TLG 2035 063 :: ATHANASIUS :: Homilia in Canticum canticorum [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Homilia in Canticum canticorum [Sp.]

Citation: Volume — page — (line)

36tΤοῦ αὐτοῦ Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξαν‐
37tδρείας εἰς τὸ ᾎσμα τῶν ᾀσμάτων.
38 Ποθητοὶ οἱ λόγοι καὶ ἐράσμιοι, καὶ εἰς οὐρα‐ νοὺς ἀνάγοντες, καὶ πτεροποιοῦντες τοὺς πιστούς.
40Πτεροποιοῦσι γὰρ ἀληθῶς αἱ θεῖαι Γραφαὶ τοὺς πι‐ στοὺς τῷ πόθῳ τῶν οὐρανίων. Τοῦτον γὰρ τὸν πόθον ἔχων εἷς τις τῶν ἁγίων ἔλεγε· Τίς δῴη μοι πτέρυ‐ γας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι, καὶ κα‐ ταπαύσω; Ὁ πόθος τῶν οὐρανίων αὐτὸν εἷλκε, καὶ
45ἐπτεροποιεῖτο αὐτὸν τῶν ἁγίων ὁ νοῦς, ἐπιλανθανο‐ μένων τῶν γηίνων καὶ τῶν ἐπουρανίων μεριμνώντων. Τὸν γὰρ νοῦν ἑαυτῶν δόντες εἰς τὸν οὐρανὸν, καὶ πο‐ θοῦντες τὰ οὐράνια, ἐπελανθάνοντο τῶν γηίνων. Τοῦ‐
τον γὰρ τὸν πόθον ἔχων καὶ Παῦλος ὁ ἀπόστολος ἔλε‐1349

27

.

1352

γε· Κατὰ σκοπὸν διώκω εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Ὁρᾷς τοὺς ἁγίους πτεροποιουμένους; Πτε‐ ροποιοῦσι γὰρ αὐτοὺς ἀληθῶς οἱ λόγοι οὗτοι. Τίνων γὰρ οὐκ ἐπτεροποιήθη ὁ νοῦς ἀκηκοότων τοῦ ἀναγνώ‐
5σματος; Ἰδὲ γὰρ τὸν πόθον τῆς μακαρίας ψυχῆς ταύ‐ της λεγούσης· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νό‐ τε, διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώ‐ ματά μου. Ἰδὲ τὴν πεποίθησιν τῆς μακαρίας ταύτης ψυχῆς, πῶς θαῤῥοῦσα ἑαυτῇ ἐκκαλεῖται τοὺς πειρα‐
10σμοὺς πρὸς δοκιμασίαν ἑαυτῆς. Ἐξεγέρθητι, λέγει, βοῤῥᾶ, καὶ ἔρχου, νότε. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐγὼ ἐστήριγμαι ἐπὶ τὴν πέτραν, ἐρχέσθωσαν οἱ ἄνεμοι καὶ προσβαλλέτωσάν μοι, ὁ μὲν εἷς ἐν τούτῳ τῷ μέρει, καὶ ὁ ἄλλος ἐν τῷ ἄλλῳ μέρει· ἐγὼ οὐ
15φοβοῦμαι οὐδένα· ἔχω τὴν πέτραν τὴν βαστάζουσάν με· τὴν γὰρ οἰκίαν μου ἐπὶ τὴν πέτραν ᾠκοδόμησα, καὶ ἐν τῷ ἐλθεῖν τοὺς ἀνέμους οὐκ ἐφοβήθην. Θέλεις δὲ γνῶναι τίς ἐστιν ἡ πέτρα, ἐφ’ ἧς ἕστηκεν αὐτὴ ἡ μακαρία ψυχή; ἄκουε τοῦ Παύλου πῶς ἑρμηνεύει
20αὐτὴν καὶ λέγει· Ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἐπὶ ταύτης τῆς πέτρας στήκουσα οὐ πτοεῖται, ἀλλὰ καὶ τὸν ἀπὸ βοῤῥᾶ ἐρχόμενον διάβολον οὐ φοβεῖται, οὐδὲ πάλιν τὸν ἐκ νότου. Ὅσον γὰρ τεθεμελίωμαι καὶ ἕστη‐ κα ἐπὶ τὴν πέτραν, οὐδὲν φοβοῦμαι· κἂν ἀπειλῇ μοι
25θάνατον, οὐ πτοοῦμαι, οὐ φοβοῦμαι διωγμόν. Ἕτοιμός εἰμι τοῦ ὁμολογῆσαι· οὐ φοβοῦμαι λιμὸν, ἔχων τὸν ἐνδυναμοῦντά με Λόγον· καὶ λέγω κἀγὼ κατὰ τὸν μακαριώτατον Παῦλον· Πάντα ἰσχύω ἐν τῷ ἐνδυ‐ ναμοῦντί με, Χριστῷ. Θλίψις μοι ἐὰν ἔλθῃ, ὑπομέ‐
30νω αὐτήν· διωγμὸς ἐὰν ἔλθῃ μοι, μαρτυρῶ· λιμὸς ἐὰν ἔλθῃ μοι, ἔχω τὸν τρέφοντά με Λόγον· μάχαιρα ἐὰν ἔλθῃ, ἔχω τὸν ὑπὲρ πᾶσαν μάχαιραν δίστομον τὸν διικνούμενον μέχρις ἁρμῶν τε καὶ μυελῶν· ἡδο‐ νὴ σαρκὸς ἐὰν ἔλθῃ μοι, τῇ διστόμῳ μαχαίρᾳ ἀπο‐
35τέμνω αὐτὴν, καὶ ἀποβάλλω καὶ εὐνουχίζω ἐμαυτόν· οὐ μάχαιραν ἐπιβάλλων, καθάπερ τινὲς τῶν ἀνθρώ‐ πων ποιοῦσιν, ἀλλὰ, καθὼς εἶπεν ὁ Κύριος, ὅτι· Εἰ‐ σὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωποι μὲν γὰρ ἀνθρώ‐
40πους εὐνουχίζουσιν οὐ διὰ τὴν βασιλείαν τῶν οὐρα‐ νῶν, ἀλλὰ διὰ τὴν βασιλείαν τῶν γυναικῶν ἑαυτῶν καὶ διὰ τήρησιν, καὶ διὰ ὑπερηφανίαν. Θέλεις δὲ ἀκοῦσαι τίνες εἰσὶν οἱ εὐνουχίσαντες ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν; ἰδοὺ Ἰωσὴφ διὰ τὴν βασι‐
45λείαν τῶν οὐρανῶν εὐνούχισεν ἑαυτόν· κρατηθεὶς γὰρ ὑπὸ τῆς δεσποίνης εἰς τὸν κοιτῶνα, καὶ μηδενὸς ὄν‐ τος ἐν τῷ τόπῳ, κἀκείνης ἀναγκαζούσης τοῦ τελέσαι τὴν ἑαυτῆς ῥᾳθυμίαν, αὐτὸς εὐνούχισε μὴ συγκα‐ ταθέμενος αὐτῇ.

27

.

1352

(50)

Τοῦτο δὲ καὶ ἡ μακαρία Σουσάννα πεποίηκεν, εὑρεθεῖσα μόνη ἐν τῷ παραδείσῳ· κατασχόντες γὰρ αὐτὴν οἱ δύο πρεσβύτεροι, θέλοντες μοιχευθῆναι αὐ‐ τὴν, παράνομοι γέροντες οἱ μισητοὶ παρὰ τῷ Κυρίῳ· τούτοις δὲ καὶ Σολομὼν ἔλεγεν, μᾶλλον δὲ ὁ Κύριος
55διὰ Σολομῶντος, ὅτι Τρία εἴδη ἐμίσησεν ἡ ψυχή
μου, γέροντα μοιχὸν, καὶ πτωχὸν ὑπερήφανον,1351

27

.

1353

καὶ πλούσιον ψεύστην· ὁρᾷς, ὅτι μισητοὶ ὄντως παρὰ τῷ Κυρίῳ ἐκεῖνοι οἱ γέροντες; ὅτε οὖν ἐπαν‐ έστησαν τῇ μακαρίᾳ Σουσάννῃ, μηδενὸς ὑπάρχοντος ἐν τῷ τόπῳ, θέλοντες τὴν ῥᾳθυμίαν ἑαυτῶν ἐκτελέ‐
5σαι, αὕτη, συμβουλευσαμένη ἐν ἑαυτῇ τῷ λογισμῷ, εὐνούχισεν ἑαυτὴν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄνθρωπος μὲν γὰρ ἄνθρωπον τηρῆσαι οὐ δύναται· οὐδὲ μήτηρ θυγατέρα ἑαυτῆς, οὐδὲ παιδίσκη κυρίαν, ἐὰν μὴ ὁ εὐσεβὴς λογισμὸς φύλαξ γένηται τοῦ ἀνθρώ‐
10που. Διὰ τοῦτο, ὦ ἄνερ, εὐνουχίσας σεαυτὸν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ σὺ, ὦ γύναι, ἔτι ἀσφα‐ λέστερον νοήσασα τὸ ῥητὸν, ἐπισκεψαμένη, δοκίμα‐ σον σεαυτὴν λέγουσα τό· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε· διάπνευσον κῆπόν μου, καὶ ῥευσά‐
15τωσαν ἀρώματά μου. Ὅτε γὰρ Κύριος καὶ Σωτὴρ ἡμῶν ἐσταυρώθη, ὅτε ὁ ἥλιος ἐσκότασεν, καὶ ἡ γῆ ἐσείετο, ὅτε αἱ πέτραι ἐσχίζοντο, καὶ τὰ μνημεῖα ἀνοίγοντο· φόβος συνεῖχε τότε τοὺς μαθητὰς, μὴ εἰ‐ δότας τό· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθή‐
20σονται τὰ πρόβατα τῆς ποίμνης· τότε οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ὁμοθυμαδὸν ἦσαν εἰς κέλλιον κρυπτόμενοι. Μὴ παρὼν δὲ ἐνταῦθα Ἰουδαῖος χλευαζέτω, μηδὲ ἀκούων Ἕλλην γελάτω. Ἐν τούτῳ γὰρ τὴν ἐλπίδα ἔχομεν· διὰ τοῦτο καὶ παῤῥησιαζό‐
25μενος λαλῶ. Οὗτος γὰρ ὁ κρεμάμενος ἐπὶ ξύλου, αὐ‐ τός ἐστιν ἡ σωτηρία ἡμῶν· ἡ γὰρ τούτου σταύρωσις κάθαρσις ἁμαρτιῶν ἦν. Καὶ ἦν θέαμα μέγα τότε γι‐ γνόμενον, ὅτι, τοῦ σώματος σταυρουμένου, ἡ ἁμαρτία ἔπιπτεν. Εἰ μὴ γὰρ ἦν οὗτος ἐσταυρωμένος ἄχρι τοῦ
30νῦν, εἵλομεν τοὺς μώλωπας καὶ τὰς ἀσθενείας ἐν τῷ σώματι. Καὶ θεωρῶν ἡμῶν ὁ διάβολος τὸ ἀσθενὲς κατ‐ εγαυρία ἡμῶν ἐπανιστάμενος καθ’ ἡμῶν. Εἶπε γὰρ ὁ ἐχθρός· Διώξας καταλήψομαι. Διὰ τοῦτο ὁ Κύριος, κατελθὼν, πρὸς οὐδένα ἦλθεν εἰ μὴ πρὸς τὸν διάβο‐
35λον· ἐκεῖνος γὰρ ἦν ὁ διδοὺς ἡμῖν τὰ τραύματα, καὶ διαφθείρας ἡμᾶς ἐν ταῖς ἀσθενείαις. Διὰ τοῦτό φησι ὁ Κύριος λέγων· Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμένον, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν. Διὰ τοῦτο οὖν φησι· Μὴ γελάτω Ἰουδαῖος, τῶν μαθητῶν
40κρυπτομένων, καὶ τοῦ σώματος σταυρουμένου. Τοῦ γὰρ σώματος κινουμένου ἐν τῷ σταυρῷ, ὁ Λόγος ἐσκύλευσε τὸν ᾅδην· καὶ οἱ θυρωροὶ τοῦ ᾅδου βλέποντες ἔπτησσον· τότε αἱ γυναῖκες παρεκάθηντο τῷ σώ‐ ματι ἐν τῷ μνημείῳ κλαίουσαι. Τότε οἱ μαθηταὶ τοῦ Κυρίου ἔσω ἐν τῷ κελλίῳ
45κρυπτόμενοι λεγέτωσαν. Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε. διάπνευσον κῆπόν μου, καὶ ῥευσά‐ τωσαν ἀρώματά μου. Τὸ μὲν σῶμα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον ἐξεγειρέσθω, ὁ δὲ Λόγος ἐκ τοῦ νότου ἐρχέ‐ σθω. Ἆρ’ οὖν ἐν τῷ βοῤῥᾷ ἔκειτο τὸ σῶμα τοῦ Κυ‐

27

.

1353

(50)

ρίου; Καὶ γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ἐν ᾧ ἦν σταυρωθεὶς ὁ Κύριος, καὶ ἦν ἐκ βοῤῥᾶ τῆς Ἱερουσα‐ λήμ. Διὰ τοῦτο ὁ Δαυῒδ παρατετηρημένως ἔλεγεν· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Διὰ τοῦτο καὶ ἡμεῖς, ὅτε
55γεγόναμεν ἐν τῷ τόπῳ ἐκείνῳ ὅπου ἐσταυρώθη ὁ Χρι‐
στὸς, καὶ ἦμεν ἑστῶτες ἐν τῇ ἀνατολῇ, καὶ προσευ‐1353

27

.

1356

χόμενοι. καὶ ἦν βορεινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ Κύριος. Διὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῷ κελλίῳ ἔσω κρυπτόμενοι λεγέτωσαν· Ἐξεγέρθητι, βοῤῥᾶ, καὶ ἔρχου, νότε, ἐξεγέρθητι σὺν βοῤῥᾷ, τουτέστιν,
5ἐκ τοῦ νότου εἰς τὸ σῶμα. Τοῦτο γὰρ καὶ ἐν τοῖς προ‐ φήταις γέγραπται, ὅτι Ὁ Θεὸς ἐκ Θεμὰν ἥξει. Τριημέρου δὲ κειμένου τοῦ σώματος ἐν τῷ βοῤῥᾷ, ἔρχεται ὁ Σωτὴρ ἐκ τοῦ νότου, καὶ λαμβάνει τὸ σῶ‐ μα τὸ ἐν τῷ βοῤῥᾷ κείμενον, καὶ ἔρχεται πρὸς τοὺς
10μαθητὰς ἐν τῷ τόπῳ ὅπου ἦσαν. Τότε λοιπὸν, εἰσελ‐ θόντος τοῦ Ἰησοῦ, ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε λεγέτωσαν οἱ μαθηταὶ τῷ Κυρίῳ· Ὦ Κύριε, ὅτε σὺ ἐσταυρώθης, καὶ ἐσκύλευες τὸν ᾅδην, ἡμεῖς ἦμεν ἐν κελλίῳ ὁμοθυμαδὸν συνερχόμενοι
15καὶ ζητοῦντες τὸ παρὰ σοῦ φῶς· φῶς δὲ ἡμῖν ἡ σὴ παρουσία. Μὴ βλέποντες δὲ τὴν σὴν παρουσίαν, ἦμεν ἐν σκότει πολλῷ συνεχόμενοι· καὶ ἐλέγετο καθ’ ἡμῶν τοῦτο, ὅτι, Ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο. Ἐν κακοῖς γὰρ ἦμεν τότε, οὐκ ἐβλέπομέν σε· νῦν δὲ ὅτε
20εἴδομεν, ὅτι ἐξεγέρθη ὁ βοῤῥᾶς καὶ ἦλθεν ὁ νότος, τότε ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Τότε προσερχέσθω ὁ Θωμᾶς κατανοῆσαι τὸ σῶ‐ μα, καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων, καὶ ἐν τῷ κατα‐ νοῆσαι αὐτὸν καὶ ἰδεῖν τοὺς τύπους τῶν ἥλων λεγέτω·
25Ἔπνευσεν ὁ κῆπος, καὶ ἔῤῥευσαν τὰ ἀρώματα. Ἀρώ‐ ματα δὲ ἡμῶν ἡ ἀφθαρσία τοῦ σώματος, ἣν ἐνεδύ‐ σατο. Διὰ τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγεν· Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Πότε δὲ ἐν‐
30εδύσατο τὸ σῶμα τὴν ἀφθαρσίαν εἰ μὴ διὰ τῆς ἀνα‐ παύσεως τοῦ Λόγου; ἀμέλει γε ὅτε ἀνέστη ὁ Σωτὴρ, καὶ ἦλθον αἱ γυναῖκες ἅψασθαι αὐτοῦ, ἔλεγεν αὐταῖς· Μή μου ἅπτεσθε· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα μου. Διὰ τοῦτο, εἰ εὐνούχισας σεαυτὸν, ὦ
35ἄνερ, καὶ σὺ, ὦ γῦναι, ἀκούσατε τὸν πόθον τῆς μα‐ καρίας ταύτης ψυχῆς, πῶς ποθοῦσα τοῦ Λόγου λέγει· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Τότε μὲν γὰρ παρεκάλει τὸν Λόγον καταβῆναι εἰς τὸν κῆπον καὶ
40φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· πρὸς μὲν γὰρ τὸν κῆπον τὸν κόσμον εἶναι, ἐφ’ ὃν παρεκάλει αὐτὸν κα‐ ταβῆναι καὶ φαγεῖν καρπὸν ἀκροδρύων αὐτοῦ· τὰ δὲ ἀκρόδρυα εἶναι τοὺς ἀνθρώπους· τὸν δὲ καρπὸν εἶναι τῶν ἀκροδρύων τὰς πράξεις τοῦ νόμου· ὃν παρεκά‐
45λει αὐτὸν καταβῆναι καὶ φαγεῖν. Οὕτω καὶ ἡμεῖς εἰ ἔχομεν ἑτοίμους τοῦ νόμου ἀποδοῦναι τοὺς καρποὺς τῷ Κυρίῳ, παρακαλῶμεν καὶ ἡμεῖς τὸν Λόγον κατα‐ βῆναι καὶ φαγεῖν τὸν καρπὸν τῶν ἀκροδρύων αὐτοῦ· αὐτοῦ γάρ ἐσμεν ἀκρόδρυα καὶ ποιήματα κτισθέντες

27

.

1356

(50)

ἐπ’ ἔργοις ἀγαθοῖς. Διὰ τοῦτο καὶ παρακαλῶμεν αὐτόν. Πῶς δὲ αὐ‐ τὸν παρακαλοῦμεν; Διὰ δεήσεων καὶ προσευχῶν, οὐχ ἵνα τῷ στόματι κράζωμεν, ἀλλὰ τῷ λογισμῷ ἐν ἑαυ‐ τοῖς εὐχόμενοι. Τί γὰρ εὐχόμενος κράζεις, ὡς τοῦ
55Θεοῦ κοιμωμένου; Ἰδοὺ γὰρ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Τοῦτο δὲ καὶ
Ἱερεμίας ἔλεγεν· Ἐγρηγόρησεν ἐπὶ τὰ ἀσεβήματά1355

27

.

1357

μου· τοῦτο δὲ καὶ Ἡσαΐας ἔλεγεν· Ἔτι σου λαλοῦν‐ τος ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ ἀναμένει ὁ Θεὸς τοὺς ἐκ τῶν χειλέων λόγους. Ἀμέλει γε ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ ἔλεγεν, ὅτι Οἶδεν ὁ Θεὸς ὧν χρείαν
5ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Διὰ τοῦτο μὴ ὡς ἐξ ἔργου εὐχόμενοι κράζωμεν· ἀλλ’ εἰ καὶ τῷ στόματι εὔχῃ, εὔχου καὶ τῷ νοΐ· τοῦτο γὰρ καὶ ὁ Παῦλος ἔλεγε· Ψαλῶ τῷ πνεύματι, ψαλῶ καὶ τῷ νοΐ. Ἐκ βαθέων γὰρ, φησὶ, ἐκέκραξά σοι, Κύριε.
10Διὰ τοῦτο καὶ ἡ γυνὴ ἐν ταῖς Βασιλείαις ὅτε ηὔχετο κράζουσα, ὁ ἱερεὺς ἐφίμωσε τὸ στόμα αὐτῆς, ἡγησά‐ μενος αὐτὴν, ὅτι ἐμέθυεν· καὶ ὅμως ἐκείνη, τῷ νοῒ εὐχομένη, καὶ εἰσηκούσθη, καὶ ἔτεκε τὸν Σαμουήλ. Διὰ τοῦτο καὶ σὺ τί εὐχόμενος κράζεις, ὡς τοῦ Θεοῦ
15μὴ ἀκούοντος; Ἄκουε τοῦ λέγοντος, ὅτι Ὁ φυτεύ‐ σας τὸ οὖς οὐχὶ ἀκούει; Εἰ μὲν γὰρ σὺ ἔχων ὦτα ἀκούεις, πόσῳ μᾶλλον ὁ ποιητὴς ὤτων; Διὰ τοῦτο παρὰ Κυρίῳ μὴ εὐχόμενοι κράζωμεν, ὡς τοῦ Θεοῦ μὴ ἀκούοντος· καὶ γὰρ σιωπώντων ὁ Θεὸς ἀκούει.
20Θεωρεῖς γὰρ τὸν πόθον τὸν ἐν ταύτῃ τῇ μακαρίᾳ ψυ‐ χῇ, πῶς, παρακαλούσης αὐτῆς καὶ λεγούσης· Κατα‐ βήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ· πῶς εὐθέως λέγει ὁ Λό‐ γος· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη;
25ὡς οὐδὲν ταχύτερον· ἔτι γὰρ αὐτῆς λαλούσης, εὐ‐ θέως ὑπήκουσε· θεωρεῖς τὸ γεγραμμένον· Ὅτι καὶ ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι; Ἅμα γὰρ ἐν τῷ αὐτὴν παρακαλεῖν καὶ λέγειν· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν
30τῶν ἀκροδρύων σου, εὐθέως ὑπήκουσεν αὐτῇ λέγων· Εἰσῆλθον εἰς τὸν κῆπόν μου, ἀδελφή μου νύμφη. Διὰ τί δὲ καὶ νύμφην καὶ ἀδελφὴν αὐτὴν ὀνομά‐ ζει; Πᾶς γὰρ νυμφίος οὐκ ὀνομάζει τὴν νύμφην αὐ‐ τοῦ ἀδελφήν· ὧδε δὲ καὶ ἀδελφὴν καὶ νύμφην αὐτὴν
35ὀνομάζει, ἵνα δείξῃ, ὅτι οὐκ ἔστιν ὁ θάλαμος ἐπᾳδό‐ μενος σαρκός. Ὅταν μὲν γὰρ ὀνομάζει αὐτὴν νύμφην, διὰ τὸν Λόγον, τὸν μνηστευθέντα τὴν ψυχήν. Τοῦτο γὰρ καὶ Παῦλος ἔλεγεν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀν‐ δρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὅταν
40δὲ καὶ ἀδελφὴν αὐτὴν ὀνομάζει, διὰ τὴν σάρκα ἢν ἐφόρεσε. Τοῦτο γὰρ εἷς τῶν προφητῶν σημαίνων περὶ αὐτοῦ ἔλεγεν· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Διὰ τοῦτο μηδεὶς νομιζέτω σαρκικοὺς εἶναι τοὺς λόγους τούτους. Ὅτε μὲν γὰρ παρεκάλει
45αὐτὸν ἡ μακαρία αὕτη ψυχὴ λέγουσα· Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ, καὶ φαγέτω καρ‐ πὸν ἀκροδρύων αὐτοῦ, ὅταν μὲν γὰρ ἀκούσῃ ψυ‐ χὴν, μὴ μίαν ψυχὴν ὑπολάμβανε, ἀλλ’ ὅλον τὸν κό‐ σμον. Διὰ τοῦτο τοίνυν παρακαλοῦμεν αὐτὸν λέγον‐

27

.

1357

(50)

τες· Κατάβηθι, ὦ Λόγε, εἰς τὸν κῆπόν σου, καὶ φάγε τὸν καρπὸν τῶν ἀκροδρύων σου· καὶ εὐθέως αὐτὸς ἐπήκουσεν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη· ἐτρύγησα σμύρναν μου μετὰ ἀρω‐ μάτων μου. Πότερον παρεκάλεσάς με καταβῆναι
55καὶ φαγεῖν τοὺς καρπούς; Ἰδοὺ καταβέβηκα· δός
μοι τοὺς καρπούς. Ὁ μὲν οὖν τῶν Ἰουδαίων λόγος εὐ‐1357

27

.

1360

θέως φέρει ἀντὶ σταφυλῶν ἀκάνθας, καὶ ἀντὶ συκῶν τριβόλους. Πότε δὲ προσήνεγκαν αὐτῷ τούτους τοὺς καρποὺς, εἰ μὴ ὅτε ἐσταυροῦτο; ᾜτησε γὰρ πιεῖν ἐκ τῶν καρπῶν τῆς ἀμπέλου, καὶ ἀντὶ οἴνου προσ‐
5ήνεγκαν αὐτῷ ὄξος. Ὁρᾷς τὸν καρπὸν αὐτῶν ὅτι ὤξη‐ κε; Λεγέτω τοίνυν ὁ Σωτήρ· Παρεκάλεσάς με κατα‐ βῆναι, καὶ φαγεῖν ἀπὸ τῶν ἀκροδρύων, καὶ ἰδοὺ ἦλθον διψῶν, καὶ ὄξος μοι προσήνεγκας· καὶ ἦλθον πάλιν πεινῶν ἐπὶ τὴν συκῆν, καὶ φύλλα μόνον εὗρον. Εἴθε
10δὲ κἂν φύλλα μόνον εὑρίσκειν, καὶ μὴ τὸ ξύλον ξη‐ ρόν· διὰ τοῦτο γὰρ καὶ κατηρασάμην αὐτήν. Κατα‐ βέβηκα γὰρ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων, καὶ ἰδοὺ καταβὰς εὗρον αἵματα ἐφ’ αἵμασιν μισγόμε‐ να, πορνεύοντας καὶ μοιχεύοντας, καὶ αἵματα ἀθῶα
15ἐκχυνόμενα. Εὗρον ὑμᾶς γλύφοντας λίθους, καὶ Θεὸν ὀνομάζοντας· καὶ λοιπὸν ἀντὶ ἀκροδρύων σμύρναν· καὶ εἰς θάνατον ἄγομαι διὰ σέ. Καταβέβηκα τοῦ φαγεῖν τοὺς καρποὺς τῶν ἀκροδρύων· καὶ ἰδοὺ θάνατον τρυγῶ διὰ σέ· σμύρναν τρυγῶ μετὰ ἀρω‐
20μάτων. Ἀλλ’ εἴθε τρυγήσαντός μου τὴν σμύρναν σω‐ θέντες ἦτε καὶ πεπαυμένοι τῶν κακῶν, καὶ μὴ λε‐ γέτω καθ’ ὑμῶν τὸ ἐν τῷ εἰκοστῷ ἐννάτῳ ψαλμῷ λεγόμενον· Τίς ὠφέλεια ἐν τῷ αἵματι μου ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Καταβέβηκα γὰρ διὰ
25σὲ, καὶ θάνατον ἐτρύγησα καὶ σμύρναν· ἀλλ’ οὐ μό‐ νον τὴν σμύρναν, ἀλλὰ μετὰ ἀρωμάτων. Πῶς δὲ καὶ μετὰ ἀρωμάτων; Ὅτε γὰρ ἐτρύγησα τὴν σμύρναν, τουτέστι τὸν θάνατον· ὅτε ἐτέθη ἐν τῷ μνημείῳ, καὶ ἀνέστησεν τὸ σῶμα ἄφθαρτον, τότε ἐφάνησαν τὰ
30ἀρώματα· ἀρώματα δὲ ἦν ἡ ἀφθαρσία τοῦ σώματος.
32 Διὰ τοῦτο καλῶς λέγει· Ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου· ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου· ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.
35Θεωρεῖς τὸν Λόγον τὸν πρὸς πᾶσαν ἡλικίαν γιγνόμε‐ νον; καὶ τοῖς Ἰουδαίοις νηπίοις οὖσιν διδοὺς τροφὴν μέλι καὶ γάλα· μέλι δὲ καὶ γάλα ἐὰν ἀκούσῃς, τὸν νό‐ μον νόμιζε· ὡς γὰρ νηπίοις αὐτοῖς οὖσιν ἐδόθη τὸ γάλα· τοῖς δὲ τελείοις ὁ ἄρτος καὶ ὁ οἶνος δίδοται·
40στερεὰ γάρ ἐστι τροφὴ καὶ ὁ ἄρτος καὶ ὁ οἶνος, τουτ‐ έστι τὸ Εὐαγγέλιον. Διὰ τοῦτο τοίνυν καλῶς λέγει ὁ Σωτήρ· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. Θεωρεῖς πῶς πανταχοῦ λέγει; Αὐτοῦ γάρ ἐστι καὶ ἡ Καινὴ καὶ ἡ
45Παλαιά. Διὰ τοῦτο οὐαὶ τοῖς Ἰουδαίοις τοῖς τὸ μέλι καὶ γάλα ἐσθίουσιν. Ὡσαύτως δὲ καὶ οἱ Μανιχαῖοι τὸν ἄρτον καὶ τὸν οἶνον ἐσθίουσιν· ἡ δὲ Καθολικὴ Ἐκ‐ κλησία τὰ δύο ὁμοῦ ἐσθίει, τὸν ἄρτον μετὰ τοῦ μέλι‐ τος, καὶ πίνει τὸν οἶνον μετὰ τοῦ γάλακτος· καὶ ἐσ‐

27

.

1360

(50)

θίοντες μὲν τὸν ἄρτον συναναλίσκομεν τῷ λόγῳ καὶ τὸ μέλι. Καὶ τὸ πρόβατον γέγραπται ἐσθίειν τὸ Πάσχα. Λαμβάνω τὸ πρόβατον καὶ συναναλίσκω αὐτὸ τῷ Λό‐ γῳ· καὶ οὐκ ἐσθίω τὸ πρόβατον μόνον, ἀλλὰ καὶ τὸν ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον Λόγον. Διὰ τοῦτο
55καλῶς λέγει· Ἔφαγον ἄρτον μου μετὰ μέλιτός
μου, καὶ ἔπιον οἶνόν μου μετὰ γάλακτός μου·1359

27

.

1361

καὶ εὐθέως λέγει· Φάγετε, οἱ πλησίον μου, καὶ πίετε, καὶ μεθύσθητε, ἀδελφοί. Ἰδὲ τὸν Σωτῆρα πῶς νηπίοις παραγγέλλει φαγεῖν· τοῖς δὲ μείζοσι λέγει, Καὶ πίετε· τοῖς δὲ τελείοις ἔλεγεν, ὅτι Καὶ
5μεθύσθητε, ἀδελφοί. Ἀμέλει γε Παῦλος, τέλειος ὢν, καὶ μεμεθυσμένος τὴν θείαν ταύτην μέθην, ἔλεγεν· Εἴτε γὰρ ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦμεν ὑμῖν. Μὴ νομίσῃς δὲ αὐτὸν, ὅτι ἀπὸ οἴνου ἦν ἐξιστά‐ μενος· αὐτὸς γὰρ παρήγγειλε· Μὴ μεθύσκετε οἴνῳ,
10ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλ’, Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, Τιμοθέῳ γράφει· εἰ δὲ ἄλλοις παραγ‐ γέλλει, πόσῳ μᾶλλον ἑαυτῷ; Ἐκεῖνος γὰρ μεμεθυσμέ‐ νος ἦν καλὴν καὶ θείαν ἀπὸ τοῦ Λόγου μέθην. Γένοι‐ το δὲ καὶ ἡμᾶς συναριθμηθῆναι μετ’ αὐτοῦ ἐν τῇ
15βασιλείᾳ τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.1361