσέως νοῦς σοφίαν τε πᾶσαν Αἰγυπτιακὴν, καὶ τὴν ἐκ τοῦ Θεοῦ δοθεῖσαν αὐτῷ. Καὶ Δανιὴλ, σύνεσιν πᾶσαν τὴν Χαλ‐ | |
45 | δαίων ὑποδεξάμενος, ἐχώρει καὶ τὰ ποικίλα τῆς θείας σοφίας νοήματα, ὅπερ σημαίνει δι’ Ἰεζεχιὴλ ὁ Θεός· «Μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιήλ; πᾶν κρύφιον οὐχ ὑπεδείχθη σοι.» Ἀναρίθμητος δὲ ἡ τοῦ Σολο‐ | |
μῶνος φρόνησις, καὶ τὸ χύμα τῆς καρδίας αὐτοῦ, | ||
28.116 | ὡς ἄμμος, ἡ παρὰ τὴν θάλασσαν. Τὸ δὲ τοσοῦτον πλῆθος τῶν σοφιῶν περὶ μίαν ὁρῶντες διάνοιαν, ἐνθυμείσθωσαν αὐτὰς οὐκ οὔσας ἐν τόπῳ. Πόσος γὰρ ἂν τῷ μεγέθει γενόμενος ἄνθρωπος, ἐξήρκεσεν εἰς | |
5 | τὴν τοσούτων ὑποδοχὴν, εἰ τόποις μεμερισμένοις τῶν θεωρημάτων ἕκαστα εἶχεν; Ὅταν οὖν τὰ ἐνταῦθα πνευματικὰ μὴ δέηται πλειόνων τόπων πλείονα ὄντα, ἀλλὰ περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν στρέφηται νοῦν, ἐννοήσωμεν καὶ τὰ ὑπὲρ ἡμᾶς, καὶ καθ’ ἑαυτὰ ὄντα | |
10 | ἀσώματα, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μὴ τόπων δεόμενα, μηδὲ τόποις διαιρούμενα· καὶ μὴ διὰ τοῦτο ἀνύπαρκτον ἢ τὸν Πατέρα τις, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ὑποτίθεσθαι τολμάτω· ὅτι μηδὲ ἔστι τόπον ἀφορίζειν καὶ κατανέμειν ἑκάστῳ. | |
15 | Ἀλλ’ ἔστι μὲν ὁ Πατὴρ τέλειον ἔχων τὸ εἶναι καὶ ἀνελλιπὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύμα‐ τος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει τῇ θεότητι, ζῶν Λόγος, καὶ γέννημα τοῦ Πατρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ, οὐ μέρος ἑτέρου, ἀλλ’ ὁλόκληρον | |
20 | ἐφ’ ἑαυτοῦ. Καὶ οὕτως ἡ Τριὰς, ἀληθινῶς οὖσα, συνῆπται μὲν ἀδιαστάτως. Τὸ γὰρ διορίζον οὐδὲν, σύνεστι δὲ ἀϊδίως· αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμ‐ πίπτει. Μορφὴν δὲ προφαίνει μίαν καὶ τὴν αὐτὴν, Πατρὸς μὲν ἐν Υἱῷ θεωρουμένου, Υἱοῦ δὲ ἐν Πνεύ‐ | |
25 | ματι καὶ νοουμένου καὶ μετεχομένου ὑπὸ ἀνθρώπου. «Ἡμεῖς γὰρ,» φησὶ, «πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» | |
32 | Μὴ τοίνυν ὡς ἐνσώματα ἀδιαίρετα μέρη φαν‐ ταζώμεθα τρία. Δυσσεβὴς γὰρ ὁ λογισμὸς, ἀλλότριος ἀσωμάτων τελείων. Ἀδιαίρετον δεχώμεθα συνουσίαν | |
35 | συνόντων ἀλλήλοις ἀδιαστάτως, καὶ τριῶν γε κατὰ ἀλήθειαν ὑφεστώτων, ἓν τὸ εἶδος ἐννοῶμεν, ἀρχόμενον μὲν ἐκ Πατρὸς, λάμψαν δὲ ἐν Υἱῷ, καὶ φανερούμενον διὰ Πνεύματος. Διὰ τοῦτο καὶ οἱ τὸ Πνεῦμα φοροῦντες φοροῦσι Χριστόν· «Εἰ γάρ τις,» | |
40 | φησὶ, «Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἰωάννης· «Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἔστιν, ἐκ τοῦ Πνεύ‐ ματος, οὗ ἔδωκεν ἡμῖν.» Καὶ ναὸν μὲν ἁγίου Πνεύ‐ | |
45 | ματος τὰ σώματα ἡμῶν ὁ Παῦλος ὀνομάζει, Χριστὸν δὲ ἐν ἡμῖν εἶναι λέγει. Χριστοῦ δὲ οἰκοῦντος εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, Θεός ἐστιν ἐν ἡμῖν κατοικῶν· «Οὐκ οἴδατε, γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ | |
28.116(50) | ἐν ὑμῖν.» Οὕτως μοι τὸ τῆς θεότητος ἀδιαίρετον εὐσεβῶς ἐκ τῶν θείων λόγων καταμάνθανε, ἐν τρισὶν | |
ἓν εἶδος κατανοῶν, οὐχ ἓν ἐκ τριῶν πρᾶγμα | ||
28.117 | συντιθείς. Ἀχώριστα δὲ καὶ εἰς τὰ τῆς ἐνεργείας θεωρούμενα, ἀκούοντες τοῦ Ἀποστόλου μυσταγω‐ γοῦντος καὶ φάσκοντος· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὴ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν | |
5 | εἰσὶ, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημά‐ των εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ καταλέξας τὰ χαρίσματα ἐπιφέρει· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Ὅταν δὲ τὰ | |
10 | πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶ ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. | |
15 | Ἀλλ’ οὐ διὰ τοῦτο συμπλέξας τὸ ἐξ οὗ, καὶ δι’ οὗ, καὶ ἐν ᾧ, βιάζομαι τὴν Τριάδα μονάδα ποιεῖν· οὐδὲ ἄνθρωπον ἐκ τριῶν ὑπονοῶν σύνθετον, πνεύ‐ ματος, ψυχῆς, σώματος, οὕτω καὶ Θεὸν, καθάπερ κἀκεῖνοι τολμῶσιν, οὐδὲ ἐπὶ τῆς τοιαύτης ἀσεβοῦς | |
20 | ὑπονοίας προΐεμαι τὸ ἀχώριστον. Οὐδὲ εἰ λέγοι τις ὡς τὸν ἐνδιάθετον λόγον, ἢ τὸν ἐν φωνῇ τοῦ νοοῦντος καὶ λαλοῦντος ἀχώριστον, οὕτω τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. Τὰ γὰρ τοῦ συνθέτου μέρη, καὶ τὰ τοῦ κινουμένου κινήματα, πρὸς τὴν ἀσύνθετον | |
25 | καὶ ἀναλλοίωτον φύσιν οὐδεμίαν ἔχει κοινωνίαν. Ἐπεὶ καὶ πῶς ἀποστέλλει τὸ μέρος ἢ τὸ κίνημα αὐ‐ τοῦ ὁ Πατὴρ, ἀποστέλλων τὸν Υἱόν; ἣ τὸ Πνεῦμα τὸ ἅγιον ὁ Υἱὸς ἐκπέμπων εἰς τὸν κόσμον; Ἢ οὐκ ἀπεστάλη μὲν ὑπὸ τοῦ Πατρὸς ὁ Υἱός; Διαμαρτύρεται | |
30 | πανταχοῦ, καὶ ἀποστέλλειν τὸ Πνεῦμα τὸ παρά‐ κλητον ἐπαγγέλλεται, καὶ δὴ καὶ ἀποστέλλει κατὰ τὴν ὑπόσχεσιν. Ἀλλ’ οἱ τὴν Τριάδα μονάδα ποιοῦντες νοθεύειν καὶ τὴν ἀποστολὴν, ὥσπερ τὴν γέννησιν, ἐπιχειροῦσιν. Εἴσω γὰρ ὄντα φασὶ τοῦ Πατρὸς τὸν | |
35 | Υἱὸν ἁγιασμὸν ἀνθρώπου ἐργάζεσθαι, τουτέστιν, αὐτὸν τὸν ἕνα καὶ μόνον Θεὸν, οὕτως ἀπεστάλθαι τὸν ἄνθρωπον, οὐ Θεὸν παρὰ Θεοῦ. Πῶς γὰρ καὶ ἀπ‐ έσταλται, φασὶν, ὁ Λόγος, μὴ διαιρούμενος, μηδὲ χωριζόμενος, οὗ Λόγος ἐστίν; Ὅτι μὲν οὖν σάρκωσις | |
40 | τοῦ Λόγου κεκήρυκται, τίς ἀντείποι; τοῦ εὐαγγελι‐ στοῦ βοῶντος· «Ὁ Λόγος σὰρξ ἐγένετο,» καὶ ὅτι καταβέβηκεν ἐξ οὐρανοῦ κεκραγότος αὐτοῦ τοῦ Σωτῆρος, οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις; Καὶ μὴν ὅτι οὐκ ἄνθρωπος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ | |
45 | στὸς, ὁ ἀπόστολος Παῦλος πρὸς Γαλάτας διισχυρίζε‐ ται. Ἀλλ’ εἰ καὶ ἄνθρωπος ὁμώνυμος ἡμῖν, δεύτερος ἄνθρωπος, καὶ οὐχ οἷος ὁ πρότερος γηγενὴς, καὶ | |
ὁ μὲν ψυχὴ ζῶσα, ὁ δὲ Πνεῦμα ζωοποιοῦν. | ||
28.120 | Ταῦτα γὰρ θεῖά τε καὶ ἀποστολικὰ ῥήματά τε καὶ δόγματα, καὶ τὰ ἔργα τῇ θεότητι μαρτυρεῖ μετ’ ἐξουσίας οὐρανίου πραττόμενα, ὅτε κελεύει μὲν στοι‐ χείοις, ἐπιτιμᾷ δὲ πνεύμασι, δυνάμει δὲ πηρώσεις | |
5 | ἀποκαθίστησι, καὶ θελήματι νόσους ἰᾶται, καὶ λέγει τὴν ἐξουσίαν, καὶ οὐκ ἀποκρύπτεται, καὶ καταργεῖται δι’ αὐτοῦ θάνατος, φωτίζεται δὲ ζωὴ καὶ ἀφθαρσία, καὶ δημιουργεῖται δεύτερον ἡ φθαρεῖσα τῶν ἀνθρώ‐ πων φύσις, καὶ κόσμος ἀνακαινοῦται διὰ τῆς παρου‐ | |
10 | σίας αὐτοῦ, καὶ κτίσις ἀναφαίνεται καινὴ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ, μεταμορφουμένου μὲν τοῦ σώματος τῆς ταπεινώσεως ἡμῶν εἰς συμμορφίαν τοῦ σώματος τῆς δόξης αὐτοῦ· τῆς δὲ κτίσεως ὅλης ἐλευ‐ θερουμένης ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν | |
15 | ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅτι δὲ ὁ σαρκωθεὶς Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ὁ Πατὴρ οὐκ ἔστιν, οὐδ’, ὡς ἐκεῖνοι φαῖεν, ὁ μόνος Θεὸς, ἅπασαι μαρτυροῦσιν αἱ θεῖαι Γραφαὶ, Υἱὸν τοῦ Θεοῦ τὸν παραγεγονότα κηρύττουσαι, καὶ | |
20 | περὶ Πατρὸς ἀεὶ διαλεγόμενον ἐπιδεικνύουσαι, παρὰ Πατρὸς ἐληλυθέναι φάσκοντα, καὶ πρὸς Πατέρα ἀπιέναι. Καὶ οὐδὲν δεῖ μηκύνειν παρατιθέμενον μαρ‐ τυρίας· πάντα γὰρ, ὡς εἰπεῖν, τὰ Εὐαγγέλια, καὶ αἱ τῶν ἀποστόλων γραφαὶ εἰς τοῦτο συντείνουσιν. | |
25 | Ἄλλας τε Ἑλληνικὰς ἡμῖν ἀντιλογίας κινοῦσι, καὶ τὰς ἐξ Ἰουδαίων βλασφημίας ἐπιφέρουσι, χλευά‐ ζοντες τὸ μυστήριον τῆς ἀποστολῆς τοῦ Λόγου καὶ σαρκώσεως. Εἰ γὰρ ἀποστέλλεται, καὶ καταβαίνει, φασὶν, οὐκ ἔσται μετὰ τοῦ ἀποστέλλοντος, οὐδὲ | |
30 | τῷ ἄνω μένοντι σύνεστι. Μαθέτωσαν δὴ τὸ ἄνω καὶ τὸ ἐν ὕψει μὴ σωματικῶς ἀκούειν μόνον, ἀλλὰ δή τι καινότερον ἐνθυμείσθωσαν. Τὸ γὰρ, «Ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος,» καὶ τὸ, «Ὑψώσω σε, Κύριε,» καὶ τὸ, «Αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας,» | |
35 | οὐκ ἐν τόπῳ τινὶ καὶ μετεώρῳ τὸν Κύριον ὄντα παρ‐ ίστησιν, οὐδ’ ὑπὸ ἀνθρώπων μετεωριζόμενον ὑπογρά‐ φει τὸν Θεὸν, οὐδ’ ὑπὸ τῶν· ἄλλων τῶν ὑμνούντων αὐ‐ τὸν, ἀλλὰ τὸ μεγαλοπρεπὲς τῆς ἀοράτου θεότητος ὕψος καλεῖ. Καὶ ὁ λέγων· «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ | |
40 | τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώ‐ πων,» οὐ τόπον οἰκήσεως ἀποκληροῖ τῷ Κυρίῳ τὸν οὐρανὸν, ἀνθρώποις δὲ τὴν γῆν· ἀλλὰ τὴν ὑπερ‐ οχὴν τοῦ Θεοῦ καὶ μεγαλοπρέπειαν ἐπιδείκνυσιν. Ὅταν οὖν τὸ μὲν σεμνὸν καὶ μεγαλοπρεπὲς ἐπουρά‐ | |
45 | νιον εἶναι λέγηται, τούτῳ δὲ ἀντικειμένως τὸ ταπει‐ νὸν γηΐνως τε καὶ ἐπὶ γῆς εἶναι λέγηται, κατά‐ βασις εὑρίσκεται τοῦ Λόγου ἡ ἐκ τῆς ἀσωμάτου με‐ γαλοπρεπείας εἰς τὸ τοῦ σώματος εὐτελὲς ἐπίδοσις, ἐπιδεδωκότος ἑαυτὸν εἰς σωματικὴν μόρφωσιν διὰ | |
28.120(50) | φιλανθρωπίαν καὶ τὴν τοῦ παντὸς σωτήριον πρόνοιαν. Ἀπεσταλμένος τε κατὰ τοῦτο νοηθήσεται, ὅτι ἀῤ‐ | |
ῥήτῳ βουλήσει τοῦ ἀσωμάτου Πατρὸς σώματι δέδω‐ | ||
28.121 | κεν ἑαυτόν. Μὴ τοίνυν αἱ σωματικαὶ φωναὶ, τουτέστιν ἡ κατάβασίς τε καὶ ἀποστολὴ πρὸς ἄρνησιν τῆς σαρ‐ κώσεως αὐτοῦ προσαγέσθωσαν, ὅτι μὴ καταβαί‐ νει τοπικῶς μηδὲ ἀποστέλλεται Θεός· ἀλλ’ ἀκουέ‐ | |
5 | τωσαν τοῦ Ἀποστόλου φράζοντος τὸ πρᾶγμα, καὶ ἅμα τῶν τοιούτων ὁμοιώσεων, ὅτε φησίν· «Ὃς ἐν μορ‐ φῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος.» Τοῦτο ἦν τὸ καταβῆ‐ | |
10 | ναι, τοῦτο τὸ ἀποσταλῆναι εἰς ἔνδυμα ταπεινότερον τῆς ἀξίας αὐτοῦ, ὑπόβασις ἡ τῆς ἀνθρωπίνης μορφῆς ἐπαμ‐ φίασις, κατὰ τὸ βούλημα τοῦ Πατρὸς ἐπιτελουμένη. Εἰ δὲ τόπῳ καὶ σώματι ὁ Λόγος μὴ περιγράφεται, οὐκ ἀποσπασθήσεται τοῦ ἀσωμάτου Πατρὸς διὰ τὴν | |
15 | πρὸς σῶμα ἀνάκρασιν· δέδεκται γὰρ αὐτὸν τὸ σῶμα βουληθέντα, ὡς πεφύκει ἡ σαρκίνη φύσις Θεὸν ὑπο‐ δέξασθαι. Μένει δὲ οὐδὲν ἔλαττον ἐπὶ τῆς ἑαυτοῦ φύσεως, ἢ καὶ πρὸ τῆς σαρκώσεως. Ὥστε ἡ ἐξ οὐρα‐ νοῦ κατάβασις οὐκ ἦν μετάβασις ἐξ οὐρανοῦ, οὐδὲ | |
20 | ἡ ἀποστολὴ χωρισμὸς ἀπὸ τοῦ πέμποντος Πατρός. |