TLG 2035 064 :: ATHANASIUS :: Testimonia e scriptura (de communi essentia patris et filii et spiritus sancti) [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Testimonia e scriptura (de communi essentia patris et filii et spiritus sancti) [Sp.]

Citation: Volume — page — (line)

28

.

29

(27t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
28tΑΘΑΝΑΣΙΟΥ
29tΜαρτυρίαι ἐκ τῆς Γραφῆς, τῆς κατὰ φύσιν κοινωνίας, ἐκ τοῦ ὁμοίως εἶναι τὸν Πατέρα,
30tκαὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα πρὸς θεωρίαν δυσέφικτον, καὶ μίαν ἔχειν ἐνέρ‐
31tγειαν.
35tΠερὶ ἐλευθερίας.
36 Περὶ Πατρὸς ἀναμφίβολον. Περὶ Υἱοῦ, φωνὴ αὐ‐ τοῦ τοῦ Υἱοῦ· «Ἐὰν μὴ ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ,
δοῦλοί ἐστε.» Περὶ τοῦ Πνεύματος διὰ Παύλου οὕτως29

28

.

32

λέγει· «Ὅταν ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖ‐ ται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.»
4tΠερὶ ζωοποιήσεως.
5 Λέγει ὁ Σωτήρ· «Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νε‐ κροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωο‐ ποιεῖ·» καὶ περὶ τοῦ Πνεύματός φησι· «Τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν.» Καὶ ὁ Ἀπόστολος· «Τὸ γράμμα ἀποκτείνει, τὸ δὲ Πνεῦμα
10ζωοποιεῖ.»
11tΠερὶ χειροτονίας.
12 Περὶ Πατρὸς Παῦλος λέγει· «Ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους·» καὶ τὰ ἑξῆς. Περὶ Υἱοῦ ὁ αὐτὸς
15Ἀπόστολος φάσκει· «Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπὲρ ἄνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ ποιμένας καὶ διδασκάλους.» Περὶ Πνεύματος ὁ αὐτὸς μετακαλεῖται ἀπὸ τῆς Μιλήτου
20τοὺς πρεσβυτέρους, καὶ λέγει αὐτοῖς· «Προσέχετε ἑαυ‐ τοῖς, καὶ παντὶ τῷ ποιμενίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλη‐ σίαν τοῦ Θεοῦ.»
24tΠερὶ νομοθεσίας.
25 Περὶ Πατρὸς ὁ Δαυῒδ λέγει· «Τοῦ ποιῆσαι τὸ θέ‐ λημά σου, ὁ Θεός μου, ἐβουλήθην, καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου.» Περὶ Υἱοῦ ὁ Παῦλος· «Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπλη‐ ρώσατε τὸν νόμον τοῦ Χριστοῦ.» Περὶ Πνεύματος ὁ
30αὐτός· «Ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἐν Χρι‐ στῷ Ἰησοῦ ἠλευθέρωσέ με.»
32tΠερὶ κυριότητος.
33 Ὁ Δαυῒδ λέγει· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.» Εἰ δὲ ἀντιλέγουσιν οἱ αἱρετι‐
35κοὶ λέγοντες, ὅτι εἰς τὸν Δαυῒδ ἐκλαμβάνεται τοῦτο, ἐλέγχει αὐτοὺς τὸ παρὰ τοῦ Σωτῆρος λεγόμενον· «Τί λέγετε περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; λέγουσι· Τοῦ Δαυῒδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν καλεῖ;» πάλιν
40περὶ τοῦ Πατρός· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι.» Περὶ δὲ τοῦ Υἱοῦ, λέγει· «Ὁ δὲ Κύριος ἐκ Σιὼν ἀνακράζεται, καὶ ἐξ οὐρανοῦ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ. Ὁ δὲ Κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ
45ἐνισχύσει Κύριος τοὺς υἱοὺς Ἰσραήλ. Καὶ ἐπιγνώσε‐ σθε, ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν, ὁ κατασκη‐ νώσας ἐν Σιὼν, ἐν ὄρει ἁγίῳ.» Ὁ δὲ κατασκηνώσας,
ἤτοι ὁ Υἱὸς, λέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς31

28

.

33

ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,» καὶ τὰ ἑξῆς. Περὶ δὲ τοῦ Πνεύματος εἰπὼν, ὅτι «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου,» ὑποκαταβὰς λέγει· Καὶ Κύριος ἐκ δεξιῶν σου·» τοῦ οὖν Υἱοῦ πάλιν ἐκ δεξιῶν τὸ
5Πνεῦμα.
6tὍτι ὁ Πατὴρ Κύριον τὸν Υἱὸν καλεῖ, καὶ ὁ
7tἈπόστολος τὸ Πνεῦμα καὶ Κύριον καὶ Θεὸν
8tλέγει, ὡς καὶ τὸν Υἱόν.
9Λέγει γὰρ οὕτως· «Καὶ ἔσται μετὰ ταῦτα· Ἐκχεῶ
10ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφη‐ τεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις
15ἐκείναις, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν τὴν
20ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πῶς οὖν ἐπικαλέσονται, εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς ἀκούσουσι χωρὶς κηρύσσοντος;» Περὶ δὲ τοῦ Πνεύμα‐ τος, ὁ αὐτὸς Ἀπόστολος λέγει· «Ἡνίκα δ’ ἂν ἐπι‐
25στρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι.» Καὶ πάλιν ὁ αὐτός· «Κα‐ θάπερ ἀπὸ Κυρίου Πνεύματος·» καὶ αὖθις· «Ὁ δὲ Κύριος κατευθύνοι ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ·»
30ἄρα ὁ Κύριος τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν· «Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσῃ καὶ περισσεύσῃ τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους καὶ εἰς πάντας, καθάπερ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτως ἐν ἁγιω‐ σύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν ἐν τῇ παρ‐
35ουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάν‐ των τῶν ἁγίων αὐτοῦ.» Καὶ ἐνταῦθα ὁ Κύριος ὁ πλεονάζων καὶ περισσεύων τῇ ἀγάπῃ τῇ εἰς ἀλλήλους, καὶ στηρίζων τὰς καρδίας ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
40τὸ Πνεῦμά ἐστι. Τὰς οὖν τρεῖς κυριότητας εἰς μίαν κυριότητα συναγαγὼν, βεβαιοῖ λέγων πρὸς Ἐφεσίους· «Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.» Πάλιν τὸ Πνεῦμα Κύριος λέγεται σαφῶς ἐν τῇ βίβλῳ τῶν Κρι‐ τῶν, ὅτε τὰς ἀριστείας ὁ Σαμψὼν ἐποίει, ἐπι‐
45σημαίνεται ἡ Γραφὴ, καὶ λέγει· «Καὶ Πνεῦμα Κυρίου ἦλθεν ἐπὶ Σαμψὼν, καὶ ἔλαβεν σιαγόνα ὄνου, καὶ ἀπέκτει‐ νε χιλίους·» καὶ πάλιν· «Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμ‐ ψὼν, καὶ διεσπάραξε τὸν λέοντα, ὡς ἔριφον·» καὶ πά‐ λιν· «Ἦλθε Πνεῦμα Κυρίου ἐπὶ Σαμψὼν, καὶ ἐπῆρε

28

.

33

(50)

τὴν πόρταν τῆς Γάζης, καὶ ἀνήνεγκεν εἰς τὸ ὄρος.33

28

.

36

Καὶ πάντη ἐκπορεύεται τὸ Πνεῦμα Κυρίου. Ὅτε δὲ ἐξυρήθη, τὰ μυστήρια τοῦ Θεοῦ ἀναφάνας τῇ Δαλιδᾷ, λέγει· «Καὶ ἀπέστη ἀπὸ Σαμψὼν ὁ Κύριος.» Ὥστε οὖν πεφανέρωται, ὅτι τὸ Πνεῦμα Κύριος· εἰ δὲ Κύριος,
5πανταχοῦ καὶ Θεός· «Γνῶτε γὰρ,» φησὶν, «ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός.» Καὶ, «Ὅτε ᾠκοδόμησαν οἱ υἱοὶ Γὰδ θυσιαστήριον ἐπὶ τοῦ Ἰορδάνου, καὶ ἀπ‐ έστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς αὐτοὺς, λέγοντες· Διὰ τί ἀποστάται γεγόνατε τοῦ Θεοῦ; ἀπεκρίθησαν ἀπολο‐
10γούμενοι υἱοὶ Ῥουβὶμ τοῖς χιλιάρχοις Ἰσραὴλ, λέ‐ γοντες· Ὁ Θεὸς ὁ Θεός ἐστι Κύριος· καὶ Θεὸς Κύριος αὐτὸς οἶδε,» καὶ τὰ ἑξῆς. Καὶ ἀλλαχοῦ πάλιν ὁ Παῦ‐ λος· «Ὁ Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, πρὸς φωτισμὸν τῆς
15γνώσεως τῆς δόξης τοῦ Θεοῦ, ἐν προσώπῳ Χριστοῦ.» Ὁ οὖν Θεὸς, ὁ εἰπὼν, ἐκ σκότους φῶς λάμψαι, τὸ Πνεῦμά ἐστι. Καὶ πάλιν ὁ αὐτός· «Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρο‐ νεῖν κατὰ Χριστὸν Ἰησοῦν· ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ
20στόματι δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.» Τίς οὖν ἐστιν ὁ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, ὁ διδοὺς ἡμῖν τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν, ἵνα ὁμοθυμα‐ δὸν δοξάζωμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν
25Ἰησοῦ Χριστοῦ; πάντως τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πά‐ λιν· «Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος, ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων· καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον, προσκυνήσει τῷ Θεῷ,
30ἀπαγγέλλων, ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστι.» Θεὸν οὖν εἶπε τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλοῦν ἐν αὐτοῖς. Καὶ πάλιν· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Ἔδειξεν ὅτι ναὸς Θεοῦ ἐσμεν· ὅπου δὲ ναὸς, ἐκεῖ Θεός· τὸ δὲ Πνεῦμα οἰκεῖ, ὡς ἐν ἰδίῳ
35ναῷ. Φησὶ γάρ· «Οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ Δοξάσατε οὖν τὸν Θεὸν ἐνοικοῦντα ἐν ὑμῖν.» Εἰ δὲ οὐ δοξάζεις τὸν ἐνοικοῦντα ἐν σοὶ ὡς Θεὸν, ἐγένου ναὸς εἰδώλων. Λέγει γάρ· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε,
40καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ ἀλλαχοῦ λέγει· «Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι‐ κρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· ἐδοκίμα‐
45σάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη.» Τὸ δὲ Πνεῦμα τὸ ἅγιον λέγεται εἰπεῖν ταῦτα· φησὶ γὰρ ὁ Ἀπόστολος· «Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε,» καὶ τὰ ἑξῆς. Ἄρα οὖν τὸ Πνεῦμα τὸ ἅγιον ἐπείρα‐

28

.

36

(50)

σεν ὁ Ἰσραὴλ, καὶ ἐδοκίμασεν ἐν τῇ ἐρήμῳ· καὶ εἶ‐
δον τὰ ἔργα αὐτοῦ, ἤτοι τὰ θαυμάσια. Ἐν ἄλλῳ δὲ35

28

.

37

ψαλμῷ λέγει ὁ αὐτός· «Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ.» Ἄρα οὖν ὁ Θεὸς, τὸ ἅγιον Πνεῦμά ἐστι. Καὶ ἀλλαχοῦ, ὅτε ἀνελαμβάνετο ὁ Ἡλίας, ᾔτει ὁ Ἐλισσαῖος παρ’ αὐτοῦ ἐπ’ αὐτὸν τὸ Πνεῦμα γενέ‐
5σθαι διπλοῦν. Ἐπηγγέλλετο οὖν ὁ Ἡλίας, ἐὰν ἴδῃ αὐτὸν ἀναλαμβανόμενον. Ἰδὼν οὖν, καὶ λαβὼν τὴν μηλωτὴν, ἦλθεν ἐπὶ τὸν Ἰορδάνην· καὶ πατά‐ ξαντος αὐτοῦ τῇ μηλωτῇ τὸν ποταμὸν, οὐχ ὑπ‐ ήκουσε τὸ ὕδωρ. Λέγει οὖν· Ποῦ ὁ Θεὸς ἀφφώ;
10Ἀφφὼ δὲ ἑρμηνεύεται ἄμφω, τουτέστι τὸ Πνεῦμα τὸ διπλοῦν. Ποῦ οὖν ὁ Θεὸς ἀμφὼ, ἀντὶ τοῦ, τὸ Πνεῦμα διπλοῦν. Καὶ πάλιν λέγει ὁ Σωτήρ· «Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.»
15Ἑρμηνεύων δὲ ὁ εὐαγγελιστὴς τί ἐστι, «ὕδατος ζῶντος,» ἔφη· «Τοῦτο δὲ ἔλεγε περὶ τοῦ ἁγίου Πνεύματος, ὁ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν.» Εἰ δὲ τὸ ὕδωρ τὸ ζῶν τὸ ἅγιον Πνεῦμά ἐστιν, ἄρα Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον· λέγει γὰρ ὁ προφήτης·
20«Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος· καὶ ὤρυ‐ ξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ μὴ δυ‐ νήσονται ὕδωρ συνέχειν.» Καὶ ὁ Δαυῒδ· «Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.» Ὁρᾷς ὅτι ὁ Πατὴρ πηγὴ ἐκλήθη, καὶ ὁ Υἱὸς ὁμοίως,
25καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐχ ὅτι τρεῖς εἰσι θεοί· εἷς γὰρ Θεὸς, καὶ εἷς νόμος, νομοθέτης εἷς, καὶ εἷς Κύριος. Εἷς γὰρ Θεὸς ἐν τρισὶ προσώποις κηρύττε‐ ται Καὶ πῶς, φησὶ, δύναται λέγεσθαι ὁ Πατὴρ Θεὸς, καὶ ὁ Υἱὸς Θεὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Θεὸς, καὶ οὐ
30τρεῖς εἰσι θεοί; ὅπου κοινὰ τὰ τῆς φύσεως, κοινὸν καὶ ὄνομα τῆς ἀξίας· οἷον ὁ Θεὸς τὰ εἰς πλήθη διῃ‐ ρημένα ἀπὸ μιᾶς φύσεως ἑνὶ ὀνόματι καλεῖ· καὶ ὅτε ὀργίζεται τοῖς ἀνθρώποις, τὸν πάντα ἄνθρωπον τῇ ὀργῇ ὑποκείμενον ἕνα ἄνθρωπον καλεῖ· καὶ ὅτε διαλ‐
35λάσσεται τῷ κόσμῳ, ὡς ἑνὶ ἀνθρώπῳ διαλλάσσεται· οἷον ἐπάγει κατακλυσμὸν διὰ τὴν ἁμαρτίαν, καὶ λέ‐ γει ὁ Θεός· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, καὶ ἐξαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα.» Καίτοι οὐκ ἦν εἷς, ἀλλὰ μυριάδες
40ἄπειροι· ἀλλὰ τῷ ὀνόματι τῆς φύσεως τὸν πάντα ἄνθρωπον ἕνα ἐκάλεσεν ἄνθρωπον διὰ τὸ κοινὸν τῆς οὐσίας. Καὶ πάλιν λέγει Δαυΐδ· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέ‐ πτῃ αὐτόν;» Οὐχ ὅτι ἕνα ἄνθρωπον ἐσκέψατο· πᾶσαν
45γὰρ τὴν οἰκουμένην ἤγειρε. Ἑνὶ δὲ συντόμῳ χρη‐ σόμεθα λόγῳ διὰ Μωσέως εἰρημένῳ· Ὅτε ἐξῆλθε Φαραὼ κατὰ τὴν θάλασσαν, καὶ ὑπέσχε τῷ νόμῳ τῷ
θείῳ τὴν τιμωρίαν, πίπτων μετὰ μυρίων ἁρμά‐37

28

.

40

των ἐν τῇ θαλάσσῃ, καὶ ἦσαν πολλοὶ ἄνθρωποι οἱ βυθισθέντες μετ’ ἐκείνου, καὶ ἵπποι πολλοί· ὁ δὲ Μωσῆς εἰδὼς, ὅτι πάντων τῶν βυθισθέντων μία ἐστὶν ἡ φύσις, καὶ περὶ τῶν ἵππων καὶ περὶ τῶν ἀνδρῶν
5λέγει· «ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξα‐ σται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν·» τὰ πλήθη τῶν ἵππων ἐκάλεσεν ἵππον ἕνα διὰ τὴν κοινωνίαν τῆς φύσεως, καὶ τὰ πλήθη τῶν ἀνδρῶν ἐκά‐ λεσεν ἕνα ἄνθρωπον· ἵππον γὰρ καὶ ἀναβάτην εἶπε διὰ
10τὴν κοινωνίαν τῆς φύσεως. Εἰ οὖν ἐν τοῖς ἀνθρώποις, ὅπου συγκέχυται τὰ τῆς φύσεως, ὅπου διάφορα τὰ τῆς μορφῆς, καὶ δυνάμεως, καὶ βουλῆς· οὐ γάρ ἐστιν οὔτε γνώμη ἴση, οὔτε μορφὴ, οὔτε ἰσχύς· καὶ διάφοροι γλῶτται· διὸ καὶ ἄνθρωποι μέροπες λέγονται·
15ἀλλὰ διὰ τὸ κοινὸν τῆς φύσεως πᾶσα ἡ οἰκουμένη εἷς ἄνθρωπος ἐκλήθη. Ὅπου δὲ ἀμέριστος ἡ ἀξία, μία βασιλεία, μία δύναμις, καὶ βουλὴ, καὶ ἐνέργεια, ἰδιά‐ ζουσα τὴν Τριάδα ἀπὸ τῆς κτίσεως, ἕνα λέγω Θεόν. Εἰ δὲ, διὰ τὸ λέγειν Θεὸν, καὶ Θεὸν, καὶ Θεὸν, τρεῖς
20λέγω θεούς· καὶ ἐὰν εἴπω Κύριον, καὶ Κύριον, καὶ Κύριον, τρεῖς λέγω Κυρίους· εἰ τοίνυν ὁ Πατὴρ Κύ‐ ριος, καὶ ὁ Υἱὸς Κύριος, καὶ τὸ Πνεῦμα τὸ ἅγιον Κύ‐ ριος, πῶς σὺ, ὦ Ἀπόστολε, ὁ νομοθέτης τῆς ἀλη‐ θείας, ὁ συνήγορος τῆς εὐσεβείας, Ἐφεσίοις ἐβόας
25λέγων· «Εἶς Κύριος, μία πίστις, ἓν βάπτισμα;» Εἷς Κύριος κατὰ τὸν ἁγιασμὸν τῶν σεραφίμ· καὶ γὰρ ἐκεῖνα ἐβόα, «Ἅγιος, ἅγιος, ἅγιος Κύριος.» Εἰ δὲ φιλονεικοῦσιν οἱ αἱρετικοὶ, καὶ λέγουσιν, ὅτι ἄλλη κυριότης τοῦ Πατρὸς, ἄλλη τοῦ Υἱοῦ, θαυμάζω,
30πῶς ἀνέχονται δουλεύειν δυσὶ κυρίοις· τοῦ γὰρ Κυ‐ ρίου ἐστὶ φωνὴ, «Οὐδεὶς δύναται δυσὶ κυρίοις δου‐ λεύειν.» Εἰ ἄλλη κυριότης Πατρὸς, καὶ ἄλλη κυριό‐ της Υἱοῦ, καὶ μερίζεις τὴν ἐξουσίαν, πῶς λατρεύεις τῇ βασιλείᾳ; Οὐ δύναται λατρευθῆναι δύο ἀξιώματα
35κατὰ τὸ αὐτοῦ, ἐὰν μὴ ὁμότιμα ᾖ. Οὐδεὶς προσκυνεῖ βασιλέα καὶ ἄρχοντα· ὅπου γὰρ ὁμότιμος ἡ ἀξία, ὁμό‐ τιμος καὶ ἡ προσκύνησις. Ἐν τῷ ἴσῳ ἀξιώματι οὐκ ἔστι μάχη. Τὸ ἄνισον ἐγείρει τὴν μάχην· τὸ δὲ ἴσον βραβεύει τὴν εἰρήνην. Οὐ συνεχώρησέ σοι ὁ Χριστὸς
40μερίσαι τὴν τιμὴν, εἰπών· «Τοῦτό ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα.» Τίμα Πατέρα, ἵνα τιμήσῃς Υἱόν· μᾶλλον δὲ τίμα Υἱὸν, ἵνα τιμήσῃς Πατέρα. Ἰδιοποιεῖται τοῦ Υἱοῦ τὴν ὕβριν ὁ Θεός· λέγει γὰρ
45ὁ Σωτήρ· «Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μι‐ σεῖ.» Μὴ νομίσωσιν αἱρετικοὶ, ὅτι τῷ Θεῷ χαρίσον‐ ται μείζονα αὐτὸν λέγοντες τοῦ Υἱοῦ αὐτοῦ. Οὐ δέ‐ χεται τιμὴν τὴν εἰς ἑαυτὸν ὁ Πατὴρ, τοῦ Υἱοῦ αὐτοῦ ὑβριζομένου. Καὶ βλέπε πραγμάτων ἀπόδειξιν ἐναρ‐

28

.

40

(50)

γῆ ἐκ τῆς παλαιᾶς Γραφῆς. Οἱ φίλοι τοῦ Ἰὼβ, οἱ
ἐλθόντες εἰς παραμυθίαν, ἐνεκάλουν αὐτῷ, ὡς φθεγ‐39

28

.

41

γομένῳ τολμηρὰ, καὶ ἐδικαίουν τὸν Θεόν. Ὁ Ἰὼβ ἔλεγε τῷ Θεῷ· «Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ἵνα ἴδω πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, ὅτι οὕτως με ἔκρινας;» Οἱ φίλοι τοῦ Ἰὼβ ἐδικαίωσαν τὸν
5Θεὸν, καίτοιγε ἀγνοουμένης τῆς ὑποθέσεως· καὶ τὸν μὲν δίκαιον μᾶλλον κατέκριναν ὡς ἁμαρτήσαντα· τὸν δὲ Θεὸν, ὡς δικαίως ἐπάγοντα, ἐπῄνεσαν· καὶ λέγουσι τῷ Ἰώβ· «Μεγάλως ἐλάλησας, ὑπερβαλλόν‐ τως ἐτόλμησας, σὺ κατὰ τοῦ ἱκανοῦ λαλήσας·»
10καὶ, «Ὁ Θεὸς μὴ ταράττει τὸ δίκαιον.» Καὶ πάλιν λέ‐ γει ὁ φίλος αὐτοῦ· «Κατὰ τὰς ἁμαρτίας σου ἐπή‐ γαγέ σοι. Εἰ δὲ μὴ πολλαί σου ἦσαν αἱ ἁμαρτίαι, οὐκ ἂν ἐμάστιξέ σε.» Καὶ ἐδόκουν τῷ Θεῷ συνηγο‐ ρεῖν, τὸν δὲ δίκαιον κατακρίνειν· ἆρα ὁ Θεὸς
15ἐδέξατο τοὺς ὑπὲρ αὐτοῦ λέγοντας παρὰ τὸ δίκαιον; Ἆρα ἐδέξατο τὴν ὑπὲρ αὐτοῦ συνηγορίαν, καὶ ἠτί‐ μασε τὸν δίκαιον; Οὐδαμῶς. Οὐκοῦν οὐ δέχεται τὴν εἰς ἑαυτὸν τιμὴν, ἀτιμαζομένου τοῦ Υἱοῦ. Ἴδωμεν δὲ τί λέγει τοῖς φίλοις τοῦ Ἰώβ· «Διὰ τί οὐκ ἐλαλήσατε
20ὀρθὰ περὶ τοῦ θεράποντός μου;» Εἰ οὖν τοὺς κατὰ τοῦ θεράποντος αὐτοῦ ὀρθὰ μὴ λέγοντας ἀποσείεται, τοὺς κατὰ τοῦ Μονογενοῦς ἀκονῶντας τὴν γλῶτ‐ ταν δέχεται; Οὐδαμῶς. Ἀπαραίτητος τοίνυν δίκη τοῖς βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον· ἄκουε γὰρ τί
25φησιν ὁ Σωτήρ· «Πᾶσα βλασφημία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθή‐ σεται.»
28tὍτι ἡ Τριὰς ἀποστέλλει ἀποστόλους.
29Περὶ τοῦ Πατρὸς λέγει· «Ἐν γὰρ τῷ ὄρει Σιὼν,
30ἥξει ὁ εὐαγγελιζόμενος, καὶ οἱ εὐαγγελιζόμενοι, οὓς ὁ Κύριος προσκέκληται.» Περὶ τοῦ Υἱοῦ· «Ἰδοὺ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα, ἐν μέσῳ λύκων.» Περὶ τοῦ Πνεύματος ἐν ταῖς Πράξεσι λέγει· «Οἱ μὲν οὖν ἀποσταλέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος ἦλθον εἰς
35Σελεύκειαν.» Εἰ τοίνυν Θεοῦ τὸ προσκαλεῖσθαι, διὰ τί τὸ Πνεῦμα διὰ τῶν προφητῶν λέγει· «Τάδε λέγει Κύ‐ ριος;» Καὶ πάλιν τὸ Πνεῦμα τοῖς ἐν Ἀντιοχείᾳ ἁγίοις· «Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς;» Μάθε οὖν
40τὴν δύναμιν τῆς Τριάδος. Ὁ Πατὴρ νομοθετεῖ· ὁ Υἱὸς κελεύει· τὸ Πνεῦμα αὐθεντεῖ. Ἄκουε λέγοντος τοῦ Θεοῦ· «Εὐαγγελιζόμενοι ἥξουσιν, οὓς ὁ Κύριος προσκέκληται.»
44tὍτι ἡ ἁγία Τριὰς δείκνυται καθῆσθαι ἐπὶ
45tθρόνου ὑψηλοῦ.
46 Φησὶν ὁ Ἡσαΐας· «Εἶδον τὸν Κύριον Σαβαὼθ καθ‐ ήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ,» καὶ τὰ ἑξῆς. Ἀνάγκη, ὅτι ὁ Πατὴρ ὑπολαμβάνεται πρὸ πάν‐

28

.

41

(50)

των. Εἶθ’ ὑποκαταβὰς λέγει· «Καὶ ἤκουσα τῆς φω‐
νῆς Κυρίου, λέγοντος· Τίνα ἀποστελῶ; καὶ τίς πο‐41

28

.

44

ρεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπέ μοι· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ
5ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,» καὶ τὰ ἑξῆς. Ὁ δὲ Ἰωάννης εἰς τὸν Υἱὸν ἐκλαμβάνει ταῦτα· λέγει γάρ· «Τοσαῦτα δὲ αὐτοῦ σημεῖα πε‐ ποιηκότος ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ,
10ὃν εἶπε· «Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ταῦτα δὲ εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ.» Περὶ τοῦ Πνεύ‐ ματος δὲ ὁ Παῦλος διαλεγόμενος τοῖς ἐν Ῥώμῃ Ἰου‐ δαίοις, εἶπε· «Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ
15Ἡσαΐου τοῦ προφήτου· ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε,» καὶ τὰ ἑξῆς.
18tΠερὶ τοῦ καθῆσθαι τὸ Πνεῦμα.
19Ἐκ τῆς βίβλου Μωσέως οὐ μόνον καθήμενον,
20ἀλλὰ καὶ συγκαθήμενον τὸ Πνεῦμα τὸ ἅγιον Πατρὶ καὶ Υἱῷ δείκνυται. Ἐκ τῆς οὖν πρεπούσης ἱστορίας. Ὥρμημαι δὲ ἐπὶ Ἀβραάμ· «Ὤφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ ἰδοὺ ἄνδρες τρεῖς, οὓς καὶ ἐξένισεν ὑπὸ τὴν δρῦν, οἳ ἐξανέστησαν, ἐπιβλέψαντες ἐπὶ πρόσω‐
25πον Σοδόμων.» Τὸ δὲ, «ἐξανέστησαν,» καθισάντων ἐστὶ σημασία. Εἰπὲ οὖν, ἐπὶ τῆς τραπέζης οἱ τρεῖς ἐκάθισαν, ἢ οὔ; Φησὶν, Ἐκάθισαν. Τὸ οὖν καθῆσθαι ἐπὶ τὸ αὐτὸ συγκαθίσαι ἐστίν. Ἐν δὲ τῷ Δανιὴλ, Σω‐ σάννης ἀπαγομένης θανατωθῆναι, λέγει ἡ Γραφή·
30«Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου, ᾧ ὄνομα Δανιήλ.» Ἡ οὖν «ἐξεγέρσεως» φωνὴ οὐκ ἐπὶ ἑστῶτος λαμβάνεται, ἀλλ’ ἐπὶ καθημένου ἢ κοι‐ μωμένου· ὡς καὶ ἐν τῷ ψαλμῷ λέγει· «Ἐξη‐ γέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κε‐
35κραιπαληκὼς ἐξ οἴνου·» καὶ τὸ, «Ἐξηγέρθη Κύ‐ ριος ἐκ νεφελῶν ἁγίων αὐτοῦ.» Καὶ ἄλλης ἱστορίας μνημονεύσω τοῦ Πατρὸς τοῦ Κυρίου, πρὸς τὸν Ἰωάν‐ νην λέγοντος· «Ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα κατα‐ βαῖνον, καὶ μένον ἐπ’ αὐτόν.» Ὁ Κύριος εἶπεν·
40«Εἰ καὶ ὁ Πατὴρ, ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα.» Εἰπὲ οὖν κατὰ τὰς μαρτυρίας, ὁ Πατὴρ καὶ τὸ Πνεῦμα μένουσιν ἐν τῷ Υἱῷ, ἢ οὔ; Φησὶ, Μένουσιν. Οἱ οὖν ἐν τῷ Υἱῷ μένοντες, ὁ Πατὴρ καὶ τὸ Πνεῦμα, τοῦ Υἱοῦ καθίσαντος, ἀνάγκη πᾶσα συγ‐
45καθῆσθαι αὐτῷ καὶ οἱ μένοντες ἐν αὐτῷ· ὡς οὖν κά‐ θηται, καὶ συγκάθηνται. Εἰ οὖν αὕτη ἐστὶν ἱστορία ἐπὶ Ἀβραὰμ καὶ Λὼτ, καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· «Καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκα‐ στον αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον·» ὡς καὶ ἐν τῷ

28

.

44

(50)

ψαλμῷ λέγει· «Ὁ καθήμενος ἐπὶ χερουβίμ·» τῷ43

28

.

45

μὲν Υἱῷ ἴσμεν ἀφωρισμένην δίαιταν ἐκ δεξιῶν τοῦ Πατρὸς ἰδιάζουσαν. Τῶν γοῦν τριῶν καθισάντων ἐπὶ τοῦ Ἀβραὰμ, δῆλον ὅτι ἐξ εὐωνύμων ἐκάθισε τὸ Πνεῦμα τὸ ἅγιον· αὕτη γὰρ αὐτῷ ἀφωρισμένη δίαιτα.
5Ὥσπερ οὖν πρὸς τὸν ἑαυτοῦ Υἱὸν εἶπε· «Κάθου ἐκ δεξιῶν μου·» ἐκ δὲ τοῦ καθίσαι ἐκ δεξιῶν τὸν Υἱὸν ἔστιν ἐπινοῆσαι, ὅτι κατ’ ἐπιτροπὴν εἶπε καὶ τῷ ἑαυ‐ τοῦ Πνεύματι, Κάθου ἐξ εὐωνύμων μου. Τοῦ δὲ κα‐ θημένου ἡ προσηγορία ἀξιώματός ἐστι σημασία· ὁ
10γὰρ καθήμενος ἐμπερίγραφός ἐστιν, ἐν ᾧ κάθηται τόπῳ. Ὁ δὲ Θεὸς ἡμῶν ἀπερίγραφός ἐστι φύσει· περιγράφεσθαι δὲ δοκεῖ μετενσωματούμενος· οὐ γὰρ ἀνθρωπίζει ἡ Γραφὴ τὸν Θεόν· ἀλλ’ ἐκ τοῦ καθ’ ἡμᾶς διαλέγεται, ἵνα τὰ ὑπὲρ ἡμᾶς ἐμφάνῃ
15πράγματα ἐν τοίᾳ φύσει. Ὅτι δὲ ἐν τῷ ἑκατοστῷ ἐν‐ νάτῳ ψαλμῷ φησιν· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» καὶ καθισάντων αὐτῶν, λέγει ἡ Γραφὴ πρὸς αὐτὸν τὸν Χριστόν· «Ὤμοσε Κύ‐ ριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν
20αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·» καὶ, «Κύριος ἐκ δεξιῶν σου·» δῆλον οὖν ὅτι τὸ Πνεῦμα ἐκ δε‐ ξιῶν ἐστι
24tὍτι ἡ Τριὰς ἤγειρε τὸν Χριστὸν κατὰ τὴν
25tσάρκα ἐκ νεκρῶν.
26 Περὶ Πατρὸς οὕτως λέγει· «Ὁ δὲ Θεὸς, καὶ τὸν Κύριον ἤγειρε, καὶ ἡμᾶς ἐγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ.» Περὶ Υἱοῦ· «Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Αὐτὸς δὲ ἔλεγε περὶ
30τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.» Περὶ δὲ τοῦ Πνεύμα‐ τος· «Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν ἐκ νεκρῶν, οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νε‐ κρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.»
35tὍτι ἡ Τριὰς ὑφ’ ἑαυτῆς δοξάζεται.
36 Ὁ Υἱὸς δοξάζει τὸν Πατέρα· λέγει γάρ· «Ἐδό‐ ξασά σου τὸ ὄνομα ἐπὶ τῆς γῆς·» ὁ Πατὴρ τῷ Υἱῷ λέγει ἐν τῷ Εὐαγγελίῳ· «Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.» Ὅτι δεδόξασται Υἱὸς παρὰ τοῦ Πατρὸς,
40καὶ Πατὴρ παρὰ τοῦ Υἱοῦ, λέγει ἐν τῷ Εὐαγγε‐ λίῳ· «Πάτερ, δόξασόν σου τὸν Υἱὸν, ἵνα καὶ ὁ Υἱός σου δοξάσῃ σε.» Τὸ Πνεῦμα τὸν Υἱὸν δοξάζει· λέγει γὰρ περὶ τοῦ Παρακλήτου· «Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Ὁ
45Υἱὸς τὸ Πνεῦμα δοξάζει, λέγων· «Πᾶσα ἁμαρτία ἀφεθήσεται· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται,» διὰ τῆς πρὸς Πατέρα καὶ Υἱὸν κοι‐ νωνίας· καὶ ἐν τούτῳ, «ὅτι οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ.»
50tΠερὶ δοξολογίας Πνεύματος ἁγίου.
51«Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ45

28

.

48

Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Τὸ Πνεῦμα οὖν ἐστι, τὸ εἰπόν· «Ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Δῆλον ὅτι, αὐτὸ γὰρ εἶπε,
5«Θῦσον τῷ Θεῷ.»
6tὍτι πάρεστι πάντη ἡ Τριάς. —Περὶ Πατρός.
7 «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύ‐ ριος.»
9tΠερὶ Υἱοῦ.
10 «Ὁ ἀναβὰς, αὐτός ἐστι καὶ ὁ καταβὰς εἰς τὰ κα‐ τώτερα μέρη τῆς γῆς, ἵνα πληρώσῃ τὰ πάντα.»
12tΠερὶ Πνεύματος.
13 «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν
15οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Ἄλλο· «Ὑμεῖς δὲ γινώσκετε αὐτὸν, καὶ παρ’ ὑμῖν μένει.» Καὶ ὁ Ἡσαΐας· «Ὁ στερεώσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ διδοὺς πνοὴν τῷ λαῷ, τῷ ἐπ’ αὐ‐ τῆς, ἢ καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·» καὶ,
20«Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην» καὶ, «Πνεῦμά μου ἕστηκεν ἐν μέσῳ ὑμῶν.» Ὁρᾷς πῶς τὸ Πνεῦμα προτάττεται τοῦ Πατρός;
23tὍτι οὐδεὶς γινώσκει τὴν Τριάδα.
24Λέγει ὁ Σωτήρ· «Πάτερ ἅγιε, κόσμος σε οὐκ
25ἔγνω· ἐγὼ δέ σε ἔγνων.» Περὶ τοῦ Υἱοῦ ἐν τῷ Εὐαγ‐ γελίῳ·» Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγέ‐ νετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.» Περὶ τοῦ Πνεύματος· «Ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ γινώσκει αὐτό.»
30tὍτι καὶ ἐν τῇ Παλαιᾷ ἡ Τριὰς τὴν ἐνέργειαν
31tτὴν ἰδίαν ἐνδείκνυται.
32 «Λάβε,» φησὶ, «τὸ αἷμα τῆς τελειώσεως, καὶ ἐπίθες ἐπὶ τοὺς ἱερεῖς, ἐπὶ τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ, καὶ
35ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς.» Καὶ βλέπε τὴν κεφαλὴν τοῦ λαοῦ τρίτον σφραγιζομένην, κατὰ τὸν τύπον τῶν Σεραφὶμ τῶν λεγόντων· «Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ·» καὶ κατὰ τὸν τύπον τῆς σινδόνος, τῆς φανείσης Πέτρῳ ἐν Ἰόππῃ, ἐκ τοῦ οὐ‐
40ρανοῦ χαλασθείσης, διὰ τὸ τρίτον χαλασθῆναι. Καὶ ὅτε ὁ Θεὸς εἶπε τῷ Μωσεῖ εἰπεῖν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, λέγων· «Οὕτως εὐλογήσετε τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες αὐτοῖς· Καὶ ἐπιθήσουσι τὸ ὄνομά μου ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγὼ Κύριος
45εὐλογήσω αὐτούς. Εὐλογήσει σε Κύριος, καὶ φυλάξει σε· ἐπιφανεῖ τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ ἐλεήσει σε. Ἐπάρῃ Κύριος τὸ πρόσωπον αὐτοῦ ἐπὶ σὲ, καὶ δῴη σοι εἰρήνην.» Καὶ ἐν τῇ Νέᾳ ὁμοίως περὶ Πα‐ τρὸς ὁ Παῦλος· «Ὁ δὲ Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα

28

.

48

(50)

ἐν πᾶσι.» Περὶ τοῦ Υἱοῦ ὁ αὐτός· «Ἀλλὰ πάντα47

28

.

49

καὶ ἐν πᾶσι Χριστός.» Περὶ τοῦ ἁγίου Πνεύματος· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.»
4tὍτι ἡ Τριὰς παρακαλεῖ· Παράκλητος γὰρ διὰ
5tτὸ παρακαλεῖν καὶ σώζειν λέγεται, ὡς Θεὸς καὶ
6tΣωτήρ.
7 Περὶ τοῦ Πατρὸς ὁ Παῦλος λέγει· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν.» Καὶ ὁ Ἡσαΐας πρὸς τὴν Ἱερουσαλήμ· «Παρακαλεῖ
10σε ὁ ὀνομάσας σε.» Παρακαλεῖ ὁ Υἱός· ὡς ἔλεγε· «Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, παρακαλέσαι πάντας τοὺς πενθοῦντας.» Ἰωάννης ἐν τῇ Ἐπιστολῇ· «Ἐάν τις ἁμάρτῃ, ἔχομεν Παράκλητον πρὸς τὸν Πα‐
15τέρα, Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτός ἐστιν ἱλασμὸς περὶ ἁμαρτιῶν ἡμῶν.» Περὶ τοῦ Πνεύματος ὁ Σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε. Κἀγὼ ἀναβαίνω πρὸς τὸν Πατέρα μου· καὶ παρακαλέσω αὐτόν· καὶ ἄλλον
20Παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας.
21tΠερὶ τῆς Τριάδος.
22 «Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ·» (ἰσχὺν λέγει τὸν Υἱόν· ἰσχὺς δὲ δύναμίς ἐστι· «Χριστὸς γὰρ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία·») καὶ τῆς συν‐
25έσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμὸς,» τουτέστι τοῦ Πνεύ‐ ματος· ὡς ἔλεγεν ὁ Σωτήρ· «Ἰδοὺ δίδωμι ὑμῖν Πνεῦμα σοφίας καὶ συνέσεως·» καὶ πάλιν· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ‐
30τῶν·» καὶ πάλιν· «Εὐλογήσει ὑμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν· εὐλογήσει ὑμᾶς ὁ Θεός.»
32tὍτι τὸ Πνεῦμα ποτὲ ἡ Γραφὴ τοῦ Πατρὸς
33tκαλεῖ, ποτὲ τοῦ Υἱοῦ· ποτὲ καθ’ ἑαυτὸ
34tαὐτὸ ὀνομάζει· οὐ γὰρ ἐν συγχύσει, ἀλλ’ ἀδιαι‐
35tρέτως κηρύσσεται.
36 Περὶ Πατρός· «Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ.» Καὶ πά‐ λιν· «Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι, εἴπερ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.» Περὶ Υἱοῦ·
40«Ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κράζον, Ἀββᾶ ὁ Πατήρ.» Καὶ πάλιν· «Ὃς Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.» Περὶ τοῦ Πνεύματος ὁ Υἱὸς ἔλεγε· «Μὴ μεριμνήσητε, τί, ἢ πῶς λαλήσετε· δοθήσεται
45γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πα‐ τρός μου, τὸ λαλοῦν ἐν ὑμῖν.» Περὶ Πνεύματος· «Διῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος, τὸν Λόγον τοῦ

28

.

49

(50)

Θεοῦ λαλῆσαι ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ κατὰ τὴν49

28

.

52

Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα Ἰησοῦ.» Περὶ τοῦ Πνεύματος· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε.» Λέγουσιν οἱ αἱρετικοὶ κατὰ τάξιν
5καὶ ὑπαρίθμησιν ἑστάναι τὴν θεότητα. Ἐροῦμεν, ὅτι γέγραπται· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ὁ ἐπουράνιος.» Καὶ πάλιν· «Πρῶτόν φησι τὸ ψυχικὸν, εἶτα τὸ πνευματι‐ κόν.» Εἰ τοίνυν τῷ πρώτῳ ὑπαριθμεῖται τὸ δεύτερον,
10τὸ δὲ ὑπαριθμούμενον ἀτιμότερόν ἐστι τοῦ πρὸς ὃ ἔχει τὴν ὑπαρίθμησιν· ἀτιμότερος καθ’ ὑμᾶς τοῦ ψυχικοῦ ὁ πνευματικὸς, καὶ τοῦ χοϊκοῦ ὁ ἐπουράνιος. Ἄλλο· Οὐδεὶς ἀγνοεῖ, ὅτι Θεὸν Ἀβραὰμ, καὶ Θεὸν Ἰσαὰκ, καὶ Θεὸν Ἰακὼβ, καλεῖ ἡ Γραφή. Ἄλλο· Διὰ
15τοὺς τρίτῳ τόπῳ τάσσοντας τὸ Πνεῦμα τὸ ἅγιον. Ἀντιστρέφει αὐτοῖς ἐν τῇ Παλαιᾷ Διαθήκῃ, καὶ λέγει (ὅτε ἐν Βαβυλῶνι ἐξώριστο ὁ λαὸς), οὕτως λέγει· «Καὶ μνησθήσομαι τῆς διαθήκης μου τῆς πρὸς Ἰα‐ κὼβ, καὶ τῆς διαθήκης μου τῆς πρὸς Ἰσαὰκ, καὶ
20τῆς διαθήκης μου τῆς πρὸς Ἀβραάμ.» Ἄλλο· «Διαι‐ ρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ ἄλλο· «Ποῦ
25πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσ‐ ώπου σου ποῦ φύγω;»
27tὍτι προτάττεται τοῦ Πατρὸς ὁ Υἱός.
28 Λέγει ὁ Σωτήρ· «Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν.» Ἄλλο· «Ἐγὼ καὶ
30ὁ Πατὴρ ἕν ἐσμεν.» Καὶ πάλιν ὁ Ἀπόστολος· «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν.»
34tΠρὸς τοὺς λέγοντας τὸ, ἐξ οὗ, καὶ δι’ οὗ, δια‐
35tφέρειν, καὶ διδόντας τὸ μὲν, ἐξ οὗ, τῷ Πατρὶ,
36tτὸ δὲ, δι’ οὗ, τῷ, ὡς ἔλαττον.
37 Εὑρίσκομεν δὲ ἐκ τῶν Γραφῶν, ὅτι καὶ ἐπὶ τοῦ Πατρὸς λέγεται τὸ, «δι’ οὗ,» καὶ ἐπὶ τοῦ Υἱοῦ, τὸ, «ἐξ οὗ,» καὶ ἐπὶ Πνεύματος ὁμοίως. Περὶ τοῦ
40Πατρὸς ὁ Ἀπόστολος λέγει· «Πιστὸς ὁ Θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ.» Ἄλλο· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ·» καὶ πάλιν· «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ’ υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος διὰ Θεοῦ.» Καὶ τὸ,
45«Ὥσπερ ἠγέρθη Χριστὸς διὰ τῆς δόξης τοῦ Πα‐ τρός.» Καὶ πάλιν, ὅτε ἐγεννήθη Κάϊν, Εὔα εἰρή‐ κει· «Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ.» Καὶ
πάλιν τῷ Ἰωσὴφ εἰς τὴν φυλακὴν οὐχὶ διὰ τοῦ Θεοῦ51

28

.

53

ἡ διασάφησις δίδοται; Περὶ τοῦ Υἱοῦ ἐκ τῆς προφη‐ τείας Ἡσαΐου Παῦλος εἶπεν· «Ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.» Εἰ δὲ ἀντιλέγει ὁ αἱρετικὸς τῷ Πατρὶ τῷ Θεῷ λελέχθαι τὴν, «δι’
5οὗ,» φωνὴν, πρέπειν δώσει καὶ τὴν ἴσην ἀξίαν τῷ Υἱῷ· καὶ πάλιν Ἐφεσίοις ὁ Ἀπόστολος· «Ἀλη‐ θεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον,» καὶ τὰ ἑξῆς. Καὶ πρὸς Κολοσσαεῖς πρὸς τοὺς οὐκ
10ἔχοντας τὴν γνῶσιν τοῦ Μονογενοῦς εἴρηται· «Ὅτι ὁ κρατῶν τὴν κεφαλὴν,» τουτέστι τὸν Χριστὸν, «ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν, καὶ τῶν συνδέσμων,» καὶ τὰ ἑξῆς· καὶ τὸ, «Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Καὶ αὐτὸς ὁ Κύριος λέγει·
15«Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν.» Καὶ πάλιν λέγει· «Ἔγνων δύναμιν ἐξελθοῦσαν ἐξ ἐμοῦ.» Περὶ τοῦ Πνεύματος· «Ὁ σπείρων εἰς τὸ Πνεῦμα ἐκ τοῦ Πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ ὁ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι
20ἐν ἡμῖν ἐστιν ὁ Θεὸς, ἐκ τοῦ Πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν.» Καὶ ὁ ἄγγελος λέγει· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Ὁ Κύ‐ ριός φησι· «Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.» Εἰ δὲ τὸ, «ἐξ οὗ,» ἐπιτάττοντός
25ἐστι, τουτέστι τοῦ Πατρὸς, ποῦ τις θήσει τὸ, «Οὐ γέγονεν ἀνὴρ ἐκ γυναικὸς, ἀλλ’ ἡ γυνὴ ἐξ ἀνδρός;» Ἆρα τὸν ἄνδρα Θεὸν ἐροῦμεν;
27tὍτι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματός
28tἐστί τινα κοινὰ ὀνόματα, ὥσπερ τὸ, Θεὸς, τὸ,
29tΚύριος, Ἅγιος, Ἀγαθὸς, Πνεῦμα, καὶ ἄλλα τινὰ
30tτοιαῦτα.
31 Ἐπὶ ποσὸν οὖν ἐν περινοίᾳ γενέσθαι, Πνεῦμα ὠνό‐ μασται· ὡς, «Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦν‐ τας αὐτῷ, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.» Καὶ πάλιν περὶ τοῦ Υἱοῦ· «Πνεῦμα προσώπου
35ἡμῶν Χριστὸς Κύριος.» Ἅγιος ὁ Πατὴρ, καὶ ἅγιος ὁ Υἱὸς, τὸ δὲ Πνεῦμα οὐχ ἁγιαζόμενόν ἐστιν, ἀλλ’ ἁγιάζον· ἀγαθὸν, ὡς ἀγαθὸς ὁ Πατὴρ, καὶ ὁ ἐκ τοῦ ἀγαθοῦ ἀγαθὸς γεννηθεὶς Υἱός· εὐθὲς Πνεῦμα, ὡς εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, τῷ εἶναι αὐτοαλήθεια,
40δικαιοσύνη διὰ τὸ ἄτρεπτον τῆς οὐσίας· Παράκλητος, ὡς μονογενής· κατὰ τό· «Ἐγὼ παρακαλέσω τὸν Πατέρα μου, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν.» Οὕτω κοινὸν τὸ ὄνομα πρὸς Πατέρα καὶ Υἱὸν τῷ Πνεύματι, ἐκ τῆς κατὰ φύσιν κοινωνίας καὶ οἰκειό‐
45τητος ἡ προσηγορία τούτων ἥνωται. Πόθεν γὰρ ἄλ‐ λοθεν, πάλιν ἡγεμονικὸν, πάλιν Πνεῦμα ἀληθείας, πάλιν Πνεῦμα σοφίας ὠνόμασται;
48tὍτι ὅσα ὁ Χριστὸς ποιεῖ, καὶ τὸ ἅγιον
49tΠνεῦμα ποιεῖ.

28

.

53

(50)

Ἐνεργήματα δυνάμεων, χαρίσματα ἰαμάτων. Διὰ
τοῦ Πνεύματος ἁγίου δαίμονες ἀπηλαύνοντο· ἐν τῷ53

28

.

56

Πνεύματι τοῦ Θεοῦ διάβολος κατήργητο· συμπαρόν‐ τος τοῦ Πνεύματος, ἁμαρτιῶν ἀπολύτρωσις ἐν τῇ χάριτι τοῦ Πνεύματος· «Ἀπελούσασθε γὰρ, καὶ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰη‐
5σοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ.» Ἡ ἐκ νεκρῶν ἐπανάστασις τῇ ἐνεργείᾳ τοῦ Πνεύματος· «Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθήσον‐ ται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Καὶ πάλιν λέγει· «Εἰ δὲ τὸ Πνεῦμα, τὸ ἐγεῖραν Ἰησοῦν
10ἐκ νεκρῶν.» Εἴ τις οὖν τὴν κτίσιν ἐκλαμβάνει ἐπὶ τῆς τῶν διαλυθέντων ἀναβιώσεως, πῶς οὐ μεγάλη τοῦ Πνεύματος ἡ ἐνέργεια, τοῦ οἰκονομοῦντος ἡμῖν τὸν ἐξ ἀναστάσεως βίον, καὶ πρὸς τὴν πνευματικὴν ἐκείνην ζωὴν τὰς ψυχὰς ἡμῶν μεταῤῥυθμίζοντος;
15εἴτε λέγοιτο κτίσις ἡ ἐνταῦθα τῶν ἐξ ἁμαρτιῶν δια‐ πεπτωκότων ἐπὶ τὸ βέλτιον μετακόσμησις· (λέγεται γὰρ καὶ οὕτω κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, ὅταν Παῦλος λέγῃ· «Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·» καὶ ὁ ἐνταῦθα ἀνακαινισμὸς, καὶ ἀπὸ τῆς γηΐνης καὶ
20ἐμπαθοῦς ζωῆς ἐπὶ τὴν οὐράνιον πολιτείαν μεταβολὴ διὰ τοῦ Πνεύματος ἡμῖν γινομένη, ἐπὶ πᾶσαν ὑπερ‐ βολὴν θαυμαστῶς τὰς ψυχὰς ἡμῶν ἄγει·) ἐπὶ τούτοις πότερον φοβηθῶμεν, μὴ τὴν ἁγίαν δόξαν ὑπερθώ‐ μεθα τοῦ Πνεύματος ταῖς ὑπερβολαῖς τῶν τιμῶν; ἢ
25τὸ ἐναντίον, μὴ εἰς ταπεινὸν καταγάγωμεν τὴν περὶ αὐτοῦ ἔννοιαν; Λέγει γὰρ τῷ Ἀνανίᾳ ὁ ἀπόστολος Πέτρος· «Διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον; οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.»
29tὍτι ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ
30tἅγιον ὡδήγησε τὸν Ἰσραήλ.
31 Ὁ μὲν οὖν προφήτης Ἱερεμίας λέγει οὕτως περὶ Πατρός· ὅτι «Αὐτὸς ὡδήγησε τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.» Καί· «Οὐκ εἴπατε, φησὶ, Ποῦ ἔστιν ὁ Θεὸς, ὁ ἀναγαγὼν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, ὁ καθο‐
35δηγήσας ἡμᾶς ἐν τῇ ἐρήμῳ;» καὶ ὁ Δαβίδ φησιν· «Ὡδήγησας, ὡς πρόβατα, τὸν λαόν σου.» Ὁ δὲ Ἡσαΐας τὸ Πνεῦμα τὸ ἅγιον εἶπεν ὡδηγηκέναι τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ. Ἔστιν οὖν αὐτοῦ ἀκοῦσαι λέ‐ γοντος· «Ἤγαγεν αὐτοὺς διὰ τῆς ἀβύσσου, ὡς
40ἵππον ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἐκοπίασαν, καὶ ὡς κτήνη διὰ πεδίου, κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς.» Πρὸς δὲ Κορινθίους λέγει ὁ Παῦλος, ὅτι Χριστὸς ἦν· «Ἔπινον» γὰρ, φησὶν, «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ
45Χριστός.» Ἐὰν δὲ εἴπῃ τις, ὅτι τὸ Πνεῦμα ἐντυγ‐ χάνει ὑπὲρ ἡμῶν, ὥστε οὖν ὅσον ὁ ἱκέτης λείπε‐ ται τοῦ εὐεργέτου, τοσοῦτον λείπεται τὸ Πνεῦμα· λέγωμεν αὐτῷ, ὅτι ὁ Μονογενής ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· «Μὴ οὖν λυ‐

28

.

56

(50)

πεῖτε τὸ Πνεῦμα τὸ ἅγιον,» κατὰ τὸν Παῦλον τὸν λέγοντα· «Ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυ‐
τρώσεως.» Καὶ ὁ Στέφανος δὲ λέγει· «Ὑμεῖς ἀεὶ55

28

.

57

τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν.» Καὶ ὁ Ἡσαΐας λέγει· «Παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ ἑτέρωθι· «Οἶκος Ἰακὼβ παρ‐ ώργισε τὸ Πνεῦμα Κυρίου.» Ἀλλὰ δοῦλον αὐτὸ λέ‐
5γεις· «Ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ Κύριος·» τὸ δὲ Πνεῦμα οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ.
8tὍτι ὁ Υἱὸς ἀληθινὸς Θεός.
9Ὁ Ἰωάννης γράφει ἐν τῇ Ἐπιστολῇ· «Οἴδαμεν,
10ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεὸν, καί ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος.»
14tὍτι μέγας Θεὸς ἐκλήθη ὁ Υἱός.
15 Ὁ Ἀπόστολος πρὸς Τῖτον· «Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ με‐ γάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν.» Ὁ αὐτὸς πρὸς Ῥωμαίους· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων
20Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας.» Ἀμήν.
21tΠρὸς τοὺς ἐκλαμβάνοντας εἰς ὕβριν τὸ, «Οὐκ
22tἦλθον ποιῆσαι τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέ‐
23tλημα τοῦ πέμψαντός με Πατρός.
24Εἰ αἰσχύνην φέρει τῷ Υἱῷ, τὸ πληροῦν τὸ θέλημα
25τοῦ Πατρὸς, αἰσχύνην φέρει καὶ τῷ Θεῷ, καὶ Πατρὶ, πληροῦν τὸ θέλημα τοῦ δικαίου· «Θέλημα» γὰρ, φησὶν ὁ Δαβὶδ, «τῶν φοβουμένων αὐτὸν ποιήσει ὁ Κύριος, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται.» Εἰ θνητῆς φύσεως θέλημα πληροῦν ὁ Θεὸς οὐκ αἰσχύνε‐
30ται, ὁ Υἱὸς διὰ τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὴν σχέσιν τὴν πρὸς ἡμᾶς, καὶ κατάστασιν τὴν δουλικὴν, τὴν δι’ ἡμᾶς γενομένην, λέγων· «Οὐκ ἦλθον ποιῆσαι τὸ ἐμὸν θέλημα,» τουτέστι τὸ τῆς σαρκὸς, ἐπειδὴ ἡ σὰρξ ἰδία αὐτοῦ, «ἀλλὰ τὸ τοῦ Πατρός·» τουτέστι τὸ
35θεϊκόν· μὴ οὖν εἰς εὐτέλειαν ἐκλαμβανέσθω, εἰ καὶ τὰ μάλιστα ἐκλύεται αὐτῶν ἡ ἐπίνοια· «Προσῆλθεν αὐτῷ λεπρὸς, γονυπετῶν καὶ λέγων· Κύριε, ἐὰν θέ‐ λῃς, δύνασαί με καθαρίσαι·» μὴ ἀπεσείσατο αὐτὸν ὁ Σωτήρ; μὴ εἶπε, Τί βλασφημεῖς, ἐὰν ἐγὼ θέλω;
40ἐὰν θέλῃ ὁ Θεός· οὐχὶ δὲ ἐδέξατο τὸ ἀπηρτισμένον τῆς πίστεως; οὐχὶ, τῷ αὐτῷ λόγῳ ἀντιτρέψας αὐτῷ τὴν συλλαβὴν, τὴν σωτηρίαν ἤγαγεν αὐτῷ, λέγων· «Θέλω, καθαρίσθητι;» Θέλων καθαρίζει λεπρόν· θέλων ζωοποιεῖ νεκρόν· ἠθέλησε, καὶ ἤγειρε Λάζα‐
45ρον· καὶ αὐτοῦ ἐστι φωνή· «Ὥσπερ ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ·» καὶ πάλιν· «Ὥσπερ ὁ Πατὴρ ζωοποιεῖ τοὺς νεκροὺς, οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει, ζωοποιεῖ·» καὶ τοῦτο Δαβὶδ λέγει· «Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐ‐

28

.

57

(50)

τοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ.»
51tΠρὸς τοὺς λέγοντας, ὅτι εἰπεῖν τὸν Σωτῆρα
52tτῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου· Τί θέλεις; ὡς
53tἀγνοοῦντός ἐστιν·
54Εὑρίσκομεν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, λέγοντος τοῦ57

28

.

60

Θεοῦ Σολομῶνι· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ ποιήσω σοι.» Ἆρ’ οὖν πρὶν αἰτῆσαι, οὐκ ᾔδει ἃ εἶχε κατὰ ψυχήν; Ἀλλὰ βούλεται ἡμᾶς μετὰ τῆς γνώσεως τοῦ Θεοῦ φανεροῦν τὰ αἰτήματα, ὥς φησι Παῦλος· «Καὶ
5τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν·» ἀντὶ τοῦ, Γνωρίζετε αὐτῷ τί θέλετε, οὐχ ὡς ἀγνο‐ οῦντι, ἀλλ’ ὡς τὴν καλὴν πρόθεσιν ἀποδεχομένῳ.
9tΠρὸς τοὺς λέγοντας ἐν ὑπηρέτου τάξει κεῖ‐
10tσθαι τὸν Υἱὸν, διὰ τὸ προσφέρειν τῷ Πατρὶ
11tτὴν ἀνθρωπότητα.
12 Ἡ Γραφὴ δείκνυσι τὸν Πατέρα προσάγοντα τῷ Υἱῷ. Ἄκουε γὰρ τοῦ Υἱοῦ λέγοντος· «Οὐδεὶς δύναται πρὸς μὲ ἐλθεῖν, ἐὰν μὴ ὁ Πατήρ μου ὁ οὐράνιος
15ἑλκύσῃ αὐτόν.
16tΠρὸς τοὺς δουλεύοντας λέξεσι, καὶ μὴ τοῖς
17tνοήμασι τῶν θείων Γραφῶν, καὶ ποιοῦντας τὸν
18tΠατέρα Θεὸν τοῦ Υἱοῦ.
19Ὁ Ἀπόστολος λέγει· «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν
20Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης.» Ἐνταῦθα τὴν οἰκονομίαν διώρισε· καὶ δόξαν μὲν τὸν Μονογενῆ καλεῖ· Ἰησοῦν δὲ Χριστὸν τὸ κήρυγμα τῆς οἰκονομίας. Τῆς μὲν γὰρ οἰκονομίας Θεὸς, τῆς δὲ δόξης Πατήρ. Εἰ δὲ μὴ πείθει σε τὸ ῥῆμα, ἀλλὰ ἄλλην τινὰ νομίζεις
25δόξαν εἶναι, ἧς Πατὴρ ὁ Θεός· ἄλλην τινὰ ἐπινόησον φύσιν ἀνωτέραν τοῦ Υἱοῦ· ἵνα ἐκείνης μὲν Πατὴρ κληθῇ, τούτου δὲ Θεὸς ὀνομασθῇ ὁ Πατὴρ τῆς δόξης. Δόξα γὰρ λέγεται ὁ Μονογενής· «Ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς
30παρὰ Πατρός·» ὥστε τὸ, «Ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,» ἀντὶ τοῦ, ὁ Θεὸς τῆς σαρκὸς τοῦ Χριστοῦ· ὁ Πατὴρ τῆς δόξης, ὁ Πατὴρ τῆς θεότητος. Δόξαν γὰρ καὶ ὁ Ἡσαΐας τὸν Σωτῆρα καλεῖ, κατὰ τὸ τῆς θεότητος ἀξίωμα· εἰπὼν γὰρ τὰ ἐν τῇ ἐρήμῳ
35θαύματα, καὶ εὐαγγελισάμενος τὴν ἔρημον, φησίν· «Ἀγαλλιάσθω τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀνθεί‐ τω ὡς κρίνον· ὅτι ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ, καὶ ἡ τιμὴ τοῦ Καρμήλου. Καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν Κυρίου, καὶ τὸ ὕψος τοῦ Θεοῦ· καὶ
40ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.» Δόξα οὖν ἐστιν ἀπὸ δόξης· ὅθεν καὶ ὁ Παῦλος λέγει· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστά‐ σεως.» Πατὴρ οὖν ἐστι τῆς δόξης τοῦ Μονογενοῦς· Θεὸς δὲ τῆς σαρκὸς τοῦ Χριστοῦ. Οὐκ ἄλλον δὲ τὸν
45Χριστὸν λέγω, καὶ ἄλλον τὸν Μονογενῆ· τῇ γὰρ ἐννοίᾳ οὐ τέμνω τὰ μὴ τεμνόμενα τῇ ἑνώσει. Πατὴρ γὰρ τοῦ Μονογενοῦς πρὸ αἰώνων· Θεὸς δὲ τοῦ Μονο‐ γενοῦς κατὰ τὴν σάρκα ἐπὶ τέλει τοῦ αἰῶνος· ἀεὶ αὐτοῦ Πατὴρ, οὐκ ἀεὶ αὐτοῦ Θεὸς, ἀλλὰ ἀφ’ οὗ σάρκα

28

.

60

(50)

ἀνέλαβεν. Θεὸς ὁ Πατὴρ αὐτοῦ τῆς θεότητος· ὁ
μὲν γὰρ Πατὴρ ἀΐδιος, ὁ δὲ Υἱὸς συναΐδιος· καὶ οὐκ59

28

.

61

ἔχει τομὴν, οὐδὲ διαίρεσιν ἡ δόξα τῆς ἀληθείας. Πότε οὖν ἐκλήθη Θεὸς τοῦ Υἱοῦ ὁ Πατὴρ διὰ τὴν σάρκα; ἀφ’ οὗ προῆλθεν ἐκ κοιλίας μητρός. Διὰ τοῦτο ἐν τῷ προ‐ φήτῃ, βουλόμενος δεῖξαι ἑαυτοῦ καὶ τὴν θεότητα καὶ
5τὴν σάρκα ἀληθεύουσαν, ἔλεγεν· «Ἐκ κοιλίας μητρός μου, Θεός μου εἶ σύ.» Εἰ δὲ βούλει τὰ ὑπόλοιπα γνῶ‐ ναι, ἐν τῷ εἰκοστῷ δευτέρῳ ψαλμῷ διδαχθήσῃ.
9tΠρὸς τοὺς λέγοντας μέγαν Θεὸν εἶναι τὸν
10tΠατέρα, τὸν δὲ Υἱὸν μὴ ἴσον.
11 Εἰ καὶ τὰ μάλιστα τὴν Τριάδα μίαν θεότητα λέγον‐ τες, εὑρίσκομεν τὸν Υἱὸν ἐν τῇ Γραφῇ, πρὸς τὸ φρά‐ ξαι τὰ στόματα τῶν ἐναντίων, μέγαν παρὰ τὸν Πα‐ τέρα· λέγει γὰρ ὁ Δαβίδ· «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ
15ὁ Θεός· ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ·» ἡ δὲ Ἰουδαία περιώριστο τόπῳ φανερῷ. Περὶ δὲ τοῦ Υἱοῦ· «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!» Ἐπειδὴ πᾶσαν ἐπλήρωσε τὴν γῆν ἡ Χριστοῦ προσηγορία· εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλ‐
20θεν ὁ φθόγγος τῶν ἁγίων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· εἰκότως λέγει ὁ ψαλ‐ μός· «Θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.» Καὶ τί τὸ ἐπαγόμενον, «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέ‐ πειά σου ὑπεράνω τῶν οὐρανῶν;» Πληροῦται δὲ
25τοῦτο, ὅτε ἀνέβησαν εἰς τὸ ὄρος οἱ μαθηταὶ μετὰ τοῦ Σωτῆρος, μέλλοντος ἀναλαμβάνεσθαι, ἔλεγε πρὸς αὐτούς· «Μείνατε εἰς Ἱεροσόλυμα, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους·» διὰ τὸ ἐπῆρθαι· «Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Αὐτῷ
30οὖν Δαβὶδ προσφωνεῖ λέγων· «Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, ἔργα τῶν δακτύλων σου.»
32tὍτι ὥσπερ ὁ Πατὴρ Κύριος Σαβαὼθ, οὕτως
33tκαὶ ὁ Υἱὸς ὁμοίως.
34Ὁ Ἡσαΐας λέγει· «Καὶ σημεῖα καὶ τέρατα ἐν
35τῷ οἴκῳ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών.» Ἐν δὲ τῷ ψαλμῷ· «Ἐγὼ δὲ κατ‐ εστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ.»
39tΠρὸς τοὺς λέγοντας ἧττον εἶναι τὸ Πνεῦμα
40tτοῦ Χριστοῦ, ἐπειδὴ ἀῤῥαβὼν ἐκλήθη, μέρος,
41tφησὶν, ἐστί.
42 Γέγραπται ἐν τῇ πρὸς Ἐφεσίους· «Ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγ‐ γελίας τῷ ἁγίῳ, ὅ ἐστιν ὁ ἀῤῥαβὼν τῆς κληρο‐
45νομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως ἡμῶν, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.» Εὑρίσκομεν δὲ τὸν Πατέρα ἐν τῇ Γραφῇ μέρος καλούμενον· λέγει γὰρ ἐν τῷ ψαλμῷ· «Μερίς μου εἶ ἐν γῇ ζώντων·» καὶ πάλιν ἐν τῷ ἑκκαιδεκάτῳ ψαλμῷ· «Κύριος με‐

28

.

61

(50)

ρὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.»
51tΠρὸς τοὺς λέγοντας τὸν Υἱὸν μὴ εἶναι τῆς
52tοὐσίας τοῦ Πατρὸς, ὅτι μία ἐξουσία καὶ δύνα‐
53tμις, καὶ βασιλεία, καὶ θεότης τοῦ Πατρὸς καὶ
54tτοῦ Υἱοῦ.
55Λέγει ὁ προφήτης· «Ἐξαίφνης ἥξει εἰς τὸν61

28

.

64

ναὸν ἑαυτοῦ ὁ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγε‐ λος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε·» Θεοῦ οὖν ὁ ναὸς, καὶ λέγει ἑαυτοῦ εἶναι τὸν ναὸν, ὡς μὴ νομι‐ σθῆναι ἑτέραν εἶναι τοῦ Πατρὸς τὴν δεσποτείαν, καὶ
5ἑτέραν τοῦ Υἱοῦ τὴν βασιλείαν. Τὸν ναὸν τοῦ Πατρὸς, ὃν ἀνέθηκεν ὁ Σολομὼν τῷ Θεῷ, τοῦτον ναὸν τοῦ Υἱοῦ καλεῖ ὁ προφήτης· «Ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ ὁ Κύριος.» Διὰ τοῦτο ὁ Σωτὴρ λέγει· «Ἐκβάλετε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν
10οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·» αὐτὸς λέ‐ γει· «Ἐκβάλετε ταῦτα ἐντεῦθεν· ὁ γὰρ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. Ὁ οἶκος, φησὶ, τοῦ Πατρός μου καὶ οἶκός μου.»
14tὍτι ὁ Υἱὸς τὸ ὄνομα τοῦ Πατρὸς ἔχει, ὡς
15tΘεὸς καὶ Κύριος.
16 Μαρτυρεῖ ὁ Πατὴρ ἐν τῇ Ἐξόδῳ· «Ἰδοὺ ἐγὼ ἀπο‐ στέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε ἐν τῇ γῇ, ἣν ἡτοίμασέ σοι· πρόσεχε σεαυτῷ καὶ εἰσάκουε
20αὐτοῦ· μὴ ἀπείθει αὐτῷ. Οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐν αὐτῷ.» Ὅθεν ὁ Υἱὸς ἐν τῷ Εὐαγγελίῳ λέγει· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ εἰς τὸ ὄνομα ἑαυτοῦ, ἐκεῖνον δέξησθε.» Καὶ εἰς
25τὸν ἑκατοστὸν ἑπτακαιδέκατον ψαλμὸν λέγει· «Εὐ‐ λογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Οἱ οὖν ἅγιοι προφῆται οὐ μόνον Ἥλιον δικαιοσύνης ἐκάλουν τὸν Σωτῆρα, καὶ ὀρθρινὸν φῶς ἀληθινὸν, ἀλλὰ καὶ λαμπάδα, καὶ βραχίονα· ὡς μαρτυρεῖ ὁ Θεὸς, λέγων
30διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγγίζει ταχὺ ἡ δι‐ καιοσύνη μου παραγενέσθαι· τὸ δὲ σωτήριόν μου ὡς λαμπὰς καυθήσεται.» Μηδεὶς ἀνθρώπινος λογισμὸς ἑρμηνευέτω τὰ τοῦ Θεοῦ. Οὐκ ἔστιν ἀλήθειαν ἐκμα‐ θεῖν τινα ἢ παρ’ αὐτῆς αὐτὴν ἐκμανθάνοντας. Ὅτε
35ὁ Μονογενὴς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐτέχθη ἐξ ἀπειρογάμου κόρης, εἰς τὸν κόσμον ξένην ὠδῖνα καὶ ξένον τοκετὸν εἰσαγαγὼν εἰς τὸν βίον· ἔτι βρέφος ὄντα τοῦτον βαστάζει ἡ μήτηρ καὶ προσάγει Συμεὼν τῷ ἱερεῖ. Οὗτος λαβὼν εἰς τὰς ἀγκάλας τὸν Σωτῆρα,
40πρὸς αὐτὸν φθέγγεται καί φησι· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου,» τουτ‐ έστι, τὴν παρουσίαν τοῦ Χριστοῦ. Εἰκότως οὖν ὁ προφήτης ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ· «Καὶ τὸ
45σωτήριόν μου ὡς λαμπὰς καυθήσεται, καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσι.» Βραχίονα γὰρ τοῦ Πατρὸς πάλιν καλεῖ τὸν Μονογενῆ. Βραχίονα δὲ οὐχ ὡς μέρος θεότητος καλεῖ· ἀλλ’ ὡς τῇ οὐσίᾳ συνημ‐ μένον. Ὥσπερ γὰρ ὁ βραχίων τῆς αὐτῆς ἐστιν οὐσίας

28

.

64

(50)

ἐκείνου, οὗ ἐστι βραχίων, διὰ τοῦτο βραχίων τοῦ Πα‐ τρὸς ὀνομάζεται, ἐπειδὴ συνεργός ἐστι τῆς τοῦ Πατρὸς
δημιουργίας. Καὶ ταύτης τῆς ἀποδείξεως μάρτυς ὁ63

28

.

65

μακάριος Ἰωάννης ὁ εὐαγγελιστὴς, ὁ ἐπὶ τοῦ στήθους τοῦ Σωτῆρος ἀναπεσὼν, καὶ ὡς ἐξ ἀεννάου πηγῆς ἀντλήσας τὴν θεολογίαν. Τί γάρ φησιν οὗτος, τὸν βραχίονα ἐκλαμβάνων εἰς τὴν τοῦ Σωτῆρος οἰκονο‐
5μίαν, καὶ τὴν αὐτοῦ θεότητα; «Πολλὰ,» φησὶ, «σημεῖα ποιήσαντος τοῦ Ἰησοῦ ἔμπροσθεν αὐτῶν, οὐκ ἐπίστευσαν εἰς αὐτὸν οἱ Ἰουδαῖοι· ἵνα πληρωθῇ τὸ εἰρημένον διὰ Ἡσαΐου· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη;» Ὅτι οἱ Ἰουδαῖοι υἱοὶ σκότους ἐκλήθησαν.
10 Λέγει ὁ προφήτης τοῖς υἱοῖς Ἰσραήλ· «Τάδε λέγει Κύριος· Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου.» Καὶ ἑρμηνεύων, τίς ἡ νὺξ, ἐπήγαγεν· «Ὡμοιώθη ὁ λαός μου, ὡς μὴ ἔχων ἐπίγνωσιν.» Οὐκοῦν ὅπου γνῶσις, τὸ φῶς· ὅπου ἀγνωσία, τὸ σκότος· κατὰ τὸν λέγοντα
15Δαβίδ· «Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει δια‐ πορεύονται.» Ὁ τοίνυν Ἀπόστολος οὐχ ὡς κατ’ ἐχθρῶν θρασύνεται, ἀλλὰ τῇ ἀληθείᾳ συνίσταται· διὰ τοῦτο ἔλεγεν· «Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους· ἀλλὰ υἱοὶ φωτὸς καὶ ἡμέρας.»
21tὍτι τὸ φῶς τῶν Ἰουδαίων ἀφῃρέθῃ ἀπ’ αὐτῶν.
22 Λέγει ὁ προφήτης Ἱερεμίας· «Ὁ λόγος, ὁ γενό‐ μενος πρὸς Ἱερεμίαν ἐπὶ πάντα τὸν λαὸν Ἰούδα.» Εἶτα ἐπιφέρει λέγων· «Καὶ ἀφελῶ ἀπ’ αὐτῶν ὀσμὴν
25μύρου, καὶ φῶς λύχνου.»
26tὍτι εἰώθασιν οἱ αἱρετικοὶ λέγειν, ὅτι τὰ λε‐
27tγόμενα διὰ τῶν προφητῶν ὡς ἐκ προσώπου
28tτοῦ ἁγίου Πνεύματος εἴρηται· ὅθεν νομίζουσι
29tτὸ Πνεῦμα τὸ ἅγιον ποιεῖν ἧττον τοῦ Θεοῦ,
30tκακῶς· διὰ τὸ λέγειν τὸν ψαλμόν· «Δεῦτε,
31tπροσκυνήσωμεν αὐτῷ,» ὡς ἂν προσκυνοῦντος
32tτοῦ Πνεύματος σὺν τοῖς ἀνθρώποις.
33 Ἀποκρινόμεθα αὐτοῖς τὰ ἀκόλουθα. Τί οὖν λέ‐ γει, ὅτι καὶ «Κλαύσωμεν ἐναντίον Κυρίου;» Οὐκοῦν
35καὶ κλαίει τὸ Πνεῦμα, ὡς σὺ φάσκεις; Καὶ ἀλλαχοῦ, ἵνα δειχθῇ ἡ κυριότης τοῦ Πνεύματος, λέγει· «Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός.» Καὶ ἐν ἄλλῳ λέγει· «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός·» καὶ πάλιν· «Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός.»
40Ἐλέγχων δὲ εἰς τὰς βασιλείας λέγει· «Πνεῦμα ἐλά‐ λησεν ἐν ἐμοὶ,» οὐ δι’ ἐμοῦ. Καὶ ἵνα μαρτυρήσῃ Παῦλος, τίς ἦν ὁ λαλῶν διὰ τῶν προφητῶν, ἀνάγνωθι τὰ γραφέντα παρ’ αὐτοῦ ἐν τῇ πρὸς Ἑβραίους· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας
45τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Οὐκοῦν πεφανέρωται, ὅτι Θεός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον. Πάλιν ἴδωμεν, πῶς ἔχει ὁ χρηματισμὸς, ὃν ἐχρημάτισεν ὁ Θεὸς πρὸς τὸν Ἠλίαν. Τότε γὰρ ὁ Ἠλίας κατενετύγχανεν τῷ

28

.

65

(50)

Θεῷ, λέγων· «Τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν· κἀγὼ περιελείφθην
μόνος· καὶ ζητοῦσι τὴν ψυχήν μου ἆραι.» Ἀποκρί‐65

28

.

68

νεται αὐτῷ ὁ χρηματισμός· «Ἐξελεξάμην ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» Ἴδωμεν οὖν, εἰ καὶ τὸ Πνεῦμα ἔχει χρημα‐ τισμόν. Τῷ Συμεὼν, ἱερεῖ ὄντι καὶ γέροντι, ἐχρημα‐
5τίσθη αὐτῷ ὑπὸ τοῦ Πνεύματος, ὅτι «Οὐ μὴ ἀπο‐ θάνῃς, πρὶν ἂν ἴδῃς τὸν Χριστόν.» Καὶ ὅτε παιδίον εἰσηνέχθη εἰς τὸ ἱερὸν, καὶ ἐβάστασεν αὐτὸν ἐν ταῖς ἀγκάλαις αὐτοῦ, τότε ἀποκρίνεται Συμεών· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά
10σου, ἐν εἰρήνῃ.» Οὐκοῦν Κύριος καὶ δεσπότης τὸ Πνεῦμα.
13tὍτι λέγουσι τὸ Πνεῦμα ἁγιαστικὸν εἶναι.
15 Εἰ μὲν ἐδόθη αὐτῷ τὸ ἁγιάζειν κατὰ χάριν, εὑρί‐ σκεται ἱερέων ποιοῦν ἔργον. Οὐ γὰρ δύναται καὶ δεσπότης εἶναι καὶ ὑπουργός. Καὶ εἰ μὲν ὑπουργὸς, περιττὸν τὸ βαπτίζεσθαι ἡμᾶς εἰς τὸ ὄνομα τοῦ ὑπουρ‐ γοῦ. Καὶ γὰρ ὁ ἱερεὺς οὐ τὸ ὕδωρ ἁγιάζει, ἀλλὰ τὴν
20δέουσαν ὑπηρεσίαν ἀποπληροῖ, εἰληφὼς παρὰ τοῦ Θεοῦ κατὰ χάριν. Εἰ οὖν τὸ αὐτὸ ποιεῖ τὸ Πνεῦμα, ὃ καὶ ὁ ἱερεὺς, εἰ ἐδόθη αὐτῷ τὸ ἁγιάζειν, ὡς σὺ φῂς, διὰ τί ὁ Πατὴρ ἁγιάζει; Βασιλεὺς γὰρ, ἐπιτάτ‐ των τινὶ ἔργον, ἐκείνῳ συγχωρεῖ, ᾧ ἐπιτάττει ποιεῖν·
25καὶ οὐκ αὐτὸς ἐργάζεται.
27tΠάλιν ὁ αἱρετικὸς, θέλων δεῖξαι, ὅτι τὸ
28tΠνεῦμα Κύριον καλεῖ τὸν Λόγον τοῦ Θεοῦ, λέγει.
29«Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δε‐
30ξιῶν μου.» Θέλων δὲ ὁ Σωτὴρ δεῖξαι ὅτι οὐ μόνον τὸ Πνεῦμα Κύριον καλεῖ τὸν Χριστὸν, ἀλλὰ καὶ αὐτὸς ὁ Χριστὸς Κύριος καὶ Θεός ἐστιν, ἐξετασθεὶς παρὰ Ἰουδαίου λέγοντος· «Ἐπιστάτα, ποία ἐστὶ πρώτη ἐντολή; λέγει αὐτῷ· Ἀγαπήσεις Κύριον τὸν
35Θεόν σου ἐξ ὅλης καρδίας σου· καὶ γὰρ γέγρα‐ πται· Κύριος Θεὸς εἷς ἐστιν. Ἡ δευτέρα ἐντολή· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Τότε ἀπεκρίθη ὁ Ἰουδαῖος· Ὀρθῶς εἶπας, ἐπιστάτα, ὅτι ὁ Θεὸς εἷς ἐστι.» Τοῦτο δὲ ἔλεγεν, ἵνα τὴν θεότητα
40τοῦ Υἱοῦ ἀρνήσηται. Ὁ δὲ Σωτὴρ, βουλόμενος τὴν κυριότητα αὐτοῦ συνάψαι τῇ τοῦ Πατρὸς, ἐξετά‐ ζει αὐτόν· «Περὶ τοῦ Χριστοῦ τί λέγετε; τίνος ἐστὶν υἱός; Λέγουσι Τοῦ Δαβίδ.» Ἀποκρίνεται ὁ Σωτήρ· «Πῶς οὖν Δαβὶδ ἐν Πνεύματι ἁγίῳ Κύριον αὐτὸν
45καλεῖ; Εἰ οὖν Υἱὸς αὐτοῦ ἐστι, πῶς αὐτὸν Κύριον καλεῖ;» Πάλιν ἔλεγον αὐτῷ, ὅτε ἐξέβαλλε τὰ δαιμόνια· «Οὗτος ἐν Βεελζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.» Εἶτα λέγει· «Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω, τὰ τέκνα ὑμῶν ἐν τίνι ἐκβάλ‐

28

.

68

(50)

λουσιν;» Αἰνίττεται δὲ αὐτοὺς τέκνα, λέγων γεννη‐
θέντας μὲν ἐξ αὐτῶν τοὺς ἀποστόλους, ἐκβάλλοντας67

28

.

69

δὲ τὰ δαιμόνια ἐν ὀνόματι Ἰησοῦ τοῦ Ναζαραίου, ὥς φησιν· Εἰ τὰ τέκνα ὑμῶν πρὸς τὸ ἀπελάσαι δαίμονας ἀρκοῦνται τῷ ὀνόματί μου, ἐγὼ εἰς τὸ ὄνομα Βεελ‐ ζεβοὺλ οὐκ ἐκβάλλω τὰ δαιμόνια.
5tΠρὸς τοὺς λέγοντας ὅτι αἰτεῖ ὁ Υἱός.
6 Κατασκευάζει ὁ αἱρετικὸς, καὶ λέγει ἔλαττον εἶναι τὸν αἰτοῦντα διδόντος. Ἐὰν οὖν τὸν Πατέρα αἰτοῦντα παρὰ ἀνθρώπων εὕρωμεν ἐν τῇ Παλαιᾷ Διαθήκῃ, τί λέγεις; «Καὶ νῦν, Ἰσραὴλ, τί Κύριος αἰτεῖ παρὰ
10σοῦ, ἀλλ’ ἢ τὸ φοβεῖσθαι αὐτόν;»
11tΠερὶ τοῦ ὁμοιοτρόπως δεδόσθαι τὸν νόμον
12tὑπὸ τοῦ Πνεύματος, ὅτε ἐδόθη ὁ νόμος τῇ
13tΠεντηκοστῇ, ὡς ἐν τῷ ὄρει Σινᾶ.
14Μαρτυρεῖ Μωσῆς λέγων· «Καὶ ἦν ἡ δόξα τοῦ
15Θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ, ὡς πῦρ καιόμενον·» ἵνα πληρωθῇ τό· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν,» πῦρ οὐκ ἀφανιστικὸν, ἀλλὰ καθαρτικόν. Διὰ τοῦτο τῷ Ἡσαΐᾳ δίδοται ἐν τοῖς χείλεσι. Καὶ λέγει· «Ἰδοὺ ἀφῆκα τὰς ἁμαρτίας σου·» οὕτω τότε ἐφάνη τὸ Πνεῦμα τὸ ἅγιον
20ἐν τῇ Πεντηκοστῇ ἐν εἴδει πυρός. Ἐμερίσθησαν γὰρ γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν. Καὶ ὥσπερ ἐν τῇ Παλαιᾷ, ἐπιφαινομένου τοῦ Θεοῦ, πολλὰ ἦν τὰ δορυφοροῦντα φόβητρα, γνόφος, καὶ θύελλα, καὶ σάλπιγξ, καὶ βρονταὶ, περιηχοῦντα
25τὸ ὄρος, ἅτινα ἦν προπαρασκευάζοντα τὸν λαὸν εἰς φόβον τοῦ νομοθέτου· οὕτως καὶ τοῦ ἁγίου Πνεύματος μέλλοντος ἐπιφοιτᾷν· ἵνα μάθωσι τοῦ Πνεύματος τὴν ἀξίαν ἐνδόξως ἐπιφοιτῶσαν. Ὥσπερ ἐν τῷ ὄρει γνόφος καὶ θύελλα προέδραμεν, οὕτω καὶ ἐπὶ τοῦ
30Πνεύματος ἐγένετο· «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἐγένετο ἦχος ὥσπερ φερο‐ μένης πνοῆς βιαίας, καὶ τότε ὤφθη τὸ Πνεῦμα, καὶ συνέσεισε τὸν οἶκον.»
35tὍτι λέγουσιν οἱ αἱρετικοὶ, ὅτι τὸ Πνεῦμα δῶρόν
36tἐστι παρὰ Θεοῦ.
37 Ἡμεῖς λέγομεν δῶρον ζωῆς (ἠλευθέρωσε γὰρ ἡμᾶς· ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς ἠλευ‐ θέρωσεν ἡμᾶς), καὶ δῶρον δυνάμεως· «Λήψεσθε
40γὰρ δύναμιν, ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς.» Ἡμεῖς δὲ καὶ Υἱὸν καὶ υἱοθεσίαν δεικνύομεν, ὅτι ἐχαρίσατο τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀνθρώποις· καὶ μετ’ ὀλίγα· «Πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται;» καὶ ἑτέρωθι· «Ἵνα ἴδωμεν τὰ
45ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν.» Περὶ τοῦ μυ‐ στηρίου τῆς ἀνθρωπήσεως λέγων ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς Παῦλος τὴν φάσκουσαν λέξιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·» ἐπεργάζεται περὶ Χριστοῦ λέγων· «Ἐπεὶ οὖν τὰ

28

.

69

(50)

παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανά‐ του καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου,
τουτέστι τὸν διάβολον.» Παῖδας δὲ αὐτοῦ ἐν τούτοις69

28

.

72

τοὺς ἀποστόλους ὀνομάζει, ἐφ’ ὧν σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ ποιήσειν Κύριον Σαβαὼθ, τὸν κατοικοῦντα ἐν τῷ ὄρει Σιὼν, διδάσκει. Τούτους δὲ αὐτοὺς φανερούς φησιν ἔσεσθαι, τὸ πρόσωπον σφρα‐
5γιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νόμον μανθάνειν, τῷ μηκέτι συνιστάναι αὐτὸν, καὶ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ Θεοῦ.
9tὍτι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τὴν συμφωνίαν
10tἀπολογεῖται ὁ Θεὸς Λόγος.
11 Καὶ μὴ νομίσῃς εὐτελείας εἶναι τὰ ῥήματα, ἀλλὰ φιλανθρωπίας· εὐτελείας μὲν γὰρ τὸ σχῆμα, φιλαν‐ θρώπου δὲ τὸ ἐπάγγελμα· Χριστὸς γὰρ ὁ πάντων Κύριος, οὗτος αὐτὸς ὁ λέγων Ἰουδαίοις· «Τίς ἐξ
15ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;» Υἱός ἐστι τοῦ λέ‐ γοντος διὰ τοῦ προφήτου Μιχαίου· «Λαός μου, τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι·» καὶ ὁ διὰ τῶν Εὐαγγελίων εἰπών· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ,» ὁ Υἱός ἐστι
20τοῦ λέγοντος πρὸς Ἱερεμίαν· «Εἶπον τῇ κατοικίᾳ Ἰσραήλ· Τί εὗρον ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέ‐ λημα ἢ ἀδίκημα, ὅτι ἀπέστησαν ἀπ’ ἐμοῦ μακράν;» Ὢ τῆς φιλανθρωπίας ἐκείνης, ἐν ᾗ ἀγαθότης τὴν φύσιν, μᾶλλον δὲ οὐ τὴν φύσιν, ἀλλὰ τὴν ἡμετέραν
25ἐνθύμησιν!
26tΠῶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐνδείκνυται.
27 Λέγει τῷ Μωσεῖ· «Ἐγὼ ὁ Θεὸς, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα.» Καὶ μέχρι τίνος; «Ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.» Πρόσεχε πῶς
30τὴν τιμωρίαν ἥπλωσεν ἐπὶ τέσσαρας γενεάς. Τὴν δὲ φιλανθρωπίαν ἕως τίνος; «Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με.»
34tὍπως πάντες οἱ προφῆται, ὁμοῦ συναχθέντες,
35tτὴν μνήμην οἰκονομίας ἐπλήρωσαν.
37 Μωσῆς τὸν τύπον τοῦ σταυροῦ ἐποίησε, καὶ μαρ‐ τυρεῖ ὁ Σωτὴρ, λέγων· «Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν Υἱὸν
40τοῦ ἀνθρώπου.» Ὁμοίως καὶ Ἰωνᾶς ἐποίησε τὴν μνή‐ μην τοῦ θανάτου. Κατῆλθε γὰρ εἰς τὸ κῆτος, καὶ διὰ τριῶν ἡμερῶν ἀνεδόθη, καὶ ἐγίνετο τύπος τῆς ἀνα‐ στάσεως. Τοῦτο πάλιν καὶ ὁ Σωτὴρ ἀναλαβὼν, τὸν τύπον εἰς ἀλήθειαν ἐκφέρει λέγων· «Καὶ καθὼς
45ἐποίησεν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέ‐ ρας καὶ τρεῖς νύκτας, οὕτως δεῖ ποιῆσαι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς.»
48tὍτι ἡ Τριὰς ὁμοούσιος.
49Τί ἐστι Θεός; Ἡ πάντων ἀρχὴ κατὰ τὸν Ἀπόστο‐

28

.

72

(50)

λον, λέγοντα· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα.»
Καὶ γὰρ ὁ Λόγος ἐξ αὐτοῦ γενητῶς, καὶ τὸ Πνεῦμα ἐξ71

28

.

73

αὐτοῦ ἐκπορευτῶς. Εἶτα πᾶσα ἡ κτίσις διὰ τοῦ Λόγου ἐν Πνεύματι συνέστη δημιουργικῶς.
4tὍτι τὸ βλασφημῆσαι εἰς τὸν Υἱὸν εἰς τὴν
5tἁγίαν Τριάδα βλασφημῆσαί ἐστι.
6 Πολλοῖς τῶν ἐπὶ γῆς φοβερὸς ὁ Κυρίου λόγος καθέ‐ στηκεν, ὁ φάσκων· «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφε‐ θήσεται τοῖς ἀνθρώποις· ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν
10τούτῳ τῷ αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Διὰ τοῦτο παρ‐ αινεῖ πᾶσιν ὁ θεῖος Ἀπόστολος, λέγων, ὅτι τὸ γράμ‐ μα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Πολλὰ γὰρ τῶν θείων Γραφῶν ἐὰν κατὰ τὸ γράμμα νοήσωμεν, εἰς ἀθέ‐ σμους βλασφημίας περιπίπτομεν· οἷόν ἐστι καὶ τὸ προ‐
15κείμενον ἡμῖν τοῦ Κυρίου λόγιον· ὅπερ ἐὰν κατὰ ξη‐ ροῦ τὰς λέξεις ἐκλάβωμεν, οὐ μόνον εἰς ἀθεμίτους ἐννοίας περιπεσούμεθα, ἀλλὰ καὶ αὐτὸν τὸν Κύριον ἐναντιούμενον ἑαυτῷ εὑρήσομεν. Ἐὰν γὰρ ὃς δ’ ἂν εἴ‐ πῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς
20αὐτὸς ὁ Υἱὸς εἶπεν· «Ὁ ἀπαρνησάμενός με ἔμπρο‐ σθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι κἀγὼ αὐτὸν ἔμ‐ προσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ·» καὶ πάλιν, ἐὰν πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώ‐ ποις, καὶ ὑπὲρ ἀργοῦ λόγου ἀπολογίαν δώσομεν· πῶς
25ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός; πῶς δὲ καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοὶ, οὔτε μα‐ λακοὶ, οὐ λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασι‐ λείαν Θεοῦ κληρονομήσουσι.» Καὶ εἰ ταῦτα οὕτως ἔχει,
30πῶς λοιπὸν, εἰπέ μοι, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις; Καὶ ἐὰν πάλιν τοῦτο ἀλη‐ θὲς, διὰ τί λοιπὸν ἐγκαλεῖται ὁ ἄθλιος Ὠριγένης, τέλος κηρύττων τῆς κολάσεως, ἐν οἷς φησι συγχώ‐ ρησιν πάσης ἁμαρτίας γενέσθαι καὶ τοῖς ἀνθρώποις
35καὶ τοῖς δαίμοσι παρὰ Θεοῦ; Πάλιν τε, ἐὰν ἡ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἔχῃ συγχώρη‐ σιν, τί μέμφεται ἡ Ἐκκλησία Νουάτον ἀποβαλλόμε‐ νον τὴν μετάνοιαν; Τὸ δὲ σκοτεινότερον καὶ δυσκατά‐ ληπτον ἐκεῖνό ἐστιν, ὅτι ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ
40Υἱοῦ, ἀφεθήσεται αὐτῷ· ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος, οὐκ ἀφεθήσεται αὐτῷ· ὥστε ἐλάττων ἐστὶν ὁ Υἱὸς παρὰ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν Πατέρα. Καὶ πῶς Υἱὸς λέγει, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν,» καὶ, «Ὁ μὴ τιμῶν τὸν Υἱὸν οὐ τιμᾷ τὸν Πατέρα;» Καὶ πά‐
45λιν ἐνταῦθά φησιν, ὅτι «Ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ;» Ἆρα οὖν, εἰπέ μοι, συγχωρηθήσεται ἡ εἰς τὸν Υἱὸν βλασφημία τοῖς Ἀρεια‐
νοῖς, καὶ Σιμωνιανοῖς, καὶ Σαβελλιανοῖς, καὶ Φωτεινια‐73

28

.

76

νοῖς, καὶ τοῖς λοιποῖς πᾶσι, τοῖς εἰς τὴν τοῦ Υἱοῦ σάρκωσιν βλασφημήσασιν; Ἄπαγε τῆς ἀτοπίας! Εἰ γὰρ ὁ λέγων τὸν ἀδελφὸν αὐτοῦ, Μωρὲ, ἔνοχός ἐστιν εἰς τὴν γέενναν τοῦ πυρὸς, εἰς ποίαν λοιπὸν, εἰπέ μοι,
5γέενναν γεέννης ἐκβληθήσεται ὁ λέγων τὸν Θεὸν αὐτοῦ κτίσμα, καὶ οὐχὶ Θεοῦ Υἱὸν, ἀλλὰ δοῦλον, καὶ ὑπουρ‐ γὸν, καὶ μικρόν; Καὶ εἰ, ὅστις εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ, ἀφεθήσεται αὐτῷ, πῶς αὐτὸς ὁ Υἱὸς εἶπεν, ὅτι «Ὁ μὴ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα
10οὐκ ἔχει ζωὴν αἰώνιον;» Πῶς δὲ καὶ δύναταί τις, ἀτι‐ μάζων τὸν Υἱὸν, μὴ βλασφημεῖν εἰς τὴν Τριάδα; Ὁ δὲ εἰς αὐτὴν βλασφημῶν δηλονότι ἀπαρνεῖται τὸ ἅγιον βάπτισμα. Ὁ δὲ τὸ ἅγιον βάπτισμα ἀπαρνούμενος δῆλον ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἀποδύεται. Καὶ ὥσπερ
15ἐπὶ τοῦ αἰσθητοῦ ἡλίου, ἐὰν τὴν θέρμην ἢ τὴν ἀκτῖνα αὐτοῦ καθυβρίσῃς, εἰς ὅλην τὴν φύσιν αὐτοῦ ἀνατρέ‐ χει ἡ ὕβρις· οὕτως καὶ ἐπὶ τοῦ τρισηλίου τῆς ἁγίας Τριάδος φωτὸς καὶ μυστηρίου, τῇ τῆς μιᾶς ὑποστάσεως ἀτιμίᾳ παντὸς τοῦ πληρώματος τῆς θεότητός ἐστιν
20ἡ βλασφημία. Τί οὖν ἐστιν ὑπὸ τοῦ Κυρίου πρὸς Ἰου‐ δαίους λεγόμενον, ὅτι «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ὃς δ’ ἂν εἴπῃ λόγον κατὰ τοῦ Πνεύματος ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι;» Νουνεχῶς
25ἀκούσωμεν, καὶ μὴ πλανηθῶμεν. Διττὸν εἶναι τὸν Χρι‐ στὸν μετὰ τὴν ἄφραστον ἕνωσιν, φημὶ δὴ ἐκ θεότη‐ τος καὶ ἀνθρωπότητος, αἱ ἱεραὶ ἡμῖν διαβοῶσι Γραφαί· «Ὁ γὰρ Λόγος σὰρξ ἐγένετο.» Τὴν γοῦν τοῦ Λόγου θεότητα ὁ αὐτὸς Χριστὸς Πνεῦμα ἅγιον ὀνομά‐
30ζει· καθὰ καὶ πρὸς τὴν Σαμαρεῖτιν ἔλεγεν· ὅτι «Πνεῦ‐ μα ὁ Θεός·» τὴν δὲ ἀνθρωπότητα αὐτοῦ Υἱὸν ἀνθρώ‐ που· καθὼς πάλιν ἀλλαχοῦ περὶ τῆς ἰδίας σαρκὸς αὐ‐ τοῦ φησι· «Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ ἀνθρώπου.» Εἰ οὖν ἀεὶ τῷ Θεῷ προσκρούοντες Ἰουδαῖοι διτ‐
35τὴν πρὸς Χριστὸν τὴν βλασφημίαν ἐκέκτηντο. Οἱ μὲν τῇ σαρκὶ αὐτοῦ, ἤγουν τῷ Υἱῷ τοῦ ἀνθρώπου, προσκόπτοντες, προφήτην αὐτὸν, ἀλλ’ οὐ Θεὸν εἶναι ἐνόμιζον· οἷς καὶ συγγνώμην ἔδωκεν· ἀρχὴ γὰρ ἦν τοῦ κηρύγματος, καὶ οὕτω ἦν χωρῶν ὁ κόσμος, Θεὸν
40πιστεύειν, φαινόμενον ἄνθρωπον· διὸ καί φησιν ὁ Χριστὸς, ὅτι «Ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου,» εἴτ’ οὖν τοῦ σώματος αὐτοῦ, «ἀφε‐ θήσεται αὐτῷ.» Τολμῶ γὰρ λέγειν, ὅτι οὐδὲ αὐτοὶ οἱ μακάριοι αὐτοῦ μαθηταὶ τὸ τέλειον περὶ τῆς αὐτοῦ
45θεότητος εἶχον φρόνημα, ἕως τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῖς τῇ Πεντηκοστῇ ἐπεφοίτησεν. Ἐπεὶ καὶ μετὰ τὴν ἀνάστασιν ἰδόντες αὐτὸν, οἱ μὲν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν· ἀλλ’ οὐκ ἐκ τούτου κατεκρίθησαν. Οἱ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, εἴτ’ οὖν εἰς τὴν τοῦ Χρι‐

28

.

76

(50)

στοῦ θεότητα βλασφημήσαντες, καὶ λέγοντες, ὅτι «Ἐν
Βεελζεβοὺλ, τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ75

28

.

77

δαιμόνια·» τούτοις, φησὶν, «οὐκ ἀφεθήσεται οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι.» Καὶ πάλιν σημειώ‐ σασθαι χρὴ, ὅτι οὐκ εἶπεν ὁ Χριστός· Τῷ βλασφημή‐ σαντι καὶ μετανοήσαντι οὐκ ἀφεθήσεται· ἀλλὰ τῷ
5βλασφημοῦντι, εἴτ’ οὖν, τῷ ἐν τῇ βλασφημίᾳ ἐπιμένον‐ τι· ἐπειδήπερ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ τῷ Θεῷ τοῖς γνησίως καὶ κατ’ ἀξίαν μετανοοῦσιν.
10tΤί ἐστιν Εὐαγγέλια;
11 Τοῦ Θεοῦ Λόγου Κυρίου Ἰησοῦ Χριστοῦ παρουσία, πρὸς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων σαρκωθέν‐ τος, ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, τῆς ἀειπαρ‐ θένου.
15tΠερὶ ἀγγέλων.
16 Τί ἐστιν ὅρος οὐσίας ἀγγέλου; Ἄγγελος γὰρ ζῶον λογικὸν, ἄϋλον, ὑμνολογικὸν, ἀθάνατον.
19tΤί δὲ ἔργον τῶν ἐπουρανίων δυνάμεων
20tὑπάρχει;
21 Ὕμνος ἄληκτος, καὶ ἔρως ἄπαυστος τῆς μεγαλο‐ πρεπείας τοῦ Θεοῦ· τάχα δὲ καὶ εὐχὴ ἔμμονος ὑπὲρ σωτηρίας ἡμῶν. Ἐπειδὴ δὲ καὶ αὐταὶ αἱ τάξεις καὶ στρατιῶται λέγονται, δεῖ λοιπὸν ἐννοεῖν τάξιν
25διδασκαλικὴν, τάξιν ἐπιτρεπτικὴν, τάξιν τιμωρητι‐ κὴν, τάξιν ψυχῶν χαριστικὴν, τάξιν ἐν ἀνθρώποις παραμονητικήν. Ὥσπερ δὲ καὶ τάξεως διαφορὰν ἐν ταῖς ἄνω δυνάμεσιν ἔγνωμεν, οὕτω καὶ στάσεως καὶ γνώσεως. Οἱ μὲν θρόνοι, καὶ τὰ σεραφὶμ, καὶ τὰ χε‐
30ρουβὶμ, ἀμέσως παρὰ Θεοῦ μανθάνουσιν, ὡς πάντων ἀνώτερα καὶ Θεῷ πλησιάζοντα· ταῦτα δὲ διδάσκει τὰ κατώτερα τάγματα, καὶ οὕτως ἐφεξῆς τὰ ἀνώ‐ τερα διδάσκει τὰ κατώτερα. Τὸ δὲ κατώτερον τάγμα εἰσὶν οἱ ἄγγελοι, οἱ καὶ τῶν ἀνθρώπων ὄντες διδάσκα‐
35λοι.
36tΤί ἐστιν ἄνθρωπος;
37 Ἄνθρωπός ἐστι ζῶον νοερὸν, αἰσθητικὸν θείου νοῦ, καὶ ζωῆς αἰωνίου δεκτικὸν, καὶ τῇ ταύτης στε‐ ρήσει θνητόν. Τούτου οὖν τοῦ ἀνθρώπου τοῦ κατὰ
40τὴν γηγενῆ πλάσιν.
41tὍτι σύνθετος ὁ ἄνθρωπος, καὶ οὐχ ἁπλοῦς,
42tοὐδὲ ἐξ ὁμοειδῶν μερῶν, ἀλλ’ ἐξ ἀσωμάτου
43tνοῦ, καὶ σώματος τοῦ ἐπιθυμητικοῦ, ἤτοι ἐμ‐
44tψύχου.
45 Ὡς ἐδίδαξεν ὁ Παῦλος, σαρκὸς μὲν τὸ ἐπιθυμητι‐ κὸν τῇ ψυχῇ προσνείμας, ὃ καὶ σάρκα προσεῖπεν ἅμα τῷ ἑαυτῆς θελήματι τὴν ἀνθρώπου σάρκα, ἣν καὶ στρατεύεσθαι ἔφη κατὰ τοῦ πνεύματος· οὐ στρατεύεται δὲ τὸ μὴ κίνησιν ἔχον, μηδὲ θέλησιν

28

.

77

(50)

ἰδίαν. Ταύτην δὲ τὴν σάρκα, πρὸς τὸ πνεῦμα ἔφη77

28

.

80

διαμάχεσθαι, οὐ τὴν ἀκίνητον, οὐδὲ τὴν ἄψυχον. Φυ‐ σικὸν γὰρ ἐνέσπαρται ταύτῃ κίνημα παθητικὸν, μεθ’ οὗ σὰρξ ὀνομάζεται, ὡς ἐν τῇ πρὸς Ῥωμαίους ἔτι σαφέστερον ἡρμήνευσε, τὸ ἐν τῇ σαρκὶ διασαφήσας
5κίνημα, διαμαχόμενον πρὸς νοῦν καὶ ἀντιπάσχον, ὡς οὐ ταὐτὸν δήπου, ἀλλ’ ἕτερον ὂν τῷ νῷ· «Συνή‐ δομαι γὰρ,» φησὶ, «τῷ νόμῳ τοῦ Θεοῦ, κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέ‐ λεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου,
10καὶ αἰχμαλωτίζοντά με.» Τοῦτο δὲ τὸ θέλημα καὶ ψυχὴν ἰδίως ὁ Παῦλος ἐκάλεσεν, χωρίσας ἀπὸ τοῦ πνεύματος, ὅτε φησίν· «Ὁ Θεὸς ἁγιάσῃ ὑμᾶς ὁλο‐ τελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα, καὶ ἡ ψυχὴ, καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου
15ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη·» ἐν δὲ τούτῳ τὸ πνεῦμα, καὶ ψυχὴν, καὶ σῶμα, τὸν ὁλοτελῆ ἄνθρωπον ἑρμηνεύσας, καὶ ὑπευξάμενος αὐτὸν ἁγιασθῆναι, καὶ ἀμέμπτως τηρηθῆναι. Πνεῦμα μὲν οὖν ἔδειξε τὸ ἁγιαζόμενον, ὅπερ ἐστὶν ὁ νοῦς ὁ ἀνθρώπινος· ψυ‐
20χὴν δὲ μετὰ τοῦτο τὸ ἐπιθυμητικὸν, καὶ σῶμα σκῆ‐ νος τὸ γήϊνον· ὥστε κατὰ ταύτην τὴν διαίρεσιν τρία εἶναι τὸν ἄνθρωπον τὸν γηγενῆ· τὸ νοερὸν, τὸ ἐπιθυμη‐ τικὸν, τὸ σωματικόν. Τοῦτο τὸ θέλημα, ἤτοι ἡ ψυχὴ, τὸ ἐπιθυμητικὸν, ἥνωται τῷ νῷ τῷ τοῦ ἀνθρώπου
25καὶ τῷ σώματι. Ἐπικρατοῦντος οὖν τοῦ νοεροῦ, τὸ ὅλον ἐστὶ νοερὸς ἄνθρωπος· καίτοιγε συμπεπλεγμέ‐ νον ἔχων ἐν ταῖς σαρκικαῖς ἐπιθυμίαις, κατὰ τὴν πρόδηλον διαφορὰν καὶ μάχην λογικοῦ τε καὶ ἀλόγου, τοῦ ἐν τῷ ἀνθρώπῳ, ἀλλ’ οὐκ ἐπικρατοῦντος, ἀλλὰ
30ἐπικρατουμένου. Ἡγεμονικὸν δὲ λέγεται, καθὼς ὁ νοῦς ἡγεῖται τοῦ ζωτικοῦ σώματος. Ἄνθρωπος οὖν καθ’ ἡγεμονίαν νοῦ μετέσχε θεότητος, νοερὸν ζῶον ὤν· διὰ τοῦτο λέγει· «Ὁ κολλώμενος τῷ Κυρίῳ ἓν
πνεῦμά ἐστιν.»79