TLG 2035 066 :: ATHANASIUS :: Refutatio hypocriseos Meletii et Eusebii [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Refutatio hypocriseos Meletii et Eusebii [Sp.]

Citation: Volume — page — (line)

28

.

85

(9t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
10tΑΘΑΝΑΣΙΟΥ
11tἜλεγχος τῆς ὑποκρίσεως τῶν περὶ Μελέτιον, καὶ Εὐσέβιον τὸν Σαμοσατέα κατὰ τοῦ
12tὉμοουσίου.
15 Ἄνθρωπος καθ’ ὁμοίωσιν Θεοῦ γέγονε, καὶ ἔστιν οὐ Θεὸς ὁ ἄνθρωπος· τὸ γὰρ ὅμοιόν τινι οὐκ ἔστιν αὐτὸ ἐκεῖνο, ᾧ ὁμοιοῦται. Ὡς καὶ τὸ, ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ καὶ σπέρματι, καὶ οὐδὲν τούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ,
20ὅμοιος ἀνθρώπῳ οἰκοδεσπότῃ ὁ μαθητευθεὶς τῇ βα‐ σιλείᾳ τῶν οὐρανῶν, ἀλλ’ οὐκ οἰκοδεσπότης οὗτος· καὶ ἕτερα τοιαῦτα πολλά. Ὅμοια δὲ καὶ ἐν τοῖς σώ‐ μασι, λύκος κυνὶ, ἀλλ’ οὐ κύων ἐστί· καὶ κασσί‐ τερος ἀργύρῳ, ἀλλ’ οὐκ ἄργυρος· χαλκὸς χρυσῷ,
25ἀλλ’ οὐ χρυσός· καὶ κόκκινον αἵματι, ἀλλ’ οὐχ αἷμα· καὶ γύψος χιόνι, ἀλλ’ οὐ χιών· καὶ ἄλλα διά‐ φορα τοιαῦτα θεωρεῖται. Θεῷ οὖν οὐχ ὅμοιος ὁ Υἱὸς, Θεὸς ὢν, ἀλλ’ ἓν καὶ τοῦτο· ὡς γέγραπται· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ θεότητα ἡρμήνευσε
30τὴν ἑνότητα· θεότητα δὲ οὐχ οἵαν τῶν θεοποιηθέν‐ των· ἅτε δὴ ἀντιτιθεὶς αὐτὴν πρὸς ἐκείνην, ὡς ἔχει τὸ λόγιον τοῦ Κυρίου· Θεὸς γάρ ἐστιν, οὐχ ὡς ἄν‐ θρωπος ὁ καθ’ ὁμοίωσιν Θεοῦ γενόμενος· καὶ Θεὸς ὀνομαζόμενος τῇ ὁμοιώσει, οὐ τῇ φύσει· ὁμοιω‐
35μένην ἔχων Θεῷ τὴν οὐσίαν· καὶ δὴ καὶ προκόπτων ἐν τῇ ὁμοιότητι· καθ’ ἣν ἤδη φύσιν, «Τέκνα Θεοῦ ἐσμεν,» καὶ «Ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσό‐ μεθα.» Ὅπου δὲ ἡ οὐσία ἡ αὐτὴ, οὐ προκόπτει οὐ‐
σία εἰς τὸ μᾶλλον καὶ ἧττον, ἀλλὰ ἄνθρωπος μὲν85

28

.

88

οὕτως, ὁ δὲ Κύριος ὁ αὐτὸς ἀεί· καὶ οὐ ποτὲ μὲν ἥττων, ποτὲ δὲ μείζων, ὡς Θεός· «Ἰησοῦς, φησὶν, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ὁ τοίνυν ἀναιρῶν, τὸ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Πα‐
5τρὶ, λέγων δὲ ὅμοιον, ἀναιρεῖ τὸ εἶναι Θεόν. Ὡσαύ‐ τως δὲ καὶ ὁ ἐξηγούμενος τὸ ὁμοούσιον, ὡς ὅμοιον τῇ οὐσίᾳ, ἑτέραν τὴν οὐσίαν λέγει, Θεῷ δὲ ὁμοιωμέ‐ νην. Οὐ τοίνυν οὐδὲ τὸ ἐκ τῆς οὐσίας εἶναι πρεπόν‐ τως λέγει, μὴ φρονῶν ὁμοούσιον, ὡς ἄνθρωπος ἐκ
10τῆς ἀνθρώπου οὐσίας. Εἰ δὲ μὴ, ὡς ἄνθρωπος ἐξ ἀν‐ θρώπου κατ’ οὐσίαν, ἐκ Θεοῦ ὁ Υἱὸς, ἀλλ’ ὡς ἐν ὁμοιώματι, καθάπερ ἀνδριὰς ἀνθρώπῳ, ἢ ὡς ἄνθρω‐ πος Θεῷ· δῆλός ἐστιν ὁ τοιοῦτος ὁμοούσιον μὲν λέγων, ὁμοούσιον δὲ οὐ φρονῶν· οὐ γὰρ κατὰ τὴν
15συνήθειαν βούλεται τὸ ὁμοούσιον ἀκούεσθαι, ὅπερ ἐστὶν, ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς οὐσίας, ἀλλὰ παρὰ τὴν συνήθειαν· καὶ ἵνα διαβάλλῃ ταύτην, Ἑλληνικὴν ῥῆσιν εἰρηκέναι, τὸ ὁμοούσιον ῥῆμα τοῦ ἐν Ἕλλησιν ἔθους ἐπ’ οὐδενὶ ἑτέρῳ κείμενον, ἢ ἐπὶ τῷ τὴν αὐτὴν
20φύσιν παραστῆσαι· ὅπερ δεῖ πιστεῦσαι ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἅμα τε οὖν τὸ ὁμοούσιον οὗτος ἐκτρέπει, καὶ τὸ τῆς οὐσίας νόθως ὀνομάζει· ὡς ἔργον νοῶν, οὐχ ὡς γέννημα, καὶ διὰ τοῦτο καὶ τὸ ἀπαθῶς προστίθησι πιθανῶς· οὐχ ἵνα
25πάθους ἀφέλῃ διαβολήν· τίς γὰρ καὶ λέγει Θεοῦ πά‐ θος; ἀλλ’ ἵνα ποιητὸν ἐκ Θεοῦ λέγῃ, καὶ μὴ γεννητὸν ἐκ Θεοῦ προεληλυθότα· ὡς τῆς τοιαύτης προόδου πα‐ θητικῆς οὔσης· καθὰ δὲ λέγειν εἰώθασιν οἱ τὴν μὲν ἐκ τῆς οὐσίας πρόοδον ὡς πάθος ἐκβάλλοντες, ἢν δὲ
30λέγουσιν ἐκ τῆς οὐσίας ποίησιν ὡς ἀπαθῆ συνιστῶν‐ τες. Ὥσπερ εἰ καὶ τῆς ποιήσεως, εἰ ἀνθρωπίνως λαμβάνοιτο, κίνησιν ἐχούσης, καὶ τὸν ἐκ τῆς κινήσεως κάματον· ἅπερ ἀλλότρια δημιουργοῦντος Θεοῦ· ὅμως γοῦν, ὡς γέννησιν ἀπαθῆ διὰ τοιαύτης ἐξηγήσεως
35τὴν τοῦ Υἱοῦ νοοῦντες πρόοδον, τὸ Πνεῦμα ἀλλο‐ τριοῦσι Πατρὸς καὶ Υἱοῦ· ὅτι μὴ γεννήσει ἡ τούτου πρόοδος, ἀλλὰ πνεύσει ὁμοιοῦται διὰ τὴν μετάληψιν, ὡς πνοῆς ἐκ στόματος ἐρχομένης καὶ τὸν μετα‐ λαμβάνοντα ἁγιαζούσης, καθὰ δὴ λέγεται πνεύμα‐
40τος. Ἦν δὲ ἀδύνατον ἐν τῇ τῆς Τριάδος δόξῃ τὸ Πνεῦμα δοξάζεσθαι, μὴ προοδικῶς ὂν ἐκ Θεοῦ δι’ Υἱοῦ, ἀλλὰ ποιητικῶς ἐκ Θεοῦ γεγονὸς, ὡς λέγουσιν. Οὐ γὰρ συνδοξάζεται ποίημα ποιητῇ, οὐδὲ δοῦλος δεσπότῃ· οὐδὲ ἡ τῆς ἀλλοτρίας Θεοῦ οὐσίας μέθεξις
45ἂν εἴη Θεοῦ· «Ἐν τούτῳ γὰρ,» φησὶν ὁ Ἰωάννης, «γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος,
οὗ ἔδωκεν ἡμῖν.»87