TLG 2035 062 :: ATHANASIUS :: Scholia in cantica canticorum ATHANASIUS Theol. Scholia in cantica canticorum Citation: Volume — page — (line) | ||
27.1348(37) | Ἐπ’ ἀγέλαις ἑταίρων σου ὡς ῥεμβομένη. Αὐτὸς πρὸς αὐτήν· Γνῶθι σεαυτὴν πρῶτον, ἵνα καὶ ἐμὲ γνῶναι δυνηθῇς. Ἐὰν μὴ γνῷς ἑαυτήν· εἰ οὐκ | |
40 | ἔγνως· εἰ μὴ οἶδας, ἔξελθε σὺ ἐν πτέρναις κατ’ ἴχνη, καὶ ποίμαινε τὰς ἐρίφους σου· καὶ θρέψῃς ἁμαρτίας ἀντὶ ἀρετῶν. Ἐπὶ σκηνώμασι τῶν ποιμένων· ἐν ταῖς ἐπιθυμίαις τῶν ἐναντίων δυνάμεων τῶν ποιμαι‐ νόντων σε. | |
---|---|---|
45 | Ἐκάλεσα αὐτὸν, καὶ οὐχ ὑπήκουσέ μου. Ἀναστήσομαι καὶ κυκλώσω ἐν τῇ πόλει. Ἀθανασίου. Ἀναγνώσομαι τὸν νόμον, ἀναγνώσο‐ μαι τοὺς προφήτας, ἐρευνήσω τὰ Εὐαγγέλια. Ταῦτα | |
δὲ κατανυγεῖσα τῷ θείῳ πόθῳ φησί· Ἐπὶ κοίτην μου | 1348 | |
27.1349 | ἐν νυξίν. Κοίτην ὀνομάζει τὴν τελειοτέραν τοῦ ἀγα‐ θοῦ μετουσίαν, καὶ νύκτα λέγει τὸν τῆς κοίτης και‐ ρόν. Διὰ δὲ τοῦ ὀνόματος τῆς νυκτὸς ἐνδείκνυται τῶν ἀοράτων τὴν θεωρίαν, καθ’ ὁμοιότητα Μωϋσέως, τοῦ | |
5 | ἐν τῷ γνόφῳ γεγονότος ἐν ᾧ ἦν ὁ Θεός. | |
6t | Τοῦ αὐτοῦ. | |
7 | Οὐ γὰρ ᾔδειν τίς ἦν ὁ τρώσας με. Θεογνωσίαν μοι κοιμωμένῃ ἐνέσπειρεν ὁ Λόγος. Ταχέως διαναστᾶσα, ζητῶ τὸν τρώσαντα, καὶ παρακαλῶ αὐτῷ ὀφθῆναί | |
10 | μοι, καὶ περιέρχομαι ζητοῦσα τὸν ἀδελφιδοῦν μου. | |
12 | Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιὼν, ἐν τῷ βασιλεῖ Σαλομών. Ἰουδαίους ἐντρέπει λέγουσα, Ἐξέλθετε, ἀντὶ τοῦ, | |
15 | Ἕως πότε τῇ σκιᾷ παρακάθησθε; ἰδοὺ γὰρ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος, ἀγάπην ἀπὸ θυγατέρων Ἱε‐ ρουσαλήμ. Τὸ στερεὸν τῶν λογισμῶν, ἢ οἱ ἐσωτέρω λίθοι ἅγιοι. Ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐ‐ τὸν ἡ μήτηρ αὐτοῦ. Ἔθηκας γὰρ, φησὶ, ἐπὶ τὴν | |
20 | κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. Καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ. Πνεῦσόν μοι, ὦ Λόγε, καὶ δίδαξόν με τὰ λόγιά σου, καὶ τὰ προστάγματά σου κατάγραψον ἐπὶ τὸ πλάτος τῆς καρδίας μου. Ἑτοίμη γέγονα λοιπόν· δύναμαι, | |
25 | τῇ σῇ χάριτι βοηθουμένη, καὶ κυβερνωμένη τῇ ἀορά‐ τῳ σου καὶ παντοδυνάμῳ χειρὶ, καὶ λόγων ἀκοῦσαι | |
θείων, καὶ μυστηρίων μέτοχος γενέσθαι. | 1349 |