TLG 2035 061 :: ATHANASIUS :: Expositiones in Psalmos

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Expositiones in Psalmos

Citation: Volume — page — (line)

26tΨΑΛΜΟΣ Αʹ.
27tὙπόθεσις.
28Τὴν ἀρχὴν τῆς προφητείας τῷ ἐξ αὐτοῦ τεχθησομένῳ Χριστῷ ἀνατίθησιν ὁ Δαυΐδ. Διὸ ἐν πρώτοις μακα‐
30 ρίζει τοὺς εἰς αὐτὸν ἠλπικότας. [Μακαρίους δὲ καλεῖ τοὺς μὴ πορευθέντας ἐν βουλῇ ἀσεβῶν, μήτε μὴν στάντας ἐν ὁδῷ ἁμαρτωλῶν, μήτε ἐπὶ καθέδραν λοιμῶν καθεστηκότας. Τρία γὰρ ἦν τὰ τάγματα παρὰ Ἰουδαίοις κατὰ τοῦ Σωτῆρος ἐπανα‐
35στάντα, γραμματεῖς, Φαρισαῖοι, καὶ νομικοί· οἳ καὶ κληθεῖεν εἰκότως ἀσεβεῖς καὶ ἁμαρτωλοὶ καὶ λοιμοί. Ὁδὸς μὲν ὁ βίος εἴρηται διὰ τὴν πρὸς τὸ τέλος τῶν γεννωμένων ἔπαξιν.] Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσε‐
40βῶν. Δυνατὸν δὲ βουλὴν ἀσεβῶν εἰπεῖν τὴν σύνοδον καὶ τὴν συνέλευσιν τῶν πονηρῶν. Καὶ ἐπεὶ βλαβερὸν τὸ τοῖς ἀθροίσμασι τῶν ἀσεβῶν παραβάλλειν, μακα‐ ρίζει τὸν μηδὲ κατὰ ποσὸν εἰς τὸ αὐτὸν αὐτοῖς ἐρχό‐ μενον. Τοιοῦτος ὑπῆρχεν ὁ Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας,
45ὁ τὸ σῶμα τοῦ Κυρίου καὶ Θεοῦ θάψας. Εἴρηται γὰρ περὶ αὐτοῦ, ὡς οὐκ ἦν συγκατατιθέμενος τῇ βουλῇ
τῶν Ἰησοῦ προδοτῶν. Καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ

27

.

61

ἐκάθισε. Διὰ τῆς καθέδρας τὴν διδασκαλίαν δηλοῖ, ὥς φησιν· Ἐπὶ τῆς καθέδρας Μωσέως. Καθέδρα τοί‐ νυν λοιμῶν ἡ διδασκαλία τῶν πονηρῶν. Ἡμέρας καὶ νυκτός. Τὸ σύντονον δηλοῖ. Οὐ γὰρ
5ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου.
7 [Ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυ‐ κτός. Τῷ νόμῳ, τῷ ἀγγελικῷ δηλονότι. Τὸ σύντονον
10δηλοῖ· οὐ γὰρ ἠμελημένως δεῖ μελετᾷν τὸν νόμον τοῦ Κυρίου. Οὐ γὰρ ποτὲ δεῖ τοῖς μελετᾷν, ποτὲ δὲ οὒ, ἀλλ’ ἀεὶ καὶ διαπαντὸς τοῖς θείοις λογίοις προσηλῶ‐ σθαι· τοῦτο γὰρ δηλοῖ τὸ, ἡμέρας καὶ νυκτός. Κα‐ λὸς τοῦ κατορθώματος ὁ μισθός· ὁ γὰρ τῷ θείῳ σχο‐
15λάζων νόμῳ καὶ τοῖς ἐκ τούτου νάμασιν ἀρδευόμενος. Καὶ ὕδωρ καὶ ὁ Χριστὸς τὴν ἑαυτοῦ διδασκαλίαν ἀν‐ εκάλεσεν εἰπών· Εἴ τις διψᾷ, ἐρχέσθω πρὸς μὲ, καὶ πινέτω. Τῷ παρ’ ὕδασι δένδρῳ ἀπείκασται ἀεὶ τεθηλότι, ἀεὶ βρίθοντι τοῖς ὡραίοις. Οἱ γὰρ τῆς ἀρετῆς ἀθληταὶ
20τοὺς μὲν τῶν πόνων καρποὺς κατὰ τὸ μέλλον κομί‐ σονται· οἷον δέ τισι φύλλοις κἀντεῦθεν τῇ ἀγαθῇ ἐλ‐ πίδι κατασκιάζονται, καὶ κλέπτουσι τῇ ψυχαγωγίᾳ τὴν τῶν πόνων βαρύτητα. Τῷ τοιούτῳ πάντα εὐοδω‐ θήσεται. Οὐδὲν γὰρ ἐναντίον τοῖς θείοις νόμοις διενερ‐
25γήσει, τῷ τοῦ νόμου βουλήματι συναρμόττων τὸ θέ‐ λημα· πρότερον ἅπαντα τῆς κακίας ἀπαγορεύσας τὰ εἴδη, καὶ τῶν θείων νόμων ὑποδείξας τὴν τελειότητα, οὕτως ἐπήγαγε· Πάντα ὅσα ἂν ποιῇ.]
32 Καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Ἐξομολογήσεως, ἤτοι παραβολῆς ξύλον ὁ Χριστὸς ἀναγέγραπται ἐν τῇ θεο‐
35πνεύστῳ Τραφῇ, κατὰ τὸ εἰρημένον· Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς. Λέγει οὖν, ὅτι οἱ πιστεύσαντες τῷ Χριστῷ σῶμα αὐτοῦ ἔσονται· με‐ τασχηματίσει γὰρ τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν πρὸς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης
40αὐτοῦ. Διεξόδους δὲ τῶν ὑδάτων τὰς θείας φησὶ Γραφάς· ἐν αἷς ἁπανταχοῦ ἔστιν εὑρεῖν Χριστὸν κη‐ ρυσσόμενον. [Ξύλον ζωῆς ὁ Χριστὸς, κλάδοι οἱ ἀπό‐ στολοι, καρπὸς αἷμα καὶ ὕδωρ ἐκ τῆς πλευρᾶς· ὧν τὸ μὲν εἰς ὑποτύπωσιν μαρτυρίου, τὸ δὲ βαπτίσματος.
45Φύλλα οἱ λόγοι· καρπὸν τοῦ ξύλου νοήσεις τὴν ὀρθὴν πίστιν· φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καρπὸς καὶ οἱ σωζόμενοι, ῥίζα τὸ βάπτισμα· γεωρ‐ γὸς ὁ Πατήρ.] Ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν και‐ ρῷ αὐτοῦ. Καρπὸν τοῦ ξύλου νοήσεις τὴν πίστιν·

27

.

61

(50)

φύλλα δὲ αὐτοῦ τὴν πλήρωσιν τῶν ἐντολῶν. Καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται, οὐκ ἀποπεσεῖ‐ ται. Καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται. Οὐ γάρ ἐστι πρᾶξις τῶν κατὰ Θεὸν γινομένων ἀνωφελής. [Καιρὸς τοῦ διδόναι ἡ τοῦ λαμβάνοντος ἐπιτηδειότης
55ἐστίν.] Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει.
Διὰ τοῦτο μὲν, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἀλλ’ ὁμοίους εἶ‐

27

.

64

ναι χοῒ γῆς ὑπὸ ἀνέμου ῥιπιζομένῳ· ἄνεμον δὲ νοή‐ σεις τὴν ἀπειλὴν τοῦ Θεοῦ τὴν λέγουσαν· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς πῦρ τὸ αἰώνιον. Οἱ τὴν αὐτὴν ἀκούσαντες φωνὴν καταπεσοῦνται δι‐
5καίως· οὐ γὰρ ἑστήκασιν εἰς Χριστὸν, ὅς ἐστι πι‐ στευόντων στήριγμα καὶ θεμέλιος· τὸ γὰρ εἰς κρίσιν φησὶν, οὐκ εἰς ἐρώτησιν. Ἐν τῇ συναγωγῇ δικαίων, λέγει· ἀφορίζει γὰρ τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτω‐ λῶν
10 Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων. Τὸ, γινώ‐ σκει, ἀντὶ τοῦ, τιμᾷ, κατὰ τὸ εἰρημένον ὑπὸ Θεοῦ εἰς Μωσῆν· Γινώσκω σε παρὰ πάντας· ἀντὶ τοῦ τιμῶ σε, καὶ εὗρες χάριν ἐν ἐμοί.
14tΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ’ Ἑβραίοις.
15tΒʹ.
16tὙπόθεσις.
17Ἐν τῷ πρώτῳ ψαλμῷ ἀσεβεῖς τε καὶ ἁμαρτωλοὺς καὶ λοιμοὺς ἀποφηνάμενος τοὺς ἄρχοντας τοῦ Ἰου‐ δαίων ἔθνους, ἐν τούτῳ πάλιν δείκνυσι τὰς πράξεις
20διὰ τῶν τοιούτων ὀνομάτων, ὧν γεγόνασι μέτοχοι. [Μνήμῃ τῶν ἀσεβῶν συμπεράνας τὸν πρῶτον ψαλ‐ μὸν, ἐκ ταύτης πάλιν τοῦ βʹ τὴν ἀρχὴν ἐποιήσατο, διδάσκων, ὅτι τὸ προειρημένον τῶν ἀσεβῶν τέλος καὶ τοὺς κατὰ τοῦ Σωτῆρος λυττήσαντας ὑποδέξε‐
25 ται.] Ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κε‐ νά; Φρύαγμα τὸ ἄλογον φρόνημα. Ἀπὸ κοινοῦ τὸ, ἵνα τί, τουτέστι· Διὰ τί οἱ λαοὶ ἐμελέτησαν κενά; Πῶς γὰρ οὐ κενὰ γέγονεν αὐτοῖς ἡ μελέτη μὴ δεξαμένοις
30τὸν Σωτῆρα τοῦ γένους;
32 [Τίς, φησὶν, ἡ αἰτία τοσούτου μίσους εἰς ταυτὸ συν‐ δραμεῖν ἔθνη καὶ λαούς; Τὸ γὰρ, ἐφρύαξαν, κατὰ τοσοῦτο ὑπερηφανεύσαντο, σημαίνει τὸ μετ’ ἐπάρ‐
35σεως καὶ μεγαλαυχίας τινὸς ταράσσεσθαι καὶ θορυ‐ βεῖσθαι. Μετενεχθὲν ἀπὸ τῆς ἀλόγου τῶν ἵππων ὁρμῆς ἐπ’ οὐδενὶ τῶν δεόντων· ὃ συνέβη τοῖς Ἰουδαίοις ἐπὶ Χριστοῦ. Τί τὸ αἴτιον εἰς ταυτὸ συνδραμεῖν ἔθνη καὶ λαούς; Εἴτε γὰρ τοὺς Ἰσραηλίτας φησὶ ἔθνη καὶ
40λαοὺς, εἴτε τοὺς περὶ Ἡρώδην καὶ Πιλᾶτον ὡς ἐθνι‐ κοὺς, καὶ λαοὺς τοὺς Ἰουδαίους.]
43 [Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς. Τὸ, παρ‐ έστησαν, ἀντὶ τοῦ, ἑαυτοὺς πρὸς τοῦτο ἀφώρισαν
45βασιλεῖς Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος. Οὕτως καὶ οἱ ἅγιοι ἀπόστολοι ἐν ταῖς Πράξεσιν ἡρμήνευσαν.] Καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό. Τὰ προλεχθέντα τάγματα· γραμματεῖς καὶ Φαρισαῖοι καὶ νομικοί. Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ

27

.

64

(50)

αὐτοῦ. Ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπιβουλὴ καὶ εἰς αὐ‐ τὸν ἀνατρέχει τὸν Πατέρα. Εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐ καὶ μία ἡ εἰς
αὐτοὺς ὕβρις γένοιτ’ ἄν;

27

.

65

Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Λείπει τὸ, λέγοντες· ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν. Οὐ γὰρ ἤθελον εἴ‐
5σω τῆς ἱερᾶς γενέσθαι σαγήνης, περὶ ἧς γέγραπται· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ. Καὶ ἀποῤῥίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. Τὴν βαρύτητα τοῦ νόμου, περὶ οὗ εἴρηκε· Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
10 [Τὸν ζυγὸν αὐτῶν· ἡ γὰρ εἰς τὸν Χριστὸν ἐπι‐ βουλὴ καὶ εἰς αὐτὸν ἀνατρέχει τὸν Πατέρα. Εἰ γὰρ ὁ Πατὴρ ἐν τῷ Υἱῷ, καὶ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, πῶς οὐκ ἂν μία τις εἴη ἡ εἰς αὐτοὺς ὕβρις;] Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς.
15Ὡς ἀνόητα βουλευσαμένους· ὁ γὰρ ὑπ’ αὐτῶν προσ‐ ηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν οὐρανοῖς ὢν καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυ‐ σι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ καὶ τῶν ἁπάν‐ των Δεσπότης τὴν ἀξίαν αὐτοῦ εἰσπράξεται δίκην.
20Καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Ἐξουδενώσει γὰρ αὐτοὺς, φησὶ, καὶ μισήσει καὶ ἀποστραφήσεται. [Καταγελάσει, ἀντὶ τοῦ, μισήσει καὶ ἀποστραφή‐ σεται. Ἀλλ’ ὁ τῶν ἐπιβουλευόντων, φησὶν, ὑψηλότερος καταγελάσει, ἤτοι γέλωτα τὴν ἐκείνων ἐπιβουλὴν
25ἀποφανεῖ, ὡς ἀνοήτοις ἐπιχειρούντων. Καὶ γὰρ μυ‐ κτηρισμός ἐστι πνεῦμα διὰ ῥινῶν ἀφιέμενον εἰς ἐξου‐ δένωσιν τῶν μεγάλα φρυαττομένων. Καὶ τὸ μετὰ τῶν προθέσεων δὲ ταῦτα εἰρῆσθαι ἐπιτατικώτερον ἔχει τὸν γέλωτα. Καὶ οὐ μόνον, φησὶ, τοῦτο, ἀλλὰ καὶ ὀρ‐
30γῆς πειραθήσονται.] Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ. Τότε, πότε, ἢ ὅτε ἔλεγον· Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τί δέ ἐστι τὰ ἐν ὀργῇ παρ’ αὐτοῦ λαληθέντα; ἢ τό· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι· καὶ
35τό· Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία· καὶ τό· Καὶ ὑμῖν οὐαὶ τοῖς νομικοῖς. [Στρατιὰ γὰρ αὐτοὺς Ῥωμαϊκὴ ἐξηνδραποδίσατο. Διαφέρει δὲ θυμὸς ὀργῆς, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν
40ἀντιλυπήσεως. Ἀτελέστερος οὖν τῆς ὀργῆς ὁ θυμὸς, ἀποτέλεσμά τε ἡ ὀργή. Καὶ τοιούτων δὲ τῶν ῥημά‐ των τὴν ἑρμηνείαν διδάσκει τὸ τέλος τῶν πραγμά‐ των. Στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν
45τοὺς μὲν πλείστους θανάτῳ παρέπεμψε· τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραποδίσασα, δουλείᾳ παρ‐ έδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν πιστὸν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται, καὶ πρῶτον μὲν Κυρίου τοῦ Χριστοῦ· Κατὰ τοῦ Κυρίου γὰρ, ἔφη, καὶ κατὰ

27

.

65

(50)

τοῦ Χριστοῦ αὐτοῦ· εἶτα κατοικοῦντος ἐν οὐρανοῖς καὶ Κυρίου· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς· καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα.]
55Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ
Σιών. Ὡς ἀποβληθέντος τοῦ ἐξ Ἰσραὴλ λαοῦ, τὴν εἰς

27

.

68

τὰ ἔθνη γενομένην αὐτὸς πίστιν αὐτοῖς διηγεῖται· Σιὼν δὲ τὴν Ἐκκλησίαν δηλοῖ. [Κύριος εἶπε πρὸς μὲ, Υἱός μου, καὶ τὰ ἑξῆς· ἀντὶ τοῦ, Ἀπεφήνατό με ἡ τοῦ Πατρὸς φύσις Υἱόν·
5οὐ προστάγματος ἐνεργήσαντος· ἀλλὰ τῆς οὐσίας ἀποδειξάσης ἐμὲ χαρακτῆρα τῆς τοῦ Πατρὸς ὑποστά‐ σεως. Καλῶς γὰρ πρόσκειται τὸ, εἶ, τὴν πρὸ αἰώνων δηλοῦν γέννησιν· ἦν γὰρ ἀεὶ Υἱός. Ἐπήνεγκε δὲ τὸ, σήμερον γεγέννηκά σε, ἵνα τὴν κατὰ σάρκα γέννη‐
10σιν δείξῃ· τὸ γὰρ, σήμερον, χρόνου ἐστί· διὸ καὶ τέ‐ θειται περὶ τῆς χρονικῆς γεννήσεως. Ἀκολούθως δὲ τῷ ἀνθρωπίνῳ καὶ τὰ ἐπαγόμενα, γεγέννηκά σε. Ὅρα πῶς τὴν κατὰ σάρκα γέννησιν οἰκειοῦται ὁ Πα‐ τὴρ τοῦ μονογενοῦς τοῦ Χριστοῦ.]
16 Καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ. Τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδή‐ ρου. Τινὲς δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν δηλοῦσιν.
22 Καὶ νῦν, βασιλεῖς, σύνετε. Τουτέστι, νοήσατε, πρὸς μετάνοιαν ἐπιστράφητε. Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. Τὴν μὲν προκοπὴν διὰ τοῦ,
25παιδεύθητε παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, Δρά‐ ξασθε παιδείας.
28 Δράξασθε παιδείας. Τῆς εὐαγγελικῆς δηλονότι. Καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Τοῦ εἰρηκότος·
30Ἐγώ εἰμι ἡ ὁδός.
31tΨΑΛΜΟΣ τῷ Δαυῒδ ὁπότε ἀπεδίδρασκεν ἀπὸ τοῦ
32tἈβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. Γʹ.
33tὙπόθεσις.
34Ἡ τοῦ ψαλμοῦ προκειμένη ἐπιγραφὴ περιέχει οὕτως.
35Τοῦτο γάρ ἐστιν ὃ λέγει ὁ ψαλμὸς, ὅτιπερ ὁ χορὸς τῶν προφητῶν διώκεται ὑπὸ τοῦ λαοῦ τῶν Ἰου‐ δαίων. Δαυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος· ὅπερ ἐστὶν ὁ χορὸς τῶν προφητῶν. Ὥσπερ οὖν ὁ Ἀβεσ‐ σαλὼμ ἀνταρσίαν διεζήτει κατὰ τοῦ ἰδίου Πατρὸς,
40τουτέστι τοῦ Δαυῒδ, οὕτω καὶ οἱ Ἰουδαῖοι ἐπαν‐ έστησαν κατὰ τῶν πατέρων αὐτῶν προφητῶν, μὴ δεχόμενοι τὰ προστάγματα τοῦ Θεοῦ, ἀλλὰ ἀνθ‐ ιστάμενοι αὐτοῖς. Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Τὸ,
45τί, ἀντὶ τοῦ σφόδρα κεῖται. Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν Θεῷ αὐτοῦ. Ὁ Θεὸς, φησὶν, αὐτοῦ οὐ σώσει αὐτόν· εἰς γὰρ μόνην τὴν ἁμαρτίαν ἔβλεπον ἣ ἐπεποιήκει, ἀγνοοῦντες αὐτοῦ τὴν μετάνοιαν. Τοῦτο δὲ φανερώτερον δείκνυσιν ἐπὶ

27

.

68

(50)

τοῦ Δαυῒδ λέγεσθαι τὸν ψαλμόν. Τὸ γὰρ ἐπανίστασθαι κυρίως λέγεται ἐπὶ τῶν πρότερον μὲν ἐν ὑπηκόων τάξει καθεστηκότων, μετὰ δὲ ταῦτα πόλεμον ἀραμέ‐ νων. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα
55μου. Ἐπειδὴ ἐλέχθη, ὡς ἐκ προσώπου Κυρίου ὁ ψαλ‐
μὸς ἀπαγγέλλεται, ῥητέον ὡς καὶ αὐτοῦ ὑψοῦται ἡ

27

.

69

κεφαλὴ, ὁ Θεὸς οὖσα, ὅταν ἡ θεότης αὐτοῦ φανερὰ δι’ ἀποδείξεως τοῖς πιστοῖς γένηται. [Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ. Πρέπουσα τῇ πίστει τοῦ προφήτου φωνὴ, ἀσείστως φέροντος τηλι‐
5καύτας περιστάσεις, καὶ πεποιθότος μὴ ἐγκαταλει‐ φθήσεσθαι· ἀλλὰ πρὸς τὸ βοηθῆναι καὶ ὑψωθήσεσθαι καὶ τὴν βασιλείαν ἀπολήψεσθαι· τοῦτο γὰρ εἶπόν τι‐ νες, ὑψῶν τὴν κεφαλήν. Δόξα τοίνυν τοῦ δικαίου ὁ Θεὸς, ᾧ πέποιθεν· ᾧ δὲ δόξα ὁ Θεὸς, οὗτος ὑψοῦται
10τὴν κεφαλήν.]
12 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Διδάσκει ὁ λό‐ γος, ὡς ἐν ταῖς περιστάσεσι οὐκ ἄλλῳ ἢ Θεῷ μόνῳ προσιέναι δεῖ.
16 [Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Προέταξε μὲν τὴν εὐχὴν, εἶτα μετὰ τὸ διάψαλμα τὴν εὐχαρι‐ στίαν, ἐπὶ τὸ τετυχηκέναι ὧν ᾔτησε. Νῦν μέντοι ἀπο‐ στρέφει τὸ πρόσωπον πρὸς ἡμᾶς, καὶ διηγεῖται πῶς
20εὐξάμενος ἐπηκούσθη, καί φησι· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα. Καὶ φωνὴν μὲν ὑποληπτέον τὴν νοερὰν τῆς διανοίας πρὸς τὸν τῶν ὅλων Θεὸν ἱκεσίαν· οὐ γὰρ τὴν κραυγὴν λέγει, ἀλλὰ τὴν αὐδαίαν τῆς δια‐ νοίας εὐχήν.
25 Τὸ δέ· ἐπήκουσέ μου ἐξ ὄρους, κατὰ τὴν κατ‐ έχουσαν εἴρηται δόξαν. Ἐνομίζετο γὰρ ἐν τῇ Σκηνῇ κατοικεῖν, ἐπειδὴ ἐκεῖθεν καὶ οἱ χρησμοὶ τοῖς ἱερεῦσι ἐδίδοντο. Ἢ τὸ, ἐξ ὄρους ἁγίου, ἀντὶ τοῦ, ἐξ οὐρανοῦ· ὡς καὶ τό· Ἐν ὄρει ἁγίῳ σου· καὶ, Ἐγγίσατε ὄρε‐
30σιν αἰωνίοις, δύναται ὄρος ἅγιον εἶναι Θεοῦ ἐξ οὗ εἰσακούει τῶν εὐχομένων ὁ Θεὸς ὁ μονογενὴς αὐτοῦ, περὶ οὗ εἴρηται· Ἔσται ἐμφανὲς τὸ ὄρος τοῦ Κυ‐ ρίου ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν· δηλούσης τῆς λέξεως ταύτης τὴν γενομένην αὐτοῦ φανέρωσιν, κατὰ τὴν
35ἐπιδημίαν ἐπὶ συντελείᾳ τῶν αἰώνων· ἢ, ἐξ ὄρους ἁγίου, ἐκ τοῦ οὐρανοῦ. Ὄρος ἅγιον Θεοῦ ἡ ὑπερφυὴς γνῶσις αὐτοῦ. Τὸ διάψαλμα, μουσικοῦ μέλους ἢ τροπῆς γενομέ‐ νης ἢ διανοίας καὶ δυνάμεως λόγου ἐναλλαγῆς.
40 Τὸ, ἐξηγέρθην, τοῦτο δηλοῖ, ὅτι, τῆς θείας ἀπολαύ‐ σας τροπῆς, κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν.] Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα. Τὸν περὶ τοῦ νοῦ ὕπνον φησὶ, δι’ οὗ καὶ εἰς τὴν ἁμαρτίαν κατέπεσεν.
45 [Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι. Πάταξον, σύντριψον, ἢ πατάξεις. Ἐπισπεύδει τὴν ἐξανάστασιν τὴν κατ’ αὐτῶν τοῦ Θεοῦ, ἤτοι τὴν ἄμυναν. Ματαίως ἔχει τοὺς ἐχθροὺς ὁ μὴ παρέχων πρόφασιν μίσους. Ὀδόντας δὲ ἁμαρτωλῶν ἢ τὴν

27

.

69

(50)

ἰσχὺν λέγει τῶν εἰς αὐτὸν ἁμαρτανόντων, ἢ τοὺς λό‐ γους τοὺς κατ’ αὐτοῦ, καὶ τὰς βλασφημίας· ἢ ὀδόν‐ τες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες. Τοῖς γὰρ λογισμοῖς ὡς ὀδοῦσι χρώ‐ μενοι πολλάκις ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν,
55τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρ‐
κὸς φυόμενα. Φανερὰ δὲ, φησὶν, ἐστὶ τὰ ἔργα τῆς

27

.

72

σαρκὸς, ὁ θεῖος Ἀπόστολος. Ὀδόντας λέγει· ἀπὸ με‐ ταφορᾶς τῶν θηρίων τοῦτό φησιν, ἃ μᾶλλον τοῖς ὀδοῦ‐ σιν ἰσχύει, καὶ συνθλωμένων, εὐκαταφρόνητα γίνον‐ ται. Καὶ γὰρ οἱ φονεῖς καὶ αἱμοχαρεῖς καὶ αὐτῶν
5τῶν αἱμοβόρων θηρίων χείρους εἰσὶν, ἢ τούτοις παρ‐ ισοῦνται.] Τοῦ Κυρίου ἡ σωτηρία. Σῶσόν με, φησὶν, Κύριε. Εὔχομαι δὲ καὶ τοῦτο εἰς πάντα ἐξενεχθῆναι τὸν λαόν. Ἰστέον δὲ, ὡς ἅπας ὁ ψαλμὸς ἀναφορὰν ἔχει εἰς τὴν
10ἀνθρωπότητα, ἁμαρτοῦσαν μὲν καὶ δι’ αὐτὸ τοῦτο παραδεδομένην τοῖς νοητοῖς ἐχθροῖς, βοῶσαν δὲ ἐν θλίψει καὶ ἐπακουσθεῖσαν παρὰ τοῦ Θεοῦ, καὶ μὴν καὶ σωθεῖσαν διὰ τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν δη‐ λονότι, καὶ πατάξαι τοὺς ἐχθραίνοντας ἡμῖν δαίμο‐
15νας. Αὐτὸς γὰρ, ὁ τὰς μύλας τῶν λεόντων συν‐ θλάσας Κύριος. Καὶ αὐτοῦ [αὐτός, Ambr.] ἐστιν, ἤτοι παρ’ αὐτοῦ, ἡ σωτηρία. [Τοῦ Κυρίου ἡ σωτηρία. Οὐκ ἔχω, φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτηρίαν
20προσμένω, καὶ ὁ σὸς λαὸς σὺν ἐμοὶ πολεμούμενος.]
21tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυΐδ. Δʹ.
22tὙπόθεσις.
24Τοῦτον τὸν ψαλμὸν μετὰ τὸ νικῆσαι τὸν πόλεμον
25 ἀνατίθησι τῷ νικοποιῷ [Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ Ἀκύλας καὶ ὁ Θεοδο‐ τίων, τῷ νικοποιῷ, ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, Ἐπινίκιον.] Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς
30τῆς δικαιοσύνης μου. Ὅμοιον τῷ, Ἔτι λαλοῦντός σου, ἐρεῖ· Ἰδοὺ πάρειμι. Ἐν θλίψει ἐπλάτυνάς μοι. Οὐ μόνον, φησὶ, τῶν περιστάσεων ἐξήγαγες, ἀλλὰ καὶ εἰς εὐρυχωρίαν πολλὴν στῆναι παρεσκεύασας. [Σιβὰς καὶ Βερζὲλ τροφὰς πολλὰς καὶ τάπητας προσ‐
35ήγαγον τῷ Δαυῒδ, ὅτε δὴ, φυγὼν τὸν Ἀβεσσαλὼμ, δι‐ έτριβεν ἐν τοῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, ὥσπερ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καὶ Δανιὴλ ἐν τοῖς λέου‐ σιν. Ὅταν θλίψεων καὶ τῶν πειρασμῶν τοὺς λόγους ἐπιγινώσκωμεν, τότε μάλιστα πλατυνόμεθα. Ἔστι δὲ
40καὶ ἑτέρως εὐρυχωρίαν εἰπεῖν.] Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Ἐπειδὴ ἐξ‐ ηκούσθη, ἔφη, ἐκ τῆς δικαιοσύνης αὐτοῦ, τούτου χά‐ ριν ἐπὶ τοὺς οἰκτιρμοὺς ἀνατρέχει τοῦ Θεοῦ. Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι. Ταῦτα
45ὡς πρὸς τοὺς πιστεύσαντας τῷ πλήθει τοῦ στρατοῦ ἑλεῖν τὸν δίκαιον. Αὕτη δὲ ἡ ἐλπὶς, φησὶ, ματαία καὶ ψευδής ἐστιν. Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ἀντὶ τοῦ, Γνῶτε τοιγαροῦν, οἱ πεποιθότες

27

.

72

(50)

ἐπὶ πλήθει, ὡς θαυμαστὸν ἀπέδειξε τὸν πεποιθότα ἐπ’ αὐτῷ. Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκρα‐ γέναι με. Χρόνος ἀντὶ χρόνου εἴληπται· ἀντὶ τοῦ, εἰσήκουσε, γὰρ ἔφη τὸ, εἰσακούσεται, ῥῆμα Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε. Ἃ λέγετε ἐν
55ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατα‐
νύγητε. Ὡς πρὸς τοὺς ἰδίους αὐτοῦ ταῦτά φησιν,

27

.

73

ὡς πρὸς πάντας ἀνθρώπους. Εἰ καὶ δέξησθε, φησὶ, τὴν ὀργὴν, ἀλλ’ ἄπρακτον ἀπεφήνατε τῇ ἐν ἡσυχίᾳ κατανυγῇ. Τοῦτο γάρ ἐστι τὸ, Ἐν ταῖς κοίταις ὑμῶν κατανύγητε.
8 Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Διδάσκει πῶς περιεσόμεθα τῶν ἐχθρῶν.
10Πῶς δὲ περιεσόμεθα; εἰ δικαιοπράττοντες, καὶ τοῦτο ὥσπερ θυσίαν ἀναπέμποντες τῷ Θεῷ. Πολλοὶ λέγου‐ σι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ταῦτα τῶν περὶ τὰς διοικήσεις τοῦ Θεοῦ ὀλιγωρούντων τὰ ῥήματα. Ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου
15σου, Κύριε. Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός ἐστι, ὁ καὶ διδάξας ἡμᾶς τὰ ὄντως ἀγαθὰ, δι’ ἃ καὶ τὴν νοητὴν εὐφροσύνην ἐσχήκαμεν τὴν εἰς νοῦν καὶ καρ‐ δίαν.
19tΨΑΛΜΟΣ Εʹ.
20tὙπόθεσις.
21Κληρονομοῦσά ἐστιν ἡ θεοφιλὴς ψυχὴ, ἤτοι ἡ Ἐκ‐ κλησία. Τί δέ ἐστιν ἃ κληρονομεῖ; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εὔχεται δὲ καί τι ἂν ποιου‐
25 μένη εἰσακουσθῆναι, ἑαυτῆς τό τε εὐθὲς παριστῶσα, καὶ τῶν αἰτίων διαβάλλουσα τὴν πονηρίαν. [Ὅτι πρὸς σὲ προσεύξομαι. Ἐν ἀπολαύσει, φησὶ, τοῦ νοητοῦ γενομένη φωτὸς, προσεύξομαί σοι· διὸ καὶ εἰσακουσθῆναι πιστεύω.]
30 Τὰ ῥήματα μου ἐνώτισαι. Τὸ πρωῒ παραστήσομαί σοι. Μέγα ἀγωνίας [μέγα εἰς ἁγνείας Ambr.] καύχημα τὸ ἐκ τῆς κοίτης αὐτῆς παρίστασθαι τῷ Θεῷ καὶ φθάνειν ἐν εὐχαριστίᾳ τὸν ἥλιον. Οὕτω γὰρ, φησὶν, ἐπόψομαι τὰ θεῖα καὶ ἅγιά
35σου μυστήρια ἃ ἡτοίμασας τοῖς ἀγαπῶσί σε. Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Διὰ τοῦτο, φησὶν, εἰσακουσθήσεσθαι θαῤῥῶ, ὅτι τῶν τοιούτων οὐκ ἐπι‐ τήδευσα οὐδὲν ὧν μεμίσηκας. Ταῦτα δέ ἐστιν ἀνομία, καὶ πονηρία, καὶ παρανομία, καὶ ψεῦδος, καὶ φθόνος,
40καὶ δόλος. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνο‐ μίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασεν· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ
45ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφο‐ ρὰν τοῦ, ἐμίσησας, καὶ, ἀπολεῖς. Πρῶτον μὲν εἰ χεῖρον τὸ, ἀπολεῖς, τοῦ, ἐμίσησας· δεύτερον δὲ διὰ τί τὸ μὲν εἰς παρεληλυθότα ἔκλινε χρόνον, τὸ δὲ εἰς

27

.

73

(50)

μέλλοντα. [Λαλοῦντας ψεῦδος, καὶ τοὺς τὰ εἴδωλα λέγοντας θεοὺς, καὶ αὐτοὺς τοὺς δαίμονας, τοὺς ἐν τοῖς εἰδώ‐ λοις λέγοντας λόγους ψευδεῖς καὶ λοξοὺς καὶ χρη‐ σμούς.]
55Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύ‐
ριος. Μισεῖ γὰρ τὸν τοιοῦτον ὁ Θεὸς καὶ ἀποστρέφε‐

27

.

76

ται. Ἐγὼ δὲ ἐν πλήθει τοῦ ἐλέους σου εἰσελεύ‐ σομαι εἰς τὸν οἶκόν σου. Τὴν ἐπουράνιον Ἱερουσα‐ λὴμ τὴν πρωτοτόκων μητέρα. Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Ναὸς Θεοῦ ἡ ἐνάρε‐
5τος καὶ ἁγία κατάστασις, ἣν οἱ ἔχοντες μετὰ παῤῥη‐ σίας φησί. Χριστὸς δὲ ὡς Υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ ἐπαναπαύσεται, οὗ οἶκός ἐσμεν ἡμεῖς. Τῆς γὰρ σῆς ἀπολαύουσα φιλανθρωπίας καὶ τῇ σῇ δεξιᾷ φρουρου‐ μένη τὴν διηνεκῆ σοι προσφέρω προσκύνησιν ἐν τῷ
10ἀφιερωμένῳ τῆς σῆς δόξης ναῷ, φησὶν ἡ ἁγία καὶ καθαρὰ ψυχή· τὸν σὸν γὰρ ἀεὶ περιφέρουσα φόβον, οὐκ ἀνέξομαι τοῦτον ἀποβαλεῖν τῇ φιλανθρωπίᾳ σου θαῤῥοῦσα. Ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Τῶν νοητῶν δηλονότι.
15Ἡ καρδία αὐτῶν ματαία. Τῶν σοφῶν τοῦ αἰῶνος τούτου, ἢ καὶ τῶν αἱρετικῶν. Οὗτοι γὰρ ἀληθείας λόγον οὐκ ἴσασιν. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσ‐ σαις αὐτῶν ἐδολιοῦσαν. Τὴν γλῶσσαν αὐτῶν λεαί‐
20νουσι, καὶ τὰ νεκρὰ ἐρεύγονται δόγματα. Ἀποπεσέτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Ταῦτα γὰρ, φησὶ, τὰ διαβούλια πάντα κατ’ ἐμοῦ ἐποιοῦντο τῇ κατὰ Θεόν μου προκοπῇ ἐναντιούμενοι. [Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν ἔξωσον αὐτοὺς,
25εὐσεβεῖς αὐτοὺς ἐργασάμενος. Οἱ γὰρ διώκοντες τὴν φίλα τῷ Θεῷ πράττουσαν ψυχὴν Θεὸν πικραίνουσι θεομαχοῦντες σαφῶς.] Καὶ κατασκηνώσεις ἐν αὐτοῖς. Αὐτὸς γὰρ ἐλεύ‐ σεται καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ’ αὐτῷ ποιήσονται.
30 Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου, ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε. Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορηγουμέ‐ νης θεραπευταῖς, οἳ, σφᾶς αὐτοὺς ἐραστὰς τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδεμονίᾳ με‐
35γάλα φρονήσουσι τὴν σὴν διηγούμενοι δύναμιν. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω. Ὡς ὅπλον εὐδοκίας ἐστεφάνω‐ σας ἡμᾶς. Στέφανος, φησὶν, ἡμῶν τῶν πόνων χα‐ ρίσῃ τὸ τέλος, τούτῳ καθάπερ ὅπλῳ τινὶ περιφράτ‐
40τουσα ἡμᾶς.
41tΕἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης,
42tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ϛʹ.
43tὙπόθεσις.
44Καὶ τίς ἂν εἴη ἡ ὀγδόη, ἢ ἡ τοῦ Χριστοῦ ἀναστάσι‐
45μος ἡμέρα, καθ’ ἣν τῶν ἡμετέρων κόπων ἀπολη‐ ψόμεθα καρπούς; τῶν ἐχθρῶν δηλαδὴ ἀποστρεφο‐ μένων εἰς τὰ ὀπίσω, μετ’ αἰσχύνης δηλονότι καὶ ταραχῆς. ᾌδει δὲ τὸν ψαλμὸν ὡς μακρὸν χρόνον ἔχων ἐν τῇ μετανοίᾳ, ἣν ὑπὲρ ἁμαρτίας προσέφερεν.

27

.

76

(50)

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Οὐ τὸν ἔλεγχον παραιτεῖται, ἀλλὰ τὸν μετὰ θυμοῦ· οὐδὲ τὴν παιδείαν, ἀλλὰ τὴν μετ’ ὀργῆς. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι. Πᾶσα γὰρ ψυχὴ οὐ πρότερον εἰς ἁμαρτίαν πίπτει πρὶν τῆς
55ἰσχύος ἐνδῷ. [Ἀσθένειαν αἰνίττεται τὴν ἀπὸ τῆς ἀθυμίας καὶ τῶν ὀδυρμῶν ἐγγινομένην.]
Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα. Αἱ τῆς ψυ‐

27

.

77

χῆς δηλονότι δυνάμεις. Καὶ σὺ, Κύριε, ἕως πότε; Τῆς πολυχρόνου μετανοίας τὸ ῥῆμα παραστατικόν. Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ὡς ἀπεστραμμένου αὐτοῦ δηλονότι διὰ τὴν ἁμαρτίαν.
5Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου. Πᾶν γὰρ τὸ τῆς σωτηρίας ἡμῶν τῷ ἐλέῳ ἀναθετέον τοῦ Θεοῦ. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου. Ἐπειδὴ μακρός μοι γέγονε, φησὶν, ὁ τῆς μετα‐ νοίας καιρὸς, δέδοικα μὴ φθάσῃ τὸν παρὰ σοῦ ἔλεον
10ὁ θάνατος, ἐν ᾧ τὰ τῆς ἐξομολογήσεως οὐκ ἔστι. Τού‐ του χάριν ἐπιταχύναι τὸν ἔλεον αἰτῶ. Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου. Ἀκούσωμεν οἵαν ὁ βασιλεὺς μετάνοιαν ἐπεδείξατο. Οὐχ ἁπλῶς ἔκαμεν, ἀλλ’ ἐκοπίασε στενάζων· οὐχ ἁπλῶς ἐδάκρυ‐
15σεν, ἀλλὰ τὴν κλίνην ἔλουσε, καὶ καθ’ ἑκάστην νύκτα. Καὶ οὐ τὸ παρελθὸν σκοπεῖ, ἀλλὰ καὶ ἐπαγγέλλεται τοῖς πρὸς τὸ μέλλον διὰ πάσης τῆς ζωῆς· καὶ ὃν οἱ πολλοὶ ποιοῦνται αἰνέσεως [ἀνέσεως] καιρὸν, τοῦτον ἐκεῖνος ἐξομολογήσεως. Λούσω καθ’ ἑκάστην νύκτα
20τὴν κλίνην μου. Ἀντὶ μιᾶς, φησὶ, νυκτὸς, καθ’ ἣν τὴν ἁμαρτίαν ἐποίησα, πολλὰς διετέλεσα νύκτας δάκρυσι βρέχων τὴν στρωμνήν μου. Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. Ὀφθαλ‐ μὸν δὲ τὸν νοῦν λέγει, ἐπειδὴ ὁ ὀφθαλμὸς τῆς ψυχῆς
25ἐστιν ὁ νοῦς. Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. Ἐνταῦθα τὸν χρόνον δηλοῖ τῆς κακοπαθείας. [Ὃν καὶ ἐν τάξει κατορθώματος κέκτηται, διὰ τὸ πολὺν εἶναι.] Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ
30μου. Ὡς ἤδη εἰσακουσθεὶς μακρὸν κατὰ τῶν ἐχθρῶν συνείρει λόγον. Οὐ μικρὰ δὲ καὶ αὕτη πρὸς ἀρετὴν ὁδὸς, τὸ φεύγειν καὶ διακρούεσθαι τὰς τῶν πονηρῶν συνουσίας. Οὗτος γὰρ τῆς μετανοίας καρπὸς καὶ τῶν δακρύων τὸ κέρδος. Ἢ ἐλλιπῶς τοῦτο, ἀντὶ τοῦ·
35Δὸς εἰπεῖν τοῖς ἐπεμβαίνουσιν ἐχθροῖς· Ἀπόστητε, ὅτι εἰσηκούσθην, ὅτι προσεδέχθην ὁ διὰ τῆς ἁμαρτίας ἀπωσθείς.
39tΨΑΛΜΟΣ τῷ Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν
40tλόγων Χουσὶ υἱοῦ Ἰεμινεῖ. Ζʹ.
41tὙπόθεσις.
42Ἀρχιεταῖρος τοῦ Δαυῒδ ὁ Χουσὶ, ὃς ἀποστέλλεται παρὰ τοῦ Δαυῒδ πρὸς Ἀβεσσαλὼμ ἐπὶ τῷ ἀντιπρᾶ‐ ξαι τῷ Ἀχιτόφελ βουλὰς εἰσηγουμένῳ κατὰ τοῦ
45Δαυΐδ· ὃς καὶ ἀπελθὼν, καὶ προδοσίαν ὑποκρινά‐ μενος, βουλῆς προστεθείσης παρὰ τοῦ Ἀβεσσαλὼμ, αὐτῷ τε τῷ Χουσὶ καὶ τῷ Ἀχιτόφελ· καὶ τοῦ μὲν κελεύοντος ἐπιδιώκειν, τοῦ Ἀχιτόφελ, τοῦ δὲ μὴ, τοῦ Χουσί· οὐ γὰρ δεῖ ἀπράκτως, φησὶν, ἐπιέναι

27

.

77

(50)

ἀνδρὶ ἐπισταμένῳ τὰ πολέμια· καὶ τούτῳ τῷ λόγῳ διασώσαντος τὸν Δαυΐδ· ὡς ἂν μὴ ἀνθρωπίνης ἐπι‐ κουρίας σωζόμενος, τῷ Θεῷ τὴν ὑπὲρ τούτων εὐ‐ χαριστήριον ᾠδὴν ἀναπέμπει, τὸ πᾶν ἐκείνου τῇ χάριτι ἀνατιθεὶς, ἀνθρώπων δὲ οὐδενί.
55 Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Ἐπειδὴ ἀν‐ θρώπῳ, φησὶ, περὶ σωτηρίας οὐ θαῤῥῶ, εἰ καὶ τοῦ Χουσὶ οἱ λόγοι καλοὶ, σῶσόν με καὶ ἐκ τῶν παρόντων μὲν ἐχθρῶν, μάλιστα δὲ ἀπὸ τοῦ ἐφεδρεύοντος νοητοῦ
λέοντος τῇ ἡμετέρᾳ ψυχῇ.

27

.

80

Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά. Τὸ ἀμνησίκακον προβάλλεται ἐκκαλούμενος δι’ αὐτοῦ εἰς ἔλεον τὸν Θεόν. Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχ‐ θρῶν μου κενός. Ὁ μὲν δίκαιος νικήσας πλήρης ἀπὸ
5τῶν ἐχθρῶν ἐξέρχεται· ὁ δὲ φαῦλος καὶ νικηθεὶς ἀποπίπτει αὐτῶν κενὸς, καὶ οὐδὲν ἔχων πληρώματος. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ἐμπέσω εἰς τὰς χεῖρας τοῦ διαβόλου, εἰ τοιοῦτόν τι ἐποίησα τῶν προλεχθέντων·
10εἰ καὶ τὸ καὶ τὸ ἐποίησα, μὴ ἐλευθερωθείην τῆς ἁμαρ‐ τίας πρὸ τοῦ θανάτου. Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τουτέστιν, ἐν τοῖς κραταιοῖς τῶν ἐχθρῶν μου. Πέρατα γὰρ τὰ ἄκρα δηλοῖ. Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστά‐
15γματι ᾧ ἐνετείλω. Σαφῶς περὶ τῆς θεοφανείας τοῦ Σωτῆρος διὰ τῶν παρόντων εὐαγγελίζεται. Καὶ συν‐ αγωγὴ λαῶν κυκλώσει σε. Σαφῶς διὰ τῶν παρόντων τῆς Ἐκκλησίας τὴν εἰς αὐτὸν πίστιν δηλοῖ. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ταύτης
20μὲν τῆς συναγωγῆς δηλονότι. Τὸ δὲ, εἰς ὕψος, ἢ τὸν τίμιον αἰνίττεται σταυρὸν, εἰς ὃν ἀνήνεγκεν ἡμῶν τὰς ἁμαρτίας, ἢ τὴν εἰς οὐρανὸν ἀναφοίτησιν. Ἐπορεύθη γὰρ ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν.
25 Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου Ἀξιοῖ πάλιν ἀπὸ τῶν ἐχθρῶν σωθῆναι, ἀφ’ ὧν ἔπρα‐ ξαν τὸν ἔλεον ἐκκαλούμενος.
30 Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Ἐπειδὴ οἶδας, φησὶ, τῆς ἡμετέρας καρδίας τὰ νοήματα, τού‐ του χάριν τὴν βοήθειαν ἐξαιτῶ. Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρό‐ θυμος. Σαφῶς διὰ τῶν τοιούτων παρίστησι τὸ μα‐
35κρόθυμον τοῦ Θεοῦ, ἀναβολὴν μὲν ἔχοντος τῆς ἡμε‐ τέρας κολάσεως, οὐ μὴν παντελῆ συγγνώμην. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Βέλη μὲν τὴν τιμωρίαν φησὶν, καιομένοις δὲ τοῖς ἀξίοις πυρός.
40 Ἰδοὺ ὠδίνησεν ἀδικίαν. Ὁ ἐχθρὸς τῆς ἡμετέρας ζωῆς. Συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Τουτ‐ έστι καὶ βεβούλευται καὶ εἰς ἔργον ἐξήγαγε τὰ σκέμ‐ ματα. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν. Θάνατον
45γὰρ κατασκευάσας κατὰ τοῦ Σωτῆρος Χριστοῦ, θα‐ νάτῳ παραδίδοται.
47tΕἰς τὸ τέλος, ὑπὲρ ληνῶν, ΨΑΛΜΟΣ
48tτῷ Δαυΐδ. Ηʹ.
49tὙπόθεσις.

27

.

80

(50)

Πάλαι μὲν ἐν τῇ νομικῇ λατρείᾳ ἦν ἓν προλήνιον, τὸ θυσιαστήριον δηλονότι τὸ ἐν τῷ ναῷ· μετὰ δὲ τὴν τῶν ἐθνῶν κλῆσιν πολλοὶ ληνοί· αὗται δὲ ἂν εἶεν αἱ Ἐκκλησίαι, αἱ τοὺς τῶν κατορθούντων ἐν θεο‐ σεβεία δεχόμεναι καρπούς.
55 [Εἰς τὸ τέλος εἴρηται, διὰ τὸ ἐπὶ τέλει τῶν αἰώνων πέρας σχεῖν τὰ προφητευόμενα. Περὶ Χριστοῦ γὰρ καὶ τῶν μετὰ τὴν ἐνανθρώπησιν λέγει Ἐκκλησιῶν.
Ἐπεί γε καὶ ὁ Μονογενὴς ἄμπελος κέκληται, οἱ

27

.

81

δὲ πιστοὶ κλήματα. Εἰ δὲ βιάζεται ὁ Ἰουδαῖος, εἰς τὸν κοινὸν τὸν ψαλμὸν λέγεσθαι ἄνθρωπον· καὶ οὕτως γνωστὸν ἔστω, ὡς διὰ τοῦτο πάντα αὐτῷ ὑπετάγη, ὡς ἐν εἰκόνι Θεοῦ γεγονότι τοῦ μέλλον‐
5τος ἐνανθρωπῆσαι.]
7 Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ἐκπλήττεται τὴν εἰς ἀνθρώ‐ πους δοθεῖσαν γνῶσιν τοῦ ὀνόματος τοῦ Θεοῦ. Οὐκ
10ἔτι γὰρ μόνοις τοῖς ἐν τῇ Ἰουδαίᾳ γνωστὸς ὁ Θεός. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ‐ τίσω αἶνον. Τῶν κατὰ Θεὸν νηπιαζόντων τῇ κακίᾳ. Τοῦτο δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις σαφῶς ἀναγέγρα‐ πται εἰρηκὼς ὁ Σωτὴρ, ὅτε τοὺς παῖδας οἱ Φαρισαῖοι
15ἐπεστόμιζον εὐλογοῦντας αὐτόν. Ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Ἢ τὸν αἰσθητὸν, ἢ τὸν νοητὸν, ἢ τὸν λαὸν τὸν Ἰουδαϊκόν· ἤλαυνον γὰρ ὡς ἐχθρὸν τὸν Χριστόν· προσεποιοῦντο δὲ τὸν Πατέρα ἐκδικοῦντες τοῦτο ποιεῖν. Διὰ τοῦτο,
20ἄνω καὶ κάτω ταύτης αὐτοὺς ἀποστερῶν τῆς ἀπολο‐ γίας, ἔλεγεν· Ὁ ἐμὲ μισῶν καὶ τὸν Πατέρα μου μισεῖ. Ἐχθρὸν καὶ ἐκδικητὴν, τὸν διάβολον δηλον‐ ότι. Ἐπειδὴ, μετὰ τὸ ἀναγκάσαι πληρῶσαι τὴν ἁμαρτίαν, καὶ τιμωρεῖται τοὺς ἁμαρτάνοντας, τὸ
25μέγεθος αὐτοῖς τοῦ ἁμαρτήματος ἐν ὀφθαλμοῖς παρ‐ ιστῶν. Ἢ τὸν λαὸν τῶν Ἰουδαίων, ἐχθρὸν μὲν τῆς ἀληθείας, ἐκδικητὴν δὲ τῷ δοκεῖν ἐκδικεῖν τὸν νόμον. Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Ἐκεῖνοι μὲν ἀγανακτοῦσι τῶν νηπίων καταρ‐
30τιζόντων αἶνον· ἐγὼ δὲ τὸ οὕτω μέγα καὶ περικαλ‐ λὲς, τοὺς οὐρανούς φημι, μικρόν τι ἔργον τῆς σῆς δημιουργίας, θεωρῶ. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττω‐
35σας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους. Ταῦτα τοῦ Παύλου σαφῶς ἐπὶ τὸν Σωτῆρα ἡμῶν ἐξειληφότος, ἀρκεῖσθαι τῇ ἐκδόσει χρή. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ. Εἰπὼν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα
40ἡμετέραν καὶ ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τοῖς λοιποῖς κατὰ μέρος ἐπεξέρχεται, οἷς ἐπιλέγει· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατα‐ κυριεύσατε αὐτῆς· τῇ γὰρ λογικῇ φύσει, ὡς ἂν
45ὡμοιωμένῃ Θεῷ, τὴν κατὰ πάντων ἀρχὴν ἐδωρήσατο. Καὶ δύναμιν ὁ ἄνθρωπος λαβὼν τῆς θεϊκῆς εἰκόνος, ὡς βασιλεὺς ἁπάντων ἐστὶν ὁ Θεὸς, οὕτως ἄρχων κατέστη τῶν ἐπὶ γῆς. Εἰ δὲ καθολικῶς εἴρηται· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου,

27

.

81

(50)

λέγει δὲ ἀλλαχοῦ, Καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· δῆλον ὡς ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτὸν, καὶ μήποτε ἀποῤῥήτως τὴν ἐν οὐρανοῖς ση‐ μαίνει διατριβὴν τῶν ἀπὸ γῆς ἐκεῖσε μεθισταμένων, ὅτε μέλλουσι βασιλείαν οὐρανῶν κληρονομεῖν, ὡς
55ἐπήγγελται. Λέγει δὲ καὶ Παῦλος· Κληρονόμοι μὲν

27

.

84

Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Οὕτως καὶ τὸ, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, νοη‐ τέον. Νῦν μὲν τὰ ζῶα· ἐπειδὴ δὲ βίος ἰσάγγελος ἀπό‐ κειται τοῖς ἀνθρώποις ἐν οὐρανῷ, ἐκεῖ καταστὰς ἐπὶ
5τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, θεωρὸς οὐρανῶν ἔσται καὶ τῶν ἐν αὐτοῖς. Ὁ δὲ μακάριος Παῦλος καὶ τοῦτο περὶ τοῦ Σωτῆρος ἐξέλαβεν ἐν αἰῶνι τῷ μέλλοντι γε‐ νησόμενον. Διό φησι πρὸς αὐτὸν ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑπο‐
10πόδιον τῶν ποδῶν σου. Πρόβατα καὶ βόας ἁπά‐ σας. Τοὺς ἐξ Ἰσραὴλ πιστεύοντας αἰνίττεται. Ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Διὰ τούτων τὰ ἔθνη δηλοῖ. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, τοὺς ἐπῃρμένους κατὰ τὸν βίον καὶ τὰ ὑψηλὰ φρονοῦντας, τοὺς ἀλογω‐
15τάτους. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὀνομά σου ἐν πάσῃ τῇ γῇ! Ἀναλαμβάνων ἀναδιπλασιάζει τὸ θαῦμα ἐκπληττόμενος, ὡς ἔφην, ἐπὶ τῇ γενομένῃ τῶν ἀνθρώπων θεογνωσίᾳ.
20tΕἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ,
21tΨΑΛΜΟΣ τῷ Δαυΐδ. Θʹ.
22tὙπόθεσις.
23Διὰ τούτου τοῦ ψαλμοῦ τὰ κρυφίως πεπραγμένα τῷ Σωτῆρι δηλοῖ. Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πρατ‐
25τόμενα· ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, αἵ τε παράδοξοι καὶ θαυμα‐ τουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς, καὶ ἡ εἰς ᾅδου κάθοδος, καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ πάντα κρυφίως αὐτῷ πέπρακται. Ἀπέκρυψε
30 γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου. Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ προφήτης ἐκ προσ‐ ώπου τῆς ἀνθρωπότητος εἰσέρχεται εὐχαριστῶν καὶ λέγων· Ἐξομολογήσομαί σοι, Κύριε. (Alius autem codex) Ἐπισφράγισμα δὲ τῶν κρυφίων ὁ
35 θάνατος καὶ τὰ ἐν ᾅδου πραχθέντα, ἡ ἀνάστασίς τε καὶ ἡ ἀνάληψις. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου ... ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω. Ἐπὶ τίσιν ἡ ἐξομολόγησις δηλοῖ.
40Ἐχθρὸν δὲ αὐτοῦ τὸν θάνατον εἶναί φησι τὸν εἰς τὰ ὀπίσω ἀποστρεφόμενον, τουτέστιν εἰς τὸ μὴ εἶναι. Ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου. Ἐπειδὰν, φησὶν, ἀποστραφῇ εἰς τὰ ὀπίσω ὁ θάνατος, τότε δὴ καὶ πᾶσα δύναμις ἀντικειμένη κατ‐
45αργηθήσεται· εἰ γὰρ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος, δηλονότι προαναιρεθεισῶν τῶν ἀντικειμένων δυνάμεων. Ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου. Τὴν αἰτίαν τῆς εὐχαριστίας ἀνταποδίδωσι· τὸ,

27

.

84

(50)

Ἐκάθισας ἐπὶ θρόνου τὴν εἰς τὸ κρίνειν ἐπισκοπὴν δηλοῖ τοῦ Θεοῦ. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Τοὺς νοητοὺς ἐχθροὺς δηλονότι. Τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα. Τὸν δράκοντά φησι τὸν
55νοητὸν, ὅς ἐστιν ὁ διάβολος. [Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Τὸν δράκοντά φησιν, ἢ τὸν διάβολον· ἐπειδὴ ἡ ἐπιτί‐
μησις καὶ διόρθωσιν σημαίνει. Εἴποι ἄν τις, διορ‐

27

.

85

θουμένων τῶν ἐθνῶν ὑπὸ τῶν ἀποστόλων, ἀπολέσθαι τὸν ἀσεβῆ, σβεσθείσης αὐτοῦ τῆς ἐπιβωμίου κνίσσης καὶ παυθείσης. Ἐπιτιμηθέντων γὰρ τῶν ἐθνῶν, καὶ πρὸς Κύριον ἐπιστρεψάντων, ὁ ἐν αὐτοῖς ἐνεργῶν,
5ἅτε υἱοῖς οὖσιν ἀπειθείας, διάβολος, ἀπώλετο μετὰ τῶν νεῶν τῶν εἰδωλικῶν· οἳ ὡς πόλεις συνεῖχον τοὺς πρὸς δυσσέβειαν ἀφορῶντας. Καὶ οὕτως ἀπώλοντο, ὡς μηδὲ ἴχνος ὑπολειφθῆναι. Ἔστιν ἐκλαβεῖν τοῦτο καὶ κατὰ τὴν τελευταίαν κρίσιν· τότε γὰρ τῶν ἁμαρ‐
10τωλῶν ἐπιτιμωμένων, καὶ ὁ διάβολος, ὁ κυρίως ἀσε‐ βὴς, ἀφανίζεται. Αἱ πόλεις, τῆς ἐν αὐταῖς πάλαι πο‐ λιτευομένης ἀσεβείας καταλυθείσης, τὴν οἰκοδομίαν τῆς εὐσεβείας ἐδέξαντο.] Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος.
15Ῥομφαίας τοῦ διαβόλου τὰς ἀντικειμένας δυνάμεις φησὶ, δι’ ὧν ἦν ἰσχυρός, [Αἱ πόλεις αἱ ἀντικείμεναι δυνάμεις, αἳ, ὥσπερ πόλεις ἰσχυραὶ τετειχισμέναι, τοὺς ἁλόντας αὐτῶν ἀπάτῃ ἐν αὐταῖς συλλαβοῦσαι κατεῖχον. Καὶ πόλεις ποίας λέγει ἢ ταύτας περὶ ὧν
20ἀλλαχοῦ λέγεται· Ἔθηκας εἰς χῶμα πόλεις ὀχυρὰς, τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια; αἵ εἰσιν, ὡς δεδή‐ λωται, αἱ ἀντικείμεναι δυνάμεις.] Ἀπώλετο τὸ μνη‐ μόσυνον αὐτῶν μετ’ ἤχου. [Ὥστε ἐξάκουστον γενέ‐ σθαι αὐτῶν τὴν ἀπώλειαν. Ἢ τὴν πανολεθρίαν φησὶν,
25ἢ τὸ διωλύγιον τῶν κακῶν, καὶ τὸ περιφανὲς τῆς ἀπωλείας.] Ἐξάκουστος γὰρ αὐτῶν γέγονεν ἡ ἀπώλεια. Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι. [Συν‐ εχῶς ἑαυτὸν καλεῖ πένητα καὶ πτωχὸν, καίτοι γε ἐν βασιλείοις. ᾜδει γὰρ τὰ ἀνθρώπινα πάντα σκιᾶς
30ἀδρανέστερα. Εὐκαιρίαν λέγει τὸν τῆς θλίψεως και‐ ρόν· ἀεὶ μὲν γὰρ τῆς βοηθείας ἐπιδεόμεθα, καὶ ἐν εὐημερίαις· ἀλλὰ πλέον ἐν θλίψει τῆς συμμαχίας ἐπαισθανόμεθα.] Τῷ πτωχῷ, τῷ πνευματικῷ λαῷ φησι. Βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψεσιν. Ὡς· Ἐν
35καιρῷ δεκτῷ ἐπήκουσά σου.
37 Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών. Τῇ ἐπουρανίῳ, φησὶ, Ἱερουσαλήμ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ. Ταῦτα ὡς
40πρὸς τοὺς ἀποστόλους καὶ τοὺς τῶν Εὐαγγελίων κήρυκάς φησιν. Τίνα δὲ τὰ ἐπιτηδεύματα διὰ τῶν ἑξῆς σημαίνει. Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη. Τὰ αἵματα, φησὶ, τὰ ὑπὲρ αὐτοῦ ἐκκεχυμένα ἐκζητήσει
45ἐπὶ τὸ ἐκδικίας ἀξιῶσαι. [Οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων. Πένητας πάλιν τοὺς δι’ αὐτὸν πτωχεύοντάς φησιν, οἳ καὶ διὰ παντὸς τὰς πρὸς αὐτὸν ἱκεσίας ποιοῦντες, ἐκδίκησιν τῶν κατ’ αὐτῶν γενομένων ἀδικιῶν παρὰ

27

.

85

(50)

τῶν δαιμόνων αἰτοῦντες.] Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου. Διὰ τοῦτο ἐγείρεις ἐκ γῆς ταπεινώσεως, ἵνα τῇ ἐπουρα‐ νίῳ συγχορεύσω Σιών. [Ἐν πύλαις τῆς θυγατρὸς Σιών. Ἐν τῇ ἐπου‐
55ρανίῳ Ἱερουσαλήμ. Τὸ, ἐπαγγείλω, ἀντὶ τοῦ, χρο‐ νίως ᾄσομαι.] Γινώσκεται Κύριος κρίματα ποιῶν. Κρίμα γὰρ
ἀληθῶς δίκαιον τὸ τοὺς κατασκευάσαντας ἀνθρώπω

27

.

88

θάνατον ἐν αὐτῷ περιληφθῆναι. Τάχα ἐπεὶ καὶ οἷς τὸ κρίμα γίνεται, γνώσονται τὸν κρίνοντα ἐν καιρῷ κρίσεως.
6 Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος. Ἐπιλάμψειν τοῖς ἐπὶ γῆς εὔχεται τὸν Μονογενῆ· ὅπως ὁ ὑψηλόφρων ἐκεῖνος διάβολος, ὃν καὶ ἄνθρωπον ἐπὶ τοῦ παρόντος καλεῖ, ἐπὶ πλείω μὴ ἐπαίρῃ τὴν
10ὀφρύν. Κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Τὴν ἐπὶ σω‐ τηρίᾳ γενομένην τῶν ἐθνῶν κλῆσιν ἐπισπεύδων εὔχε‐ ται. Κατάστησον, Κύριε, νομοθέτην ἐπ’ αὐτούς. Καὶ τίς ὁ νομοθέτης ἢ ὁ τὸν τῆς Καινῆς Διαθήκης νόμον
15ἡμῖν εἰσηγησάμενος; Γνώτωσαν ἔθνη, ὅτι ἄνθρω‐ ποί εἰσι. Τῇ ὑπερβολῇ τῆς τῶν δαιμονίων ἀπάτης εἰς κτηνῶν ἦσαν μετενεχθέντες τρόπον· ὡς λέγεσθαι περὶ αὐτῶν· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς.
20tΨΑΛΜΟΣ Ιʹ.
21 Ἵνα τί, Κύριε ἀφέστηκας μακρόθεν; Ἐπιταχῦ‐ ναι τὴν μακρὸν ὕστερον γενησομένην κλῆσιν τῶν ἐθνῶν εὔχεται. Τοῦτο δὲ αὐτὸ πεποίηκεν ἡ τοῦ δια‐ βόλου ὑπεροψία.
25 Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζε‐ ται ὁ πτωχός. Ἡ ὑπεροψία, φησὶ, τοῦ πονηροῦ, πύ‐ ρωσις τῷ πτωχῷ σου γίνεται λαῷ· Συλλαμβάνον‐ ται ἐν διαβουλίοις, οἷς διαλογίζονται. Ἀντὶ τοῦ, συλληφθήσονται. Σὺ γὰρ εἶ, φησὶν, ὁ δρασσόμενος
30τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν. Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ. Τοσαύτη, φησὶ, γέγονεν ἡ ἀν‐ εξικακία, ὡς καὶ, διὰ τὸ ἀτιμωρήτους μένειν τοὺς ἀσεβεῖς, λοιπὸν καὶ παρά τισι τῶν ἀνοητοτέρων ἀπό‐
35δεκτον αὐτοῖς εἶναι τὸν βίον. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός. Παρώξυνε μὲν χλευάζων τοὺς περὶ προνοίας καὶ τῆς κρίσεως αὐτοῦ λόγους. Πολλοὶ μὲν γὰρ ἀκούοντες τοιοῦτόν τι γελῶσιν εὐθέως· τοῦτο δὲ συνάπτεται, τὸ Κατὰ τὸ
40πλῆθος τῆς ὀργῆς αὐτοῦ· ἵνα ᾖ τὸ ὅλον οὕτως· Παρώξυνε τὸν Κύριον, φησὶν, ὁ ἁμαρτωλὸς, πλῆθος ὀργῆς ἑαυτῷ θησαυρίζων. Τὸ γὰρ, αὐτοῦ, ἐπὶ τοῦ παροξύναντος ληπτέον. Εἶτα τὸ ἐπιφερόμενον τοῦτο, οὐκ ἐκζητήσει, καθ’ ὑποστιγμὴν ἀναγνωστέον· ἵνα
45ᾖ τὸ νοούμενον οὕτως· Ἆρ’ οὖν ὁ μὲν παροξύνει τὸν Θεὸν, καίτοι πλῆθος αὐτῷ ἐκκαίων ὀργῆς, ὁ δὲ οὐκ ἐκζητήσει; Καθ’ ὑποστιγμὴν ἡ ἀνάγνωσις, ἵνα ᾖ· Οὐκ ἐκζητήσει, φησὶν, ὁ Θεὸς, καὶ ἀποδώσει αὐτῷ κατὰ τὴν ὀργὴν, ἣν ἑαυτῷ ἐθησαύρισεν ἐν ἡμέρᾳ

27

.

88

(50)

ὀργῆς αὐτοῦ; Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. Ἀρχὴ πάσης πονηρᾶς πράξεως τὸ μὴ λογίζεσθαι κριτὴν τὸν Θεόν· Ἀνταναίρεται τὰ κρίματά σου ἀπὸ προσώπου αὐ‐ τοῦ. Ὁ γὰρ μὴ ἐπιστάμενος, ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι
55κριτής ἐστιν οἶδε. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κα‐ τακυριεύσει. Ὅμοιον τὸ, Τὴν οἰκουμένην ὅλην
καταλήψομαι τῇ χειρί μου ὡς νοσσιάν. Εἶπε γὰρ

27

.

89

ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐ μὴ σαλευθῶ. Ἀντὶ τοῦ· Οὐ μὴ σφάλω, οὐ μὴ περιτραπήσομαι εἰς γενεάν· οὐ γὰρ ἔσομαι ἐν κακώσει.
5 [Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ. Ἐκβαλὼν τὸν θεῖον φόβον ἐκ τῆς ψυχῆς, διαπαντὸς ἐν κακίᾳ διατρίβει. Ἀρχὴ πάσης πονηρᾶς πράξεως τὸ μὴ λο‐ γίζεσθαι κριτὴν τὸν Θεόν. Ἀνταναίρεται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. Οὐ βούλεται εἰδέναι,
10ὅτι κριτὴς εἶ δίκαιος· ὁ γὰρ μὴ ἐπιστάμενος, ὅτι ἔστι Θεὸς, οὐδὲ ὅτι κριτής ἐστιν οἶδε. Πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῶν πειρασμῶν οἱ μὲν προσάγονται τῇ ψυχῇ, οἱ δὲ τῷ σώματι, οἱ δὲ τοῖς πέριξ τοῦ σώματος. Καὶ οἱ μὲν ψυχῇ προσαγόμενοι
15λογισμοὶ ἀκάθαρτοι λέγονται, ἁμαρτίας γεννῶντες καὶ δόγματα ψευδῆ· οἱ δὲ τῷ σώματι προσφερόμε‐ νοι πληγῶν καὶ στρεβλώσεων καὶ διωγμῶν καὶ φυ‐ λακῶν καὶ θανάτων αἴτιοι γίνονται· οἱ δὲ τῶν περὶ τοῦ σώματος πειρασμοὶ περιέχουσι ζημίας χρημά‐
20των καὶ κτημάτων καὶ ἀποβολὰς τέκνων καὶ γυναικῶν ἀφαιρέσεις. Δῆλον οὖν ἐστιν ἐκ τούτων, ὅτι πάντως διά τινος τῶν κατειλεγμένων πειρασμῶν ἐκυρίευσε παντὸς δικαίου ὁ Σατανᾶς· μόνος γὰρ Χριστὸς ἁμαρ‐ τίαν οὐκ ἐποίησε, καὶ οὐχ εὑρέθη δόλος ἐν τῷ
25στόματι αὐτοῦ.] Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει. Παράμονον, φη‐ σὶν, ἕξειν τὴν εὐημερίαν λελόγισται. Διὸ καὶ πικρίας καὶ δόλου τὸ στόμα πεπλήρωται· καὶ μὴν ἐνεδρεύει πτωχοὺς πρὸς τὸ ἀποκτεῖναι διὰ τῶν ἰδίων παγίδων.
30Τὸ δὲ, μετὰ πλουσίων, τί ἂν ἕτερον νοηθείη ἢ τῶν πλουτούντων ἐν κακοῖς; Οὗτοι γὰρ τῷ διαβόλῳ κατὰ τῶν πτωχῶν τῷ πατρὶ αὐτῶν συμπράττουσιν
34Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων. Ἐν
35συλλόγοις δὲ καὶ ἐν συνεδρίοις καθήμενος, ἐνέδρας τινὰς καὶ μηχανὰς τοῖς ἀναιτίοις κατασκευάζει. Κύψει καὶ πεσεῖται. Ὅταν εἴπῃ [Ambr. add. ὁ διάβολος]· Νενίκηκα, τότε πεσὼν αἰσχύνεται. Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ
40Θεός. Λέγει ταῦτα ὁ διάβολος οὐχ οὕτως ἔχων, ἀλλ’ ἡμᾶς ἀπατῆσαι βουλόμενος, ἵνα σκελισθῶμεν, ἀμε‐ λεῖν τὸν Θεὸν τῶν ἀνθρωπίνων νομίζοντες. Ἀνάστηθι, Κύριε ὁ Θεός μου. Εὔχεται τὴν ἀν‐ οχὴν τοῦ Θεοῦ καὶ τὴν χρηστότητα κινῆσαι· μὴ ὑψου‐
45μένης γὰρ ἐπὶ τῇ μωρίᾳ τῶν ἀσεβῶν τῆς χειρὸς τοῦ Θεοῦ, προπετέστεροι γίνονται. [Ὑψωθήτω ἡ χείρ σου. Ἔπαρον τὴν χεῖρά σου, καὶ δίδαξον αὐτοὺς, ὡς τῶν ἀδικουμένων προνοῇ· καὶ ὡς ἐξ ὕπνου ἀναστὰς, ἀνωτέραν δεῖξον τῆς ἐκείνων

27

.

89

(50)

γνώμης τὴν ἀπὸ σοῦ τιμωρίαν. Καὶ κόλασον μὲν ἐκείνους, φεῖσαι δὲ τὸν ἀδικούμενον, σφοδρότερον ἀχθεσθεὶς ταῖς ἐκείνων τόλμαις καὶ βλασφημίαις. Ἕνεκεν τίνος, φησὶ, παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν;]
55 Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει. Τοῦτο αἴτιον καὶ τοῦ ἐπαρθῆναι καὶ τοῦ πεσεῖν
αὐτόν.

27

.

92

Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς. Σὺ, φησὶν, ὦ Κύριε, πάντα γινώσκεις, καὶ οὐδέν σε τῶν πραττομένων λανθάνει, οὐδὲ τῶν ἐν διανοίᾳ καὶ λογισμοῖς ἀνιόντων. Ἀλλὰ καὶ τοὺς πόνους αὐ‐
5τῶν καὶ τοὺς θυμοὺς τῶν ἐπηρεαζόντων καὶ τοὺς παροργισμοὺς τῶν ἀνθρώπων οἶδας ἀκριβῶς. Ἐπειδὴ πάντων τοὺς λογισμοὺς κατανοεῖς, καὶ σὺ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Καὶ ταῦτα πάντα ἐφορῶν μα‐ κροθυμεῖς, εἰδὼς, ὅτι ὑπὸ τὰς σὰς χεῖρας οἱ πάντες
10τυγχάνουσι, καὶ οὐκ ἔστι που οὐδενὶ ἐκτὸς διαδράναι. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Τουτέστι τὴν παρὰ σοῦ μένει βοήθειαν. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Ἀντὶ τοῦ, τὴν δυναστείαν τοῦ ἐχθροῦ.
15Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Δι’ αὐτὴν μὲν τὴν ἁμαρτίαν. Τὸ δὲ ὅλον οὕτως· Ἐὰν, φησὶν, ἐκζητήσῃς τὴν ἁμαρτίαν τοῦ πονηροῦ, οὐ μὴ εὑρεθῇ· τουτέστιν, ἀπολεῖται ὁ πονηρὸς δι’ αὐτήν. [Εὑρίσκονται οἱ σωζόμενοι παρὰ τοῦ Θεοῦ, ὡς τό·
20Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, καὶ, Εὑρέθη ἡ ἀπολ‐ λυμένη δραχμή· καὶ ἐπεὶ μὴ εὑρέθη, ἀπώλετο ἄν. Οἱ ἀπολλύμενοι οὐχ εὑρίσκονται εἰς τὸν αἰῶνα· μένει γὰρ ὁ δικαστὴς, καὶ βασιλεύει διαπαντὸς ἐν τῷ μέλ‐ λοντι καὶ νέῳ αἰῶνι.]
25 Κύριος βασιλεύσει εἰς τὸν αἰῶνα. Ἐν τῷ μέλ‐ λοντι καὶ νέῳ αἰῶνι.
30 Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ. Ἐν γὰρ τῇ βασιλείᾳ αὐτοῦ βληθήσονται εἰς τὸ πῦρ τὸ αἰώνιον. [Ἔθνη καλεῖ τοὺς ἀδίκους, ὡς μὴ κατὰ νόμον ζῶντας, ἀλλὰ καὶ ἐθνικὴν καὶ βαρβαρικὴν ὠμότητα. Τούτων αἰτεῖ ἐκκοπὴν, Ἀπολεῖσθε, λέγων, καὶ παν‐
35ωλεθρίαν αὐτοῖς ἀπειλῶν· ὥστε καὶ τούτους ἀνα‐ πνεῦσαι, κἀκείνους σωφρονισθῆναι.]
38 Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύ‐ ριε. Αὕτη γὰρ ἦν αὐτῶν ἡ ἐπιθυμία, καὶ οὗτος ὁ
40πόθος τὸ τῶν μελλόντων ἀξιωθῆναι ἀγαθῶν. Τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου. Εἰς τοῦτο γὰρ ἑτοιμαζόμενοι, πάντα ὑπομένειν τῇ καρδίᾳ εὐτρεπίζονται. [Ἑτοιμασία καρδίας ἡ οἷον ὑπόσχεσις τῶν τῆς
45ψυχῆς κινημάτων πρὸς συνακολούθησιν τοῦ Θεοῦ.]
47 Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι. Ὅτε, φησὶ, τὴν ἐκδίκησιν τῶν πτωχῶν ποιήσει, τότε οὐκ ἔτι προσθήσει τοῦ μεγαλαυχεῖν ἄν‐

27

.

92

(50)

θρωπος.
51tΕἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Ιʹ.
52tὙπόθεσις.
53Καὶ τοῦτον μετὰ τὸ περιγενέσθαι τῶν ἐχθρῶν ᾄδει τὸν ψαλμόν. Ἔστι δὲ φρονήματος ἁγιοπρεποῦς
55παραστατικόν.

27

.

93

Ἐπὶ τῷ Κυρίῳ πέποιθα, πῶς ἐρεῖτε τῇ ψυχῇ μου; Πῶς μοι ἐρεῖτε, φησὶ, φεύγειν ἐπὶ τὰ ὄρη δί‐ κην στρουθίου, καίτοι πεποιθότι ἐπὶ Θεῷ; Μετα‐ ναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον. Μετοίκει, μετ‐
5έρχου, φεῦγε ἐπὶ τὰ ὄρη, τουτέστι τὰς ἀρετάς. Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμα‐ σαν βέλη εἰς φαρέτραν. Τούτοις τοῖς λόγοις εἰς φυγὴν ἠρέθιζον φάσκοντες, εἰ μὴ φεύγῃ κατατο‐ ξεύειν αὐτὸν τοὺς ἁμαρτωλούς. Δηλοῖ οὖν τοὺς
10πονηροὺς λογισμοὺς βέλη εἶναι τοῦ πονηροῦ. Τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, ἀντὶ λεληθότως. Τοιαῦτα γὰρ τῶν νοητῶν ἐχθρῶν τὰ τοξεύματα. Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον. Κατ‐
15ήνεγκε, φησὶν, ὁ ἐχθρὸς τὸν ἄνθρωπον εἰς φθορὰν, καίτοι ἐπὶ ἀφθαρσίᾳ κατηρτισμένον. Ὁ δὲ δίκαιος τί ἐποίησεν; Εἰ καὶ οἱ ἐχθροὶ, φησὶ, τὰ τοιαῦτα ἔδρασαν, ἀλλ’ ὁ Κύριος ὁ ναὸν ἔχων τὸν οὐρανὸν, ἐξέτασιν τῶν δικαίων καὶ τῶν ἀσεβῶν ποιούμενος,
20τοῖς μὲν ἀπονέμει τὰ ἀγαθὰ, τοὺς δὲ ταῖς αἰωνίαις παραπέμπει κολάσεσι. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ. [Ὅτι ἃ σὺ κατηρτίσω αὐτοὶ καθεῖλον. Ἀντὶ τοῦ, τὰ σὰ ἔργα καταλύειν σπεύδουσι δι’ ἐμοῦ· ὃν γὰρ ἔχρισας βασιλέα σπουδάζουσιν ἀκυρῶσαι κατὰ
25τῆς σῆς ὁπλιζόμενοι ψήφου. Καὶ ταῦτα δρῶσι τὰς κατὰ φύσιν ὀρθὰς ἐννοίας καθελόντες ἐξ ἑαυτῶν, ἃς δῆθεν κατηρτίσατο.]
29Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπου‐
30σιν. Τὸ ἀλάθητον σημαίνει τοῦ Θεοῦ· ὀφθαλμοὺς δὲ τὴν εὐεργετικὴν ἐπισκοπήν. Τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Βλέφαρα δὲ τὴν κριτικὴν αὐτοῦ πρόνοιαν καὶ τῶν πραγμάτων ἐξεταστικήν.
35tΕἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης, ΨΑΛΜΟΣ τῷ
36tΔαυΐδ. ΙΑʹ.
37tὙπόθεσις.
38Εἴρηται περὶ τῆς ὀγδόης ἐν τῷ ἕκτῳ ψαλμῷ. Εὔχεται δὲ ῥυσθῆναι τῆς γενεᾶς τῆς πονηρᾶς. Αὐτὴ δὲ
40ἂν εἴη γενεὰ ἡ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ· περὶ ἧς αὐτὸς ἔλεγεν· Ἄνδρες Νινευῗται ἀναστήσονται, καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι
45ὀλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀν‐ θρώπων. Τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπι‐ βουλάς. Ἀφέντες γὰρ τὴν ἀλήθειαν οἱ Ἰουδαῖοι ψεῦ‐ δος κατὰ τοῦ Χριστοῦ ἐπετέλεσαν. Χείλη δόλια ἐν καρδίᾳ. Ὅτι, διδάσκαλον αὐτὸν

27

.

93

(50)

ἀποκαλοῦντες καὶ ἀγαθὸν, ἕτερα ἐβουλεύοντο περὶ αὐτοῦ. Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δό‐ λια, γλῶσσαν μεγαλοῤῥήμονα. Πῶς γὰρ οὐ μεγα‐ λοῤῥήμων ἡ γλῶσσα ἐκείνη ἡ τολμήσασα τῷ Σωτῆρι
55λέγειν· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦ‐

27

.

96

μεν· τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι. Τίς ἡμῶν Κύριός ἐστιν; Ὡς τοῦτο διανοουμένων, τὸ ἐξουσίαν ἔχειν πᾶν ὅ τι ἂν βούλοιντο εἰπεῖν κατὰ τοῦ Σωτῆρος Τοῦτο δέ· Τίς ἡμῶν Κύριός ἐστι; ὅμοιον τῷ
5Τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
7 Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν. Πτωχοὺς δὲ καὶ πένητας τοὺς κατὰ πνεῦμα λέγει· ὧν καὶ τοῦ στεναγμοῦ ἀκούσας, Ἀναστήσομαι, φησί. Θήσο‐
10μαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Τουτ‐ έστι, Φανερὸν πᾶσι καταστήσω τὸ σωτήριον, ὃ καὶ ἐξάκουστον παρασκευάσω γενέσθαι. Ἐκηρύχθη γὰρ εἰς πᾶσαν τὴν γῆν. Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρω‐
15μένον. Ἀληθεῖς, φησὶν, οἱ λόγοι οἱ περὶ τοῦ σωτη‐ ρίου ἐπηγγελμένοι, ὥσπερ καὶ τὸ ἀργύριον τὸ πολ‐ λάκις χωνευθέν. Τὸ δὲ, ἑπταπλασίως, ἀντὶ τοῦ πολυπλασίως τέθεικε· τοῦτο γὰρ σύνηθες τῇ θείᾳ Γραφῇ.
20 Σὺ, Κύριε, φυλάξεις ἡμᾶς. Διὰ τοῦτο, φησὶ, φυ‐ λάξεις ἡμᾶς, ἐπειδὴ κυκλοῦντες ἡμᾶς οἱ ἀσεβεῖς ἐπιβουλεύοντες τῇ ἡμῶν σωτηρίᾳ. Οὗτοι δ’ ἂν εἶεν αἱ ἀντικείμεναι καὶ πονηραὶ δυνάμεις. Κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς
25τῶν ἀνθρώπων. Ὕψος μὲν τὴν δύναμιν λέγει· πολυωρίαν δὲ τὴν πολυχρονιότητα. Ἵνα ᾖ τὸ λεγό‐ μενον τοιοῦτον· Διὰ τῆς σῆς ἰσχύος, πολυχρονιότητα καὶ αἰώνιον ζωὴν ἡμῖν δέδωκας. Μετὰ γὰρ τὴν σω‐ τήριον ἀνάστασιν εἰς ἀπεράντους αἰῶνας τὰ τῆς
30ζωῆς ἡμῖν ἐκτείνεται. Ἢ ὕψος λέγει, ὅτι ὁμοίους σου ἐποίησας, ὡς ἀνθρώπῳ δυνατόν· ἢ ὅτι πολλῆς φρον‐ τίδος ἠξίωσας.
34tΕἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΒʹ.
35tὙπόθεσις.
36Τοῦτον τὸν ψαλμὸν ᾄδει εἰς μετάνοιαν τοῦ ἁμαρτή‐ ματος γεγονὼς, ἅμα δὲ καὶ τὸ σωτήριον ἡμῖν εὐαγγελιζόμενος. Δι’ οὗ ἐλάβομεν ὑπογραμμὸν, πῶς δεῖ ἡμᾶς ἐν ἁμαρτίαις γενομένους προσιέναι
40 Θεῷ. Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; Ὡς μακρᾶς οὔσης τῆς γινομένης αὐτῷ διὰ τὴν ἁμαρ‐ τίαν ἐν τῇ μετανοίᾳ πρὸς Θεὸν προσόδου. Ἕως πότε ἀποστρέφῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ;
45Τούτου τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι δια‐ παντός. Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου; Ἀνιῶμαι γὰρ, φησὶ, βουλευόμενος κατὰ ψυχὴν μή‐ πως ἄρα ἐν τῇ ἁμαρτίᾳ ἀποθανοῦμαι, καὶ τοῦτό

27

.

96

(50)

ἐστιν ὃ μάλιστα ὀδύνας μου τῇ ψυχῇ παρασκευάζει. Ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός. Μεριμνᾷν ἐν τῇ καρδίᾳ καθ’ ἡμέραν. Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ’ ἐμέ; Εἰ γὰρ θεοσεβούντων ἡμῶν ταπεινοῦται ὁ ἐχθρὸς
55ἡμῶν διάβολος, δῆλον ὅτι ἁμαρτανόντων ὑψοῦται. Ὕψος γὰρ τῷ Σατανᾷ ἡ τῶν ἀνθρώπων ταπείνωσις·
ἐπειδὴ, καθάπερ ὁ Θεὸς ἐν τῇ σωτηρίᾳ ὑψοῦσθαι τῇ

27

.

97

ἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρε‐ σθαι λέγεται. Φώτισον τοὺς ὀφθαλμούς μου. Ὀφθαλμοὺς τοὺς τῆς διανοίας δηλοῖ. Φωτίσατε γὰρ ἑαυτοὺς φῶς
5γνώσεως. Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Θαῤῥῶ, φησὶν, ἁμαρτίας ἄφεσιν δέξασθαι τῷ ἐλέει προσαν‐ έχων τῷ σῷ, δι’ οὗ καὶ τὸ σωτήριον δέδωκας πᾶ‐ σιν ἀνθρώποις· ὅπερ σωτήριον ἀγαλλιᾶσθαι πα‐
10ρασκευάσει μου τὴν καρδίαν, τὴν πάλαι ὀδυνωμένην διὰ τὴν ἁμαρτίαν.
12tΕἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαβίδ. ΙΓʹ.
13tὙπόθεσις.
14Διαῤῥήδην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν
15 ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμά‐ των ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας κηρύξῃ Χριστοῦ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Ἐπειδὴ, μὴ λογισάμενοι, φησὶν, εἶναι Θεὸν ἐφο‐
20ρῶντα τὰ ἀνθρώπινα καὶ κρίνοντα κρίσει δικαίᾳ, πᾶσαν ἀθεμιτουργίαν εἰργάσαντο· τούτου δὴ χάριν ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πρόοδον κατασημαί‐ νει. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως
25ἑνός. Ἐλθὼν, φησὶν, ὁ Κύριος οὐδ’ ἕνα εὗρε χρη‐ στότητος ἐργάτην, ἀλλὰ γὰρ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἑαυτῶν γὰρ τῷ φάρυγγι οἱ δαίμονες ὥσπερ βρῶσιν εἶχον τὸν ἄνθρωπον, μὴ εἶναι νοοῦντες, ὅτι ὁ Θεὸς
30ἐπιλαθέσθαι τοῦ πλάσματος αὐτοῦ οὐ δύναται. Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; Καθ’ ὑποστιγμὴν ἀναγνωστέον, καὶ ἔξω‐ θεν τὸν Κύριον προληπτέον· ἵνα ᾖ οὕτως τὸ σημαινό‐ μενον· Καὶ πάντες ἐξέκλιναν, καὶ τοῦτο ἐποίησαν.
35Οὐ μέλλουσι γινώσκειν τὸν Κύριον. Κύριον οὐ προσ‐ εκαλέσαντο οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώ‐ σει ἄρτου. Κατήσθιον γὰρ τὸν λαὸν αὐτοῦ ἀνα‐ πείθοντες προσκυνεῖν τὴν κτίσιν παρὰ τὸν κτίσαντα. Καὶ οὗτοι, φησὶν, ἑτέροις κακῶν εἰσηγηταὶ γενόμε‐
40νοι, τὸν Κύριον οὐκ ἐπικαλέσονται. Οὕτω γὰρ ἀνα‐ γνωστέον μέλλοντα ἀντὶ τοῦ παρεληλυθότος. Ἐκεῖ δὲ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὁ Μωσέως νόμος, φησὶ, κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν· ὡς υἱοὺς γὰρ φοβεῖσθαι
45Πατέρα παρεσκεύαζε. Κατὰ τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ’ ὃν δὲ δηλονότι ἡ ἐπιφάνεια, φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος. Οὐκ ἐκ νομικῆς ἀπειλῆς δηλονότι, ἀλλ’ ἡ πρέπουσα μᾶλλον ἐλευθέροις εὐλάβεια. Ὅτι Κύριος ἐν γενεᾷ δικαίων. Τῶν δικαιουμένων

27

.

97

(50)

διὰ τῆς ἐπιφανείας αὐτοῦ. Βουλὴ πτωχοῦ καταισχύ‐ νεται. Ταῦτα ὡς πρὸς τοὺς ἀπομείναντας τῇ ἀπιστίᾳ καὶ διώξαντας τοὺς πιστεύσαντας εἰς Χριστόν.
54Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;
55Τοῦτο δὲ διπλῆν ἔχει τὴν προφητείαν· οὐ γὰρ μόνον τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προσαγορεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφά‐
νειαν. Ἀγαλλιάσεται Ἰακώβ. Τοὺς ἁγίους πα‐

27

.

100

τριάρχας καὶ προφήτας φησὶ, τοὺς χαρᾷ χαίροντας ἐπὶ τῷ τὰς προλεχθείσας αὐτῶν ἐπαγγελίας ἀποπλη‐ ρῶσαι τὸν Χριστόν. Αὗται δὲ ἦσαν αἱ τὴν τῶν ἐθνῶν ἁπάντων σωτηρίαν κατασημαίνουσαι.
5tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΔʹ.
6tὙπόθεσις.
7Τοῦτον ᾄδει τὸν ψαλμὸν, διδάσκων τί ἂν ἄνθρωπον παρασκευάσῃ τῆς μακαρίας ἐκείνης τυχεῖν λήξεως· διὸ ἀρχόμενός φησιν·
10 Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Παροικία ἐστὶ διαγωγὴ πρόσκαιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν ἐπ’ ἐλπίδι τῆς ἐπὶ τὰ κρείτ‐ τονα μεταστάσεως ὑποφαίνουσα. Ἁγίου γὰρ ἀνδρὸς παροδεύειν τὸν βίον τοῦτον, ἐπάγεσθαι δὲ πρὸς ἑτέ‐
15ραν ζωήν. Διὸ καὶ ὁ Δαυῒδ περὶ αὐτοῦ φησι· Πάρ‐ οικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Τίς, φησὶν, ἄξιος ἔσται ἐν ἐκείναις ταῖς οὐρανίαις γενέσθαι σκηναῖς; Ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; ἐπειδὴ ἂν γάρ
20τις ἀξιωθῇ τῆς μακαρίας ἐκείνης σκηνῆς, εἰς ἀπε‐ ράντους αἰῶνας ἕξει τὴν μακαριότητα.
23 Πορευόμενος ἄμωμος, καὶ τὰ ἑξῆς. Διδάσκει δι’ ὧν τευξόμεθα τοῦ μακαρίου ἐκείνου πέρατος· καὶ
25πρῶτον μὲν εἰ τὴν ἄμωμον ὁδεύσωμεν ὁδὸν, ἥτις ἐστὶν ὁ Χριστός· ἔπειτα εἰ ἐργασώμεθα δικαιοσύνην· τρίτον, εἰ ἀληθείας οἶκον τὴν καρδίαν ποιήσωμεν· τέταρτον, εἰ δολίαν γλῶσσαν μὴ κτησώμεθα· πέμ‐ πτον τὸ μὴ κακὸν τῷ πλησίον ἐργάζεσθαι· ἕκτον τὸ
30μὴ ὀνειδίσαι τὸν πλησίον ὑπερηφανευόμενον· ἕβδομον μὴ πρόσωπον θαυμάζειν· ὄγδοον τὸ μὴ παραβαίνειν ὅρκου πίστιν· ἔννατον τὸ μὴ ἐκτοκίζειν· δέκατον, ὃ καὶ τέλος ἐστὶ παντὸς ἀγαθοῦ, ἀδωροδόκητον εἶναι. Τούτων ὁ ἐκμαθὼν τὴν κατόρθωσιν ἀσάλευτον ἕξει
35τῶν ἀγαθῶν τὴν δόσιν.
37tΣτηλογραφία τῷ Δαυΐδ. ΙΕʹ.
38tὙπόθεσις.
39Ἡ ἐν χερσὶ προφητεία περιέχει τὴν τῶν ἐθνῶν
40κλῆσιν, καὶ τὰ ἐπὶ ταῖς ἀπειθείαις τοῦ Ἰσραὴλ ἐγκλήματα, καὶ μὴν καὶ αὐτὸ τὸ τῆς ἀναστάσεως τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μυ‐ στήριον· ὅθεν οἶμαι καὶ στηλογραφίαν ὠνομάσθαι τὴν ᾠδὴν, ἀναθέντος αὐτὴν τοῦ προφήτου Δαυῒδ
45ὥσπερ ἐν στήλῃ τοῖς μετ’ αὐτόν. ᾌδονται δὲ οἱ ἐν αὐτῷ λόγοι ὡς ἐκ προσώπου τοῦ Χριστοῦ. Οὕτως γὰρ ἡμᾶς ὁ Πέτρος ἐδίδαξε φρονεῖν.

27

.

100

(50)

Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλα‐ βὼν τοὺς πρὸς Θεὸν καὶ Πατέρα ποιεῖται λόγους· οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, δι’ ἡμᾶς δὲ καὶ ὑπὲρ ἡμῶν ὡς εἶς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν
55ὀνομάζει τὸν Πατέρα διὰ τὸ ἐν τῇ τοῦ δούλου γενέ‐ σθαι μορφῇ. Φυλαχθῆναι δὲ αὐτὸν αἰτεῖ διὰ τὴν
Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ σὰρξ γὰρ

27

.

101

αὐτοῦ ἡ Ἐκκλησία· φυλαχθῆναι δὲ ταύτην αἰτεῖ. Εἰκότως οὖν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ’ ἂν ἡ φυλακή. Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σύ. Πάλιν καὶ τοῦτο
5προτρέπων τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι’ ὁμολογίας δικαιοσύνην. Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ἀγαθάς φησιν ἐν τούτοις τὰς κατὰ νόμον προσφερομένας θυσίας· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκεῖνο ἀναιρεῖ· Μὴ φά‐
10γομαι γὰρ, φησὶν, κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι; Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἁγίους εἶναί φησι τοὺς ἡγιασμένους ἐν Πνεύματι·
15Χριστοῦ δὲ γῆν τὴν Ἐκκλησίαν· τὸ δὲ ἐθαυμάστωσεν ἀντὶ τοῦ, ἐδίδαξεν· τὸ δὲ, αὐτοῦ, τοῦ Πατρός· ἵν’ ᾖ τὸ ὅλον οὕτως· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός· διὸ καὶ καλεῖται τῆς μεγάλης βουλῆς ἄγγελος.
20 [Τοῖς ἀγαθοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Θεός. Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέ‐ λημα τοῦ Πατρὸς, ἐν αὐτοῖς, τοῖς ἐν τῇ γῇ τοῦ Θεοῦ, ἤτοι τῇ Ἐκκλησίᾳ· ἤ τινων τῶν ἐν τῇ ἁγίᾳ γῇ, ἢ ὅτι, ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες, ἐν
25τῇ γῇ αὐτοῦ διατρίβουσι, κἂν ἐν ταύτῃ ὦσιν ἔτι τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ’ εἶδος ἀρεταὶ, ἃς θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι τούτων ἐχόντων τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατ’ ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἡ αὐτὴ ἀνδρεία ἀποστόλων
30καὶ μαρτύρων τῇ τῶν ἄλλως ἀνδριζομένων, οὐδὲ ἡ σωφροσύνη Ἰωσὴφ κατὰ τὰς ἑτέρων. Οὕτως δέ τις θαυμαστωθεὶς αἰσθάνεται τῆς ἰδίας ἀσθενείας, ὡς πολὺ τῆς θείας ἰσχύος καὶ τοῦ μεγέθους ἀπολιπόμε‐ νος. Ὅταν γὰρ πληθυνθῶσιν αἱ ἀσθένειαι τῶν δι‐
35καίων, ταχύνουσι πρὸς τὸν Θεὸν μετανοοῦντες.]
37 Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν· ὅτε εἰδω‐ λολάτρουν. Μετὰ ταῦτα ἐτάχυναν. Κἂν ἠσθένουν, φησὶ, τὸ πρότερον ἐν ἁμαρτίαις ὄντες, ἀλλ’ οὖν
40ἀκούσαντες τοῦ κηρύγματος, ὠκέως ὑπήκουσαν. Τοῦτο γάρ ἐστι τό· Ἐτάχυναν μετὰ ταῦτα, δηλονότι εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι. Οὐ μὴ συνάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι’ αἱμάτων αὐτὰς
45συνάξω, τουτέστιν οὐ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, δι’ αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας. Οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Οὐκέτι κλη‐ θήσονται, φησὶν, εἰδωλολάτραι καὶ ἄθεοι, ἀλλὰ κλητοὶ

27

.

101

(50)

καὶ ἐκλεκτοί. Πάλαι μὲν, φησὶν, ἐπαξίας τῶν πρά‐ ξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομά‐ των ἐκείνων, εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους κλητοὺς
καὶ ἐκλεκτοὺς ὀνομάζων.

27

.

104

[Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὅτε εἰδωλολάτρουν. Εἰ καὶ πληθύνονται, οὐ παραμένουσι· μέχρι γὰρ αἰσθήσεως καὶ μόνον εἶχον παραμενούσας, διὰ τὸ ἰσχύειν τῷ ἐνδυναμοῦντι Χριστῷ. Ἢ τοὺς
5ἀποστόλους ἔοικε λέγειν, καὶ τοὺς δι’ ἐκείνων πε‐ πιστευκότας, ἐν οἷς καὶ διαφανῆ γέγονε τὰ θεῖα θαυμάσια, ὡς πάντα τετηρηκόσι τὰ θεῖα προστάγμα‐ τα. Ἐπληθύνθησαν δὲ αὐτῶν αἱ ἀσθένειαι, ἢ ὡς ἑτέρως, τὰ διαπονήματα, πολλῶν ἐπαναστάντων
10δήμων, δημηγόρων, στρατηγῶν, βασιλέων, ὧν πάν‐ των περιγενόμενοι, τὸν δρόμον ἐτέλεσαν· ἢ τὸ βραχὺ καὶ πρόσκαιρον τῶν θλίψεων, τὸν ἄπειρον αἰῶνα δείκνυσιν. Οὐ μὴ συναγωγάς. Ἐτάχυνον εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι· καθαροὺς εἶναι δεῖ ἀπὸ
15φόνων καὶ αἱμάτων τοὺς μέλλοντας συνάγεσθαι ὑπὸ Χριστοῦ. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι’ αἱμάτων αὐτὰς συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας.]
22 Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ πο‐ τηρίου μου. κ.τ.λ. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁ Πατήρ μου εἰς κλῆρόν μοι καὶ μερίδα τὰ ἔθνη δεδώρηται,
25ᾧ καὶ γέγονα ὑπήκοος μέχρι θανάτου. Τὸ γὰρ ποτή‐ ριον τὸν θάνατον σημαίνει, κατὰ τὸ εἰρημένον· Πά‐ τερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. [Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ
30ποτηρίου μου. Κληρονομίαν καλεῖ τὴν τῶν ἐθνῶν βασιλείαν. Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος ὁ Πατὴρ, ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου μερίς ἐστι, τουτέστι τοῦ θανάτου. Καὶ ἡ Ἐκκλησία ἐκληρονόμησε τὸν
35Πατέρα, κατορθώσασα τὰς ἐντολὰς αὐτοῦ· καὶ αὐ‐ τὸς ὁ θάνατος ὁ ἐμὸς ἐκληρονόμησε τὸν Πατέρα κατὰ τὸν λέγοντα· Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ.] Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις μου·
40καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι. Τοὺς δεσμοὺς τῆς ἀγάπης φησὶν, οὓς ἔσχεν πρὸς τὴν Ἐκκλησίαν, ἥτις καὶ κρατίστη ἐστὶ, τουτέστιν ἀρέσκουσα αὐτῷ. Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με.
45Τούτου ἡ ἑρμηνεία κεῖται ἐν ταῖς Πράξεσι τῶν ἀπο‐ στόλων. Ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ νεφροὺς ὀνομάζειν τοὺς κεκρυμμένους καὶ ἐν βάθει λογισμούς· νύκτα δὲ τὸ ἀφανές.

27

.

104

(50)

Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαν‐ τὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶ, ἵνα μὴ σαλευθῶ. Καθὸ μὲν νοεῖται Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρί‐ ζων καὶ ἀνέχων· καθὸ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτὸν καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύ‐
55ριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ πανταχοῦ

27

.

105

τοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Ὅρα γοῦν ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χρι‐ στῷ. Καὶ προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς
5οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα.
9[Ἐκ δεξιῶν μού ἐστι. Προφανῆ ἔλεγχον ἔχει τῆς
10Ἰουδαίων ἐμβροντησίας. Καὶ Πέτρος γὰρ ὁ κορυ‐ φαῖος ἐν ταῖς Πράξεσιν εἰς Χριστὸν ταῦτα προσήρ‐ μοσεν. Καθὸ μὲν γὰρ Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ ἐκ δεξιῶν ἔχειν τὸν Κύριον, ἵνα μὴ
15σαλευθῇ. Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου. Αὐτὸς ὢν ζωὴ καὶ ζωοποιὸς, ἐζωοποιῆσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὴν οἰκονομίαν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, ὁ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον, ὡς καθ’
20ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐχ ἑαυτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀναπέμπει λόγους.] Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Τοῦτο σημαίνει, ἐν τέρψεσι καὶ εὐφροσύναις ἔσονται οἱ ἅγιοι μετὰ τὸ ἀναβιῶναι κατὰ τὸν τῆς ἀναστάσεως
25καιρόν. Ταύτην δὲ τὴν τέρψιν καὶ τὴν εὐφροσύνην, ἥτις ἐστὶν ἡ ἀφθαρσία, λήψεσθαι λέγουσι παρὰ Χριστοῦ, ὅς ἐστιν ἐν ἡμῖν καὶ δεξιὰ τοῦ Πατρός. Καὶ ὡς ἀληθὴς ὁ λόγος, δῆλον ἐκ τοῦ φήσαντος λογίου· Ὃς μετασχηματίσει τὸ σχῆμα τῆς τα‐
30πεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δό‐ ξης αὐτοῦ.
32tΠροσευχὴ τῷ Δαυΐδ. ϛʹ.
33tὙπόθεσις.
34ᾌδεται ὁ ψαλμὸς ἐκ προσώπου τοῦ κατὰ Θεὸν
35τελείου. Εἰσάκουσον, Κύριε, δικαιοσύνην μου. Πολλῆς πεποιθήσεως ὁ λόγος μεστός· τὸ γὰρ τῆς δικαιοσύ‐ νης ἐνταῦθα οὐχ ὡς καυχώμενος, οὐδ’ ὡς δίκαιον ἑαυτὸν ἀποφαίνων· ἀλλ’ ἀντὶ τοῦ, Δικαίως αἰτοῦν‐
40τος τὴν παρὰ σοῦ βοήθειαν, καὶ ἀξιοῦντος ἀπαλ‐ λαγῆναι ὧν ἀδίκως ὑπομένει, μάτην ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ ἐξάκουσον καὶ παράσχου τὴν αἴ‐ τησιν. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι
45δολίοις. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελε‐ τᾷν εἰθισμένης ἐνωτίζεται ὁ Θεός. Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι. Σα‐ φῶς εὔχεται τὸν Μονογενῆ κριτὴν ἑαυτῷ καταστῆ‐

27

.

105

(50)

ναι. Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας. Τὸ δίκαιον κρῖμα ἐξαιτεῖ τοῦ Υἱοῦ, ὃ ἔκρινεν ἡμῖν. Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυ‐ κτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι‐ κία. Ἀδικίαν εἴωθεν ἡ θεία Γραφὴ καλεῖν τὴν κατὰ
55τοῦ Θεοῦ βλασφημίαν· Ἀδικίαν γὰρ, φησὶν, εἰς τὸ ὕψος ἐλάλησαν.
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα

27

.

108

τῶν ἀνθρώπων. Διδάσκει, ὡς καὶ τοῦτο παραφυλάτ‐ τεσθαι πρὸς τὸ μηδὲν θνητὸν μηδὲ ἀνθρώπινον φθέγ‐ γεσθαι. Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Διὰ τὰ σὰ προστά‐
5γματα, φησὶ, τὴν στενὴν καὶ τεθλιμμένην εἰσήλασα πύλην. Κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου. Διδάσκει ὁ λόγος μὴ πεποιθέναι ἐφ’ ἑαυτοῖς, ἐπὶ δὲ τῷ Θεῷ ἐπιστηρίζεσθαι.
10[Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις.]
12 Ἐγὼ ἐκέκραξα, ὅτι εἰσήκουσάς μου, ὁ Θεός. Τὸ εἰσήκουσας, ἀντὶ τοῦ, εἰσακούσῃ. Οὐ μάτην τοῖσδε τοῖς λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς
15ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου παρακαλοῦν‐ τος πολλάκις. Κλῖνον τὸ οὖς σου ἐμοί. Ὅλος ὁ Θεὸς οὖς ἐστιν, ὡς τὰ πάντα ἀκούων. [Ἐγὼ ἐκέκραξα, καὶ τὰ ἑξῆς. Οὐ μάτην κράζω, ἀλλ’ ἐπεὶ πολλάκις ἤκουσας, αἰτῶ καὶ νῦν ἀκουσθῆ‐
20ναι. Κραυγὴ δέ ἐστι πρὸς Θεὸν καὶ ἡ ἐπιτεταμένη νόησις.] [Τὸ στέαρ αὐτῶν συνέκλειον. Στέαρ τὴν σφο‐ δροτάτην εὐημερίαν τῶν ἐχθρῶν σημαίνει.] Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ
25γῇ. Εἷς σκοπὸς, φησὶ, γέγονεν αὐτοῖς, οἱονεὶ κατε‐ νέγκαι εἰς γῆν, καὶ τὰ σαρκὸς πεῖσαι φρονεῖν. Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῶν χειρῶν σου. Ἑκάστη τῶν δικαίων ψυχὴ καὶ μάλιστα τῶν ἑλκόν‐ των τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν,
30οἱονεί πως ῥομφαία ἐστὶν ἠκονημένη κατὰ τῶν πνευμά‐ των τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν, ὦ Δέ‐ σποτα, φησὶν, ἣν αὐτὸς κατὰ τῶν σῶν ἐχθρῶν ἠκό‐ νησας, ῥῦσαι ἀπὸ τῶν ἐχθρῶν τῆς σῆς χειρός. Τί‐ νες δ’ ἂν εἶεν οἱ τῆς χειρὸς τοῦ Θεοῦ ἐχθροὶ ἢ οἱ ἀν‐
35θιστάμενοι τῇ εἰς τὸν Μονογενῆ αὐτοῦ πίστει, ὅστις ἐστὶ καὶ χεὶρ αὐτοῦ; Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐ‐ τούς. Χωρισθῆναι τοὺς ἀσεβεῖς τῶν ὀλίγων εὔχεται, οἱονεί πως διαμερισθῆναι. Τίνες δὲ οἱ ὀλίγοι ἢ περὶ
40ὧν λέλεκται· Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλε‐ κτοί;
44Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ
45αὐτῶν. Πάντων, φησὶ, τῶν τιμίων ἀπέλαυσαν· διὸ καὶ ἀπελάκτισαν οὕτως, ὡς καὶ παρανομεῖν. Τῶν δὲ κεκρυμμένων σου ἀντὶ τοῦ, ὧν ἐν ἀποκρύφῳ τιμω‐ ριῶν ἔχεις τὴν γνῶσιν, ἐγὼ ἀγνοῶ, τούτων ἔμπλησον τὰς γαστέρας αὐτῶν, περιφραστικῶς ἀντὶ, αὐτούς.

27

.

108

(50)

Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Πάσης, φησὶ, παρανομίας ἐπλήσθησαν, καὶ εἰς παῖδας δὲ ταύτην παρέπεμψαν. [Καὶ ταύτην κατέλειψαν τοῖς νηπίοις τῶν υἱῶν αὐ‐ τῶν, ἤγουν μέχρι ἐκγόνων.]
55Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώ‐

27

.

109

πῳ σου. Οὐχ ὁμοιωθήσομαι ἐκείνοις, οὐδὲ τῶν αὐ‐ τῶν, φησὶ, χορτασθήσομαι· ἀλλὰ τῆς σῆς δόξης ἐμ‐ πλησθήσομαι διὰ δικαίων ἔργων.
4tΕἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυῒδ, ἂ ἐλά‐
5tλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης
6tἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς
7tπάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σα‐
8tοὺλ, καὶ εἶπεν. ΙΖʹ.
9tὙπόθεσις.
10Περιέχει ὁ ψαλμὸς ἐπανάστασιν ἐχθρῶν καὶ ἐπίκλη‐ σιν εἰς συμμαχίαν Θεοῦ, καὶ κάθοδον τοῦ Μονο‐ γενοῦς καὶ ἀνάληψιν, καὶ μετὰ τὴν ἀνάληψιν τὰ κατὰ τῶν δαιμόνων πραχθέντα, καὶ τοῦ Ἰσραὴλ ἐκβολὴν, καὶ τῶν ἐθνῶν κλῆσιν. Τὸ δὲ, ἐκ χειρὸς
15 τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, ἀνα‐ φέροιτ’ ἂν εἰς τοὺς νοητοὺς ἐχθροὺς καὶ τὸν τού‐ των ἄρχοντα. Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στε‐ ρέωμά μου καὶ καταφυγή μου. Τῶν εὐεργεσιῶν
20αἰσθόμενος τοῦ Θεοῦ, ὅπερ ἐστὶ μέγιστον δῶρον, ἀνατίθησιν αὐτῷ, τὴν ἀγάπην φημί· ἣν καὶ πρώτην ὁ Σωτὴρ ἐν ἐντολαῖς ἔταξεν. Αἰνῶν ἐπεκαλεσάμην τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. Ἐνταῦθα διδασκόμεθα
25χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν· αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα. Εἶτα διηγεῖται τὰς παν‐ τοδαπὰς τῶν πολεμίων ἐπαναστάσεις. Περιέσχον με ὠδῖνες θανάτου. Οὐδενὸς, φησὶν, ἐνταῦθα πολέμου θνητοῦ μέμνηται, ἀλλὰ δυνάμεων
30ἀφανῶν, ἔνδον τὴν ψυχὴν αὐτοῦ κυκλουσῶν. Καὶ χεί‐ μαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου πε‐ ριεκύκλωσάν με· προέφθασάν με παγίδες θανά‐ του. Χείμαῤῥοι ἀνομίας εἰσὶν οἱ παράνομοι λογι‐ σμοί· οὗτοι δὲ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζον‐
35τες ἐν ἡμῖν, καὶ πάλιν παγίδες, θανατοῦντες ἡμᾶς διὰ τῆς κατ’ ἐνέργειαν ἁμαρτίας. Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Τὰ παραχθέντα τότε ἐπὶ τῇ καθόδῳ τοῦ Κυρίου εἰση‐ γεῖται· πάντες γὰρ οἱ τὴν γῆν οἰκοῦντες ἐκινήθη‐
40σαν· πᾶσά τε χώρα ἐπληροῦτο τῆς περὶ αὐτοῦ φή‐ μης. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν. Ὄρη δυνάμεις εἰσὶ πονηραὶ αἱ ἐπαιρόμεναι κατὰ τῆς δόξης τοῦ Θεοῦ. Θεμέλια δὲ αὐτῶν τοὺς ἐν βάθει λο‐ γισμούς φησιν. Καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη
45αὐτοῖς ὁ Θεός. Διότι ἐν μακρῷ αἰῶνι τοὺς ἐπὶ τῆς γῆς ἠπάτησαν διὰ τῆς πολυθέου δεισιδαιμονίας. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὀργισθεὶς, φησὶ, κατέσβεσεν αὐτῶν τὸ πῦρ δι’ οὗ πάλαι τοὺς ἀνθρώ‐ πους κατέφλεγον. Καὶ τούτου σύμβολον τὸν καπνὸν

27

.

109

(50)

τίθησι. Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλε‐ γήσεται. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνεργεῖ ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων τὸ πῦρ αὐτῶν σβεν‐ νὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. [Ὁρῶντες γὰρ οἱ δαίμονες τὸν Κύριον, ἐν τῇ παρουσίᾳ αὐτοῦ
55ἐκαίοντο ἀπὸ προσώπου αὐτοῦ.] Ἄνθρακες ἀνή‐ φθησαν ἀπ’ αὐτοῦ. Οἱ κατὰ μετουσίαν τοῦ θείου
πυρὸς φωτισθέντες.

27

.

112

Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Λευκότατα προφητεύει τὴν κατάβασιν τοῦ Κυρίου. Εἴη δ’ ἂν ση‐ μαντικὸν τοῦ· Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανά‐ του. Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ κρύ‐
5φιον τῆς ἐν τῇ οἰκονομίᾳ πορείας δηλοῖ καὶ τὸ ἀόρα‐ τον τοῦ Θεοῦ· ἵνα μὴ δι’ ὧν εἶπεν εἰς σωματικὰς ἑλκυσθῶμεν ἐννοίας. Ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τὴν ἀνάληψιν αὐτοῦ διὰ
10τούτων δηλοῖ· χερουβὶμ καὶ πτέρυγας ἀνέμων τὴν νεφέλην φησὶ [ἥτις αὐτὸν ὑπέλαβεν· ἢ τὸ τῆς ἐπι‐ φανείας ὀξὺ, τὸ τῆς παρουσίας καὶ βοηθείας τάχος] περὶ ἧς ἐν ταῖς Πράξεσι γέγραπται· Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη
15ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Τὴν ἀφα‐ νῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος σὺν ἀνθρώποις δια‐ τριβήν. Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκηνὴν αὐ‐ τοῦ τὴν ἁγίαν Ἐκκλησίαν σημαίνει, ἐν ᾗ κατασκη‐
20νῶσαι ἐπήγγελται. Κύκλῳ δὲ αὐτοῦ, φησὶ, κατὰ τὸ εἰρημένον· Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Σκο‐ τεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Τοῦτό φησι διὰ τὸ ἀμαυρῶς τοὺς περὶ αὐτοῦ λόγους ἐν τοῖς προφήταις
25κεῖσθαι, οἵτινες καὶ νεφέλαι προσηγορεύθησαν. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νε‐ φέλαι διῆλθον. Τὸ φῶς, φησὶ, τῆς ἐπιφανείας αὐ‐ τοῦ φανερὰς τὰς προφητείας ἐποίησεν. [Ἐπειδὴ δὲ καὶ ἀπειλαὶ τοῖς προφητικοῖς ἔγκεινται λόγοις, καὶ
30ταύτας διὰ τῆς χαλάζης καὶ ἀνθράκων ᾐνίξατο. Ἢ οὕτως, ἀπὸ τῆς τοῦ κηρύγματος ἐκλάμψεως ἔμπρο‐ σθεν αὐτοῦ διελθόντες οἱ ἀπόστολοι νεφελῶν δίκην τὸν κόσμον κατήρδευσαν. Αἱ δὲ χάλαζαι κολάσεων εἴδη τοὺς ἀπιστοῦντας ἀμυνόμεναι.] Χάλαζα καὶ ἄνθρα‐
35κες πυρός. Διὰ τούτων σημαίνει τὰ μετὰ τὴν ἀνά‐ ληψιν αὐτοῦ συμβεβηκότα τοῖς ἐχθροῖς, τοῖς νοητοῖς φημι. Ὥσπερ δὲ τὸν Ἰσραὴλ ἐξ Αἰγυπτίων ἐλευθε‐ ρῶν χάλαζαν καὶ πῦρ ἔβρεξεν, οὕτω καὶ πάντα τὰ ἔθνη τῆς τῶν δαιμόνων δουλείας ἐλευθερῶν χάλαζαν
40ἔβρεξε καὶ ἄνθρακας πυρός. Ταῦτα δὲ εἶεν ἂν τιμω‐ ρητικαὶ δυνάμεις, δι’ ὧν τὰς νοητὰς αἰγυπτίας κα‐ θεῖλεν. Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων. Μετὰ τὴν καθαίρεσιν τῶν ἐχθρῶν ὤφθησαν αἱ πηγαὶ τῶν ὑδά‐
45των· δηλαδὴ ὁ σωτήριος τοῦ Εὐαγγελίου λόγος, ὅστις καὶ θεμέλιος τῆς οἰκουμένης γέγονεν· ἐπ’ αὐ‐ τὸν γὰρ ἐπῳκοδομήθημεν. Ἢ καὶ οὕτως· πηγὰς νοήσεις τοὺς ἁγίους προφήτας, ἅτε δὴ τὸν σωτήριον ἀναβλύζοντας λόγον. Οὕτω γὰρ γέγραπται περὶ αὐ‐

27

.

112

(50)

τῶν· Καὶ ἀντλήσετε ὕδωρ μετ’ εὐφροσύνης ἐκ πηγῶν τοῦ σωτηρίου. Θεμέλια δὲ τῆς οἰκουμένης τὴν Μωϋσέως τοῦ πανσόφου Γραφήν. Κρηπίδα γὰρ πίστεως καὶ θεογνωσίας ἐν αὐτῇ καὶ πρώτῃ τεθει‐ μένην εὑρήκαμεν τὸ Χριστοῦ μυστήριον ἐν τύποις
55ὠδίνουσαν ἅμα τοῖς προφήταις. Ὤφθησαν τοίνυν
ἀντὶ τοῦ, ἐφανερώθησαν. Ἤγουν πηγὰς νοήσεις καὶ

27

.

113

θεμέλια τῆς ὑπ’ οὐρανὸν, τοὺς ἁγίους ἀποστόλους· ἀναπηγάζουσι γὰρ καὶ αὐτοὶ τὸν σωτήριον λόγον καὶ κρηπίδα τῇ ὑπ’ οὐρανὸν κατεβάλοντο τὴν πίστιν. Πηγὰς δὲ ὑδάτων καὶ θεμέλια τῆς οἰκουμένης νοή‐
5σεις πάλιν τὸ σωτήριον βάπτισμα. Ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε. Προσυπακου‐ στέον τὸ, ἀνῃρέθησαν οἱ προλεχθέντες ἐχθροί. Ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Οὐ παραυτὰ Θεὸς κολάζει τοὺς ἁμαρτάνοντας· ἢ γὰρ ἂν ἄρδην
10ἀπώλοντο· προαναφωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. Καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ.
16 Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. [Ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. Λέγει ὁ Δαυΐδ· Ἔλαβέ με, ἤτοι τὴν ἀνθρω‐
20πείαν φύσιν· ἐβαπτίσθησαν γὰρ ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ὡσεὶ ψυχαὶ τρισχίλιαι ὑπὸ τῶν ἀπο‐ στόλων.] Ῥύσεταί με ἐκ τῶν ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με. Εἰς τὰ πεπραγμένα αὐτῷ
25ἐπὶ τῇ ἁμαρτίᾳ καὶ τῇ μετανοίᾳ μετέβη. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Ἤδη μὲν, τῆς ἐξομολογήσεώς μου ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα, μέλ‐ λοντός μου περιτρέπεσθαι καὶ μέγα πτῶμα ὑπομέ‐ νειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον
30ἀποστασίαν. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμε‐ νον καιρὸν τῆς αὐτοῦ παρουσίας, καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, Ὅτι ἠθέλησέ με. Εἰ μὴ γὰρ ἠθέλησέ με, οὐκ ἂν τὸν προφήτην αὐτοῦ πρὸς
35μὲ ἀπέστειλε. Καὶ ἀνταποδώσει μοι Κύριος. Πέπεισμαι, φησὶν, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ, οὐ μνη‐ μονεύσας μου τὰς ἁμαρτίας, κατὰ τὴν δικαιοσύνην μου ἀνταποδώσει. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς
40ἐν δικαιοσύνῃ ὥσπερ ζυγῷ ἀντιπαραβάλλων καὶ ἀν‐ τιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεονα‐ ζούσας εὑρήσει τοῦ γενομένου μοι ἁμαρτήματος. Διδάσκει δὲ ὁ λόγος τὸ δύνασθαι τὸν κατά τινα ἀσθέ‐ νειαν ὠλισθηκότα ἀναλαμβάνειν ἑαυτὸν διὰ δευτέρων
45κατορθωμάτων. [Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει· τὴν πρα‐ κτικὴν καθαρότητα χειρῶν τὰς πρακτικὰς ἐνεργείας ἀμολύντους γενομένας τὸ ἀπὸ βελτίστης ἕξεως ἀπο‐
τελεῖσθαι.]

27

.

116

(3)

[Ὅτι πάντα τὰ κρίματα, καὶ τὰ ἑξῆς. Ὠλισθη‐ κότας ἀναλαμβάνειν δεῖ ἑαυτοὺς διὰ δευτέρων κατορ‐
5θωμάτων. Εἰ καὶ ἀνεξερεύνητα δὲ καὶ τὰ κρίματα καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ’ οὖν πάντα ἐνώπιόν ἐστι τοῦ θεοφιλοῦς.]
24Μετὰ ὁσίου ὅσιος ἔσῃ. Εἰκότως κατηξίωσάς με
25τῆς σῆς εὐεργεσίας· ἐπειδήπερ, δίκαιος ὢν, οἶδας μετὰ ὁσίου ὁσιοῦσθαι. Εἰ γὰρ ἤμην ἐναπομείνας τῇ ἁμαρτίᾳ καὶ παντελῆ διαστροφὴν ὑπομείνας, οἶδα, ὅτι καὶ σὺ αὐτὸς ὁ μέγας κριτὴς τῇ ἐμῇ ἁμαρτίᾳ κα‐ τάλληλον ἐπήγαγες τὸ σαυτοῦ κρῖμα. Ἐπειδὴ δὲ
30ἐφύλαξα τὰς ὁδούς σου, τούτου χάριν ὁ μετὰ ὁσίου ὁσιούμενος καὶ μετὰ ἀθώου ἀθωούμενος, οὐ κατὰ τὴν ἐν καιρῷ τινι γεγενημένην μοι διαστροφὴν ἡρ‐ μόσω, κατὰ δὲ τὴν μετὰ ταῦτα ζωὴν, καὶ τὸν ἐν δικαιοσύνῃ μου βίον τὴν ἀμοιβήν μοι παρέξεις ἐν τῷ
35σῷ δικαστηρίῳ
37 Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις. Ἐπὶ τὸν χορὸν ἀναπέμπει τῶν ἀποστόλων. Καὶ ὀφθαλμοὺς ὑπερη‐ φάνων ταπεινώσεις. Τοῦτο εἰς τοὺς Φαρισαίους καὶ
40γραμματεῖς τείνει. Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Τὸν νοῦν φησιν. Ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. Τὴν ἄγνοιαν, φησὶ, τὴν ἐν ἐμοὶ διασκεδάσεις. Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ
45ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ὅτι περιέ‐ λαβόν με οἱ ἐχθροί μου, φησὶν, εἰς τὸ ἀποκλεῖσαι. [Πειρατήριον δὲ καὶ λέγει τὰς ἡδονὰς, καὶ τεῖχος τὸν διάβολον.] Ὁ Θεός μου ἄμωμος ἡ ὁδὸς αὐτοῦ. Ἐνταῦθα,

27

.

116

(50)

φησὶ, τὴν ἀγνωμοσύνην καὶ τὴν κακίαν καὶ τὴν ἀπει‐ θῆ γνώμην καὶ τὴν σκληρότητα τῶν ἀγνωμόνων καὶ ἀχαρίστων καὶ σκληροκαρδίων Ἰουδαίων καταμέμ‐ φεται. Ἐπειδὴ ἐπελαμβάνοντο τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὡς παρὰ τὸν θεῖον πράττοντος νόμον. Καὶ
55μὴν καὶ τῶν λόγων αὐτοῦ ἐλοιδόρουν καὶ διέβαλλον

27

.

117

ὡς βλασφήμων, λέγοντες πρὸς ἀλλήλους, ὅτι Βλασ‐ φημεῖ. Τίς γὰρ δύναται ἀφιέναι ἁμαρτίας; Ἐκ πονηρᾶς συνειδήσεως καὶ κακοῦ λογισμοῦ ταῦτα πρὸς τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν διανοούμενοι, καὶ λο‐
5γιζόμενοι ἃ διελογίζοντο. [Τὰ λόγια αὐτοῦ πεπυρωμένα. Καὶ τὰ περὶ τού‐ του λόγια αὐτοῦ ὡς τὸ πεπυρωμένον ἀργύριον, κα‐ θαρὰ πάσης μέμψεως, βεβασανισμένα, δεδοκιμα‐ σμένα.
10 Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ γὰρ τοῦ Θεοῦ Λόγος μό‐ νος Θεὸς ἀληθὴς, διὸ καὶ Μονογενὴς, διὰ τὸ μόνος εἶναι Θεὸς ὡς ὁ Πατήρ. Εἰπὼν δὲ περὶ Χριστοῦ, ὡς φύσει Θεὸς, νῦν λέγει, Ἢ τίς Θεός; μόνον εἶναι λέ‐
15γων, κατ’ αὐτὸν, τὸν Πατέρα. Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ· οὐ γάρ ἐστι Θεὸς ἕτερος, ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ παράσχῃ τὴν αἴτησιν. Ἴσως δὲ καὶ ἐκ παραλλήλου τοὺς δύο προηνέγκατο στίχους· οὕτω, φησὶν, ὁ ἀλη‐ θὴς Θεὸς, ὡς ἐπεποίθειν, ἐν μὲν τῷ νικᾷν δύναμιν
20περιεζώννυε, καὶ ἀβλαβῆ μοι τὴν περὶ τὰ πρακτέα ἐτίθει ὁδόν.] Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν. Ὅμοιον τὸ εἰρημένον· Ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύνα‐ μιν. Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. Τουτέστι
25διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἄμωμόν με πα‐ ρεσκεύασε τρέχειν ὁδόν. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Τουτέστι τὰ ἄνω διδάσκει φρονεῖν. [Καταρτιζόμενος τοὺς πόδας μου. Ἀναλωτι‐
30κοὶ γὰρ οἱ ἅγιοι τῶν ἰοβόλων παθῶν· ἔλαβον γὰρ δύναμιν κατὰ τῶν νοητῶν ὄφεων, καὶ διὰ τοῦτο ἐλά‐ φοις παρεικάζονται· καὶ αὐταὶ γὰρ ἀναλωτικαὶ τῶν αἰσθητῶν ὑπάρχουσιν ὄφεων· Ὡσεὶ ἐλάφου· ἔλα‐ βον γὰρ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐
35πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.] Διδάσκων χεῖράς μου εἰς πόλεμον. Εἰς εὐχὴν γὰρ αὐτὰς ἐκτείνων περιγίνομαι τῶν δυσμενῶν. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ
40κατασκευάσας. Διὰ μὲν τοῦ χαλκοῦ τὸ εὔτονον δεί‐ κνυσι καὶ τὸ ἄτρωτον, διὰ δὲ τοῦ τόξου τὸ ὑπὸ τῶν ἡμετέρων συμβολικῶς βραχιόνων ἀφίεσθαι βέλη. [Διδάσκων χεῖράς μου εἰς πόλεμον. Ἐπιτευ‐ κτικὸν εἶναι κατὰ τὴν μάχην διδάσκων, καὶ τιθεὶς
45τοὺς βραχίονας ὡς τόξον, ὡσανεὶ χαλκοῦς ποιῶν κατὰ τὴν ἰσχὺν τούτους. Ἢ λέγει τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατεσκεύασεν. Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς· Διέφθειρε γὰρ, φησὶ, τὸν χαλκόν σου, φησὶν ὁ Ἰεζεκιὴλ πρὸς τὴν Ἱε‐

27

.

117

(50)

ρουσαλήμ.]
54Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας. Ὑπερ‐
55ήσπισάς μου, φησὶ, διὰ τοῦ σωτηρίου σου. Τοῦτο
δέ ἐστιν ἡ τῆς οἰκονομίας ἐπιδημία

27

.

120

[Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με. Παιδείαν τὴν εὐαγγελικὴν λέγει· ἢ παιδείαν τὴν ἐκ νόμου φησὶ παίδευσιν· οἷον διὰ πάντων με, φησὶν, εὐεργετῶν δέδωκας καὶ νόμους, δι’ ὧν ἐπαιδευόμην τὸ δέον.
5Μανθάνων γὰρ ἐκεῖθεν ὡς οὐ δεῖ ἀδικεῖν, ἀπειχό‐ μην τούτου. Ἀλλ’ ἵνα μὴ βλάπτωμαι πάλιν ἐκ τῆς τοιαύτης ἐπιεικείας, ἱκανὴν περιέχῃς βοήθειαν, πλα‐ τυσμὸν παρεχόμενος, ἢ παιδείαν τὴν παιδευτικὴν λέγει διδασκαλίαν, κατὰ τό· Ἐπιλάβου παιδείας·
10ἢ τὴν ἐπίπονον ἀγωγὴν, κατὰ τό· Μὴ ὀλιγώρει παι‐ δείας Κυρίου.]
16 Καὶ δεξιά σου ἀντελάβετό μου. Δεξιὰ τοῦ Πα‐ τρὸς ὁ Υἱός. Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος. Ἡ εὐαγγελικὴ δηλονότι διδασκαλία. Καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Τὸ, Καὶ ἡ παιδεία
20σου αὐτή με διδάξει, Θεοδοτίωνός ἐστιν, ἀντὶ τοῦ, Ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένου τοῖς Ἑβδομήκοντα. Ἐπλάτυνας τὰ διαβήματά μου. Ἔστησας γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, ἥτις ἐστὶν ἡ πίστις
25ἡμῶν. Καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. Περιε‐ λὼν γὰρ τὰ σκάνδαλα καὶ τὰς παγίδας, ἃς κατ‐ εσκεύαζον οἱ ἐχθροὶ, κατήρτισεν ἡμῖν τὴν πορείαν. [Ἐπλάτυνας τὰ διαβήματά μου. Περιελών φησι τὰ σκάνδαλα καὶ τὰς παγίδας ἃς κατεσκεύαζον οἱ
30ἐχθροὶ, ἐλευθέραν μοι τὴν πορείαν ἐποίησας. Διαβή‐ ματα λέγει καθὸ ἐκ κακίας πρὸς ἀρετὴν διαβαίνει τις, ἃ κατ’ ἀρχὰς μὲν ἐπίπονά ἐστι τῷ τὴν τεθλιμ‐ μένην ὁδεύοντι· τῇ δὲ προκοπῇ πλατύνεται. Τῷ γὰρ μετὰ τοὺς τῆς ἀρετῆς πόνους ἀνάπαυλαν δέχεσθαι
35ἰσχυροποιεῖται τὰ ἴχνη· ἔστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας ἡμῶν.] Καταδιώξω τοὺς ἐχθρούς μου. Ὡς κατεσκευα‐ σμένος διὰ τῆς θείας χάριτος εἰς δρόμον, περὶ τῆς νίκης θαῤῥεῖ.
40 Ἐκθλίψω αὐτοὺς, καὶ μὴ δύνωνται στῆναι. Ἔκθλιψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται. Καὶ περιέζωσάς με δύναμιν. Πάλιν τὸ πᾶν τῆς νίκης τῷ δεδωκότι τὴν ἰσχὺν ἀνατίθησι. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον. Ἀντὶ
45τοῦ εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ τῶν φευγόντων νῶτα διδόναι. Νῶτα δὲ διδόασιν οἱ ἐχθροὶ ἡμῶν δαί‐ μονες μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. Τὸν Σαοὺλ, τὸν Ἀχιτόφελ, τὸν Ἀβεσσαλὼμ, καὶ μυ‐

27

.

120

(50)

ρίους ἑτέρους. Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων. Ταῦτα περὶ τῶν αἰσθητῶν ἐχθρῶν φησιν ὡς ἐκ προσώπου τοῦ Κυρίου. Οὔτε γὰρ ἀλλόφυλοι τοὺς οἰκείους καλοῦν‐ τες εἰς ἐπικουρίαν θεοὺς τῆς παρ’ αὐτῶν προνοίας
55ἀπέλαυσαν, οὔτε ὁ Σαοὺλ καὶ Ἀβεσσαλὼμ καὶ ὁ Σε‐

27

.

121

μεεὶ καὶ οἱ λοιποὶ τῶν Ἰσραηλιτῶν πολέμιοι τὸν Θεὸν ἐσχήκασι σύμμαχον. Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν. Φροῦδοι, φησὶ, γενήσονται παντελῶς τῆς σῆς μοι χάριτος συνερ‐
5γούσης. Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ. Ἔτι τοῦ Κυ‐ ρίου τὸ πρόσωπον ἀποστρεφομένου μὲν δι’ ἀπείθειαν τῶν Ἰουδαίων, αἰτοῦντος δὲ τὰ ἔθνη εἰς κληρονομίαν αὐτοῦ. Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. Ἀλλ’
10οὐκ ἴσμεν τὸν Δαυῒδ τῶν ἐθνῶν βασιλεύσαντα· οὐ‐ κοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφη‐ τεία πληροῦται. Ὁ γὰρ ἐκ Δαυῒδ κατὰ σάρκα τεχθεὶς, Δαυῒδ καὶ αὐτὸς ὀνομαζόμενος κατὰ τὸν θεῖον Ἰεζε‐ χιὴλ, ὁ Δεσπότης, λέγω, Χριστὸς, πάντων ἐβασί‐
15λευσε τῶν ἐθνῶν· ἀεὶ μὲν ὡς Θεὸς τῶν ἁπάντων δεσπόζων, μετὰ δὲ τὴν ἐνανθρώπησιν καὶ τὴν ἐθε‐ λούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξά‐ μενος. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι. [Τοῦ αὐτοῦ
20τοῦ Χριστοῦ· ἀποστρεφόμενος γὰρ τοὺς ἀπειθεῖς Ἰουδαίους, αἰτεῖ τὰ ἔθνη εἰς κληρονομίαν.] Οὐκ ἀγνοί‐ ας ἐστὶ σημαντικὸν, πάντα γὰρ οἶδεν ὡς Θεός· ἀλλ’ ὅτι οἱ κατὰ καιροὺς τὴν οἰκειότητα τὴν πρὸς ἐμὲ μὴ λαχόντες ἀλλότριοι ἂν εἶεν καὶ ξένοι καὶ πόῤῥω τῆς
25ἐμῆς ἀπέχοντες οἰκειότητος.
27 Υἱοὶ ἀλλότριοι ἐψεύσαντό με. Ὁ κληθεὶς υἱὸς πρωτότοκος Ἰσραὴλ ἀλλότριος ἐκλήθη διὰ τὴν ἀπι‐ στίαν υἱός. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν. Πᾶν τὸ
30παλαιούμενον ἐγγὺς ἀφανισμοῦ. Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου. Εὐκαί‐ ρως τὸ, Ζῇ Κύριος ἐπεφώνησεν. Ἐπειδὴ ἐμνημό‐ νευσεν τῆς ἀντιλογίας τοῦ λαοῦ, ἐν ᾗ ἐβόων λέγοντες Αἶρε, αἶρε· σταύρωσον αὐτόν. Καὶ ὑψωθήτω ὁ
35Θεὸς τῆς σωτηρίας μου. Εἰ καὶ ἐταπείνωσεν ἑαυ‐ τὸν, φησὶ, λαβὼν τὴν τοῦ δούλου μορφὴν, ἀλλ’ ὑψηλός ἐστιν. Ὅμοιον δὲ τῷ εἰρημένῳ τὸ, Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.
40 Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί. Ἐκ τοῦ ἀπί‐ στου λαοῦ τῶν Ἰουδαίων δηλονότι. Καὶ ὑποτάξας λαοὺς ὑπ’ ἐμέ. Τὰ ἔθνη, φησὶν, ὑπετάγησαν τῷ Χριστῷ. Ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου. Τῶν ἀρ‐ χόντων τοῦ ἐξ Ἰσραὴλ λαοῦ φησιν.
45 Ἀπὸ τῶν ἐπανισταμένων ἐπ’ ἐμέ. Τοῦ Ἰούδα λέγει. [Ὁ ῥύστης μου ἐκ τῶν ἐχθρῶν μου ὀργίλων. Ἐκ τοῦ λαοῦ ἀπίστου. Ὀργίλοι ἐχθροὶ ὁ Ἰουδαϊκὸς λαὸς Σαμαρείτην αὐτὸν κερτομοῦντες. Ἀνὴρ δὲ ἄδι‐ κος ὁ Ἰούδας, ἢ Πιλᾶτος, ἀναιτίως κολάσας. Διὰ

27

.

121

(50)

τοῦτο ἢ διὰ τὰς εἰς ἐμὲ εὐεργεσίας εὐχαριστήσω σοι ἐπὶ πάντων εἴτε Ἰουδαίων εἴτε ἐθνῶν, καὶ ἐν ὕμνοις ἕξω τὸ ὄνομά σου.]
54Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύ‐
55ριε. Ἐπειδὴ τὰ καὶ τὰ εἰργάσω, ἐγὼ, φησὶν ὁ προ‐
φήτης, ἐπειδὰν σὺ αὐτὸς ὁ Κύριος τὰ ἔθνη καλέσῃς,

27

.

124

δι’ αὐτῶν σοι ἐξομολογήσομαι, ᾀδόντων αὐτῶν οὓς πεποίηκα ὕμνους. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ με‐ γαλυνῶ, φησὶ, τὰς σωτηρίας τοῦ βασιλέως αὐτῶν τῶν ἐθνῶν· ἣν ἐποίησε σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
5Μεγαλυνῶ, τουτέστι τοῖς πᾶσι διαβοήσω λαμπρῶς. Ἐπειδὴ καὶ ταύτην εἰργάσατο, φησὶ, ποιῶν ἔλεον ἐπὶ τὸν χρισθέντα αὐτοῦ λαόν· εἰς βασίλειον γὰρ ἱε‐ ράτευμα ἐχρίσθημεν. Ποιῶν δὲ τῷ λαῷ τὸ ἔλεος καί μοι τῷ Δαυῒδ, παρασκευάσεις γενέσθαι αὐτῷ καὶ τῷ
10σπέρματί μου. Σπέρμα γὰρ τοῦ Δαυῒδ καὶ ὁ ἐξ ἐθνῶν λαός· ἅτε δὴ γεγονὼς τέκνον τοῦ ἐκ σπέρματος κατὰ σάρκα γεννηθέντος Δαυΐδ.
14tΕἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΗ.
15tὙπόθεσις.
16Εἰσαγωγικὴν διδασκαλίαν περιέχει ὁ παρὼν ψαλμὸς ἐκ προσώπου τῶν ἀποστόλων πρὸς τὰ ἔθνη. Διὸ καὶ οὐρανὸν, καὶ ἥλιον, καὶ τὰ ἕτερα στοιχεῖα, οὓς καὶ μεγάλους ἐνόμιζε θεοὺς ταῦτα ἀνυμνεῖν
20 τὸν ποιητὴν αὐτῶν λέγουσιν. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. Ὅμοιον τὸ εἰρημένον· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.
25 Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νύξ ... Ἡ ἡμέρα, φησὶ, καὶ ἡ νὺξ εὐτάκτως καὶ εὐαρμόστως ἀντι‐ παραχωροῦσαι τοὺς δρόμους ἀλλήλαις, δι’ αὐτῶν τῶν πραγμάτων τὸν δημιουργὸν αὐτῶν ἀνακηρύττουσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι. Καθ’ ὑποστιγμὴν ἡ
30ἀνάγνωσις. Ἀντιπίπτων δὲ, ὑποτέμνεται· τὸ δὲ ἀν‐ τιπῖπτον ἐστί· Καὶ μὴν οὐ φθέγγονται; Διὸ λέγει· Ἆρα οὐκ εἰσὶ τινὰ πράγματα ἃ, καὶ μὴ ἀφιέντα φωνὴν, τὸν τεχνίτην ἀνακηρύττουσι; Ναὶ μὴν καὶ γὰρ ἐκ τῆς καλῶς ἡρμοσμένης νηὸς ἡ τέχνη τοῦ ναυπη‐
35γοῦ φαίνεται· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Οὐκ‐ οῦν καὶ τὰ ποιήματα τὰ προειρημένα οὕτω κηρύτ‐ τει ἀπὸ μεγέθους καὶ καλλονῆς καὶ εὐαρμοστίας τὸν δημιουργόν· ὡς εἰς πᾶσαν αὐτῶν τὴν οἰκουμένην διαδραμεῖν τὸ κήρυγμα.
40 Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Τῷ ἡ‐ λίῳ, φησὶν, ἔθετο τὸ σκήνωμα, ἤτοι οἶκον. Ποῦ δὲ ἔθετο ἢ ἐν τῷ προειρημένῳ οὐρανῷ καὶ στερεώματι; Τοῦτον δὲ τὸν οἶκον καὶ παστὸν ὠνόμασεν. Ὥσπερ δὲ ἡμέρα καὶ νὺξ τῇ εὐτάκτῳ συμφωνίᾳ κηρύττουσι
45τὸν δημιουργὸν, οὕτω καὶ ὁ ἥλιος, τὸ τὸν δρόμον μετά τινος εὐαρμοστίας ποιεῖσθαι, δηλοῖ τοῦ προστάτ‐ τοντος τὴν δύναμιν. Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς. Ὁ εὐαγγελικὸς δηλονότι. Ὡς ἤδη δὲ ἀπὸ τῶν προειρη‐

27

.

124

(50)

μένων στοιχείων παιδαγωγηθέντες οἱ ἐξ ἐθνῶν, ἕνα εἶναι τὸν δημιουργὸν, διδάσκονται λοιπὸν καὶ τὸν εὐαγγελικὸν νόμον, ὡς καὶ ἐπιστρέψαι τῶν ἐθνῶν ἁπάντων τὰς ψυχὰς εἰς ἀλήθειαν. Ἡ μαρτυρία Κυ‐ ρίου πιστὴ σοφίζουσα νήπια. Ἣν ἐμαρτύ‐
55ρησεν περὶ ἑαυτοῦ ὁ Μονογενὴς τό· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα· καὶ, Ἐγὼ ἐκ τοῦ Πα‐
τρὸς ἐξῆλθον, καὶ ἥκω· καὶ, Ἐγώ εἰμι ἡ ζωή.

27

.

125

[Σοφίζουσα νήπια, βεβαιοῦσα τοὺς ἀποστόλους, ἢ νήπια τοὺς ἐν Χριστῷ γενομένους νηπίους φησὶ καὶ ἄφρονας, καὶ τοὺς ἀνθρώπους σοφίας ἀπείρους.]
6 Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρ‐ δίαν. Ἀντὶ τοῦ, ἡ δικαίωσις ἡ γενομένη ἐν τῇ ἡμε‐ τέρᾳ κρίσει. Κρίνας γὰρ ἡμῶν τὴν κρίσιν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος, διδοὺς ἡμῖν εὐφροσύνην ἐν
10καρδίᾳ. Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Τοὺς τῆς διανοίας φησὶν ὀφθαλμοὺς πόῤῥωθεν τὴν αὐγὴν ἀναπέμπουσα.
14Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εἰς αἰῶνα
15αἰῶνος. Ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νομικοῦ φόβου τὸ τοιοῦτον· ἐκεῖνος γὰρ κολαστής. Ἡμῶν ἁγνεία ἐστὶν ἁμαρτημάτων ἀποχή. Διὸ καὶ ἁγνὸς εἴρηται ὁ φόβος, ὡς ἁγνοὺς ποιῶν· τῷ γὰρ φόβῳ Κυρίου, φη‐ σὶν, ἐκκλίνει τις ἀπὸ κακοῦ. Αἰώνιος δὲ ὢν ὁ φόβος,
20ἐν οἷς ἂν γένηται καὶ αὐτοὺς αἰωνίους ποιεῖ. Ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Μισθὸς γὰρ φυλακῆς γίνεται ἃ ὀφθαλμὸς οὐκ οἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη.
29[Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά. Ὁ μυ‐
30σταγωγηθεὶς τῷ εὐαγγελικῷ νόμῳ νέος λαὸς, καὶ τὰ κρίματα ἀληθινὰ φυλάττειν εἰπὼν, εὐχὴν ἀναπέμ‐ πει, καὶ τὸν κατὰ διάνοιαν λογισμὸν καθαρὸς εὑρε‐ θῆναι ὡσαύτως καὶ τῶν ἐκτὸς ῥυσθῆναι δαιμόνων.]
34tΕἰς τὸ τέλος. ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΘʹ.
35tὙπόθεσις.
36Λέγεται μὲν ὁ ψαλμὸς ὡς ἐκ προσώπου τῶν περὶ τὸν Δαυῒδ ἑταίρων, αὐτῷ τῷ Δαυῒδ ἐπευχομένων ποι‐ οῦντι θυσίαν. Ἀναφέρεται δὲ καὶ εἰς πρόσωπον τῶν ἀποστόλων, ὡς ἐν ἡμέρᾳ τοῦ σταυροῦ ῥη‐
40 θέντος. Ἐπακούσαι σου ὁ Κύριος ἐν ἡμέρᾳ θλίψεως. Προστεθείη σοι· Σκεπάσαι σε, φυλάξαι σε. Ἐξα‐ ποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου. Λέγοι δ’ ἂν ταῦτα πρὸς τὴν τοῦ
45ἀθυμοῦντος παραμυθίαν ἢ ὁ ἐνυπάρχων τῇ ψυχῇ Λόγος, ἢ τὸ ἅγιον Πνεῦμα. Εὐχῆς δὲ δεῖ τῷ θλιβο‐ μένῳ, καὶ τοῦ μὴ καταβαλεῖν τὰς ἐλπίδας· οὕτω γὰρ Θεὸς ἐπήκοος γίνεται. Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου. Σωτή‐

27

.

125

(50)

ριος τοῦ Πατρὸς ἐν κόσμῳ ὁ Υἱός· σωτήριον τοῦ Υἱοῦ ἐν κόσμῳ ὁ σταυρός. [Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου. Τὸ σω‐ τήριον, φησὶν, ὃ δέδωκας τῷ ἀνθρωπίνῳ γένει, διὰ
τῆς σῆς ἀναστάσεως πᾶσι φανερὸν κατέστησας.]

27

.

128

Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου. Τίνα ἦν τὰ αἰτήματα, ἢ τὸ, Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐκ τοῦ κόσμου· Δῆλον δὲ, ὅτι τοὺς πιστεύοντας εἰς αὐτόν. [Ἢ τὸν Δαυῒδ ἢ τὸν Ἐζεκίαν· ἐφ’ ἱερέων γὰρ
5καὶ βασιλέων, ἢ διὰ τὴν κατὰ σάρκα τοῦ Κυρίου οἰ‐ κονομίαν καὶ ἀνάστασιν· ἢ καὶ ὅτι σωζομένων ἡμῶν, αὐτὸς λέγει σώζεσθαι, οὗ καὶ μελήσει μὲν σώματος ὄντες ἑνός. Διὸ καὶ νῦν εἶπεν· Ἐν γὰρ τῷ παρόντι γινώσκομεν σωζόμενον τὸν Χριστὸν, τῷ ἀπεντεῦθεν
10ἀῤῥαβῶνα ἡμᾶς δέχεσθαι σωτηρίας. Ἔσωσας δὲ διὰ τῆς δυναστείας τῆς δεξιᾶς σου. Δεξιὰν τὰς πράξεις, τὰς μεγάλας δυνάμεις, τὴν βοήθειαν εἰπών· ἢ τὰς θεοσημείας προαναφωνεῖ τοῦ Χριστοῦ.] Νῦν ἔγ‐ νων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ, ὡς
15ἤδη φωταγωγηθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς ἀναστάσεως.
18Ἐν δυναστείαις τῆς σωτηρίας τῆς δεξιᾶς αὐτοῦ. Ἔσωσεν ἡμᾶς, φησὶ, δυνάμεις μεγάλας ἐργασάμε‐
20νος. Τὰς πράξεις γὰρ ἐνταῦθα σημαίνει διὰ τὰς δε‐ ξιὰς δυνάμεις τοῖς προσιοῦσιν ὀρέγειν. [Ἐκεῖνοι μὲν, φησὶ, πεποιθότες ἐπὶ τούτοις, ἔπεσον· ἡμεῖς δὲ, ἐν ὀνόματι Κυρίου καθωπλισμένοι, ἐσώθημεν.] Δε‐ ξιὰν δὲ πάλιν ἐνταῦθα ἀνθρωπίνως εἶπε, τὴν θείαν
25οὕτως ὀνομάζων ἐνέργειαν. Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις. Ὥσπερ τῶν αἰσθητῶν Αἰγυπτίων σώζων τὸν Ἰσραὴλ, ἅρμα‐ τα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασ‐ σαν, οὕτω καὶ πάντων ἀνθρώπων σώζων τὸ γένος
30τῶν νοητῶν Αἰγυπτίων, συνέτριψε τὰ ἅρματα. Κύριε, σῶσον τὸν βασιλέα. Τοιγάρτοι τοσαύτης ἀπολαύσαντες ἀντιλήψεως ἱκετεύομεν, Δέσποτα, καὶ ἡμᾶς αὐτοὺς καὶ τὸν ἡμέτερον βασιλέα ταύτης μετα‐ λαγχάνειν διηνεκῶς.
35tΕἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Κʹ.
36tὙπόθεσις.
37Καὶ τοῦτον τὸν ψαλμὸν οἱ προδηλωθέντες ἑταῖροι τοῦ βασιλέως ἀναπέμπουσιν, ὡς ἤδη αὐτοῦ εὐφραινο‐ μένου διὰ τὸ ἐκ σπέρματος αὐτοῦ γεγεννημένον τῷ
40κόσμῳ σωτήριον. Τοῦτο γὰρ ἦν ὃ ἐπεθύμει κατὰ ψυχὴν, καὶ ἐδέετο λαβεῖν. Ὅπερ καὶ δοθὲν γέγονεν αὐτῷ οἷά τις στέφανος ἐκ λίθου τιμίου τὴν κεφαλὴν δοξάζων· δοξάζεται γὰρ ἐν πᾶσι τοῖς ἔθνεσιν ὁ Δαυῒδ μετὰ τοῦ Κυρίου ἑαυτοῦ καὶ υἱοῦ τὸ κατὰ
45σάρκα. Οὐ μόνον δὲ στέφανος αὐτῷ γέγονε τὸ σω‐ τήριον, ἀλλὰ καὶ ζωὴ, καὶ μακροημέρευσις, καὶ δόξα, καὶ μεγαλοπρέπεια, καὶ εὐφροσύνη, καὶ χα‐ ρὰ, καὶ ἐλπὶς, καὶ ἔλεος οὐ σαλευόμενον.

27

.

128

(50)

Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς. Ὅτι δῴης αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος. Ἐν ἁπάσαις, φησὶ, ταῖς γενεαῖς ἀοίδιμος ἔσται καὶ πολυ‐ θρύλλητος, τοσαύτην ἐσχηκὼς παρὰ σοῦ παῤῥησίαν.
55Τὸ γὰρ μετὰ τοῦ προσώπου σου, παρὰ τῷ προσ‐
ώπῳ σου, τέθεικεν ὁ Σύμμαχος. Εὐφροσύνην τοί‐

27

.

129

νυν ἕξει, φησὶ, καὶ διηνεκῆ θυμηδίαν τοῦ προσώπου, τουτέστι τῆς σῆς εὐμενείας τυγχάνων. Αἴτιον δὲ τού‐ των αὐτῷ γέγονε τὸ ἐπὶ σοὶ πεποιθέναι. Εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. Πρόσω‐
5πον τοῦ Πατρὸς ὁ Υἱός. Ὁ ἑωρακὼς, φησὶν, ἐμὲ, ἑώ‐ ρακε τὸν Πατέρα. Μετὰ τούτου εὐφραίνεσθαι κατ’ οὐρανὸν ὡς νυμφαγωγοὶ μετὰ τοῦ νυμφίου μέλλομεν. Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει. Κρείττων ἐστὶ τῶν πολεμούντων τῆς σῆς χά‐
10ριτος ἀπολαύων. Ἀπολαύει δὲ ταύτης ἀνθρώπων μὲν οὐδενὶ θαῤῥῶν, τῇ δὲ σῇ ἐλπίδι χρώμενος μόνῃ. Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου. Ὡς πρὸς αὐτὸν τὸν Κύριον ὁ λόγος διὰ τὰ γεγονότα κατ’ αὐτοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ.
15 [Λέγει δὲ, ὅτι θηρεύσει τοὺς ἁμαρτήσαντας. Εἰ γὰρ ἐν τῷ τηροῦντι τὰς ἐντολὰς ἡ ἀγάπη τοῦ Θεοῦ τελει‐ οῦται, δῆλον, ὡς ὁ μὴ τηρῶν μισεῖ· ὃς καὶ ἀπολωλε‐ κέναι λέγεται.]
20 Ὅτι θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς και‐ ρὸν τοῦ προσώπου σου. Ἀντὶ τοῦ, Πυρὸς ἀποδεί‐ ξεις μετόχους. Τοῦτο γὰρ ἑαυτοῖς ἐθησαύρισαν ἐν τῇ δευτέρᾳ σου ἐπιφανείᾳ, ὅταν καὶ ἀποδιδῷς ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Κύριος ἐν ὀργῇ αὐτοῦ συντα‐
25ράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. Ὀρ‐ γήν φησι τὴν τιμωρίαν τὴν γενησομένην αὐτοῖς διὰ τὴν εἰς αὐτὸν ὕβριν. Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς. Τοὺς λό‐ γους τοὺς πονηροὺς καὶ τὰ ἐνθυμήματα. Ταῦτα δέ
30εἰσιν ἐπιβουλαὶ αἱ παρ’ αὐτῶν, αἳ καὶ ἀνῄρηνται διὰ τῆς ἀναστάσεως. [Τὰς διδασκαλίας καὶ τὰ ἄθεα δόγ‐ ματα, ἃ μετὰ τὴν τελευτὴν αὐτῶν, ὡς ἀγαθὸς ὁ Θεὸς ἀπωλείᾳ παραδίδωσι.] Καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. Εὐεργεσία ἐστὶν ἁμαρτιῶν ἐκπε‐
35σεῖν καὶ ἐννοιῶν πονηρῶν. Σπέρμα γὰρ ἁμαρτίας λογισμὸς πονηρός. Ὅτι θήσεις αὐτοὺς νῶτον. Ὁ δὲ Σύμμαχος οὕ‐ τως ἡρμήνευσεν· Ὅτι θήσεις αὐτοὺς ἀποστρόφους, τουτέστιν ὀπίσω καὶ παρακολούθημα τῶν ἐθνῶν. Ἐν
40τοῖς περιλοίποις σου ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. Καταλέλοιπας αὐτοῖς, φησὶν, ἐπιστροφῆς καιρὸν πρὸς τὸ μετανοῆσαι. Αὕτη δέ ἐστι μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν κλῆσις καὶ ἐπιστροφή. [Ποιήσεις τοὺς ἀπιστήσαντας Ἰουδαίους. Οὓς δὲ
45ὁ Θεὸς ἀποστρέφεται, τίθησι νῶτον μὴ δυναμένους εἶναι πρόσωπον, πρὸς τὸ τὰ ὀπίσθια κατανοοῦντας διὰ τῶν ποιημάτων πάλιν πρὸς αὐτὸν ἀναφέρεσθαι. Τοὺς γὰρ μὴ οἵους τε ὁρᾷν τὸ πρόσωπον, τῷ μὴ ἔχειν καρδίαν καθαρὰν, τίθεται κατανοεῖν τὰ ὀπίσθια αὐτοῦ,

27

.

129

(50)

τὰ μετ’ αὐτὸν ὄντα δημιουργήματα· ἵνα τὴν κτίσιν θεωροῦντες ἔννοιαν αὐτοῦ λάβωσι, καὶ προσβαλόντες τῷ Θεῷ αὐτῶν, τὸ τοῦ Θεοῦ πρόσωπον ἴδωσι. Περί‐ λοιπα δὲ τοῦ Θεοῦ τὰ ἀνωτέρω τῶν κτισμάτων τῶν αἰσθητῶν.
56Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου. Ὅμοιον
τῷ· Ἐλθέτω ἡ βασιλεία σου. Τὴν δευτέραν δὲ σα‐

27

.

132

φῶς παρουσίαν εὔχεται διὰ τοῦτο γενέσθαι· ᾌσο‐ μεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Τότε γὰρ πᾶσα δικαίων ψυχὴ, ἐν ταῖς ἄνω γενομένη μοναῖς, τὰς πνευματικὰς ἀναπέμπει λατρείας.]
5Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς,
6tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΑʹ.
7tὙπόθεσις.
8ᾌδεται ὁ προκείμενος ψαλμὸς ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς. Τουτέστιν ὅτι νυκτὸς καὶ ἀχλύος δια‐
10βολικῆς ἠλευθέρωσεν ἡμᾶς, ἐπιλάμψας ὁ μονογε‐ νὴς τοῦ Θεοῦ Λόγος ἀνατολὴ ἐξ ὕψους κατὰ τὸ γε‐ γραμμένον. Ἢ καὶ ἀντίληψιν ἑωθινὴν τὸν τῆς ἀνα‐ στάσεως τοῦ Σωτῆρος ὀνομάζει καιρόν. Ἐγήγερται γὰρ ὄρθρου βαθέος, ὁδοποιήσας τῇ ἀνθρώπων φύ‐
15σει τὴν εἰς ἀφθαρσίαν ὁδόν. ᾌδει δὲ τὸν ψαλμὸν ὁ Χριστὸς ἐκ προσώπου τῆς ἀνθρωπότητος. Σαφῶς δὲ καὶ τὰ συμβαίνοντα αὐτῷ παρὰ τῶν Ἰουδαίων ἐν τῷ καιρῷ τοῦ σταυροῦ ἐξηγεῖται ἡμῖν Ὁ Θεὸς ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέ‐
20λιπές με; Αἰτεῖ τὴν ἐποπτείαν τὴν παρὰ τοῦ Πα‐ τρὸς, τὰ ἡμῶν εἰς ἑαυτὸν μετατιθεὶς ἵνα [Ambr., ἡμεῖς γὰρ ἦμεν οἱ ἐγκαταλελειμμένοι πρότερον, νῦν δὲ προσειλημμένοι καὶ σεσωσμένοι. Ταῦτα λέγει ἵνα, καὶ τὰ ἑξῆς] παύσῃ τὴν ἀρὰν, καὶ ἐφ’ ἡμᾶς μεταγάγῃ
25τὸ πρόσωπον τοῦ Πατρός. Ἡμεῖς γάρ ἐσμεν οἱ γεγο‐ νότες ἀποστροφὴ καὶ ἐγκατάλειψις διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. Μακρὰν ἀπὸ τῆς σωτηρίας οἱ λόγοι τῶν παραπτωμάτων μου. Σκόπει μοι πάλιν τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἐν Χριστῷ παρακαλοῦν ἀπαλ‐
30λάττεσθαι τῶν πταισμάτων ἤτοι τῶν παραπτωμάτων καὶ τῶν ἐπ’ αὐτοῖς λόγων. Δῆλον δὲ, ὅτι τῆς ἑκάστῳ πρεπούσης δικαιοσύνης. [Ὁ Θεὸς, ὁ Θεός μου. Ταῦτα λέγει ὁ Σωτὴρ ἐκ προσώπου τῆς ἀνθρωπότητος ἀντὶ τοῦ· Θεέ μου,
35Θεέ μου.] Ὁ Θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσα‐ κούσῃ, καὶ νυκτὸς, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. Καθ’ ὑποστιγμὴν ἀναγνωστέον. Σημαίνει δὲ ἡμῖν, ὅτι οὐκ ἀνόνητος τῆς προσευχῆς ὁ καρπός. Φησὶ γάρ· Οὐκ εἰς
40ἄνοιαν ἐμοί. Τουτέστιν, οἶδα σαφῶς, ὡς κεκράξομαι μὲν ἐγὼ, εἰσακούσει δὲ αὐτός. Ὅτι γε καὶ, κατοικῶν ἐν ἁγίοις τοῖς εἰς σὲ τὸν νοῦν ἔχουσιν, ἔπαινος καὶ δόξα αὐτῶν γίγνῃ. Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ.
45Ὁ ἐπαινούμενος ὑπὸ τοῦ Ἰσραήλ· ἢ ὁ αὐτὸς ἔπαι‐ νος ὤν. Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πατέρας ἑαυτοῦ κατὰ σάρκα τοὺς πατριάρχας καὶ τοὺς προφήτας φησί. Δείκνυσι

27

.

132

(50)

δὲ καὶ τῆς ἐλπίδος τὸ κέρδος. [Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. Ἀλλὰ καὶ οἱ κατὰ σάρκα πρὸ ἐμοῦ, τουτέστιν οἱ προφῆται, ἐπὶ σοὶ προσεδόκων, τὴν ἐμὴν ἐπίλαμψιν ἀναμένοντες, καὶ τῆς ἐλπίδος οὐ διεψεύσθησαν· ὡσαύτως καὶ οἱ
55πατριάρχαι.]
Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Τα‐

27

.

133

πεινόφρονας εἶναι διδάσκει, καὶ μάλιστα προσιόντας Θεῷ. Ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαοῦ. Ταῦτα σαφῶς ὁ εὐαγγελιστὴς πεπρᾶχθαι εἰς αὐτὸν κατὰ τὸν καιρὸν τοῦ σταυροῦ φησιν· καθ’ ὃν ἐπέσειον
5αὐτῷ οἱ παραπορευόμενοι τὰς κεφαλὰς, καὶ ἐβλασφή‐ μουν εἰς αὐτὸν λέγοντες· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, σῶ‐ σον σεαυτόν. Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός. Τοῦτό φησιν, ἐπειδὴ κατ’ εὐδοκίαν τοῦ Πατρὸς ἐνηνθρώ‐
10πησεν. Ὅτε γὰρ, φησὶν, ἦλθε τὸ πλήρωμα τοῦ χρό‐ νου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γεννώ‐ μενον ἐκ γυναικός. Ἐπιγράφεται γὰρ καὶ ἐλπίδα τὸν ἑαυτοῦ Πατέρα, καὶ τοῦτο λέγων ὡς ἄνθρωπος· ἐπειδὴ γὰρ τὸν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ἐξέ‐
15σπασεν ὁ Θεὸς, τῶν ἄλλων ἀνθρώπων οὐκ ἐκσπωμέ‐ νων, ἀλλ’ ἐξερχομένων. Ἐξῆλθε γὰρ, φησὶν, Ἡσαῦ, ᾧ ἡ δορὰ δασύς. Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας ἀπὸ γαστρὸς, κ.τ.λ. Εὔχεται πάλιν ὡς ἐκ προσώπου τῆς ἀνθρωπότητος.
20Καὶ γὰρ ὁ τῶν μαθητῶν αὐτὸν καταλέλοιπε χορός. Εἶτα προλέγει τὰ τῆς θλίψεως εἴδη. Περιεκύκλωσάν με μόσχοι πολλοί. Τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα
25τὰ ὀστᾶ μου. Ὀστᾶ αὐτοῦ φησι τοὺς ἁγίους μυστα‐ γωγούς· εἰ γὰρ σῶμα αὐτοῦ ἡ Ἐκκλησία, εἰκότως καὶ οἱ συνέχοντες αὐτὴν νοηθεῖεν ἂν ὀστᾶ. Ἠκούσα‐ μεν δὲ τοῦ εὐαγγελιστοῦ, ὡς, συλληφθέντος αὐτοῦ πα‐ ρὰ τῆς σπείρας τῶν στρατιωτῶν, διεσκορπίσθησαν οἱ
30μαθηταί. Καὶ ἄλλως· Τὰ ὀστᾶ τῆς σοφίας, τὰ ἅγια δόγματα τῆς Ἐκκλησίας ἐστὶν, ἅπερ ἐν τῷ Πάσχα μὴ συντρίβειν τοῖς Ἰουδαίοις νενομοθέτηται· Ὀστοῦν γὰρ αὐτοῦ, φησὶν, οὐ συντριβήσετε. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος. Ἴδιον λύπης
35τὸ εἰρημένον· γέγραπται γάρ· Ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Ἐλυπεῖτο δὲ ὑπέρ τε τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ προδότου, ὅτι δὴ ἀπωλείᾳ παρελαμ‐ βάνοντο διὰ τὴν εἰς αὐτὸν ἀσέβειαν. [Καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐσκέδα‐
40σται, φησὶ, καὶ διεσκορπίσθη τὰ τέως ἐν ὀστῶν τάξει τὴν περὶ τὸν διδάσκαλον συμπληροῦντα σύνταξιν· ἀφέντες γὰρ αὐτὸν οἱ μαθηταὶ ἔφυγον, τὸ κατὰ πεδίον ἀφιέμενον ὕδωρ μιμησάμενοι.] Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ
45γλῶσσα κεκόλληται τῷ λάρυγγί μου. Σημαίνει διὰ τούτων τὴν ἐπὶ τῷ τιμίῳ σταυρῷ συμβᾶσαν αὐτῷ δίψαν, ὅτε καὶ αἰτήσαντι πιεῖν, ὄξος προσήνεγκαν αὐτῷ μετὰ χολῆς. [Διὸ λέγει· Καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου.] Καὶ εἰς χοῦν θανά‐

27

.

133

(50)

του κατήγαγές με. Χάριτι γὰρ Θεοῦ ὑπὲρ παντὸς ἐγεύσατο θανάτου. Οὐ γὰρ εἰς θάνατον, ἀλλ’ εἰς χοῦν θανάτου κατήχθη ὁ Χριστός· οὐκ ἐγκατελείφθη γὰρ ἡ ψυχὴ αὐτοῦ εἰς τὸν ᾅδην, οὐδὲ σὰρξ αὐτοῦ εἶδε δια‐ φθοράν.
55 Ὅτι ἐκύκλωσάν με κύνες πολλοί. Πάλιν τοὺς ἄρχοντας σημαίνει. Ὤρυξαν χεῖράς μου καὶ πόδας
μου. Διὰ τοὺς ἐν σταυρῷ ἥλους φησίν.

27

.

136

Ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Ψηλαφῶντες κατὰ τὸ εἰκὸς ἅπαν αὐτοῦ τὸ σῶμα, καὶ ἀναμετροῦν‐ τες ἕκαστον τῶν ὀστέων, ἵνα ἴδοιεν οὗ τοὺς ἥλους πῆ‐ ξαι χρή. Αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.
5Ἀντὶ τοῦ, ἐπεγέλασαν. Ταῦτα δέ φησι διὰ τὴν κοκ‐ κίνην χλαμύδα καὶ τὸν ἐξ ἀκανθῶν στέφανον, καὶ τὸν ἀντὶ σκήπτρου κάλαμον. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Σαφῶς ταῦ‐ τα ἐν τοῖς Εὐαγγελίοις ἐγράφη.
10 Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν σου ἀπ’ ἐμοῦ. Μεθίστησι τοὺς λόγους εἰς προσευχήν. [Σοῦ, φησὶ, βοηθοῦντος καὶ ἀντιλαμβανομένου, τρι‐ ταῖος ἀναστὰς, ματαίαν αὐτῶν τὴν ἐπιβουλὴν ἀπο‐ δείξω.] Ὑποτύπωσις ἡμῖν γενόμενος, ὡς δεῖ ἐν τοῖς
15πειρασμοῖς ἐπικαλεῖσθαι Θεὸν, καὶ μὴ καταπίπτειν εἰς ἀκηδίαν, μηδὲ ἐκλύεσθαι ὑπὸ τῶν θλίψεων.
18 Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου. Τὴν κα‐ κίαν τῶν Ἰουδαίων καὶ τὴν ἄνοιαν διὰ τούτων σημαί‐
20νει διὰ ῥομφαίας καὶ χειρὸς κυνὸς καὶ λέοντος καὶ κεράτων μονοκερώτων. Καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Τὰ ἐκ τούτου τοῦ κυνὸς γενόμε‐ να χεῖρα, καὶ αὐτὸν κύνα ὀνομάζει· Οὐ καλὸν γὰρ, φησὶν, ἐστὶ λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ
25βαλεῖν τοῖς κυναρίοις. [Ῥομφαία δὲ εἴη ἂν καὶ ὁ διάβολος, ἀεὶ τιτρώ‐ σκειν ἐπιχειρῶν. Μονογενῆ δὲ λέγει αὐτοῦ τὴν ψυχὴν, διὰ τὸ μεμονῶσθαι καὶ κεχωρίσθαι τῶν ἄλλων ψυχῶν· πᾶσαι μὲν γὰρ ἐκεῖναι ἔγνωσαν ἁμαρτίαν,
30ἐκείνη δὲ οὔ· καὶ διὰ τὸ μόνην ἀεὶ τοῦ Θεοῦ Λόγου ἕνωσιν ἔχειν καθ’ ὑπόστασιν μετὰ τῆς σαρκός. Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἐκ δύο τῶν ἐναντίων, τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος. Ἐκείναις δὲ ἐκ διαλειμ‐ μάτων ἐπιφοιτᾷ. Τάχα δὲ καὶ τὴν παραστᾶσαν Ἐκκλη‐
35σίαν αὐτῷ λέγει μονογενῆ, διὰ τὸ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα ἐκ τῶν ἀμώμων συμπληρουμένην κατὰ προ‐ κοπὴν ἐκ τῶν ἑξήκοντα βασιλίδων καὶ ὀγδοήκοντα παλλακῶν.]
40 Σῶσόν με ἐν στόματος λέοντος, καὶ ἀπὸ κερά‐ των μονοκερώτων τὴν ταπείνωσίν μου. Διηγήσο‐ μαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Ἐδίδασκε γὰρ ἡμᾶς τὸν φύσει καὶ ἀληθείᾳ Θεὸν καὶ ὁμοούσιον αὐτοῦ Πατέρα.
45Πάλιν ὡς ἄνθρωπος ἥνωται διὰ τῆς Ἐκκλησίας. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν· ἅπαν τὸ σπέρμα Ἰακὼβ, δοξάσατε αὐτόν. Ἐπει‐ δὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους καὶ ἐκείνους εἰς τὸν ὕμνον

27

.

136

(50)

ἐγείρει· τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνομάζων Ἰα‐ κώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς ἀρετῆς, ὡς ἀρ‐ κούσης ἀντὶ γένους κοσμῆσαι. Οὕτω καὶ Ἰουδαίους τοὺς ἐξ ἐθνῶν τῷ νόμῳ προσιόντας ἔθος ἦν ὀνομάζειν. Καὶ τοῦτο ἡμᾶς ἡ τῶν Πράξεων ἱστορία διδάσκει
55δημηγορῶν γὰρ ὁ θεῖος Ἀπόστολος οὕτως ἔφη· Ἄν‐ δρες Ἰσραηλῖται, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν
Κύριον.

27

.

137

Ὅτι οὐκ ἐξουδένωσεν. Ἃ κατώρθωσεν ἡμῖν δι’ ἑαυτοῦ ὁ Μονογενὴς ἐκδιδάσκει σαφῶς. Παρὰ σοῦ ὁ ἔπαινός μου Ἔπαινον τὴν δοξολογίαν φησίν· ἔστι δὲ ταύτην παρὰ τοῦ Πατρὸς γενομένην
5ἰδεῖν, ὅτε ἦλθε φωνὴ ἄνωθεν λέγουσα· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. [Ἢ ὅτι ὥσπερ ἐγώ σε δῆλον τοῖς ἀνθρώποις ἐποίησα, οὕτω καὶ σὺ πάντως τὴν αὐτήν μοι προσάγεις τιμὴν, νῦν μὲν λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου· νῦν δὲ ἀποκαλύπτων Πέτρῳ καὶ τοῖς
10λοιποῖς.] Τὰς εὐχάς μου ἀποδώσω. Εὐχὴ ἡ ἐπαγ‐ γελία παρὰ τῇ θείᾳ ὀνομάζεται Γραφῇ. Οὐκοῦν τῆς ὑπακοῆς ἐκπλήρωσις ἡ γενομένη παρὰ τοῦ Υἱοῦ τῷ Πατρὶ μέχρι θανάτου ὡσαύτως ἂν νοηθείη, ἀποδο‐ θείσης τῆς εὐχῆς παρ’ αὐτοῦ τῷ Πατρί. [Εὐχὴ μὲν
15ἡ ἐπαγγελία παρὰ τῇ θείᾳ ὀνομάζεται Γραφῇ· Οὐκοῦν ἡ τῆς ὑπακοῆς ἐκπλήρωσις ἡ γενομένη παρὰ τοῦ Υἱοῦ Πατρὶ, καὶ τοῦτο μέχρι τοῦ θανάτου σαρκός. Ὡσαύ‐ τως ἂν νοηθείη ἀποδοθείσης τῆς εὐχῆς παρ’ αὐτοῦ τῷ Πατρί.]
25 Φάγονται πένητες, καὶ ἐμπλησθήσονται. Προσ‐ αγόρευσις τῆς τῶν ἐθνῶν κλήσεως διὰ τούτων ση‐ μαίνεται. Καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Βασιλεῦσαι λέγεται τῶν ἐπὶ γῆς,
30καίτοι βασιλεὺς πάντων ὢν καθὸ Θεὸς, διὰ τὸ ἐπιστρέ‐ ψαι αὐτοὺς ἐκ τῆς τῶν δαιμόνων πλάνης εἰς τὴν αὐ‐ τοῦ πίστιν, καὶ εὐγνωμοσύνην καὶ δικαιοσύνην. Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπό‐ ζει τῶν ἐθνῶν. Οὐ γὰρ μόνον Ἰουδαίων Θεὸς ὁ Θεὸς,
35ὡς ἐκεῖνοι νομίζουσιν, ἀλλὰ πάσης τῆς ἀνθρωπίνης φύσεως ποιητής. Τοῦτο καὶ ὁ Ἀπόστολός φησιν· Ἧ Ἰουδαίων ὁ Θεὸς μόνον; Οὐχὶ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτο‐ μὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
40 Ἔφαγον, καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς. Τὴν πνευματικὴν δηλονότι τροφήν. Πίονας δὲ αὐτοὺς καλεῖ διὰ τὸ εὐτραφὲς τῶν θείων λογίων. Ἐνώπιον αὐτοῦ πεσοῦνται πάντες οἱ καταβαί‐ νοντες εἰς γῆν. Τοῦτό φησι, διὰ τὸ κλίνειν αὐτῷ γό‐
45νυ τοὺς πιστεύοντας. Οὗτοι δὲ οἱ πιστεύσαντες πάλαι ἦσαν. Οἱ καταβαίνοντες εἰς τὴν γῆν· τουτέστιν οἱ πεσόντες εἰς ὄλεθρον καὶ φθορὰν, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, καὶ τὸ σπέρμα μου

27

.

137

(50)

δουλεύσει αὐτῷ. Ἁγία γὰρ καὶ ἄμωμος ἡ Χριστοῦ γέγονε ζωὴ, ἣν πεποίηται μετὰ σαρκὸς ἐπὶ γῆς. Μό‐ νος γὰρ αὐτὸς οὐκ ἐποίησεν ἁμαρτίαν, καίτοι καθ’ ἡμᾶς γεγονὼς, καὶ σάρκα λαβὼν τὴν φιλαμαρτήμονα. Σπέρμα δὲ Θεοῦ νοηθεῖεν ἂν οἱ δι’ αὐτοῦ κεκλημένοι
55διὰ τῆς πίστεως. Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Καὶ ταῦτα περὶ τῶν ἐθνῶν ση‐
μαίνει.

27

.

140

Λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. Ὅμοιον τὸ, Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, ἀλλὰ ἐκ Θεοῦ ἐγγενήθησαν.
4tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΒʹ.
5tὙπόθεσις·
6ᾌδεται ὁ προκείμενος ψαλμὸς ἐκ προσώπου τῶν ἐθνῶν ἀγαλλομένων ἐπὶ τὸ ποιμᾶναι αὐτοὺς τὸν Κύριον. Καὶ μὴν καὶ μυστικὴν ἐξηγοῦνται εὐωχίαν, ἣν παρ‐ έθηκεν αὐτοῖς αὐτὸς ὁ ποιμαίνων αὐτούς.
13 Κύριος ποιμαίνει με. Μέγα ἐπὶ τῷ Κυρίῳ φρο‐ νοῦσιν οἱ παρ’ αὐτοῦ ποιμαινόμενοι.
15 Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Ἐν ὡραιότητι πόας κατεσκήνωσέ με, τὴν νοητὴν πόαν φησίν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ὕδωρ ἀναπαύσεως νοηθείη ἂν τὸ τοῦ ἁγίου βαπτί‐ σματος, ἅτε δὴ τὸ φορτίον ἐξαλεῖφον τῶν ἁμαρτιῶν.
20 [Ταῦτα παρέσχε μοι, φησὶ, πρότερον τῆς ψυχῆς ἐπι‐ μεληθεὶς, καὶ ἐκ τῆς ἀνοδίας ἐπιστρέψας πρὸς τὸ τὴν εὐθεῖαν ὁδὸν ὁδεύειν.] Τὴν ψυχήν μου ἐπέστρεψεν. Ἐκ τῆς αἰχμαλω‐ σίας τοῦ διαβόλου ἐπιστρέψας πρὸς ἑαυτὸν τὴν ψυχήν
25μου, ὡδήγησεν ἐπὶ τὰς ἐντολὰς αὐτοῦ ἐκ θανάτου εἰς ζωήν. [Ὡς παρεκλείπων πάλαι τὴν ἰδίαν ψυχὴν, διὰ τῆς εἰρημένης τροφῆς ἀναλαβὼν ἑαυτὸν, καὶ ἐπι‐ στρέφων ἐκ θανάτου, φησί· Τὴν ψυχήν μου ἐπ‐ έστρεψε ἐπὶ τρίβους δικαιοσύνης· τὰ εὐαγγελικά
30φησι δόγματα. Ἐὰν πορευθῶ ἐν μέσῳ σκιᾶς θανά‐ του, ὡς πρὸς τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Χριστόν φησι ῥάβδον δυνάμεως, καὶ ῥάβδον εὐκλεῆ, καὶ ῥάβδον μεγαλότητος. Ὥσπερ ῥάβδος παιδεύει, οὕτω καὶ πρακτικὴ μετριοπαθεῖν ἐκδιδάσκει.] Τὰ εὐαγγε‐
35λικά φησι δόγματα. Ἡ ῥάβδος σου καὶ ἡ βακτήρια σου, αὐτά με παρεκάλεσαν. Αὐτὸν τὸν Χριστόν φησιν. Καὶ τό· Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Καὶ ῥάβδος εὐκλεὴς, καὶ ῥάβδος μεγαλώτα‐
40τος. Ῥάβδος ἡ παιδευτικὴ δύναμις· βακτηρία δὲ ἡ διὰ τῆς παρακλήσεως ἀντίληψις. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Καὶ τοῦτο τὸ χρίσμα τὸ μυστικόν. Καὶ τὸ ποτήριόν σου μεθύσκον με. Πάλιν τὴν μυστικὴν εὐφροσύνην φη‐
45σίν. Καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας. Οἱ γὰρ τῶν προλεχθέντων ἁπάντων μετα‐ λαβόντες ἔσονται διαπαντὸς ἐν τῷ ἐλέει τοῦ Θεοῦ· καὶ μὴν καὶ κατοικήσουσιν ἐν τῷ οἴκῳ αὐτοῦ. [Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν. Τράπεζαν

27

.

140

(50)

τὴν μυστικὴν λέγει, καὶ τὸ ἔλαιον τὸ χρίσμα μυστι‐ κὸν, καὶ τὸ ποτήριον λέγει.]
52tΕἰς τέλος ΨΑΛΜΟΣ τῷ Δαυῒδ τῇ μιᾷ τῶν Σαββά‐
53tτων. ΚΓʹ.
54tὙπόθεσις.
55Τὴν ἀνάληψιν τοῦ Κυρίου ὁ παρὼν ἡμῖν κηρύττει ψαλμὸς καὶ τῶν ἐθνῶν διδασκαλίαν· πῶς ἂν καὶ
αὐτοὶ ἄξιοι γένωνται τῶν ἐπουρανίων σκηνῶν.

27

.

141

(8)

Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Τὴν βασιλείαν ἣν ἐβασίλευσε τῶν ἐθνῶν ἐπιδημήσας ὁ
10μονογενὴς τοῦ Θεοῦ Λόγος, διὰ τῶν παρόντων κη‐ ρύττει. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Ἵνα μή τις τῶν ἐχθρῶν δόξῃ εἶναι μὲν τὴν γῆν τοῦ Σα‐ τανᾶ, νυνὶ δὲ αὐτῆς βασιλεῦσαι τὸν Χριστὸν, τούτου
15χάριν τὸν Χριστὸν αὐτῆς ποιητὴν ἀποδείκνυσιν, ἅμα δὲ καὶ τὴν δύναμιν αὐτοῦ δηλοῖ, ὥστε τοσοῦτον μέ‐ γεθος τῆς γῆς ἐπὶ ὑδάτων στηριχθῆναι. Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Ἀντὶ τοῦ, διεκό‐ σμησεν.
20 [Τότε γὰρ ἕδραν ἡ Ἐκκλησία λαμβάνει, ὅταν τρι‐ κυμιῶν προσβαλουσῶν, ἄσειστος διαμείνῃ κατὰ τὴν πίστιν, Καὶ ἐπὶ ποταμῶν· ὥστε καὶ ποταμοὺς τὰς διεξόδους ἀκωλύτως ποιεῖσθαι, ὄρη τε καὶ ἄλση ζωῆς ἀπονέμεσθαι, χώρας καὶ πεδιάδας εἰς οἰκίας καὶ
25γεωργίας ἀνθρώποις ἀφωρίσθαι.] Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; Μετὰ τὸ ἐκθέσθαι τὴν πίστιν, καὶ ἔργων διδασκαλίας ἐξηγεῖται, ἵνα δι’ ἀμφοτέρων τῆς ὄντως κληρονομίας ἐπιτύχωμεν οἱ ἀκούοντες.
30 Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ. Περὶ τού‐ του εἴρηται ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ. Ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὑτοῦ. Μα‐ ταίωσιν τὴν ὑψηλοφροσύνην φησί. Καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὑτοῦ.
35 Οὗτος λήψεται εὐλογίαν. Τὸν τοιοῦτον γενόμε‐ νον ἀθῶον χερσὶ καὶ καθαρὸν τῇ καρδίᾳ, καὶ ἐπὶ δόλῳ μὴ ὠμοκότα, ὑπισχνεῖται τὰς παρὰ Θεοῦ ληψό‐ μενον δωρεὰς, ἤτοι εὐλογίαν καὶ ἔλεος.
40 Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον. Ἡ τὰ προειρημένα φυλάξασα γενεά φησιν. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. Οἱ διακονοῦν‐ τες τῷ Σωτῆρι ἐπὶ γῆς ἄγγελοι, ἀναλαμβανομένου αὐτοῦ, ταῖς οὐρανίαις δυνάμεσι δηλοῦσιν ἀνοίγειν
45τὰς πύλας. [Κύριος κραταιὸς καὶ δυνατός. Ξενίζονται δὲ αἱ δυνάμεις, ὁρῶσαι μετὰ σαρκὸς αὐτὸν ἐμψυχωμένης ψυχῆς νοερᾶς. διὸ καὶ πυνθάνονται.]

27

.

141

(50)

Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ἐρω‐ τῶσιν αἱ ἄνω δυνάμεις, τὸ παράδοξον τῆς οἰκονομίας ἐκπληττόμεναι. Κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. Μυσταγωγοῦσι τοὺς ἄνω οἱ σὺν αὐτῷ ἀνελθόντες ἄγγελοι τὸ μυστήριον, ὅτι ὁ
55καταπατήσας τοὺς ἐχθροὺς τοὺς νοητοὺς δηλονότι,
αὐτός ἐστιν ὁ τῶν δυνάμεων Κύριος.

27

.

144

(1t)

ΨΑΛΜΟΣ τῷ Δαυίδ. ΚΛʹ.
2tὙπόθεσις.
3Ἐν τῷ προκειμένῳ ψαλμῷ τὸ ἑκάστου τῶν κεκλη‐ μένων εἰσφέρεται πρόσωπον· ἤγουν αὐτῶν τῶν
5 συνειλεγμένων εἰς τὴν πνευματικὴν ἀπευθύνεσθαι ζωήν. Ἐν καιρῷ δὲ μαρτυρίου λεκτέον τούτους τοὺς λόγους. Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου. Ὡς ἀπο‐ στραφέντες ἤδη τῆς εἰδωλολατρείας φασίν.
10 Μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί. Οἱ νοη‐ τοὶ δηλονότι. Ἐχθρὸς δὲ ὁ διάβολος μετὰ δαιμονίων καὶ τῶν ἀσεβούντων ἀνθρώπων. Ἴσως δὲ καὶ προορᾷ τοῦ Σωτῆρος τὴν ἐνανθρώπησιν, μεθ’ ἣν καὶ τῶν ἐχθρῶν
15πέπαυται λόγος [γέλως]. [Ἐγενήθην τοῖς ἀνόμοις ὡς ἄνομος. Αὕτη γὰρ ἡ ἀνομία οὐ διακενῆς ἐγένετο.] Καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ κατ‐ αισχυνθῶσιν. Ἀπὸ τῶν ἤδη πεποιθότων ἐπὶ Θεῷ
20καὶ γενομένων λαμπρῶν, διὰ τὸ τὴν πεποίθησιν ἔχειν τῆς εὐχῆς ἐπιτεύξασθαι, διισχυρίζεται. Αἰσχυν‐ θήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Ταῦτα περὶ τῶν ἤδη κατεχομένων ἐν εἰδωλολατρείᾳ φησίν. [Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες, ἀπὸ τῶν ἤδη
25πεποιθότων ἐπὶ Θεῷ καὶ γενομένων λαμπρῶν, διὰ τὸ τὴν πεποίθησιν ἔχειν τῆς εὐχῆς ἐπιτεύξασθαι. Ἰσχυ‐ ρίζονται οἱ ἀνομοῦντες διακενῆς. Ταῦτα περὶ τῶν ἔτι κατεχομένων ἐν εἰδωλολατρεία.]
30 Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι. Τὰ εὐαγ‐ γελικὰ δόγματά φησιν. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειαν. Ὡς μηδὲ φθά‐ σας ἐπὶ τὴν ἀλήθειαν ταῦτά φησιν. Καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου. Τοῦ προφήτου, μη‐
35δέπω ἐγνωκότος τὰς ὁδοὺς Κυρίου, μηδὲ διδαχθέντος πορεύεσθαι τρίβους αὐτοῦ, καὶ ὡς μηδέπω ὁδηγη‐ θέντος ἐπὶ τὴν ἀλήθειαν τοῦ Θεοῦ, μηδὲ διδαχθέντος περὶ Θεοῦ ὡς Σωτῆρος, οὕτως εὐχομένου, τίς οὐκ εὐλαβηθήσεται τὸ, Οὐαὶ οἱ σοφοὶ ἐν ἑαυτοῖς, καὶ
40ἐνώπιον αὑτῶν ἐπιστήμονες; Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ μνησθῇς. Νεότητα τὴν ἀφροσύνην φησίν. Ἀφροσύνη δὲ σαφὴς ὁ τῆς εἰδωλολατρείας αὐτῶν καιρός. Καὶ ἄλλως ἁμαρτίας τοῦ λαοῦ τὰς ἐν Αἰγύπτῳ· καὶ γὰρ
45εἰδωλολάτρευσαν ἐκεῖ. Μὴ οὖν ἐκείνων τῶν ἁμαρτη‐ μάτων νῦν μνησθῇς, ἀλλὰ τῆς φιλανθρωπίας, δι’ ἧς καὶ τότε ἀγνοοῦντας ἐφιλανθρωπεύσαι καὶ ἠλέησας. Ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Οὐ γὰρ διὰ τὴν ἐμὴν ἀξίαν, ἀλλὰ διὰ τὴν σὴν φιλανθρωπίαν

27

.

144

(50)

τούτου τυχεῖν ἱκετεύω. Διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Φωτίσει ἁμαρτωλούς· ὑποδείξει ἁμαρτάνουσιν ὁδόν. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια. Οἱ γὰρ διηνεκῶς τοῖς θείοις ἐντρεφόμενοι λόγοις μαν‐
55θάνουσιν ἀκριβῶς δι’ ἐκείνων, ὡς πᾶσαι τοῦ Σωτῆ‐
ρος Χριστοῦ Θεοῦ ἡμῶν οἰκονομίαι ἐλέῳ καὶ ἀληθείᾳ

27

.

145

συγκέκρανται· τοῖς γὰρ μεταμελομένοις ἐφ’ οἷς ἐπλημμέλησαν τὸν ἔλεον καὶ τὴν συγγνώμην ὀρέγει τοὺς δὲ ἀηττήτους τῆς ἀρετῆς ἀθλητὰς ἀνακηρύττει καὶ στεφανοῖ σὺν ἀληθείᾳ τὴν ψῆφον ἐκφέρων· καὶ
5μέντοι καὶ τοῖς παρανομίᾳ συνεζηκόσι, καὶ μεταμε‐ λείᾳ μὴ χρησαμένοις κατὰ τοὺς τῆς ἀληθείας ὅρους ἐπιφέρει τὰς τιμωρίας. [Καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Αἱ πράξεις, φησὶν, αἱ γενόμεναι πρόξενοι αὐτῷ τοῦ
10κληρονομῆσαι τὴν νοητὴν γῆν γενήσονταί γε σπέρμα τῶν ἀγαθῶν ἀνδρῶν, δι’ ὧν τοὺς κατὰ Θεὸν γεννω‐ μένους φησίν. Ἐπίβλεψον ἐπ’ ἐμέ. Δεῖ γὰρ μὴ ὑπτίους εἶναι καὶ ἀναπεπτωκότας, θαῤῥοῦντας τῷ ἐλέει τοῦ
15Θεοῦ, ἀλλὰ καὶ ἡμᾶς εἰσφέρειν τὸν διὰ τῶν ἔργων πόνον.]
21 Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτόν· καὶ διαθήκη αὐτοῦ δηλώσει αὐτούς. Ἡ εὐαγγε‐ λική. Τί δὲ δηλώσει; ἢ τὴν σωτηρίας ὁδόν. Πᾶσα γὰρ, φησὶ, νομοθεσία τοῦ Θεοῦ πρὸς τοῦτο βλέπει,
25πρὸς τὸ ἐν ἀπολαύσει τοὺς ἀγαθοὺς ποιεῖν ὧν προεί‐ λαντο. Τοῦτο γὰρ λέγει· Δηλώσει αὐτοῖς, ἀντὶ τοῦ, ἐν ἀπολαύσει αὐτοὺς καταστήσει ὧν προείλαντο. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν. Πολλοῖς, φησὶν, ἀλγεινοῖς πανταχόθεν περιστοιχίζο‐
30μαι. Ταύτην μου τοίνυν τὴν ταπείνωσιν καὶ τὴν τα‐ λαιπωρίαν ταῖς ἐμαῖς ἀντιταλαντεύσας παρανομίαις, δὸς τὴν ἄφεσιν, καὶ τὴν συγγνώμην πάρασχε. Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ἐκ τῶν συνεχῶν μου.
35 Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου. Δεῖ γὰρ μὴ ὑπτίους εἶναι καὶ ἀναπεπτωκότας, θαῤ‐ ῥοῦντας τῷ ἐλέει τοῦ Θεοῦ· ἀλλὰ γὰρ εἰσφέρειν τὸν διὰ τῶν ἔργων πόνον. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν. Καὶ
40ἀπὸ τῆς ἀδικίας τῶν ἐχθρῶν εἰς ἔλεον ἐκκαλεῖται τὸν Θεόν. Ἄκακοι καὶ εὐθεῖς ἐκολλῶντό μοι. Καὶ τοῦτο ἴδιον ἀρετῆς, τὸ μισεῖν μὲν τῶν φαύλων τὰς συν‐ ουσίας, τοὺς δὲ τὴν ἰσότητα τιμῶντας καὶ εὐθύτητι
45χρωμένους συνήθεις ἔχειν καὶ φίλους· τοῦτο γὰρ καὶ ὁ προφήτης ἔφη πεποιηκέναι, ἅτε δὴ θεραπεύειν τοῦτο τὸν Δεσπότην ἡγούμενος.
48tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΕʹ.
49tὙπόθεσις.

27

.

145

(50)

Τῶν πεπιστευκότων εἰς Χριστὸν εἰσφέρεται τὸ πρόσ‐ ωπον ἀρνουμένων καὶ διισχυριζομένων ἐπὶ τῇ κα‐ ταστάσει τῆς κοινωνίας τῶν Ἰουδαίων τῶν συν‐ εληλυθότων κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ.
55 Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπο‐ ρεύθην. Ἀκακίαν καλεῖ τὸ μὴ μετασχεῖν τῆς φαυλό‐
τητος καὶ τῆς ἀπονοίας τῶν Ἰουδαίων. Καὶ ἐπὶ τῷ

27

.

148

Κυρίῳ ἐλπίζων οὐ μὴ ἀσθενήσω. Βεβαίαν, φησὶν, ἕξω τὴν στάσιν εἰς σὲ τὰς ἐλπίδας τῆς σωτηρίας ἀπογραψάμενος. Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με. Εἰ ἐξ‐
5ετάσῃς τῆς ψυχῆς μου τὰ βάθη, φησὶν, ἐπὶ τῷ σῷ μόνῳ εὑρήσεις ἐλέει πάντα μου τῆς διανοίας τὸν πό‐ νον ἐπανέχοντα. Τοῦτο δὲ ποιῶν εὐάρεστος ἔσομαι παρὰ σοὶ τὴν σὴν ἀγαπήσας ἀλήθειαν.
14Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος. Σα‐
15φῶς ἐπὶ τοῦ εἰδότος τὰς καρδίας ἐτάζειν τὸ τῶν πα‐ ρανομωτάτων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἀρνεῖ‐ ται συνέδριον. Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Καθαρὸς ἔσομαι, φησὶ, τῶν μιαιφόνων αὐτῶν πράξεων. Καὶ
20κυκλώσω τὸ θυσιαστήριόν σου, Κύριε. Σαφῶς ἐν τούτοις τὴν λογικὴν ἀνακηρύττει λατρείαν. Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου. [Ποθῶ, φησὶ, τὸν θεῖον οἶκον ἰδεῖν, τὸν τὴν σὴν ἀποστίλ‐ βοντα χάριν.] Εὐπρέπεια τοῦ οἴκου οἱ διαπρέποντες
25ἐν τῇ Ἐκκλησίᾳ διὰ θεοσεβείας. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου. Ἔξω τῆς κολάσεως γενέσθαι εὔχεται τῆς ἀποκειμέ‐ νης τοῖς Ἰουδαίοις. Ὧν ἐν χερσὶν αἱ ἀνομίαι, ἡ δεξιὰ αὐτῶν ἐπλή‐
30σθη δώρων. Ἢ ὡς καὶ αὐτῶν δώροις παρακρινόντων τὸ δίκαιον, ἢ διὰ τὸ δώροις τὸν προδότην ἐξωνήσασθαι· ἢ ἐπειδὴ ἡρπάζοντο ἀνομίαν· διὰ τοῦτο τὴν δεξιὰν αὐτῶν ἐπλήρουν δώρων.
34tΨΑΛΜΟΣ τοῦ Δαυῒδ πρὸ τοῦ χρισθῆναι. Κϛʹ.
35tὙπόθεσις.
36Περιέχει ὁ ψαλμὸς κατήχησιν κατ’ ἐχθρῶν, ἀφ’ ὧν ἤδη ἐδέξατο παρὰ Θεοῦ γινωσκομένην, καὶ αἴτησιν δευτέρων ἀγαθῶν μετ’ ἐξομολογήσεως. Τὸ δὲ, πρὸ τοῦ χρισθῆναι, ἐκεῖνο σημαίνει, ὅτι, τῷ
40Πνεύματι τῷ θείῳ προεωρακὼς, ὡς χρισθήσεται μὲν εἰς βασιλέα, περιπέσει δὲ τοῖς πειρασμοῖς, ἀνδρείᾳ περιζωσάμενος τὴν ὀσφὺν εὖ μάλα περὶ τοὺς κινδύνους ἀντισοῦσθαι διαβεβαιοῦται.

27

.

148

(50)

Κύριος φωτισμός μου καὶ Σωτήρ μου, τίνα φο‐ βηθήσομαι; Κατευμεγεθεῖ τῶν ἀντικειμένων δυνά‐ μεων τῷ φωτὶ τοῦ Κυρίου θαῤῥήσας. Ὑπὸ σοῦ, φησὶ, φωτιζόμενος πάντων ὁμοῦ τῶν πολεμούντων
καταφρονῶ.

27

.

149

Ἐν τῷ ἐγγίζειν ἐπ’ ἐμὲ κακοῦντας. Προσῆλθον μὲν, φησὶ, διαφθεῖραι θέλοντες πεπόνθασι δὲ ὃ δρᾶ‐ σαι ἤλπισαν. Τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου. Καὶ γὰρ ἁγιο‐
5πρεπὴς ἡ αἴτησις γέγονε, καὶ Θεῷ δοῦναι ἀξία. Τῷ θεωρεῖν με τὴν τερπνότητα Κυρίου. Ἐν ταύτῃ, φησὶν, εὔχομαι διαπαντὸς οἰκεῖν, ἐν ᾗ καὶ τῆς σωτη‐ ρίας ἐπέτυχον. Ἐν πέτρᾳ ὕψωσέν με. Σαφῶς ὁ Παῦλος τὴν πέτραν
10εἶναι τὸν Χριστὸν διισχυρίζεται. ᾌσω καὶ ψαλῶ τῷ Κυρίῳ. Σαφῶς τὴν τοῦ, Ἅγιος, ἅγιος, ἅγιος, ἀνακη‐ ρύττει λατρείαν. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου. Ἀντὶ τοῦ, Εὐχαριστῶ σοι ὑπὲρ τῶν παρεληλυθότων, δεηθήσομαι
15δὲ ὑπὲρ τῶν ἑξῆς. Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου. Τὸν εὐαγγελικὸν νόμον εὔχεται γυμνωθῆναι αὐτῷ· αὐτὸς δὲ γὰρ ἦν καὶ ἡ εὐθεῖα ὁδός. Καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ. Τουτέστιν ἠσθέ‐
20νησεν ἡ καθ’ ἡμῶν ἀδικία. Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζών‐ των. Τὴν ἄνω Ἱερουσαλήμ φησιν.
23tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΚΖʹ.
24tὙπόθεσις.
25ᾌδει τὸν παρόντα ψαλμὸν ἐκ προσώπου τῶν πιστευ‐ σάντων εἰς Χριστὸν, διὰ δεήσεως εἰς ἐπικουρίαν καλῶν τὸν Θεόν· ἅμα δὲ καὶ τῆς Ἰουδαίων ἀπο‐ νοίας κατάρασιν ἔχει καὶ εὐχὴν τοῦ χωρισθῆναι τῆς χείρονος ἐκείνων μερίδος.
30Πρὸς σὲ, Κύριε, κεκράξομαι ... καὶ ὁμοιωθήσο‐ μαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἔθος τῇ θείᾳ Γραφῇ λάκκον ὀνομάζειν τὸν ᾅδην. Μὴ συνελκύσῃς με μετὰ ἁμαρτωλῶν. Ἁμαρτω‐ λοὺς τὸ τῶν Ἰουδαίων ἔθνος φησὶ, κατὰ τὸ εἰρημέ‐
35νον αὐτοῖς ὑπὸ τοῦ Σωτῆρος· Ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε. Αὐτοὶ δὲ καὶ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι τὸν ἀθῶον καὶ δίκαιον ἀπέκτειναν, ὃν οὐκ ἀποκτεῖναι ὁ νόμος ἐκέλευσεν. Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλη‐
40σίον αὐτῶν. Τοῦτό φησιν, ὅτι, διδάσκαλον καὶ ἀγα‐ θὸν ἀποκαλοῦντες τὸν Σωτῆρα, κακὰ διελογίζοντο κατ’ αὐτοῦ. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου. Ἀντὶ τοῦ, Οὐκ ἠθέλησαν, φησὶ, τὴν οἰκείαν παραδέξασθαι σω‐
45τηρίαν. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Σαφῶς τὴν ἀνάστασιν
ἐν τούτοις κηρύττει.

27

.

152

Καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ. Χριστὸν ἐνταῦθα τὸν χρισθέντα λαὸν εἰς βασίλειον ἱεράτευμά φησιν. Αὐτὸς οὖν, φησὶν, ὁ Κύριος ὑπερ‐ ασπίζει εἰς τὸ σῶσαι τὸν χρισθέντα δι’ αὐτοῦ καὶ εἰς
5αὐτὸν λαόν. Καὶ ποίμανον αὐτοὺς, καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος. Αὐτὸς γὰρ ἡμᾶς ποιμανεῖ, πέμψας ἡμῖν ἀντ’ αὐτοῦ καὶ ὡς ἑαυτὸν τὸν Παράκλητον. Καὶ μὴν καὶ ἐπαίρει, τουτέστιν ὑψηλοὺς ἀποφαίνει εἰς
10τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας.
11tΨΑΛΜΟΣ τῷ Δαυῒδ ἐξόδου Σκηνῆς. ΚΗʹ.
12tὙπόθεσις.
13Ὁ παρὼν ᾄδεται ψαλμὸς, ἐκβαλλομένων μὲν τῶν ἐξ Ἰσραὴλ, ἀντεισαγομένων δὲ τῶν ἐθνῶν. Τοῦτο δὲ
15 δηλοῖ καὶ ἡ ἐπιγραφὴ ἡ λέγουσα, Ἐξόδου Σκηνῆς, σαφῶς τὴν ἔξοδον αὐτῶν ἡμῖν κατασημαίνουσα. Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ. Υἱοὺς Θεοῦ τοὺς ἁγίους ἀποστόλους καλεῖ ἐδίδαξε γὰρ αὐτοὺς λέγειν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Ἐνέγκατε τῷ
20Κυρίῳ υἱοὺς κριῶν. Υἱοὺς κριῶν τοὺς κληθέντας δι’ αὐτῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους εἰς τὴν πίστιν τὴν ἐν Κυρίῳ σημαίνει· ἢ καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκό‐ τας, ἅτε δὴ φύντας ἐξ ἀλόγων πατέρων. Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Δόξαν μὲν φέρει τις τῷ
25Κυρίῳ ἀγαθοεργῶν, κατὰ τὸ εἰρημένον· Ὅπως ἴ‐ δωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πα‐ τέρα ὑμῶν. Τιμὴν δὲ πάλιν, ἀγαθὰς ἐπιτηδεύων πράξεις, κατὰ τὸ εἰρημένον· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων.
30 Προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Σαφῶς διὰ τούτων ἡμῖν παρακελεύεται, ὡς ἔξω τῆς ἐκκλησίας οὐ δεῖ προσκυνεῖν. Τοῦτο δέ φησι διὰ τὰς τῶν ἑτεροδόξων συναγωγάς. [Προσκύνησις δὲ οὐ χρὴ ἔξω τῆς ἐκκλησίας, ἀλλ’ ἐν αὐτῇ τῇ αὐλῇ τοῦ
35Θεοῦ τελουμένη. Μή μοι, φησὶν, ἰδίας αὐλὰς καὶ συναγωγὰς ἐπινοεῖτε· μία ἐστὶν αὐλὴ ἡ ἁγία Θεοῦ.] Δυνατὸν δὲ αὐλὴν ἐπαναβεβηκότας νοῆσαι τὴν ἐπ‐ ουράνιον διαγωγήν. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ὕδατά φησι τῶν
40διὰ τούτων σωζομένων τὰ πλήθη. Ὕδατα οἱ ἅγιοι, διόπερ ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτῶν· τουτέστι πνευματικὴ διδασκαλία, δι’ ἧς ἄρδουσι τοὺς ἀκούοντας. Ἐπὶ τῶν τοιούτων οὖν ὑδάτων ὁ Κύριος. Ἀλλὰ καθ’ ἱστορίαν Ἠλίας μετὰ τὴν ἀβροχίαν ἤκουε
45φωνὴν ὑδάτων πολλῶν. Τὴν γενομένην φησὶν ἐν τῷ Ἰορδάνῃ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ λέγουσαν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἣν καὶ βροντῇ παρει‐ κάζει Φωνὴ Κυρίου συντρίβοντος κέδρους. Κέδρους

27

.

152

(50)

ἐν τούτοις τὰς ἀντικειμένας δυνάμεις φησίν. Καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου. Κέ‐ δρους Λιβάνου τοὺς ὑψηλοὺς τοῦ Ἰουδαίων λαοῦ φη‐ σιν, διὰ τὸ ὠνομάσθαι πολλάκις ἐν τῇ θείᾳ Γραφῇ Λί‐ βανον τὴν Ἱερουσαλήμ.
55 Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβα‐ νον. Ὁ μόσχος τὸ θυσιαστήριον δηλοῖ. Καὶ ὁ ἠγα‐
πημένος ὡς υἱὸς μονοκερώτων. Ὁ ἠγαπημένος,

27

.

153

φησὶ, τῶν ἀποστόλων χορὸς υἱὸς γέγονε μονοκερώ‐ των. Μονοκέρωτες δὲ οἱ ἅγιοι προφῆται καὶ πατρι‐ άρχαι, ὧν υἱοὶ οἱ ἅγιοι ἀπόστολοι· διὰ τὸ ἐπὶ μόνῳ Θεῷ τὸ κέρας καὶ τὴν ἰσχὺν ἔχειν.
5 Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Αὐ‐ τὴν τὴν ἐπαγγελίαν σημαίνει, ἣν τοῖς ἁγίοις ἐπηγ‐ γείλατο λέγων· Καὶ ἐὰν ἐν μέσῳ πυρὸς διέλθῃς, πῦρ οὐ κατακαύσει σε. Φωνὴ Κυρίου συσσείοντος ἔρημον. Τὸ, συσ‐
10σείων ἐνταῦθα εἴρηται ἐπὶ τοῦ ἐξακούστου πάλιν, ὡς τὸ, Εἰσελθόντος τοῦ Ἰησοῦ, ἐσείσθη πᾶσα ἡ πόλις. Ἔρημον δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν λέγει, τὴν πάλαι ἔρημον οὖσαν τῆς τοῦ Θεοῦ γνώσεως. Καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Κάδης
15ἁγία ἑρμηνεύεται. Ἁγία δὲ ἡ Χριστοῦ Ἐκκλησία νοεῖται Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους, καὶ ἀπο‐ καλύψει δρυμούς. Ἔλαφοι μὲν οἱ ἅγιοι· καταρτι‐ ζομένη δὲ ἀντὶ τοῦ, εὐτρεπίζοντος. Αὐτὸς γὰρ τοὺς
20ἁγίους ἀποστόλους εὐτρεπίσας ἐξέπεμψε, κατὰ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. Δρυ‐ μοὺς τὴν Ἐκκλησίαν ἀποκαλεῖ, διὰ τὸ πάλαι ξύλων ἀκάρπων εἶναι μητέρα. [Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
25Ὁ Κύριος, τοὺς ἁγίους ἀποστόλους εὐτρεπίσας ἐξ‐ έπεμψεν, ὥστε τοὺς δαίμονας ἀποσοβῆσαι, καὶ τὰ ἔθνη εἰς ἐπίγνωσιν Θεοῦ ἀγαγεῖν.] Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ. Κατακλυ‐ σμὸν τὸ πλῆθος τῶν πιστευσάντων λέγει κατὰ τὸ εἰ‐
30ρημένον, ὅτι Ἡ σύμπασα γῆ ἐνεπλήσθη τοῦ γνῶ‐ ναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θάλασ‐ σαν. Καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα· ὅμοιον τῷ, Ὅτι αὐτῷ κάμψει πᾶν γόνυ. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει. Ὅμοιον τῷ·
35Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. Ὅμοιον τῷ, Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρή‐ νην τὴν ἐμὴν ἀφίημι ὑμῖν.
40tΨΑΛΜΟΣ ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου εἰς
41tτὸ τέλος τῷ Δαυΐδ. ΚΘʹ.
42Ἐγκαινισμὸς τοῦ οἴκου ἐστὶν, ἤτοι τῆς Ἐκκλησίας, ἢ ὅτε τοῦ ἔξω ἀνθρώπου ἡμῶν φθειρομένου ὁ ἔσω ἀνακαινοῦται.
45tὙπόθεσις.
46Τοῦτον ᾄδει τὸν ψαλμὸν μετὰ τὸ ῥυσθῆναι τῆς ἁμαρ‐ τίας, ὥσπερ ἀνακαινισθείσης αὐτοῦ τῆς ψυχῆς διὰ τῆς μετανοίας, ἣ καὶ οἶκος πάλαι τοῦ ἁγίου Πνεύματος. Ψάλλει δὲ καὶ ὑπὲρ τῆς ἀφέσεως, εὐ‐

27

.

153

(50)

χαριστίας ἀνατιθεὶς, καὶ περὶ τῶν μελλόντων ἀσφαλῆ μένειν ἑαυτὸν εὐχόμενος, καὶ τοῖς ἄλλοις παρέχων διδασκαλίαν, εἴ ποτε ἄρα τι τοιοῦτον συμβῇ, εὐχὰς ἐπὶ τὸν Θεὸν ἀνατείνειν. Ὑψώσω σε, Κύριε, ὅτι ἐπέλαβές με ...
55Ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκ‐
κον. Λάκκον τὸν ᾅδην φησίν.

27

.

156

Καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ Προσήκει, φησὶν, ἐπιτείνειν τοὺς ὕμνους, με‐ μνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ. Οὐκ αὐτοῦ τοῦτο
5βουλομένου ποιεῖν· ἀλλ’ ἑκάστῳ διὰ τῆς ἁμαρτίας ἑαυτῷ ταύτην ἐπεισάγοντος. Τὸ γὰρ αὐτοῦ θέλημα ζωή ἐστιν. Τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός. Τὸ εὐκατόρθωτον τῆς μετανοίας διὰ τούτων σημαί‐ νεται. Οὐδὲν γὰρ τοσοῦτον πλῆθος ἁμαρτιῶν, ὃ μὴ
10ταχέως ἡ μετάνοια εἰς ἀγαλλίασιν ἐκφέρει. Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Τὸ αἴτιον λέγει τῆς πτώσεως. Ἐπειδὴ μέγα, φησὶν, ἐν τῇ εὐημερίᾳ πεφρόνηκα, τούτου χά‐ ριν τετάραγμαι. Γέγονε δέ μοι τοῦτο, οὐ σοῦ με
15προσωθήσαντος, ἀλλὰ ἀποστρέψαντος μόνον τὸ πρόσ‐ ωπον. Ἐπειδὴ τοίνυν ἄνευ τῆς ἰσχύος τῆς σῆς οὐδὲ στῆναι δυνάμεθα, τὸ σὸν πάλιν ἐπιτελῶν θέλημα, τὸ κάλλος μου τῆς ψυχῆς διαλάμπειν παρασκεύασον. Τοῦτο καὶ ὁ Ἀδὰμ ἤλπισεν ἐπὶ τοῦ παραδείσου πρὸ
20τῆς ἀπάτης πολιτευόμενος, καὶ ὁ Ἐζεκίας νενικηκὼς τὸν Ἀσσύριον, καὶ διδάσκει τοῦτο σαφῶς τῶν Παρα‐ λειπομένων ἡ βίβλος, ὑψωθῆναι λέγουσα τὴν καρδίαν Ἐζεκίου τοῦ βασιλέως. Πρὸς σὲ, Κύριε, κεκράξομαι ... Τίς ὠφέλεια ἐν
25τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς δια‐ φθοράν; Δέομαι, φησὶν, ἀναχθῆναι ἐκ τοῦ λάκκου, ἐπειδὴ οὐκ ἐξομολογεῖταί σοι χοῦς. Ἐν δὲ τῷ κατα‐ βῆναί με εἰς διαφθορὰν οὔτε μία τις ὠφέλεια οὔτε ἐμοὶ, οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς
30παρὰ σοῦ ζωῆς· ἄλλοι δὲ οὐδαμῶς ἐτύγχανον τῆς παρ’ ἐμοῦ σωτηρίας. Ἐν δὲ τῷ εἰσακοῦσαί σε τῆς φωνῆς, καὶ μεταβαλεῖν τὸν κοπετὸν εἰς χαρὰν, καὶ περιζῶσαί με εὐφροσύνην, οὐχ ἡ τυχοῦσά μοι γενή‐ σεται ὠφέλεια. Ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυ‐
35τοῦ δόξαν, δι’ αὐτῆς σοι λαλῶ, οὐ μετά τινος φαύλης συνειδήσεως· τοῦτο γὰρ δηλοῖ τό· Οὐ μὴ κατανυγῶ. Διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Σάκκον εἶπε τὸ πένθος, ἐπειδὴ ἔθος τοῖς ἐν πένθει καὶ σάκκῳ κεχρῆσθαι. Ὁ γὰρ σάκκος
40κακίαν καὶ ἀγνωσίαν σημαίνει· ἐπειδὴ καὶ τρίχες τῶν ἐρίφων εἰσὶ τῶν ἱσταμένων ἐξ εὐωνύμων, καὶ τοῦ ἀποπομπαίου χιμάρου.
43tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυῒδ ἐκστάσεως. Λʹ.
44tὙπόθεσις.
45ᾌδει τὸν προκείμενον ψαλμὸν ὡς ἔτι ἐν τῇ μετανοία τῇ διὰ τὴν ἁμαρτίαν ὢν, καὶ ἀξιῶν αὐτῆς ἐλευθε‐ ρωθῆναι. Οὐ μὴν ἀλλὰ καὶ ὡς ἤδη εἰσηκουσμένος εὐχαριστίαν ἀναφέρει· καὶ μὴν καὶ τὰ συμβάντα αὐτῷ ἐν τῷ τῆς μετανοίας καιρῷ διηγεῖται. Τὸ δὲ,

27

.

156

(50)

ἐκστάσεως, οὐδὲν ἕτερον ἢ αὐτὴν τὴν ἁμαρτίαν ἡμῖν κατασημαίνει, δι’ ἣν ὥσπερ ἀγαθῶν φρενῶν ἐξίστατο ἡ ψυχή· καὶ ὡς μὴ ἐλπίζειν ἔτι τὴν ἀνά‐ ληψιν, φάσκειν τε σαφῶς· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμμαι ἄρα ἀπὸ προσώπου
55τῶν ὀφθαλμῶν σου.
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα ... Κλῖνον

27

.

157

πρός με τὸ οὖς σου. Ἐπεὶ μὴ φθάνει ἡ ἡμετέρα κραυγὴ εἰς τὸ ὕψος, κλῖνον τὸ οὖς σου πρὸς ἐμὲ, διὰ τοῦ συγκαταβαίνειν μοι. Ἐξάξεις με ἐκ παγίδος ταύτης ἧς ἔκρυψάν
5μοι. Ἐφεδρεύσαντες γὰρ αὐτοῦ τὴν ψυχὴν, συνελά‐ βοντο αὐτόν. Ἐν τίνι; ἐν τῇ ἁμαρτίᾳ. Ἐλυτρώσω με, Κύριε, ὁ Θεὸς τῆς ἀληθείας. Ὡς ἤδη εἰσακουσθεὶς τοιαῦτά φησιν. Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας
10διακενῆς. Ματαιότητάς φησι τοῦ παρόντος βίου τοὺς περισπασμούς· οὓς καὶ ἐργαζόμενοι ματαιότητα πονοῦμεν. Παρέπεται τὸ, διακενῆς, τῷ φυλάσσοντι ματαιότητας. Ἀγαλλιάσομαι, καὶ εὐφρανθήσομαι. Λύπην καὶ
15τὰ λοιπὰ πάθη καταπατήσας. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν. Ἀντὶ τοῦ, οὐ παραδέδωκας. Ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἀπαλλάξας με θλίψεως, κατέστησας ἐν ἀνέσει καὶ εὐρυχωρίᾳ.
20 Ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. Ὥσπερ ὀφθαλμὸν τὸν νοῦν τῆς ψυχῆς φησιν, οὕτω καὶ γαστέρα φησὶ τῆς ψυ‐ χῆς τὴν μνήμην· ἐν ᾗ ὥσπερ ἐν γαστρὶ τὰς λογικὰς ἀποτιθέμεθα τροφάς. Ἡ ψυχή μου καὶ ἡ γαστήρ
25μου. Ἀπέστησα τὸν ὀφθαλμόν μου ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων ἐν θυμῷ καὶ ὀργῇ μεγάλῃ. Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου. Τὸ ἐπιτετα‐ μένον τῆς διανοίας δηλοῖ. Καὶ τὰ ἔτη μου ἐν στε‐ ναγμοῖς. Διετέλεσα, φησὶ, στενάζων ἀπὸ τῶν κακῶν.
30Ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου. Πτωχεύ‐ σας, φησὶ, τῆς παρὰ σοῦ βοηθείας διὰ τὴν ἁμαρτίαν, ἠσθένησα. Καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. Ὀστᾶ τὰς τῆς ψυχῆς δυνάμεις φησίν. [Ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου. Ἡ ἔνδεια,
35φησὶ, τῶν ἀναγκαίων κατέτηξέ μου τὸ σῶμα, ὅτι ὁ Σιφεὶ καὶ ὁ Βερσελεὶ ἤνεγκαν τῷ Δαυῒδ πυροὺς καὶ κριθὰς, καὶ ἄλευρα, καὶ κύαμον, καὶ φάκον, καὶ μέλι, καὶ ἕτερά τινα· καὶ τάπητας, καὶ στρώματα· καὶ προσήνεγκαν τῷ λαῷ ταῦτα, καὶ τὰς τροφάς· ὅτι
40ἔλεγον τὸν λαὸν πεινᾷν, καὶ ἐκλελύσθαι διψήσαντα ἐν τῇ ἐρήμῳ.] Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνει‐ δος. [Νεκρὸς μὲν ἀπὸ καρδίας ἐστὶν ὁ ἐστερημένος ἀρετῶν.] Καὶ οἱ ἐχθροί μου, φησὶν, ὠνείδιζόν με,
45καὶ οἱ γνωστοί μου ἐφοβοῦντό με, καὶ οἱ θεωροῦντες ἀπέφευγον διὰ τὴν ὑπερβολὴν ἧς ὑπερεδεικνύμην μετανοίας· σάκκῳ δὲ καὶ σποδῷ κατατρυχόμενος, καὶ ἡμέρας καὶ νυκτὸς κλαίων. Διὸ καὶ φευγόντων αὐ‐ τῶν, ἐν λήθῃ γεγένημαι, ὥσπερ ἀμέλει καὶ νεκρὸς

27

.

157

(50)

ἐδόκουν σκεύει ἐοικέναι ἀπολωλότι. Τὸ δὲ, παρὰ πάντας, οὐχ ὑπὲρ πάντας εἰπεῖν βούλεται, ἀλλ’ ἀντὶ τοῦ, παρὰ πάντας· τουτέστιν παρὰ τῶν ἐχθρῶν ὠνει‐ δίσθην. Οὕτω γὰρ λέγει καὶ Ἀκύλας· Παρὰ πάντων τῶν ἐχθρῶν μου ἐγενήθην ὄνειδος.
55 Ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυ‐ κλόθεν. Ψόγον τὴν ἐπιβουλήν φησιν. Λέγει δὲ, ὡς οἱ ἐχθροὶ ἐκύκλουν ἐπιβουλεύοντες. Τοῦ λαβεῖν τὴν
ψυχήν μου ἐβουλεύσαντο. Ἐγὼ δὲ ἐπὶ σοὶ, Κύ‐

27

.

160

ριε, ἤλπισα. Διὰ τῆς ψυχῆς τὴν καρδίαν λαμβάνου‐ σιν· διὰ γὰρ θυμοῦ καὶ ἐπιθυμίας τὸν νοῦν θανα‐ τοῦσιν. Ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. Εἰ καὶ ἐπι‐
5βουλεύουσιν οἱ ἐχθροὶ, ἐπιβουλεύοντες τὴν ψυχήν μου λαβεῖν, ἀλλὰ οἱ κλῆροί μου πεφυλαγμένοι εἰσὶν ἐν ταῖς χερσί σου, οὓς ἀποδώσεις μοι κατὰ καιρὸν, διὰ τὸ ἐπὶ σοί με ἐλπίζειν. Διὸ καὶ δέομαι ἐπὶ τοῦ παρ‐ όντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου. Ἐκεῖνοι μὲν
10οὖν ἀθροισθέντες τὸν ἐμὸν καττύουσι θάνατον· ἐγὼ δὲ σὲ Θεὸν οἶδα καὶ πρύτανιν. Ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. Φεῦγε τὴν πονηρίαν, φησὶν ὁ Ἀπόστολος· εἰ καὶ διώκει ἡ πονηρία, διώκει δηλονότι καὶ ἡ μοιχεία, καὶ ἡ πλεο‐
15νεξία, καὶ ὁ θυμὸς, καὶ ἡ ὀργή· τὰ δὲ λοιπὰ ἀπολέ‐ λειπτο. Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου· σῶσόν με ἐν τῷ ἐλέει σου. Τῆς γὰρ σῆς μοι γενομένης ἐπιφανείας, τὰ σκυθρωπὰ παραυτίκα λυ‐
20θήσεται. Οὗτός μοι, φησὶ, μόνος τρόπος τῆς σωτη‐ ρίας, εἰ τὸ σὸν ἐπιφάνῃς πρόσωπον. Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ἐντεῦθεν μανθάνομεν ὡς πολλὴν διαφορὰν ἁμαρ‐ τία πρὸς ἀσέβειαν ἔχει. Διὸ καὶ ὁ μέγας παρακαλεῖ
25Δαυῒδ αὐτὸν μὲν τῆς διὰ τὴν ἁμαρτίαν γεγενημένης αἰσχύνης ἀπαλλαγῆναι, τοὺς δὲ ἐν δυσσεβείᾳ συζῶν‐ τας μετ’ αἰσχύνης τῷ θανάτῳ παραπεμφθῆναι Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια. Εὔχομαι, φησὶν, ἀποκωφωθῆναι τοὺς ἐχθρούς· τοῦτο δὲ ἔσται,
30εἰ ἐπιφάνῃς τὸ πρόσωπόν σου. Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε! Ὡς ἤδη διὰ τοῦ Πνεύματος φωταγωγηθεὶς, Κύριε! Ὡς ἤδη διὰ τοῦ Πνεύματος φωταγωγηθεὶς, τῷ Δαυῒδ ἐπὶ ἐκπλήξεως πολλάκις λαμβάνειν τὴν,
35ὡς, φωνὴν, ἀντὶ τοῦ, σφόδρα. Πολλή σου ἐστιν ἡ χρηστότης, ἣν ταμιεύεις καὶ φυλάττεις ἡμῖν· τὸ γὰρ, ἔκρυψας, ἀντὶ τοῦ, ἐφύλαξας, ὡς καὶ τό· Ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ. Κέχρηται δὲ τῷ, ἔκρυψας, ἀντὶ τοῦ, ἐφύλαξας, ἐπειδὴ τὸ κεκρυμμένον φυλάτ‐
40τεται. Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σέ. Ἀντὶ τοῦ, ἐξειργάσω ἐν καιρῷ τῷ προσήκοντι. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσ‐ ώπου σου. Τὸ πρόσωπόν σου, φησὶ, σκέπη τοῖς ἐλπί‐ ζουσιν ἐπὶ σὲ γένηται. Ἀπὸ ταραχῆς ἀνθρώπων
45σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Καθάπερ, φησὶν, σκέπη σκεπάσεις αὐτοὺς, ὥστε μήτε ὑπὸ τῶν λόγοις αὐτοῖς ἐπιχειρούντων κα‐ ταβλάπτειν, μήτε ὑπὸ τῶν ἔργοις πολεμούντων ἁλί‐ σκωνται.

27

.

160

(50)

Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Δι’ ἐμοῦ, φησίν, ὁ Θεὸς ἐδοξάσθη· ὅτι, μυρίων πολεμίων περὶ ἐμὲ συστάν‐ των, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πειρωμένων, ὁ ἐμὸς φύλαξ, φραγμὸν ἐμοὶ
55περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν.
57Ἐγὼ δὲ εἶπον ἐν τῇ ἐκστάσει μου· Ἀπέῤῥιμ‐
μαι. Ὁπηνίκα, φησὶν, ἐταπείνουν ἐμαυτὸν ἐν τῇ

27

.

161

γενομένῃ μοι ἐκστάσει, ὅτε καὶ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἐπέτριβον ἐμαυτὸν ὡς ἀπεῤῥιμμένος διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλ’ ἐγὼ μὲν ταῦτα, φη‐ σὶν, ἔλεγον, σὺ δὲ ὁ φιλάνθρωπος οὐκ ἀπέῤῥιψας τὸν
5σὸν οἰκέτην. Ἀγαπήσατε τὸν Κύριον, πάντες οἱ ὅσιοι αὐ‐ τοῦ. Τρέπει τὸν λόγον εἰς τὴν ἑτέρων παραίνεσιν ἀφ’ ὧν εὐηργετήθη, τοὺς ἄλλους ἐπὶ τὸ ἐξομολογεῖ‐ σθαι παρακαλῶν. Καὶ ἀνταποδίδωσι τοῖς περισσῶς
10ποιοῦσιν ὑπερηφανίαν. Μακροθυμεῖ μὲν ὁ Κύριος ἐπὶ τοῖς ὑπερηφάνοις, τοῖς δὲ περισσῶς ποιοῦσιν ὑπερηφανίαν καὶ ἀνταποδίδωσιν.
13tΨΑΛΜΟΣ τῷ Δαυῒδ, συνέσεως. ΛΑʹ.
14tὙπόθεσις.
15Τὴν κακοπάθειαν αὐτοῦ τὴν πολλὴν προβαλλόμενος ὁ Δαυῒδ, ἣν ἐν τῇ μετανοίᾳ ὑπέμεινεν, μακαρίζει τοὺς τῆς ἀφέσεως τετυχηκότας διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας. Συνέσεως δὲ ἐπιγέγραπται ὁ ψαλ‐ μὸς, διὰ τὸ ταύτης μάλιστα δεῖσθαι τοὺς ἀνθρώ‐
20 πους· ὅτι δὴ σφόδρα ἐκνενευκότες ἐπὶ τὰ πάθη, ἵπποις καὶ ἡμιόνοις ἀπεικάσθησαν. Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Ἀφίενται μὲν αἱ ἀνο‐ μίαι διὰ βαπτίσματος, ἐπικαλύπτονται δὲ ἁμαρτίαι
25διὰ τῆς πικρᾶς μετανοίας. Μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται ὁ Κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Οὗτος γὰρ ἀληθῶς μακάριος, ὁ ὅλῃ καρδίᾳ προσερ‐ χόμενος τῷ ἁγίῳ βαπτίσματι. [Ὁ γὰρ μετὰ δόλου
30βαπτιζόμενος, πρὸς τῷ μὴ τυχεῖν τῆς ἀφέσεως, καὶ κρῖμα ἕξει.] Τοῦ αὐτοῦ· τὸ, ὅτι, τῷ, ἐπαλαιώθη, συναπτέον, ἵν’ ᾖ· Ὅτι ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. Ἐσίγησα μηκέτι φωνὴν ἀφεῖναι δυνάμενος. Τί δὲ ἔκραξεν, ἢ
35τὴν συγγνώμην τῆς ἁμαρτίας αἰτῶν; Ὅτι ἡμέρας καὶ νυκτὸς ἐβαρύνθη ἐπ’ ἐμὲ ἡ χείρ σου. Ἀγαθὸς, φησὶν, ὢν ἐπαίδευσας σφοδρῶς διὰ τῆς παιδείας ἐπιστρέφων εἰς σωτηρίαν. Ἐστρά‐ φην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκαν‐
40θαν. Ἄκανθαν τὴν ἁμαρτίαν φησίν. Ὁ δὲ νοῦς οὗτος· Ἐπειδὴ ἐνεπάγη, φησὶ, τῇ ψυχῇ μου ἡ ἁμαρτία, ἐταλαιπώρησα. Τὴν ἀνομίαν μου ἐγνώρισα. Τὸν τρόπον τῆς ἐξομολογήσεως σημαίνει. Εἶπα ἐξαγορεύσω κατ’
45ἐμοῦ τὴν ἀνομίαν. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου πρῶτος. Ὑπὲρ ταύτης προσεύξεται πρὸς σὲ πᾶς ὅσιος. Ὑπὲρ τῆς ἐμοὶ, φησὶ, συγχωρηθείσης ἁμαρτίας

27

.

161

(50)

ἕκαστος τῶν ὁσίων σοι εὔξεται. Δύο δὲ διὰ τούτων σημαίνει· ἢ ὅτι ὑπόδειγμα πᾶσι μετανοίας ἔσομαι, ἢ προφητικώτερον, διὰ τὸ ἐξ αὐτοῦ τοῦ προσώπου Δαυῒδ πάντα τὰ ἔθνη κατὰ καιροὺς ἐξομολογεῖσθαι ὑπὲρ τῆς ἁμαρτίας αὐτοῦ. Πλὴν ἐν κατακλυσμῷ
55ὑδάτων πολλῶν πρὸς αὐτὸν οὐκ ἐγγιοῦσιν. Τὸν μετανοοῦντα, φησὶ, πλῆθος πειρασμῶν οὐκ ἐπι‐
κλύσει.

27

.

164

Σύ μου καταφυγή. Ἐκεῖνα περὶ τῆς ἁμαρτίας εἰρηκὼς, ἱκετεύει τῶν διὰ ταύτην ἐπενεχθέντων ἀπαλλαγῆναι κακῶν. Καὶ μέντοι καὶ τυγχάνει τῆς ἀποκρίσεως· λέγει γὰρ πρὸς αὐτὸν φιλάνθρωπος
5Κύριος· Συνετιῶ σε καὶ συμβιβῶ σε ἐν ὁδῷ ταύ‐ τῃ. Εὐξαμένῳ λύτρωσιν ἐχθρῶν ἀντιφθέγγεται Θεὸς, ὁδηγήσειν ἐπαγγελλόμενος ἐν εὐθείᾳ ὁδῷ. Μὴ γίνεσθαι ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Εἰσηγεῖται τοῖς ἁμαρτάνουσι, τοῖς
10ἀλόγοις μὴ ἐκδιδόναι αὐτοὺς πάθεσι. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξεις. Ὡς πρὸς τὸν Κύριον ὁ λόγος. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τοὺς μὴ βουλομένους μετανοεῖν οἷά τινι χαλινῷ ἐπίστρεψον πρὸς ἑαυτόν.
15tΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ’
16tἙβραίοις. ΛΒʹ.
17tὙπόθεσις.
18Ἐν τούτῳ διδάσκει τοὺς ἤδη πιστεύσαντας εἰς Χρι‐ στὸν, αἰνεῖν τὸν ἑαυτῶν Δεσπότην, διδάσκων αὐτοὺς
20ἅμα τῆς δυνάμεως αὐτοῦ τὴν ὑπεροχὴν, ὅτι αὐτὸς ῥύστης τῶν ὅλων, αὐτὸς Κύριος, αὐτὸς τοὺς μὲν πονηροὺς ἐξουθενεῖ, καὶ διασκεδάννυσιν αὐτῶν τὰς βουλὰς, τοὺς δὲ ἐλπίζοντας ἐπ’ αὐτὸν σώζει. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ ... ἐν
25ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι’ ἑκάστης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης.
30 ᾌσατε αὐτῷ ᾆσμα καινόν. Σαφῶς τὸν διὰ Μω‐ σέως νόμον τέλος ἐσχηκέναι φησίν. Ὅτι εὐθὺς ὁ λόγος τοῦ Κυρίου. Ὁ εὐαγγελικὸς δηλονότι. Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. Πι‐ στεύειν δεῖ, φησὶ, τοῖς δι’ αὐτοῦ θεοπρεπῶς ἐνεργου‐
35μένοις. Ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ταῦτα, φησὶν, ἀπαιτεῖ τοὺς εἰς αὐτὸν πιστεύοντας. Τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. Ἄρχεται τοῦ καὶ ποιητὴν ὄντα αὐτὸν τῆς πάσης κτίσεως δεικνύ‐
40ναι, καὶ πρό γε τῆς γῆς ἣν καὶ ἐλέους πληρῶσαί φησιν· καὶ οὐκ ἂν ἄλλως συνεστηκέναι μὴ τούτου γέ‐ μουσα. Ἀμέλει καὶ οἱ οὐρανοὶ οὐκ ἄν ποτε συν‐ έστησαν, εἰ μὴ τῷ λόγῳ αὐτοῦ διεκρατοῦντο, καὶ μὴν καὶ αἱ δυνάμεις αὐτῶν, τουτέστιν αἱ θεῖαι καὶ λο‐
45γικαί. [Ἀγαπᾷ οὖν ἐλεημοσύνην ἐπὶ τῶν μετανοούντων· ἀγαπᾷ δὲ κρίσιν ἐπὶ τῶν ἀνενδότων. Τοιοῦτον δὲ καὶ ὁ Ἡσαΐας λέγει τῷ Θεῷ· Ὅτι ἡ ἐλεημοσύνη σου εἰς σταθμόν· καὶ γὰρ κἀκεῖνος τὴν μετὰ κρίσεως

27

.

164

(50)

ἐλεημοσύνην παρίστησι, ζυγῷ καὶ ἀριθμῷ κατὰ τὴν ἑκάστου ἀξίαν ἀντιμετρούμενος.] Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Δήλωσις κἀνταῦθα τῆς ἁγίας Τριάδος. Καὶ τῷ πνεύ‐ ματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ‐
55τῶν. Στόμα Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον λέγει· οἱ γὰρ προφῆται δι’ αὐτοῦ λαλοῦντες ἔλεγον· Ὅτι τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα.
Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης. Προσ‐

27

.

165

καλούμενος, φησὶ, τὸ ὕδωρ τῆς θαλάσσης, καθάπερ ἐν ἀσκῷ τινι, ταῖς νεφέλαις ἐπισυνέχει· ὡς καὶ ἀλ‐ λαχοῦ φησιν· Ὁ προκαλούμενος τὸ ὕδωρ τῆς θα‐ λάσσης, καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον πάσης
5τῆς γῆς· καὶ πάλιν· Ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς. Τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. Καὶ τὰς ἀβύσσους, φησὶ, καθάπερ ἐν θησαυροῖς σφραγίζει, ἵνα μὴ ἀναβλύζουσαι ἐπικλύσωσι τὴν ξηράν. Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ. Μηκέτι, φησὶ,
10τοῖς δαιμονίοις προσαγέτω ἡ γῆ τὸ σέβας. Ἀπ’ αὐ‐ τοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ἀκούοντες, φησὶν, αὐτοῦ οἱ τὴν οἰκουμένην οἰκοῦντες ἄνθρωποι, τῆς προτέρας στά‐ σεως ἧς εἶχον εἰδωλολατροῦντες, δηλονότι σαλευθή‐
15τωσαν τῷ ἰδίῳ δημιουργῷ ὑπακούοντες. Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετεί‐ λατο, καὶ ἐκτίσθησαν. Ἡ μὲν γένησις τὴν τῶν λο‐ γικῶν οὐσιώδη δηλοῖ· ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον σημαίνει μεταβολήν. Εἴ τις γὰρ ἐν
20Χριστῷ καινὴ κτίσις. Κύριος διασκεδάζει βουλὰς ἐθνῶν. Τῶν νοητῶν δηλονότι. Ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἀπράκτους γὰρ ἐπιβουλὰς πάν‐ των ἔθηκε τῶν Ἰουδαίων, τριήμερος ἀναστήσας.
25Τοῦτο γὰρ ἦν ὃ καὶ βούλεται, ὅπερ καὶ εἰς τὸν αἰῶνα μένει. Λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Τὰ δόγματα, φησὶν, ἃ βεβούλευται καὶ εἰς τὸν παρόντα αἰῶνα καὶ εἰς τὸν μέλλοντα. Λογισμοὶ
30Θεοῦ αἱ κατάλληλοι διακοσμήσεις· καρδία δὲ τὸ ἀπό‐ κρυφον τῆς οὐσίας. Μακάριον τὸ ἔθνος οὗ ἐστὶ Κύριος ὁ Θεὸς αὐ‐ τοῦ. Τοὺς εἰς. Χριστὸν πιστεύοντας ἐν τούτοις μα‐ καρίους ἀποκαλεῖ.
35 [Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος. Εἶπεν, ἐπ‐ έβλεψεν, ἵνα μή τις αὐτὸν ἀγνοεῖν οἰηθῇ τὰ παρὰ τῶν ἀνθρώπων τολμώμενα.] [Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ. Ἤτοι ἡτοι‐ μασμένου, εὐτρεπισμένου. Οἶκος γὰρ] ὥσπερ Θεοῦ
40ἀποκεκλήρωται ὁ οὐρανός.] Ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν. Μό‐ νος, φησὶν, ὁ Θεὸς οἶδε τῶν ἀνθρώπων τὰς καρδίας. Διὸ καὶ ὁ Σωτὴρ τοῖς Ἰουδαίοις ἔλεγε· Τί διαλογί‐ ζεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
45 Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμέ‐ νους αὐτόν. Ὀφθαλμοὶ Κυρίου ἡ παντοπτικὴ αὐτοῦ δύναμις· ἢ πολλάκις ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, ὡς ἐν μέσῳ δύο φώτων ὁ Πατὴρ τῶν φώτων. Καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Ἐν καιρῷ, φησὶ,

27

.

165

(50)

διωγμοῦ, μὴ συνισταμένων τῶν νοητῶν τροφῶν, αὐ‐ τὸς ὁ Κύριος διὰ Πνεύματος ἁγίου θρέψει αὐτούς. Ἡ δὲ ψυχὴ ἡμῶν ὑπομένει τῷ Κυρίῳ. Ὡς ἤδη δεδειγμένοι τὴν εἰς αὐτὸν πεποίθησιν προβάλλονται.
54tΨΑΛΜΟΣ τῷ Δαυῒδ ὁπότε ἠλλοίωσε τὸ πρόσ‐
55tωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν
56tαὐτὸν, καὶ ἀπῆλθεν. ΑΓʹ.
57tὙπόθεσις.
58Φεύγων ὁ Δαυῒδ τὸν Σαοὺλ, ἦλθε πρὸς Ἀβιμέλεχ, καὶ

27

.

168

τῆς ἀφίξεως τὴν αἰτίαν ἐρωτώμενος παρ’ αὐτοῦ, τὴν φυγὴν μὲν ἠρνήσατο· ἀπεστάλθαι δὲ εἶπε παρὰ τοῦ Σαοὺλ, ὡς καὶ τὴν ῥομφαίαν αἰτῆσαι τοῦ Γο‐ λιάθ. Ἐπεὶ τοίνυν ἄλλα μὲν εἶπεν, ἄλλα δὲ ἐφρό‐
5νει, ἀναγέγραπται τὸ ἠλλοιωκέναι τὸ πρόσωπον αὐτοῦ. ᾌδει δὲ τὸν ψαλμὸν τῷ νέῳ λαῷ, διδασκα‐ λίαν εἰσηγησάμενος τῆς πνευματικῆς καὶ εὐαγγε‐ λικῆς λατρείας. Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ ... Ἐν
10τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. Εἰ καὶ ἄξιος ἐπαίνου τυγχάνω εὑρεθέντος τινὸς καλοῦ ἐν ταῖς ἐμαῖς πράξεσιν, τοῦτο οὐκ ἐμοὶ, ἀλλὰ τῷ Θεῷ ἀναθετέον· αὐτὸς ἐμὲ καὶ πεποίηκε περιφανῆ, καὶ ποιήσει περίβλεπτον. Ἀκουσάτωσαν πραεῖς, καὶ
15εὐφρανθήτωσαν. Τὴν ἐμοὶ γεγενημένην παρὰ τοῦ Κυρίου σωτηρίαν πᾶς δίκαιος ἀκηκοὼς εὐφρανθείη. Ὅτι δὴ σώζει τοὺς ἐλπίζοντας ἐπ’ αὐτὸν, οὐκ ἀνέχεται μόνος ὑφῆναι τὸν ὕμνον, ἀλλὰ τοὺς κοινωνοὺς τῆς πραότητος, κοινωνοὺς ποιεῖται τῆς ὑμνῳδίας.
20 Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσο‐ μεν τὸ ὄνομα αὐτοῦ ἐπιτοαυτό. Ὡς μὴ ἐξαρκῶν τὰ μεγαλεῖα ἐξαγγεῖλαι τοῦ Θεοῦ, εἰς τοῦτο αὐτὸ ὡς περισυλλαμβάνεσθαι καὶ τοὺς ἄλλους ἀξιοῖ καὶ συμ‐ πράττειν.
25 Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε. Ἀφ’ ὧν ἐδέξατο πεποιθὼς, καὶ τοὺς ἄλλους εἰς τοῦτο ἀνάγει. Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσ‐ ήκουσεν αὐτόν. Μάθετε, φησὶν, ἐκ τῶν κατ’ ἐμὲ
30θαῤῥεῖν τῷ τῶν ὅλων Θεῷ. Εὐτελῆ γὰρ ὄντα με καὶ προβατέα τῆς οἰκείας προμηθείας ἠξίωσε, καὶ κρείτ‐ τονα τῶν πολεμούντων ἀπέφηνε.
34Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβου‐
35μένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Τοῦτο συμφωνεῖ καὶ τοῦ Ἀποστόλου τοῖς ῥήμασι· περὶ γὰρ τῶν ἀγ‐ γέλων οὗτός φησιν· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς λειτουργίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Οὕτω
40καὶ ὁ μακάριος Ἰακὼβ προσευχόμενός φησιν· Ὁ ἄγ‐ γελος ὁ ῥυσάμενός με ἐκ πάντων τῶν κακῶν μου. Οὕτω καὶ ὁ πατριάρχης Ἀβραὰμ πρὸς τὸν θαυμά‐ σιον οἰκέτην ἔφη· Κύριος ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ
45γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. Οὕτω καὶ ὁ μακάριος λέγει Ζαχαρίας· Ὁ ἄγγελος ὁ λαλῶν ἐμοί. Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Τοῦ ἀληθινοῦ ἄρτου, φησὶ, γεύσασθε, τοῦ καταβάντος ἐξ οὐρανοῦ. Μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπ’ αὐτόν·

27

.

168

(50)

ἕξει γὰρ τὴν μέλλουσαν ζωήν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν. Δηλονότι ὁ τῶν Ἰουδαίων λαός. Οἱ δὲ ἐκζητοῦντες τὸν Κύ‐ ριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Τὸν ἕτερον λέγει τὸν τῶν ἐθνῶν.
55 Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου δι‐ δάξω ὑμᾶς ... καὶ χείλη σου τοῦ μὴ λαλῆ‐ σαι δόλον. Διδασκαλίαν ἐθνῶν παρατίθεται, ἧς
πρῶτον τὸν φόβον τοῦ Θεοῦ εἶναί φησι· δεύτερον τὸ

27

.

169

μὴ καταλαλεῖν ἀδελφοῦ· τρίτον, δόλου παντὸς παύειν τὰ χείλη· τέταρτον, ἀποχὴν παντὸς κακοῦ καὶ ἐπιτή‐ δευσιν ἀγαθοῦ ἐν ἅπασιν. Ἐφ’ ἅπασιν δὲ τούτοις. εἰρήνην ἐπιδιώκειν καὶ ἀντέχεσθαι αὐτῆς. Εἰρήνη
5δὲ ὁ Χριστός. Τούτων δὲ τὴν ἐπιτήδευσιν ζωὴν εἶναι λέγει καὶ ἡμέρας ἀγαθάς. Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. Τὸ, ἔκκλινον ἀπὸ κακοῦ, ὁ φόβος διδάσκει· τὸ δὲ, ποίησον ἀγα‐
10θὸν, ἡ ἀγάπη. Διὸ μείζων ὁ ἀγαπῶν τοῦ φοβουμένου. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Μέγαν τῇ ἐπιτηδεύσει τῆς ἀρε‐ τῆς ἀποδέδωκε μισθὸν, τὸ ἐπόπτην ἔχειν Θεόν.
15 Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν. Ὀστᾶ φησι τὰς τῆς ψυχῆς δυνάμεις. Αὐτὰ δέ εἰσι δικαιοσύ‐ νη, καρτερία, εὐσέβεια καὶ πᾶσα, ὡς εἰπεῖν, ἀρετή. Θάνατος ἁμαρτωλῶν πονηρός. Τὸν τῆς ψυχῆς θάνατόν φησιν, ὃν καὶ διαδέξεται πῦρ αἰώνιον, σκό‐
20τος ἐξώτερον, ἀκοίμητος σκώληξ, κλαυθμὸς καὶ ὀδυρμὸς τῶν ὀδόντων. Γέεννα γὰρ αὐτοὺς καὶ σκότος διαδέχεται.
23tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΛΔʹ.
24tὙπόθεσις.
25Ἐκ προσώπου τοῦ πεποιθότος ἐπὶ Θεὸν καὶ πολεμου‐ μένου ὑπὸ τῶν ἀφανῶν δυνάμεων τὰ προκείμενα λέγεται, ἢ καὶ ἐκ τοῦ χοροῦ τῶν ἀποστόλων. Εἰσ‐ άγεται δὲ καὶ πρόσωπον τοῦ Χριστοῦ, τὰ ἐπὶ τῷ πάθει παρὰ τῶν Ἰουδαίων εἰς αὐτὸν γεγενημένα
30 διηγουμένου, πρὸς ὑπομονὴν καὶ καρτερίαν τῶν πολεμουμένων διὰ Θεόν. Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμη‐ σον τοὺς πολεμοῦντάς με. Τῷ προσώπῳ τῶν ἀπο‐ στόλων ἁρμόσει ἡ πρόσοδος.
35 Τοὺς Ἰουδαίους φησὶν, οἳ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην, πολέμους ἔχουσι, καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. (Hactenus Graeca.)
40 Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. Ὅπλον καὶ θυρεὸν καὶ ῥομφαίαν τιμωρητικὰς δυνάμεις αἰνίττεται, τὰς ἐκπεμπομένας παρὰ Κυρίου πρὸς ἐπικουρίαν τῶν δικαίων. Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σού εἰμι ἐγώ.
45Τοῦτό σε, φησὶν, αἰτῶ εἰπεῖν τῇ ψυχῇ μου, ὡς γε‐ νήσῃ αὐτῇ βοηθός. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω. Εὐεργετοῦνται οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἐπιστραφῶσιν.

27

.

169

(50)

Ἐλθέτω αὐτῷ ἡ παγὶς ἣν οὐ γινώσκει, καὶ ἡ θήρα ἣν ἔκρυψεν συλλαβέτω αὐτὸν, καὶ ἐν τῇ παγίδι πεσεῖται ἐν αὐτῇ. Ἀντεστράφη γὰρ εἰς κε‐ φαλὰς πονηρῶν ἡ παγίς. Θηρεύσαντες γὰρ, εἰς θάνατον ἀντηγρεύθησαν, καὶ θανάτῳ παραδίδονται.
55 Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ. Οἱ μὲν οὖν τὴν πάγην ἐξηρτυκότες, καὶ τὸ τῆς δια‐ φθορᾶς κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ
συνθέντες σκευώρημα, τὰς τῆς εἰς αὐτὸν παροινίας

27

.

172

εἰσπραχθήσονται δίκας, κατά γε τοὺς ἀρτίως ἡμῖν εἰρημένους τρόπους· ἡ δέ γε ἐμὴ ψυχὴ, φησὶν, ἔξω παντὸς ἔσται δεινοῦ διηνεκές· ἤγουν ἀκατάληκτον ἔχουσα τὸ χαίρειν ἐπὶ Θεῷ, καὶ κατευφραίνεσθαι λίαν ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
6 Ἀναστάντες μοι μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγί‐ νωσκον ἠρώτων με. Ἐντεῦθεν εἰσάγεται τὸ τοῦ Χριστοῦ πρόσωπον παρὰ τῇ κρίσει τῶν ἀρχιερέων συκοφαντουμένου.
10 Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. Τοῦτό φησι, διὰ τὸ ἀν‐ αξίους αὐτοὺς ὀφθῆναι τοῦ κληθῆναι τέκνα Θεοῦ· ὅπερ μάλιστα ἐγνώριζεν αὐτὸς κατὰ τὸ, Ποσάκις ἠθέλη‐ σα ἐπισυνάγειν τὰ τέκνα σου!
15 Ἐγὼ δὲ, ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐν‐ εδυόμην σάκκον. Ἐπένθει γὰρ αὐτῶν τὴν ἀπώλειαν, ὡς καὶ λυπεῖσθαι, καὶ ἀδημονεῖν, καὶ δακρύειν, καὶ προσεύχεσθαι ὑπὲρ τῆς ἁμαρτίας αὐτῶν. Καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. Βε‐
20βαιῶν τὴν ἐνανθρώπησιν, καὶ νηστείας οὐκ ἀπέσχετο. Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφή‐ σεται. Τοῦτο σημαντικὸν εἴη τοῦ ἐναπομεῖναι ἐκεί‐ νους τῇ ἁμαρτίᾳ. Οὐδὲν γὰρ ὠφελήθησαν, φησὶ, τῇ ὑπερβολῇ τῆς ἀγνοίας, τὴν προσευχὴν ὥσπερ ἐπανα‐
25κάμψαι ποιήσαντες. Ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐ‐ ηρέστουν. Ὥσπερ ἀδελφὸν, φησὶ, καὶ φίλον, οὕτως ἐσπούδαζον εὐεργετεῖν αὐτοὺς, βουλόμενος θερα‐ πεύειν· διὸ καὶ ἐπένθουν ὑπὲρ αὐτῶν.
31 Καὶ κατ’ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν. Ταῦτά μοι, φησὶ, τῆς ὑπὲρ αὐτῶν ὀδύνης ἀπεδίδουν τὰ ὀψόνια. Συνήχθησαν ἐπ’ ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. Μαστίζοντές με, φησὶ, οὐκ ἐγίνωσκον οὐδὲ
35εὕρισκον αἰτίαν οὐδεμίαν κατ’ ἐμοῦ. Διεσχίσθησαν, καὶ οὐ κατενύγησαν. Ἐμερίσθη γὰρ τὸ πλῆθος, ὡς ὁ εὐαγγελιστής φησι, τῶν μὲν ἀγαθὸν εἶναι λεγόντων, τῶν δὲ πονηρόν. Καὶ τούτων γινομένων, φησὶν, οὐ κατενύγησαν, οὐδὲ συνῆκαν κατὰ
40τίνος αἱ πράξεις. Τοῦτο δὲ οὐκ ἐγκαλῶν εἶπεν, ἀλλὰ ποθῶν τὴν βοήθειαν. Πότε, φησὶν, ἐπιφαίνῃ καὶ ἐπ‐ αμυνεῖς ἀδικουμένῳ;
44Ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κα‐
45κουργίας αὐτῶν. Πάντα ὅσα πάσχει ἢ λέγει, ὑπὲρ τῆς ἡμετέρας σωτηρίας ποιεῖ, διὰ τὸ κατελθεῖν αὐ‐ τὸν, ἤγουν τὸν Χριστὸν, καὶ σαρκωθῆναι ἐξ ἡμῶν. Ἀπὸ λεόντων τὴν μονογενῆ μου. Λέοντάς φησι ἢ τὰς πονηρὰς καὶ ἀντικειμένας δυνάμεις, αἳ μόνον οὐ‐

27

.

172

(50)

χὶ κατεβρυχήσαντο τοῦ Χριστοῦ, ἢ τάχα που καὶ αὐ‐ τοὺς τοὺς τῶν Ἰουδαίων καθηγητάς. Οὕτω γὰρ αὐτῶν διαμνημονεύει λέγων διὰ φωνῆς Ἱερεμίας· Ἐγενήθη ἡ κληρονομία μου ὡς λέων ἐν δρυμῷ· διὰ τοῦτο ἐμίσησα αὐτήν. Μονογενῆ μὲν τὴν ἑαυτοῦ ψυχὴν
55ὀνομάζει, τὸ μονογενὲς τιθεὶς ἀντὶ τοῦ ἠγαπημέ‐ νην. Ἀεὶ γάρ πώς ἐστιν ἐν ἀγάπῃ πλείστῃ τὸ μονο‐
γενὲς ἐν τέκνοις.

27

.

173

Οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλ‐ μοῖς. Ἀντὶ τοῦ, συντιθέντες δόλους. Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπ’ ὀργὴν δόλους διελογίζοντο. Τὸ, Διδάσκαλε ἀγαθέ· καὶ,
5Ὅτι οἴδαμεν ὅτι τὴν ἀλήθειαν διδάσκεις, καὶ ὅτι οὐ λαμβάνεις πρόσωπον ἀνθρώπου. Καὶ ἐπλάτυναν ἐπ’ ἐμὲ τὸ στόμα αὐτῶν. Τὰς βλασφημίας τὰς ἐπὶ τῷ σταυρῷ γινομένας φησίν. Εἶπον· Εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. Ὡς
10κατ’ εὐχὴν αὐτοῖς τοῦ πέρατος ἐκβεβηκότος, τὸ κρε‐ μασθῆναι αὐτὸν ἐπὶ τοῦ ξύλου. Τοῦτο δὲ ποιοῦσι καὶ οἱ ἐπαγαλλόμενοι τῇ θλίψει τοῦ δικαίου. Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς, Κύριε, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ. Ἄνθρωπος γενόμενος ὁ μονογε‐
15νὴς τοῦ Θεοῦ Λόγος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεὸς, αἰτεῖ ὑπὲρ τῆς εἰς ἡμᾶς ἀδικίας γενομένης ὑπὸ τῶν δαιμόνων δικαστὴν γενόμενον τὸν Πατέρα, αἰτεῖ ἀπο‐ σκορπίσαι τῶν ὑπερηφάνων τὴν ὕβριν. Οὕτω γὰρ οἱ μὲν εἰς αἰσχύνην ἀποστραφήσονται, φησὶν, οἱ δὲ ἀγαλ‐
20λιάσαιντο, τὰς ἐπὶ τῇ σωτηρίᾳ ἀνατιθέντες εὐχαρι‐ στίας.
22tΕἰς τέλος τῷ δούλῳ Κυρίου τῷ Δαυΐδ.
23tΨΑΛΜΟΣ ΛΕʹ.
24tὙπόθεσις.
25Κατηγορίαν περιέχει ὁ παρὼν ψαλμὸς τῆς ὑπερηφα‐ νίας τοῦ λαοῦ τῶν Ἰουδαίων, καὶ τῆς κακίας ἔλεγχον· καὶ μὴν καὶ ὑμνολογίαν τῶν δικαίων κρι‐ μάτων, δι’ ὧν ἐποίησε τὴν ὑπ’ οὐρανόν· πρὸς δὲ τούτοις καὶ εὐχαριστίας πρὸς τὸν Πατέρα ὑπὲρ ὧν
30 εὐηργέτησε διὰ Ἰησοῦ· ἐφ’ ἅπασι δὲ τούτοις εὐχὴν ἀσφαλιζομένην τοῦ μὴ πεσεῖν εἰς ὑπερηφανίαν. Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. Οἴεται, φησὶν, ὁ κακίᾳ συντεθραμμένος μη‐ δένα θεωρεῖν τῆς ψυχῆς αὐτοῦ κεκρυμμένα βουλεύ‐
35ματα. Τὸ γὰρ, φησὶν, ἀντὶ τοῦ, ἡγεῖται ἢ ὑπολαμ‐ βάνει, τέθεικεν. Αἴτιον δὲ τῆς τοιαύτης ἀναλγησίας τὸ μὴ δεδιέναι τὸν πάντα ἐφορῶντα δεσπότην. Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Ἅπαξ προθέμενος, φησὶ, τοῦ παρανομεῖν, ἔξω τῶν
40ὀφθαλμῶν αὐτοῦ τὸν τοῦ Θεοῦ τίθεται φόβον. Τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ. Ἑκὼν δὲ ταύτην ἔχει τὴν ἄγνοιαν, οὐ βουλόμενος λογιστεῦσαι τὰ πε‐ πραγμένα, καὶ μισῆσαι τὰ κακῶς πεπραγμένα. Τοῦ
45εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. Οὐδὲ τοῦ‐ το, φησὶ, λογίζεται, ὅτι ὁ Θεὸς εὑρίσκει τὴν ἁμαρ‐ τίαν αὐτοῦ, καὶ εὑρὼν αὐτὴν, μισεῖ καὶ αὐτὴν καὶ αὐτόν. Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δό‐

27

.

173

(50)

λος. Ἀνομίαν μὲν, δι’ ἃς ἐπήγαγον ὕβρεις Χριστῷ· δόλον δὲ, ὅτι καὶ παγιδεύειν αὐτὸν βουλόμενοι, χρη‐ στοῖς προσίεσαν λόγοις. Οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. Ἑκὼν, φησὶν, ἑαυτὸν ἔξωσε τοῦ εὐ‐ πραγῆσαι.
55Ἀνομίαν διελογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ·
παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ. Τὸ ἄϋπνον αὐτῶν

27

.

176

τῆς εἰς Χριστὸν ἐπιβουλῆς σημαίνει. Κακίᾳ δὲ οἱ προσώχθησεν. Ἀντὶ τοῦ, τὴν κακίαν οὐκ ἐμίσησε.
4Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου. Δείκνυσιν
5ὡς τῷ αὐτοῦ ἐλέει καὶ τὰ οὐράνια συνέστηκε, τοῦτ’ ἔστιν αἱ λογικαὶ δυνάμεις. Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ. Ἀληθεῖς, φησὶ, καὶ βεβαίας τὰς διὰ τῶν προφητῶν ἐπαγγελίας ἔδει‐
10ξας· νεφέλαι γὰρ οἱ προφῆται. Ἔδειξας δὲ ταύτας ἀληθεῖς, πλῆθος δικαιοσύνης χορηγήσας τοσοῦτον, ὡς ὄρεσι παραβάλλεσθαι Θεοῦ. Τὰ κρίματά σου ἄβυσσος πολλή. Τοσαύτην δὲ ἔχων ἀλήθειαν καὶ δικαιοσύνην, τίνος ἕνεκεν μακροθυμεῖς ἀγνοῶ· τὸ τῆς
15ἀβύσσου γὰρ ἀθεώρητον μιμεῖταί σου τὰ κρίματα· καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων κατανόησις.
19Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. Περὶ τῶν
20δύο λαῶν εἰρηκὼς ὁ Ἀπόστολος, Συνέκλεισεν ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας σώσῃ, ἐπήγαγεν· Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ! Καὶ ἐνταῦθα ὅμοιόν ἐστιν· ἐπειδὴ γὰρ ἔμελ‐ λε τῶν δύο λαῶν τὴν σωτηρίαν διηγήσασθαι, οἳ καὶ
25σημαίνονται διὰ τῶν ἀνθρώπων καὶ τῶν κτηνῶν· ἀν‐ θρώπων μὲν τῶν ἐξ Ἰσραὴλ ὡς κατηχουμένων ἐκ τοῦ νόμου, καὶ νοούντων τὰ διαφέροντα· κτηνῶν δὲ ὡς ἀλογωτέρων τῶν ἐξ ἐθνῶν· παιδευθέντες γὰρ οἱ ἐξ Ἰουδαίων τὸ μυστήριον διὰ νόμου καὶ προφητῶν,
30ἐξέπεσον· οἱ δὲ οὐδέποτε ἀκηκοότες οἱ ἐξ ἐθνῶν προσελήφθησαν· τούτου χάριν προείρηκε· Τὰ κρί‐ ματά σου ἄβυσσος πολλή. Ἀνθρώπους λέγει πάλιν, τοὺς τὴν λογικὴν ἀξίαν φυλάττοντας· κτήνη δὲ, τοὺς εἰς γῆν κάτω νεύοντας, καὶ τὰ γήϊνα βοσκομένους φρο‐
35νήματα. Οὐ μόνον οὖν δικαίους, ἀλλὰ καὶ ἁμαρτωλοὺς εἰς σωτηρίαν ἐκάλεσεν. Οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύ‐ γων σου ἐλπιοῦσι. Τουτέστι, σκεπαστὴν καὶ βοηθόν σε ἕξουσι τοῦ εὐαγγελικοῦ λόγου, φησίν.
40 Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. Χειμάῤῥους τρυφῆς ἐστιν ὁ Χριστὸς κατὰ τὸ εἰρημέ‐ νον· Ἐκκλίνω ἐπ’ αὐτοὺς ὡς χειμάῤῥους ἐπικλύ‐ ζων δόξαν ἐθνῶν. Ἔστι δὲ καὶ πηγὴ ζωῆς καὶ φῶς
45ἐκ φωτός. Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Ἔξω τοῦ πά‐ θους ἀξιοῖ γενέσθαι. Καὶ χεὶρ ἁμαρτωλοῦ μὴ σα‐ λεύσαι με. Μηδὲ μετακινησάτω με, φησὶ, τῆς παρὰ σοὶ στάσεως πρᾶξις ἄτοπος.
50tΨΑΛΜΟΣ τῷ Δαυΐδ. Λϛʹ.
51tὙπόθεσις.
52Διδασκαλίαν περιέχει ὁ ψαλμὸς, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν· ἐξ ἑκατέρων πείθων, ἔκ τε τῆς τοῖς ἀγα‐
55θοῖς ηὐτρεπισμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονη‐ ροῖς ἀποκειμένης κολάσεως.
Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου

27

.

177

τοὺς ποιοῦντας τὴν ἀνομίαν. Παραινεῖ φεύγειν τὴν πονηρίαν, ὡς ἔκπτωσιν εἶναι παντὸς ἀγαθοῦ ταύτης ὑπογράφων τὸ τέλος. Καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ
5τῷ πλούτῳ αὐτῆς. Γῆν λέγει τὴν θεόπνευστον Γρα‐ φὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγ‐ γελίαι. Παραινεῖ διαπαντὸς τῶν θείων προσχέσθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν.
10 Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ’ αὐτὸν, καὶ αὐτὸς ποιήσει. Ἔσῃ, φησὶ, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδόν. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου. Δῆ‐ λον γάρ ἐστιν, ὅτι ἐν τῷ μέλλοντι αἰῶνι, ὡς αὐτὸς ὁ
15Κύριος εἴρηκεν, ὅτι οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος. Φῶς δὲ δικαιοσύνης γνῶσις· ἐπειδὴ καὶ ἡ δι‐ καιοσύνη κανών ἐστιν ἀρετῶν. Καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἀντὶ τοῦ· Κρινεῖ σε ἄξιον ὄντα φωτός. Καὶ αὐτὸς ποιήσει. Ὅταν ἐπ’ αὐτῷ, φησὶν, ἐλ‐
20πίσῃς, τότε καὶ αὐτὸς ποιήσει. Τί δὲ ποιήσει δια‐ δείκνυσιν ἐπενεγκών· Ἐξοίσει ὡς φῶς τὴν δικαιο‐ σύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Τότε δὲ ἐξοίσει, φησὶν, ἀντὶ τοῦ ἐμφανῆ καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς
25εὐζωίας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀναλάμπουσα, φωτὸς μεσημβρινοῦ. Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέ‐ ρας αὐτὸ τὸ μεσαίτατον. Οὐ μόνον, φησὶ, δικαιοῖ τὸν ἐξομολογούμενον, καὶ κρῖμα αὐτῷ προσφέρει χρηστό‐
30τητος, ἀλλὰ καὶ εἰς φῶς αὐτοῦ προσφέρει τὴν δικαιο‐ σύνην τουτέστι γνωρίζει πᾶσιν, ὅτιπερ αὐτὸν ἐδι‐ καίωσεν. Οἷος ἦν ὁ λῃστὴς, οὗ τὸ κρῖμα ἐν μεσημ‐ βρίᾳ κατὰ τὸ μέσον τῆς ἡμέρας σταυρούμενος ὁ Ἰη‐ σοῦς ἐξήγαγε, καὶ τὴν ἐπ’ αὐτῷ δικαιοσύνην εἰς φῶς,
35τουτέστιν εἰς πάντων γνῶσιν ἤνεγκεν. Ἡ γὰρ ἐπ’ αὐτῷ φωνὴ, Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, εἰς φανερὸν τῇ οἰκου‐ μένῃ, μᾶλλον δὲ φῶς τῇ οἰκουμένῃ γεγένηται, προ‐ τροπὴ πᾶσι τοῖς ἐν μετανοίᾳ τυγχάνουσιν. Οὐκ ἔσται,
40φησὶ, κεκαλυμμένον τὸ τῆς δικαιοσύνης λαμπρὸν, ὥσπερ νῦν, ἀλλ’ ἐπιφανὲς ὥσπερ ἥλιος ἐν μεσημβρίᾳ, ὥσπερ ὁ Κύριός φησι· Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. Αὐ‐
45τὸς μὲν, φησὶ, ἄξιον ὄντα φωτὸς ἀποδείξει ἐν τῷ μέλλοντι αἰῶνι· σὺ δὲ ἐνταῦθα ὑποτάγηθι. Μὴ πα‐ ραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ. Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην.

27

.

177

(50)

[Μὴ θαύμαζε ἄνθρωπον παράνομον κατευθυνόμε‐ νον, μηδὲ μιμήσῃ εὐδαιμονίαν ἐκ παρανομίας συγκρο‐ τουμένην, μηδὲ πράττειν ἐρεθίζου τὰ ὅμοια· ἀλλ’ εἰ καὶ κατὰ ῥοῦν αὐτῷ φέρεται πάντα, μὴ δάκνου μη‐ δὲ δυσφόρει, ὅτι μὴ διδόασι δίκην οἱ πονηροὶ, ἀλλ’ ἐν
55εὐθηνείᾳ διάγουσιν, ὡς μή τινος τὴν τίσιν εὐθύ‐ νοντος.
Κρεῖσσον ὀλίγον τῷ δικαίῳ· ἀντὶ τοῦ, μεῖζόν

27

.

180

ἐστι μικρὸν ἔλεος τοῦ Κυρίου ὑπὲρ πάντα τὸν πλοῦ‐ τον τοῦ κόσμου.] Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέ‐
5λος, καὶ ὄψει τὸν ὄλεθρον. Ὀργὴ δέ ἐστιν ὄρεξις τι‐ μωρίας· τιμωρία δέ ἐστι κακοῦ ἀνταπόδοσις. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Εὖ ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀναρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ
10εἰρήνῃ διατελοῦσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνει‐ δότος τὴν καθαρότητα· οἱ δὲ τῇ προσκαίρῳ εὐημερίᾳ θαῤῥοῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λή‐ θῃ παραδοθήσονται παντελεῖ. Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕ‐
15ρῃς. Ὅμοιον τῷ εἰρημένῳ· Οἱ δὲ ἀσεβεῖς ὁλόῤ‐ ῥιζοι ἀπολοῦνται.
21 Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυ‐ φὴ δικαίου, πλῆθος εἰρήνης ἐστίν· ἀπάθεια δὲ ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. Παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Τοῦτο
25καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον, καὶ διὰ τού‐ των παραψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. Δείκνυ‐ σι γὰρ τὸν μὲν παράνομον λυποῦντα καὶ μεμηνότα κατὰ τῶν ἀπράγμονα βίον ἀσπαζομένων, τὸν δὲ δί‐ καιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως, ἅτε δὴ
30τὴν ταχεῖαν αὐτοῦ τελευτὴν προορῶντα. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν. Διαγελᾷ, φησὶ, τὰς κατὰ τοῦ δικαίου ἐπιβουλὰς τοῦ ἁμαρτωλοῦ· εἰδὼς, ὡς ἔστησεν ἡμέραν καθ’ ἣν τῷ μὲν ἀποδώσει τὴν αἰώνιον ζωὴν, τῷ δὲ τὴν αἰώνιον κόλασιν.
36 Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐνέτειναν τόξον αὐτῶν ... ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς καρδίαν αὐτῶν. Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν.
40 Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. Ἀντὶ τοῦ, ἀποδέχεται καὶ τιμᾷ. Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Ἄφθαρτοι γὰρ καὶ αἰώνιοι τῶν ἁγίων αἱ ἀνταποδόσεις. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Ἐν
45τοῖς τῶν διωγμῶν, φησὶ, καιροῖς, ἐκλειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέ‐ ψει τοὺς εἰς αὐτὸν πιστεύοντας. [Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Καιρὸς πονηρὸς ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ

27

.

180

(50)

οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειραθήσονται· οἱ δὲ δόξαν καὶ τιμὴν, καὶ ἀφθαρσίαν, καὶ ζωὴν αἰώνιον ἀπολήψονται.] Δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει. Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν
55εὐεργετεῖται παρὰ Θεοῦ. Ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν. Ἀντιδίδωσι, φησὶν, οἰκτιρμοὺς, τὸν
ἑαυτοῦ Δεσπότην μιμούμενος.

27

.

181

Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν. Ὅμοιον τὸ εἰρημένον πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμέ‐ νους σε καταράσομαι.
5 Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύ‐ νεται. Ἀποδέχεται, φησὶν, ἣν ποιεῖται κατὰ τὸν βίον πρακτικὴν πορείαν. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται. Εἰ καὶ, φη‐ σὶν, συμβῇ ὀλίγον τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ
10ἀδικηθήσεται ἔχων ἀντιστηρίζοντα τὸν Θεόν. Οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Τοὺς νοητούς φησιν, οἵτινές εἰσιν οἱ θεῖοι λόγοι. Καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. Καὶ κληρονο‐ μήσεις, φησὶ, τὰς αἰωνίους σκηνάς.
15 Δίκαιοι δὲ κληρονομήσουσι γῆν. Πολλαχοῦ τῆς διδομένης γῆς τοῖς πραέσιν ἐμνημόνευσε, προτρεπό‐ μενος εἰς ἐπιθυμίαν αὐτῆς. Στόμα δικαίου μελετήσει σοφίαν. Προσήκει, φη‐ σὶν, κἂν τῇ γλώττῃ, κἂν ἐν τῇ διανοίᾳ τὰ θεῖα λόγια
20περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνε‐ κῶς· οὕτως γὰρ τὸ πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβάλ‐ λειν ἐπιχειρούντων περιγενόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ἔφη· Ἀλλ’ ἐν τῷ νόμῳ Κυρίου τὸ
25θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ τὰ ἑξῆς. Καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Δικαιοκρισίαν οὐ τὴν δικα‐ στικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου. Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ
30ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Ὁ δὲ Κύριος. Διαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονιμωτέραν κατα‐ σκευάζων τὴν μνήμην. Λέγει δέ· Οὐ περιόψεται τὸν δίκαιον ὁ Δεσπότης ἐπιβουλευόμενον ὑπὸ τῶν πονη‐
35ρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀλλ’ ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα. Ταύτης ἀπήλαυσεν Ἀβραὰμ τῆς προνοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ, αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ, ὑπ’ ἀδελφοῦ καὶ κηδεστοῦ φθονούμε‐
40νος· ταύτης ὁ Ἰωσὴφ, ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ καταλέγειν ἅπαντα; ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι καὶ τὰ πάλαι συλλέξαι, καὶ θεω‐ ρῆσαι τὰ νέα. Οὐδὲ μὴ καταδικάσεται αὐτὸν ὅταν κρίνηται
45αὐτόν. Ἀντὶ τοῦ, ἐν τῷ κρίνεσθαι αὐτόν. Ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει. Ἐκ‐ κοπτομένους, φησὶ, τοὺς ἁμαρτωλοὺς θεάσῃ. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμε‐ νον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Κατὰ τὸ εἰρη‐

27

.

181

(50)

μένον· Σκιὰ ὁ βίος ἡμῶν. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς τούτου ἐπέτυχον· εἶτα τοιαῦτα ἐννοῶν καὶ δεύτερα βουλευόμενος, θεωρῆσαι αὐτοὺς οὐκ ἴσχυσα· ἀλλ’
55οὐδὲ τὸν τόπον, ἐν ᾧ ἑστάναι ἐδόκουν, οὐκ ἠδυνάμην εὑρεῖν.
Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητα, ὅτι ἔστιν

27

.

184

ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Καὶ ἡ τιμωρία, φησὶ, τῶν πονηρῶν, καὶ τὸ ἐγκατάλειμμα, ἤτοι ἡ κληρονομία τῶν ἀγαθῶν, παρασκευαζέτω σε ἐπιτη‐ δεύειν ἁπλότητα.
5tΨΑΛΜΟΣ τῷ Δαυῒδ εἰς ἀνάμνησιν περὶ τοῦ Σαβ‐
6tβάτου. ΛΖʹ.
7tὙπόθεσις
8Τοῦτον ᾄδει τὸν ψαλμὸν, ἀναμιμνήσκων ἑαυτὸν τῆς συνεχούσης ταλαιπωρίας, ἧς ὑπέμεινε διὰ τὴν
10 ἁμαρτίαν. Ἀξιοῖ δὲ δι’ ἑαυτοῦ τὸν Θεὸν, σαββα‐ τισμοὺς αὐτῷ δοῦναι, ἤτοι ἀνάπαυσιν τῶν συμ‐ φορῶν. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. [Οἱ ταῖς κολάσεσι διακο‐
15νούμενοι δαίμονες, καὶ αἱ τιμωρητικαὶ δυνάμεις, τοῦ Θεοῦ ὀργὴ καὶ θυμὸς λέγονται. Ἱκετεύει οὖν μὴ διὰ πονηρῶν δυνάμεων ἐλεγχθῆναι, μηδὲ δι’ ἀποστολῆς ἀγγέλων σκυθρωπῶν παιδευθῆναι, ἀλλὰ διὰ λόγων σωτηρίων.] Παιδεύει ἡμᾶς ὁ Κύριος, εἰς ἀνάμνησιν
20ἄγων τῆς ἀρετῆς. Ὁ δὲ ἅγιος οὐ τὸν ἔλεγχον ἢ τὴν παιδείαν παραιτεῖται, ἀλλὰ τὴν μετ’ ὀργῆς καὶ θυμοῦ. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι. Βέλη τὰς τι‐ μωρητικὰς δυνάμεις φησί. Καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ
25τὴν χεῖρά σου. Καθήψατό μου, φησὶν, ἡ χείρ σου, ὑπὲρ τῆς ἁμαρτίας παιδεύουσα. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσ‐ ώπου τῆς ὀργῆς σου. Λελώβημαι τὴν σάρκα, ἐπενη‐ νεγμένης μοι τῆς ὀργῆς. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς
30ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ἐξησθένησε, φησὶν, ἡ δύναμις τῆς ἐμῆς ψυχῆς· ἡ δὲ αἰτία τῆς ἀσθενείας, ἡ ἁμαρτία. Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου. Κατέκαμψέ με, φησὶν, τὸ βαρὺ τῆς ἁμαρτίας
35φορτίον. Ἀνιᾷ δέ με καὶ τῶν σεσηπότων ἐκείνων τραυμάτων ἡ δυσοσμία, ἃ, τὴν φρόνησιν ἀποβαλὼν, καὶ τῇ ἀφροσύνῃ δουλεύσας, εἰσεδεξάμην. Οὗ δὴ χά‐ ριν πάσης θυμηδίας ἐστερημένος, ἀσχάλλω καὶ ἀλύω διηνεκῶς, καὶ τῆς σκυθρωπότητος μεταβολὴν οὐχ
40εὑρίσκω. Ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ. Βαρύτητα τὴν τῆς συνειδήσεως εἰς ἀπόγνωσιν ὤθησιν μετ’ ἐπιτάσεώς φησιν. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα γὰρ
45ἁμαρτία μυσαρά τε καὶ δυσώδης· εἰ μὴ γὰρ εἰς ἀφρο‐ σύνην καταπέσοι ἡ ψυχὴ, οὐκ ἂν ὑπομένοι τὴν ἁμαρ‐ τίαν. Ἐντεῦθεν τὴν φύσιν τῆς ἁμαρτίας γινώσκομεν. Ὁποία τίς ἐστι, πλὴν ὅτι ἀπὸ ἀφροσύνης ἡμῖν συμ‐ βαίνουσιν αἱ ἁμαρτίαι;

27

.

184

(50)

Ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Λεκτέον τοῦτο πρὸς τοὺς γελῶντας πολλὰ καὶ τερπο‐ μένους. [Ἐταλαιπώρησα καὶ κατεκ., καὶ τὰ ἑξῆς. Βα‐ ρύτητα τῆς συνειδήσεως ὡς εἰς ἀπόγνωσιν ὤθησιν.
55 Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμῶν. Ἐπει‐ δήπερ φησὶν, ἐπὶ τὸ καταπαίζειν μου λοιπὸν τοὺς ἐχθρούς μου ἑώρων· τοὺς νοητοὺς δὲ λέγει.] Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα. Ἐξ
ἐκείνης, φησὶ, τῆς ἐπιθυμίας ἐτρύγησα τὸ κύπτειν

27

.

185

εἰς γῆν, καὶ διηνεκῶς ὀλοφύρεσθαι διὰ τὰς πικρὰς τῆς καρδίας ὀδύνας. Τούτου χάριν τῆς ἐπιθυμίας μεταβα‐ λὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος. Τοῦτο γὰρ ἐπήγαγεν· Ὠρυόμην
5ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Μαστίζων τὸ συνειδὸς, τὴν καρδίαν μου στεναγμοὺς ἀφιέναι ἐποίουν. Καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Τῆς μετανοίας, φησὶν, ὁ πόθος στήτω ἐνώπιόν σου,
10ᾗ ἔχω ἐπιθυμίᾳ σωθῆναι βουλόμενος. Καὶ τίς ἡ ἐπιθυμία τοῦ Χριστοῦ; τὸ ὑπὲρ ἡμῶν ἐπιτελέσαι Πάσχα. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου. Τὸ διαλογιστικὸν καρδίαν φησί. Καὶ τὸ
15φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ. Τὸ φῶς τῶν ὀφθαλμῶν τὸ πνεῦμα τὸ ἐκλάμ‐ πον τοῖς τῆς διανοίας αὐτοῦ ὄμμασιν. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν. Ἐν τῷ πεπληγέναι με,
20φησὶν, ἀντέστησάν μοι. Ταῦτα δὲ λέγει διὰ τὸν Ἀβεσ‐ σαλὼμ καὶ τὸν Ἀχιτόφελ. Καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Οἱ γὰρ συνυπουργοῦντες αὐτῷ ἄγγελοι ἐγκατέλιπον αὐτὸν διὰ τὴν ἁμαρτίαν. Τάχα γὰρ καὶ αἱ δυνάμεις αἱ ἅγιαι ὑποχωροῦσιν ἐν και‐
25ρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Εἰκότως, τῶν ἀγγέλων καταλιπόντων αὐτὸν, σφοδρό‐ τερον οἱ δαίμονες ἐπετίθεντο. Καὶ οἱ ζητοῦντες τὰ
30κακά μοι, ἐλάλησαν ματαιότητας. Ἐλάλουν, φησὶ, πρὸς ἑαυτοὺς, ἐπιβουλήν μοι σκευάζοντες. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ τὰ ἑξῆς. Ταῦτα, φησὶν, λαλούντων αὐτῶν, οὐδὲ ἀκούειν ἐδό‐ κουν, οὐδὲ λαλεῖν τῆς, παῤῥησίας μου διὰ τῆς ἁμαρ‐
35τίας ἀφῃρημένης. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα ... ὅτι εἶπα· Μή‐ ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Τῶν τοσούτων, φησὶ, συμβάντων κακῶν, μίαν ἔχω σωτηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενησομένην μοι ἐπικουρίαν.
40 Καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ’ ἐμὲ ἐμε‐ γαλοῤῥημόνησαν. Μέγα, φησὶ, δέδωκε φρονεῖν αὐ‐ τοὺς κατ’ ἐμοῦ ἡ ἁμαρτία σαλεύσασά μου τοὺς πόδας.
44Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἀλγηδών
45μου ἐνώπιόν μού ἐστι διαπαντός. Ἡδέως δέχεσθαι τὴν ἐπιστρεπτικὴν παιδείαν φησίν.
48 Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ με‐ ριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Διὰ δὴ τοῦτο

27

.

185

(50)

κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. Καίτοι, φησὶ, μὴ ἀνεπαισθήτως ἔχων τῆς ἁμαρ‐ τίας, ἀλλὰ μεριμνῶν περὶ αὐτῆς διαπαντὸς, ὁρῶ τοὺς
55ἐχθρούς μου κραταιουμένους. Οὗτοι δὲ οἱ ἐχθροὶ, μη‐ δὲν ἄδικον παρ’ ἐμοῦ πεπονθότες, διαβάλλοντές μου
τὴν ἁμαρτίαν, καὶ πρόφασιν αὐτὴν ποιούμενοι τοῦ

27

.

188

κατ’ ἐμοῦ πολέμου, κατεδίωκόν με, δίκαια λέγοντες ποιεῖν. Τοιγαροῦν καὶ γεγένημαι παρ’ αὐτοῖς ὡς νεκρὸς ἐβδελυγμένος· διὸ δὴ καὶ δέομαι, σὲ τὸν Κύριον μὴ ἀποστῆναι ἀπ’ ἐμοῦ· σπεῦσαι δὲ μᾶλλον εἰς τὴν βοή‐
5θειαν τὴν ἡμετέραν.
11tΨΑΛΜΟΣ ΛΗʹ. Εἰς τὸ τέλος, Ἰδιθοὺμ ᾠδὴ
12tτῷ Δαυΐδ.
13tὙπόθεσις.
14Ἱεροψάλτης ὑπάρχων Ἰδιθοὺμ, καὶ προφητικῇ χά‐
15 ριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωπο‐ ποιίαν εἰσφέρων αὐτοῦ τοῦ Δαυῒδ ἐξομολογουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐθέμην τῷ στόματί μου φυ‐
20λακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Παριστάμενοι γὰρ αὐτῷ οἱ νοητοὶ ἐχθροὶ, ὠνεί‐ διζον αὐτοῦ τὴν ἁμαρτίαν. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Λοιδορούμενος, φησὶν, οὐκ ἀντελοιδόρουν,
25συνιδὼν τὴν ἔκπτωσίν μου τῶν ἀγαθῶν. Καὶ τὸ ἄλ‐ γημά μου ἀνεκαινίσθη. Ἀντὶ τοῦ λέγειν πρὸς τοὺς λοιδοροῦντας, τῆς ἁμαρτίας ἀνεμίμνησκον ἐμαυτῷ. Ἡ δὲ μνήμη τῆς ἁμαρτίας οἷα πῦρ περὶ τὴν καρ‐ δίαν μου ἐγένετο.
30 Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Ἐν τῷ ἀναμιμνήσκεσθαί με τοῦ ἁμαρτήματος, φησὶν, ἐκαιόμην πυρί. Ἐλάλησα ἐν γλώσσῃ μου· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου. Τὸ, ἐν γλώσσῃ, οἷον ἠρέμα
35καὶ ψιθυρίζων, καὶ μὴ εἰς πολλοὺς ἐκφέρων τὸν λό‐ γον. Ὁ δὲ λόγος ἐρώτησις ἦν περὶ τῶν λοιπῶν ἡμε‐ ρῶν. Ἠρώτα δὲ, μαθεῖν βουλόμενος εἰ ἐξαρκέσει αὐτῷ εἰς μετάνοιαν ὁ λοιπὸς τῶν ἡμερῶν χρόνος. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου· καὶ ἡ
40ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. Εἰ καὶ εἰς μῆκος, φησὶ, παρατείνει μοι ζωὴ, ὡς οὐδὲν ἐν‐ ώπιόν σου λογισθήσεται. Εἰ γὰρ χίλια ἔτη ἐν ὀφθαλ‐ μοῖς σου ὡς ἡμέρα μία, τί ἂν εἴη χρόνος ἑνὸς ἀν‐ θρώπου; Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως ἡρμήνευ‐
45σεν· Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἄντικρύς σου. Σὺ μὲν γὰρ ἄναρχος καὶ ἀπέραντος· ὁ δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμεμέτρηται. Διὰ τούτου παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρωπίνης

27

.

188

(50)

ζωῆς. Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Εἰ δὲ, φησὶν, ἐν εἰκόνι, καὶ οὐκ ἐν ἀληθείᾳ πορεύεται ἄνθρωπος, εἰκότως
55ματαιότητα προεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν ζωὴν, ἀλλ’ ἐν εἰκόνι τινί· οὐδὲ τὴν σπουδὴν τῶν ὄντων ἀγαθῶν ποιοῦμεν· διὸ καὶ μάτην ταραττόμεθα. Ὁ βίος, φησὶ, τῶν ἐπὶ γῆς, ἅτε περὶ φροντίδας στρε‐
φόμενος κοσμικὰς, κριθείη ἂν ματαιότης. Ἢ οὕτως·

27

.

189

Σύμπαντα τὰ ἔτη τῆς ἡμετέρας ζωῆς ἀτμίς ἐστιν ἐνώπιόν σου· ἀντὶ γὰρ ματαιότητος ὁ Σύμμαχος ἀτμὶς ἐξέδωκε. Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐπειδὴ οὐ τὴν ἀληθῆ ζῶμεν ζωὴν
5νῦν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι· οὐδὲ περὶ τὰ ὄντως ἀγα‐ θὰ ποιούμεθα τὴν σπουδήν· διὸ μάτην ταρασσόμε‐ θα, περὶ τὰς κοσμικὰς ἐπιθυμίας στρεφόμενοι, συν‐ άγοντες θησαυροὺς, ὧν οὐκ ἴσμεν διαδόχους. Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; Εἰ‐
10κότως τὴν ἐλπίδα ἐπὶ Κύριον ἔχειν φησὶν, ἅτε κα‐ ταγνοὺς τῶν ἐν βίῳ περισπασμῶν. Καὶ ἡ ὑπόστα‐ σίς μου παρὰ σοί ἐστιν. Ἡ προσδοκία, ἤτοι ἡ ὑπομονή. Ὄνειδος ἄφρονι ἔδωκάς με. Μὴ παραδῷς με,
15φησὶν, εἰς ὀνειδισμὸν, διὰ τὸ εἰς ἐμὲ εἶναί σε τὸν λοιδορούμενον. Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Λοιδορούμενος, φησὶν, ἐσίγων, εἰδὼς ἀκριβῶς περὶ αὐτῆς, ὅτι σὺ εἶ ὁ τιμωρίας ἤτοι παι‐
20δείας χάριν τάξας με εἰς αὐτὸ τοῦτο ὀνειδίζεσθαι. Ἀπόστησον ἀπ’ ἐμοῦ τὰς μάστιγάς σου. Τὰς γινομένας αὐτῷ παρὰ τῶν δαιμόνων τιμωρίας λέ‐ γει, οὐ συγχωροῦντος αὐτοῖς τοῦ Θεοῦ. (Reg. 1 sic.) Τὰς γινομένας αὐτῷ παρὰ τῶν δαιμόνων τιμωρίας
25παρὰ τοῦ Θεοῦ λέγει, ὡς συγχωροῦντος αὐτὸν διὰ τὴν ἁμαρτίαν παθεῖν. Ἀπὸ γὰρ τῆς ἰσχύος τῆς χει‐ ρός σου ἐγὼ ἐξέλιπον. Πολλάκις ἤδη τὴν κολάζουσαν δύναμιν χεῖρα τοῦ Θεοῦ λέγεσθαι ἐμνημονεύσαμεν. Ὅταν αὐτοὺς ἰσχυρῶς μαστίζῃ, ἐκλείπει ὁ κολαζόμενος, καθὸ τοιοῦτός ἐστιν, ἀσθενὴς δηλονότι καὶ μὴ
30δυνάμενος ἐφ’ ἱκανὸν ἀντέχειν πρὸς μάστιγας. [Πλὴν μάτην ταράσσονται. Ὁ ἐν ἀνομίᾳ ζῶν, ὡς καὶ τοιαύτης παιδείας δεηθῆναι.] Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευσας ἄνθρω‐ πον. Ἐλέγχων με, φησὶν, ἐπὶ τῇ ἁμαρτίᾳ, ἐπαί‐
35δευσας. Τῆς δεήσεώς μου ἐνώτισαι. Ἀντὶ τοῦ, Εἰσάκου‐ σον, καὶ συγχώρησον τὴν ἁμαρτίαν πρὸ τῆς τελευ‐ τῆς. [Τοῦτο γὰρ σημαίνει· Ὅτι πάροικός εἰμι.] Ἄνες μοι, ἵνα ἀναψύξω. Πρὸ τῆς τελευτῆς μου,
40φησὶν, ἁμαρτιῶν πάρασχον ἄφεσιν, ἵνα θαῤῥῶν εἰς ᾅδου πορεύσωμαι. Καὶ οὐκέτι ὑπάρξω Οὐχ ὑπάρξω τοιοῦτος οἷος ἂν καὶ γενοίμην ἐκ τῆς πρὸς σοῦ μοι γενομένης ἀνέσεως. Ἄνεσις δὲ Θεοῦ ἐστιν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.
45tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΛΘʹ.
46tὙπόθεσις.
47Ἀναφέρεται ἡ ᾠδὴ ἐκ προσώπου τοῦ νέου λαοῦ τοῦ ἀνακομισθέντος ἐκ λάκκου ταλαιπωρίας. Εἶτα με‐ ταξὺ εἰσφέρεται τὸ τοῦ Χριστοῦ πρόσωπον, τοὺς

27

.

189

(50)

εὐχαριστοῦντας διδάσκων τῆς οἰκονομίας τὸν τρό‐ πον· εἶτα πάλιν τῶν πιστευσάντων ἐκ τοῦ Ἰσραὴλ τὸ πρόσωπον, ἀξιούντων ῥυσθῆναι τῆς διὰ τὴν ἀπεί‐ θειαν ἁμαρτίας, ἅμα δὲ καὶ διηγουμένων αὐτοῖς τὰ συμβεβηκότα διὰ τὴν ἀπιστίαν κακά.
55 Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσ‐ έσχεν μοι. Ὅμοιον τῷ· Ἐν τῇ ὑπομονῇ ὑμῶν
κτήσασθε τὰς ψυχὰς ὑμῶν.

27

.

192

Καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας. [Καὶ τί σοι παρέσχεν; Εἰσακούσας εἶπεν· Ἀνήγαγεν ἐκ βάθους τῆς ἁμαρτίας, καὶ ἐκ τῆς ἡδυπαθείας τοῦ πη‐ λώδους σώματος, ἢ ἐκ τῶν τοῦ θανάτου πυλῶν, καὶ
5ἐκεῖσε φθορᾶς, ἢ ἐκ τοῦ κόσμου περισπασμῶν.] Καὶ ἀπὸ πηλοῦ ἰλύος. Ἐκ βάθους ἁμαρτίας αἳ ἰλύος δίκην καταπάσσουσι τοὺς ἁλόντας ἐν αὐταῖς. Λάκκος γὰρ ταλαιπωρίας, κακία καὶ ἀγνωσία. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβή‐
10ματά μου. Φησὶν ὁ ἀπόστολος Παῦλος, ὅτι Ἡ πέ‐ τρα ἦν ὁ Χριστός· ἔμαθον γὰρ τὴν ἀρέσκουσαν Θεῷ βαδίζειν ὁδὸν, ἤτοι διὰ τῆς πρακτικῆς καὶ τῶν ὀρθῶν δογμάτων. Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα και‐
15νὸν, ὕμνον τῷ Θεῷ ἡμῶν. Τὸν νόμον τὸν εὐαγγε‐ λικόν· μετὰ γὰρ τὴν ἀπάθειαν ᾄδομεν ἆσμα καινὸν ἀνακαινισθέντος τοῦ οἴκου ἡμῶν. Ὄψονται πολλοὶ, καὶ φοβηθήσονται καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. Δι‐ εδόθη γὰρ εἰς πάντα κόσμον τὸ κήρυγμα.
20 Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Μόνον τὸν τὴν ἐλπίδα ἐπιγραψά‐ μενον εἰς Θεὸν μακάριόν φησιν, οὐ τὸν περισπασθέντα βιωτικαῖς μερίμναις, αἵτινες καὶ μανία καὶ ψεῦδός
25εἰσιν. [Ἐλπὶς αὐτοῦ. Εἶτα καὶ εἰς προτροπὴν ἕτερον ἐπι‐ φέρει· Μακαριστὸς, φησὶ, τῷ ὄντι, ὃς τὸν Θεὸν μόνον ἔσχεν ἐλπίδα, καὶ οὐκ ἐπέβλεψεν εἰς τὰς περὶ τὸν παρ‐ όντα βίον σπουδὰς, αἳ ματαιότητές εἰσι, καὶ μανίαι
30ψευδεῖς, καὶ εἰς κενὸν φροντίδες. Μανία δὲ σώφρων ἡ τοῦ παρόντος βίου κατάστασις, δι’ ἣν καὶ ἐξεστη‐ κότες τοῖς πολλοῖς ἐδόκουν οἱ προφῆται, ἐφ’ ᾗ καὶ σεμνυνόμενος καὶ ὁ δίκαιος λέγει· Εἶπα ἐν τῇ ἐκ‐ στάσει μου.]
35 Πολλὰ ἐποίησας σὺ, Κύριε ὁ Θεός μου, τὰ θαυ‐ μάσιά σου. Ἃ πέπραχας, φησὶν, ἐν τῷ τῆς οἰκονο‐ μίας καιρῷ, πολλά ἐστι καὶ θαυμάσια· ἃ καὶ ἑτέ‐ ροις ἀπήγγειλα. Ἡ δὲ ἐπαγγελία ὅλην, φησὶ, δι‐ έδραμε τὴν ὑπ’ οὐρανὸν, ὡς καὶ κρείττονας ἀριθμοῦ
40γενέσθαι τοὺς πιστεύσαντας. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ἐντεῦθεν εἰσφέρεται τὸ τοῦ Χριστοῦ πρόσωπον πρὸς τὸν Πατέρα λέγον. Ἐπει‐ δὴ, φησὶ, θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, οὔτε
45μὴν ηὐδόκησας ἐν ὁλοκαυτώμασι τοῖς κατὰ τὸν νό‐ μον· ἥκω σῶμα λαβὼν ὅπερ αὐτός μοι κατηρτίσω. Πνεῦμα γὰρ ἅγιον καὶ Ὑψίστου δύναμις ἐπεσκίασε τῇ ἁγίᾳ Παρθένῳ. Ἥκω δὲ ἵνα τὸ σὸν ποιήσω θέ‐ λημα. Ποῖον γὰρ ἦν τὸ θέλημα τοῦ Πατρὸς, ἢ ὃ αὐτὸς ὁ

27

.

192

(50)

Κύριος ἐξηγήσατο εἰρηκώς· Τοῦτό ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέ‐ ρᾳ; Τὸ δὲ, ἐν κεφαλίδι βιβλίου, ταύτην ἔχει τὴν ἑρμηνείαν. Κεφαλίδα οἱ Ἑβραῖοι τὸν τόμον φασίν.
55Ἡσαΐας δὲ τὸ τῆς ἐνανθρωπήσεως μυστήριον τοῦ

27

.

193

Μονογενοῦς διδασκόμενος ἤκουσε· Λαβὲ τόμον και‐ νὸν, καὶ γράψον ἐν αὐτῷ γραφίδι ἀνθρώπου. Συμ‐ βαίνει ὡς οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλὰ σαρκίναις, γρα‐ φήσονται τὰ θεσπίσματα τοῦ καινοῦ νόμου, καθώς
5φησι δι’ Ἱερεμίου τοῦ προφήτου· Διδοὺς δώσω νό‐ μους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρ‐ δίας αὐτῶν γράψω αὐτοὺς, ἵνα δηλοῖ, ὅτι τοῖς ἐν‐ δοτάτοις καὶ νοητοῖς τῆς καρδίας ταμείοις ἡ Ἐκκλη‐ σία τὸν καινὸν παραδέξηται νόμον, καὶ τὰς ἐντολὰς
10σφόδρα θελήσῃ. Εὐηγγελισάμην δικαιοσύνην ἐν Ἐκκλησίᾳ με‐ γάλῃ. Ἐκκλησία μεγάλη ἡ κατὰ πᾶν ἔθνος πιστεύ‐ σασα τῷ Σωτῆρι ψυχή· ἣ καὶ δεδικαίωται αὐτὸν ἔχουσα τὸν δικαιοῦντα τὸν ἀσεβῆ. Τὴν δικαιοσύ‐
15νην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου. Δικαιο‐ σύνην μὲν τὴν δι’ αὐτοῦ κεκηρυγμένην φησὶ, τὴν ὑπὲρ νόμον καὶ σκιάν· τὸ δὲ, ἔγνως, ἀντὶ τοῦ, ἰδιο‐ ποιήσω. Τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. Οὐ σεσίγηκα, φησὶ, οὐδὲ συνέσχον ἐν ἐμαυτῷ
20τὴν ἀλήθειάν σου. Ἀλήθειαν δέ φησι τὸ εὐαγγελικὸν κήρυγμα. Ἀλλ’ οὐδὲ ἔκρυψα τὸ σωτήριόν σου, τουτ‐ έστι τῆς παρὰ σοῦ δοθείσης σωτηρίας τὴν ὁδὸν, ἤτοι τὴν διὰ τῆς πίστεως χάριν. Συναγωγὴν δὲ πολ‐ λὴν, τὴν ἐκ τοῦ Ἰσραὴλ καὶ τῶν ἐθνῶν συνειλεγμέ‐
25νην Ἐκκλησίαν φησίν. Ἀποκαλύπτει γὰρ ὁ Χριστὸς τοὺς περὶ ἐλέους καὶ ἀληθείας λόγους τῇ φύσει τῇ λογικῇ, καὶ τοὺς περὶ σωτηρίας. Καὶ τοὺς μὲν περὶ ἀληθείας λόγους εὑρήσει ἐν τῇ θεωρίᾳ, τοὺς δὲ περὶ σωτηρίας ἐν τῇ πρακτικῇ.
30 Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ’ ἐμοῦ. Διδάξαντος τοῦ Χριστοῦ τὸ περὶ τῆς οἰκονομίας μυστήριον, εἰσκομίζεται τοῦ Ἰσραὴλ τὸ πρόσωπον τοῦ μείναντος ἐν ἀπειθείᾳ. Ὡς γὰρ ἀπει‐ θήσας τῷ ἐλέει τοῦ Θεοῦ, καὶ διὰ τοῦτο παρεωρα‐
35μένος, καὶ ἐν παντὶ γεγονὼς κακῷ, ἀνανήφει πρὸς μετάγνωσιν, κατοικτείρεσθαι παρακαλῶν. Σημαίνε‐ ται δὲ ἡ ἐπ’ ἐσχάτου καιροῦ γενησομένη κλῆσις αὐ‐ τῶν. Τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου διαπαντὸς ἀντιλάβοιντό μου. Ὁμολογοῦμεν, φησὶν, ὅτι αὐτὸς
40εἶς ὁ πάλαι σώζων ἡμᾶς καὶ ἀντιλαμβανόμενος. Καὶ τυχοῦσα τῆς σωτηρίας ἡ τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς τοῦ Θεοῦ προμηθείας διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώπων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς μνήμην ποιεῖται.
45 Ὅτι περιέσχον με κακὰ ὧν οὐκ ἔστιν ἀριθμός. Τὰ μετὰ τὴν ἀπιστίαν τὴν εἰς Χριστὸν συμβεβηκότα αὐτοῖς διηγεῖται κακά. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ ἡ καρδία μου ἐγκατ‐ έλιπέ με. Ὅμοιον ὡσεὶ ἔλεγεν· Ἴσος γέγονα τοῖς

27

.

193

(50)

οὐκ ἔχουσι νοῦν ἢ καρδίαν· γέγονε γὰρ λαὸς μωρὸς, καὶ οὐχὶ σοφός. Ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυν‐ θείησαν οἱ θέλοντές μοι κακά. Ἢ τῶν νοητῶν ἐχθρῶν καταβοῶσιν, ἢ τῶν Γραμματέων καὶ Φαρι‐
55σαίων τῶν ἐπιβουλευσάντων τῇ σωτηρίᾳ τῆς ψυχῆς αὐτοῦ, λεγόντων αὐτῶν περὶ Χριστοῦ ποτὲ μέν· Οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβούλ·
ποτὲ δέ· Δαιμόνιον ἔχεις, τίς σε ζητεῖ ἀποκτεῖναι;

27

.

196

Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης· Κύριος φρον‐ τιεῖ μου. Ὁ πάνυ θρασὺς Ἰσραὴλ, ἐν μεταγνώσει γενόμενος, πένητα καὶ πτωχὸν ἑαυτὸν ἀποκαλεῖ. Καὶ μὴν καὶ αὐτὸν ἔχειν τὸν Κύριον τὴν ἐλπίδα ἐπιγρά‐
5φεται. Βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σύ· ὁ Θεός μου, μὴ χρονίσῃς. Εἰς δὲ ταῦτα τὰ τέλη, φησὶ, προβήσεται ἡ Ἐκκλησία πτωχεύσασα πρότε‐ ρον καὶ διὰ πενίας πολλῆς ἐλθοῦσα ἐν κόσμῳ, καὶ
10τῇ παρὰ σοῦ πλουτήσασα δυνάμει, καὶ τῇ παρὰ σοῦ δοξασθεῖσα ἐπικουρίᾳ, ἣν αἰτεῖ μὴ χρονίζειν, καὶ διὰ τὴν αἴτησιν οὐ χρονιεῖ, καθὰ λέγεται τό· Ὁ ἐρ‐ χόμενος ἥξει, καὶ οὐ χρονιεῖ.
14tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. Μʹ.
15tὙπόθεσις. (Incerto auctore.)
16Ὁ προκείμενος ψαλμὸς μακαρίζει τοὺς πιστεύσαν‐ τας εἰς αὐτὸν τὸν Χριστόν· καὶ μὴν καὶ ἀμοιβὰς αὐτοῖς τῆς πίστεως δίδωσι τὴν παρ’ αὐτοῦ ἐπικου‐ ρίαν. Εἰσφέρεται δὲ καὶ αὐτὸ τοῦ Σωτῆρος τὸ
20 πρόσωπον, καταλέγον τῶν τε ἀρνόντων τοῦ Ἰου‐ δαίων λαοῦ καὶ αὐτοῦ τοῦ προδότου ἐξαιρέτως Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. Πτωχὸν καὶ πένητα τὸν Χριστὸν ἀποκαλεῖ κατὰ τὸ εἰρημένον· Πλούσιος ὢν ἐπτώχευσε δι’ ἡμᾶς.
25Ἠθικὴν ἐνταῦθα διδασκαλίαν τῆς προφητείας προ‐ έταξεν, ὠφελῆσαι τὸν ψαλμὸν τὰ ἐξ ἑκατέρου βουλό‐ μενος. Καὶ τίνα μακαρίζει; τὸν ἐπὶ πτωχὸν συνιέντα καὶ πένητα· τουτέστι τὸν νοοῦντα, ὅτι τούτου χάριν ὁ Χριστὸς πλούσιος ὢν ἐπτώχευσε, ἵνα καὶ ἡμεῖς
30τοὺς πτωχοὺς ὡς ἀδελφοὺς τοῦ ἡμετέρου Δημιουρ‐ γοῦ καὶ κριτοῦ ἐλεήσωμεν. Καὶ τί τῆς φιλοπτωχίας τὸ κέρδος; Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Δηλοῖ δὲ τὴν τῆς κρίσεως ὀδύνας τοῖς ἁμαρ‐ τωλοῖς καὶ πόνους ἐπιφέρουσαν. Ῥύσεται φῶς τοὺς
35φιλοπτώχους ὁ Κύριος. Χρεωστεῖ γὰρ αὐτοῖς φιλαν‐ θρωπίαν, ὡς αὐτὸς τὴν ἐλεημοσύνην παρ’ αὐτοῖς δα‐ νεισάμενος· καὶ διὰ μὲν τοῦ Σολομῶντος εἰπών· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεόν· οἰκείᾳ δὲ γλώτ‐ τῃ· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλα‐
40χίστων, ἐμοὶ ἐποιήσατε. Ἐν ἡμέρᾳ πονηρᾷ ῥύ‐ σεται αὐτὸν ὁ Κύριος. Ἡμέραν πονηρὰν τὴν τῶν πειρασμῶν ἐπίθεσίν φησι καὶ τὰς διώξεις τῶν ἐχθρῶν. Αἰνίττεται δὲ, οἶμαι, καὶ τὴν τῆς κρίσεως ἡμέραν φοβερὰν οὖσαν, καὶ τῶν παρανόμων κακω‐
45τικήν. Ὑπισχνεῖται τὴν εἰλικρινῆ γνῶσιν τῆς πτω‐ χείας ἐκείνης· τῶν τῆς φοβερᾶς αὐτὸν ἡμέρας ἀπαλ‐ λάξαι κακῶν. [Μακάριος ὁ ἀνὴρ ἐκεῖνος ὁ ἐννοῶν ἃ προσῆκε περὶ τῶν πενήτων, ἀντὶ τοῦ· Ὁ συνιέναι δυνάμε‐

27

.

196

(50)

νος τὴν πτωχείαν, ἢν δι’ ἡμᾶς ἀνείληφεν ὁ Χρι‐ στός.] Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐ‐ τὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. Ἐχθρῶν τῶν νοη‐
55τῶν δηλονότι.
Ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤ‐

27

.

197

ῥωστίᾳ αὐτοῦ. Πρὸς τὰ ἀμείνω μετενεχθήσεται, φησὶ, καὶ μεταβολὴν ἕξει πρὸς εὐρωστίαν. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ τὴν στροφὴν ἀντὶ τῆς μεταβολῆς τι‐ θέναι, ὡς τό· Ἔστρεψας τὸν κοπετόν μου εἰς χα‐
5ρὰν ἐμοί. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυ‐ χήν μου. Καὶ ὑπὲρ τῆς ἰδίας ἁμαρτίας ὁ Δαυῒδ εὔ‐ χεται, ἅτε δὴ ἐν ἑαυτῷ εἰδὼς ἕνα τῶν συνιέντων ἐπὶ πτωχὸν καὶ πένητα. Πάλιν τὰς ἀνθρώπων ἁμαρ‐
10τίας ἰδίας ὁ ὑπὲρ ἀνθρώπων πάσχων λέγει, καὶ τὸν ἐπὶ ταύταις ἔλεον εἰς ἡμᾶς ἐφ’ ἑαυτοῦ ζητεῖ, ὃς λύει τὴν τῶν ἀγνοούντων ἐπ’ αὐτῷ καταφρόνησιν, ἐκφαί‐ νων τὴν δόξαν· ἐπ’ αὐτοῦ μὲν κατὰ τὴν ἰδίαν δύνα‐ μιν, ἐφ’ ἡμῶν δὲ κατὰ τὴν Χριστοῦ χάριν.
15 Οἱ ἐχθροί μου εἶπον κακά μοι. Ἐντεῦθεν τὸ πρόσωπον εἰσφέρεται τὸ τοῦ Χριστοῦ, διηγούμενον τὰ παρὰ τῶν Ἰουδαίων αὐτῷ γεγενημένα. Μέχρι μὲν τοῦ παρόντος στίχου περὶ πάσης τῆς καθολικῆς Ἐκκλησίας εἰρηκέναι τὸν προφήτην ὑποληπτέον, ὡς
20ἑκάστῳ τῶν σπουδαίων ἁρμόττειν μᾶλλον ἢ τῷ Κυ‐ ριακῷ ἀνθρώπῳ. Οὐ γὰρ, ὥς τινες ὑπειλήφασι, περὶ αὐτοῦ καὶ μόνου φάσκει τὰ εἰρημένα· οὐ γὰρ ἔφησε μετὰ τοῦ ἄρθρου· Μακάριος ὁ συνιὼν ἐπὶ τὸν πτωχὸν καὶ πένητα. Τοῦτο δὲ χωρὶς ἄρθρου λεγό‐
25μενον τὸν τινὰ σημαίνει καὶ μερικόν. Μετὰ δὲ ταῦ‐ τα μέτεισιν ἀπὸ τῶν ἄλλων τῆς Ἐκκλησίας μελῶν ἐπ’ αὐτὸν ἐκεῖνον τὸν Κύριον δηλονότι Χριστὸν, ὅστις δὴ καί φησιν· Οἱ ἐχθροί μου, καὶ τὰ ἑξῆς. Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;
30Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος γάρ. Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει. Ταῦτα περὶ τοῦ Ἰούδα φησίν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐσχηκὼς εἴσοδον πρός με, διὰ τὸ τετάχθαι ἐν μαθηταῖς, δίγλωσσος καὶ πολυπράγμων ἦν· ἐλά‐
35λει γὰρ μάτην, τουτέστιν οὐκ ἀληθὴς ἦν. Ἡ καρδία αὐτοῦ συνήγαγεν ἀνομίαν ἑαυτῷ. Ἐκεκρίκει, φησὶ, παραδοῦναι τοῖς φθονοῦσιν ἐμέ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό· τὸ, Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν;
40 Κατ’ ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου. Τὰ κατ’ αὐτοῦ τῶν Ἰουδαίων σκώμματα, τὰς κατ’ αὐ‐ τοῦ τῶν Ἰουδαίων συσκευὰς σημαίνει, καὶ τὰ λελη‐ θότα σκέμματα, τοὺς ἀρχιερεῖς τοὺς συμφωνοῦντας πρὸς τὸν Ἰούδαν λέγων, οἵτινες ἐψιθύριζον, τὰ περὶ
45τοῦ Ἰησοῦ σύμφωνα πρὸς τὸν Ἰούδαν τιθέμενοι. Ἐψιθύριζον· οὐδὲ γὰρ ἐτόλμων φανερῶς ταῦτα τὸ πλῆθος εὐλαβούμενοι τίθεσθαι. Λόγον παράνομον κατέθεντο κατ’ ἐμοῦ. Τὸ, Ἆραι, ἆραι, σταύρωσον αὐτόν. Οὗτος δὲ ὅτι παρά‐

27

.

197

(50)

νομος ἦν, δῆλον ἐκ τοῦ εἰρημένου· Ἀθῶον καὶ δί‐ καιον οὐκ ἀποκτενεῖς. Μὴ ὁ κοιμώμενος, οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; Διαγελᾷ τῶν Ἰουδαίων τὰ σκέμματα ὡς οἰομένων διὰ τοῦ θανάτου θραύ‐ ειν αὐτὸν ὡς ἕνα τῶν καθ’ ἡμᾶς. Ὁ δέ φησι· Πῶς
55νομίζετε θανάτῳ περιβαλεῖν τὴν ζωήν; Ὕπνος γάρ

27

.

200

ἐστιν ἐμοὶ τὸ παθεῖν. Ἀναγκαίως δὲ λέγει τῇ κοι‐ μήσει τὴν ἀνάστασιν ἕπεσθαι. Ἡ δὲ κοίμησίς ἐστιν ὁ θάνατος· ἀναγκαίως τῷ θανάτῳ ἀκολουθήσει καὶ ἡ ἀνάστασις.
5 Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου ἐφ’ ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμόν. Ἐμπαιγμὸν, ἐπιβουλὴν, δόλον. Εἰρήνης ἄνθρωπον τὸν Ἰούδαν φησὶ, διὰ τὸ δοκεῖν ἐν τοῖς εὐνοοῦσιν αὐτῷ τετάχθαι καὶ φίλοις· τόγε ἥκων
10εἰς τὸ εἶναι μαθητήν. Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἀνθρωπίνως μᾶλλον διὰ τὴν κένωσιν πρὸς τὸν ἑαυτοῦ Πατέρα ποιεῖται τὸν λόγον, καίτοι αὐτὸς ὢν τὸ ἔλεος τοῦ Θεοῦ καὶ Πα‐
15τρὸς, καὶ ἡ ἀνάστασις καὶ ἡ ζωή. Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με. Λαλεῖ πά‐ λιν ὡς ἄνθρωπος, ἵνα ἑαυτὸν παραθῇ τῷ Θεῷ καὶ Πατρί. Ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ’ ἐμέ. Εἰ μὲν ἐκ προσώπου τῆς ἀνθρωπότητος ταῦτα λέγει
20ὁ Χριστὸς, ἐχθρὸς ἂν νοηθείη ὁ τὸν θάνατον ἡμῖν κα‐ τασκευάσας· εἰ δὲ ὡς ἐξ αὐτοῦ τοῦ Χριστοῦ, τῶν Ἰουδαίων τοὺς ἄρχοντάς φησιν. Ὅτι γὰρ λελύπην‐ ται, δῆλον ἐκ τοῦ συκοφαντῆσαι αὐτοῦ τὴν ἀνάστα‐ σιν.
25 Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου. Ἡ πάν‐ των ἀντίληψις ἀντιλήψεως τετυχηκέναι φησίν· οὐκ αὐτὸς ταύτης δεόμενος, καθ’ ὃ νοεῖται Θεὸς, ἀλλὰ γενόμενος ἄνθρωπος, ὑπὲρ ἀνθρώπων ποιεῖται λό‐ γους.
30 Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶ‐ νος. Σφραγίζει καὶ νῦν εἰς εὐχαριστίαν τὴν προκειμέ‐ νην ᾠδήν. Ἀπὸ τοῦ παρόντος, φησὶν, εἰς τὸν μέλ‐ λοντα· οὐκοῦν ἀπὸ μὲν τοῦ παρόντος ἡ εὐλογία παρ’ ἡμῶν εἰς τὸν Θεὸν ἄρχεται, τελειοῦται δὲ ἐν τῷ μέλ‐
35λοντι· ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν, ὅθεν καὶ ἐκ μέρους εὐλογοῦμεν· Ὅταν δὲ ἔλθῃ τὸ τέλειον, φησὶν ὁ Παῦλος, τὸ ἐκ μέρους κατ‐ αργηθήσεται. Τῇ γὰρ ἐπὶ τὸ μεῖζον προκοπῇ τὸ ἀπὸ μέρους παύεται. Διὰ τοῦτο ὁ Ψαλμῳδὸς ἐπήγαγε, Γέ‐
40νοιτο, γένοιτο, καὶ διπλασιάζει τὴν εὐχήν. Μακάριον γὰρ ἐντεῦθεν τῆς εὐλογίας τῆς εἰς τὸν Θεὸν διὰ πίστεως καὶ τῆς τῶν ἄλλων ἀγαθῶν κατορθώσεως ἄρξασθαι, οὕτω τε αὐτὴν στεφανῶσαι εἰς τὸν αἰῶνα τὸν μέλ‐ λοντα, ὡς οἵ γε ἀσεβεῖς καὶ ἄπιστοι εὐλογεῖν ἐκεῖ
45τὸν Θεὸν οὐκ ἐπιτρέπονται. Εἰδέναι δὲ δεῖ, ὅτι τὴν ψαλμικὴν ταύτην προφητείαν εἰς πέντε τινὲς δι‐ ελόντες βίβλους, μέχρι τούτου τοῦ ψαλμοῦ τὴν πρώ‐ την νομίζουσιν· ἐπειδὴ πρὸς τῷ τέλει στέφανον ὥσπερ τὴν εὐλογίαν τὴν εἰς Θεὸν κέκτηται. Ὅθεν

27

.

200

(50)

οὕτω διαιροῦσι καὶ τὰς ὑπάρξεις τὰς τέσσαρας.
51tΕἰς τὸ τέλος εἰς σύνεσιν τοῖς υἱοῖς τοῦ Κορέ.
52tΨΑΛΜΟΣ ΜΑʹ.
53tὙπόθεσις.
54Ἱεροψάλται μὲν γεγόνασιν οἱ τοῦ Κορὲ υἱοὶ, ᾄδουσι
55δὲ τὴν ᾠδὴν λαβόντες παρὰ τῶν συνθέντων αὐ‐ τὴν, τουτέστι τοῦ Δαυῒδ, τὰ ἐπ’ ἐσχάτων σημαί‐
νοντες τῶν καιρῶν. Εἰσφέρουσι δὲ τὸ αὐτοῦ τοῦ

27

.

201

Ἰσραὴλ πρόσωπον ἐξομολογούμενον Χριστῷ διὰ τῆς μεταγνώσεως, ἧς ποιήσονται ἐπὶ συντελείᾳ τῶν αἰώνων. Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς
5πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Αἱ λογικαὶ ἔλαφοι, διαλειπούσης αὐτὰς διὰ τὰς ἀνομίας τῆς νοητῆς πηγῆς, ἀπεκλαί‐ οντο νυκτὸς καὶ μεθ’ ἡμέραν τὴν ἀπώλειαν ἑαυτῶν. Πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ
10Θεοῦ; Πρόσωπον τοῦ Θεοῦ ὁ Λόγος. Σημαίνει τὸ λίαν ἐπιθυμεῖν αὐτοὺς εἰς καιρὸν ἀφικέσθαι αὐτοὺς καθ’ ὃν καὶ ἡ αὐτῶν ἔσται κλῆσις· ὥστε καὶ αὐτοὺς ἐμφανεῖς γενέσθαι τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πα‐ τρός. Ταυτὸ δέ ἐστι καὶ τὸ τοῦ Υἱοῦ.
15 Ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχους ἑορτάζοντος. Προευαγγελίζεται ἑαυτὸν ὡς ἐν καιρῷ τευξόμενος τῆς διὰ Χριστοῦ σωτηρίας καὶ ζωῆς, καὶ ταῖς θείαις αὐλαῖς ὁμοῦ τοῖς ἄλλοις ἁγίοις ἐνδιαιτησόμενος.
20 Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἐπιτιμᾷ ταῖς λύπαις τῇ εἰς Χριστὸν ἐλπίδι ὀχυρόμενος. Εἰ τετήρηται, φησὶν, ὦ ψυχὴ, καιρὸς καθ’ ὃν ἡ διὰ πίστεως ἡμῶν κλῆσις εἰσάγοι ἡμᾶς μετὰ τῶν ἑορταζόντων εἰς τὴν σκη‐
25νὴν, διὰ τί περίλυπος εἶ, καὶ κατατρύχῃ ταῖς λύ‐ παις; Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἑρμωνιεὶμ ἀπὸ ὄρους μικροῦ. Ἐπειδὴ ἐταρά‐ χθη, φησὶν, ἡ ψυχή μου, ἀναμνήσαντός μου ἐμαυτὸν
30τῶν σῶν θαυμασίων, ὧν τε κατὰ τὸν Ἰορδάνην ἡμῖν ἔδειξας, ὧν τε κατὰ τὸ ὄρος τὸ Ἀερμὼν, παραμυθήσο‐ μαι ἐμαυτόν. Ἢ οὕτως· Γενόμενος, φησὶν, ἐν τῷ Ἰορδάνῃ, τουτέστιν ἀξιωθεὶς τοῦ ἁγίου βαπτίσματος, τὸ τηνικαῦτά σου μνησθήσομαι διὰ τοῦ ῥήματος τῆς
35ὁμολογίας. Μνησθήσομαι δὲ καὶ τοῦ Ἑρμωνιείμ. Ἑρμωνιεὶμ δὲ ἑρμηνεύεται ὁδὸς λύχνου, ὡς τοῦ ἁ‐ γίου βαπτίσματος ὁδὸν αὐτοῖς ἀνοίγοντος φωτισμοῦ. Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρακτῶν σου. Ἑτέρων πάλιν θαυμασίων ἀναμι‐
40μνήσκουσιν ἑαυτούς. Ὅτε γὰρ ἀλλόφυλοι κατεστρά‐ τευσαν αὐτῶν, γενομένης ὑπὲρ αὐτῶν θυσίας παρὰ τοῦ Σαμουὴλ, κατηνέχθη κατὰ τῶν πολεμίων χά‐ λαζα τοσαύτη, ὡς τοὺς ἐχθροὺς σχεδὸν ἅπαντας, οὐ‐ δενὸς αὐτοῖς ἀνθρώπων μαχομένου, πεσεῖν. Ἄβυσ‐
45σον τοίνυν ἐπ’ ἀβύσσῳ τρέχουσαν καλεῖ τὴν τῆς χα‐ λάζης φοράν. Τὸ δὲ, ἐπικαλεῖται, ἀντὶ τοῦ, ἐγκα‐ λεῖται. Φωναὶ δὲ τῶν καταρακτῶν αἱ τῶν χαλαζῶν φοραὶ νοηθεῖεν ἄν. Ἀλλαχοῦ δὲ καταῤῥάκται οἱ τοῦ Θεοῦ προφῆται. Πάντες οἱ μετεωρισμοί σου καὶ τὰ

27

.

201

(50)

κύματά σου ἐπ’ ἐμὲ διῆλθον. Ἑτέρου πάλιν ἑαυτὸν
ἀναμιμνήσκει θαύματος. Διῆλθον γὰρ διὰ θαλάσσης

27

.

204

μέσον τὴν τοῦ Φαραὼ φεύγοντες μοχθηρίαν. Καὶ ἐδόκουν μὲν οἱ τῶν κυμάτων μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις, κατ’ αὐτῶν φέρεσθαι· ἀλλ’ ἠδίκουν οὐ‐ δέν· ἐπάγη γὰρ ὡσεὶ τεῖχος τὰ ὕδατα.
5 [Ἄβυσσος ἄβυσσον ἐπικαλεῖται. Ἄβυσσος ὁ Πατὴρ, ἄβυσσος ὁ Υἱός. Ἄβυσσος ἡ τῶν ἁμαρτιῶν ἐπικαλεῖται τὴν ἄβυσσον τῆς εὐσπλαγχνίας τοῦ Θεοῦ, εἰς τὸ καταῤῥάξαι τὴν ἁμαρτίαν καὶ τοὺς ταύτης αἰ‐ τίους καὶ τὴν φθοράν· οἷον ὅτι Ἔθος σοι τοῖς ἁμαρτω‐
10λοῖς δεομένοις σου ἐπικάμπτεσθαι. Καὶ ἵνα τί ἡμᾶς παραβλέπεις προσπίπτοντάς σοι;] Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς ᾠδὴ αὐτοῦ. Ἑτέρου πάλιν μέμνηται θαύ‐ ματος. Ὁ γὰρ Ῥαψάκης, περικυκλώσας τὴν Ἱερου‐
15σαλὴμ, ἠπείλει μηδὲ τὸν Θεὸν ἰσχύειν ἐξελέσθαι αὐ‐ τοὺς ἐκ χειρὸς Ἀσσυρίων· ἀλλ’ ἐπηγγείλατο ὁ Θεὸς λέγων· Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης. Εἶτα τὴν ἐπαγγελίαν πληρῶν ἐν μιᾷ νυκτὶ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνεῖλε τῶν Ἀσσυρίων.
20Καὶ τοῦτό ἐστιν· Ἡμέρας ἐντελεῖται Κύριος τὸ ἔλεος αὐτοῦ. Προσευχὴ τῷ Θεῷ τῆς ζωῆς μου. Ὡς ἤδη πεπιστευκὼς τὰ τοῖς πιστεύουσι πρέποντα ἀναφέρει ῥήματα, αὐτῷ τὴν οἰκείαν ἀναγραφόμενος ζωήν.
25 Ἐρῶ τῷ Θεῷ, Ἀντιλήπτωρ μου εἶ. Ἐπαναλαμ‐ βάνει τὴν ἱκετηρίαν ὁ μεταγινώσκων λαὸς, ἐπὶ πλεῖον ἐκκαλούμενος εἰς ἔλεον τὸν Θεόν.
28tΨΑΛΜΟΣ τῷ Δαυῒδ ἀνεπίγραφος παρ’
29tἙβραίοις. ΜΒʹ.
30 Κρῖνόν με, ὁ Θεὸς, καὶ δίκασον. Τὴν αὐτὴν ὑπόθεσιν τῷ ὀπίσω καὶ ὁ παρὼν ἔχει ψαλμός. Προσ‐ έρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν ἐξαιτούμενοι. Διό φησιν· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐ‐
35τοὺς καὶ εἰς τὸ ἅγιον ὄρος εἰσάγειν ἔμελλε, τουτέστιν εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς, ἅσπερ καὶ σκηνώματα ὀνομάζει· καὶ εἰς τὸ νοητὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραίνειν τὴν νεότητα. Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην, τὴν καὶ ἀνανεου‐
40μένην αὐτῶν τὴν ψυχήν. Διὸ καὶ ἐν κιθάρᾳ ὑπ‐ ισχνοῦνται αὐτῷ προσφέρειν τὴν ἐξομολόγησιν. Κιθά‐ ραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδιδάξαμεν.
43tΕἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν.
44tΨΑΛΜΟΣ ΜΓʹ.
45tὙπόθεσις.
46[Καὶ ἔτι οὗτος τῆς αὐτῆς ὑποθέσεως ἔχεται· τὰς πα‐ λαιὰς εὐεργεσίας διηγουμένων, καὶ προσληφθῆναι ἀξιούντων διὰ τοῦ αὐτὸν ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι.

27

.

204

(50)

Ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν. Οὕτω φα‐ σὶν ἐπειδὴ, ἀπωσάμενοι φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα σαρκικὸν κατέστησαν.] Ὁ Κύριος, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν. Νυνὶ δὲ ἀπώσω, καὶ κατῄσχυνας ἡμᾶς. Καὶ οὐκ
55ἐξελεύσῃ, Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν. Πάλαι, φη‐
σὶν, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνεξέρχῃ

27

.

205

ἡμῖν, ἀλλὰ καὶ ἀπέστρεψας ἡμᾶς, ὡς καὶ τοῖς μι‐ σοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπαγήν. Ταῦτα δέ φη‐ σιν ὁ χορὸς ὁ προφητικὸς οἰκειούμενος τοῦ λαοῦ τὰς συμφοράς.
5 Καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. Ἐκ‐ λάγμασιν, φησὶν, ἡμᾶς εἰς ἀτιμίαν. Καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν [ἀλ‐ λάγμασιν] ἡμῶν. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Ὁ δὲ νοῦς οὗτος· Οὕτως, φησὶν, ἀπέῤῥιψας ἡμᾶς ὡς
10καὶ ὀλίγοις ἡμᾶς ἡττηθῆναι, καὶ τοὺς ἀλαλάζοντας καθ’ ἡμῶν μικροὺς εἶναί τινας. Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. Πάντα ὅσα ἐποίησαν εἰς Χριστὸν ἀποδέδοται αὐτοῖς· ὠνεί‐ δισαν, ὠνειδίσθησαν· ἐχλεύασαν, ἀντεχλευάσθησαν·
15ἐκίνησαν ἐπ’ αὐτῷ τὰς κεφαλὰς, ἐκίνησαν καὶ ἕτε‐ ροι τὰς κεφαλὰς ἐπ’ αὐτοῖς. Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστίν. Μακρὰ, φησὶν, καὶ διηνεκὴς ἡ καθ’ ἡμῶν γέγονε αἰσχύνη.
20 Ταῦτα πάντα ἦλθον ἐφ’ ἡμᾶς, καὶ οὐκ ἐπελαθό‐ μεθά σου. Ἤδη ἔφημεν, ὡς οἱ προφῆταί εἰσιν οἱ ἀναφέροντες τὴν ἱκετηρίαν ἐκ προσώπου τοῦ λαοῦ, οἰκειοποιούμενοι τὰ διὰ τὰς αὐτῶν ἁμαρτίας συμβάντα κακά.
25 Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. Ταῦτά φασιν, ὅτι, ἀσεβήσαντες εἰς Χριστὸν, καὶ τοῦ τελεῖν τὴν κατὰ νόμον θυσίαν ἐξώσθησαν. Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Τοῦτό φησιν διὰ τὸ μηδὲν ἔτι δύνασθαι φρονεῖν τῶν
30ἐπηρμένων· Καὶ ἤλεγξας ἡμᾶς ἐν τῷ κόσμῳ ἡμαρ‐ τηκότας. Καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. Τὸν σκότον τὸν γενόμενον ἐν ταῖς τῶν ἀπιστησάντων καρδίαις κατασημαίνει. Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν.
35Τοῦτό φασιν, ὡς μηκέτι μετὰ τὴν τελευταίαν ἔκ‐ πτωσιν εἰδωλολατρήσαντες, ἢ πάλιν ὡς ἐκ προσώπου τῶν προφητῶν. Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Ὅμοιον τῷ εἰρημένῳ· Ἐλιθάσθησαν, ἐπρίσθησαν,
40ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ὥσπερ δὲ τὰ τοῦ λαοῦ ἁμαρτήματα οἰκειοποιοῦνται, οὕτω καὶ τὰ ἑαυ‐ τῶν ἀγαθὰ εἰς πρόσωπον ὥσπερ τοῦ λαοῦ ἀναφέ‐ ρουσιν, καθάπερ ἑνὸς ὄντος σώματος τοῦ παντός. Ἢ καὶ οὕτως· Διὰ τὴν εἰς σὲ γεγονυῖαν ἡμῖν ἀπιστίαν,
45φησὶν, εἰς τοσοῦτον ἥκομεν κακὸν, ὡς ἐοικέναι ἀν‐ θρώποις τὴν ἐπὶ θάνατον φέρουσιν ψῆφον, καὶ μὴν καὶ προβάτοις εἰς σφαγὴν ἀγομένοις. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; Τὴν πολ‐ λὴν ἀνοχὴν τοῦ Θεοῦ, ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας

27

.

205

(50)

αὐτῶν, ὕπνῳ παραβάλλουσιν. Ἀνάστηθι, καὶ μὴ ἀπ‐ ώσῃ εἰς τέλος. Ἀνάστηθι, λέγει, οὐχ ὅπως ἐναλλάξῃ τὸ σχῆμα· τὸ θεῖον γὰρ ἀσχημάτιστον, ἀλλ’ ἵνα κι‐ νήσῃ τὴν ἑαυτοῦ δύναμιν εἰς ἡμετέραν βοήθειαν. Καὶ μὴ ἀπώσῃ εἰς τέλος μήτε τοὺς ποιοῦντας, μήτε
55τοὺς πάσχοντας, ἵνα μήτε οἱ πάσχοντες, ὡς ὁλοκλή‐
ρως δοθέντες τοῖς πειρασμοῖς ὀλισθήσωσι, μήτε οἱ

27

.

208

ποιοῦντες, τῇ τοῦ κριτοῦ μακροθυμίᾳ θαῤῥήσαντες, ἐπὶ πλεῖον ἀνομίας προκόψωσιν. Δοθῆναι αὐτοῖς εὔ‐ χονται τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ, τὴν ἐπ’ ἐσχά‐ των τῶν καιρῶν, ἵνα μὴ τῆς παρ’ αὐτοῦ ἀμοιρήσωσι
5ζωῆς. Ἐκολλήθη εἰς χοῦν ἡ γαστὴρ ἡμῶν. Ταῦτά φασιν, ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρκικόν. Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν. Ἀντιλαβοῦ,
10φησὶν, ἡμῶν, καὶ δίδου τὸ εὐμενὲς καὶ καιρὸν ἐπι‐ στροφῆς τοῖς τὴν εἰς σὲ ἀληθινὴν πίστιν ὁμολο‐ γοῦσιν.
13tΕἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς
14tυἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ Ἀγαπη‐
15tτοῦ. ΜΔʹ.
16tὙπόθεσις.
17Τὴν προκειμένην ᾠδὴν ἀνατίθησι τῷ Ἀγαπητῷ ὁ Δαυῒδ, τουτέστι Χριστῷ, τῷ ἐπ’ ἐσχάτων τῶν ἡμε‐ ρῶν ἐληλυθότι, καὶ τὴν ἀλλοίωσιν πεποιηκότι,
20τουτέστι, τὴν μεταβολὴν τὴν ἐξ εἰδωλολατρείας εἰς θεοσέβειαν. Μέμνηται δὲ καὶ τῶν υἱῶν Κορὲ, εἰς τοὺς ἀποστόλους ἀναπέμπων τὸ πρόσωπον. Ταῦτα δὲ πάντα ἀναγκαῖον συνιέναι ἡμᾶς· διὸ καὶ εἰς σύνεσιν ἐπιγέγραπται.
25 Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Τοῦτό φησιν ὁ Πατὴρ περὶ τοῦ Υἱοῦ· γεγένηται γὰρ Θεὸς ἐκ Θεοῦ. Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ὥσπερ βα‐ σιλεὺς ὑπάρχων ὡς Θεὸς εἰς βασιλείας ἀρχὴν λέγεται ἔρχεσθαι διὰ τὸ σεσαρκῶσθαι αὐτόν· οὕτω καὶ ἅπερ
30οἶδε φυσικῶς ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰκονομικῶς. Ἡ γλῶσσά μου κά‐ λαμος γραμματέως ὀξυγράφου. Ὃν εἴρηκε λόγον, τοῦτον καὶ γλῶσσαν αὐτοῦ ἀποκαλεῖ. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι
35καὶ εὐθέως γίνεσθαι, ὡς τό· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἐκαθαρίσθη· καὶ, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι· καὶ εὐθέως ἀνέστη. Οὐ μὴν ἀλλὰ καὶ τό· Λόγον συντετμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.
40 Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώ‐ πων. Τὴν σύγκρισιν τοῦ ἀγαθοῦ Πνεύματος ἔστιν ἰδεῖν ἀφ’ ὧν ὁ Ἰωάννης φησὶν, ὅτι Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ δὲ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κάλαμος γὰρ καλὸς καὶ
45ὁ Μωσέως· ἔγραψε γὰρ ἡμῖν νόμον παιδαγωγόν· ἀλλὰ οὐ τοιοῦτος ὡς καὶ ἔγραψε τὰ ὀνόματα ἡμῶν ἐν οὐρανοῖς. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Γλυ‐ κύφωνος γὰρ ὁ Κύριος ἡμῶν λέγων· Ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι, καὶ περισσότερον ἔχωσι καὶ,

27

.

208

(50)

Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· καὶ, διδοὺς ζωὴν τῷ κόσμῳ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. Εἰς μάχην τὴν ὑπὲρ ἡμῶν διεγείρει τὸν Μονογενῆ. Εἶτα καὶ ἐπειδὴ στρατιωτικὸν αὐτῷ
55σχῆμα δέδωκεν, ῥομφαίαν εἰπὼν, καὶ μηρὸν προσ‐ επάγει. Αὐτοῦ γὰρ ὡς Θεοῦ, καὶ οὐκ ἔξωθεν ἡ ῥομ‐
φαία· δυνατὸς γάρ ἐστι, τουτέστι τῶν δυνάμεων

27

.

209

Κύριος· καὶ τοῦτο κατὰ φύσιν αὐτῷ. Ἔστι δὲ καὶ ὡραῖος μὲν τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὸ ὑπερκόσμιον κάλλος κατανοεῖν δυναμένοις. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἐνήρμοσεν πρὸς τὴν τῶν
5ἀπιστούντων ἀπειλὴν καὶ τῶν ἀντικειμένων τὰς φά‐ λαγγας. Περὶ γοῦν τῶν ἀπειθούντων φησὶν ὁ ψαλ‐ μός· Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐ‐ τοῦ στιλβώσει.
10 Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. Ὡραιό‐ της δὲ καὶ κάλλος τοῦ στρατευσαμένου ἡ θεότης αὐ‐ τοῦ καὶ ἡ κατὰ πάντων ὑπεροχή. Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε. Ἔντεινον τὰ τόξα σου, φησὶ, κατευοδοῦ δὲ δεδικαιωμένους ὑπὸ σοῦ,
15ὧν βασιλεύεις, φησὶν, ἀπαλλάξας αὐτοὺς τοῦ τυράν‐ νου. Δείκνυσι νοερὰν οὖσαν τὴν νίκην· ὅπλων γὰρ μνημονεύσας, μέμνηται καὶ πραότητος. Πράου δέ ἐστι τὰ μὲν εἰς ἑαυτὸν ἀφεῖναι τοῖς ἀδικουμένοις. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ἐπειδὴ
20γὰρ ῥομφαίας ἐμνημόνευσεν, ἀκόλουθον καὶ δεξιᾶς ἐποιήσατο μνήμην. Δεξιὰ δὲ αὐτοῦ τὰ δεξιὰ βουλεύ‐ ματα, οἷς κεχρημένος τὴν τῆς ἁμαρτίας οὐκ ἐδέξατο προσβολήν. Τὰ βέλη σου ἠκονημένα, δυνατέ. Βέλη τοὺς
25ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ ἐν καρδίᾳ καιρίας δεδώκασι πληγὰς τοῖς ἐχθροῖς τοῦ Βασιλέως τῶν βα‐ σιλευόντων. Ταῦτα δὲ τὰ βέλη, πλήξαντα εἰς καρ‐ δίαν τοὺς νοητοὺς ἐχθροὺς, ἴσχυσε προσενέγκαι τὴν ὑπ’ οὐρανὸν ὑπὸ πόδας Χριστοῦ, καὶ τῆς αὐτοῦ βα‐
30σιλείας ὑποθεῖναι τοῖς ζυγοῖς. Ἐν ὑπερβατῷ δὲ οἱ στίχοι, ἵνα ὦσιν οὕτως· Τὰ βέλη σου ἠκονημένα, δυ‐ νατὲ, ἐν καρδίαις τῶν ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Οἱ κεκλημένοι διὰ τῶν ἀποστόλων, ὁμολογοῦντες τοῦ
35Μονογενοῦς τὴν θεότητα, φασίν· Ὁ θρόνος σου, ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἡ εὐθύτης παρὰ τῇ θείᾳ Γραφῇ δικαιοσύνην σημαίνει. Λέγει τοίνυν, ὡς οἱ βασιλευόμενοι παρὰ Χριστοῦ, τὴν τῆς δικαιοσύνης
40μάθοιεν βαδίζειν ὁδόν. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνο‐ μίαν. Ἐπειδὴ, τὴν τροπὴν παθοῦσα, ἡ ἀνθρώπων φύσις καταλείψασα τὴν δικαιοσύνην ἠγάπησε τὴν ἀνομίαν, ταύτῃ τοι γέγονεν ἄνθρωπος ὁ Μονογενὴς,
45κατορθῶν ἐν ἑαυτῷ τῇ ἀνθρώπων φύσει τὸ ἀγαπᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν· καὶ ἡ τῆς ἐνανθρω‐ πήσεως αὕτη αἰτία. Διό φησιν· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός. Διὰ τοῦτο δὲ, ποῖον; ἢ ὥστε καὶ τοὺς ἐν μεθ‐ έξει σου γενομένους ἀγαλλιᾶσθαι· ἅτε δὴ ὡς ἠλεη‐

27

.

209

(50)

μένους διὰ τὸ κατωρθῶσθαι αὐτοῖς διὰ σοῦ τὸ ἀγα‐ πᾷν δικαιοσύνην καὶ μισεῖν ἀνομίαν. Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Ἐπὶ τοῦτο ἤλειψέ σε ὁ Θεὸς, ὁ Θεός σου, φησί· τὸ γὰρ ἔχρισεν, ἤλει‐ ψεν ἑρμηνεύεται. Συνῆπται δὲ ἡ τούτου ἑρμηνεία
55ἄνωθεν εἰς τὸ, Ἠγάπησας δικαιοσύνην. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱμα‐
τίων σου. Ἱμάτια τοῦ Μονογενοῦς νοηθεῖεν ἂν δυ‐

27

.

212

νάμεις, μεγαλοπρέπεια, δόξα, κατὰ τό· Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Αὕτη δὴ οὖν ἡ δόξα αὐτοῦ καὶ ἡ μεγαλοπρέπεια εὐώδης γέγονεν
5ἡμῖν, καὶ ὡς ἐν τάξει θυμιάματος παντὸς κατὰ τὸ ἀλλαχοῦ εἰρημένον· Μύρον ἐκκενωθὲν ὄνομά σου· καὶ τὸ, Εἰς ὀσμὴν εὐωδίας σου δραμοῦμαι. Ἔστιν ἡ στακτὴ σμύρνης εἶδος λεπτότατον· ἐκθλιβέντος γὰρ τοῦ ἀρώματος, ὅσον μὲν γὰρ αὐτοῦ ῥυτὸν εἰς στακτὴν
10ἀπομερίζεται· τὸ δὲ παχύτερον ἀπομένον σμύρνα προσαγορεύεται. Ἡ δὲ κασία φλοιός τίς ἐστι λεπτό‐ τατος καὶ εὐώδης, ξυλώδη κάρφη περιτεινόμενος. Ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν ηὔφρανάν σε. Βάρεις μὲν οἱ πολυτελεῖς καὶ ἐξαίρετοι οἶκοι, ἤτοι οἱ
15ναοί. Ἐλεφαντίνας δὲ τὰς ἀπεξεσμένας οἱονεὶ καὶ περικαλλεστάτας φησίν. Βασιλέας δὲ ὀνομάζει τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ συμβασιλεύουσι τῷ Χρι‐ στῷ. Θυγατέρας δὲ αὐτῶν τὰς δι’ αὐτῶν εἰς θεο‐ γνωσίαν ἀναγεγεννημένας ψυχὰς, αἳ καὶ ναοὺς τὰς
20ἑαυτῶν καρδίας ἀποτελοῦσι περικαλλεστάτους, εἰς τιμὴν τοῦ Θεοῦ εὐφραινούσας αὐτόν. Ὅμοιον οὖν ὡς εἰ λέγῃ· Εὐφρανθήσῃ, φησὶν, ὦ Δέσποτα, ἀπὸ βά‐ ρεων ἐλεφαντίνων ὧν κατεσκεύασαν εἰς σὴν τιμὴν αἱ τῶν βασιλέων θυγατέρες. Παρέστη ἡ βασίλισσα
25ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ. Βασίλισσα μὲν ἡ Ἐκκλησία, ὡς νύμφη γενομένη τοῦ μεγάλου βασιλέως· ἡ δὲ στάσις ἡ ἐκ δεξιῶν τὴν τιμὴν ση‐ μαίνει ἧς ἀπολαύσει ἐν τῷ μέλλοντι αἰῶνι· ἱματι‐ σμὸς δὲ αὐτῆς ποικίλος πίστις, ἐλπὶς, ἀγάπη· ἔχει
30δὲ καὶ ἕτερον ἱμάτιον λαμπρότερον, τὸν Χριστὸν αὐ‐ τόν. Ὅσοι γὰρ, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Ἄκουσον, θύγατερ, καὶ ἴδε. Καὶ πάλιν ὡς πρὸς τὴν Ἐκκλησίαν ὁ λόγος οὗτος. Καὶ ἐπιλάθου τοῦ
35λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου. Οὐκ ἂν γάρ τις καθαρὸς τῇ διὰ Χριστοῦ προσέρχεται πίστει, μὴ παντελῆ λήθην τῶν προτέρων ποιησάμενος κα‐ κῶν. Λαὸς δὲ πάλαι τῆς Ἐκκλησίας οἱ εἰδωλολάτραι. Οἶκος δὲ τοῦ πατρὸς αὐτῆς, οἱ σοφοὶ τοῦ αἰῶνος, ἐν
40οἷς κατοικεῖ ὥσπερ ἐν οἴκοις ὁ Σατανᾶς. Καὶ θυγά‐ τηρ Τύρου ἐν δώροις. Ἀπὸ ἑνὸς ἔθνους, τοῦ Τυ‐ ρίων φημὶ, τὴν τῶν ἐθνῶν κλῆσιν κατασημαίνει. Τοὺς Τυρίους δὲ ὠνόμασε, διὰ τὸ μάλιστα αὐτοὺς ἐχθροὺς εἶναι τοῦ εὐσεβοῦς πολιτεύματος.
45 Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλού‐ σιοι τοῦ λαοῦ. Τοῦτό φησιν εὐαγγελιζόμενος καὶ αὐτοὺς τοὺς βασιλεῖς, καὶ τοὺς ἐν ὑπεροχαῖς ὄντας· Προσκύνησον τὴν Ἐκκλησίαν, ἤτοι τὸν ἑαυτῆς Κύ‐ ριον. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως

27

.

212

(50)

ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς. Τὸ εὐσεβὲς ἔσω‐ θεν σημαίνει· νοητὸς γὰρ ὁ κόσμος τῆς Ἐκκλησίας· κροσσοὺς δὲ τὰς πολυειδεῖς ἀρετάς. Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς. Ὅμοιον τὸ, Ἁρπαγησόμεθα ἐν νεφέλαις
55εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Πάλιν δὲ διὰ

27

.

213

τῆς παρθένου τὴν Ἐκκλησίαν σημαίνει· Ἡρμοσά‐ μην γὰρ ὑμᾶς παρθένον ἁγνὴν παραστῆσαι τῷ Θεῷ. Αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Τῆς γὰρ παρθενίας πλησίον ἡ ἐγκράτεια. Ὅσαι τοίνυν ἐγκρα‐
5τεύονται ψυχαὶ δηλονότι ἀπὸ πράξεων πονηρῶν, καὶ αὐταὶ συναπαχθήσονται. Συμβαίνει δὲ τὰς ἀπαγο‐ μένας εὐφροσύνην καὶ ἀγαλλίασιν αἰώνιον εὑρεῖν. Ἀχθήσονται εἰς ναὸν βασιλέως. Τὸν ἐπουράνιόν φησιν.
10 Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σου. Ἐπειδὴ εἶπεν αὐτῇ, Ἐπιλάθου τοῦ πατρός σου, φη‐ σὶν, ἀντὶ τῶν πάλαι πατέρων σου, τουτέστιν ἀντὶ τῶν διδασκάλων, ἔσονταί σοι υἱοί. Υἱοὺς δὲ τοὺς ἁγίους ἀποστόλους φησὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ
15Κυρίου· Οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; Ἢ καὶ τούτους τῶν Ἐκκλησιῶν ἡγουμένους, οἳ γεγόνασι μὲν τῆς Ἐκκλησίας υἱοὶ, κατεστάθησαν δὲ ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν παρὰ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὸ εἰρημένον· Πορευθέντες, μαθητεύσατε πάντα
20τὰ ἔθνη. Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶ‐ σαν τὴν γῆν· μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τῶν θείων συγγραμ‐ μάτων δηλονότι· ἐν ταῖς ἱεραῖς συλλαβαῖς μνημο‐ νεύεται τὸ τοῦ Θεοῦ ὄνομα.
25 Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα. Διὰ τὸ κήρυγμα· ὡς πρὸς τὸν Χριστὸν δὲ ὁ λόγος. Διὰ τὸ μνημονεύειν αὐτοὺς διὰ τῶν Γραφῶν τῶν θαυμασίων τοῦ Θεοῦ ὧν ἐποίησεν ἀπὸ γενεῶν ἀρχαίων, καὶ διδάσκειν τὰς ἐρχομένας γενεάς.
31tΕἰς τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ ὑπὲρ τῶν κρυφίων.
32tΨΑΛΜΟΣ ΜΕʹ.
33tὙπόθεσις.
34Τὴν τῶν ἐθνῶν κλῆσιν ὁ παρὼν κατασημαίνει ψαλ‐
35μὸς, καὶ τῶν νοητῶν ἐχθρῶν ἐκβολὴν, καὶ τὴν κάθ‐ ειρξιν αὐτῶν τὴν ἐν τῇ ἀβύσσῳ. Ἐπειδὴ δὲ ταῦτα ὥσπερ διὰ παραβολῶν εἴρηται, εἰκότως ὑπὲρ κρυφίων ἐπιγέγραπται ὁ ψαλμός. ᾌδουσι δὲ αὐτὸν οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ πρό γε
40 πάντων οἱ ἀπόστολοι αὐτοῦ. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. Ταῦτά φησι διὰ τοὺς ἐπαναστάντας αὐτοῖς παρὰ τῶν νοητῶν τε καὶ αἰσθητῶν ἐχθρῶν διωγμούς. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν. Διὰ
45τὸ ἔχειν σε, φησὶν, βοηθὸν, πάσης ταραχῆς ἐπανιστα‐ μένης ἡμῖν καταφρονήσομεν. Ἐταράττετο γὰρ ἡ πᾶσα γῆ, ἀρχομένου τοῦ κηρύγματος, τῶν μενόντων ἐν ἀπιστίᾳ ἐπανισταμένων τοῖς πιστεύουσι τῷ κηρύγ‐ ματι. Καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.

27

.

213

(50)

Καρδίας θαλασσῶν τὰς ἀβύσσους φησίν· ὄρη δὲ τὰς ἀντινειμένας δυνάμεις. Ὡς μέλλοντες οὖν εἰς τὴν ἄβυσσον ἐκβάλλεσθαι οἱ δαίμονες, διήγειρον τὸν κατ’ αὐτῶν πόλεμον. Ἀλλ’ οὐ φοβηθησόμεθα τοὺς τοιού‐ τους, φασίν.
56 [Βοηθὸς ἐν θλίψεσι. Διὰ τὸ ἔχειν σε, φησὶ, βοη‐ θὸν, πάσης ταραχῆς ἐπανισταμένης ἡμῖν καταφρονή‐
σομεν.

27

.

216

Ἢ ὄρη τοὺς δαίμονάς φησι, τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὁμοιουμένους.] Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Ὕδατα ἐν τούτοις τὰ πλήθη φησὶν, ἃ καὶ συνετάραξε
5τὸ ξένον τοῦ κηρύγματος. Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Ἡ ἰσχὺς, φησὶ, τοῦ κη‐ ρυττομένου κατέσεισε τοὺς ἀκαθάρτους δαίμονας τοὺς πάλαι ὑψηλοὺς καὶ περιφανεῖς, καὶ ὄρεσι διὰ τοῦτο ὡμοιομένους.
10 Τοῦ ποταμοῦ ὁρμήματα εὐφραίνουσι τὴν πό‐ λιν τοῦ Θεοῦ. Ποταμὸν τὸν εὐαγγελικὸν λόγον φησὶν, ὃς καὶ εὐφραίνει τὴν Ἐκκλησίαν. Ἡγίασε τὸ σκή‐ νωμα αὐτοῦ ὁ Ὕψιστος. Ἅγιος γάρ ἐστιν ἐν ἁγίοις ἀναπαυόμενος, κατασκηνῶν ἐν ἁγίοις· ἥτις ἐστὶν ἡ
15Ἐκκλησία. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται, τῆς Ἐκκλησίας δηλονότι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωΐ. Τὸ νεῦσαι πρωῒ περὶ τὸν ὄρθρον. Τὸ γὰρ, βοηθήσει αὐτῇ, καὶ ἐνταῦθα τὸ πρόσωπον τῆς
20Ἐκκλησίας νοηθεῖεν ἂν οἱ ἅγιοι ἀπόστολοι, καὶ οἱ κατὰ διαδοχὴν ἡγούμενοι αὐτῆς, οὓς καὶ νευροῖ συν‐ τόνως πρὸς τὸ δύνασθαι ἀντιλαμβάνεσθαι τοῦ κηρύ‐ γματος. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι. Ἐπο‐
25λέμησαν μὲν, φησὶν, κατὰ τῆς Ἐκκλησίας τὰ ἔθνη· ἀλλ’ ὅμως ἔκλιναν αὐτῶν οἱ βασιλεῖς, τουτέστιν ἥττην‐ ται καὶ πεφεύγασιν· ἀλλ’ ὕστερον ἔκαμψαν καὶ αὐτοὶ τῷ Χριστῷ αὐχένα. Λέγει γὰρ, ὅτι ταχὺ οἰκοδομη‐ θήσῃ ὑφ’ ὧν καθῃρέθης. Ὕψωσαν γὰρ τὴν Ἐκκλη‐
30σίαν, παγκάλως δῶρα προσφέροντες. Ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, καὶ ἐσαλεύθη ἡ γῆ. Ὁ Χριστὸς ἐπὶ σταυροῦ. Φωνὴν αὐτοῦ τὸν εὐαγγελικὸν λόγον φησίν. Ἐὰν γὰρ ἀκούσῃ φωνὴν Κυρίου ψυχὴ λογικὴ, σαλεύεται μεταβαίνουσα ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ
35ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν Θεοῦ.
37 Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τὴν νίκην τὴν γενομένην κατὰ τῶν νοητῶν ἐχθρῶν αὐτῷ τῷ Κυρίῳ ἀνατίθησιν. Εὐ‐
40καίρως δὲ τοῦ Ἰακὼβ ἡ μνήμη διὰ τὴν πάλην τὴν γενομένην πρὸς αὐτόν. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέ‐ ρατα ἐπὶ τῆς γῆς. Τὴν γενομένην διὰ τοῦ κηρύγμα‐ τος εἰρήνην κατασημαίνει, διὰ τοῦ πάντα πόλεμον
45λέγειν πεπαῦσθαι ἀπὸ τῆς γῆς. Τέρατα δὲ τοὺς ἀφα‐ νισμοὺς, ἤτοι τὰς καταργήσεις, φησίν· κατήργησε γὰρ πάντα πόλεμον. Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Τόξον νῦν, καὶ τὸ

27

.

216

(50)

ὅπλον, καὶ ὁ θυρεὸς κατάστασιν χειρίστην σημαίνει, καὶ λογισμοὺς πονηρούς. Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Εἰ μὴ γάρ τις πάσης κοσμικῆς φροντίδος γένηται ἐκτὸς, οὐ δύναται γνῶναι τὸν Θεόν. Σχολῆς γὰρ χρεία πρὸς
55τὸ γνῶναι τὸν Θεόν. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Τὴν ἐπικράτησιν τοῦ κη‐ ρύγματος τὴν κατὰ τῶν ἐθνῶν αὐτοῖς ἐπαγγέλλεται.
Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ

27

.

217

ἡμῶν ὁ Θεὸς Ἰακώβ. Τὴν εὐχαριστίαν ἀναδιπλασιά‐ ζουσιν οἱ εἰς Χριστὸν πιστεύσαντες.
3tΕἰς τέλος ὑπὲρ τῶν υἱῶν Κορέ.
4tΨΑΛΜΟΣ Μϛʹ.
5tὙπόθεσις.
6ᾌδεται ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων παραινούντων τοῖς ἔθνεσιν ἀνασκιρτᾷν διὰ πράξεων ἀγαθῶν ἐπὶ τῇ γενομένῃ νίκῃ κατὰ τῶν ἀλιτηρίων δαιμόνων.
10 Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας. Ἀντὶ τοῦ, Πράξεις ἀγαθὰς ἐπιτηδεύσατε. Ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλ‐ μός. Ὡς οὖν πεπτωκότων τῶν ἀντικειμένων δυνά‐ μεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται.
15 Ὅτι Κύριος Ὕψιστος φοβερός. Ὕψιστος μὲν διὰ τὴν Ἐκκλησίαν γενόμενος, φοβερὸς δὲ κατὰ τῶν ἐχθρῶν. Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Οὐκ ἔτι, φησὶν, οἱ πονηροὶ τῶν ἐπὶ γῆς ἄρχουσιν. Δέ‐ δωκε γὰρ αὐτοῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων,
20καὶ αὐτὰ τὰ ἔθνη τῶν πονηρῶν δαιμόνων ὑπέταξεν αὐτῶν τοῖς ποσίν. Ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Χαίρουσιν ἐπὶ τοῖς δεδομένοις αὐτοῖς παρὰ τοῦ Κυρίου κλήροις. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν
25ἑαυτῷ. Καὶ τίς ἂν εἴη ἡ κληρονομία Κυρίου ἢ περὶ ἧς λέλεκται παρὰ τοῦ Πατρὸς, Αἴτησαι ἀπ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου; Τὴν καλλο‐ νὴν Ἰακὼβ ἣν ἠγάπησεν. Τὴν καλλονὴν Ἰακώβ φησι τὴν προφητείαν τὴν περὶ τῶν ἐθνῶν, περὶ ἧς
30εἶπεν· Καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν· Αὕτη δὲ καὶ ἠγαπημένη ἐστίν. Καὶ τίνι ἠγαπημένη ἢ τῷ τὴν ψυχὴν αὑτοῦ τεθεικότι ὑπὲρ αὐτῆς; Ταύτην οὖν τὴν ἠγαπημένην, φησὶν, ἐξελέξατο. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ. Ἡ εἰς οὐρανοὺς
35ἄνοδος διὰ τούτων τοῦ Κυρίου σημαίνεται. Κύριος ἐν φωνῇ σάλπιγγος. Τὰς αἰνέσεις τῶν συναναβαινόν‐ των αὐτῷ σάλπιγγος ὠνόμασε φωνήν. Ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ Βασιλεῖ ἡμῶν, ψάλατε. Ἐπειδὴ οἱ ἄγγελοι, φησὶ, τὸν ἀναβαίνοντα
40ὑμνοῦσι, καὶ ὑμεῖς, ὦ ἔθνη, τὴν αὐτὴν ἀποσώζοντες λειτουργίαν, ψάλατε τῷ βασιλεύσαντι Θεῷ τῆς γῆς· τῶν γὰρ κατὰ Θεὸν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν. Εὐθυμεῖ, φησὶν, ἐν ὑμῖν τις; ψαλλέτω. [Ψάλλετε συνετῶς. Μὴ διὰ κιθαρῶν, ὡς οἱ πρώην·
45τοῦτο γὰρ τὸ, συνετῶς.] Ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη. Παρεδέξαντο γὰρ τὴν εἰς αὐτὸν πίστιν. Ὁ Θεὸς κάθηται ἐπὶ θρό‐ νου ἁγίου αὐτοῦ. Τὴν μέλλουσαν αὐτοῦ ἄφιξιν ση‐ μαίνει, δι’ ἧς καθίσει κρῖναι τὴν οἰκουμένην.

27

.

217

(50)

Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραάμ. Ὅμοιον τὸ, Καθήσεσθε ἐπὶ δώδεκα θρό‐ νους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρ‐ θησαν. Ἐν τῇ γῇ, φησὶ, τῶν πραέων τῇ ἀποδοθησο‐
55μένῃ τοῖς ἁγίοις οἱ κραταιοὶ τοῦ Θεοῦ ὑπερυψώθη‐ σαν, καὶ ὑπερεδοξάσθησαν, ὡς ἐδιδάχθημεν, ἐκ τοῦ
φήσαντος λόγου· Καθήσεσθε ἐπὶ θρόνων δώδεκα.

27

.

220

(1t)

ΨΑΛΜΟΣ ᾠδῆς τοῖς υἱοῖς Κορὲ δευτέρα
2tΣαββάτου. ΜΖʹ.
3tὙπόθεσις.
4Καὶ οὗτος ᾄδεται ὁ ψαλμὸς ἀπὸ προσώπου τῶν ἁγίων
5 ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς ἐπὶ τούτων γινομένας. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Οὐκ ἔτι, φησὶν, ἐπὶ τὴν Ἰουδαίαν μόνην, ἀλλὰ καὶ ἐπὶ τὸ ὄρος τὸ
10ἡγιασμένον. Ὄρος δὲ ἐνταῦθα τὴν Ἐκκλησίαν φησὶ, διὰ τὸ ὑψηλὸν τῶν περὶ Θεοῦ δογμάτων. Εὐρίζων ἀγαλλιάματι πάσης τῆς γῆς. Ἐξέτεινε, φησὶ, τὸ ἀγαλλίαμα ἐπὶ πάσης τῆς γῆς· εἰς πᾶσαν γὰρ τὴν γῆν τὸ ἀγαλλίαμα τῆς αὐτοῦ θεοφανείας καὶ
15τὴν χάριν ἐπλάτυνεν. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἡ μὲν Ἱερουσαλὴμ ἐν τῷ νότῳ κεῖται, τὰ δὲ ἔθνη ἐν τῷ βοῤῥᾷ. Ἐπειδὴ δὲ μέγα ἐφρόνουν οἱ Ἰουδαῖοι ὡς μόνοι τὴν Σιὼν οἰκοῦντες, δείκνυσιν ὁ λόγος, ὅτι Σιών ἐστι τὰ ἔθνη τὰ παραδεξάμενα τὸν
20εὐαγγελικὸν λόγον. Τὸ γὰρ ἑδραίωμα τῆς Σιὼν τὸ κλίμα ἐστὶ τοῦ βοῤῥᾶ, ὅπερ κλίμα τοῦ διὰ τῶν πλευ‐ ρῶν δηλοῦται βοῤῥᾶ· ἀντὶ γὰρ τοῦ εἰπεῖν τὸ κλίμα τοῦ βοῤῥᾶ, τὰ πλευρὰ εἴρηκεν. Πρότερον μὲν ἦν ὁ Παῦ‐ λος πλευρὰ τοῦ βοῤῥᾶ, ἐφ’ οὗ ἐξεκαύθη πάντα τὰ
25κακὰ ἐπὶ τῆς γῆς· νῦν δὲ γέγονεν ὄρη Σιὼν, ἔχων ἐν ἑαυτῷ τὸν λαλοῦντα Χριστὸν, τὸν ἐλθόντα ἐκ Σιὼν καὶ ἀποστρέψαντα ἀσέβειαν ἀπὸ Ἰακώβ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ταῦτα, φησὶ, τὰ πλευρὰ τοῦ βοῤῥᾶ, ἤτοι τὰ ἔθνη, ἡ πόλις κληθεῖεν ἂν, ἐν οἷς
30γινώσκεται ὁ Θεὸς ἀντιλαμβανόμενος καὶ σώζων αὐ‐ τοὺς ἐκ τῶν πειρασμῶν. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Αἱ βάρεις οἱ μεγάλοι καὶ ἐξαίρετοι τῆς τοῦ Θεοῦ πόλεως οἱ ἐν αὐτῇ ὑπερέχον‐
35τες εἶεν ἄν. Ὅτι ἰδοὺ οἱ βασιλεῖς τῆς γῆς συνήχθησαν. Ὁ πόλεμος ὁ κατὰ τῶν ἀποστόλων διὰ τὸ κήρυγμα γε‐ νόμενος ὑπὸ τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευ‐
40όντων, διελύθη καὶ ἠφανίσθη. Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν. Κατεπλάγησαν, φησὶ, καὶ ἐξέστησαν τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεωροῦντες. Ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτούς. Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος
45τοῦ σώζοντος, τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται. Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. Πλοίοις Θαρσεῖς, οἱονεὶ πολυτίμοις καὶ πολυφόρτοις, τοὺς βασιλεῖς παρεικάζει. Πνεῦμα δὲ βίαιον, δι’ οὗ

27

.

220

(50)

αὐτοὺς συνέτριψε, νοήσεις τινὰς δυνάμεις δι’ ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν
53 Καθάπερ ἠκούσαμεν, οὕτως εἴδομεν. Ἣν ἐπηγ‐ γείλω, φησὶν, ὦ Δέσποτα, σωτηρίαν ἡμῖν, ταύτην δι’
55ἔργων τεθεάμεθα. Ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Ὅπου τὴν ἐπαγγελίαν
εἶδον πληρωθεῖσαν σημαίνει. Ποῦ δὲ ἢ ἐν τῇ Ἐκκλη‐

27

.

221

σίᾳ, ἥτις ἐστὶ πόλις τοῦ Θεοῦ; Ὁ Θεὸς ἐθεμελίω‐ σεν αὐτὴν εἰς αἰῶνα. Ὅμοιον τῷ εἰρημένῳ παρὰ τοῦ Κυρίου Ἐγὼ ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν Ἐκκλησίαν.
5 Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ ναοῦ σου. Ἀντὶ τοῦ, τεθεάμεθα, προσεδοκήσαμεν, φησὶν, εἰς ἅπασαν τὴν γῆν τὸ ὄνομα τοῦ Θεοῦ δοξα‐ σθησόμενον, ἐκ τοῦ ἐλέου τεκμαιρόμενοι μὴ περι‐ οψομένους τοὺς ἀνθρώπους ἐκτὸς τοῦ Ἰσραὴλ, ἀλλὰ
10καὶ ἐγκαθιδρυμένοι τόπῳ τε καὶ ναῷ, τὸν παγκόσμιον ἠλπίσαμεν ἔλεον, εἰδότες τὸ ὄνομά σου καθολικὸν καὶ ἐπὶ πᾶσιν ὄν.
14Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνε‐
15σίς σου. Τοῦτό φησι, διότι πᾶσιν ἁπλῶς καὶ ἀπροσ‐ ωπολήπτως δέδωκε τὴν χάριν, κατὰ τὸ εἰρημένον· Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθε‐ ρος. Εὐφρανθήτω ὄρος Σιών. Ὄρος Σιὼν, ἡ Ἐκκλη‐
20σία δηλονότι. Καὶ ἀγαλλιάσθωσαν αἱ θυγατέρες τῆς Ἰουδαίας. Θυγατέρας τῆς Ἰουδαίας τὰς τῶν ἁγίων ἀποστόλων εἶναί φησι ψυχάς· ἦσαν γὰρ ἐξ Ἰουδαίων. Ἕνεκεν τῶν κριμάτων σου, Κύριε. Κρίνας τὴν κρίσιν τῶν ἐθνῶν, ἐξήλασας τὸν κατ’
25αὐτῶν πόλεμον τῶν δαιμόνων. Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν. Ταῦτα τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἀποστόλοις παρακελεύεται, οἱονεὶ τεῖχος αὐτοὺς γενέσθαι τῆς Σιὼν, τουτέστιν τοῦ θεοσεβοῦς πολιτεύματος. Διηγήσασθε ἐν τοῖς
30πύργοις αὐτῆς. Καὶ τίνες ἂν εἶεν οἱ πύργοι τῆς Ἐκκλησίας ἢ οἱ κατὰ καιρὸν αὐτῆς ἡγούμενοι καὶ οἱ δίκαιοι, οἷς καὶ διηγοῦνται τὰ μεγαλεῖα τοῦ Θεοῦ οἱ ἀπόστολοι; [Ταῖς τὴν Ἐκκλησίαν καὶ τὸ θεοσεβὲς πολίτευμα
35φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις προσφωνεῖ τὸ Πνεῦμα τὸ ἅγιον λέγον· Κυκλώσατε τοὺς πύργους. Τὰ γὰρ κρείττονα τῆς πόλεως ὡς ἀναγκαιότερα πρὸς παραφυλακὴν ἀριθμῷ παραδέδο‐ ται τοῖς φρουροῖς.]
40 Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐ‐ τῆς. Δύναμις πάλιν τῆς Ἐκκλησίας οἱ ὑποστηρίζον‐ τες αὐτὴν λόγοι, οὓς καὶ ἐξ ὅλης καρδίας κελεύει τοὺς ἁγίους ἀποστόλους νουθετεῖν. Καὶ καταδιέλε‐ σθε τὰς βάρεις αὐτῆς. Ἕκαστος, φησὶ, μέρους βα‐
45σιλευέτω τῶν ἐθνῶν. Διείλαντο γὰρ, φησὶ, τὴν οἰκου‐ μένην οἱ δώδεκα. Ὅπως διηγήσησθε εἰς γενεὰν ἑτέραν. Οἱ γὰρ ἀπόστολοι καὶ ταῖς μετ’ αὐτοὺς δι‐ ηγοῦνται γενεαῖς, δι’ ὧν καταλελοίπασι συγγραμμά‐ των περὶ Χριστοῦ.

27

.

221

(50)

Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα. Τῆς διανεμήσεως τὴν αἰτίαν φησί. Τούτου χάριν δι‐ δάξατε καὶ διέλεσθε, ἵνα καὶ ταῖς ὕστερον γενησομέ‐ ναις γενεαῖς ἀκουστὸν γένηται, ὅτι οὗτος ὁ δικαίως ποιμάνας λαὸν (λέγει δὲ Κύριον) οὗτός ἐστιν ὁ καὶ
55εἰς τοὺς μέλλοντας καὶ ἀτελευτήτους αἰῶνας μέλλων
ποιμαίνειν.

27

.

224

(1t)

Εἰς τέλος τοῖς υἱοῖς Κορέ. ΨΑΛΜΟΣ ΜΗʹ
2tὙπόθεσις.
3Διὰ τοῦ παρόντος ψαλμοῦ τὰ περὶ τοῦ θείου δικαστη‐ ρίου τοῖς πᾶσιν ἀνθρώποις κηρύττεται, καὶ ἡ
5ἡμέρα ἐκείνη, καθ’ ἣν ἄξει ὁ Θεὸς πᾶν τὸ ποίημα εἰς κρίσιν. Ἔχοιεν δ’ ἂν οἱ υἱοὶ Κορὲ τῶν ἀποστό‐ λων τὸ πρόσωπον, τῶν μυσταγωγησάντων τὴν ὑπ’ οὐρανόν. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε
10πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Ὥσπερ ἐπὶ σωτηρίᾳ πᾶν γένος ἀνθρώπων παρακαλεῖ, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ὁ λόγος ἀνακαλεῖται. Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων. Γηγε‐
15νεῖς μὲν τοὺς βαρυτέρους τῶν ἀνθρώπων καλεῖ τοὺς βαρβάρους, καὶ ἐν ἐρημίαις οἰκοῦντας, καὶ μὴ νομί‐ μως πολιτευομένους· υἱοὺς δὲ ἀνθρώπων τοὺς ἡμε‐ ρωτέραν πολιτείαν μετερχομένους, καὶ νόμοις διοι‐ κουμένους.
20 Τὸ στόμα μου λαλήσει σοφίαν. Ὥσπερ εἰς τάγ‐ ματα πλεῖστα τοὺς ἀκροατὰς διεῖλεν, οὕτως καὶ τὴν αὐτοῦ διδασκαλίαν εἰς τρόπους ἀφορίζει διαφόρους. Ὁ χορὸς δέ ἐστιν ὁ ἀποστολικὸς ὁ ταῦτα φθεγγόμε‐ νος, καὶ ἐπὶ στόματος φέρων τὸν Χριστὸν, ὅς ἐστιν ἡ
25σοφία τοῦ Πατρός. Ἅτε δὴ οὖν τὸν Χριστὸν ἐπὶ στό‐ ματος φέροντες, καὶ τοῦτον εἰς νοῦν ἀεὶ ἐκμελετῶν‐ τες, σύνεσιν εἶχον. Οὕτω δὲ αὐτῶν ἠκόνητο πρὸς σύνεσιν ὁ νοῦς, ὡς καὶ τὰς παραβολὰς τοῦ Σωτῆρος τὰς ἐν τοῖς Εὐαγγελίοις φερομένας συνιέναι. Διὸ λέ‐
30γοντος αὐτοῖς τοῦ Χριστοῦ· Συνήκατε ταῦτα πάντα; ἔλεγον αὐτῷ· Ναί. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἐγὼ μὲν, φησὶν, ἀκονήσας τὸν ἐμαυτοῦ νοῦν εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν, δεδύνημαι ἐπακολουθῆσαι τῇ
35φερομένῃ αὐτοῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτο πράττειν δυναμένοις διὰ νηπιότητα ἀνοίξω τὰ κεκλεισμένα, καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς. Καὶ ταῦτα πράξω διὰ τοῦ ἐμαυτοῦ ψαλτηρίου, τοῦ σώμα‐ τος δηλαδὴ, ὀργάνου δίκην ἐπηχοῦντος, δι’ οὗ πρὸς
40ὕμνον τρέπεται ἡ ψυχὴ, δι’ ἑκάστου αἰσθητηρίου καὶ μέλους καὶ μέρους ἐπιστημόνως κινουμένη.
43 Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἐντεῦθεν ἄρχεται, τῆς διδασκαλίας τὰ πρῶτα ὡς ἐν προοιμίοις
45διαλαλήσας. Ἄρχεται δὲ κατ’ ἐρώτησιν, ἵνα καὶ ἀπό‐ κρισιν λάβοι. Ἡ δὲ ἐρώτησίς ἐστιν αὕτη· Ἵνα τί φοβοῦμαι; μέχρι γὰρ τοῦ φοβοῦμαι δεῖ στίξαι, ἵνα ᾖ ἡ διάνοια αὕτη Εἴ τις ἐρωτᾷ, φησὶν, Ἵνα τί φο‐ βοῦμαι; τὴν αἰτίαν θέλων γνῶναι παρ’ ἐμοῦ τῆς

27

.

224

(50)

συνεχούσης με ἀγωνίας, ἀκουέτω μετὰ παῤῥησίας, ὡς ἔστιν ἡμέρα πονηρὰ, ἣν αὐτὸς φρίττων φοβοῦμαι. Φρίττω δὲ, ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με, τουτέστιν ἡ παρεκτροπὴ τῆς θείας ὁδοῦ, ἣν πεποίημαι κατὰ τὸν βίον, περι‐
55σπασμῷ καὶ ἀπάτῃ τὸν θεῖον παραβὰς νόμον. Αὕτη οὖν ἡ ἀσέβεια κυκλώσει με, φησίν· ἀντὶ τοῦ, Περι‐
στήσεταί με τὰ ἔργα τὰ πονηρὰ ἃ πέπραχα, κυ‐

27

.

225

κλοῦντά με πανταχοῦ καὶ πολιορκοῦντα, καὶ μὴ ἐῶντά με τὴν κόλασιν ἐκφυγεῖν. Πονηρὰν τὴν τῆς κρίσεως ἡμέραν φησὶν, ἅτε δὴ πονηρὰν τοῖς κολαζομένοις ὑπάρχουσαν. Ὁ δὲ Ἀπόστολος καὶ ἡμέραν τῆς ὀργῆς
5αὐτὴν ἐκάλεσεν, εἰρηκώς· Θησαυρίζεις σεαυτῷ ὀρ‐ γὴν ἐν ἡμέρᾳ ὀργῆς. Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν. Ἀπὸ κοι‐ νοῦ τὸ, Ἀκούσατε ταῦτα οἱ ἐπὶ πλούτῳ καὶ τῇ δυνά‐ μει θαῤῥοῦντες. Τίνα δέ ἐστιν ἃ ὀφείλουσιν ἀκούειν
10ἢ ἐκεῖνα, ὡς οὐδὲ αὐτοὺς κατ’ ἐκείνην τὴν ἡμέραν ὁ πλοῦτος ὀνήσει; Οὐδὲν γὰρ λυτρώσεται αὐτοὺς τῆς ἐπαχθησομένης αὐτοῖς διὰ τῆς ἁμαρτίας ὀργῆς· ὥσπερ οὖν οὐδὲ ἀδελφὸς, φέρε εἰπεῖν, θεοφιλὴς, οὔτε ἄλλος τις ἀνθρώπων ἰσχύει λυτρώσασθαι ἐν τῇ τότε
15ἡμέρᾳ τινά· καὶ εἰ ὁ ἀδελφὸς οὐκ ἰσχύει, καὶ ταῦτα θεοφιλὴς, πολλῷ πλέον οὐκ ἰσχύσει ὁ πλοῦτος.
18 [Ὁ ἀδελφὸς οὐ λυτροῦται· ἀδελφὸν θεοφιλῆ λέ‐ γει καὶ τίμιον.]
20 Καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐ‐ τοῦ. Διδάξας, ὡς οὐδὲν ὁ πλοῦτος ἐν ἡμέρᾳ κρίσεως ὠφελεῖ, διδάσκει καὶ τὸ ὠφελοῦν. Τί δὲ τοῦτο ἢ τὸ ἔγκοπον καὶ ἐπίπονον βίον κτήσασθαι; Οὗτοι γὰρ καὶ τῆς ἐπηγγελμένης ζωῆς κατὰ τὸν μέλλοντα αἰῶνα
25ἀξιωθήσονται. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως, καὶ παύσεται εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς νῖκος. Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος. Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀπο‐
30θνήσκοντας. Εἰς τοσοῦτον γὰρ μακρὰν ἔσονται τῶν ἀσεβῶν, ὡς μηδὲ πλησιάζειν αὐτῶν τῇ ἀπωλείᾳ. Τίνες δὲ ἀποθνήσκοντες σοφοὶ ἢ περὶ ὧν λέλεκται· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω; Παιδεύει γὰρ διὰ πάντων
35ἡ παροῦσα Γραφὴ, ὡς κατὰ τὴν ἡμέραν τῆς κρίσεως οὔτε πλούσιος ἑαυτὸν ῥύεται, οὔτε ὁ νενομισμένος σοφός. Μόνος δὲ ἐκεῖνος τεύξεται τῆς αἰωνίου ζωῆς ὁ ἐν τῷ παρόντι βίῳ κατατήξας. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ὁμοῦ σοφοὶ, φησὶ,
40καὶ ἄφρονες ἀπωλείᾳ παραδοθήσονται· οὐ διενηνό‐ χασιν γὰρ ἀλλήλων οὐδὲν, ὁμοίως εἰδωλολατροῦντες. Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐ‐ τῶν. Οὐ γὰρ ἠθέλησαν αὐτὸν οἰκεῖον ποιήσασθαι διὰ τῆς εἰς τοὺς δεομένους εὐεργεσίας.
45 Καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Διὰ τῶν τάφων τὴν νεκρότητα σημαίνει ἣν ἐνέδυσαν τὴν ψυχὴν αὐτῶν, οὐδὲν ὀρθὸν οὐδὲ εὐθὲς φρονήσαν‐ τες περὶ Θεοῦ. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν. Αἱ σκηναὶ, φησὶν, ἐν αἷς ζῶντες ᾤκουν ἀφ’

27

.

225

(50)

ἑτέρων εἰς ἑτέρους ἥξουσι κατὰ γενεάς· τοῦτο γὰρ καὶ ἀνωτέρω εἴρηκεν, ὅτι καταλείψουσιν ἀλλοτρί‐ οις τὸν πλοῦτον αὐτῶν. Ἐπεκαλέσαντο τὰ ὀνό‐ ματα αὐτῶν ἐπὶ τῶν γαιῶν. Δέον, φησὶ, διὰ πί‐ στεως καὶ πολιτείας λαμπρᾶς παρασκευάσαι γραφῆ‐
55ναι αὐτῶν τὰ ὀνόματα ἐν τοῖς οὐρανοῖς· οἱ δὲ ἐπὶ τῆς γῆς αὐτὰ ἐπεκαλέσαντο ἐπωνύμους αὐτοῖς κτίζοντες
πόλεις.

27

.

228

Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε. Τὸ αἴτιον τοῦ ἐκπεσεῖν αὐτοὺς εἰς τὸ μέγα φρονεῖν τὰ σαρκὸς ἐπιθυμήματα λέγει. Τοῦτο δέ ἐστι τὸ μὴ συνιέναι τὴν τιμὴν αὐτῶν, ὅτι δὴ κατ’ εἰκόνα πεποίηνται Θεοῦ.
5Ὁμοίως δὲ τοῖς κτήνεσι τοῖς ἀνοήτοις γῆν οἰκεῖν ἀντὶ τῶν οὐρανίων σκηνῶν κατηλλάξαντο, καὶ τάφους ἀντὶ τῆς παρὰ Θεοῦ ζωῆς.
10 Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ὁδὸν ἡ θεία Γραφὴ τὸν ἑκάστου βίον οἶδε καλεῖν, καὶ τὸν ἑκάστου τῆς ζωῆς χρόνον. Ταύτην οὖν, φησὶ, τὴν ὁδὸν τραχεῖαν καὶ ἐχθρὰν κατεσκεύασεν αὐτοῖς, ἅτε μηδὲν εὐθὲς πεφρονηκότες. Ἀλλ’ ὅτε μὲν προσέκο‐
15πτον ἐν αὐτῇ, οὐκ ᾐσθάνοντο τῶν σκανδάλων. Μετὰ δὲ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν, ἀντὶ τοῦ, Ὁμολογήσουσι μετανοήσαντες ἐφ’ οἷς τοι‐ αύτην ὥδευσαν τρίβον, ὅτε οὐχ ἕξουσι τῆς μετανοίας καιρόν.
20 Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο. Ἐπειδὴ οὐκ ἠθέλη‐ σαν ὑπὸ τὸν ἀγαθὸν εἶναι ποιμένα, ἀλλὰ τὴν ἑαυτῶν τιμὴν ἀπωσάμενοι, παραπλησίως τοῖς κτήνεσι τὰ σώματα διεφθάρησαν· ταύτῃ τοι καὶ θρέμματα γεγό‐ νασιν ᾅδου, ὡς λοιπὸν αὐτὸν ποιμαίνοντα αὐτοὺς εἰς
25τὰς αὐτοῦ νομὰς ἀπάξειν, τοὺς μὲν εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ ὅπου ὁ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον.
32 Καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωΐ. Οὐκέτι ὥσπερ ἐν τῷ παρόντι βίῳ ὄντες, κατεξαν‐ ίστανται τῶν εὐσεβῶν· τοὐναντίον δὲ οἱ τοῦ καιροῦ
35τῆς πρωΐας ἀξιωθέντες καὶ τοῦ νέου φωτὸς τῶν ἀσε‐ βῶν κατακυριεύσουσι. Καὶ ἡ βοήθεια αὐτῶν πα‐ λαιωθήσεται ἐν τῷ ᾅδῃ. Πᾶσα, φησὶν, ἡ βοήθεια αὐτῶν, ἤτοι ἡ ἰσχὺς ἣν ἔσχον ἐκ τῆς δόξης, τῷ θα‐ νάτῳ διαλυθήσεται. Τὸ γὰρ, παλαιωθήσεται, ἀντὶ
40τοῦ, διαλυθήσεται, τέθειται. Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Ἐμοῦ, φησὶ, τοῦ ταῦτα λέγοντος λυτρώσεται ὁ Θεὸς τὴν ψυχὴν, πρὸς τὸ μὴ συναπαχθῆναι αὐτὴν, καὶ ἐρημωθῆναι μετὰ
45τῶν τοῦ ᾅδου προβάτων. Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος. Μαθὼν, φησὶν, οἷον ἔσται τῶν ἀσεβῶν τὸ τέλος, μὴ μακαρί‐ σῃς τοὺς ἐν τῷ βίῳ πλουτοῦντας, μηδὲ φοβηθῇς ὡς πάσης ἀποκεκλεισμένος ἐλπίδος, μὴ ἀθυμῇς δὲ ὡς

27

.

228

(50)

μεγάλων ἀγαθῶν τῶν παρόντων ἐστερημένος. Εὖ ἴσθι, ὅτι σὲ μὲν περιμένει ἡ ἐκ θανάτου λύτρωσις καὶ ἡ αἰώνιος ζωή· ὁ δὲ παρὰ τοῖς πολλοῖς εὐδαιμο‐ νιζόμενος διὰ πλοῦτον καὶ δόξαν, καὶ διὰ τὴν ψευδώ‐ νυμον σοφίαν, οὐδὲν πλέον ἕξει· γυμνὸς γὰρ πάντων
55ἀπαχθήσεται τῶν τοῦ βίου. Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ
πάντα. Τοῦτο, φησὶ, μόνον ἔδοξαν κερδαίνειν οἱ ἄθεοι

27

.

229

ἀπὸ τοῦ πλούτου, τὸ εὐλογηθῆναι τὴν ψυχὴν αὐτῶν ἐν τῇ θνητῇ καὶ προσκαίρῳ ζωῇ. Ἐκείνων ἐπαινούν‐ των αὐτοὺς καὶ εὐδαιμονιζόντων ἐφ’ οἷς ἔδοξαν ἔχειν ἀγαθοῖς. Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐ‐
5τοῦ. Ἐπειδὴ πάντα πρόσκαιρα, φησὶ, τότε χάριν ἀποδώσει σοι τῷ δημιουργῷ ὁ τοιοῦτος, ὅταν πληθύ‐ νῃς τὰ ὄντα αὐτῷ. Εἱσελεύσεται ἕως γενεὰς πατέρων αὐτοῦ. Μι‐ μήσεται, φησὶ, τῶν πατέρων τὸν ζῆλον, καὶ ἐκ πονη‐
10ρῶν ὢν τὴν πονηρίαν διαδέξεται. Ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Οἱ γὰρ τοιαῦτα φρονοῦντες τυφλοὶ ταῖς ψυχαῖς γεγόνασι, μήτε ἐν τῷ θνητῷ βίῳ τῷ φωτὶ τῆς γνώσεως φωτισθέντες, μήτε ἐν τῷ μέλλοντι τοῦ αἰωνίου φωτὸς ἀξιωθησόμενοι.
15tΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΜΘʹ.
16tὙπόθεσις.
17ᾌδει τὸν ψαλμὸν ὁ Ἀσὰφ τοῦ νομοθέτου τὸ πρόσ‐ ωπον εἰσφέρων, τὰς πάλαι μὲν ἀνατρέπων θυσίας, εἰσφέρων δὲ τὰς τῆς Νέας Διαθήκης, τὰς δι’ αἰνέ‐
20σεως δωροφορίας. [Οἱ Ἰουδαίων πρῶτοι ἀρετῆς ἀμελοῦντες τὸ (sic) ἐνόμιζον εἶναι ἐν τῷ τοὺς νό‐ μους ἀποστοματίζειν καὶ διαγγέλλειν, καὶ θυσίας προσφέρειν. Νόμου δὲ ἀνάγνωσις, καὶ θυσιῶν προσφορὰ τῆς ἐνυπαρχούσης εἰσὶν ἀρετῆς καρπός·
25ἄνευ δὲ ταύτης ἐκεῖνα ποιεῖν μόνον ὅμοιόν ἐστιν ἀλείφεσθαι μὲν ἐπὶ τῷ παλαίειν, αὐτῶν δὲ τῶν παλαισμάτων καταμελεῖν, ἐξ ὧν ὁ στέφανος. Πρὸς οὖν τοὺς οὕτω διακειμένους ἔλεγχον ποιεῖται ὁ μα‐ κάριος Δαυῒδ, τὸν Θεὸν εἰσάγων ὀνειδίζοντα καὶ
30δεικνύντα, ὅτι μὴ οὔσης ἀρετῆς, τὰς θυσίας ἀποσ‐ τρέφεται, ὃ καὶ διὰ Ἡσαΐου ἔλεγεν· Ὁ ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ τύπτων ἄνδρα, καὶ τὰ ἑξῆς. Ἐν εἰκόνι οὖν σχηματίζει τὸν Λόγον, καὶ εἰσάγει τὸν Θεὸν ἐξ οὐρανοῦ παραγινόμενον, καὶ
35καθίζοντα κριτήριον, καὶ τοὺς τῶν Ἰουδαίων κρί‐ νοντα ἄρχοντας, Θεὸς θεῶν ἐλάλησε.]
38 Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Θεοὶ μὲν οἱ ἅγιοι παρὰ τῷ Θεῷ· Δέδωκά σε
40τῷ Φαραὼ εἰς Θεόν· καὶ, Ἐγὼ εἶπα· Θεοί ἐστε. Καλοῦνται δὲ ὑπὸ τοῦ Θεοῦ πότε, ἢ ὅτε ἐνανθρωπή‐ σας ἐλάλησε, καὶ πᾶσαν συνεκάλεσε τὴν γῆν; Τί δὲ ἐλάλησεν ἢ τὸ, Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, καὶ τό· Δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον
45τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ; Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ἐκ γὰρ τῆς ἄνω Σιὼν καὶ δευτέραν παρουσίαν ποιήσεται. [Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ.

27

.

229

(50)

Θεὸς ἐμφανῶς ἥξει. Τὸ μὲν, ἐκ Σιὼν, τὴν προτέ‐ ραν λέγει παρουσίαν σημαίνειν· τὸ δὲ, ἐμφανῶς, δευτέραν. Κατὰ μὲν οὖν τὴν πρώτην αὐτοῦ παρουσίαν καὶ τὴν ἔνδοξον θεοφάνειαν ἐσιώπα ὑπ’ ἀνθρώπων κρινόμενος, οὐδὲ ἐμφανῆ τὴν ἑαυτοῦ θεότητα ἐδείκνυ·
55ἐπειδὰν δὲ τὸ δεύτερον ἀφίκηται, ἥξει ἐμφανῶς, καὶ οὐ παρασιωπήσεται· ἀλλ’ ἐλέγξει τοῦ κόσμου τὴν
ἁμαρτίαν. Εἰ γὰρ ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ δὲ Χρι‐

27

.

232

στὸς Θεός ἐστι, τὸ, ἐμφανῶς, ἄρα τὴν σάρκα δηλοῖ.] Ὁ Θεὸς ἐμφανῶς ἥξει. Οὐ γὰρ κατὰ τὴν προτέ‐ ραν παρουσίαν λεληθότως· ἀλλ’ ὡς αὐτός φησιν, ὡς ἀστραπὴ πληροῦσα ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.
5Θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται. Οὐχ ὥσπερ τὸ πρότερον, φησὶν, ἐσιώπα τοῖς ἀσεβέσιν, οὕτω καὶ τότε. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται. Πῦρ, ἵνα τοὺς ἀξίους διὰ τὴν ἀσέβειαν αὐτῶν παραδῷ. Ὅμοιον δὲ τὸ, Ἔμπροσθεν αὐτοῦ εἷλκε ποταμὸς πυρός.
10Σφόδρα ταῦτα καὶ ὁ μακάριος ἐθεάσατο Δανιήλ. Πο‐ ταμὸς γὰρ, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. (Corderius sic.) Τὸ δὲ πῦρ ἢ τὸ φῶς ση‐ μαίνει τὸ ἐξ αὐτοῦ· τῆς γὰρ γνώσεως τοῦ Χριστοῦ τὸ
15διὰ πίστεως ἡγεῖται φῶς νοητὸν, οὗ τύπος ὁ τοῦ Ἰσραὴλ ἐν νυκτὶ καθηγησάμενος στῦλος πυρός· ἢ ὅτι τοὺς ἀπεψυγμένους ἡμᾶς εἰς ἅπασαν ἁμαρτίαν ἀν‐ εζωπύρησεν ὁ Σωτὴρ εἰς προθυμίαν παντὸς ἀγαθοῦ· πῦρ ὥσπερ νοητὸν τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν
20ἐμβαλών. Ἔφη γοῦν ὅτι· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· γεγόναμεν γὰρ τῷ πνεύματι ζῶντες, ὅσοι τῆς τοιαύτης ἠξιώμεθα χάριτος. Διὸ καὶ ἐν τῇ τοῦ ἁγίου Πνεύματος χάριτι πυρὸς δήλωσις συνεισφέρε‐ ται· βαπτιζόμεθα γὰρ ἐν Χριστῷ κατὰ τὴν Ἰωάννου
25φωνὴν ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἔφη δέ τις καὶ τῶν προφητῶν· ὅτι Αὐτὸς ἐκπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθ‐ ιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ χρυσίον. Ἐκτήκει γὰρ ἅπαντα ῥύπον ἐν ἡμῖν
30ἡ τοῦ ἁγίου Πνεύματος δύναμις. Ἀλλ’ οὐδὲν ὤνησε τὴν Ἰουδαίων Συναγωγὴν, ὅτι μὴ τὴν χάριν προσ‐ ήκαντο, περὶ ὧν ἐν Ἱερεμίᾳ φησὶν ὁ Θεός· Ἐξέλειπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλειπε μόλιβδος. Εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ· πονηρίαι αὐ‐
35τῶν οὐκ ἐτάκησαν. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. (Corderius.) Πάλαι μὲν οἱ ἐπὶ γῆς μερίδες ἦσαν ἀλωπέκων, ὡς ἐν Ψαλμοῖς πού φησι, τοῖς ἀκαθάρτοις λατρεύοντες πνεύμασι, καὶ κατὰ τόπον ἕκαστον Θεὸν ἡγούμενοι
40τὸ δοκοῦν. Ἀλλ’ ἐπιφανεὶς ὁ Σωτὴρ, ἐνήστραψεν ἡμῖν τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς, ἐπέστρεψε τὸ πε‐ πλανημένον, κατέδησε τὸ ἠῤῥωστηκὸς, ὡς ποιμὴν ἀγαθὸς, ἀπεσόβησε τοὺς θῆρας τῆς τῶν προβάτων αὐλῆς· ἡγίασε πνεύματι, ἠσφαλίσατο δυνάμεσιν ἀγ‐
45γελικαῖς, ἐπέστησε τοὺς ἀνὰ πᾶσαν τὴν γῆν ἁγίους μυσταγωγούς. Προσκαλέσεται τοίνυν, φησὶ, τοὺς ἐν οὐρανοῖς ἀγγέλους, καὶ τοὺς ἐξειλεγμένους ἐν γῇ πρὸς ἀποστολὴν, ὥστε τὸν λαὸν αὐτοῦ διακρῖναι. Οἱ γὰρ ἀπόστολοι τοὺς μὲν πειθομένους προσήνεγκαν

27

.

232

(50)

τῷ Θεῷ, ἀπιστοῦντας δὲ τῷ Σατανᾷ παρέπεμψαν, μονονουχὶ λέγοντες· Πορεύεσθε οὖν, φησὶ, τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τοῖς γοῦν Ἰουδαίοις ἀπιστοῦσί φασιν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ
55δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρί‐ νετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ
ἔθνη. Ὅτι δὲ τοῖς μυσταγωγοῦσι καὶ τοῖς αὐτῶν

27

.

233

μαθηταῖς συμπράττουσιν ἄγγελοι, δηλοῖ λέγων ὁ Παῦλος· Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Τοῦτο καὶ ἡ κλίμαξ ἐδή‐
5λωσεν, ἣν εἶδεν Ἰακὼβ τὴν ἐκ γῆς διήκουσαν εἰς τὸν οὐρανὸν, ἐφ’ ἧς ἐπεστήρικτο Κύριος, ἄνω κάτω διαθεόντων ἀγγέλων. Τοιοῦτον καὶ τό· Παρεμβαλεῖ Κύριος κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσε‐ ται αὐτούς· δι’ ὧν οὖν συμπράττουσι καὶ αὐτοὶ δια‐
10κρίνουσι τὸν λαόν. Προσκαλέσεται τὸν οὐρανὸν ἄνω. Τοὺς δικαίους, φησὶ, τοὺς οὐράνιον πολιτείαν ἐπιτηδεύοντας, συνάξει εἰς τὰς ἄνω μονάς. Καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τοὺς ἁμαρτωλούς φησι καὶ πάντας
15τοὺς ἐπὶ τῆς γῆς συνάξαι, ἐπὶ τὸ χωρίσαι τοὺς δι‐ καίους τῶν μὴ τοιούτων. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὡς πρὸς τοὺς ἀγγέλους ὁ λόγος, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ,
20καὶ συνάξουσι τοὺς δικαίους ἐκ τῶν τεσσάρων ἀνέμων τῆς γῆς· τοὺς διαθεμένους τὴν διαθή‐ κην αὐτοῦ ἐπὶ θυσίας. Θυσίας τὰς πνευματικὰς λέγει. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην
25αὐτοῦ. Δοξάσουσι, φησὶν, οἱ οὐρανοὶ τὸν Θεὸν, ὅτι δὴ καὶ ἀνθρώπους τῶν οὐρανίων διατριβῶν ἠξίωσε. (Corderius.) Βούλεται τοὺς ὁσίους τοῦ πρότερον λαοῦ πρὸ τῆς μελλούσης κρίσεως παῦσαι τῆς θυσίας τῆς διὰ τῶν ἀλόγων ζώων σφαγῆς, ἀναλαβεῖν τὴν κατ’
30ἐπιστήμην καὶ γνῶσιν. Ἐπὶ δὲ τούτοις τὸν κριτὴν αἱ οὐράνιαι δυνάμεις ἀνυμνοῦσιν, ὅτι ἀπὸ τῶν ὁσίων κατήρξατο, καὶ οἱ οὐρανοὶ διαγγέλλουσι τὴν δικαιοσύ‐ νην αὐτοῦ, συγχαίροντες αὐτῶν τῇ σωτηρίᾳ. Τὸ δὲ τῆς γῆς οἰκητήριον τῷ μὴ τῆς οὐρανίου κλήσεως
35ἠξιωμένῳ τάγματι καταληφθήσεται (a). Ὅτι ὁ Θεὸς κριτής ἐστιν. Ἐνταῦθα προδήλως τὸν Χριστὸν λέγει Θεόν· πᾶσαν γὰρ τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ εἰ πᾶσαν τὴν κρίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ὁ δὲ Θεὸς κριτής ἐστι· Θεός ἐστιν ὁ Χριστός.
40 Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι. Καινῶς νομοθεσίας εἰσαγωγὴν ποιούμενος, ἵνα μή τις ἀν‐ θρώπινον τὸν λόγον ἤ τινος ἀγγελικῆς δυνάμεως ὑπολάβοι, προτάττει τὸ, Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγώ. Ἡ δὲ διάνοια αὕτη· Μὴ νόμιζε ἕτερον εἶναί με,
45διὰ τὸ ἕτερα νομοθετεῖν σήμερον· ἀλλ’ αὐτὸς ἐκεῖνός εἰμι ὁ παρὰ Μωσῇ τὰ περὶ θυσιῶν νομοθετήσας. Μαρτύρομαι δέ σε, ὡς οὐκ ἐγκληθήσῃ παραβὰς τοὺς παρὰ Μωσῇ νόμους. Αὐτὸς γάρ εἰμι ὁ κἀκεῖ διαταξά‐ μενος τῷ παιδί μου συμφερόντως, καὶ νῦν τάδε μαρ‐

27

.

233

(50)

τύρομαι, ὅτι μὴ ἀνάγκη σοι τὰ περὶ θυσιῶν φυλάτ‐ τειν νόμιμα. Κἂν γὰρ μὴ προσφέρῃς αὐτὰ, οὕτως προσενηνεγμένα ἐστί. Τὰ γὰρ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντὸς, κἂν μὴ προσφέρη‐ ται. Εἰ δὲ ἐξ ἅπαντος σπουδάζεις ὥσπερ τινὰ τίμια
55καὶ ἀναγκαῖα ταῦτα προσάγειν, ἄκουε μετὰ παῤ‐
ῥησίας, ὡς οὐδὲν τούτων παρὰ σοῦ δέξομαι. Περιττὰ

27

.

236

γάρ μοι πάντα· ἐπειδὴ καὶ τὰ ἐν ἀγροῖς νεμόμενα ζῶα βόες καὶ κτήνη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἡ ὡραιότης τοῦ ἀγροῦ, πάντα ἐμὰ τυγχάνει, καὶ ἀνενδεὴς παντὸς ὑπάρχω. Εἰ δὲ καὶ χρεία μοι γένοιτό
5ποτε τροφῆς, οὐχ οὕτως ἐνδεὴς ἐγὼ, ὡς παρὰ σοῦ τὰ τοιαῦτα αἰτεῖν· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη. Τίνας δέ μοι προσηνεῖς θύσεις θυσίας; τὴν αἴνεσιν, τὸν ὕμνον, τὴν θεολογίαν. Ἐπειδὴ δὲ ταῦτα πληρώσεις, τὸ τηνικαῦτα ὡς ἂν νόμον πληρώσας θεῖον, ἀντίδοσιν
10λήψῃ τὸ ἐπικαλούμενος εἰσακουσθῆναι. Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· Ὁ Θεὸς ὁ Θεός σού εἰμι ἐγὼ, ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευθερώσας, ὁ τὴν θάλατ‐
15ταν ὁδὸν δωρησάμενος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομίσῃς, τῶν νόμων ὁρῶν τὸ διά‐ φορον. [Ὁ Θεὸς ὁ Θεός σου. Τουτέστιν, ὁ μεγάλα θαυ‐
20μάσια ἀρχῆθεν μέχρι τοῦ νῦν τῷ γένει ὑμῶν ἐνδει‐ ξάμενος.] Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε. Οὐκ ἀμέλειάν σοι, φησὶν, ἐγκαλῶ θυσιῶν· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν
25δικαιοσύνην παρεγγυῶ. Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἁμαρτωλὸν ἐνταῦθα τὸν νομοθέτην τῶν θείων Γραφῶν φησιν. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρ‐
30τωλοῦ. Εἰ γὰρ πάσας παραβαίνει τὰς ἐντολὰς καὶ πᾶσαν ἐπιτηδεύει κακίαν, καὶ δολίαν ἀποδίδωσι τὴν γλῶσσαν· τί καὶ τὰς θείας ἐπὶ στόματος φέρει Γραφάς; Ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος.
35Πάλαι μὲν, φησὶν, ἐμακροθύμησα, ἀλλ’ οὐ νῦν τοῦτο ποιήσω· παραστήσω γὰρ εἰς τὸν κατὰ σοῦ ἔλεγχον τὰ σὰ ἁμαρτήματα, ἃ δὴ σὺ μὲν ὑπέλαβες μηκέτι ὑφεστάναι, μηδὲ εἰς μνήμην ἥξειν τινός· ἐγὼ δὲ ὡς Θεὸς εἰς φῶς παράξω, καὶ προτεθήσονται ἐνώπιόν
40σου· οὐ κρύπτων ὥσπερ σὺ, καὶ ὡμοιωμένος σοι. Παράξω δὲ αὐτὰ, ὅπως αὐτὰ καὶ γνωρίζων αἰσχύνην καταχέω. Ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσ‐ ωπόν σου τὰς ἁμαρτίας σου.
45 Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ. Ὡς φιλάνθρωπος μετὰ τὸν ἔλεγχον ἐπιφέρει καὶ παραίνεσιν, μετανοίας τόπον διδούς. Σύνετε, ὅτι μὴ χαίρων τοῖς ὑφ’ ὑμῶν γενομένοις μακροθυμῶ, καιρὸν δὲ μετανοίας διδούς. Εἰ δὲ μὴ, ἁρπάζει ἡμᾶς ὁ ἄνο‐

27

.

236

(50)

μος, ἤγουν ἡ ἀνομία, μηδενὸς ἡμᾶς ῥυομένου. Ῥύομαι γὰρ τοὺς νοοῦντας οἷ κακῶν εἰσι, καὶ παυ‐ σαμένους καὶ λέγοντας· Ἠνομήσαμεν, ἠδικήσαμεν, ἠσεβήσαμεν. Οὐ γὰρ ἔστιν ἐξομολογεῖσθαι τὸν ἔτι τὸ κακὸν ἐνεργοῦντα. Μή ποτε ἁρπάσῃ, καὶ μὴ
55ᾖ ὁ ῥυόμενος. Μή ποτε, φησὶν, ἀφέληται τὴν ψυ‐ χὴν ὁ θάνατος, μετανοήσατε· οὐκ ἔστι γὰρ ὁ ῥυόμε‐
νος τοὺς ἐν ᾅδου κατειλημμένους ταῖς ἁμαρτίαις.

27

.

237

Ἁρπάζεται γὰρ ψυχὴ, ὡς παντελῶς ἐκπεσοῦσα Θεοῦ. Θυσία αἰνέσεως δοξάσει με. Ἐπαναλαμβάνει τὰ εἰρημένα, τὴν λογικὴν ἐπιτελεῖν λατρείαν πα‐
5ρακελευόμενος. Μετὰ τὴν πολλὴν κατηγορίαν τὸ φάρμακον τῆς ἁμαρτίας ἔδειξε, τῶν μυστηρίων δη‐ λαδὴ τὴν ἀπόλαυσιν. Ἐκείνη γὰρ ἀληθῶς θυσία αἰνέσεως τὸν Θεὸν δοξάζουσα. Ἐπειδὴ μετὰ τῶν ἀγ‐ γέλων αἰνοῦντες τότε καὶ μετὰ τῆς κτίσεως ἱστάμεθα.
10Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σωτήριόν μου. Ἐν τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας.
13tΕἰς τὸ τέλος ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυΐδ. Νʹ.
14tἘν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην,
15tἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ.
16tὙπόθεσις.
17Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐξομολόγησιν δύο ἐγκλημά‐ των περιέχοντα, τῆς τε μιαιφονίας Οὐρίου καὶ μοι‐ χείας πρὸς Βηρσαβεέ. [Ὑποδείκνυσι καὶ πᾶσιν
20ἀνθρώποις σωτηρίας ὁδὸν τὴν μετάνοιαν, οἷόν τινα τέχνην τῆς διηνεκοῦς κατὰ τοῦ ἐχθροῦ νίκης. Ὁ γὰρ ταύτην ἀεὶ μελετῶν καὶ κατορθῶν διαπαντὸς γίνεται νικητὴς τοῦ ἀεὶ προσπαλαίοντος. Εἰσάγει δὲ καὶ τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν,
25Ῥαντιεῖς με, λέγων. Ναὶ μὴν καὶ διδάσκει, ὡς πεφύλακται αὐτῷ τὸ τῆς προφητείας χάρισμα Οὐ γὰρ αἰτεῖ ὡς ἐστερημένος αὐτοῦ, ἀλλὰ μὴ ἀφαιρε‐ θῆναι ἱκετεύει λέγων· Μὴ ἀντανέλῃς] Εἰσάγει δὲ καὶ τῆς καθ’ ὅλου γενησομένης τῶν ἁμαρτη‐
30μάτων λυτρώσεως τὴν διὰ τοῦ ἁγίου βαπτίσματος προφητείαν, καὶ τῆς ἐν πνεύματι λατρείας διδα‐ σκαλίαν. Πανταχοῦ δὲ τῶν δύο παρανομημάτων εὑρήσεις ἐξιλεούμενον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου.
35Ὡς ἐπὶ μεγάλου ἁμαρτήματος, τοῦ μεγάλου ἐλέου τοῦ Θεοῦ δέεται τυχεῖν. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Μόνων γάρ ἐστι τῶν τοῦ Θεοῦ οἰκτιρμῶν τῆς μιαιφονίας ἀπολοῦσαι τὰς χεῖρας.
40 [Σαφέστερον δὲ ὃ λέγει ποιῶν φησιν· Ἐπὶ πλεῖον πλῦνόν με. Κἀνταῦθα τὸν πλεονασμὸν ᾔτησε τῆς καθάρσεως, διὰ τὸ δεῖξαι πανταχοῦ τὸ πλημμέλημα μέγα· ἢ, ἐπεὶ παρὰ Νάθαν ἤκουσε τὴν συγχώρησιν, καὶ αἱ παντοδαπαὶ δὲ συμφοραὶ τὸ πολὺ ὑπετέμνοντο
45τῆς ἁμαρτίας, φησὶ νῦν, ὅτι Δέομαι ῥυμμάτων καὶ ἐκπλύσεων, ἵνα τέλεον ὁ προστετηκὼς ἀποξεσθῇ ῥύπος.] Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, τῆς ἐπὶ τῷ φόνῳ, φησί. Καὶ ἀπὸ τῆς ἁμαρτίας

27

.

237

(50)

μου καθάρισόν με, τῆς ἐπὶ μοιχείᾳ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Καὶ τοῦτο ἐπὶ τῷ φόνῳ εἴρηκε. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι δια‐ παντός. Ἄνω καὶ κάτω περιστρέφει τῆς ἁμαρτίας τὴν μνήμην τῆς ἐπὶ τῇ μοιχείᾳ γινομένης, ὡς οὐκ
55ἐώσης αὐτὸν οὔτε ἀναχωρούσης, ἀλλὰ διαπαντὸς
συνοῦσαν αὐτῷ καὶ ἄγχουσαν.

27

.

240

[Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ἁμαρτίαν δὲ τὴν μοιχείαν. Ἰστέον, ὡς ἁμαρτία μὲν ἡ τοῦ ἀγαθοῦ ἀπόπτωσίς ἐστιν· ἀνομία δὲ ἡ περὶ
5τὸν θεῖον νόμον πλημμέλεια· καὶ ταῦτα ἔχουσιν ἀρ‐ χὴν ἑκάτερον τούτων. Συμφέρονται δὲ καὶ κατὰ ταυ‐ τόν· ὅτε γὰρ ἁμαρτάνων τοῦ κατὰ φύσιν καὶ ἐν τῇ φύσει ἀπέτυχε σκοποῦ τῇ γὰρ ἀνθρωπείᾳ φύσει σκο‐ πὸς τὸ κατὰ τὸν λόγον ζῇν τῆς ἀλογίας πόῤῥω
10ἀπῳκισμένη. Ὡσαύτως καὶ ὁ ἀνομῶν πλημμελεῖ περὶ τὸν ἐν τῇ φύσει δεδομένον νόμον, διαγενόμενος ἀκρατῶς. Καλῶς οὖν καὶ ἀπόστολος Ἰωάννης καὶ μαθητὴς τοῦ Χριστοῦ εἰς ταυτὸν ἀμφότερα περιέστη‐ σεν εἰπών· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν
15ἀνομίαν ποιεῖ· ἄλλως· Ἡ ἁμαρτία κατάλληλος τῇ ἀνομίᾳ. Πᾶς γὰρ ὁ ἀνομῶν ἁμαρτάνει, οὐ παντὸς ἁμαρτάνοντος ἀνομοῦντος. Δύναται δὲ καὶ ἐκ παραλ‐ λήλου εἰρῆσθαι διὰ τό· Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ.]
20 Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Ἀντὶ τοῦ· Τοὺς πάντων ἀποκρυψάμε‐ νος ὀφθαλμοὺς ἐν τῷ παρανομήματι, τοὺς σοὺς μόνους οὐ διέλαθον. Διό φησι· Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Πολλῶν γὰρ ἀπολαύσας παρὰ σοῦ, τοῖς
25ἐναντίοις ἠμειψάμην. Καὶ οὐ τοῦτο λέγει, ὡς οὐκ ἠδίκησε τὸν Οὐρίαν· πῶς γάρ; ἀλλ’ ὅτι ἡ μεγίστη παρανομία εἰς αὐτὸν τετόλμηται τὸν Θεὸν τὸν ἐκλεξά‐ μενον καὶ βασιλέα ἐκ προβατέως πεποιηκότα· ἢ ἐπεὶ τοὺς πάντων ἀποκρυψάμενος ὀφθαλμοὺς, τοὺς τοῦ
30Θεοῦ οὐκ ἔλαθεν, ἀλλ’ ἠλέγχθη διὰ τοῦ προφήτου· ἢ ὡς μὲν βασιλεὺς νόμῳ ἀνθρώπων οὐχ ὑπέκειτο, ὡς δὲ θεοσεβὴς τῷ Θεῷ μόνῳ· ἢ ἐπεὶ ἀνθρώπων μὲν οὐδεὶς ἤλεγχεν, Θεὸς δὲ διωρθώσατο μόνος. Σοὶ, φησὶ, μόνῳ ἥμαρτον. Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λό‐
35γοις σου. Ἤλεγξάς με, φησὶ, διὰ τοῦ προφήτου πα‐ ρανομήσαντα· καὶ σὺ μὲν δίκαιος ὢν καὶ τῶν ἐχθρῶν πάντοτε ῥυσάμενος, καὶ βασιλείᾳ καὶ προφητείᾳ τιμήσας· ἐγὼ δὲ βέβηλος καὶ μιαιφόνος. Καὶ νική‐ σῃς ἐν τῷ κρίνεσθαί σε. Ἀπόδειξις ἤτοι ὁμολογία
40τῶν ἁμαρτημάτων. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρ‐ τίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἐπειδὴ ὁ προ‐ ηγούμενος σκοπὸς τοῦ Θεοῦ ἦν τοῦ μὴ διὰ γάμου γενέσθαι ἡμᾶς καὶ φθορᾶς· ἡ δὲ παράβασις τῆς ἐν‐
45τολῆς τὸν γάμον εἰσήγαγε διὰ τὸ ἀνομῆσαι τὸν Ἀδὰμ, τουτέστιν ἀθετῆσαι τὸν ἐκ Θεοῦ δοθέντα αὐτῷ νόμον. Πάντες οὖν οἱ ἐξ Ἀδὰμ γενόμενοι ἐν ἀνομίαις συλ‐ λαμβάνονται ὑποπίπτοντες τῇ τοῦ προπάτορος κατα‐ δίκῃ. Τὸ δὲ, Καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μή‐

27

.

240

(50)

τηρ μου, σημαίνει ὅτι ἡ Εὔα, ἁπάντων ἡμῶν ἡ μήτηρ, πρώτη ἐκίσσησε τὴν ἁμαρτίαν, ὥσπερ ὀργῶσα τὴν ἡδονήν. Διὰ τοῦτο καὶ ἡμεῖς, τῇ τῆς μητρὸς κα‐ ταπίπτοντες καταδίκῃ, κισσᾶσθαι λέγομεν ἐν ἁμαρ‐ τίαις. Δείκνυσιν, ὡς ἐξ ἀρχῆς ἡ ἀνθρώπων φύσις
55ὑπὸ τὴν ἁμαρτίαν πέπτωκεν ὑπὸ τῆς ἐν Εὔᾳ παρα‐ βάσεως, καὶ ὑπὸ κατάραν ἡ γέννησις γέγονεν. Ἄνω‐ θεν δὲ ὑφαίνει τὸν λόγον, τὸ μέγεθος τῆς τοῦ Θεοῦ
δωρεᾶς δεῖξαι βουλόμενος.

27

.

241

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ὁ νοῦς οὗτος· Σὺ, φησὶ, Κύριε, ὁ ἀλήθεια ὢν, ἀληθείας ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθεία διάγειν, ἀπο‐
5καθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας· καὶ οὕτως ἀποκαθαριεῖς ἡμῖν δι’ ὑσσώπου ὡς καὶ ὑπὲρ χιόνα λευκανθῆναι. Ὑσσώπῳ δὲ τὴν τοῦ ἁγίου Πνεύματος ἐνέργειαν ἀφομοιοῖ, θερμὴν οὖσαν καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσαν. [Ἡ ἀποκάθαρσις δι’
10ὑσσώπου γενήσεται, ἤτοι διὰ τοῦ ἁγίου Πνεύματος. Ὕσσωπος γὰρ βοτάνη καθαρτική.] Τὸ δὲ, Τὰ ἄδηλα καὶ τὰ κρύφιά σου ἐδήλωσάς μοι τῆς σοφίας, δηλοῦντός ἐστιν, ὡς πάντα αὐτῷ τὰ ἐσόμενα ὅσα ἐν τῇ ἰδίᾳ σοφίᾳ ἔθετο ὁ Θεὸς διὰ τοῦ ἁγίου Πνεύματος
15ἀπεκάλυψεν. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι. Εἰπὼν, ὅτι Δέδωκας νόμους θείους καὶ διατάξεις, λέ‐ γει τὸ μεῖζον, ὅτι Καθαρμούς τινας ἐν τῷ νόμῳ ἐχα‐ ρίσω, καὶ δι’ ὑσσώπου ῥαντίσματος· κατὰ τοῦτον οὖν
20τὸν σκοπὸν καὶ ἡμῖν νῦν παράσχου τὰ ὅμοια, ὁ αὐ‐ τὸς ὢν Θεός. Ἢ μυστήριον ἔοικέ τι αἰνίττεσθαι. Ἐπεὶ γὰρ Μωσῆς ἐν Αἰγύπτῳ τὸ αἷμα τοῦ προβάτου δι’ ὑσσώπου ταῖς φλιαῖς διεκελεύετο ἐπιῤῥαίνεσθαι, τι‐ μιωτέρῳ καὶ ἡμεῖς ἠγοράσθημεν αἵματι. Ἐπεὶ οὖν
25φυλακτήριον ἐκεῖνο ἐγένετο μή τι παθεῖν τοὺς ἐνοικοῦντας ὑπὸ τοῦ ὀλοθρεύοντος, εἰκότως ὁ Δαυῒδ, τὴν τοῦ αἵματος ἐκείνου μνήμην ἐν ἀποῤῥήτῳ ποιού‐ μενος, Ῥαντιεῖς με ὑσσώπῳ, φησὶ, καὶ τὰ ἑξῆς· αἰνιττόμενος τὴν διὰ τοῦ αἵματος τοῦ ἀληθινοῦ Χρι‐
30στοῦ ἀμνοῦ γενησομένην ἅπασιν ἀποκάθαρσιν, καὶ γλιχόμενος οἷον ταύτης τυχεῖν, ἣ μόνη ἀκριβῶς ῥύψαι δύναται καὶ χιόνος θεῖναι λευκότερον. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην. Ἀκουστήν μοι γενέσθαι, φησὶ, παρασκευάσεις πάλιν
35διὰ τοῦ πνεύματος τὴν ἐν ἐσχάτοις καιροῖς ἐσομένην ἀγαλλίασιν καὶ εὐφροσύνην. Τίς δὲ ἂν εἴη αὕτη ἢ ἐκείνη ἡ γνῶσις ἡ περὶ ἀναστάσεως, ἣν ἐδίδαξεν εἰ‐ πὼν, Ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα; Πότε δὲ ἀγαλλιάσονται τὰ σεσημμένα ἡμῶν ὀστᾶ ἢ
40κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν, καθ’ ὃν, ὡς ἕτε‐ ρός φησι προφήτης, Τὰ ὀστᾶ ἡμῶν ὡς βοτάνη ἀνατελεῖ; Ἀγαλλιάσεται ὀστέα τεταπεινωμένα. Ἀγαλλιάσεται ἡ ἰσχὺς τῆς ψυχῆς μου, ὅτι πρότερον ὑπὸ τῆς ἁμαρτίας ἀσθενοῦσα.
45 Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρ‐ τιῶν μου. Πάλιν ἐπὶ τὴν ἐξομολόγησιν ἀνατρέχει. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τὴν παλαιωθεῖσάν μου, φησὶ, ψυχὴν σεσαθρωμένην ὑπὸ τῆς ἁμαρτίας ἀνακαίνισον. Καὶ πνεῦμα εὐθὲς

27

.

241

(50)

ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἀντὶ τοῦ, ἑδραῖ‐ ον· ὅμοιον ὡσεὶ λέγει· Ἀσφάλισαι τὸν νοῦν τοῦ μηκ‐ έτι εἶναι εὔκολον καταπίπτειν εἰς ἁμαρτίαν. Καὶ τὸ Πνεῦμα τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Εὔχεται πάλιν πνεῦμα εἰς αὐτὸν ἐλθεῖν
55τὸ προφητικόν. Καταλελοιπὸς γὰρ ἦν αὐτὸν διὰ τὴν
ἁμαρτίαν.

27

.

244

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου. Εἰς ἅπαν τὸ τῶν ἀνθρώπων γένος ἀναφέρεται. Ἀγαλ‐ λίασιν μὲν σωτηρίου τὴν παρουσίαν τοῦ Κυρίου φη‐ σὶ, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· Ὅτι εἶδον
5οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· εὔχεται δὲ καὶ αὐτὸς αὐτοῦ μεταλαβεῖν. Καὶ πνεύματι ἡγεμο‐ νικῷ στήριξόν με. Ὅπερ εἶπεν ἀνωτέρω πνεῦμα εὐθὲς, ἐνταῦθα ἡγεμονικὸν καλεῖ. Διδάξω ἀνόμους τὰς ὁδούς σου. Ἐπειδὴ ἂν,
10φησὶ, ῥυσάμενός με τῆς ἁμαρτίας, αὖθις ἐπιδῷς με τὸ σὸν ἅγιον Πνεῦμα. Τότε δὴ πάλιν τὰς σὰς ὁδοὺς βαδίζειν διδάξω τοὺς παραβαίνοντας. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου. Πάλιν ἱκετηρίαν ὑπὲρ τοῦ τοῦ Οὐ‐
15ρίου φόνου τίθεται, ὅπως ἂν ῥυσθείη τοῦ ἐξ αὐτοῦ μιασμοῦ· ἢ μᾶλλον, ἐξ αἱμάτων, τῶν δι’ αἵματος θυσιῶν, ὡς τὰ ἐπαγόμενα τοῦ ψαλμοῦ διαδείκνυσιν εἰπόντος· Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, καὶ τὰ ἑξῆς. Ἀγαλλιάσεται ἡ γλῶσσά
20μου τὴν δικαιοσύνην σου. Τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Διαλαλήσει ἡ γλῶσσά μου τὴν ἐλεημοσύνην σου· οὐ γὰρ σιγήσω τῆς ἀφέσεως ἀπολαύσας, ἀλλ’ ὑμνῶν σε διατελέσω καὶ τὰς σὰς διηγούμενος χάριτας. Ἐπειδὴ τὰς ἐν νόμῳ, φησὶ,
25παρῃτήσω θυσίας, οὐ γὰρ δύνανται ἀφιέναι ἁμαρτίας τούτου χάριν ἣν ἠγάπησάς σοι προσήνεγκα. Αὕτη δέ ἐστιν ἡ διὰ μετανοίας καὶ καρδίας συντετριμ‐ μένης. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σι‐
30ών. Σιὼν ἐνταῦθα τὴν Ἐκκλησίαν φησίν. Ὅταν γὰρ ηὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιῶσαι τὰ πάντα ἐν τῷ Υἱῷ αὐτοῦ, τότε καὶ τὰς ἀγαθὰς αὐτοῦ τῇ Ἐκκλησίᾳ αὐτοῦ δέδωκεν ἐπαγγελίας. Καὶ οἰκο‐ δομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τείχη Ἱερουσα‐
35λὴμ τοὺς ἁγίους φησὶν ἱερουργοὺς τοὺς περιφράτ‐ τοντας τὴν Ἐκκλησίαν αὐτοῦ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης. Ὅταν, φησὶν, ἀγαθυνεῖς τὴν Σιὼν καὶ οἰκοδομηθῇ τὰ τείχη Ἱερουσαλὴμ, τότε δὴ τότε καὶ ἀνενεχθήσονται θυ‐
40σίαι, οὐχ αἱ δι’ αἱμάτων, ἀλλ’ αἱ τῆς δικαιοσύνης, αἱ τῆς αἰνέσεως δηλονότι. Ἀναφορὰν καὶ ὁλοκαυτώ‐ ματα, καὶ αὐτὰ τὰ τῆς δικαιοσύνης καὶ τὰ τῆς ἀναι‐ μάκτου θυσίας δηλοῖ. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυ‐ σιαστήριόν σου μόσχους. Καὶ αὐτοὺς δικαιοσύνης,
45ὥστε εἶναι πάντα δικαιοσύνης, θυσίας, ἀναφορὰς δικαιοσύνης, ὁλοκαυτώματα δικαιοσύνης, μόσχους δικαιοσύνης.
48tεἰς τὸ τέλος, συνέσεως τῷ Δαυῒδ, ἐν τῷ ἐλθεῖν
49tΔωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ
50tκαὶ εἰπεῖν αὐτῷ. Ἦλθε Δαυῒδ εἰς τὸν οἶκον
51tἈβιμέλεχ. ΝΑʹ.
52tὙπόθεσις.
53Ἡνίκα ἔφυγε Δαυῒδ ἀπὸ προσώπου Σαοὺλ, καὶ κατ‐ ήχθη φεύγων οἶκον Ἀβιμέλεχ, τῶν τε ἄρτων
55τῶν ἱερέων ἐγεύσατο, τήν τε ῥομφαίαν τοῦ Γολιὰθ
δέδεκται· ἀπελθών τις ἀπαγγέλλει ταῦτα τῷ

27

.

245

Σαούλ. Δωὴκ δὲ οὗτος ὁ Σύρος ὃς καὶ τοσοῦτον ἐξεπολέμωσε τὴν ψυχὴν τοῦ Σαοὺλ, ὡς ἀποστείλαντα πᾶσαν τὴν πόλιν τῶν ἱερέων ἀνελεῖν, καὶ μηδὲ κτήνους αὐτῶν φείσασθαι. Ταῦτα οὖν ἀκηκοὼς ὁ
5Δαυῒδ τὰ προκείμενα λέγει, εἰς πρόσωπον τοῦ Σύρου ἀποτεινόμενος. Ἔχει δὲ καὶ ἀναφορὰν καὶ εἰς τὸ τοῦ Ἰουδαίων λαοῦ πρόσωπον καὶ τοῦ Ἰούδα. Περιέχει δὲ καὶ ἀγαθῶν ἐπαγγελίαν τῶν ἐσομένων, καὶ τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἵδρυσιν
10τῶν ἁγίων αὐτοῦ, διὰ τοῦ λέγειν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Διὸ δὴ καὶ συνέσεως καὶ εἰς τὸ τέλος ἐπιγράφεται ὁ ψαλμός. Χρεία γὰρ πολλῆς συνέσεως εἰς τὸ γνω‐ ρίσαι τῆς οἰκονομίας τοῦ κατὰ σάρκα Δαυῒδ τὸ
15 μυστήριον. Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; Ὡς πρὸς αὐτὸν τὸν Σύρον, ἢ τὸν ἐνεργήσαντα ἐν αὐτῷ διάβο‐ λον, ἀποτείνει τὸν λόγον. Ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον.
20Τοῦτό φησι, διὰ τὸ ὥσπερ ξυρῆσαι καὶ ἐκκόψαι πᾶ‐ σαν τῶν ἱερέων τὴν πόλιν. Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην. Ἠδίκει γὰρ καταψευδόμενος τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάντων σὺν αὐτῷ, καὶ τὰ μὴ πραχθέντα κατ’ αὐτοῦ
25λέγων· τὸ γὰρ εἰπεῖν, ὡς ἐπηρώτησε τὸν Θεὸν περὶ τοῦ Δαυΐδ, ψεῦδος ἦν, καὶ οὐκ ἀλήθεια.
28 Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Πάντα γὰρ πρὸς ἐπιβουλὴν, καὶ
30φθόνον καὶ θάνατον τοῦ ἱερέως καὶ τῶν λοιπῶν ἁπάν‐ των τῶν σὺν αὐτῷ τεθανατωμένων διεπράξατο· διὸ ῥήματα καταποντισμοῦ οἱ λόγοι τῆς τοῦ Δωὴκ ψευ‐ δολογίας εἴρηται. Ἀθρόως γὰρ πᾶσαν τὴν πόλιν τῶν ἱερέων ὥσπερ ἐν βυθῷ κατεπόντισε τοῖς ἑαυτοῦ
35ῥήμασι. Λέγοιτο δ’ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων τῶν Ἰουδαίων, καὶ αὐτοῦ δὲ τοῦ Ἰούδα. Ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκη‐ νώματός σου. Μετετέθησαν γὰρ τῆς ἱερᾶς αὐτῶν σκηνῆς, γεγονότες αἰχμάλωτοι διὰ τὸν κατὰ τοῦ Κυ‐
40ρίου σταυρόν. Καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὅμοιον τὸ, Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζών‐ των. [Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος. Λέ‐ γοιτο δ’ ἂν ταῦτα δικαίως καὶ ἐπὶ τῶν ἀρχόντων
45Ἰουδαίων καὶ αὐτοῦ τοῦ Ἰούδα, διὰ τὸ ἠγαπηκέναι τὰ βλαβερὰ εἰς τέλος, ἀντὶ τοῦ, παντελῶς. Διὰ τοῦτο καθελεῖ σε, ὡς οὐ καλῶς οἰκοδομηθέντα, ὁ καθαιρῶν ὑπερηφάνους, καὶ ὡς κακῶς φυτευθέντα, ἐκτίλαι σε, μεταστήσαι, ἢ ἐκριζώσαι, καὶ ἀπὸ τῆς

27

.

245

(50)

κατοικήσεώς σου, τουτέστιν ἀπὸ τοῦ συγκατοικεῖν, ἐκβάλοι.] Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται. Τῶν γὰρ ἀσεβῶν ἀναιρουμένων, οἱ δίκαιοι περίφοβοι γίνονται. Καὶ σὺ μὲν, φησὶ, ταῦτα ὑπομένεις· οἱ δὲ δίκαιοι,
55τουτέστιν οἱ σοῦ λαοὶ, θεασάμενοι τὴν σὴν ἀπώλειαν, φόβῳ κατασχεθήσονται. Ἱκανὴ γὰρ ἡ εἰς σὲ τιμωρία
κἀκείνους φοβῆσαι· καίτοι διὰ τὴν εἰς ἐκείνους εὐερ‐

27

.

248

γεσίαν τοιαῦτά σου πάσχειν μέλλοντος. Ἰδοὺ ἄνθρω‐ πος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλ’ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτοῦ. Ἠγάπησε γὰρ χρυσίον μᾶλλον ὁ προδότης λαβεῖν, ἢ
5βοηθὸν ἔχειν τὸν Ἰησοῦν. Καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. Ἀντὶ τοῦ· Καὶ ἐνίσχυσε πλη‐ ρῶσαι τὴν ματαίαν αὐτοῦ καρδίαν, οὐ μεταμεληθεὶς τῆς ἀσεβείας ἐπαύσατο. [Ἀλλ’ ἐπήλπισεν ἐπὶ τῷ πλήθει τοῦ πλούτου
10αὐτοῦ. Καλῶς δὲ τὸν πλοῦτον καὶ τὴν δυναστείαν ματαιότητα ἐκάλεσεν ἀπὸ τοῦ πράγματος· οὔτε γὰρ τὸν Δωὴκ ὤνησαν, οὔτε Ἀσσυρίους, ὁπότε ἑνὸς ἀγγέλου παρουσία αὐτοὺς ἀπέκτεινε, καὶ ἄταφοι ἔκειντο.]
15 Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος. Ἀειθαλὴς γὰρ τῶν πιστευόντων εἰς Χριστὸν ἡ δόξα. [Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, καὶ τὰ ἑξῆς. Τοῦτον τοίνυν τὸν καρπὸν ἔχων ἐν ἑαυτῷ ὁ ἅγιος ἔλεγεν· Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος·
20ἐλαίᾳ δὲ κατακάρπῳ ὁμοιοῖ ἑαυτὸν, ἐπειδὴ, ἐλεημο‐ σύνης ἐπικρατούσης ἐν αὐτῷ, ἀκολούθως εἵποντο αἱ λοιπαὶ ἀρεταί. Οὕτω καὶ τὸν Ἰὼβ ἀνδρεῖον μὲν, καὶ τὸν Ἰωσὴφ σώφρονα, καὶ τοὺς λοιποὺς ἀπὸ τῆς ἐπικρατούσης ἀρετῆς ὀνομάζοντες αὐτούς.]
25Ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα. Ἔλεος τοῦ Θεοῦ αἱ θεῖαι Γραφαὶ ὀνομάζουσι τὸν Κύριον, διὰ τὸ γενέσθαι ἡμῖν δι’ αὐτοῦ ἔλεος· ἀν‐ εκεφαλαιώσατο γὰρ ἐν ἑαυτῷ τὰ πάντα, καὶ ἀν‐ εστοιχείωσεν.
30 Καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναν‐ τίον τῶν ὁσίων σου. Ἐν τῷ ὀνόματί σου, φησὶ, σχοίην πεποίθησιν, καὶ ταύτην ἐναντίον πάντων τῶν σῶν ἁγίων ἐξαγγελῶ. Ἔσται γάρ μοι τὸ πρᾶγμα χρηστόν τε καὶ ἀγαθόν.
35tΕἰς τέλος ὑπὲρ Μαελὲθ συνέσεως τῷ Δαυΐδ. ΝΒʹ.
36tὙπόθεσις.
37ᾌδει τὸν παρόντα ὑπὲρ τοῦ χοροῦ τῶν ἀποστόλων καὶ πιστευσάντων εἰς Χριστόν· οἳ καὶ ἠγαλλιῶντο καὶ ηὐφραίνοντο. Μαελὲθ δὲ ἑρμηνεύεται χορὸς, ἤτοι
40χορεία. Ἀναγκαίως δὲ τὰ πρὸ τῆς παρουσίας τοῦ Κυρίου λέγει, ἵνα δείξῃ ὅση τῆς παρουσίας ὠφέ‐ λεια. Ἰστέον δὲ, ὡς καὶ τὴν αὐτὴν διάνοιαν πᾶσαν ὁ τρισκαιδέκατος ψαλμὸς περιέχει, καὶ τὰς αὐτὰς λέξεις σχεδὸν ἁπάσας· ὥστε ἐξ ἐκείνου φανερὸν
45γενέσθαι τοῖς ἐπιζητοῦσι τὴν ἑρμηνείαν.
47 Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός ... Ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπειδὴ, μὴ λογισάμενοι τὸν Θεὸν

27

.

248

(50)

ἐφορῶντα τὰ ἀνθρώπινα, κρίνοντα κρίσει δικαίᾳ, καὶ πᾶσαν ἀθεμιτουργίαν εἴργοντα, τούτου χάριν ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πάροδον σημαίνει. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι
55ποιῶν ἀγαθὸν, οὐκ ἔστιν ἕως ἑνός. Οὐχ ὑπερβολι‐ κῶς ταῦτα εἴρηται· οὐδὲν γὰρ ὑπερβολικῶς, μετ’
ἀληθείας δὲ πάντα παρὰ τῇ Γραφῇ εἴρηται. Πάντες

27

.

249

τοίνυν Ἰουδαῖοι ἐξέκλιναν τὴν ὁδὸν τὴν λέγουσαν· Ἐγώ εἰμι ἡ ὁδός. Ὅθεν καὶ ἀχρεῖοι γεγόνασι, ταύ‐ την παραλαβεῖν οὐ βουληθέντες, οὐδενὸς ποιοῦντος τὸ ἀγαθόν. Ἐν ἀγνοίᾳ γὰρ αὐτοῦ πάντες ἐτύγχανον ὑπὸ
5τοῦ νομικοῦ πεπωρωμένοι γράμματος.
6tΕἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. Ἐν τῷ
7tἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαούλ· Οὐκ
8tἰδοὺ Δαυῒδ κέκρυπται παρ’ ἡμῖν; ΝΓʹ.
9tὙπόθεσις.
10Φεύγων ὁ Δαυῒδ τὸν Σαοὺλ ἐκάθισεν ἐν τῇ ἐρήμῳ Ζήφ. Εἶτα ἀπελθόντες οἱ Ζιφαῖοι πρὸς τὸν Σαοὺλ ἀπήγγειλαν τὸν τόπον ἐν ᾧ ἦν ἀποδιδράσκων. Ἠξίουν δὲ ἐλθόντα συλλαβέσθαι αὐτόν. Ὁ δὲ, μετὰ χεῖρας τὴν λύραν λαβὼν, ἅτε ἐγνωκὼς τῷ προφη‐
15τικῷ πνεύματι, ὡς οὐδὲν δεινὸν πείσεται παρὰ τοῦ Σαοὺλ, τὰ προκείμενα ᾄδει. Καὶ γὰρ ἀπελθὼν εἰς σύλληψιν αὐτοῦ Σαοὺλ, ἤκουσεν ἀγγελίαν τῶν ἀλ‐ λοφύλων, καὶ ὑπέστρεψε σπεύδων μετὰ τῶν ἀνδρῶν αὐτοῦ. Ἔχοι δ’ ἂν τὰ παρόντα ἀναφορὰν καὶ εἰς τὸ
20πρόσωπον τοῦ ἀποστολικοῦ χοροῦ, ὡς τὰς ἐπανα‐ στάσεις τὰς παρὰ τοῦ ἔθνους τῶν Ἰουδαίων, καὶ βασιλέων δὲ τῶν ἐθνῶν τὸν θυμὸν διηγούμενος, τὸν Θεὸν ἀξιοῖ ἐξ ἁπάντων σωθῆναι διὰ τοῦ ὀνόματος αὐτοῦ. Προφητικῶς τε ἀποφαίνει, ὡς περιστρέψει
25τοῖς ἐχθροῖς εἰς κεφαλὴν ὁ Θεὸς τὰ κακὰ, αὐτὸς δὲ τὰς ἐπινικίους προσάξει θυσίας. Διὸ καὶ συνέσεως ἐπιγέγραπται, εἰς τὸν εἰρημένον νοῦν ἀναπέμπον‐ τος ἡμᾶς τοῦ ψαλμοῦ. Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Οὐχὶ δι’
30ἄλλου τινὸς ἢ διὰ τοῦ ὀνόματος αὐτοῦ σωθῆναι ἀξιοῖ. [Ἐπειδὴ δὲ, φησὶ, τὸ σὸν ὄνομα ἐπικαλοῦμαι, ἐν αὐ‐ τῷ τούτῳ τὴν σωτηρίαν μου παράσχου. Καὶ ἐν δυ‐ ναστείᾳ σου, τουτέστι τῷ Υἱῷ σου, κρινεῖς με· ἀντὶ τοῦ· Οὐκ ἄλλοις κριταῖς, ἀλλὰ τῇ δυνάμει σου
35εἰς ἐξέτασιν παραδοθῆναι.] Καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. Κρίνας γὰρ τὴν κρίσιν αὐτῶν, τοὺς μὲν ἀπωλείᾳ παρέδωκε, τοὺς δὲ ἔσωσεν ἀπὸ τῶν ἐχθρῶν. Ὁ Θεὸς, εἰσάκουσον τῆς προσευχῆς μου. Δέ‐ ξαι μου τὰς ἱκετείας σὺν εὐμενείᾳ. Ἐνώτισαι τὰ
40ῥήματα τοῦ στόματός μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν.
42tΕἰς τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυΐδ. ΝΔʹ.
43tὙπόθεσις.
44Τῷ Πνεύματι θεωρήσας ὁ Προφήτης τὰ ἐσόμενα κα‐
45τὰ Χριστοῦ παρὰ τοῦ Ἰουδαίων λαοῦ καὶ αὐτοῦ τοῦ Ἰούδα, λύπης πληρούμενος καὶ ἀμηχανίας, ἢν καὶ ἀδολεσχίαν ἐν τῷ παρόντι ὠνόμασε, διατελεῖ ταραττόμενος καὶ ἀπορῶν ἐν τοῖς τολμωμένοις, παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τὴν προσευχὴν

27

.

249

(50)

αὐτοῦ, καὶ τοῦτο αὐτῷ παρασχεῖν· εἶτα δεύτερον γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν· καὶ τρίτον τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος· καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει·
55Πρόσχες μοι, καὶ εἰσάκουσόν μου.
Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου. Δια‐

27

.

252

φόρους ἱκετείας προσφέρει δεχθῆναι ταύτας ἀντιβο‐ λῶν. Μὴ παρίδῃς γάρ με, φησὶ, ποτνιώμενον, ἀλλ’ εὐ‐ μενῶς μοι πρόσχες, καὶ τὴν βοήθειαν ὤρεξον. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταρά‐
5χθην. Ἀμηχανίας γὰρ ἐπληροῦτο, βλέπων τὴν κατὰ τοῦ Σωτῆρος γινομένην παρανομίαν, ἣν καὶ διδάσκει ἐφεξῆς λέγων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλί‐ ψεως ἁμαρτωλοῦ. Ὁ δὲ πᾶς νοῦς οὗτος· Πρόσχες ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίᾳ
10πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, εἰσάκουσόν μου. Ὅτι ἐξέκλιναν ἐπ’ ἐμὲ ἀνομίαι. Πάντα γὰρ τὰ κατὰ τοῦ Σωτῆρος συμβάντα πρὸς τὸ οἰκεῖον ἀναφέ‐ ρει πρόσωπον. [Διὰ μνησικακίαν μοι ταῦτα ἐποίουν
15τεχθεῖσαν ἐξ ὀργῆς ἀλόγου. Κότος ἡ ἐπίμονος ὀργή. Διὰ ταύτην δὲ τὴν αἰτίαν περιδεὴς ἐγενόμην καὶ τε‐ ταραγμένος, ὡς ἐπιστάντος μοι ἤδη τοῦ θανάτου, καὶ τοσαύτη μοι ἦλθεν ἀγωνία καὶ φόβος, ὡς μηδὲ δοκεῖν τὴν ἀκτῖνα φαίνειν, ἀλλ’ ἐσκοτίσθαι· καὶ ἐλογισάμην
20τὴν φυγὴν εἶναι πάντων ἀμείνω, καὶ ηὐχόμην γενέ‐ σθαι μοι πτέρυγας ἐπὶ τῷ μεταστῆναι καὶ ἀλλαχοῦ καταπαῦσαι.] Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. Ἰδοὺ ἡ καρδία μου, φησὶ, διέστρεψε τὰ ἔνδον μου· ἀλλὰ καὶ δειλία
25θανάτου ἐπέπεσεν ἐπ’ ἐμέ. Ἤτοι δὲ τοῦ σωτηρίου θανάτου λέγει, ἐφ’ ᾧ δειλίας ὁ Προφήτης ἐπληροῦτο ἀνθρωπίνῳ λογισμῷ κινούμενος· ἢ τοῦ τῶν ψυχῶν θανάτου, τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ φόβος καὶ τρόμος ἐπέπεσε τῷ Προ‐
30φήτῃ ὁρῶντι τὸν ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα, ἔκρυπτε δὲ αὐτὸν σκότος, ὡς ἂν σκότου ἀληθῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώ‐ μενα. Εἶτα, ὥσπερ ἀπολειφθεὶς ἐν μέσῳ τῶν ταῦτα δρώντων, μήτε μίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι
35κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται με‐ τέωρος ἐπαρθῆναι, καὶ πτηνὸς γενόμενος δι’ ἀέρος ἐκφυγεῖν.
39Προσεδεχόμην τὸν Θεὸν σώζοντά με, ἀπὸ ὀλι‐
40γοψυχίας καὶ ἀπὸ καταιγίδος. Καταιγίδα ὀνομάζει τὴν διὰ τοῦ πάθους αὐτῷ συμβᾶσαν λύπην. Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Αἰτίαν παρατίθησι δι’ ἣν καὶ τὴν προσευχὴν ἐποιή‐ σατο.
45 Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Ταῦ‐ τα εἰς πρόσωπον τοῦ προδότου ἀναφέροιτ’ ἂν δικαίως. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου. Ἀντὶ τοῦ, Κατεστάθης ἡγεμὼν ὑπ’ ἐμοῦ, ὁ Ἰού‐ δας δηλονότι. Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέ‐

27

.

252

(50)

σματα. Ὅμοιον ὡσεὶ λέγοι· Τῆς αὐτῆς τραπέζης πολ‐ λάκις ἠξιωμένος. Ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθη‐ μεν ἐν ὁμονοίᾳ. Τοῦτό φησι διὰ τὸ συνεληλυθέναι αὐτῷ πολλάκις εἰς τὸ ἱερόν. Ἐλθέτω δὴ θάνατος ἐπ’ αὐτοὺς, καὶ καταβήτω‐
55σαν εἰς ᾅδου ζῶντες. Ἐπειδὴ οὐκ ἐθέλησάν σε τὴν ζωὴν παραδέξασθαι, ταύτῃ τοι θάνατος διαδέξεται
αὐτούς. Τὸ δὲ, Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι

27

.

253

δὴ, γινώσκοντες αὐτὸν εἶναι τὸν κληρονόμον, εἶπον· Δεῦτε, ἀποκτείνωμεν αὐτόν· τὴν γὰρ γνῶσιν ἀντὶ τῆς ζωῆς ἐτεθείκει. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσ‐
5ήκουσέ μου. Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα. Καὶ τί ἐκέκραξεν; ἢ λυτρωθῆναι τὴν ψυχὴν αὐτοῦ ἀπὸ τῶν ζητούντων ἀπολέσαι αὐτήν. Διὸ δὴ καὶ εἰσήκου‐ σται. Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας διηγήσομαι.
10Ἀντὶ τοῦ, Οὐ παύσομαι διηγούμενος, ὅτι δὴ εἰσακού‐ σας λελύτρωσαι τὴν ψυχήν μου. Ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. Ὅτι οἱ πολλοὶ συνίεσαν κατ’ ἐμοῦ βουλόμενοι τὴν ψυχήν μου ἐξαίρειν.
15 Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα. Ταπεινωθή‐ σονται, φησὶν, ἐπειδὴ οὐδὲ ἔχουσι τῆς ψυχῆς αὐτῶν ἀντάλλαγμα. Ἅπαξ γὰρ ἀρνησάμενοι τὸ τίμιον αἷμα Χριστοῦ, τὸ εἰλημμένον ἀντάλλαγμα ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, οὐκέτι εὐποροῦσι λύτρου.
21 Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι. Αὐτὸς μὲν ἐξέτεινε τὴν παρεκτικὴν χεῖρα τῶν ἀγα‐ θῶν εἰς τὸ μεταλαβεῖν αὐτοὺς τῆς εὐλογίας· οἱ δὲ οὐ μόνον οὐκ ἐδέξαντο· ἀλλὰ καὶ τὴν διαθήκην ἐβεβή‐
25λωσαν, δηλονότι τὴν εὐαγγελικήν. Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐ‐ τοῦ. Ἐπειδὴ κακοῦργοι περὶ τὸν εὐεργέτην γεγόνασι, ταύτῃ τοι καὶ εἰς πάντα ἄνεμον αὐτοὺς διεσκόρπισε. Καὶ ἤγγισαν αἱ καρδίαι αὐτῶν. Πάλιν περὶ τοῦ
30Ἰούδα τὸν λόγον ἀποτείνεται· Τῇ καρδίᾳ, φησὶ, κατ‐ εδέξατο τὸ προδοῦναι Χριστόν. Καὶ δὴ λόγους προσ‐ έφερεν ἁπαλούς τε καὶ λείους, ἀλλ’ ἦσαν κακίας πλή‐ ρεις. Τίνες δὲ οἱ λόγοι ἢ τὸ, Χαῖρε, Ῥαββὶ, ἐπὶ προ‐ δοσίᾳ λεγόμενον;
35 Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Ὅμοιον τό· Μὴ μεριμνήσητε τί φάγητε, ἢ τί πίητε, ἢ τί ἐνδύσησθε. Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. Ἀντὶ τοῦ· Ἐκσπά‐ σει τοὺς δικαίους ἐν παντὶ καιρῷ ἀπὸ πάσης ἐπανα‐
40στάσεως ἐχθρῶν. Σὺ δὲ, ὁ Θεὸς, κατάξεις αὐτοὺς εἰς φρέαρ δια‐ φθορᾶς. Τοὺς ἐπαναστάντας δηλονότι καὶ σταυρῷ παραδόντας. Φρέαρ γὰρ διαφθορᾶς τὸν ᾅδην φησίν. Ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύ‐
45σωσι τὰς ἡμέρας αὐτῶν. Ἄνδρας αἱμάτων τοὺς τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντάς φησιν, οἳ καὶ τῆς ζωῆς οὐ πεπληρώκασι τὸν χρόνον, τῇ Ῥωμαίων πα‐ ραδοθέντες μαχαίρᾳ.
49tΕἰς τὸ τέλος, ὑπὲρ τοῦ λαοῦ ἀπὸ τῶν ἁγίων μεμα‐
50tκρυμμένου, τῷ Δαυῒδ εἰς στηλογραφίαν, ὁπότε
51tἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. ΝΕʹ.
52tὙπόθεσις.
53Δαυῒδ φεύγων τὸν Σαοὺλ ἔσχε τοὺς συνακολουθοῦν‐ τας αὐτῷ ἄνδρας ἑξακοσίους. Εἶτα παρερχόμενος
55εἰς Γὲθ τετίμηται παρὰ τῶν ἀλλοφύλων· ἀφώρισαν
γὰρ αὐτῷ οἰκητήριον τὴν Σικελάν. Ἀναφέροιτο δ’

27

.

256

ἂν ὁ ψαλμὸς καὶ εἰς πρόσωπον τῆς Ἐκκλησίας τῆς πάλαι μὲν ἀπὸ τῶν ἁγίων μεμακρυμμένης, καθ’ ὃν εἰδωλολάτρει καιρὸν, καὶ δουλευούσης δαίμοσι. Ῥυσθείσης δὲ τῶν νοητῶν ἐχθρῶν διὰ τοῦ γεγονό‐
5τος ἐκ σπέρματος τοῦ κατὰ σάρκα Δαυῒδ, τοῦ καὶ πολεμήσαντος ὑπὲρ ἡμῶν, καὶ ὥσπερ ἐν στήλῃ τὴν ὑπὲρ ἡμῶν νίκην γράψαντος. Τότε γὰρ καὶ τιμῆς αὐτὸν οἱ ἀλλόφυλοι ἠξίωσαν, τουτέστιν οἱ ἐξ ἐθνῶν πιστεύοντες εἰς αὐτόν.
11 Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄν‐ θρωπος. Ἢ περὶ τοῦ Σαοὺλ ὁ Δαυΐδ φησιν, ἢ καὶ ἅγιος πᾶς, διὰ τὰς θλίψεις ἃς ἔχουσιν ἐν τῷ κό‐ σμῳ. Πολλάκις δὲ καὶ ὁ καθεὶς ἡμῶν ἄνθρωπος
15τὸν χαλεπὸν τοῦτον ὑφίσταται πόλεμον, ὅλην τὴν ἡμέραν παρὰ τοῦ Σατανᾶ πολεμούμενος καὶ παρ’ αὐ‐ τοῦ πατούμενος. Εἰ γὰρ καὶ ἀνθρώπου ὁ ψαλμὸς ἐμνημόνευσεν, ἀλλ’ ὅμως τὸν Σατανᾶν αὐτὸν, ἐν τῇ θείᾳ Γραφῇ πολλάκις ὀνομαζόμενον ἤ τινα τῶν ἐκεῖ
20στρατευομένων αἰνίττεται. Πλὴν καὶ τὸν λαὸν τῶν ἐθνῶν ταῦτα ὑποψάλλειν ἁρμόδιον, χρόνῳ πολλῷ ὑπὸ τοῦ Σατανᾶ ἀπατηθέντα, καὶ τὸν παρ’ αὐτοῦ πό‐ λεμον διὰ τῆς τῶν δαιμόνων ἐπιβουλῆς ὑπομείναντα, οὓς ἐν τοῖς ἑξῆς σαφέστερον ἔφησεν αἰνιττόμενος.
25 Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέ‐ ραν. ᾜδει, ὅτι Σαοὺλ ἐπεβούλευσεν αὐτῷ ἐνηχούμε‐ νος παρὰ τῶν ἀοράτων δαιμόνων. Ἢ καὶ τὸ, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, δηλοῖ, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς
30ἐπουρανίοις. Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Εἰ καὶ ἐπανίστανται, φησὶν, ἀλλ’ ἡττήσω πάν‐ τας ἐλπίζων ἐπὶ σέ. Αὕτη γάρ μοι ἡ ἐλπὶς τοσαύτην ἰσχὺν παρέσχεν, ὡς τοὺς πάλαι πολεμοῦντας μὴ δε‐ δοικέναι με.
35 Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου. Πολε‐ μούμενος παρὰ τῶν ἐχθρῶν, φησὶ, καθοπλίζω ἐμαυ‐ τὸν εἰς τὸ μηδὲν παθεῖν κακὸν, ὅλους τοὺς λόγους μου ὕμνους ποιῶν καὶ ἀνατιθεὶς τῷ Θεῷ, καὶ τὴν ἐλπίδα ἐπ’ αὐτῷ ποιούμενος· διὸ καὶ πάσης σαρκὸς ἔξω τὸν
40φόβον ἐποιούμην. Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσ‐ σοντο. Ἐγὼ μὲν, φησὶν, ὅλην τὴν ἡμέραν ἀνετίθουν τοὺς λόγους μου τῷ Θεῷ· αὐτοὶ δὲ οὐ διέλειπον πᾶ‐ σαν ἡμέραν κατ’ ἐμοῦ τὴν σπουδὴν ἑαυτῶν συντιθέν‐
45τες εἰς κακά. Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Τὸ, παροική‐ σουσι, ἀντὶ τοῦ, συναχθήσονται, τέθειται. Ὁ δὲ νοῦς οὗτος· Οὕτω, φησὶ, διὰ πάσης ἡμέρας ἐσχόλα‐ ζον τοὺς κατ’ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς ὁ δια‐

27

.

256

(50)

λογισμὸς αὐτῶν κατ’ ἐμοῦ ἐγίνετο, ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ καὶ λαθραίας ποιεῖσθαι τὰς κατ’ ἐμοῦ σκευὰς, καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν κα‐
55ταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν ὁποῖα

27

.

257

βαδίζοιμι, ἵνα ἐπιλάβωνταί μου. Καὶ ταῦτα μὲν οἱ μάτην διώκοντες κατ’ ἐμοῦ ἔπραττον· σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν κατασκευῆς ῥῦσαι· αὐτοὺς δὲ μετελθὼν τῇ σαυτοῦ ὀργῇ κατά‐
5βαλε. Ὁ Θεὸς, τὴν ζωήν μου ἐπήγγειλά σοι. Παῤῥη‐ σίαν ἄγων, φησὶ, καὶ μὴ ἐπαισχυνόμενος τῇ ἐμαυτοῦ ζωῇ, ταύτην σοι πᾶσαν ἐξήγγειλα. Σὺ δὲ ἀποδεχόμε‐ νος αὐτὴν τὰ δάκρυά μου οὐκ ἀπώσω· ἀλλὰ πρὸ τῶν
10σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὴν σὴν ἐπαγ‐ γελίαν τὴν λέγουσαν· Ἔτι σοῦ λαλοῦντος ἐρῶ· Ἰδοὺ πάρειμι. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω ἀναχωρεῖν· ὅθεν φη‐ μί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε.
15 Ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω. Αὐ‐ τοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀκριβῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἡ ἐλπίς· ἀλλὰ Θεὸν βοηθὸν ἐκτη‐ σάμην. Ἐν ἐμοὶ, ὁ Θεὸς, εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς
20σου. Ἐπειδὴ τῆς σῆς οἰκονομίας ἠξίωσας ἡμᾶς, φη‐ σὶ, καὶ ἔσωσας, τί ἀνταποδώσομέν σοι, ἢ θυσίας αἰ‐ νέσεως; Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου. Τοῦ νοητοῦ, φησὶ, τουτέστι τῆς ἀγνωσίας τῆς περὶ Θεοῦ. Καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. Τῆς
25ἁμαρτίας λέγει, αὕτη γὰρ κατέφερεν εἰς θάνατον. Εὐαρεστήσω ἐνώπιον Κυρίου ἐν φωτὶ ζώντων. Ὁ γὰρ ῥυσθεὶς τῆς ἁμαρτίας καὶ καθαρὸς ἀποτελε‐ σθεὶς, οὗτος ἐν τῷ μέλλοντι αἰῶνι ἐν τῇ τῶν ζώντων χώρᾳ εὐαρεστήσει τῷ Κυρίῳ. Τοῦ δὲ ῥυσθῆναι ἐκ
30θανάτου καὶ ἐλευθερωθῆναι ἀπὸ τῆς ἁμαρτίας, μερί‐ δα δὲ σχεῖν καὶ ἐν τῇ τῶν ζώντων χώρᾳ, πρόξενος ἡμῖν γέγονεν ἡ τοῦ Κυρίου παρουσία. Διὸ καὶ στηλο‐ γραφία τῷ Δαυῒδ ἀναγέγραπται ὁ ψαλμός.
34tΕἰς τὸ τέλος, μὴ διαφθείρῃς τὸν Δαυῒδ, εἰς στηλο‐
35tγραφίαν, ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου
36tΣαοὺλ εἰς τὸ σπήλαιον. ΨΑΛΜΟΣ Νϛʹ.
37tὙπόθεσις.
38Φεύγων τὸν Σαοὺλ ὁ Δαυῒδ διώκοντα ἦλθεν εἰς σπή‐ λαιον μετὰ ἀνδρῶν τετρακοσίων, ὅτε καὶ τὴν δι‐
40πλοΐδα τοῦ πτερυγίου ἔτεμε τοῦ Σαούλ. Τότε δὲ καὶ τὸν ψαλμὸν ᾄδει. Ἀναφέρεται δὲ καὶ εἰς τὰ πε‐ πραγμένα ὑπὲρ ἡμῶν τῷ Χριστῷ, ὅτε ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ὀφθεὶς μετὰ σαρκὸς ἐπὶ τῆς γῆς ἀπ‐ ήλασεν ἡμῶν τὴν φθοράν.
45 Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με. Ἐκ προσώπου τῆς ἀνθρωπότητος τὴν εἰς αὐτὸν ὑμνῳδίαν προσέφε‐ ρεν. Ὅτι ἐν σοὶ πέποιθε ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ. Ἔθος τῇ θείᾳ Γρα‐ φῇ πτέρυγας καλεῖν τὴν ἐπισκοπικὴν δύναμιν τοῦ

27

.

257

(50)

Θεοῦ, κατὰ τὸ εἰρημένον· Ποσάκις ἠθέλησα ἐπι‐ συναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ὄρνις ἐπι‐ συνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας. Ἐπὶ τῇ σῇ οὖν βοηθείᾳ, φησὶ, τὴν ἐλπίδα ἔχω. Ἕως οὗ παρέλθῃ ἡ ἀνομία. Τουτέστιν, ἕως οὗ ἐκ μέσου γέ‐
55νηται ὁ Σατανᾶς καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονη‐
ραί.

27

.

260

Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με. Ἐξομολογήσομαι, φη‐ σὶ, καὶ εὐχαριστίας ἀναθήσω σοι τῷ εὐεργέτῃ μου. Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με. Σαφῶς
5τὴν κάθοδον τοῦ Κυρίου κηρύσσει. Ἔδωκεν εἰς ὄνει‐ δος τοὺς καταπατοῦντάς με. Τὰς νοητὰς δηλονότι καὶ ἀντικειμένας δυνάμεις. [Παράσχου οὖν τὴν εὐερ‐ γεσίαν, ἵνα ἐξῇ μοι λέγειν μετὰ παῤῥησίας, ὅτι ἐξ οὐρανοῦ ἐπεῖδες τὰ καθ’ ἡμᾶς· καὶ τὰ μὲν ἡμέτερα
10διωρθώσω, τὰ δὲ τῶν ἐχθρῶν πρὸς ὀνειδισμὸν ἤγαγες. Ἢ δὴ τὴν σωτηρίαν φησὶν, ᾗ ἐσώθη ἐν τῷ σπηλαίῳ ὅτε μᾶλλον ὑπεξούσιον ἔλαβε τὸν ἐχθρὸν, εἰ δὲ, ἐφείσατο. Ὃ δὴ καὶ ὄνειδος ἦν τῷ σεσωσμένῳ, ὡς μά‐ την ἐπιβουλεύοντι τῷ Σωτῆρι.] Ἐξαπέστειλεν ὁ
15Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ. Ἔλεος καὶ ἀλήθεια τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύ‐ μνων. [Μέσος δὴ ἀπολειφθεὶς σκύμνων τῶν τῆς Τὲθ ἀλλοφύλων. Ἢ τὸ ὅσον ἐπ’ ἐμὲ, καὶ τῇ ἀνθρωπίνη
20ἀσεβείᾳ ἐκοιμήθην τεταραγμένος. Ἀλλ’ ὁ Ὕψιστος, τὸν Λόγον αὐτοῦ ἀποστείλας, ἐῤῥύσατο τὴν ψυχήν μου, ὡς μηδὲν αὐτὴν ἐκ τῆς ταραχῆς τῶν σκύμνων βλαβῆναι. Τίνα δὲ τὰ θηρία ταῦτα; υἱοὶ τῶν ἀνθρώ‐ πων εἰσὶν ἄν· οἱ ὀδόντες ὅπλα καὶ αἱ βουλαί· ἀντὶ
25τοῦ, βλαπτικοί εἰσι διὰ πάντων. Ὥσπερ ἡ μάχαιρα, ἠκονημένη οὖσα, ῥᾳδίως ἀναιρεῖ, οὕτω καὶ ἡ γλῶσσα, τετηγμένη οὖσα, ταῖς καταλαλιαῖς ἀναιρεῖ.] Σκύμνων τῶν νοητῶν δηλονότι. Ἐκοιμήθην τεταραγμένος. Ἐπειδὴ ἐῤῥύσθην, φησὶν, ἐκ τῶν νοητῶν σκύμνων,
30τούτου χάριν καὶ ἀναπαύσομαι, καίτοι πάλαι ὑπ’ αὐ‐ τῶν ταραττόμενος. Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐ‐ τῶν ὅπλα καὶ βέλη. Ταῦτά φησι κατασημαίνων τὰ τῷ Σωτῆρι συμβάντα κατὰ τὸν τοῦ πάθους καιρὸν, ἡνίκα πρὸς Πιλᾶτον ἔκραζον οἱ Ἰουδαῖοι κατὰ Χρι‐
35στοῦ τὸ, Ἆρον, ἆρον, σταύρωσον αὐτὸν, καὶ ὅτι Εἰ μὴ ἦν οὗτος κακοῦργος, οὐκ ἄν σοι παρεδώ‐ καμεν αὐτόν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. Εἰ καὶ καθῆκας, φη‐
40σὶν, ἑαυτὸν διὰ τὴν ἡμετέραν σωτηρίαν εἰς ἑκούσιον κένωσιν, καὶ γέγονας ὑπήκοος μέχρι θανάτου, ἀλλὰ καὶ πάλιν ἄνελθε εἰς οὐρανοὺς, ὅτι καὶ ἀνελθὼν τῆς σῆς δόξης πληρώσεις πᾶσαν τὴν γῆν. Παγίδα ἡτοίμασαν τοῖς ποσί μου. Τοὺς κατα‐
45βάλλοντάς με, φησὶ, διὰ τῶν παγίδων παρεσκεύασας εἰς αὐτὸν ὃν ὤρυξαν βόθρον ἐμπεσεῖν. Διὸ δὴ καὶ ταῦ‐ τα κατορθώσας ἐπὶ τοὺς οὐρανοὺς ὑψώθητι. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου. Παρακαλεῖ δέξασθαι τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἐπηγ‐

27

.

260

(50)

γείλατο ἀνερχόμενος πέμψειν ὁ Μονογενὴς, ἑτοίμην εἰς τὸ δέξασθαι λέγων γεγενῆσθαι τὴν ἑαυτοῦ καρδίαν. Ἐξεγέρθητι, ἡ δόξα μου. Δόξαν ἑαυτοῦ τὸ πνεῦ‐ μα τὸ προφητικόν φησιν. Ἐξεγέρθητι, ψαλτήριον καὶ κιθάρα. Ψαλτήριον μὲν τὴν ψυχήν φησι, κιθάραν
55δὲ τὸ σῶμα καλεῖ. Ἐξεγερθήσομαι ὄρθρου. Ἐν αἰ‐ σθήσει, φησὶ, τοῦ νοητοῦ φωτὸς γενόμενος ἐπὶ τὸ
ὑμνεῖν ἐξεγερθήσομαι.

27

.

261

Ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Τὴν τῶν ἐθνῶν ἁπάντων ἐπιστροφὴν εὐαγγελίζεται δι’ ὧν ἐξομολογεῖται, ἅτε δὴ πάντων τῶν ἐθνῶν τοὺς αὐτοῦ ᾀδόντων ὕμνους. Ὅτι ἐμεγα‐
5λύνθη ἕως τὸν οὐρανὸν τὸ ἔλεός σου. Ὅμοιον τῷ Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τοῦ Θεοῦ. Καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ
10τῶν πραγμάτων ἀπέδειξάς σου φωνάς. [Ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Ἀληθεῖς, φησὶ, τὰς τῶν νεφελῶν, τουτέστι τῶν προφητῶν, διὰ πραγμάτων ἐπεδείξαντο φωνάς. Ἕως τῶν οὐρανῶν, ὅμοιον τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσε‐
15ται ἀπὸ τῆς φθορᾶς εἰς ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ.]
17tΕἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ εἰς στη‐
18tλογραφίαν. ΨΑΛΜΟΣ ΝΖʹ
19tὙπόθεσις.
20Τὴν αὐτὴν ὑπόθεσιν ἔχει τῷ προλαβόντι ὁ παρὼν ψαλμὸς, μᾶλλον δὲ σαφῶς ἐξηγεῖται ποῖον κατὰ τῶν ἐπαναστάντων τῷ Σωτῆρι τὸ τέλος γέγονεν.
24Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε. Ἐπειδὴ
25συνήγοντο κατὰ τοῦ Σωτῆρος, ὡς ἐκδικοῦντες τὸν νόμον, εἰκότως αὐτοῖς τὸ προφητικὸν ἐντέλλεται πνεῦμα, εἴ γε ἄρα τοῦ δικαίου φροντίζουσιν, εὐθέα κρίνειν, τουτέστι δίκαια. Οἱ δὲ οὐκ ἔκριναν δίκαια, τὸν ἀθῶον καὶ δίκαιον ἀποκτεῖναι βουλόμενοι. Καὶ
30γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ. Εἰ καὶ οἱ λόγοι, φησὶ, χρηστοὶ, διεκδικεῖν προσποιούμε‐ νοι τὸν νόμον· ἀλλ’ ἡ καρδία πικρίας ἐστὶ πλήρης, καὶ αἱ πράξεις δὲ ὁμοίως ἀνομίας πεπλήρωνται. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας.
35Δείκνυσι τὸ μηδεμίαν αὐτοὺς τὸ παράπαν ἐσχηκότας αἰτίαν εἰς σωτηρίαν. [Διὰ γὰρ Ἡσαΐου τοῦ προφήτου πρὸς Ἰουδαίους ὁ Θεὸς ἔφη· Ἔγνων, ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος εἶ, καὶ ἐκ κοιλίας κληθή‐ σῃ· κοιλίαν τὸ ἅγιον βάπτισμα λέγων.] Θυμὸς αὐ‐
40τοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Θυμόν φησι τὴν ψυχὴν, ἣν καὶ ὁμοίαν εἶναί φησι τοῦ ἐν παρα‐ δείσῳ ὄφεως· ὃς ὑποκρινάμενος ῥήματα φιλίας, τὸν θάνατον εἰσήγαγεν. Ἐπειδὴ τοίνυν καὶ οὗτοι παρα‐ πλησίως, Ῥαββὶ, καὶ Διδάσκαλε, λέγοντες, καὶ, Οἴ‐
45δαμεν, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας, καὶ τὰ τοιαῦτα προ‐ φερόμενοι ῥήματα, ἐβουλεύοντο παραδοῦναι σταυρῷ· τούτου χάριν τῇ ὁμοιώσει τοῦ ὄφεως παρεβλήθησαν. Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς. Οὐ μόνῳ τῷ ὄφει, φησὶ, παρεικασθεῖεν ἂν, ἀλλὰ καὶ

27

.

261

(50)

ἀσπίδι ἐπὶ τῶν ὀδόντων ἐχούσῃ τὸν ἰὸν, μὴ βουλομένῃ τε ἐπακούειν τῶν ἐπῳδῶν εἰς τὸ τοῦ θυμοῦ παύεσθαι. Ταῦτα δέ φησιν, ἐπειδὴ καὶ αὐτοὶ κατὰ τὴν Ἡσαΐου φωνὴν ἐβάρυναν τὰ ὦτα, τοῦ μὴ ἀκοῦσαι τοὺς παρὰ τοῦ Κυρίου λόγους. Ὁ Θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ
55στόματι αὐτῶν. Ὀδόντας ἐν τούτῳ τὰς συκοφαντίας ἃς πεποίηνται κατὰ τοῦ Κυρίου φησὶ, καὶ μάλιστα
τὰς ἐπὶ τῆς ἀναστάσεως· ἢ ὀδόντας τὴν δύναμίν φη‐

27

.

264

σιν, ἐπειδὴ τῶν λεόντων ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις. Ἐξουδενωθήσονται ὡσεὶ ὕδωρ διαπορευόμενον. Εὐκαταφρόνητοι, φησὶν, ἔσονται ὕδατι παραπλησίως ἐσκεδασμένῳ καὶ παντελῶς ἀχρήστῳ. Ἐντενεῖ τὸ
5τόξον αὐτοῦ ἕως οὗ ἀσθενήσωσι. Τόξον ἐν τού‐ τοις τὴν ἀπόφασιν τὴν ἐν τῷ θείῳ βήματι γενησομέ‐ νην φησί. Τὸ δὲ, ἕως οὗ, ἀντὶ τοῦ, καὶ, κεῖται· ἵνα ᾖ, καὶ ἀσθενήσουσιν. Ἔπεσε τὸ πῦρ ἐπ’ αὐτοὺς, καὶ οὐκ εἶδον τὸν ἥλιον. Ἐμβληθέντες, φησὶν, εἰς
10τὸ πῦρ τὸ αἰώνιον, τῆς δικαιοσύνης τὸν ἥλιον οὐκ ἐθεάσαντο. Ὅμοιον δὲ τό· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Πρὸ τοῦ συνιέναι τὰς ἀκάνθας ὑμῶν τὴν ῥά‐ μνον. Ῥάμνος ἀκανθῶδες φυτόν. Λέγει δὲ τὸν ἀκάν‐
15θινον στέφανον. Πρὶν, φησὶν, αὐξῆσαι τὰς ἀκάνθας ὑμῶν, τουτέστι τὰς ἁμαρτίας, καὶ γενέσθαι ῥάμνον, ἀντὶ τοῦ ἐξανθῆσαι καὶ καρποφορῆσαι, μετελεύσεται ὑμᾶς ἡ θεία ὀργή. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν.
20Οἱ δίκαιοι, φησὶν, ἐκ μέσου γιγνομένους τοὺς ἀλιτη‐ ρίους θεώμενοι δαίμονας κατὰ τὸν τῆς δικαιοκρισίας καιρὸν, ἐπὶ τῷ δικαίῳ κρίματι τοῦ Θεοῦ εὐφρανθή‐ σονται· ἅτε δὴ ἀθῶοι αὐτοὶ εὑρεθέντες τῆς ἐπὶ τῷ θανάτῳ κολάσεως. Τὸ γὰρ, νίψεται, ἐπὶ τοῦ ἀθώου
25ληπτέον κατὰ τό· Νίψομαι ἐν ἀθώοις τὰς χεῖράς μου. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ. Τὸ, ἄρα, ἀντὶ τοῦ, ὄντως, τέθειται. Ἄρα ἐστὶν ὁ Θεὸς κρίνων αὐτούς. Ὁμολογοῦσι, φησὶν, ὄντως δικαίαν ὑπάρχειν τὴν ἐπ’ αὐτῶν ἐξενεχθεῖσαν κρίσιν τοῦ
30Θεοῦ.
31tΕἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαυῒδ, εἰς στη‐
32tλογραφίαν, ὁπότε ἀπέστειλε Σαοὺλ, καὶ ἐφύ‐
33tλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.
34tΨΑΛΜΟΣ ΝΗʹ.
35tὙπόθεσις.
36Διαφθονήσας τῷ Δαυῒδ ὁ Σαοὺλ, καίτοι εὐεργέτην ὄν‐ τα, ἐζήτει ἀποκτεῖναι, ποτὲ μὲν ἀκοντίζων τὸ δόρυ κατ’ αὐτοῦ, ποτὲ δὲ ἐν τῷ οἴκῳ ἐκπολιορκῶν αὐτόν. Ἀναφέρεται δὲ εἰς πρόσωπον τοῦ Σωτῆρος, τοῦ
40εὐεργετοῦντος μὲν τὸν ἀχάριστον Ἰσραὴλ, οὗ καὶ πρόσωπον εἶχεν ὁ Σαοὺλ, ἐπιβουλευομένου δὲ παρ’ αὐτοῦ. Εὐαγγελίζεται δὲ καὶ τὴν τῶν ἐθνῶν ἁπάν‐ των κλῆσιν, ἐκβαλλομένου δηλονότι διὰ τὴν δυσσέ‐ βειαν τῆς κατὰ Θεὸν πολιτείας τοῦ Ἰσραήλ.
45 Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεός. Εὔχε‐ ται αἰσθητῶν τε καὶ νοητῶν ἀπαλλαγῆναι ἐχθρῶν. Οὗτοι γὰρ δὴ ἄνομα πραττόμενοι ἐφθόνουν κατ’ αὐ‐ τοῦ. Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου, Κύριε.

27

.

264

(50)

Ὅμοιον τῷ· Ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέ‐ θη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Εὔχεται ἐπιστροφὴν γενέσθαι ἐπὶ τὴν εἰς Χριστὸν πίστιν τῶν εἰδωλολατρῶν, ἀποβολὴν δὲ τοῦ Ἰσραὴλ διὰ
55τὴν ἀνομίαν αὐτῶν. Μὴ οἰκτειρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ἐπιστρέφουσιν εἰς
ἑσπέραν. Τὴν αἰτίαν φησὶ δι’ ἧς μὴ οἰκτείρεσθαι

27

.

265

αὐτοὺς ηὔξατο. Ἡ αἰτία δὲ, ὅτι συστροφὴν κατὰ τοῦ Σωτῆρος ποιήσονται κατὰ τὸν καιρὸν ἐκεῖνον, καθ’ ὃν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐπεδήμησε τῷ κόσμῳ μετὰ σαρκός. Καὶ λιμώξουσιν ὡς κύων· λιμώξουσι
5μὲν διὰ τὸ μὴ δέξασθαι αὐτοὺς τὸν ἄρτον τὸν ζωο‐ ποιόν· κύνας δὲ αὐτοὺς διὰ τὸ ἀναιδὲς κατονομάζει τῆς ψυχῆς. Τὸ δέ· Κυκλώσουσι πόλιν, ὅτι δὴ, ἐκ‐ πεσόντες τῆς πατρίδος νόμοις τε βασιλικοῖς εἰργό‐ μενοι αὐτῆς, ἔξωθεν κύκλῳ περιέρχονται, μόλις
10μακρόθεν ποθὲν αὐτὴν θεώμενοι. Ἰδοὺ αὐτοὶ ἀποφθέγξονται ἐν τῷ στόματι αὐ‐ τῶν. Ἀντὶ τοῦ, βλασφημήσουσι. Καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Τό· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Καὶ σὺ, Κύριε, ἐκγελάσῃ αὐτούς. Ἐβλασ‐
15φήμουν, φησὶ, καὶ μὴν καὶ μέχρι σταυροῦ ἐπεβού‐ λευσαν λέγοντες, ὡς οὐκ ὄψεται ὁ Θεὸς τοὺς λόγους καὶ τὰς πράξεις αὐτῶν. Ἀλλ’ εἰ καὶ ταῦτα διενοή‐ θησαν, σὺ, Κύριε, φησὶ, καταγελάστους αὐτοὺς πα‐ ρασκευάσεις ἐγγενέσθαι. Ἐκεῖνοι μὲν οὖν ἐκεῖνα τολ‐
20μῶσι, σὺ δὲ καὶ ἀκούεις, καὶ βλέπεις, καὶ γελᾷς αὐ‐ τῶν τὴν ματαίαν μανίαν. Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Τὰ νοητὰ δηλονότι, τὰ καὶ αὐτοὺς εἰς τὸν κατὰ τοῦ Κυρίου ἐγείραντα πόλεμον. Ἄνω εἶπε· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἐν‐
25ταῦθα· Ἐξουδενώσεις πάντα τὰ ἔθνη· πολλῇ δι’ ὅλου τῇ τάξει τοῦ λόγου καὶ διὰ τῶν ἐν μέσῳ χρη‐ σάμενος. Δεικνὺς γὰρ, ὅτι μὴ ἁπλῶς αἰτεῖ τὴν κατ’ αὐτῶν τιμωρίαν, πρότερον ᾔτησεν ἐπιδεῖν τε τὸν Θεὸν καὶ ἐξετάσαι τὰ γιγνόμενα· εἶτα διηγήσατο οἷα
30πράττουσιν, οὐδὲ εἶναί τινα τὸν προνοοῦντα νομίζον‐ τες. Καὶ τότε τὴν τιμωρίαν ἐπήγαγεν, τοῦτο λέγων, ὅτι· Ἐπὶ τούτοις ἀξίως αὐτοὺς κολάσεις, καὶ τῇ παρὰ σοῦ τιμωρίᾳ τὸ μηδὲν ἀποφανεῖς. Τὸ κράτος μου πρὸς σὲ φυλάξω. Ἐκεῖνοι μὲν,
35φησὶ, τὰ τοιαῦτα δεδυσσεβήκασι κατὰ σοῦ, ἐγὼ δὲ ὁ προφήτης ὁ ταῦτα λέγων, τῷ πνεύματι τὴν ἰσχύν μου καὶ τὴν βασιλείαν μου διὰ σοῦ φυλαχθησομένην ἕξω· ὅτι δὴ καὶ συναντελάβου μου, καὶ πρὸ τῶν δεή‐ σεων τῷ ἐλέει σου περιέσφιγξας, ὡς καὶ τὴν πτῶσιν
40ἐπιδεῖν με τῶν ἐχθρῶν μου.
42 Μὴ ἀποκτείνῃς αὐτοὺς, μή ποτε ἐπιλάθωνται τοῦ νόμου σου. Εὔχεται μὲν μὴ εἰς τὸ παντελὲς ἐξ ἀνθρώπων ἀφανισθῆναι τὸ γένος τῶν ἐπαναστάντων
45κατὰ τοῦ Κυρίου· διασκορπισθῆναι δὲ μᾶλλον καὶ ἐν αἰχμαλωσίᾳ ζῇν αὐτοὺς ἀξιοῖ διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὴν ὑπερηφανίαν αὐτῶν. Καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται ἐν συντελείᾳ. Ἐξάκουστος, φησὶ, γένοιτο αὐτῶν ἡ

27

.

265

(50)

συντέλεια διὰ τὰς κατάρας ἃς καταρῶνταί σε, κατα‐ ψευδόμενοι τῆς σῆς δόξης. Συντέλειαν δὲ οὐ τὴν εἰς τὸ παντελὲς ἀπώλειαν τοῦ ἔθνους φησὶν, ἀλλὰ τὴν καταστροφὴν τῆς δόξης αὐτῶν. Δόξα δὲ αὐτῶν αἱ κατὰ νόμον λατρεῖαι, ὁ θεῖος ναὸς, οἱ προφῆται, οἱ
55ἀρχιερεῖς, οἱ νομοδιδάσκαλοι, ἡ ἐπιφάνεια τῶν ἀγγέ‐ λων· ἅπερ ἅπαντα ἀθρόως μετὰ τὴν κατὰ τοῦ Κυ‐
ρίου μιαιφονίαν συντετέλεσται.

27

.

268

Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ, καὶ τῶν περάτων τῆς γῆς. Ἁπάσης τῆς δόξης ἀφαιρεθέντες, φησὶν, ἔργῳ γνώσονται, ὅτι δὴ σὺ εἶ ὁ Δεσπότης τοῦ Ἰακὼβ, καὶ εἰς τὰ πέρατα τῆς γῆς
5ἐκτείνας τὴν σὴν Ἐκκλησίαν. Ἐπιστρέψουσιν εἰς ἑσπέραν. Ἐπαναλαμβάνει τὰ προειρημένα, βεβαιοτέραν τὴν κατ’ αὐτῶν προφη‐ τείαν κατεργαζόμενος. [Ἐπειδὴ εἶπεν, Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν, ἵνα μή τις
10ἐναντία εἰρηκέναι νομίσῃ τὸν προφήτην τῷ εἰπεῖν, Διασκέδασον αὐτοὺς ἐν τῇ δυνάμει σου· εἰκότως τῇ ταυτολογίᾳ ἐχρήσατο τῷ, Ἐπιστρέψουσι· κατὰ τὸ ῥητὸν ἀσάφειαν ἔχουσιν οἱ στίχοι. Βούλεται γὰρ εἰ‐ πεῖν τὸ τῶν κυνῶν ὑπόδειγμα, οἳ, συνηγμένοι ἔν τινι
15τροφῇ, ἀλλήλους κατεσθίουσι πρὶν τοῦ βρώματος ἅψα‐ σθαι· διὸ καὶ μερίζονται ἀποτυγχάνοντες τροφῆς πολλάκις.] Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι, καὶ γογγύσουσιν. Περιέλθωσι
20μὲν ζητοῦντες τὸν λόγον τοῦ Κυρίου, καὶ οὐ μὴ εὕ‐ ρωσιν. Ἐὰν δὲ καί ποτε, λέξεώς τινος μετειληφότες τῆς θείας Γραφῆς, δόξωσιν εἰς κόρον ἀπολαῦσαι, καὶ οὕτω γογγύσουσιν, ἅτε ἀεὶ γογγυσταὶ ὄντες καὶ τοῦ Θεοῦ καταλαλοῦντες.
25 Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου. Ἐκεῖνοι μὲν οὕτως, φησίν· ἐγὼ δὲ, ὁ ἐξ ἐθνῶν δηλονότι λαὸς, ἅτε τὴν σὴν δύναμιν ἐπιγνοὺς, χαρήσομαι ἐπὶ τῷ ἐλέει σου τῷ γενομένῳ ἐν φωτὶ, καὶ τῇ ἀναστασίμῳ σου ἡμέρᾳ. Δι’ αὐτοῦ γὰρ καὶ ἀντελάβου ἡμῶν καὶ κα‐
30ταφυγὴ ἐν θλίψει ἐγένου. Διὸ καὶ ψαλμοὺς ἀναπέμπω σοι τῷ Θεῷ τῷ ἐλεήσαντί με. Ὅτι ἐγενήθης ἀντι‐ λήπτωρ μου καὶ καταφυγή μου. Ἀπήλαυσα γὰρ τῆς σῆς ἐπικουρίας ἀεὶ, καὶ διὰ τῆς σῆς προνοίας τὰς προσπεσούσας διέφυγον συμφοράς. Οὗ δὴ χάριν
35σὲ μόνον οἶδα Θεὸν, καὶ σὲ πηγὴν ἐλέους καὶ φιλαν‐ θρωπίας καλῶ. Ταῦτα ὁ μακάριος Δαυῒδ πόῤῥωθεν προφητικοῖς ἰδὼν ὀφθαλμοῖς, καὶ τὰς Ἰουδαίων προ‐ είρηκε συμφορὰς, καὶ αὐτὸς ὑμνήσειν ἀεὶ τὸν Δεσπό‐ την ὑπέσχετο· καὶ πληροῖ γε τὰς ὑποσχέσεις, διὰ
40τῶν εὐσεβῶν τὴν ὑμνῳδίαν προσφέρων.
41tΕἰς τέλος. Τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στη‐
42tλογραφίαν τῷ Δαυῒδ, εἰς διδαχὴν, ὁπότε ἐν‐
43tεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν
44tΣυρίαν Σοβὰλ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ
45tἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν· ιβʹ χιλιάδας.
46tΨΑΛΜΟΣ ΝΘʹ.
47tὙπόθεσις.
48Σαφοῦς οὔσης τῆς ἱστορίας, διὰ τὸ ἀκριβῶς αὐτὴν ἀναγεγράφθαι ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, τὸ

27

.

268

(50)

ἐξ αὐτῆς χρήσιμον ἐροῦμεν, ὡς ἀναφέρεται τὸ μὲν πρόσωπον τοῦ Δαυῒδ εἰς πρόσωπον τοῦ Κυρίου, τοῦ καὶ τὴν ἀλλοίωσιν καὶ τὴν καινότητα τῶν πραγμάτων ἐπ’ ἐσχάτου δεδωκότος τῶν καιρῶν καὶ πατάξαντος τὰ ἀλλόφυλα ἔθνη, τουτέστι τὰ νοητά.
55Ταῦτα γὰρ ἡμᾶς ἡ Γραφὴ ἐκπαιδεύει λέγουσα εἰς διδαχήν. Διδασκόμεθα οὖν, ὡς κατὰ τὸν καιρὸν καθ’ ὃν τοὺς μὲν ἐχθροὺς ἐπάταξεν ὁ ἐκ σπέρμα‐ τος κατὰ σάρκα τοῦ Δαυῒδ, τὰ δὲ ἔθνη οἰκεῖα πε‐
ποίηται ὁ τῶν Ἰουδαίων λαὸς, ἐν αἰσθήσει τῆς

27

.

269

διὰ Χριστὸν τιμωρίας γεγονὼς, ἐπιστροφήν τινα ποιεῖται, αἰτῶν καὶ αὐτὸς τῆς διὰ Χριστὸν χάριτος ἀξιωθῆναι. Ἀποκλαίεται δὲ πρῶτον τὴν γενομένην αὐτῷ διὰ τὴν εἰς Χριστὸν δυσσέβειαν καταστροφὴν,
5 διὸ καί φησιν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς, ὠρ‐ γίσθης καὶ ᾠκτείρησας ἡμᾶς. Ἐτιμωρήσω ἡμᾶς, φησὶ, διὰ τὴν εἰς σὲ γεγενημένην δυσσέβειαν. Ἀλλὰ καὶ ᾠκτείρησας ἡμᾶς· τὸ γὰρ, ᾠκτείρησας, ἀντὶ τοῦ,
10οἰκτείρησον, ἢ ἄλλως τὸ, ᾠκτείρησας, ἐλεεινοὺς καὶ ἀθλίους ἀπέφηνας, ὡς διὰ τὰς συμφορὰς καιρὸν εἶναι κατοικτείρεσθαι λοιπόν. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Τὴν Ἱερουσαλήμ φησι, διὰ τὸ πολιορκηθῆναι αὐτὴν, καὶ τὸν ἐν αὐτῇ κατα‐
15στραφῆναι νεών. Ἢ καὶ τὴν νοητὴν αὐτῶν γῆν φη‐ σιν, ἥτις διὰ τὴν ἀποστροφὴν τὴν γενομένην κατ’ αὐτῶν κατακεκλόνηται. Ἴασαι τὰ συντρίμματα αὐ‐ τῆς, ὅτι ἐσαλεύθη. Πάλιν τὰ γεγενημένα διέξεισιν. Ἔδειξας τῷ λαῷ σου σκληρά. Τῷ πλήθει, φησὶ,
20τῶν συμφορῶν, καθάπερ οἴνῳ τινὶ κάρον ἡμῖν ἐν‐ εποίησας, καὶ ὀδύνης ἐνέπλησας τὰς ἡμετέρας ψυχάς. Ἐπότισας ἡμᾶς οἴνῳ κατανύξεως. Οὕτω καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Ἐπότισας ἡμᾶς οἴνῳ καρώ‐ σεως. Οἶνον κατανύξεως τὰς ἐν ταῖς θείαις Γραφαῖς
25τιμωρίας φησὶ, τὰς προανακηρυχθείσας αὐτοῖς τῆς εἰς Χριστὸν δυσσεβείας ἕνεκα. Ἀναγινώσκοντες γὰρ καὶ τῇ πείρᾳ τὰ προηγορευμένα μανθάνοντες, κατα‐ νύττονται τὸ συνειδός. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.
30Σημείωσις ὁ φωτισμὸς, καθ’ ὃν δύναταί τις διάκρισιν ἔχειν πνευμάτων, καὶ ἀγαθοῦ καὶ κακοῦ. Ταύτης γὰρ τῆς γνώσεως ὑπαρξάσης, φεύγομεν ἀπὸ τῶν χειρόνων, μακρὰν κακοῦ ἔργου καὶ πνεύματος πονη‐ ροῦ γινόμενοι. Τοῦ αὐτοῦ. Ἡμεῖς μὲν, φησὶ, δι’ ἣν
35ἐπράξαμεν δυσσέβειαν τετιμωρήμεθα· οἱ δὲ φοβού‐ μενοί σε σημεῖον ἐδέξαντο (δῆλον δὲ, ὅτι ἐν ᾧ ἐσφρα‐ γίσθημεν), ὅπως ἂν ἔξω πάσης κολαστικῆς ἐπηρείας γένοιντο. Τούτου δὲ τοῦ σημείου τύπος ἦν τὸ ἐν ταῖς φλιαῖς τῶν προβάτων ἐν Αἰγύπτῳ χριόμενον αἷμα.
40 Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ. Ὅμοιον τῷ· Ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Αὐτὸς γάρ ἐστιν ὁ ἅγιος τοῦ Θεοῦ καὶ Πατρός. Τί δὲ ἐλάλησε, καὶ πρὸς τίνα ἐλάλησεν; Ἐπειδὴ ηὔξατο ἐν τῷ προλαβόντι ψαλμῷ λέγων·
45Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεὸς, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου· τούτου χάριν ἀποκρί‐ νεται, ὡς τὰ Σίκημα μὲν διαμεριεῖ, τουτέστι τὸ βα‐ σίλειον τοῦ Ἰσραήλ· ἐν Σικήμοις γὰρ ἦν. Δέδωκε γὰρ αὐτὸ ἀλλοφύλοις ἔθνεσι τοῖς πιστεύσασιν εἰς αὐ‐

27

.

269

(50)

τόν. Καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω. Κοιλάδα ἡ θεία Γραφὴ τὸ πάντων ἀνθρώπων οἰκητή‐ ριόν φησι. Ταύτην οὖν, φησὶ, τὴν κοιλάδα πᾶσαν εἰς σκηνὰς ἐμαυτῷ διαμετρήσω· τουτέστιν ἐκκλησιῶν πληρεστάτην ἀποτελέσω.
55 Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς. Διὰ Γαλαὰδ καὶ Μανασσῆ σημαίνει, ὡς ἐν τῇ ἐπιφα‐
νείᾳ αὐτοῦ πρώτοις Ἰουδαίοις κηρύσσει τὴν χάριν.

27

.

272

Ἀλλὰ καὶ Ἐφραῒμ, φησὶ, καὶ ὁ Ἰούδας, αἱ δύο βα‐ σιλεῖαι τοῦ Ἰσραὴλ, ὁμοίως δέξονται τὴν χάριν. Τὸ δὲ, Κραταίωσις τῆς κεφαλῆς μου, ἀντὶ τοῦ, ἰσχὺς τῆς ἀρχῆς μου. Τῆς γὰρ ἀρχῆς αὐτοῦ ἧς ἦρχεν,
5τουτέστι τοῦ Ἰσραὴλ, ὁ Ἐφραῒμ ἦν ἡ ἰσχύς· ἐξ αὐ‐ τοῦ γὰρ ἦν ἡ βασιλεία τοῦ Ἰσραήλ. Μωὰβ λέβης τῆς ἐλπίδος μου. Λέβης. μὲν τὸ δοχεῖον. Λέγει δὲ, ὡς καὶ οἱ Μωαβῖται, τουτέστι τὸ πρώην ἄθεον ἔθνος ὑποδέχεται τὴν εἰς ἐμὲ ἐλπίδα. Ἐπὶ τὴν Ἰδουμαίαν
10ἐκτενῶ τὸ ὑπόδημά μου. Καὶ ἐν τῇ Ἰδουμαίᾳ, φησὶν, ἐμπεριπατήσω. Ἰδουμαία δὲ πάλιν ἀλλοφύ‐ λων ἦν ἔθνος. Δηλοῦται δὲ διὰ τούτων ἡμῖν, ὡς τὴν εἰς αὐτὸν πίστιν καὶ τὰ ἔθνη παραδέξονται· διό φη‐ σιν· Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
15 Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Ἀκούσας διὰ τοῦ Πνεύματος ὁ προφήτης, ὡς τὰ ἔθνη δέχεται τὴν χάριν, φησί· Τίς με ἀπάξει εἰς πόλιν τῆς πε‐ ριοχῆς; Πόλιν δὲ περιοχῆς τὴν Ἐκκλησίαν φησὶ, τὴν περιπεφραγμένην τῇ τοῦ Θεοῦ δυνάμει. Ταῦτα
20δὲ ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ μετανοοῦντος λαοῦ τῶν Ἰουδαίων φησὶ, καὶ ἀγαπῶντος δέξασθαι τὴν πίστιν τὴν εἰς Χριστόν. Ἢ τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας; Δηλοῖ τίς ἐστιν ἡ πόλις τῆς περιο‐ χῆς. Τίς οὖν ἐστιν ἢ ἡ Ἰδουμαία; Ἀπὸ δὲ τῆς
25Ἰδουμαίας πάντα τὰ ἔθνη σημαίνει τὰ τὴν χάριν ὑποδεξάμενα. Οὐχὶ σὺ ὁ Θεὸς ὁ ἀπωσάμενος ἡμᾶς; Τίς ἄλλος, φησὶν, ἡμᾶς εἰς τὴν πόλιν ἀγάγοι τῆς περιοχῆς ἢ σὺ αὐτὸς, ὁ καὶ διὰ τὰς ἀνομίας ἡμῶν τῆς σῆς οἰκειώσεως ἐκβαλών;
30 Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεων, καὶ ματαία σωτηρία ἀνθρώπου. Οὐ διὰ ἀνθρωπίνης, φησὶ, συμ‐ μαχίας τῶν ἐπελευσομένων ἡμῖν θλίψεων ἐλπίζομεν ἐλευθερωθήσεσθαι, ἀλλ’ ἢ διὰ τῆς σῆς μόνης ἐπι‐ κουρίας. Καὶ ματαία σωτηρία ἀνθρώπου. Πᾶς γὰρ
35ὁ ἐλπίζων ἐπὶ σωτηρίαν ἀνθρώπου εἰς ματαίαν ἐλ‐ πίδα ἤλπισε. Σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσε, προσθεὶς τὸν σύνδεσμον καὶ εἰπών· Δὸς ἡμῖν βοή‐ θειαν ἐκ θλίψεως· καὶ γὰρ ματαία σωτηρία ἀν‐ θρώπου.
40 Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Ἐπάμυνον, φησὶ, διακειμένοις κακῶς. Σοὶ μόνῳ δυνατὸν διαλῦ‐ σαι τὰς συμφοράς. Αἵ τε τῶν ἀνθρώπων ἐπικουρίαι, σοῦ μὴ νεύοντος, μάταιαι. Τὴν τοίνυν αὐτοῦ ἐπικα‐ λεσόμεθα πρόνοιαν, καὶ τῇ αὐτοῦ δυνάμει θαῤῥήσο‐
45μεν. Αὕτη γὰρ ἀρκεῖ μόνη λῦσαι τὰ χαλεπὰ, καὶ τῶν πολεμούντων ἡμῖν καταλῦσαι τὴν δυναστείαν. Ἀλ‐ λήλοις ὥσπερ ἐπιφωνοῦσιν ἐπὶ τῷ Θεῷ μόνῳ λοιπὸν τὰς ἐλπίδας ἔχειν τῆς σωτηρίας. Διό φησιν· Ὅταν ἐπὶ τῷ Θεῷ δυναμοῦσθαι ἐλπίσωμεν, τότε καὶ οὐδὲν

27

.

272

(50)

ὄντας τοὺς ἐχθροὺς ἡμῶν εὑρήσομεν.
51tΕἰς τὸ τέλος ἐν ὕμνοις τῷ Δαυΐδ. ΨΑΛΜΟΣ Ξʹ.
52tὙπόθεσις.
53Εὐχαριστίαν ἀναφέρει Θεῷ ὑπέρ τε ἑαυτοῦ καὶ τοῦ σωθέντος διὰ τῆς πίστεως λαοῦ. Ἐπαγγέλλεταί τε
55 καὶ ἐν ταῖς αἰωνίοις γεγονὼς μοναῖς ἀκαταλήκτως ἀναπέμπειν τὴν αἴνεσιν. Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου. Ἐπειδὴ εἰς τὴν καταδυναστείαν καὶ εἰς τὴν τυραννίδα τῶν
δαιμόνων ἀφορῶν, ἀκηδίας πεπλήρωμαι· τούτου χάριν

27

.

273

ἱκετεύω, ὅπως ἐπιφανεὶς τῆς τῶν βιαζομένων ἡμᾶς ἐξέλῃ χειρός. Τὸ δὲ, Ἀπὸ τῶν περάτων τῆς γῆς, σημαίνει ὑπὲρ πάσης αὐτὸν τῆς οἰκουμένης ποιούμε‐ νον τὰς λιτάς. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ
5ἐκέκραξα. Ἐπειδὴ γὰρ πολλοῖς σταθμοῖς ἡ Βαβυλὼν τῆς Παλαιστίνης ἀφέστηκε, τὰς ἐσχατιὰς ὑπελάμβα‐ νον τῆς οἰκουμένης οἰκεῖν οἱ ἐξανδραποδισθέντες, κἀκείνην τεταγμένοι τὴν γῆν οἰκεῖν. Ἐν πέτρᾳ ὕψωσάς με. Δείκνυσιν εὐθέως εἰσακουσθεὶς, κατὰ
10τό· Ἔτι σοῦ λαλοῦντος, ἐρῶ· Ἰδοὺ πάρειμι. Σα‐ φῶς τε κηρύττει διὰ τίνος ἡ σωτηρία· ὑψῶσθαι γάρ φησιν ἐν πέτρᾳ. Κρείττους γὰρ καὶ ἀνωτέρω τῶν ἐπηρεαζόντων δαιμόνων γεγόναμεν διὰ Χριστοῦ, ὃς πέτρα παρὰ τῷ μακαρίῳ Παύλῳ κατωνόμασται.
15 Ὡδήγησάς με, ὅτι ἐγενήθης ἐλπίς μου. Εἰ γὰρ αὐτός ἐστιν ἡ ὁδὸς, καὶ αὐτός ἐστιν ἡ θύρα, δῆλον, ὅτι τὴν ἀγαθὴν ἡμᾶς βαδίζειν διδάξει τρίβον, εἰς αὐ‐ τὸν ἐλπίζειν παρασκευάσας. Πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ. Ὅμοιον ὡς εἰ λέγοι· Τεῖχος καὶ
20ἀσφάλεια γέγονας εἰς τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶ‐ νας. Ἀφ’ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπίζει· ὅτι δὴ, εἰς τὰς ἄνω σκηνὰς γεγο‐
25νὼς, ὑπὸ τὴν αὐτοῦ διαπαντὸς γενήσεται σκέπην. Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνο‐ μά σου. Καὶ τίς ἡ κληρονομία ἢ ἡ βασιλεία τῶν οὐρανῶν; Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην
30ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, καὶ τὰ ἑξῆς· ὥστε κληρονομεῖν τὴν βασιλείαν. τοῦ Θεοῦ, καὶ λέγεσθαι ἐπὶ τῆς γῆς Χριστιανούς. Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσθήσεις. Σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος τῆς κληρονο‐
35μίας ἐστὶν, ἡ ζωὴ ἡ αἰώνιος. Τοῦτο γάρ ἐστι τὸ ἡμέ‐ ρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθεῖναι. Σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας. Διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει; Ἐξ
40ἀναστροφῆς ὁ λόγος, ἵνα ᾖ τοιοῦτος. Εἴ τις ἐκζητήσει τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, οὗτος ἐν τοῖς ἀτελευτήτοις αἰῶσι διαμένει ἐνώπιον τοῦ Θεοῦ. Οὕτως ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας. Οὕτως, πῶς; ἢ διαμείνας ἐνώπιόν σου ἐν τῷ μέλ‐
45λοντι αἰῶνι; Τότε γὰρ τῆς μακαρίας ἐκείνης στάσεως ἀξιωθεὶς, ἀδιαλείπτως ἀναπέμψω τοὺς ὕμνους. Οὕτως, καὶ οὐκ ἄλλως δοξολογῶν ὁ ἄνθρωπος, οὐ παύσεται εἰς τὸν αἰῶνα τοῦ ἀποδοῦναι Κυρίῳ τὰς εὐχάς. Οἱ πιστοὶ γὰρ οὐ παύονται ἡμέραν ἐξ ἡμέρας ἐπιτε‐

27

.

273

(50)

λοῦντες τὰ θεῖα μυστήρια.
51tΕἰς τὸ τέλος. Ὑπὸ τοῦ Ἰδιθοὺμ, ΨΑΛΜΟΣ
52tτῷ Δαυΐδ. ΞΑʹ.
53tὙπόθεσις.
54Ὁ Ἰδιθοὺμ εἷς ἦν τῶν χοροστατῶν τῶν ἐν τῷ θείῳ
55ναῷ. Οὗτος εἰς ἁμαρτίαν καταπεσὼν δέχεται παρὰ τοῦ Δαυῒδ τὸν ψαλμὸν, ἀνάκλησιν αὐτῷ παρασκευά‐
ζοντα τῆς ἀρετῆς. Προφητεύει δὲ ἐν αὐτῷ καὶ τὴν

27

.

276

διὰ τῆς τοῦ Σωτῆρος οἰκονομίας παντὶ τῷ τῶν ἀν‐ θρώπων γένει ἐσομένην λύτρωσιν, καὶ τῶν νοητῶν ἐχθρῶν τὴν ἀνατροπήν· καὶ παραίνεσιν ἀποτροπὴν κακίας περιέχουσαν τοῖς ἀνθρώποις εἰσάγει, τὰ
5 περὶ τῆς κρίσεως αὐτοῖς ὑποτιθέμενος τοῦ Θεοῦ. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; Εἰ καὶ σεσάλευσαι, φησὶ, ὦ ψυχὴ, καὶ τῆς κατ’ ἀρετὴν ἐξέπεσας στάσεως, ἀλλ’ ὑποτάγηθι τῷ Κυρίῳ. Ὅτι δὴ αὐτός σου καὶ ἀντιλήψεται, καὶ σώσει τοῦ μὴ ἐπὶ
10πλεῖον σαλεύεσθαι. Καὶ γὰρ αὐτὸς Θεός μου. Καὶ γὰρ αὐτὸς παρέξει τὴν σωτηρίαν ἀδικουμένῳ παρ’ ὑμῶν, καὶ ἀπαλλάξει πάντως ὑμῶν τῆς μοχθηρίας. Ἕως πότε ἐπιτίθεσθε ἐπ’ ἄνθρωπον; Τῶν ἀντι‐ κειμένων δυνάμεων καταβοᾷ· ὅτι δὴ νενευκυίᾳ τῇ τοῦ
15ἀνθρώπου φύσει ἐπὶ τὰ πονηρὰ ἐπιτίθενται, καὶ ὁμοίᾳ πως οὔσῃ διὰ τὴν φυσικὴν ἀσθένειαν κλίναντι τοίχῳ καὶ καταπίπτειν μέλλοντι, καὶ φραγμῷ ἀνα‐ τετραμμένῳ. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι.
20Μόνον οὐχὶ γὰρ καὶ αὐτοῦ τοῦ λογικοῦ ἡμᾶς ἀπεστέ‐ ρησαν, ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν, ὅτι Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. Ἔδραμον ἐν δίψει. Τοῦτον, φησὶ, τὸν δρόμον ἔτρεχον αἱ ἀντικείμεναι δυνάμεις, διψῶ‐
25σαι τοῦ ἀποστερῆσαί με τῆς τιμῆς. Τῷ στόματι αὐ‐ τῶν ηὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Τοῦτό φησιν, ἐπειδὴ, τὰ ἡδέα ἡμῖν ὑποβάλλοντες, δι’ αὐτῶν κατάρας ἡμᾶς ἀποφαίνουσι τέκνα. Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Πάλιν
30τῇ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπιτείνων. Ἐνδείκνυται δὲ τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· Ὅτι οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε ὑπενεγ‐ κεῖν. Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα
35μου. Ἐπὶ αὐτῷ τῆς σωτηρίας καὶ τῆς δόξης ἔχω τὴν ἐλπίδα. Τουτέστιν, αὐτός με καὶ περισώσει καὶ ἐπίδοξον ποιήσει, νικητὴν τούτων ἐργασάμενος. [Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου. Μονον‐ ουχὶ γὰρ καὶ αὐτοῦ τοῦ λογικοῦ ἡμᾶς ἀπεστέρησαν,
40ξύλα καὶ λίθους ἀναγκάσαντες προσκυνεῖν, ὡς καὶ λέγεσθαι περὶ ἡμῶν· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν. Ἀλλ’ ἐκεῖνοι μὲν, ὦ ψυχὴ, τοιοῦτοι· σὺ δὲ ὑποτάγηθι τῆς δουλείας αὐτοῦ. Εἶτα ἐπάγει, ὅτι Αὐτὸ τοῦτο παρ’ αὐτοῦ ἐλπίζω, τὸ σωτηρίας τυχεῖν,
45ἀντιλαμβανομένου, καὶ μὴ συγχωροῦντος μετανάστην γενέσθαι καὶ φυγάδα ἀπ’ αὐτοῦ, ἤτοι δεσποτείαν ἑτέ‐ ραν ἀλλάξασθαι. Ἐκεῖθεν γὰρ προσδοκῶ καὶ σώζε‐ σθαι, καὶ τὸ βοηθεῖσθαι, ἐκ τοῦ ἐπ’ αὐτὸν ἐλπίζειν.]

27

.

276

(50)

Ἐλπίσατε ἐπ’ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Ἐν αὐτῷ πρώτῳ παρασκευάσας τὸν εἰς μετάνοιαν δρόμον, καὶ τοὺς ἄλλους εἰς τοῦτο παρακαλεῖ, ἅμα δὲ καὶ προφητικώτερον τὴν τῶν ἐθνῶν πάντων προανα‐ φωνεῖ κλῆσιν. Ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρ‐
55δίας ὑμῶν. Ὅμοιον ὡσεὶ λέγοι· Μὴ προσέλθητε αὐτῷ ἐν καρδίᾳ δισσῇ· ἀλλ’ ὡς γέγραπται· Ἀγαπή‐ σεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας
σου καὶ ἐξ ὅλης τῆς διανοίας σου.

27

.

277

Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἰδὼς, ὅτι πάντες δέξονται τὴν διὰ τοῦ Εὐαγγελίου κλῆσιν, τα‐ λανίζει τοὺς μὴ πιστεύοντας, καὶ μάλιστα τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οἳ καὶ ψευδεῖς ἦσαν, ἅτε δὴ τὴν
5ἀλήθειαν ἀπωθούμενοι· καὶ οὐ μόνον ζυγῷ καὶ στα‐ θμοῖς τὴν ἀδικίαν ἐπετήδευον, ἀλλὰ καὶ συνήγοντο ἐπὶ ματαιότητι. Μάταιος γὰρ ἀληθῶς ἡ παρ’ αὐτῶν κατὰ τοῦ Σωτῆρος ἐπιβουλή. Μὴ ἐλπίζετε ἐπ’ ἀδι‐ κίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Τοῦτό φησι
10πρὸς αὐτοὺς, ἐπειδὴ πλεονεξίας ἕνεκεν ἐπεβούλευσαν αὐτῷ, ἐλπίζοντες τὰς ἐκ τοῦ νόμου καρποφορίας παρ’ αὐτῶν λαμβάνειν. Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα· ὅτι τὸ κράτος τοῦ Θεοῦ. Ἀπεφήνατο, φησὶ, λόγον
15περὶ τῆς κρίσεως ὁ Θεὸς, δι’ οὗ ταῦτα τὰ δύο ἀκήκοα· ἓν μὲν, ὅτι τοῖς μὲν δεηθεῖσιν ὀργῆς διὰ τὴν τῶν ἁμαρτημάτων ὑπερβολὴν ὀργὴν ἀποδώσει· τοῖς δὲ ἄξια πεποιηκόσιν ἐλέου, ἀπονέμοι ἔλεον. Τὸ γὰρ κρά‐ τος τὴν ὀργὴν ὑποσημαίνει, καὶ τὴν ἀποτομίαν τὴν
20κατὰ τῶν ἀξίων αὐτῆς γενομένην.
21tΤῷ Δαυῒδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς
22tἸουδαίας. ΨΑΛΜΟΣ ΞΒʹ.
23tὙπόθεσις.
24Καὶ τοῦτον μὲν ᾄδει τὸν ψαλμὸν, φεύγων ἀπὸ προσ‐
25ώπου Σαοὺλ, καὶ διὰ τῆς κατὰ τὸν βίον ἀρετῆς ἐπικαλούμενος εἰς βοήθειαν τὸν Θεόν. Ἀναφέρεται δὲ καὶ εἰς τὴν ψυχὴν τὴν πάλαι ἐν ἐρημίᾳ γεγο‐ νυῖαν παντὸς ἀγαθοῦ, εἶτα ἐπιστραφεῖσαν τῇ Χρι‐ στοῦ χάριτι.
30 Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Τὸ σπου‐ δαῖον τῆς προσεδρίας διὰ τῶν παρόντων κατασημαί‐ νει. Πρὸς σὲ, φησὶ, διανίσταμαι ὄρθρου, εἰς τὸ σοὶ τούς τε ὕμνους καὶ τὰς εὐχὰς ἀναπέμψαι. Ἐδίψησέ σε ἡ ψυχή μου. Οὐ μόνον, φησὶν, ἡ ψυχὴ τοῦ ἔρω‐
35τος ἐμπέπλησται τοῦ θείου· ἀλλὰ γὰρ πλέον τι καὶ ἡ σάρξ. Οὐ γὰρ μόνον τὴν εὐσέβειαν ἡμᾶς ἐπιτηδεύειν δεῖ, ἀλλὰ καὶ διὰ τοῦ σώματος ἀρέσκειν Θεῷ, οἷον διὰ νηστείας, διὰ συνεχοῦς προσευχῆς, διὰ χαμευνίας, διὰ τῆς ἐργασίας τῶν χειρῶν, εἰς τὸ δεομένοις χορη‐
40γεῖν. Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ. Οὐδεμίαν ἀπὸ τῆς ἐρημίας βλάβην εἰσεδεξάμην, φησὶν, ἀλλ’ ὡς παρ’ αὐτὴν ἑστηκὼς τὴν ἱεράν σου σκηνὴν, ὑμνῳδίαν προσφέρω. Τὸ γὰρ, ἐν τῷ ἁγίῳ, τὴν σκηνὴν λέγει. Οὔπω γὰρ ὁ θεῖος νεὼς ᾠκοδόμητο. Οὕτως ἐν τῷ
45ἁγίῳ ὤφθην σοι. Οὕτως, πῶς ἢ διψῶν καὶ ἐπι‐ ποθῶν τὴν περὶ σὲ τὸν ἅγιον συνάφειαν; Τίς δ’ ἂν εἴη ἅγιος ἢ ὁ Μονογενής; Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς. Ὅτι οἱ τῷ ἐλέει προσελθόντες τοῦ Θεοῦ, τουτέστι Χριστῷ,

27

.

277

(50)

οὐδὲν ἡγοῦνται τοῦ παρόντος βίου τὴν ζωὴν, τὴν τοι‐ αύτην ἀναφθέγγονται φωνήν· ὑπὲρ πλήθους ζωῆς, τῆς παρούσης δηλονότι, λέγοντες εἶναι τὸ δεδομένον αὐτοῖς διὰ τοῦ Μονογενοῦς ἔλεος. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου. Τοῦτο δὲ παρὰ πάντα μου τὸν
55βίον διατελέσω ποιῶν, ὑμνῶν μὲν τῇ γλώττῃ, τὰς δὲ χεῖρας ἐκτείνων, καὶ τὴν σὴν φιλανθρωπίαν αἰτῶν. Ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Οὐκέτι,
φησὶν, ὡς καὶ πρώην, πρὸς Θεὸν ἀλλότριον τὰς χεῖρας

27

.

280

ἐκτενῶ, ἀλλ’ ἢ σοὶ μόνῳ, καὶ τὸ σὸν ἐν προσευχαῖς ἐπικαλούμενος ὄνομα. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. Δείκνυσι πόσον τὸ κέρδος τῶν ἐπ’ αὐτῷ
5μόνῳ τὰς ἐλπίδας ἔχειν ᾑρημένων. Καὶ χείλη ἀγαλ‐ λιάσεως αἰνέσει τὸ στόμα μου. Ὅταν, φησὶ, τοῦ σοῦ ἐν μνήμῃ ὀνόματος γίνωμαι, τότε δὴ τότε χαρᾶς πληροῦται τὰ χείλη μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου. Τὸ,
10Εἰ ἐμνημόνευον, ἀντὶ τοῦ, μνημονεύων, τέθειται· ἵνα ᾖ, μνημονεύων σου, φησὶν, ἄϋπνος ἐγενόμην περὶ τὰς σὰς αἰνέσεις, καὶ τὰς φωτεινάς σου χορη‐ γίας, ἃς τοῖς ἐπικαλουμένοις σε δίδως. Ὅτι ἐγενή‐ θης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων
15σου ἀγαλλιάσομαι. Ἐπειδὴ αὐτός μοι βοηθεῖς τῇ φυλακῇ τῆς σῆς βοηθείας, τὴν εὐφροσύνην δέχομαι. Σκέπην γὰρ πτερύγων καλεῖ τὴν ἀπὸ τῆς βοηθείας φυλακήν. Σκεπόμενος, φησὶ, παρὰ σοῦ χαρᾷ χαρή‐ σομαι.
20 Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου. Οὐδὲ πρὸς βραχὺ τὸν ἐμὸν λογισμὸν, φησὶ, τῆς σῆς ἀποστῆσαι δύναμαι μνήμης. Ἀλλὰ φίλτρῳ θερμῷ πυρσευόμενος οἷόν τινι κόλλῃ τῇ μνήμῃ, τῷ σῷ πόθῳ προσδέδεμαι. Εἶτα δείκνυσι τὸν τοῦ πόθου καρπόν. Ἐμοῦ δὲ ἀντ‐
25ελάβετο ἡ δεξιά σου. Καὶ τίς ἂν εἴη δεξιὰ τοῦ Πα‐ τρὸς ἢ ὁ μονογενὴς αὐτοῦ Υἱός; Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου. Κατακράζει λοιπὸν τῶν ἀντικειμένων δυνάμεων, ἣν ὑπέμεινε προβαλλόμενος βίαν, εὐχόμενος ταῖς αἰω‐
30νίοις αὐτοὺς παραδοθῆναι κολάσεσιν. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ. Τὸ τέλος τῶν εἰς Χριστὸν ἀσεβησάντων διεξελθὼν, καὶ δείξας, ὡς μερὶς καὶ κλῆρος αὐτοῖς γενήσεται τὰ κα‐ τώτατα μέρη τῆς γῆς, ἐπὶ τὸ ἕτερον τάγμα τὸν λό‐
35γον μεθίστησι· τοῦτο δὲ ἦν τὸ τῶν πιστευσάντων εἰς Χριστὸν, οἳ, καὶ βασιλείας ἠξιωμένοι τῶν οὐρανῶν, εἰκότως καὶ βασιλεῖς ὀνομάζονται, κατὰ τὸ εἰρημέ‐ νον παρὰ τῷ Ἀποστόλῳ· Καὶ ὤφελόν γε ἐβασιλεύ‐ σατε. Οὗτος δὲ ἦν ὁ βασιλεύων λαὸς, ὃς εὐφραίνεται
40τὴν νοητὴν εὐφροσύνην, ἣν αὐτὸς αὐτῷ κεχάρισται ὁ Θεός. Ἐγὼ, φησὶν, ὁ παρὰ σοῦ τὴν βασιλείαν λαβὼν, τῇ σῇ ἐπικουρίᾳ, οὐ τῷ θανάτῳ ἐκείνων, ἐφήδομαι. Ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ. Οὕτως, φησὶ, καὶ καύχημα αὐτῶν ἔσται Χριστὸς, τῶν βασι‐
45λευσάντων δηλονότι· ὡς καὶ ὅρκιον αὐτὸν ποιουμέ‐ νους ἐπαινεῖσθαι δικαίως. Ὀμοῦνται γὰρ Θεὸν ἀλη‐ θινὸν, κατὰ τὸ γεγραμμένον· Ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. Καὶ τίνες οὗτοι ἢ οἱ τολμήσαν‐ τες εἰπεῖν, Αἶρε ἐκ τῆς γῆς τὸν τοιοῦτον· οὐ γὰρ

27

.

280

(50)

καθῆκεν αὐτὸν ζῇν; Τούτων δὴ οὖν ἐνεφράγη τὸ στόμα, πατήσαντος τοῦ Κυρίου τὸν θάνατον, καὶ τριη‐ μέρου ἀναστάντος. Καὶ αὐτῶν δὲ τῶν ἀντικειμένων δυνάμεων ἐνεφράγη τὸ στόμα, ἀνῃρημένης τῆς ἁμαρ‐ τίας διὰ τῆς χάριτος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ·
55Καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς
γὰρ ὁ δικαιῶν, καὶ τίς ὁ κατακρίνων;

27

.

281

(1t)

Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΞΓʹ.
2tὙπόθεσις.
3Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων, εὐχομένων ἀπαλλαγῆναι τῶν ἐχθρῶν
5τοῦ εὐαγγελικοῦ κηρύγματος, διηγουμένων τε σα‐ φῶς τὰ κατασκευασθέντα αὐτοῖς παρὰ τῶν ἀρχόν‐ των τοῦ λαοῦ τῶν Ἰουδαίων, ἅ τε ὑπομεμενήκασιν αὐτοὶ, δῆλον δὲ, ὅτι οἱ προλεχθέντες ἄρχοντες, τῆς εἰς Χριστὸν ἀσεβείας ἕνεκεν.
10 Εἰσάκουσον, ὁ Θεὸς, φωνῆς μου ἐν τῷ δέεσθαί με. Δέξαι μου, φησὶ, Δέσποτα, τὴν ἱκετείαν, καὶ ῥῶ‐ σόν μου τὴν διάνοιαν, ὥστε μὴ δεδιέναι τὰς προσβο‐ λάς. Ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. Ὅμοιον τῷ· Καὶ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπει‐
15λὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤ‐ ῥησίας λαλεῖν τὸν λόγον σου. Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν. Ταῦτά φησι, διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀποστόλοις· Παραγγελίᾳ
20παρηγγείλαμεν ὑμῖν μηδενὶ λαλεῖν ἐπὶ τῷ ὀνό‐ ματι τούτῳ. —Ἐνέτειναν τόξον αὐτῶν πρᾶγμα πικρόν. Τόξου βολῇ τὰ θανατοποιὰ τῆς γλώσσης αὐ‐ τῶν παραβάλλει ῥήματα. Πῶς γὰρ οὐ θανατοποιὰ τὰ πείθειν ἐπιχειροῦντα μὴ Θεὸν πιστεύειν εἶναι τὸν
25Ἰησοῦν; Ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φο‐ βηθήσονται. Λοχῶντες, φησὶν, ἐξαίφνης ἐπίασιν, οὐ δεδιότες τὸν ἐφορῶντα Θεόν. Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν· τὸ διαβεβαιοῦσθαι· Οὐκ ἀνέστη ὁ
30Κύριος ἐκ νεκρῶν. Διηγήσαντο τοῦ κρύψαι παγίδα. Ἄνω καὶ κάτω, φησὶν, ἐβουλεύοντο ἀποκτεῖναι λάθρα τῶν εὐαγγελικῶν δογμάτων τοὺς κήρυκας. Τίς, εἶπαν, ὄψεται αὐτούς; Ταῦτα ἔπραττον, φησὶ, νομίζοντες μὴ ἀπαιτεῖν αὐτοὺς τὸν Θεὸν τῆς τοιαύτης ἀσεβείας
35τὰς δίκας. Προσελεύσεται ἄνθρωπος καὶ καρδία βαθεῖα. Οἱ μὲν παράνομοι, φησὶν, οὐ διέλιπον πονηρὰ κατὰ τοῦ Κυρίου βουλευόμενοι· τοῦτο γάρ ἐστι τό· Ἐξ‐ ηρεύνησαν ἀνομίαν· ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ὁ συνετὰ
40βουλευόμενος (τοῦτο γὰρ ἡ βαθεῖα καρδία δηλοῖ), ἅτε ἀκριβῶς νοήσας τὸ μυστήριον, τοῖς προσήκουσιν ὕμνοις κεχρημένος, ὑψώσει τὸν Θεὸν, κατὰ τὸ εἰρη‐ μένον ἀλλαχοῦ Ὑψώσω σε, Κύριε ὁ Θεός μου, ὁ βασιλεύς μου. Βέλος νηπίων ἐγενήθησαν αἱ πλη‐
45γαὶ αὐτῶν. Εἰπὼν αὐτῶν τὸ κατὰ τῶν ἁγίων κηρύ‐ κων ἔπαρμα, διεξέρχεται καὶ τὴν ἔκπτωσιν. Καὶ ἐφοβήθη πᾶς ἄνθρωπος. Τίς γὰρ οὐκ ἂν φο‐ βηθείη, ἐπισκοπὴν ἐκ Θεοῦ ὁρῶν γινομένην κατὰ τῶν ἀσεβῶν;

27

.

281

(50)

Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλ‐ πιεῖ ἐπ’ αὐτῷ. Διαφερόντως οἱ τῶν θείων νόμων ἐπι‐ μελούμενοι θυμηδίας ἐμφορηθέντες, τὴν εἰς τὸν Θεὸν ἐλπίδα βεβαίαν ἐργάσονται. Καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Καὶ τὴν παρὰ ἀνθρώ‐
55πων καρπώσονται εὔκλειαν οἱ πρὸς Θεὸν διευθύνον‐
τες, καὶ τῆς ὁδοῦ τῆς εὐθείας ἔξω βαδίζειν οὐκ ἀνεχόμενοι.

27

.

284

(1t)

Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ᾨδὴ Ἱερεμίου
2tκαὶ Ἰεζεκιὴλ τοῦ λαοῦ τῆς παροικίας, ὅτε
3tἔμελλον ἐκπορεύεσθαι. ΞΔʹ.
4tὙπόθεσις.
5Ἐν τούτῳ τῷ ψαλμῷ εἰσάγει τὸ πρόσωπον τῶν ἐθνῶν τῶν πιστευσάντων εἰς Χριστὸν, καταβοώντων τῶν σοφῶν τοῦ αἰῶνος τούτου, αἰτούντων τε τῆς προ‐ τέρας ἀσεβείας ἄφεσιν. Ἔτι τε εὐχὴν ἀναπέμπει ὑπὲρ αὐτῶν, ὄντων μὲν πάλαι ἀκάρπων γενομέ‐
10 νων δὲ εὐφόρων διὰ τῆς εἰς Χριστὸν πίστεως. Σοὶ πρέπει ὕμνος, ὁ Θεὸς, ἐν Σιών. Οὐκέτι, φησὶν, οἷς ἐνομίζομεν θεοῖς τοὺς ὕμνους ἀναπέμψο‐ μεν, εἰδότες ὡς ἐκείνοις μὲν οὐ πρέπει ἀνυμνεῖν, ξύ‐ λοις καὶ λίθοις καὶ δαιμονίοις οὖσιν· σοὶ δὲ μόνῳ τὸ
15τοιοῦτον ὀφείλημα πρεπωδέστατον. Καὶ σοὶ ἀποδο‐ θήσεται εὐχὴ ἐν Ἱερουσαλήμ. Ἢ τῇ ἐπὶ γῆς φησιν, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἢ τῇ ἐπουρανίῳ, ὅπου παρα‐ γενόμενοι τὰς αἰνέσεις ἀναπέμψομεν. Εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾶσα
20σὰρξ ἥξει. Εὐαγγελίζεται διὰ τούτων τὴν κλῆσιν ἁπάντων τῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Ἰωήλ· Ἐκχεῶ ἀπὸ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν ἡμᾶς. Λόγους
25ἀνόμων φησὶ τὴν σοφίαν τῶν σοφῶν τοῦ αἰῶνος τού‐ του, δι’ ἧς καὶ ἐξησθένησαν, τῆς ἀληθοῦς ἐκπεσόντες γνώσεως. Καὶ ταῖς ἀσεβείαις ἡμῶν ἱλάσῃ. Εὔχον‐ ται τῆς συμβάσης ἐν τῇ πλάνῃ ἀσεβείας ἀπαλλαγῆναι. Μακάριος ὃν ἐξελέξω καὶ προσελάβου. Τοὺς τε‐
30λειωθέντας κατ’ ἀρετὴν, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω φθάσαντας κλήσεως, μακαρίους ἀποκαλοῦσι. Πλη‐ σθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. Ἀγαθὰ τοῦ οἴκου τὰ διάφορα τοῦ Πνεύματος λέγει χαρίσματα. ᾯ μὲν γὰρ, φησὶ, δίδοται διὰ τοῦ Πνεύματος λό‐
35γος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, καὶ τὰ ἕτερα τῶν χαρισμάτων. Ἅγιος ὁ ναός σου· ἢ ὁ ἐπουρά‐ νιος, ἢ ὁ ἐπίγειος, κατὰ τὸ εἰρημένον· Ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς. [Πλήρεις ἁγιασμοῦ· καὶ τὴν σὴν δικαιοσύνην διὰ
40τῶν σῶν λογίων τοὺς προσιόντας παιδεύει.]
42 Ἐπάκουσον ἡμῶν, ὁ Θεὸς ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς. Οὐκοῦν ἐπ‐ άκουσον ἡμῶν, καὶ ταῦτα παράσχου. Εἰς σὲ, φησὶ, τὰ
45πέρατα τῆς οἰκουμένης ἐλπιοῦσι, καὶ οἱ μακρὰν τῆς θαλάσσης οἰκοῦντες. Δηλοῦται δὲ πάλιν διὰ τούτων τῆς οἰκουμένης τὰ πέρατα. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. Ἐνταῦθα τὰς ἀντικειμένας δυνάμεις φησίν. Ἑτοιμάζων δὲ εἰς

27

.

284

(50)

τιμωρίαν· ἡτοίμασε γὰρ αὐτοῖς τὴν ἄβυσσον. Τοῦτο δὲ ποιήσεις δυνατὸς ὤν. Ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης. Θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ καὶ συνταράττεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Διὸ καὶ φοβούμενοι ἔλεγον·
55Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ταραχθήσονται τὰ ἔθνη, καὶ φοβηθήσονται οἱ
κατοικοῦντες τὰ πέρατα, ἀπὸ τῶν σημείων σου.

27

.

285

Ὅτε, φησὶ, τὰ ἔθνη ταραχθήσονται, τουτέστι τῶν δαιμόνων τὰ συστήματα, τότε δὴ τότε καὶ οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἄνθρωποι φοβηθήσονταί σε, τὰ μεγάλα σημεῖα θεωρήσαντες. Σημεῖα δὲ τὰ ἐν τῇ
5παρουσίᾳ γεγενημένα λέγει. Ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις. Ὅταν γὰρ τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκουμένην ἄνθρωποι κατοικοῦν‐ τες, φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ τότε καὶ εἰς τὰς πρωίας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν
10ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς, ἀγαλλιωμένοις ἐφ’ οἷς κατώρθωσεν ἡ σὴ παρουσία. Ἐπεσκέψω τὴν γῆν, καὶ ἐμέθυσας αὐτήν. Δεί‐ κνυσιν ἐπὶ τίσι τῶν ἐθνῶν ἁπάντων ἡ τέρψις. Ἐπὶ τίσι δὲ ἢ ἐπὶ τῷ τῆς ἐπισκοπῆς ἀξιῶσαι τὴν γῆν, καὶ
15μεθῦσαι αὐτὴν τῶν παρ’ αὐτοῦ δηλονότι χαρισμάτων; Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Ποταμὸν ἐνταῦθα τὸν εὐαγγελικὸν λόγον φησί· πεπληρῶσθαι δὲ αὐτὸν ὑδάτων· τίνων ἢ τῶν θείων ἐπαγγελιῶν, φησὶν, ὧν τοῖς ἀξίοις τῆς βασιλείας τῶν οὐρανῶν
20ἐπηγγείλατο; Εἶεν δ’ ἂν αἱ ἐπαγγελίαι τό· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ οἱ ἑξῆς τῶν μακαρισμῶν. Ἡτοίμασας τὴν τροφὴν αὐτῶν. Τροφὴν μὲν τὴν πνευματικήν φησιν. Ἡτοιμάσθαι δὲ αὐτὴν λέγει, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ περὶ Χρι‐
25στοῦ μυστήριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεννήματα αὐτῆς. Αὔλακάς φησι τὰ βάθη τῶν καρ‐ διῶν, γεννήματα δὲ τοὺς εὐσεβεῖς λογισμούς. Ἐν
30ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλ‐ λουσα. Καὶ τὰ μικρὰ, φησὶ, τῶν θείων χαρισμάτων τῶν διδομένων αὐτῇ εὐφραίνειν αὐτὴν, καὶ ἀνα‐ τέλλειν παρασκευάζει, τὸν νοητὸν δηλονότι καρπόν. Νοήσεις δὲ τὰς σταγόνας αὐτῆς ἀπὸ τοῦ εἰρημένου
35περὶ Χριστοῦ· Καταβήσεται ὡς ὑετὸς ἐπὶ κόκκον, καὶ ὡς ἡ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου. Ἐνιαυτόν φησι τὸν τοῦ μέλλον‐ τος αἰῶνος καιρὸν, καὶ στέφανον χρηστότητος ἀπο‐
40καλεῖ, διὰ τὸ ἐν πολλῇ χρηστότητι τοὺς ἁγίους ἐν αὐτῷ στεφανοῦσθαι. Καὶ τὰ πεδία σου πλησθήσον‐ ται πιότητος. Πεδία πάλιν τὰς τῶν εἰς αὐτὸν πεπι‐ στευκότων ψυχὰς καλεῖ. Πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου. Ὄρη μὲν τοὺς ἁγίους ἀποστόλους καὶ
45εὐαγγελιστάς φησι, τοὺς εὐτραφεῖς γεγενημένους τοῖς πνευματικοῖς χαρίσμασιν· ἔρημον δὲ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἀποκαλεῖ, τὴν πάλαι ἔρημον οὖσαν τῆς περὶ Θεοῦ γνώσεως. Καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. Βουνοὺς τοὺς τῶν Ἐκκλησιῶν προέδρους φησίν.

27

.

285

(50)

Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων. Κριοὺς μὲν τῶν προβάτων τοὺς ἄρχοντας τῶν λαῶν φησι. Τί δὲ ἐνδύ‐ σονται ἢ τὸ τῆς ἀφθαρσίας ἱμάτιον καὶ τὸν τῆς εὐφρο‐ σύνης χιτῶνα; Κριοὺς ὀνομάζει προβάτων καὶ τοὺς ἁγίους ἀποστόλους, ὡς προκύψαντας καὶ τοὺς ἐχθροὺς
55κερατίζειν ἰσχύοντας. καθὼς ὁ Κύριος ἔφη· Ἰδοὺ
ἐγὼ ἀποστελῶ ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων.

27

.

288

Καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον. Αἱ πάλαι, φη‐ σὶν, ἀπορώτατοι καὶ ἄγονοι τῶν ἐθνῶν ψυχαὶ πνευ‐ ματικῶν καρπῶν ἔσονται πλήρεις. Κεκράξονται· καὶ γὰρ ὑμνήσουσιν. Ἐπὶ τὸ βέλτιον μεταβαλοῦσαι,
5φησὶν, αἱ κοιλάδες καὶ πληθυνθεῖσαι νοητῶν καρπῶν, ἐκτενῶς σοι τοὺς ὕμνους ἀναπέμψουσιν.
7tΕἰς τὸ τέλος ᾠδὴ ΨΑΛΜΟΥ ἀναστάσεως. ΞΕʹ.
8tὙπόθεσις.
9Τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τοῦ παρόντος ψαλμοῦ κα‐
10τασημαίνει, καὶ τὴν ἀνάστασιν τὴν γενησομένην τῶν ψυχῶν αὐτῶν εὐαγγελίζεται, κατὰ τὸ εἰρημέ‐ νον· Ὁ ἀνιστῶν ἀπὸ γῆς πτωχόν. Καὶ μὴν καὶ τῶν ἀποστόλων εἰσφέρει τὸ πρόσωπον, διδασκόν‐ των ὅσα ὑπὲρ τοῦ κηρύγματος πεπόνθασι τοῦ εὐαγ‐
15 γελικοῦ, καὶ ὅσαι θλίψεις εἰς αἰωνίους εὐφροσύνας ἐξήγαγον αὐτούς. Ἔτι μὴν καὶ τοῦ Ἰουδαίων λαοῦ σημαίνεται ἡ ἀποβολή. Ἀλαλάξατε τῷ Θεῷ πᾶσα ἡ γῆ, ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος,
20ᾀδόμενος ἐπὶ πεπτωκόσιν ἐχθροῖς. Ὡς οὖν ἀνῃρημέ‐ νων τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, διὰ τῆς παρ‐ ουσίας δηλονότι Χριστοῦ, πάντα τὰ ἔθνη τοὺς ἐπινι‐ κίους ὕμνους ἀναπέμπειν παρακελεύονται. Εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου. Καὶ ποῖα ἔργα
25ἢ τὰς θεοσημείας φησὶ, καὶ τὸ ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη; Ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. Τῆς Ἰουδαίων ἀποπληξίας ἐνταῦθα κατηγορεῖ, ὡς μηδὲ τῶν θαυμάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς
30εἰς τὸ πείθεσθαι. Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι καὶ ψαλάτωσάν σοι. Ἐπειδὴ Ἰουδαῖοι, φησὶ, καίτοι ὑπερβολὰς ὁρῶντες πραττομένας σημείων, ἐψεύσθησάν σοι. Ἀλλ’ οὖν ἀντ’ ἐκείνων προσκυνήσει σοι πᾶσα τῶν ἐθνῶν ἡ πληθύς.
35 Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ. Τῶν ἀποστό‐ λων ἐνταῦθα εἰσάγεται τὸ πρόσωπον, διδασκόντων τὰ ἔθνη, ὡς ἄρα αὐτὸς οὗτος ὁ ἐν τῇ κατὰ σάρκα παρ‐ ουσίᾳ τὰς θεοσημείας ἐργαζόμενος αὐτός ἐστι καὶ ὁ πάλαι τὴν Ἐρυθρὰν ξηράνας θάλασσαν, καὶ μὴν καὶ
40τοῦ Ἰορδάνου ποταμοῦ ἀνακόψας τὰ ῥεύματα, ὡς ποδὶ παρελθεῖν τοὺς υἱοὺς Ἰσραήλ. Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν. Καὶ τούτου ἀπόδειξις τὰ ἤδη γενόμενα, ὅπως τὴν θάλασ‐ σαν μετέβαλεν εἰς ξηράν. Σύμμαχος οὕτως λέγει·
45Μετέβαλε θάλασσαν εἰς ξηράν· ποταμὸν διέβη‐ σαν ποδί. Οὗτος γάρ ἐστιν ὁ Θεὸς, φησὶν, ὁ καὶ ἡμῖν τὴν ἐπάνοδον καὶ ἡμῖν σωτηρίαν δωρούμενος· ὁ πάλαι καὶ θάλατταν καὶ ποταμὸν διαστήσας, καὶ τοὺς ἡμετέρους προγόνους ἀκινδύνως διαβῆναι κελεύσας.

27

.

288

(50)

Ἐκεῖ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ. Τὸ ἐκεῖ χρόνου ἐστὶ σημαντικόν. Λέγει οὖν, ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν τοῦ νέου αἰῶνος βασιλεύσει, ἐκεῖ σὺν αὐτῷ συμβασιλεύσομεν, καὶ τῇ χαρᾷ τῇ ἀνεκλαλήτῳ εὐφρανθησόμεθα. Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι.
55Πᾶσι προσέχει, καὶ πάντα ἐξετάζει τὰ γενόμενα. Οἱ

27

.

289

παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Καὶ τίνες ἂν εἶεν οἱ παραπικραίνοντες ἢ περὶ ὧν εἴρη‐ ται, Υἱὲ ἀνθρώπου, πορεύθητι πρὸς τὸν οἶκον τὸν παραπικραίνοντά με; Καὶ μὴν παρεπίκραναν αὐ‐
5τὸν ἐν τῇ ἐρήμῳ· καὶ πάλιν· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. Εὐλογεῖτε, ἔθνη, τὸν Θεόν. Πάντες δὲ κατὰ ταυ‐ τὸν γενόμενοι, μᾶλλον αὐτὸν ἐπαινεῖτε καὶ θαυμά‐ ζετε.
10 [Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωήν. Εὐφραν‐ θήσομαι δὲ ἐν τοῖς τοιούτοις θαυμασίοις, καὶ τῷ ταῦτα πεποιηκότι, ὃς, ἅτε Δεσπότης καὶ πάντα ἐφ‐ ορῶν, διάκρισιν ποιεῖται τῶν ἐπὶ γῆς, καὶ τιμωρίαις περιβάλλει τοὺς ἀναξίους. Ὀφθαλμοὺς τοὺς ἀποστό‐
15λους λέγει.] Ὅτι ἐδοκίμασας ἡμᾶς, Θεὸς, ἐπύρωσας ἡμᾶς. Τὰς θλίψεις τὰς γενησομένας διὰ τὸ κήρυγμα τοῖς ἀποστόλοις προαναφωνεῖ τὸ Πνεῦμα τὸ προφητικόν· ἐκ προσώπου αὐτῶν καταλέγον καὶ τὰς παγίδας,
20ἤτοι τὰ δεσμωτήρια, τούς τε πειρασμοὺς τοὺς διὰ πυρὸς καὶ ὕδατος κατασημαίνει. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώ‐ μασι. Τὸν ἐπουράνιον δηλονότι· ὅλους γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτωμάτων. [Ὁλο‐
25καυτώμασι δὲ νοητοῖς. Ἀλλὰ τὰ μὲν σὰ, φησὶ, Δέ‐ σποτα, τοιαῦτα· τὰ δὲ ἡμέτερα, τὸ οἷα εἰσελθεῖν εἰς τὸν ναὸν καὶ θῦσαί σοι χαριστήρια, τὸ αὐτὸ δὲ λέγει διέστειλε καὶ ἐλάλησε. Τοῦτο δὲ λέγει ὅσα ηὐξάμην.] Ἀποδώσω σοι τὰς εὐχάς μου. Ἃ ηὐξάμην, φησὶ,
30θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμην δὲ, ὡς τῆς θλί‐ ψεως τῆς παρούσης ῥυσθεὶς διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις. Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι. Ὁ‐ πόσα σοι προσφέρειν προσέταξας, ἱερεύσω προθύμως.
35Μεμυαλωμένα δὲ κέκληκε τὰ εὐτραφῆ καὶ πίονα· οὕτω γὰρ καὶ ὁ νόμος προσφέρειν ἐκέλευσεν ἄμωμά τε καὶ ἄρτια. Ἐπαρᾶται δὲ καὶ ὁ προφήτης Μαλα‐ χίας τοῖς τὰ τοιαῦτα μὲν ἔχουσιν, ἀνάπηρα δὲ προσ‐ φέρουσιν. Αὕτη δὲ καὶ τῷ Κάϊν ἐγένετο τῶν κακῶν
40ἐκείνων ἡ ἀρχή. Διδασκόμεθα δὲ καὶ ἡμεῖς τοῖς τιμιω‐ τέροις ὧν ἔχομεν τὸ θεῖον γεραίρειν. Ἀνοίσω σοι βόας μετὰ χιμάρων. Πνευματικὰ δὲ πάντα, ὡς ἔφην, καὶ τὰ ὁλοκαυτώματα καὶ οἱ βόες καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται.
45 Δεῦτε, καὶ ἀκούσατε, καὶ διηγήσομαι. Καὶ τίνα ἕτερα διηγεῖται ἢ ἃ φθάσας ἐξηγήσατο, τὸ, ὅτι Ἐδο‐ κίμασας ἡμᾶς, καὶ τὰ λοιπά; Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσ‐ ακουσάτω μου Κύριος. ᾜδειν δὲ, ὅτι οὐκ ἂν, ἐμοῦ

27

.

289

(50)

περὶ ἀδικίαν ἔχοντος, ἀκοῦσαί μου τῆς προσευχῆς ὁ Θεὸς ἀνέχοιτο. Ἀκύλας· Ἀνωφελὲς ἰδὼν ἐν καρδίᾳ μου, οὐκ εἰσακούσεται Κύριος. Βούλεται δὲ εἰπεῖν, ὅτι, τὰς αἰτήσεις τῷ Θεῷ προσάγων, ἐπεμελούμην τοῦ πρέποντος, εἰδὼς, ὡς οὐδέν μοι τῆς αἰτήσεως
55ὄφελος, μὴ ποιοῦντι τὰ δέοντα. Καὶ ἕτερόν τι καύ‐

27

.

292

χημα προσφέρει τῷ Θεῷ τὸ ἔξω πάσης ἀδικίας γενέ‐ σθαι· διὸ καὶ εἰσακούεσθαι θαῤῥεῖ.
4tΕἰς τὸ τέλος, ἐν ὕμνοις ΨΑΛΜΟΣ, τῷ Δαυΐδ. Ξϛʹ.
5tὙπόθεσις.
7Πάλιν κἀνταῦθα τῶν ἀποστόλων τὸ πρόσωπον εἰσάγε‐ ται, διδασκαλίαν ποιούμενον τῶν ἐθνῶν, ῥυσθῆ‐ ναί τε εὐχόμενον τῶν ἀντιλεγόντων τῇ διδασκα‐
10λίᾳ αὐτῶν. [Ἀκόλουθος καὶ οὗτος τῷ πρὸ αὐτοῦ· ἰδίωμα γὰρ ἔχει τῆς τῶν ἱερῶν εὐλογίας, καὶ κεῖται ἐν τοῖς Κριταῖς ἡ εὐχὴ πᾶσα σχεδόν. Ὡς οὖν μέλ‐ λοντος καὶ τούτου γίνεσθαι, μετὰ τὴν ἐπάνοδον προεφητεύθη, κηρύττει δὲ καὶ τὴν θείαν ἀνθρώ‐
15πησιν καὶ ἐπιφάνειαν, καὶ τὴν τῶν ἐθνῶν σωτη‐ ρίαν. Ἐν ὕμνοις δὲ ἐπιγέγραπται, ἐπεὶ Θεοῦ τὸ ὑμνεῖσθαι, ἀνθρώπων δὲ τὸ δι’ ἐπαίνων ἐγκωμιά‐ ζεσθαι.] Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι
20ἡμᾶς. Τῶν σῶν οἰκτιρμῶν δεόμεθα, φησὶ, Δέσποτα, καὶ τῆς ἐπιφανείας τοῦ προσώπου σου, πρὸς τὸ δύ‐ νασθαι φανερὰν τὴν ὁδὸν τοῦ ἁγίου σου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι κηρύξαι. Σωτήριον γὰρ πανταχοῦ τὴν παρουσίαν αὐτοῦ φησιν.
25 Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός. Πάντων τῶν ἐθνῶν τὴν εἰς Χριστὸν ὁμολογίαν προφητεύει. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη. Ἡδό‐ μενον τὸ προφητικὸν Πνεῦμα τῇ σωτηρίᾳ τῆς οἰκουμένης, πολλάκις τὰ αὐτὰ φθέγγεται, τῇ συν‐
30εχεῖ διηγήσει εὐφροσύνης ἀπολαῦον. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξ‐ ομολογησάσθωσάν σοι λαοὶ πάντες. Οὐχ ἁπλῶς τὴν ταυτολογίαν τέθεικεν, ἀλλὰ προθυμοτέρους τοὺς ἀκούοντας ἐργαζόμενος. Γῆ ἔδωκε τὸν καρπὸν αὐ‐
35τῆς. Ἡ νοητὴ δηλονότι. Καρπὸς δὲ αὐτῆς αἱ κατ’ εὐσέβειαν προκοπαί. [Ἐξομολογησάσθωσάν σοι οἱ λαοὶ, ὁ Θεός. Ὥσπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐζήτησεν· ἀπολαύσαντα δηλονότι καὶ
40αὐτῆς εὐλογίας. Ἢ ὅτι ἐπεὶ οὐκ ἀγνοοῦσιν οἱ ἐξ αὐ‐ τῆς τὸν ἐπὶ πάντων Θεὸν, ἀλλὰ τὸν ἥδιστον αὐτῷ προσφέρουσι τῆς εὐσεβείας καρπόν· ὃν εἰ προσφέρο‐ μέν σοι, ἤτοι τὴν τῆς ἀρετῆς ἐπιτήδευσιν, εὐλογού‐ μεθα παρὰ σοῦ]
46 [Εὐλογήσαι ἡμᾶς ὁ Θεός. Εἰδέναι μὲν προσήκει, ὡς, εὐλογοῦντες ἄνθρωποι τὸν Θεὸν, λόγους αὐτῷ προσ‐ φέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύ‐ νανται. Ὁ δὲ Θεὸς, εὐλογῶν, βεβαιοῖ τοὺς λόγους

27

.

292

(50)

τῷ ἔργῳ, καὶ παντοδαπῶν ἀγαθῶν παρέχει τοῖς εὐλο‐ γουμένοις φοράν. Εἶτα διδάσκει πῶς.]
53tΕἰς τὸ τέλος, τῆς ᾠδῆς Δαυῒδ ΨΑΛΜΟΣ. ΞΖʹ.
54tὙπόθεσις.
55Ἐν τούτῳ τῷ ψαλμῷ τὴν παρουσίαν τοῦ Κυρίου ση‐ μαίνει, καὶ τῶν νοητῶν ἐχθρῶν καθαίρεσιν, καὶ
τῆς νοητῆς αἰχμαλωσίας τὴν ἀπόλυσιν. Ἔτι γε μὴν

27

.

293

διδάσκει, ὡς αὐτὸς εἴη ὁ καὶ πάλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου ἐξαγαγών. Πρὸς δὲ τούτοις, ὑποδεξαμένοις τὸ κήρυγμα, Πνεύματος ἁγίου δόσιν ἐπαγγέλλεται. Καὶ μὴν καὶ τοῖς ἀποστόλοις εἰσάγει
5παράκλησιν, ἐκ πάσης θλίψεως ῥύεσθαι ἐπαγγελ‐ λόμενος, τῆς γενομένης δηλονότι διὰ τὸ κήρυγμα. Ἀλλὰ μὴν καὶ ἐπιστρέφειν ἐκ τῶν παραπικραι‐ νόντων ὑπισχνεῖται πολλοὺς, καὶ μὴν καὶ ἐκ τῶν καταπεσόντων εἰς τὸ τῶν ἡδονῶν πέλαγος. Οὐδὲν
10δὲ ἧττον καὶ τῶν ἀποστόλων κηρύττει τὴν ἀνάδει‐ ξιν, καὶ τίνες καὶ πόθεν ἦσαν. Πάντων τε τῶν ἐθνῶν τὴν εἰς τὸν Κύριον πίστιν εὐαγγελίζεται. Ἐφ’ ἅπα‐ σι δὲ τούτοις τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ Κυρίου ἐκδιδάσκει σαφῶς. Ἔξεστι δὲ ταῦτα πάντα κατὰ
15μέρος τοῖς στίχοις ἐπιβαλόντα θεωρεῖν. Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Τὴν εἰς τὸ κρίνειν τοὺς ἀκαθάρτους δαίμονας παρορμὴν τοῦ Θεοῦ ὁ λόγος σημαίνει. Τῇ γὰρ αὐτοῦ παρουσίᾳ τῆς τῶν ἀνθρώπων τυραννίδος
20ἐξηλάθησαν. Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν. Εὐ‐ πρεπεῖς γένεσθε, φησὶν, εἰς τὸ ταῖς ὁδοῖς ἐκείνου πορεύεσθαι, τοῦ ἐπ’ ἐσχάτου τῶν χρόνων ὀφθέντος ἐν σαρκὶ τοῖς ἐπὶ γῆς. Ἢ, τῷ ἐπιβεβηκότι ἐπὶ δυ‐
25σμῶν, τῷ μέχρις ᾅδου πεποιημένῳ τὴν κάθοδον. Τα‐ ραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ. Τὰ ἔθνη τῶν δαιμόνων δηλονότι. Τοῦ πατρὸς ὀρφανῶν καὶ κρι‐ τοῦ τῶν χηρῶν. Ὀρφανῶν μὲν τῶν ἀπροστατεύτων λέγει, χηρῶν δὲ τῶν ψυχῶν, τῶν μὴ ἐχουσῶν τὸν νυμ‐
30φίον Λόγον. Προστάτης γάρ ἐστι τῶν ἀσθενῶν καὶ τὴν ἀνθρωπίνην οὐκ ἐχόντων βοήθειαν, οἷον ἡμεῖς. Τίς δὲ οὗτος καὶ οἷος; Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. Ἐπειδὴ εἶπεν αὐ‐ τὸν ἐπιβεβηκότα ταῖς δυσμαῖς, τουτέστι μέχρι τῶν
35ᾅδου μυχῶν, διδάσκει πάλιν, ὡς ἀνελθὼν εἰς οὐρα‐ νοὺς ἐν τοῖς ἰδίοις γέγονε τόποις· εἰ καὶ τὰ μάλιστα οὐδέποτε ἀφειστήκει αὐτῶν τῇ τῆς θεότητος φύσει. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. Μονο‐ τρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν
40ζωὴν, καὶ πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ τῇ ἐπουρανίῳ πόλει κατοικίζειν ἐπαγγέλλεται. Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ. Ὅμοιον τῷ εἰρημένῳ· Τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ τοῖς ἐν
45τῷ σκότει, ἀνακαλύφθητε. Δεσμοὺς δὲ καὶ σκότος τὴν τῶν δαιμόνων λατρείαν φησίν. Ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις. Τοῦτό φησιν, ὅτι, καὶ ἐν ᾅδου πορευθεὶς, καὶ τοῖς ἐκεῖ πνεύμασιν ἐκήρυξεν, ἀπειθήσασί ποτε. Τὸ γὰρ,

27

.

293

(50)

παραπικραίνοντας, ἀντὶ τοῦ, παραπικράναντας, τέθεικεν. Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ. Δεί‐ κνυσιν, ὡς καὶ ὁ μέχρις ᾅδου καταβὰς, αὐτός ἐστιν
55ὁ καὶ πάλαι διὰ Μωσέως ἐξαγαγὼν ἐξ Αἰγύπτου τὸν Ἰσραήλ. Λέγει οὖν, ὅτι, ἐν τῷ προπορεύεσθαί σε τοῦ
ἐξεληλυθότος σου ἐξ Αἰγύπτου λαοῦ, γῆ ἐσείσθη, τουτ‐

27

.

296

έστιν εἰς πᾶσαν τὴν γῆν ἐξάκουστος ἡ ἔξοδος αὐτοῦ γεγένηται. Γῆ ἐσείσθη· καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν. Ἔσταξαν οἱ οὐρανοὶ τὴν πνευματικὴν τρο‐ φὴν δηλονότι· λέγει δὲ καὶ τὸ μάννα. Ἀπὸ προσ‐
5ώπου τοῦ Θεοῦ τοῦ Σινά. Ἀντὶ τοῦ, ἐν ὄρει Σινὰ τὸν νόμον ὁρίσαντος. Ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ. Ἰσραὴλ νοῦς ὁρῶν Θεόν. Βροχὴν ἑκουσίαν ἀφοριεῖς, ὁ Θεὸς, τῇ κληρο‐ νομίᾳ σου. Βροχὴν μὲν τὸν εὐαγγελικὸν λόγον φησὶ,
10κατὰ τό· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἑκού‐ σιον δὲ πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας. Ἐκεῖνα γὰρ οὐκ ἦν αὐτῷ ἑκούσια κατὰ τὸ εἰρημέ‐ νον· Τίς γὰρ ἐξεζήτησεν αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν; καὶ τό· Τὰ ὁλοκαυτώματά σου οὐκ εἰσὶ
15δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. —Καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. Ἠσθένησε μὲν πάλαι, ὅτε εἰδωλολάτρει· κατηρτίσω δὲ αὐτὴν, διὰ τοῦ εὐαγγελικοῦ καλέσας κηρύγματος. Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ζῶα ἐνταῦθά
20φησι τοὺς τῆς ζωοποιοῦ τροφῆς μετειληφότας. Ἐν αὐτῇ δὲ, τίνι ἢ τῇ κληρονομίᾳ αὐτοῦ; Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ Θεός. Καὶ τί ἡτοίμασεν ἢ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε; Τίς δὲ ὁ πτωχὸς ἢ περὶ ὧν εἴρηκε, Μακά‐
25ριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἡ βασι‐ λεία τῶν οὐρανῶν; Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυ‐ νάμει πολλῇ. Αὐτὸς, φησὶ, τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ δώσει ῥῆμα, εἰς τὸ δύνασθαι κηρύξαι τὸ Εὐαγ‐
30γέλιον. Ὅμοιον δὲ τό· Μὴ μεριμνήσητε τί εἴπητε, ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί εἴπητε. Καὶ οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν. Τὸ, δυνάμει πολλῇ, πρὸς τὸ, Κύριος δώσει
35ῥῆμα, οὐ πρὸς τὸ, εὐαγγελιζομένοις, ὥς τινες ἐνό‐ μισαν. Βούλεται γὰρ εἰπεῖν, ὅτι μετὰ πολλῆς· ὁ Θεὸς τῆς ἰσχύος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις, τουτ‐ έστι, τοῦ διαγγέλλειν τὰ ἡμέτερα ἀγαθὰ βουλομένοις, αὐτὸς παρέχει τὸν λόγον, ὁ καὶ τὴν ἀφορμὴν τοῦ εὐαγ‐
40γελίσασθαι. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ. Αὐ‐ τὸς Κύριος ὁ διδοὺς ῥῆμα τοῖς μυσταγωγοῖς· αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τοῦ ἀγαπητοῦ λαοῦ· αὐτὸς δέ ἐστι πάλιν ἡ δύναμις αὐτοῦ. Τῇ ὡραιότητι τοῦ οἴκου
45διελέσθαι σκύλα. Οἶκος μὲν οἱ πιστεύσαντες εἰς Χριστόν· ὡραιότης δὲ τοῦ οἴκου οἱ ἅγιοι αὐτοῦ μα‐ θηταὶ καὶ ἀπόστολοι. Λέγει οὖν, ὅτι τῇ ὡραιότητι τοῦ οἴκου, τουτέστι τοῖς εὐαγγελισταῖς, αὐτὸς δώσει ῥῆ‐ μα, πρὸς τὸ διελέσθαι σκύλα, τουτέστιν ἑλκῦσαι τὰ

27

.

296

(50)

ἔθνη τῇ πίστει, καὶ σκυλεῦσαι τὸν Σατανᾶν. Ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων. Πρὸς τοὺς ἁγίους ἀποστόλους ὁ λόγος. Ἐὰν, φησὶ, δέξωνται ὑμᾶς οἱ κλῆροι. Κλήρους δὲ τοὺς ἐκ τῶν δύο λαῶν πιστεύσαντας ἔφη. Ἐὰν οὖν, φησὶν, ἀναπαύσησθε ἐν
55αὐτοῖς, δοθήσονται αὐτοῖς πτέρυγες περιστερᾶς, τὰ μετάφρενα ἐχούσης περικεχρυσωμένα. Λέγει δὲ,
ὡς Πνεύματος ἁγίου ἀξιωθήσονται οἱ τοὺς ἁγίους ἀπο‐

27

.

297

στόλους δεξάμενοι. Μετάφρενα δὲ τῆς περιστερᾶς κεχρυσωμένα φησὶ, διότι τιμίας ἤτοι σοφὰς τὰς φρέ‐ νας τῶν δεξαμένων ποιεῖ. Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς
5ἐπ’ αὐτῆς. Βασιλεῖς μὲν τοὺς ἄρξαντας ἀποστόλους τῆς κληρονομίας αὐτοῦ φησι. Χιονωθήσονται δὲ, ἀντὶ τοῦ, ἀποκαθαρθήσονται. Ἐν Σελμὼν δὲ, ἐν ἀντ‐ αποδόσει, ἑρμηνεύεται. Λέγει οὖν, ὅτι οἱ δεξάμενοι τοὺς ἁγίους ἀποστόλους τὰς παρὰ τοῦ ἐπουρανίου
10βασιλέως ἀνταποδόσεις, ἤτοι ἀμοιβὰς, δέξονται τῆς ὑποδοχῆς, τὸν καθαρμὸν τῶν ἁμαρτιῶν. Ὄρος τοῦ Θεοῦ ὄρος πῖον. Ὄρος μὲν τὴν Ἐκ‐ κλησίαν ὀνομάζει, πῖον δὲ, ὅτι εὐτραφεῖς καὶ λιπα‐ ρὰς τῶν ἐν αὐτῇ τὰς ψυχὰς ἀπεργάζεται. Ὄρος τε‐
15τυρωμένον; ὄρος πῖον· ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα; Καὶ μὴν καὶ τετυρωμένον, τουτέστι γάλακτος μεστὸν, ἁπλουστέρου δηλαδὴ λόγου, κατὰ τό· Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα. Ἐπιτιμᾷ οὖν τοῖς τὰς τῶν αἱρετικῶν ἐκκλησίας ὑπολαμβάνουσιν
20εἶναι τετυρωμένας. Οὐδὲν γὰρ ἐν αὐταῖς τὸ δυνάμε‐ νον τρέφειν εἰς ἕξιν πνευματικήν. Ἵνα τί τοίνυν ὑπο‐ λαμβάνετε, ὦ οὗτοι, ἕτερα ὄρη εἶναι ἔξω τῆς Ἐκκλη‐ σίας τετυρωμένα, καὶ μὴ μᾶλλον τοῦτο μόνον τὸ ὄρος, ἐν ᾧ ὁ Θεὸς ηὐδόκησεν κατοικῆσαι ἐν αὐτῷ;
25Ὅτι γὰρ ἐν τῇ Ἐκκλησίᾳ κατοικεῖ, δῆλον ἐξ ὧν αὐ‐ τὸς ἔφη· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐ‐ θηνούντων. Ἅρμα τοῦ Θεοῦ τὰς ἐπουρανίους καὶ νοητὰς δυνάμεις φησὶν, αἷς ἐποχεῖται ὁ Θεός. Ὅμοιον
30δὲ τῷ εἰρημένῳ· Χίλιαι χιλιάδες ἐλειτούργουν αὐ‐ τῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Οὗτοι δέ εἰσι καὶ εὐθηνοῦντες, ἅτε ἀπηλλαγμένοι τῆς ἁμαρτίας. Ὁ ἐν τούτῳ οὖν τῷ ἅρματι ἐποχούμενος τῶν μυριάδων αὐτός ἐστιν ὁ Κύριος, ὁ καὶ ἐν τῷ
35Σινᾷ τῷ ἁγίῳ ὄρει τὸν νόμον δούς. Αὐτὸς δὲ πάλιν ὁ εἰς ὕψος ἀναβὰς, λέγει δὲ τὸ τοῦ σταυροῦ, καὶ αἰχμα‐ λωτεύσας αἰχμαλωσίαν, τουτέστι τὰς αἰχμαλωτισθεί‐ σας ψυχὰς παρὰ τοῦ διαβόλου ἀνταιχμαλωτεύσας. Τοῦτο γὰρ αὐτὸς ἐπηγγέλλετο λέγων· Ὅτ’ ἂν ὑψωθῶ
40ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἔλαβες δόματα ἐν ἀνθρώποις. Καὶ παρὰ τίνος ἔλαβε δόματα ἀνθρώπων ἢ παρὰ τοῦ Πατρὸς τοῦ εἰρηκότος· Αἴτη‐ σαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονο‐ μίαν σου;
45 Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι. Οὗ‐ τοι, φησὶν, οἱ ἄνθρωποι, οὓς ἔλαβες δόματα, πάλαι ἦσαν ἀπειθοῦντες. Ἀλλὰ καὶ τούτοις, φησὶ, κατεσκή‐ νωσας. Ἔστι δὲ δι’ ὑπερβατοῦ ἡ διάνοια. Ἔλαβες δόματα ἐν ἀνθρώποις, ὥστε κατασκηνῶσαι ἐν αὐ‐

27

.

297

(50)

τοῖς, δηλονότι τοῖς διδομένοις. Αὐτοὶ δὲ οὗτοι, φησὶν, οὓς ἔλαβες, πάλαι ἦσαν ἀπειθεῖς. Δῆλον δὲ, ὅτι, ὅτε τῇ κτίσει παρὰ τὸν κτίσαντα ἐλάτρευον.
54Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος
55ἡμέραν καθ’ ἡμέραν. Ἐπὶ μεγάλῳ κατορθώματι ὕμνον ἀναπέμπει τῷ Θεῷ, ὁ χορὸς δὲ δηλονότι τῶν
ἀποστόλων Κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτη‐

27

.

300

ρίων ἡμῶν. Σὺ, φησὶν, ὦ Δέσποτα, ἀνοίξεις θύραν τοῦ λόγου, εἰς τὸ τὴν ὁδὸν τοῦ κηρύγματος κατευοδω‐ θῆναι ἡμῖν. Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῶσαι, καὶ τοῦ Κυ‐
5ρίου Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. Θαρσεῖ σα‐ φῶς, ὡς καὶ μέχρι θανάτου ἐλθόντας διὰ τὸ κήρυγμα ἐξάξει γενναίως. Αὐτοῦ γὰρ εἶναί φησι τὰς ἐξόδους τοῦ θανάτου. Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ·
10αὐτοῦ μὲν τοῦ ἀποστολικοῦ χοροῦ. Ῥυόμενος γὰρ αὐτοὺς ῥύσεται, τῶν ἐχθρῶν δηλονότι συνθραύων τὰς κεφαλάς. Ἐλήφθη δὲ ἡ λέξις ἐξ ὁμοιώσεως τῶν ὄφεων, οἳ, ἐπειδὰν ἀρθῶσι κατὰ τινὸς, τότε ἐπὶ τῇ κεφαλῇ πληττόμενοι ὄλλυνται. Ἔχει δὲ ὁ λόγος ἀναφορὰν καὶ
15εἰς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων λαοῦ. Κορυφὴν τρι‐ χὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. Κορυφὴν μὲν τριχὸς πάλιν τὴν κεφαλήν φησι. Λέγει δὲ, ὡς τούτων συνθλάσει τὰς κεφαλὰς, τῶν ἀμετανόη‐ τα ἁμαρτανόντων.
20 Εἶπεν Κύριος· Ἐκ Βασὰν ἐπιστρέψω. Βασὰν ἑρμηνεύεται πικρία, ἤτοι παραπικρασμός. Λέγει οὖν, ὡς ἐκ τοῦ οἴκου τοῦ παραπικραίνοντος, τουτέστι τοῦ Ἰσραὴλ, ἐπιστρέψω πρὸς ἐμαυτόν. Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. Καὶ τοὺς κατενεχθέντας,
25φησὶν, εἰς τὸν τῶν ἡδονῶν βυθὸν ἐπιστρέψω πρὸς ἐμαυτόν. Ὅπως ὂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι. Πῶς ἐπι‐ στρέψουσι διδάσκει. Πῶς δὲ ἐπιστρέψουσιν ἢ αὐτῶν ἀναιρεθεισῶν δηλονότι τῶν πονηρῶν δυνάμεων; Κατ‐
30ήγαγον γὰρ αὐτῶν τὸ αἷμα εἰς γῆν, κατὰ τὴν Ἡσαΐου φωνὴν, ὡς καὶ τὸν πόδα αὐτοῦ βαφῆναι ἐν αἵματι. Ἱστορικώτερον δὲ τὰ τοιάδε γράφει ὁ λόγος. Ἡ γλῶσ‐ σα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ’ αὐτοῦ. Κύνας μὲν τοὺς τῆς νοητῆς ποίμνης φύλακάς φησι, τοὺς
35ἁγίους κήρυκας· ὧν δὲ καὶ ἡ γλῶσσα μονονουχὶ τοῦ αἵματος τῶν νοητῶν ἐχθρῶν ἀπογεύεται. Λέγει οὖν, ὡς μονονουχὶ θανάτου αἰτία τῶν πονηρῶν δαιμόνων γενήσεται ἡ τῶν ἀποστόλων φωνή. Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεός. Πορείας
40Θεοῦ φησι τὰς ἐν τῇ οἰκονομίᾳ πράξεις γενομένας· οἷον τὴν διὰ Παρθένου ἀπότεξιν, τήν τε τῶν σημείων ἐργασίαν, τήν τε ἀνάβασιν τὴν ἐπὶ τοῦ σταυροῦ, τόν τε θάνατον τὸν γενόμενον οἰκονομικῶς, τήν τε ἐκ νε‐ κρῶν ἀναβίωσιν, καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον. Ταύ‐
45τας τὰς πορείας φανερὰς γεγενῆσθαί φησιν· Αἱ πο‐ ρεῖαι τοῦ Θεοῦ μου, τοῦ βασιλέως μου τοῦ ἐν τῷ ἁγίῳ. Ὅρα, ὡς σαφῶς τοῦτον τὸν τὰς πορείας πεποιη‐ μένον καὶ Θεὸν εἶναί φησι, καὶ βασιλέα ἑαυτοῦ. Καὶ αὐτὸν κηρύττει ὄντα τὸν ἐν τῷ ἁγίῳ, τουτέστιν ἐν

27

.

300

(50)

τῷ ὄρει Σινᾷ, κατὰ τὸ ὀπίσω εἰρημένον· Κύριος ἐν αὐτοῖς, ἐν Σινᾷ, ἐν ἁγίῳ. Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων. Ἄρχοντας μὲν τοὺς ἁγίους ἀποστόλους φησὶ, περὶ ὧν εἴρηται· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ
55πᾶσαν τὴν γῆν· ψάλλοντας δὲ τοὺς τὰς δι’ αἰνέσεως ἀναπέμποντας λογικὰς θυσίας. Λέγει οὖν ὡς οἱ ἄρ‐
χοντες ἔφθασαν, ἤτοι ἤρξαντο πρῶτοι τῆς ἐν πνεύ‐

27

.

301

ματι καὶ ἀληθείᾳ λατρείας, τῆς εὐαγγελικῆς δηλον‐ ότι. Ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. Νεάνιδάς φησι τὰς διὰ τοῦ ἁγίου Πνεύματος ἰσχυρὰς γενομένας τῶν πιστευσάντων ψυχὰς, τὰς κατακτυπούσας τῷ
5εὐαγγελικῷ κηρύγματι τὴν ὑπ’ οὐρανόν. Ὧν ἐν μέσῳ γεγόνασιν οἱ ἅγιοι ἀπόστολοι, δηλονότι τῆς λατρείας ἐξάρχοντες. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. Πηγαὶ μὲν τοῦ Ἰσραὴλ εἶεν ἂν οἱ
10μακάριοι προφῆται, καὶ πρό γε τούτων ὁ νόμος. Λέγει οὖν, ὡς ἄλλοθεν οὐ προσῆκεν ἡμῖν τὸν Θεὸν ἢ ἐκ τού‐ των αὐτῶν ἀρυομένους ὑμνολογεῖν. Τοῦτο δέ φησι διὰ τὰ ἑτερόδοξα τῶν αἱρετικῶν συγγράμματα. Ἐκ γὰρ τῶν νομικῶν καὶ προφητικῶν Γραφῶν ὁ Κύριος
15εὐλογεῖται πρὸς τῶν δυναμένων ἀντλεῖν ἐξ αὐτῶν σωτηρίου πηγὴν οὐσῶν μετ’ εὐφροσύνης ὕδωρ, περὶ οὗ ἔλεγεν ὁ Σωτήρ· Ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δίδωμι αὐτῷ, ἕξει ἐν ἑαυτῷ πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐλεγκτέον δὲ τοὺς
20διαιροῦντας τὴν Παλαιὰν καὶ Νέαν Γραφὴν, ὡς οὐ δύνανται ἐν ἐκκλησίαις εὐλογεῖν τὸν Θεὸν, οὐκ ἔχον‐ τες τὰς τοῦ Ἰσραὴλ πηγὰς, οὐδὲ τὸν Κύριον αὐτῶν· ἅτε καὶ τὴν θεότητα διαιρεῖν τολμῶντες. Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει. Ἐκεῖ, ποῦ,
25ἢ ἐν μέσῳ τῶν ψαλλόντων; Τίς δὲ ὁ Βενιαμὶν ἢ ὁ μα‐ κάριος ἀπόστολος Παῦλος, ὁ ἐκ φυλῆς Βενιαμίν; Τὸ δὲ νεώτερος, διὰ τὸ ὕστερον αὐτῷ τῶν ἀποστόλων ὀφθῆναι τὸν Κύριον. Ἐν ἐκστάσει δὲ διὰ τὰς ὑπερ‐ βολὰς τῶν ἀποκαλύψεών φησι, κατὰ τὸ παρ’ αὐτοῦ
30εἰρημένον. Εἴτε ἐξέστημεν Θεῷ, εἴτε σωφρονοῦ‐ μεν ὑμῖν. Εἰκότως δὲ αὐτοῦ πρώτου τῶν ἄλλων ἐμνη‐ μόνευσεν, ἅτε περισσότερον τῶν ἄλλων κοπιάσαντος. Ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν. Ἄρχοντες Ἰού‐ δα αὐτῶν τῶν ψαλλόντων ἡγεμόνες, φησὶ, καὶ ἄρχον‐
35τες ἐχειροτονήθησαν. Ἔκ τε τῆς Ἰούδα φυλῆς, ἔκ τε τῆς Ζαβουλὼν, ἔκ τε τῆς Νεφθαλείμ. Καὶ ἐκ μὲν Ζα‐ βουλὼν καὶ Νεφθαλεὶμ Πέτρος καὶ Ἀνδρέας καὶ Ἰά‐ κωβος καὶ Ἰωάννης, καθὸ τὸ Εὐαγγέλιον δηλοῖ· ἐκ δὲ Ἰούδα ὁ Λευῒ, ἤτοι Ματθαῖος, καὶ οἱ ἕτεροι τῶν
40ἀποστόλων. Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου. Δύναμιν τοῦ Πατρὸς τὸν Υἱόν φησι, κατὰ τό· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Παρακαλεῖ τοίνυν τὸν Πατέρα ὁ ἀποστολικὸς χορὸς, ἵνα δυναμώσῃ αὐτοῖς,
45ὃ κατήρτισεν αὐτοῖς. Τί δὲ κατήρτισεν αὐτοῖς ἢ τὸ σῶμα; Αἰτοῦσιν οὖν τῆς φθορᾶς ἀπαλλάξαντα τὴν ἀφθαρσίαν ἐνδῦσαι, ὃ καὶ ποιήσει ὁ Κύριος ὅτε κα‐ ταβήσεται ἐξ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι.

27

.

301

(50)

Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ σοι οἴσουσι βασιλεῖς δῶρα. Ναὸν μὲν αὐτοῦ τὴν Ἐκκλησίαν φησὶ, βασιλέας δὲ τοὺς πιστεύσαντας εἰς Χριστὸν λέγει, κατὰ τὸ εἰρημένον αὐτοῖς· Ὑμεῖς δὲ βασί‐ λειον ἱεράτευμα. Φησὶν οὖν, ὡς οἱ κεκλημένοι διὰ
55τῆς πίστεως ἀπὸ τοῦ ἐπιγείου ναοῦ, τουτέστι τῆς Ἐκκλησίας, εἰς τὴν ἄνω Ἱερουσαλὴμ δῶρα αὐτῷ
προσκομίσουσι· δῆλον δὲ, ὅτι νοητά.

27

.

303

Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου. Ἐπει‐ δὴ πολλοὶ οἱ τῇ κατὰ Θεὸν πολιτείᾳ τῶν ἁγίων δυσ‐ μεναίνοντες, καὶ μάλιστα οἱ ἀκάθαρτοι δαίμονες, τούτου χάριν εὔχεται ἐπιτιμηθῆναι αὐτοὺς θηρία
5ὄντας καλάμου. Κάλαμος δὲ τόπος ἐστὶν ἐν τῇ Πα‐ λαιστίνῃ, ὃν διώδευον οἱ ἀνιόντες εἰς Ἱερουσαλήμ. Οὗτος δὲ δὴ ὁ κάλαμος καὶ μεστὸς λεόντων ἐστὶν ἐμφωλευόντων παρὰ τὸ ἕλος· οἳ καὶ ἐπεβούλευον τοῖς ἀνιοῦσιν εἰς Ἱερουσαλήμ. Ὥσπερ οὖν τοῖς ἐν τῇ
10Ἱερουσαλὴμ ἀνιοῦσιν ἐπεβούλευον οἱ λέοντες, οὕτως καὶ τοῖς ἐν τῇ νοητῇ Ἱερουσαλὴμ ἀνιοῦσιν ἐπιβου‐ λεύουσιν οἱ νοητοὶ λέοντες. Ἡ συναγωγὴ τῶν ταύ‐ ρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν. Ἑτέρους ἐναν‐ τίους τῷ κηρύγματί φησι. Τίνες δὲ οὗτοι, ἢ οἱ ἄρ‐
15χοντες τοῦ τῶν Ἰουδαίων δήμου, οἳ καὶ ταῦροι προσ‐ ηγορεύθησαν; δαμάλεων ὠνομασμένων τοῦ λαοῦ. Ὅτι δὲ ταῦροι προσηγορεύθησαν, δῆλον ἐκ τοῦ· Πε‐ ριεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με, οἵτινες καὶ τὸ πλῆθος εἰς τὸν κατὰ
20τῶν κηρύκων ἔγειραν πόλεμον. Τοῦ ἐκκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ. Ἀργύριον μὲν τὰ θεῖα λόγια. Λέγει δέ· Διὰ τοῦτο ἐπιτίμησον τοῖς νοητοῖς καὶ αἰσθητοῖς ἐχθροῖς, ὅπως ἂν μὴ οἱ τοῦ Εὐαγγελίου κήρυκες συγκλεισθῶσι τοῦ μὴ κηρύττειν
25ἔτι. Ἢ καὶ οὕτως· Ἐπιτίμησον, φησὶ, τούτοις τε κἀκείνοις· ὅπως ἂν μὴ ἐκκλεισθῶσι τοῦ κηρύττειν οἱ κήρυκες. Διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. Τὰ νοητὰ δηλονότι· πολέμους δὲ τοὺς κατὰ τῶν ἁγίων.
30 Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προ‐ φθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. Ὡς διασκορπισθέν‐ των καὶ δεθέντων τῶν ἐχθρῶν τῶν νοητῶν, λοιπὸν ἐπὶ τὸ κήρυγμα δραμοῦνται Αἰγύπτιοί τε καὶ Αἰ‐ θίοπες. Σημαίνει δὲ διὰ μὲν τῶν Αἰγυπτίων τοὺς
35ἄγαν εἰδωλολάτρας καὶ ἐναντίους τῇ πολιτείᾳ τοῦ Ἰσραὴλ, διὰ δὲ τῶν Αἰθιόπων τὰ πέρατα τῆς γῆς. Πῶς δὲ προσέδραμεν ἡ Αἰθιοπία εἰς τὸ κήρυγμα, ἔξεστιν ἀπὸ τοῦ εὐνούχου Αἰθίοπος ἰδεῖν. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ. Δηλοῖ,
40ὡς καὶ τὰ ἄλλα ἅπαντα ἔθνη μετὰ τῶν ἰδίων βασι‐ λέων πιστεύσουσιν εἰς Χριστόν. Ψάλατε τῷ Κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ. Ἐπειδὴ τὸ πάθος ἐκήρυξεν ἐν τοῖς ὀπίσω τοῦ Χριστοῦ καὶ τὴν μέχρις ᾅδου κα‐
45τάβασιν, τούτου χάριν καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ κηρύττει ἀναφοίτησιν. Τὸ δὲ, κατ’ ἀνατολὰς, παρα‐ βολικόν ἐστιν. Ὥσπερ γὰρ ὁ ἥλιος ἀπὸ δυσμῶν ἐπ’ ἀνατολὰς ἄνεισι, τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος οἱονεὶ ἀπὸ τῶν τοῦ ᾅδου μυχῶν ἐπέβη τοῦ οὐρανοῦ

27

.

303

(50)

τὸν οὐρανόν. Ἰδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. Φωνὴν δυνάμεώς φησι τὴν ἐγείρουσαν πάντας τοὺς νεκρούς· καθὸ ἐν κελεύσματι αὐτοῦ ἀναστήσονται. Δότε δόξαν τῷ Θεῷ. Οὕτω καὶ Παῦλος· Δοξά‐
55σατε, φησὶ, τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι ὑμῶν· ἅτινά ἐστιν αὐτοῦ. Δίκαιον
γὰρ τὸν εὐεργέτην διὰ πάντων δοξάζειν. Ἐπὶ τὸν

27

.

305

Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐ‐ τοῦ ἐν ταῖς νεφέλαις. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ, εὐλογητὸς ὁ Θεός.
5Ἐπειδὴ τῆς δευτέρας αὐτοῦ παρουσίας μνήμην ὁ λόγος πεποίηται, καθ’ ἣν πάντας ἀναστήσει τοὺς νεκροὺς, τούτου χάριν καὶ τὰς διαφόρως ἀποδοθησομένας τοῖς ἁγίοις τιμὰς ἡμᾶς διδάσκει, καὶ τὰ διάφορα τῶν ἁγίων τάγματα. Καὶ τὰ μὲν τάγματα διά τε τοῦ
10Ἰσραὴλ, διά τε τῶν νεφελῶν, διά τε τῶν ἁγίων, διά τε τοῦ λαοῦ κατασημαίνει· τὰς δὲ τιμὰς διά τε τῆς μεγαλοπρεπείας, διά τε τῆς δυνάμεως, διά τε τοῦ θαύματος, διά τε τοῦ κράτους διαδείκνυσιν. Ἐπὶ πᾶσι δὲ τούτοις εὐλογητὸν τὸν Θεόν φησιν εἶναι. Δῆ‐
15λον γὰρ, ὅτι ἐν ἐκείναις γενόμενοι οἱ ἅγιοι ταῖς μοναῖς, ταῖς ἐπουρανίοις δὲ δηλονότι, ἀδιαλείπτως εὐλογήσουσι τὸν Θεὸν, τὴν τῶν ἄνω πνευμάτων τάξιν μιμούμενοι.
17tΕἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, τῷ
18tΔαυΐδ. ΨΑΛΜΟΣ ΞΗʹ.
19tὙπόθεσις.
20Περιέχει ὁ ψαλμὸς προσευχὴν παρὰ τοῦ Σωτῆρος ἐκ προσώπου τῆς ἀνθρωπότητος προσφερομένην, τάς τε αἰτίας δι’ ἃς αὐτῷ τὸν ἐπὶ τοῦ σταυροῦ προσήνεγκαν θάνατον. Ἔτι τε αὐτὸ τὸ πάθος διηγεῖται σαφῶς, καὶ τὰς μετὰ τὸ πάθος τοῖς
25Ἰουδαίοις συμβησομένας συμφοράς· πρὸς δὲ τού‐ τοις καὶ εἰσαγωγὴν τῆς εὐαγγελικῆς πολιτείας, τῆς τε ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείας τὴν διδασκα‐ λίαν, εἰς ἣν καὶ περιγράφει τὸν ψαλμόν. Ὅτι δὲ πᾶσαν ἣν ηὔξατο ὁ Σωτὴρ προσευχὴν, ἐκ προσώπου
30τῆς ἀνθρώπου φύσεως ηὔξατο, τοῦτο ἐπισημαίνει ἐπὶ τῷ τέλει τοῦ ψαλμοῦ, καί φησιν, Ὅτι ἐξή‐ κουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδη‐ μένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως
35ψυχῆς μου. Ἐπειδὴ τὰς ἁμαρτίας ἡμῶν ἀνέλαβε, περὶ ἡμῶν ὀδυνᾶται· εἰκότως καὶ προσεύχεται ῥυσθῆναι ἐκ τῶν πειρασμῶν, χειμάῤῥου δίκην κυκλω‐ σάντων αὐτοῦ τὴν ψυχήν. Ἐνεπάγην εἰς ὕλην βυθοῦ, καὶ οὐκ ἔστιν ὑπό‐
40στασις. Ταῦτα γὰρ ἡ ἀνθρωπεία φύσις ἐπεπόνθει, κατενεχθεῖσα ὑπὸ τῆς ἁμαρτίας εἰς θάνατον, καὶ εἰς αὐτὸν τὸν τοῦ ᾅδου χῶρον· ὃν καὶ ὕλην βυθοῦ καὶ θαλάσσης βάθος ἐν τοῖς παροῦσιν ὀνομάζει. Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ
45μου. Τίνα ἦν ἃ ἔκραξε, καὶ ἐπὶ τίσιν, ἐν τοῖς ἑξῆς σαφῶς ἐδίδαξεν, εἰπών· Ῥυσθείην ἐκ τῶν μισούν‐ των με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, καὶ, Μή με καταποντισάτω καταιγὶς ὕδατος, καὶ τὰ ἑξῆς ἐπιλεγόμενα. Ηὔχετο γὰρ, ὡς ἔφην, ὑπὲρ τῆς ἀν‐

27

.

305

(50)

θρώπου φύσεως· ὅπως καταργηθῇ τοῦ θανάτου τὸ κράτος, μὴ συγκλείοντος κατ’ αὐτῆς τὸ στόμα τοῦ ᾅδου· διὸ καὶ λέγει· Μηδὲ συσχέτω ἐπ’ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς
55μου οἱ μισοῦντές με δωρεάν. Πολλοὶ γὰρ οἱ τῆς ἀνθρωπείας φύσεως ἐπίβουλοι δαίμονες, οἱ μηδὲν
ἠδικημένοι παρ’ ἡμῶν, καὶ σπεύδοντες ἀνελεῖν.

27

.

308

Ἐκραταιώθησαν οἱ ἐχθροί μου, οἱ ἐκδιώκοντές με ἀδίκως. Δείκνυσιν, ὡς ἀδίκως ἡ κατ’ αὐτοῦ ψῆφος ἐξενήνεκται. Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου. Ἀφρο‐
5σύνην φησὶ τὴν νομισθεῖσαν παρὰ τοῖς ἀνθρώποις μωρίαν, τὴν τοῦ πάθους φημί. Γέγονε γὰρ, κατὰ τὸν ἱερὸν Ἀπόστολον, ὁ τοῦ Κυρίου σταυρὸς Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία. Σὺ οὖν, ὦ Πάτερ, φησὶν, ἔγνως τὴν διὰ τοῦ σταυροῦ οἰκονομίαν. Τοῦτο
10δὲ λέγει, ἐπειδὴ γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβησαν. Ὅμοιον τῷ· Τὸν μὴ γνόντα ἁμαρτίαν ἁμαρτίαν ὑπὲρ ἡμῶν ἐποίησε. Καὶ τοῦτό ἐστι τό· Ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.
15 Μὴ αἰσχυνθείησαν ἐπ’ ἐμὲ οἱ ὑπομένοντές σε, Κύριε, Κύριε τῶν δυνάμεων. Τὸ μὲν, ἐπ’ ἐμὲ, ἀν‐ τὶ τοῦ, δι’ ἐμὲ, ἤτοι διὰ τοῦ ἐμοῦ ὑπὲρ αὐτῶν πάθους· τὸ δὲ, Μὴ αἰσχυνθείησαν, ἀντὶ τοῦ, μηκέτι αἰ‐ σχυνθείησαν, ὡς πάλαι αὐτῶν ᾐσχυνομένων δι’ ἣν
20ὑπέμειναν φθοράν. Ὁ δὲ νοῦς οὗτος· Ἐπειδὴ ἐγὼ, φησὶ, κατεδεξάμην ὑπὲρ αὐτῶν γεύσασθαι θανάτου, ἀναιρεθείη ἡ πάλαι κατ’ αὐτῶν γενομένη διὰ τὸν θάνατον αἰσχύνη. Αἰσχύνη γὰρ ἦν τοῦ κατ’ εἰκόνα Θεοῦ κτισθέντος ἀνθρώπου βασιλεύων ὁ θάνατος. Ση‐
25μαίνει οὖν, ὡς διὰ τῆς αὐτοῦ ἀναστάσεως ἐκ μέσου γενήσεται ὁ θάνατος. Συνῆπται οὖν ἐν ταύτῃ τῇ ἑρμηνείᾳ καὶ ὁ ἕτερος στίχος, ὁ τούτου παρόμοιος· Μηδὲ ἐντραπείησαν ἐπ’ ἐμὲ οἱ ζητοῦντές σε. Καλῶς καὶ ἄνω εἶπε τὸ, ἐπ’ ἐμὲ, καὶ ὧδε. Ἐπειδὴ
30γὰρ αὐτὸς ἦν ὁ προτρέψας, ἡττηθεὶς αἰσχύνην ἔφερε τοῖς πεισθεῖσιν, ὡς ἀπάτῃ καὶ εὐκολίᾳ τὸν κίνδυνον ἑλομένοις. Ὅτι ἕνεκά σου ὑπήνεγκα ὀνειδισμόν. Αἰτῶ, φησὶν, ἐκποδὼν γενέσθαι τὸν θάνατον· ἐπειδὴ καί
35σοι γεγονὼς ὑπήκοος, αὐτὸν ἀναδέδειγμαι. Ἀπηλλο‐ τριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου. Τοῦτό φησι διὰ τὴν γενομένην αὐτῷ ἐπὶ τοῦ πάθους παρὰ πάντων ἐγκατάλειψιν. Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. Ἠρνή‐
40σαντό με, φησὶν, ἐπειδὴ ἤλεγχον ἀσεβεῖς αὐτοὺς γε‐ νομένους περὶ τὸν οἶκον τὸν σόν. Διηγεῖται δὲ τὴν ἱστορίαν σαφῶς ὁ Ἰωάννης· ὅτε ἐξέβαλε μετὰ φραγ‐ γελίου ἐκ τοῦ ἱεροῦ. Καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνει‐ διζόντων σε ἐπέπεσον ἐπ’ ἐμέ. Οὐ μόνον ξένος
45ἐγενήθην, φησὶ, καὶ ἀπηλλοτριωμένος, ἀλλὰ καὶ ὠνειδιζόμην ἐξ ἐκείνων τῶν ἀπὸ πονηρῶν πράξεων ὀνειδιζόντων σε. Δι’ οὐδὲν δὲ ἕτερον τὰ τοιαῦτα ἔπασχον ἢ διὰ τὸν ζῆλον τοῦ οἴκου σου. Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου.

27

.

308

(50)

Ἀλγῶν, φησὶ, διὰ τὴν ἐσομένην αὐτῶν ἀπώλειαν τῶν ψυχῶν, τὸ καὶ τὸ ἐποίουν. Οἱ δὲ ὑπὲρ ὧν τὰ τοιαῦτα ἔδρων, ἐν παντὶ καιρῷ καὶ τόπῳ ἐπὶ στόμα‐ τος ἐμὲ ἔφερον, ἃς ὑπὲρ αὐτῶν ἐποιούμην κακοπα‐ θείας ὀνειδίζοντές με.
55 Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε. Εἰ καὶ πονηρὰ, φησὶν, ἀνταπεδίδοσάν μοι ἀντὶ ἀγαθῶν,
ἀλλ’ οὖν τὰς ὑπὲρ αὐτῶν ἐγὼ οὐ παύομαι ποιούμε‐

27

.

309

νος προσευχάς. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς, καὶ παρὰ τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Καιρὸς εὐδοκίας. Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ
5Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γε‐ νόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγο‐ ράσῃ. Ὁ εἰς τοῦτο ἐλθών φησι· Καιρὸς εὐδοκίας, ὁ Θεός. Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ταῦτα
10ἦν ἃ καὶ προσευχόμενος ὑπὲρ τῆς ἀνθρωπότητος ἔκραζεν, ὡς καὶ λέγειν αὐτόν· Ἐβραγχίασεν ὁ λάρυγξ μου. Τὸ δὲ, ἐβραγχίασε, τὸ ἐκτενὲς τῆς προσευχῆς κατασημαίνει. Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ
15καταπιέτω με βυθός. Ὅρου καὶ κατάρας φρικτῆς προκειμένης, ἵνα κἂν ἄγγελος εὐαγγελίσηται, ἢ δι‐ δάξῃ ἡμᾶς παρ’ ὃ ὁ Παῦλος ἐδίδαξεν, ἀνάθεμα ἔστω. Τίς ἐστιν ὁ ὑπερκεφαλῆσαι Παῦλον, μᾶλλον δὲ τὸν ἐν αὐτῷ λαλοῦντα Χριστὸν δυνάμενος; Οὐκοῦν καὶ
20εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρ‐ τυρεῖ λέγων ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, τουτέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, τουτ‐
25έστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ’ ὧν ἔπαθε τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος, μᾶλλον δὲ ὁ ἐν αὐτῷ λαλῶν Χριστὸς, καὶ τὰ σεσιγημένα καὶ λείποντα τοῖς
30εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων λέγων γενέσθαι τὴν προσευχὴν, τοῦ, Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, οὐκ ἐν ὑποκρίσει, οὐκ ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα· ἀλλ’ ἐξ οἰκείου
35προσώπου ὁ Χριστὸς οἰκονομικῶς ἑκουσίως προσεύ‐ χεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ἱδρώτων καὶ θρόμβου αἵματος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καί‐ περ Υἱὸς Θεοῦ ἀληθῶς ὑπάρχων. Ἀλλὰ καὶ ἐν
40ἀγωνίᾳ γενόμενος προσηύχετο, ὥς φησιν ὁ εὐαγ‐ γελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ προσάγει. Τοῦ οὖν Παύλου, μᾶλλον δὲ πάλιν λέγω τοῦ Χριστοῦ, τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοιαύτην προσευχήν· τίς ἐστιν ὁ παραχαράξαι δυνά‐
45μενος, ἃ αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ ἐμαρτύρησεν; Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου. Ἐπειδὴ ἀποστραφεὶς ἦν ὁ Θεὸς καὶ Πατὴρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν τὴν ἀνθρώπου φύσιν, τούτου χάριν πάλιν αὐτὸν ἐπιστρέψαι πρὸς

27

.

309

(50)

αὐτὴν τὸ πρόσωπον παρακαλεῖ. Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν· ἐκ τοῦ κατασχόντος, δηλονότι τοῦ θανάτου. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ
55τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα. Σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου. Ὅμοιον
τῷ εἰρημένῳ· Ὅτι ἕνεκέν σου ὑπήνεγκα ὀνει‐

27

.

312

δισμόν. Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου. Ἐντεῦθεν ἡμῖν τὸ πάθος διηγεῖται· ὃ σαφῶς καὶ οἱ εὐαγγελισταὶ διηγήσαντο. Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν
5εἰς παγίδα. Ἐντεῦθεν τὰ συμβησόμενα τοῖς Ἰου‐ δαίοις μετὰ τὸ πάθος κατασημαίνει. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Τὰ παραπλήσια ὑπομείνοιεν ὧν πεῖραν παρ‐ εσκεύασάν με λαβεῖν. Οὐαὶ γὰρ πονηρῷ, ὅτι πο‐ νηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται
10αὐτῷ. Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν. Πῶς γὰρ οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμενοι τὸν τῆς δικαιοσύνης ἥλιον; Καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον. Οὐ γὰρ πρόσκαιρος αὐτοῖς, ὥσπερ ἐπὶ Βαβυλωνίων, γέγονεν ἡ αἰχμαλωσία.
15 Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη. Τοῦτό φησι διὰ τὴν πόρθησιν τὴν συμβᾶσαν τῇ Ἱερουσα‐ λήμ. Καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν. Ἐξ αὐτῶν δηλονότι· οὐ γάρ τις τῶν Ἰου‐ δαίων ἔτι τὰς ἐν Ἱερουσαλὴμ κατοικεῖ σκηνάς.
20 Ὅτι ὃν σὺ ἐπάταξας αὐτοὶ κατεδίωξαν. Αἰτίας παράθεσις δι’ ἣν τὰ τοιαῦτα πείσονται. Ὅμοιον δὲ τῷ· Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα. Τοῦτον οὖν, φησὶ, τὸν κατὰ σὴν εὐδοκίαν ἐν παταγμῷ διὰ τὸ πάθος γενόμενον αὐτοὶ οὐ παρα‐
25δεξάμενοι, ἔξω που τῆς ἑαυτῶν σωτηρίας ἀπήλασαν. Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου παρέθηκαν. Τοῦτό φησιν, ἐπειδὴ αὐτὸς μὲν ἐταπείνωσεν ἑαυτὸν, οἱ δὲ καὶ θανάτῳ περιέβαλον. Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν.
30Καὶ τοῦτο λέγει, ἐπειδὴ μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν αὐτὸν ἐσυκοφάντησαν. Καὶ μὴ εἰσελ‐ θέτωσαν ἐν δικαιοσύνῃ σου. Πόῤῥω γενήσονται, φησὶ, τῆς τοῖς δικαίοις ἀποδοθησομένης τρυφῆς. Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων. Εἰ καὶ
35ἐνεγράφησαν, φησὶ, κατὰ τὸ αὐτῶν εἶναι τὰς ἐπαγ‐ γελίας, ἀλλ’ ἐπειδὴ τὰ καὶ τὰ ἐποίησαν, εἰκότως ἐξαλειφθήσονται. Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγὼ, ἡ σωτηρία σου, ὁ Θεὸς, ἀντελάβετό μου, κ.τ.λ. Ἐντεῦθεν ἡ εὐαγγελικὴ
40πολιτεία κηρύττεται, ἧς ἦρξεν ὁ κατὰ Θεὸν πτωχός· ᾧ καὶ εἴρηται· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Εἰσέρχεται δὲ οὗτος ὁ πτωχὸς χορὸς εὐχαριστῶν ἐπὶ τῇ γενομένῃ αὐτῷ σωτηρίᾳ παρὰ τοῦ Μονογενοῦς. Αὐτὸς γάρ ἐστι τὸ πρόσωπον τοῦ Πατρός. Ἐπαγ‐
45γέλλεται δὲ μηκέτι τὰς δι’ αἱμάτων προσφέρειν θυ‐ σίας· τὰς δι’ αἰνέσεως δὲ μᾶλλον καὶ πνευματικῆς ᾠδῆς. Ἰδέτωσαν πτωχοὶ, καὶ εὐφρανθήτωσαν κ.τ.λ. Ταῦτα γνόντες, φησὶν, οἱ τῷ πνεύματι πτωχοὶ, ἀγαλ‐

27

.

312

(50)

λιασθήσονται. Λέγουσι δὲ ταῦτα οἱ ἀπόστολοι διὰ τοὺς δι’ αὐτῶν πιστεύσαντας εἰς Χριστόν. Ὅτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος. Καὶ ποίας εὐχῆς, ἢ ἧς ὑπὲρ αὐτῶν ηὔχετο ὁ Μονογενής; Περὶ τίνος δὲ ηὔχετο, ἢ ῥυσθῆναι αὐτοὺς ἐκ τῶν τοῦ
55θανάτου δεσμῶν; Διό φησι· Καὶ τοὺς πεπεδημένους

27

.

313

αὐτοῦ οὐκ ἐξουδένωσε. Διέῤῥηξε γὰρ πάντων τὰ δεσμὰ, εἰρηκὼς τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσε. Καὶ οὐ
5διέπτυσεν ἡμᾶς ἐν συμφοραῖς ὄντας, καλῶς δὲ αὐ‐ τοὺς πεπεδημένους εἶπε δι’ ὧν ἔπασχον ταῦτα. Αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ. Εἰ χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα‐ νοοῦντι, πολλῷ πλέον χαρήσονται συμπάσης ἐλευθε‐
10ρωθείσης τῆς γῆς. Εἰ δὲ οὐρανὸς ἐπὶ τῇ τῶν ἀν‐ θρώπων χαίρει σωτηρίᾳ, καὶ αἰνεῖ ἐπὶ τούτῳ τὸν Θεόν· πολλῷ μᾶλλον καὶ αὐτοὶ οἱ σωθέντες ἐπὶ τῆς γῆς αἰνέσουσι τὸν σώσαντα· διὸ προσέθηκε· Θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς. Τοῦτό φησιν,
15ἐπειδὴ καὶ ἐν ταῖς νήσοις ἔμελλον τὸ σωτήριον τοῦ Θεοῦ παραδέχεσθαι. Τὸ δὲ, ἐν αὐτοῖς, καὶ ἐν τῇ γῇ καὶ ἐν τῇ θαλάσσῃ. Ὅτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομη‐ θήσονται αἱ πόλεις τῆς Ἰουδαίας. Τίνα φησὶν
20εἶναι τὴν Σιὼν ἢ τὴν ἁγίαν Ἐκκλησίαν, ἧς καὶ αἱ πόλεις ᾠκοδομήθησαν, αἱ διεγηγερμέναι δηλονότι τῶν ἀνθρώπων ψυχαί; Πεσοῦσαι γὰρ ἦσαν ὅτε ἠγνόουν τὸν Θεόν. Αὗται δέ εἰσιν αἱ διὰ τῆς ἐξομολογήσεως ἀνεγερθεῖσαι. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμη‐
25νεύεται. Καὶ κατοικήσουσιν ἐκεῖ, καὶ κληρονομήσουσιν αὐτήν. Οἱ νῦν, φησὶν, αἰχμάλωτοι, τῆς ἐπανόδου τυχόντες, καὶ τὰς οἰκείας οἰκοδομήσουσι πόλεις, καὶ κατοικήσουσιν αὐτάς. Οὐκ αὐτοὶ δὲ μόνοι, ἀλλὰ καὶ
30οἱ τούτων παῖδες καὶ οἱ ἔκγονοι· τοῦτο γὰρ ἐπ‐ ήγαγεν. Καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτὴν, καὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου κατα‐ σκηνώσουσιν ἐν αὐτῇ. Δοῦλοι μὲν αὐτοῦ οἱ ἅγιοι
35ἀπόστολοι, ὡς Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ· σπέρμα δὲ αὐτῶν οἱ δι’ αὐτῶν εἰς Χριστὸν πιστεύ‐ σαντες.
38tΕἰς τέλος, ΨΑΛΜΟΣ τῷ Δαυῒδ, ΞΘʹ.
39tΕἰς ἀνάμνησιν εἰς τὸ σῶσαί με Κύριον.
41tὙπόθεσις.
42Τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου τῆς ἀνθρωπότη‐ τος, ἀξιούσης εἰς τὸ βοηθεῖν αὐτῇ διαναστῆναι τὸν Θεόν. Οὕτω γὰρ συνέβαινεν ἐντραπῆναι μὲν τοὺς
45 ἀντικειμένους αὐτῇ πολεμίους δαίμονας, εὐφραν‐ θῆναι δὲ τοὺς ὅσοι χαίρουσιν ἐπὶ τῇ σωτηρίᾳ αὐτῆς. Ὁ Θεὸς, εἰς τὴν βοήθειάν μου πρόσχες, κ.τ.λ. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν. Διαμάρ‐ τοιεν, φησὶν, οἱ τῆς ἐμῆς σφαγῆς ἐφιέμενοι, καὶ τὴν

27

.

313

(50)

ἐντεῦθεν αἰσχύνην καρπώσαιντο. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ.τ.λ. Καὶ πάλιν κἀνταῦθα ἐν τοῖς παροῦσι στίχοις ἐπαρᾶται μὲν τοῖς αὐτὸν ἐπιβουλεύουσι, καὶ θέλουσιν αὐτὸν κακῶς πα‐ θεῖν· καὶ λέγει πρὸς αὐτούς· Οἱ τοῖς ἐμοῖς κακοῖς
55ἐφηδόμενοι τράποιντο εἰς φυγὴν μετὰ αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν. Ἀποστραφήτωσαν παρ‐ αυτίκα αἰσχυνόμενοι. Οἱ ἐπὶ τῷ γενομένῳ μοι πά‐
λαι πτώματι διὰ τὴν τοῦ θανάτου κατάραν ἐπιχαρέντες

27

.

316

Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης. Ἀντὶ τοῦ, Τῆς τῶν προειρημένων δικαιοσύνης ἐστέρημαι, καὶ πτω‐ χίᾳ συζῶν, τῆς δικαιοσύνης οὐκ ἔχω τὸν πλοῦτον· διὸ τῆς σῆς ἐπικουρίας ἱκετεύω τυχεῖν. Βοηθός μου
5καὶ ῥύστης μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. Τῆς σῆς γὰρ προμηθείας τετύχηκα. Ἐπάκουσον ὅτι τά‐ χιστα, καὶ μὴ ἀναβάλῃ τὴν αἴτησιν.
9tΤῷ Δαυῒδ ΨΑΛΜΟΣ, εἰς τὸ τέλος, τῶν υἱῶν Ἰω‐
10tναδὰβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων.
11tἈνεπίγραφος παρ’ Ἑβραίοις. Οʹ.
12tὙπόθεσις.
13Οἱ υἱοὶ τοῦ Ἰωναδὰβ γεγόνασιν ἄνδρες εὐλαβεῖς τε καὶ δίκαιοι, καὶ τῶν τοῦ πατρὸς ἐντολῶν φύλακες
15ἀκριβεῖς, καὶ οὕτω θεοσεβεῖς καὶ τὸ ἦθος χρηστοὶ, ὡς καὶ μάρτυρα τῆς αὐτῶν ἀρετῆς γενέσθαι Θεὸν τῷ προφήτῃ διαλεγόμενον Ἱερεμίᾳ. Ἐπὶ τούτων δὲ καὶ ἡ πρώτη τῆς Ἱερουσαλὴμ ὑπὸ Χαλδαίων αἰχμαλωσία γεγένηται. Σχοῖεν δ’ ἂν οὗτοι πρόσ‐
20ωπον τοῦ ἀποστολικοῦ χοροῦ, τοῦ καὶ σφόδρα τὰς τοῦ ἐπουρανίου Πατρὸς φυλάξαντος ἐντολὰς, καὶ τοὺς ἐπαίνους εἰληφότος διὰ τῶν πρὸς αὐτοὺς εἰ‐ ρημένων μακαρισμῶν. Ὁμοίως γοῦν καὶ ἐπὶ τού‐ των τῶν ἀποστόλων, φημὶ, ἡ πρώτη τῆς Ἱερου‐
25σαλὴμ αἰχμαλωσία ὑπὸ Ῥωμαίων ἐγένετο. Εἰσ‐ άγονται οὖν οὗτοι οἱ θεοφιλεῖς, τουτέστιν ὁ ἀποστο‐ λικὸς χορὸς, διὰ τοῦ προκειμένου ψαλμοῦ εὐχήν τε καὶ εὐχαριστίαν ὑπὲρ ἑαυτῶν ἀναφέροντες τῷ Θεῷ, ἐφ’ οἷς θλιβομένους αὐτοὺς ἀπό τε τῶν διω‐
30 κόντων διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ἀπό τε τῶν νοητῶν ἐπιβούλων τῆς αὐτῶν ψυχῆς δαιμόνων διέσωσεν· ἔτι τε ὑπισχνούμενοι μόνας τὰς δι’ αἰνέσεως ἀναπέμπειν θυσίας, ἀπηλλαγμένοι δηλονότι τῆς κατὰ νόμον λατρείας. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην
35εἰς τὸν αἰῶνα. Μέγα θάρσος τῆς πεποιθήσεως αὐτῷ προβάλλεται, τὴν ἐπὶ τῷ Θεῷ ἐλπίδα. Ἐν τῇ δι‐ καιοσύνῃ σου ῥῦσαί με. Δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, δι’ οὗ ἐῤῥύσθημεν τῆς κατεχούσης ἡμᾶς ἁμαρ‐ τίας εἰς φθοράν.
40 Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Εἰδὼς ὁ ἀποστολικὸς χορὸς, ὡς αὐτὸς ἐπήγγελται τοῖς εἰς αὐτὸν πιστεύουσιν ἔσεσθαι τεῖχος πυρὸς κυκλόθεν, τὴν τοιαύτην ὑπόσχεσιν ἔργῳ εἰς ἑαυτὸν πληροῦσθαι παρακαλεῖ. Ὅτι στερέωμά μου καὶ καταφυγή
45μου εἶ σύ. Αὐτὸς γάρ ἐστιν ἡ πέτρα, ἐφ’ ἣν οἱ οἰ‐ κοδομηθέντες τὸν θεμέλιον ἔχομεν· καὶ αὐτὸς τὸ τεῖ‐ χος τὸ συνέχον ἡμᾶς, πρὸς τὸ μηδὲν παθεῖν ἐξ ἐπι‐ δρομῆς κακῶν. Ἀπάλλαξόν με, φησὶ, τούτων τῶν κρατούντων, καὶ ὑπὸ τὴν δουλείαν ὥσπερ χειρί τινι

27

.

316

(50)

ἀγόντων ἀνδρῶν, ἁμαρτίας πεπληρωμένων, ἀνόμων τε καὶ ἀδίκων. Ὁ Θεός μου, ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, καὶ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Τοῦ ἁμαρτωλοῦ, τῶν Ἰουδαίων φησιν· αὐτὸς γὰρ
55ἦν ὁ καὶ παράνομος καὶ ἄδικος· παράνομος μὲν, ὅτι τοὺς ἀθώους κατέκρινεν· ἄδικος δὲ, ὅτι οὐδεμίαν εἰς
αὐτοὺς εἶχεν εὔλογον πρόφασιν.

27

.

317

Ὅτι σὺ εἶ ἡ ὑπομονή μου, Κύριε, Κύριε, ἡ ἐλ‐ πίς μου ἐκ νεότητός μου. Ῥῦσαί με, φησὶν, ἐξ αὐτοῦ τοῦ παρανόμου λαοῦ, διότι καὶ διὰ σὲ τὰ τοι‐ αῦτα ὑπομένω καὶ διὰ τὴν εἰς σὲ ἐλπίδα, ἣν ἐδεξάμην
5ἐκ τῆς πρώτης καὶ ἐξ ἀρχῆς μου διὰ σοῦ γεννήσεως, κατὰ τὸ εἰρημένον· Ὅσοι ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός. Δείκνυ‐ σιν, ὡς ὁ Χριστὸς δι’ ὃν τὰ τοιαῦτα ὑπέμενον, αὐτός
10ἐστιν ὁ καὶ ἔτι κυομένους αὐτοὺς ἐν γαστρὶ τῇ δη‐ μιουργικῇ ἑαυτοῦ προνοίᾳ ἐξαγαγὼν εἰς φῶς. Ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. Ἐπει‐ δὴ, φησὶ, σὺ αὐτὸς ὁ Κύριος, καὶ ἐν τῇ κοιλίᾳ τῆς μητρός μου ἔτι ὄντα ἔσκεπες τῇ θείᾳ σου δυνάμει,
15καὶ ἐῤῥύσω ἐκ τοῦ παρανομοῦντος λαοῦ· τούτου χά‐ ριν καὶ αὐτὸς ἐγὼ, ἅτε τῆς οὕτω συνεχοῦς ᾐσθημένος εὐεργεσίας, οὐ παύομαι τοὺς εἰς σὲ ὕμνους ἀναπέμ‐ πων διηνεκῶς. Ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. Σὲ ὑμνῶν
20καὶ δοξάζων διατελῶ, καὶ διὰ τῆς σῆς προνοίας ἐγε‐ νόμην περίβλεπτος. Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολ‐ λοῖς. Τέρας μὲν τὸ παράδοξον καὶ μέγα τι φησίν· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ ἤρθην ὑψοῦ, φησὶ, καὶ μέγας τις καὶ ἐξαίρετος ἐν τοῖς πολλοῖς τεθάρση‐
25μαι ἔθνεσιν· ἀλλ’ οὐκ οἰκείᾳ δυνάμει τὸ τοιοῦτον ἔσχον ἀγαθόν. Σὺ γὰρ ἦς αὐτὸς ὁ κράτιστόν με καὶ γενναῖον διὰ τῆς σαυτοῦ βοηθείας ποιῶν.
29Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως
30ὑμνήσω τὴν δόξαν σου. Ἐπειδὴ τῶν τοιούτων ὑπαρχθεισῶν μοι εὐεργεσιῶν, ἄνθρωπος ὢν, οὐ δύνα‐ μαι τὰς ἀξίας ἀποδοῦναι ἀμοιβάς· τούτου χάριν ἐκ τῆς σῆς σοφίας αἰνέσεώς μου τὸ στόμα πληρωθῆναι ἀξιῶ· οὕτω γὰρ καὶ μόλις τὴν σὴν δόξαν ὑμνῆσαι
35δυνήσομαι. Ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. Ἐπειδὰν, πληρωθέντος μου τοῦ στόματος αἰνέ‐ σεως, φησὶ, τὴν σὴν δόξαν ἄρξωμαι ὑμνεῖν, ὑμνήσω καὶ διὰ πάσης ἡμέρας τὴν μεγαλοπρέπειάν σου. Δό‐ ξαν δὲ ἣν ἐπὶ γῆς ἐποιήσατο οἰκονομίαν φησὶ, δι’ ἧς
40ἐπλήρωσε τὴν γῆν τῆς δόξης αὐτοῦ. Μεγαλοπρέπειαν δὲ τὴν θεότητα λέγει, δι’ ἧς πάντα ἐκεῖνα ἀνομαλῶς εἰργάσατο. [Πληρωθήτω τὸ στόμα μου αἰνέσεως. Δυνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλο‐
45γεῖν, καὶ διαπαντὸς σωφρονεῖν· πῶς δὲ δυνατὸν δια‐ παντὸς ἐλπίζειν; Ὁ γὰρ ἐλπίζων διαπαντὸς, οὐδέ‐ ποτε τυγχάνει τοῦ πράγματος ἐκείνου, οὗ ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ, διαπαντὸς, οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς

27

.

317

(50)

τῆς αἰσθητῆς· ἕτερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλήψεται, ἵνα ᾖ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς ἁγίας Τριάδος.] Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρως. Γῆρας ἐν‐ ταῦθα τὴν ἀσθένειάν φησι. Λέγει οὖν, ὅτι Μὴ γένοιτο,
55ὦ Δέσποτα, καιρὸς καθ’ ὃν ἀσθενὴς ὢν ἐπιδειχθείην! Εὔχεται οὖν μηδέποτε τῆς εἰς Χριστὸν ἐλπίδος ἐκπε‐
σεῖν. Αὐτὸς γάρ ἐστιν ἡ ἰσχὺς ἡμῶν. Ἐν τῷ ἐκλεί‐

27

.

320

πειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. Εἰ καὶ συνέβη ἄνθρωπον ὄντα, φησὶ, ποτὲ ἁμαρτεῖν, μὴ διὰ τὴν ἁμαρτίαν ἐγκαταλίπῃς με, Κύριε· ἀλλὰ ἀνακά‐ λεσαι πάλιν ὡς φιλάνθρωπος.
5 Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Τὸ, Ὅτι εἶπον, ἀντὶ τοῦ· Μήποτε εἴποιεν οἱ ἐχθροί μου, Ἐπιθώμεθα αὐτῷ· ἔσται γὰρ ἡμῖν εἰς προνομὴν, μὴ ἐπικουροῦν‐ τος Θεοῦ. Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ’ ἐμοῦ. Ἐπειδὴ
10τοίνυν ἐκεῖνοι ταῦτά φασι, μὴ ἐπιμήκιστον ὑπερθῇς τὴν βοήθειαν. Ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλ‐ λοντες τὴν ψυχήν μου. Ἐπειδὰν, ἐκείνων ἐπιτιθε‐
15μένων, φησὶ, διὰ τὸ δόξαι με ἐγκαταλειφθῆναι παρὰ σοῦ, εἰ βοηθήσῃς αὐτὸς, αὐτοὶ εἰς αἰσχύνην ἀποστρα‐ φήσονται, ἅτε ματαίας εὑρόντες, ἃς κατὰ τῆς ψυχῆς μου ἐποιήσαντο διαβολάς. Τίνες δὲ αἱ διαβολαὶ ἢ αἱ λέγουσαι· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν;
20 Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σέ. Οὐ παύονται γὰρ διὰ τῶν ἰδίων συγγραμμάτων ὁμολογοῦντες τὴν ἐλπίδα τὴν εἰς Χριστόν. Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. Διὰ τῆς ὑμνολογίας τῶν δι’ αὐτῶν σωζομένων.
25 Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου. Ἐπὶ στόματος ἀεὶ, φησὶν, ὦ Δέσποτα, τὴν σὴν φέ‐ ρειν δικαιοσύνην οὐ παύομαι. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ. Ἐγεννήθη γὰρ ἡμῖν δι‐ καιοσύνη ἀπὸ Θεοῦ κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὅλην
30τὴν ἡμέραν τὴν σωτηρίαν σου. Διαπαντὸς μνη‐ σθήσομαι, φησὶ, τῆς οἰκονομίας δι’ ἧς ἡμῖν τὴν σω‐ τηρίαν ἐχαρίσω. Ὅτι οὐκ ἔγνων γραμματείας. Γραμματείας ἢ τοὺς ματαίους καὶ πολυπλόκους τοῦ βίου περισπασμούς φησιν, ἢ τὰς διὰ τοῦ νόμου κε‐
35κελευσμένας πολυτρόπους προσάγεσθαι θυσίας. Ἐπει‐ δὴ ταύτας συμπάσας, φησὶν, ἐπεβαλόμην, εἰς τὰς ἄνω εἰσελεύσομαι μονὰς, εἰς τοῦτο δύναμίν μοι τοῦ Κυρίου παρέχοντος. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι·
40τί ἡμῖν ἔσται; Ὅτε καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὴν ὑπόσχεσιν διὰ ταῦτα ἐδέχοντο. Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου. Τῇ σῇ δυ‐ νάμει καὶ βοηθείᾳ τεύξομαι τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριε, μνησθήσομαι τῆς δι‐
45καιοσύνης σου μόνου. Πάντα τὰ εἰρημένα ἀφεὶς, φησὶ, μόνης μνημονεύσω τῆς δικαιοσύνης, δι’ ἧς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσας. Ὁ Θεός μου, ἃ ἐδίδαξάς μοι ἐκ νεότητός μου. Ἀπὸ γὰρ πρώτης, ὡς εἰπεῖν, ἡμέρας, ἧς αὐτοὺς ἐξ‐

27

.

320

(50)

ελέξατο, παρέδωκεν αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμά‐ σιά σου. Οὐκ ἀμνήμων, φησὶν, ὧν ἐδιδάχθην γεγέ‐ νημαι· ἀλλ’ ἅπερ αὐτὸς ἔμαθον, ταῦτα καὶ τοῖς ἄλ‐ λοις ἀπήγγειλα.
55 Καὶ ἕως γήρως καὶ πρεσβείου. Ἐπειδὴ αὐτὸς ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὑπέσχετο λέ‐
γων αὐτοῖς· Ἰδοὺ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέ‐

27

.

321

ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τούτου χάριν αἰτεῖ ταύτην αὐτῷ πληρωθῆναι τὴν ὑπόσχεσιν. Ὁ Θεός μου, μὴ ἐγκαταλείπῃς με, ἕως ἂν ἀπαγγεί‐ λω τὸν βραχίονά σου. Ἐὰν μὴ ἐγκαταλείπῃς με,
5φησὶ, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὦ Δέσποτα, τότε γε‐ νήσεται δυνατὸν τὸν σὸν ἀπαγγεῖλαι βραχίονα τῇ ἐξ ἐθνῶν ἐσομένῃ πιστῇ γενεᾷ. Τίς δὲ ὁ βραχίων ἐπι‐ φέρει λέγων· Τὴν δυναστείαν σου καὶ τὴν δικαιο‐ σύνην σου. Καὶ δυναστείαν μὲν, διὰ τὸ δῆσαι τὸν
10ἰσχυρόν φησι, καὶ διαρπάσαι τὰ σκεύη αὐτοῦ· δικαιο‐ σύνην δὲ, ὅτι ἀδίκως ἡμᾶς αἰχμαλωσίᾳ κατεχομένους λελύτρωται. Ὁ Θεὸς ἕως τῶν ὑψίστων. Ἀπαγγελῶ, φησὶν, ὅτι οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐ‐ ρανοῖς διὰ τοῦ ἰδίου ἐλυτρώσω αἵματος. Ὅμοιον δὲ
15τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Ὁ Θεὸς, τίς ὅμοιός σοι; Εὐχαριστεῖ ἐφ’ οἷς, καίτοι πάλαι διὰ τὴν ἁμαρτίαν δικαίως καταδεδικασμένος θανάτῳ, οὐκ ἐναπέμεινεν τῷ θανάτῳ· ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀπολέλυ‐
20ται διὰ Χριστοῦ τῆς φθορᾶς. Ὅσας ἔδειξάς μοι θλίψεις πολλάς; Οἵων γάρ με καὶ ὅσων πεῖραν λαβεῖν ἐποίησας κακῶν; Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με. Ἐπλεόνασας ἐπ’ ἐμὲ τὴν
25μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ὁ διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς με‐ τὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάνοιαν δεκτὴν ὑπάρχειν τῷ, ὡς εἴρηται, πλεονάσαντι ἐφ’ ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητά τε καὶ δικαιοσύνην. Διὸ
30πρότερον μὲν τὸ, ἐζωοποίησάς με, ὡς ἐπὶ ἀναγεν‐ νήσεως εἴρηται· δεύτερον δὲ τὸ, παρεκάλεσας, ὡς ἐπὶ καταπονουμένου τῇ τῶν ἁμαρτημάτων ἀθυμίᾳ. Ἔστι μέντοι καὶ ἐπὶ τῆς ἐξ Αἰγύπτου μὲν λυτρώσεως τὰ πρότερα μὲν ἐκδέξασθαι, ἐπὶ τῆς τοῦ Κυρίου δὲ
35παρουσίας τὰ δεύτερα νοῆσαι, ὅτε καὶ ἡ παντελὴς ἡμῖν γέγονε παράκλησις. Οἱ γὰρ ἐξ Αἰγύπτου ἐξελη‐ λυθότες, εἰ καὶ ἐῤῥύσθησαν τοῦ προσκαίρου θανάτου, ἀλλ’ ὑπέπιπτον τῷ αἰωνίῳ, ὡς μηδέπω τῆς ἀναστά‐ σεως δεδωρημένης.
40 Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Οὕτω, φησὶν, ἐμαυτὸν παρασκευάσω διὰ τῆς ἐξομολογήσεως ἐπι‐ τήδειον γενηθῆναι πρὸς τὸ σκεῦος ὑμνολογίας κληθῆ‐ ναι. Εἰ δὲ σκεῦος κληθῆναι ἐκλογῆς λέλεκται, δηλον‐
45ότι καὶ σκεῦος ὑμνολογίας. Ψαλῶ σοι ἐν κιθάρᾳ. Τῇ τῆς ψυχῆς ἁρμονίᾳ φησίν· Ὅταν γὰρ μηδὲν ἐναν‐ τίον ἑαυτῇ μήτε κατὰ τὸν βίον μήτε περὶ τὰ δόγματα ποιῇ ἢ πάσχῃ ἡ ψυχὴ, τότε δὴ τότε νοητὴ κιθάρα κληθείη δικαίως.

27

.

321

(50)

Ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψαλῶ σοι. Τοῦτο πρὸς ἀντιδιαστολὴν τοῦ νόμου λέλεκται· ὅτι ἐκεῖνα μὲν τὰ ἐπιτάγματα ἦν φορτικὰ, ὡς δυσκατόρ‐ θωτα, ταῦτα δὲ χρηστά τε καὶ ἐλαφρὰ, ὡς καὶ ἡδο‐ νῆς ἀποπληροῦντα τοὺς ἀξιωθέντας αὐτῶν. Καὶ ἡ
55ψυχή μου ἣν ἐλυτρώσω, τῆς ἁμαρτίας τῆς φθο‐
ρᾶς, τῆς δουλείας τοῦ Σατανᾶ, τοῦ θανάτου αὐτοῦ.

27

.

324

Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶ‐ σι, καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ὅταν ἐκ μέσου γένωνται, φησὶν, οἱ νοητοί μου
5ἐχθροὶ, καὶ τὴν ἄβυσσον οἰκοῦντες περιβάλωνται αἰ‐ σχύνην· τότε δὴ, ὡς μηδενὸς ἔτι παρεμποδίζοντος, ἀκαταλήκτοις ὕμνοις αἰνέσω σε, Δέσποτα.
8tΕἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυῒδ εἰς Σαλομῶνα.
9tΟΑʹ.
10tὙπόθεσις.
11Παρουσία Χριστοῦ διὰ τῶν παρόντων κατασημαίνε‐ ται, καὶ κλῆσις ἐθνῶν. Εἰς Σαλομὼν δὲ ἐπιγέγρα‐ πται ὁ ψαλμός. Οὗτος γάρ ἐστιν ἀληθὴς Σαλομὼν ὁ εἰρηναῖος, διότι καὶ πεποίηκεν ἓν ἀμφότερα, καὶ
15 τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔλυσεν. Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δός. Κέκριταί σοι, φησὶν, ὦ Πάτερ, τὸν μονογενῆ σου Υἱὸν ἐπιλάμ‐ ψαι τοῖς ἐπὶ γῆς. Τοῦτο οὖν, φησὶ, τὸ πάλαι κριθὲν, εἰς πέρας ἀγέσθω. Καὶ τὴν δικαιοσύνην τῷ υἱῷ
20τοῦ βασιλέως. Αὐτὸς ὢν ἡ δικαιοσύνη τοῦ Πατρὸς, δικαιοσύνην λέγεται εἰληφέναι διὰ τὸ ἀνθρώπινον. Αὐτὸς δέ ἐστιν ὁ Χριστὸς καὶ ὁ βασιλεὺς, καὶ ὁ υἱὸς τοῦ βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύ‐ νῃ. Αὕτη τῆς ἐνανθρωπήσεως ἡ αἰτία τὸ κρῖναι τὴν
25καθ’ ἡμῶν πλεονεξίαν τοῦ Σατανᾶ· διὸ καὶ μέλλων σταυροῦσθαι ἔφασκε· Νῦν ἡ κρίσις ἐστὶ τοῦ κό‐ σμου τούτου· ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκ‐ βληθήσεται ἔξω. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ
30βουνοὶ δικαιοσύνην. Ὄρη καὶ βουνοὺς ἐνταῦθα τὰς εὐαγγελικὰς δυνάμεις φησὶ, τὰς πάλαι μὲν, διὰ τὴν κεχυμένην ἀσέβειαν, μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους ἀναλαμβάνειν κε‐ λευομένας.
35 Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. Πένητας τῶν ἐξ εἰδωλολατρῶν πατέρων φησὶ τῶν πτωχευόντων ἀπὸ παντὸς καλοῦ, καὶ καθόλου πάντων ἀνθρώπων τὸ γέ‐ νος. Πάντες γὰρ ἐκκεκλίκασι κατὰ τὴν τοῦ ψαλμοῦ φωνήν. Καὶ ταπεινώσει συκοφάντην. Τὸν διάβολόν
40φησιν. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. Εἰς αἰῶνας, φησὶν, ἡ βασιλεία αὐτοῦ ἐκταθήσεται. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Οὗτος, φησὶν, ὁ βασιλεύσας ἐν τῇ παρουσίᾳ τῶν ἐπὶ τῆς γῆς, αὐτός ἐστιν ὁ καὶ πρὸ αἰώνων τῶν ὅλων δημιουργός. Καταβήσεται ὡς
45ὑετὸς ἐπὶ πόκον. Ἀψοφητὶ, φησί· τοῦτο δὲ εἶπε διὰ τὴν λαθραίαν αὐτοῦ παρουσίαν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη. Κατὰ γὰρ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ ἅπας πό‐ λεμος ἀνῄρηται [Ambros. ἀνῄρητο] τῶν ἐθνῶν. Καὶ

27

.

324

(50)

πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνην. Τοσοῦτον ἔσται, φησὶ, τῆς εἰρήνης τὸ πλῆθος ὃ γενή‐ σεται ἐν τῇ αὐτοῦ παρουσίᾳ, ὡς καὶ εἰς τοὺς μέλλον‐ τας ἐκταθῆναι χρόνους, καθ’ οὓς ὁ ἥλιος σκοτισθή‐ σεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.
55 Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσ‐ σης. Τοῦτό φησι διὰ τὸ πάντα τὰ ἔθνη παραδέξασθαι
τὴν εἰς αὐτὸν πίστιν· ἀντὶ τοῦ, Πάντων κρατήσει τῶν

27

.

325

τερμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα καὶ ἄπλετα πελάγη, ἅτινά τινες Ἀτλαντικὰ καλοῦσιν, Ὠκεανὸν, ἑσπέριον καὶ ἑῷον· εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυ‐
5κλούσαις θαλάσσαις ἐδήλωσε· καὶ τοῦτο σαφέστερον ὁ μετὰ τούτων ἐποίησε στίχος. Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Σφόδρα ὑπο‐ ταγήσονται οἱ πολέμιοι, ὡς μὴ ὁρᾶσθαι μάχην πρὸς αὐτὸν, ἐκ μεταφορᾶς τῶν ἐπὶ γῆς πιπτόντων καὶ τὴν
10ὑποταγὴν σημαινόντων. Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. Ἀπ’ ἄκρων, φησὶ, περάτων τῆς οἰκουμένης ἕως ἄκρων προσκυ‐ νήσουσιν αὐτῷ τά τε ἔθνη καὶ οἱ βασιλεῖς, εὐχαρι‐ στοῦντες ἐφ’ οἷς τῆς καταδυναστείας αὐτοὺς ἐλυτρώ‐
15σατο τοῦ Σατανᾶ. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώ‐ σεται τὰς ψυχὰς αὐτῶν. Ἐξαλείφων τὸ κατ’ αὐτῶν χειρόγραφον καὶ χαριζόμενος καὶ τῷ τὰ πεντακόσια καὶ τῷ τὰ πεντήκοντα ὀφείλοντι. Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ. Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι
20καὶ ἔνδοξος. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυ‐ σίου τῆς Ἀραβίας. Ταῦτά φησι διὰ τὸν ἀποστείλαντα Ἡρώδην ἀνελεῖν τὰ βρέφη. Λέγει οὖν, ὡς οὐ συμ‐ περιληφθήσεται τοῖς ἀναιρουμένοις παιδίοις. Τὸ δὲ,
25Καὶ δοθήσεται αὐτῷ χρυσίον Ἀραβικὸν, δηλοῖ σα‐ φῶς ἃ προσήνεγκαν οἱ μάγοι δῶρα. Καὶ προσεύ‐ ξονται περὶ αὐτοῦ διαπαντός. Αὐτὸν ὀνομάζοντες ἐν προσευχαῖς, καὶ δι’ αὐτοῦ δοῦναι τὸν Πατέρα αὐ‐ τοῖς ἀξιοῦντες τῶν ἀγαθῶν τὴν δόσιν.
30 Ἔσται στήριγμα ἐν τῇ γῇ. Τῆς Ἐκκλησίας, φη‐ σὶ, καὶ τῆς οἰκουμένης. Ἐπ’ ἄκρων τῶν ὀρέων, τῶν ἀποστόλων καὶ προφητῶν. Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. Λίβανος μὲν ἡ Ἱερουσα‐ λήμ· καρπὸς δὲ αὐτοῦ ὁ εὐαγγελικὸς λόγος. Λέγει
35οὖν, ὡς ὑπὲρ τὴν κατὰ νόμον λατρείαν ἔσται τὸ κή‐ ρυγμα τὸ εὐαγγελικόν. Καὶ ἐξανθήσουσιν ἐκ πό‐ λεως ὡσεὶ χόρτος τῆς γῆς. Πόλιν τὴν Ἐκκλησίαν σημαίνει, περὶ ἧς γέγραπται· Δεδοξασμένα ἐλαλή‐ θη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
40 Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Δείκνυ‐ σιν, ὡς οὗτος ὁ μὴ ἀποκτανθεὶς μετὰ τῶν βρεφῶν ἐστιν ὁ πρὸ καταβολῆς κόσμου ὑπάρχων μετὰ τοῦ Πατρός. Εὐλογητὸς ὁ Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν
45θαυμάσια μόνος. Διεξελθὼν πάντα ἃ κατορθώσει ἐν τῇ οἰκονομίᾳ τοῖς ἐπὶ τῆς γῆς, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς αὐτὸς εἴη ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνη‐ θεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια. Ποῖα δὲ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυναστείαν τοῦ Σατανᾶ, καὶ

27

.

325

(50)

ἐξελέσθαι τοὺς ἐπιβουλευομένους τῆς τῶν δαιμόνων τυραννίδος; Σκόπει δὲ, ὡς οὐχ ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς τοῦ Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ· οὔτε τό· Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ· οὔτε τό· Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· οὐδὲ
55τό· Πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν
Χριστὸν λέλεκται.

27

.

328

Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης. Διὸ προσ‐ ήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ καὶ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτή‐ ριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα.
5tἘξέλιπον οἱ ὕμνοι Δαυῒδ τοῦ υἱοῦ Ἰεσσαί.
6tΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΒʹ.
7tὙπόθεσις.
8Ἐν τούτῳ τῷ ψαλμῷ τὴν ἀνωμαλίαν τῶν ἀνθρώπων ἣν ἔχουσι περὶ τὰ τοῦ Θεοῦ κρίματα ἐξηγεῖται. Αὐ‐
10τὰ μὲν γάρ ἐστι βαθέα τε καὶ ἀνεξερεύνητα, καὶ ἀκαταληψίας γέμοντα πολλῆς· οἱ δὲ τοὺς λόγους τῆς ἐν ἑκάστῳ γιγνομένης οἰκονομίας ἀγνο‐ οῦντες εἰς ἀμηχάνους ἐκπίπτουσι λογισμούς. Διὸ δὴ, πρότερον αὐτοὺς προθεὶς ἡμῖν τοὺς λογισμοὺς,
15οὗτοι δὲ ἦσαν οἱ διὰ τὴν εὐπραγίαν τῶν ἀσεβῶν ἀνθρώπων ἐπισυμβαίνοντες· Ἰδοὺ γὰρ ἁμαρτω‐ λοὶ, φησὶ, καὶ εὐθηνοῦντες, διδάσκει μετὰ τοῦτο καὶ ποῖον αὐτῶν τῶν ἀσεβῶν ἔσται τὸ τέλος· ὅπως ἂν, τὰ τοιαῦτα γνόντες σαφῶς, μὴ ἀπορῶμεν ἐν
20 ταῖς ἀνωμαλίαις τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Μέλλων διηγεῖσθαι τὴν τῶν ἐν ἀσεβείᾳ δι‐ αγόντων ἀνθρώπων γινομένην εὐημερίαν, καὶ τὴν μετὰ ταῦτα αὐτοῖς ἀποκειμένην κόλασιν πικρὰν, προτάτ‐
25τει τὸ τοῖς εὐθέσιν ἀγαθὸν εἶναι τὸν Θεόν· ὅπως ἂν γνοῖεν οἱ τὴν εὐσεβῆ αἱρούμενοι μερίδα, ὡς μόνοις τοῖς εὐθέσι τῇ καρδίᾳ ἔσται ἀγαθὸς ὁ Θεός· οὐ μὴν ἔτι καὶ τοῖς φαυλότατα ἁμαρτάνουσιν. Ὥστε, εἰ καὶ δοκοῦσιν εὐημερεῖν, φησὶ, ταραττέσθω μηδεὶς, τὸ
30μικρὸν ὕστερον αὐτοὺς ἐκδεξόμενον κολαστήριον ἐν‐ νοῶν. [Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Διηγεῖται τοιοῦτον τοὺς εὐσεβεῖς ὑπομένειν τὸν θάνα‐ τον, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βού‐
35λοιτο τοιούτου θανάτου τυχεῖν.] Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρ‐ τωλῶν ὁρῶν, κ.τ.λ. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται. Ταῦτα δέ ἐστι, τὸ πρῶτον μὲν ἐν εἰρήνῃ αὐτοὺς βαθείᾳ διατελεῖν· ἔπειτα διαπαντὸς
40εὐημερεῖν τοῦ βίου, ὡς καὶ μέχρι θανάτου τὴν εὐ‐ ημερίαν συνεκτείνεσθαι, καὶ τοιοῦτον τοὺς ἀσεβεῖς ὑπομένειν αὐτὸν, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοῦ τοιούτου θανάτου τυχεῖν· πρὸς δὲ τοῦτο καὶ εἰ ἄρα συνέβη ἐπὶ τῇ ἁμαρτίᾳ αὐτῶν
45μάστιξ ἐπιστρεπτικὴ, ταύτην μὴ εἶναι χαλεπὴν, ἀλλ’ ἐλαφράν τε καὶ εὐπαρακόμιστον· ἐφ’ ἅπασι δὲ τού‐ τοις τὸ μὴ τῶν ἀνθρωπίνων συναπολαύειν κόπων, μηδὲ δέεσθαι τῆς καθ’ ἡμέραν ἐργασίας εἰς διατρο‐ φὴν ἀναγκαίων τροφῶν. Οὗτος γὰρ αὐτῶν ὁ διὰ χει‐

27

.

328

(50)

ρῶν κόπος οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδο‐ ται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, εἰς τέλος. Ἐπειδὴ πάντων μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, κακοῦ δὲ οὐδενὸς, τούτου χάριν περισσῶς ἐπετήδευ‐
55σαν τὴν ὑπερηφανίαν· ἥτις καὶ ἀδίκους καὶ ἀσεβεῖς
αὐτοὺς ἀπετέλεσε, καὶ ἐπὶ τοσοῦτον, ὡς καὶ τὰς ἀσεβείας αὐτῶν παχεῖς εἶναι καὶ οἱονεὶ εὐτραφεῖς.

27

.

329

Διήλθοσαν εἰς διάθεσιν καρδίας. Ἡ παράνομος εὐημερία, φησὶν, ἕξιν αὐτοῖς πονηρὰν εἰργάσατο περὶ τὴν ψυχήν. Καὶ πόθεν δῆλον ἢ ἐκ τοῦ διανοεῖσθαι αὐ‐ τοὺς καὶ λαλεῖν πονηρίαν;
5 Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἐπίτασιν τῆς πονηρίας αὐτῶν σημαίνει, ὡς λοιπὸν καὶ εἰς αὐτὸν τὸν Θεὸν ἀναφέρειν τὴν βλασφημίαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Βλάσφημα, φησὶ, προ‐ έφερον κατὰ τοῦ Θεοῦ ῥήματα, καὶ ταῦτα ταπεινοὶ
10ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ γῆς ἔχοντες. Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου. Διὰ τοῦτο μέν‐ τοι ἐπαρθέντας αὐτοὺς καταβληθῆναι. Ὁ δὲ νοῦς οὕτως· Ὠφέλειά τις, φησὶ, καὶ ἐπιστροφὴ τῷ ἐμῷ λαῷ γενήσεται, ἡ τούτων τιμωρία. Ἑωρακότες γὰρ
15οἶον τοὺς ἀσεβεῖς διαδέξεται τέλος, οὐκ ἄν ποτε εἰς τοῦτο ἔλθοιεν, ἐφορᾷν τὰ ἀνθρώπινα σαφῶς ἐγνωκό‐ τες Θεόν. Καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐ‐ τοῖς. Ὅταν, φησὶ, τὴν τοιαύτην κτήσωνται γνώμην, τότε δὴ τότε τῆς ζωῆς αὐτῶν τὸν χρόνον καλῶς ἀνα‐
20πληρώσουσι, κατὰ τὸ εἰρημένον ὅτι· Ἐκοιμήθη πλήρης ἡμερῶν· τουτέστι πλήρεις αἱ ἡμέραι αὐτῶν παντὸς γεγόνασιν ἀγαθοῦ. Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός; Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς ἀσεβεῖς ὠφεληθή‐
25σεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν, καὶ ἀμηχανεῖν καὶ λέγειν· Εἰ ἆρα ἐφορᾷ τὰ ἀνθρώπινα ὁ Θεός; Τὸ γὰρ, Πῶς ἔγνω, ἀντὶ τοῦ, Πῶς γινώσκειν τὰ καθ’ ἡμᾶς καὶ διοικεῖν λέγεται,
30καὶ πῶς γνῶσιν ἔχει τῶν ἡμετέρων;
32 Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Τὸ αἴτιον τοῦ σκανδάλου τῶν ὁρώντων εὐθηνουμένους τοὺς ἀσεβεῖς παρατί‐
35θεται. Τοῦτο δέ ἐστι τὸ διαιωνίζειν αὐτοὺς κατὰ τὸν παρόντα βίον τῇ εὐημερίᾳ. Καὶ εἶπα· ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. Κἀγὼ, φησὶ, ταῦτα ὁρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, κατ’ ἐμαυτὸν ἐν‐ νοῶν, μήπως ἄρα ὁ ὑπὲρ ἀρετῆς πόνος ἔσται μοι
40μάταιος. Ἦν δὲ ὁ πόνος τὸ δικαιοσύνην ἀσκεῖν, καὶ τὸ καθαρεύειν ἀδίκου πράξεως, καὶ τὸ ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἑαυτὸν μαστίζειν τῇ ἐξομο‐ λογήσει, καὶ εἰς τοῦτο ὥσπερ ἐκ κοίτης διανίστασθαι εἰς τὸ ὑπὲρ τῶν ἁμαρτημάτων κακοῦν ἑαυτόν.
45 Εἰ ἔλεγον· Διηγήσομαι οὕτως· ἰδοὺ τῇ γενεᾷ υἱῶν σου ἠσυνθέτηκα. Ταῦτα, φησὶν, ἐνενόουν κατ’ ἐμαυτὸν, ὡς, εἰ τούτους τοὺς ὑπεισελθόντας μοι λογισμοὺς ἑτέροις ἐπαγγείλω (οὗτοι δὲ ἦσαν τό· Ἆρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου), παντὸς

27

.

329

(50)

σκανδάλου αὐτοῖς γενοίμην αἴτιος. Τοῦτο δὲ ποιῶν παρέβαινον τῶν σῶν υἱῶν τὰς συνθήκας, τῶν δι‐ καίων ἀνδρῶν δηλαδή. Αὗται δὲ ἦσαν τῶν ἁγίων αἱ συνθῆκαι, τὸ μὴ ἀλλήλοις σκανδάλου αἴτιος γίνεσθαι. Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν
55ἐνώπιόν μου. Ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα
γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλλον ἐμαυτὸν, ἅτε

27

.

332

βαθέων ὄντων καὶ ἀνεξερευνήτων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν πεπόρισμαι ἐμαυτῷ καιρόν· οὗτος δὲ ἦν ὁ τοῦ θείου δικαστηρίου καιρὸς, ὅτε ἀπο‐ δώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
5 Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά, κ.τ.λ. Ἐγὼ μὲν, φησὶν, ἐπιτήδειον τῆς ἀκριβοῦς περὶ τούτων γνώσεως ἐθέμην ἐμαυτῷ τὸν μέλλοντα καιρόν· ὅπως, τῷ προφητικῷ πνεύματι γνοὺς τὰ ἐσό‐ μενα, φημὶ, ὡς αἰτία πικρῶν κολάσεων αὐτοῖς ἡ τοῦ
10τρόπου δολιότης γενήσεται. Ἔσται γὰρ αὐτῶν εἰς πτῶσιν τὸ ὕψωμα. Καὶ οὗτος ὁ παρὼν αὐτοῖς κριθείη πλοῦτος ὥσπερ ἂν καὶ τῶν ὀνειρωττόντων τὰ φάσ‐ ματα ἀνυπόστατα καὶ πάσης σκιᾶς ἀσθενέστερα. Καὶ ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξου‐
15δενώσεις. Πόλις μὲν τοῦ Κυρίου ἡ ἄνω Ἱερουσαλὴμ, εἰκὼν δὲ αὐτῶν ἡ τοῦ χοϊκοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐπειδὴ τὴν τοῦ χοϊκοῦ, φησὶ, πεφορήκασιν εἰκόνα, καὶ οὐ τὴν τοῦ ἐπουρανίου, ταύτῃ τοι καὶ ἐξουδενωθήσονται· ἀκούσονται γὰρ κατ’ ἐκεῖνο και‐
20ροῦ· Οὐκ οἶδα ὑμᾶς· ἅτε μὴ φοροῦντες τὴν αὐτοῦ τοῦ ἐπουρανίου εἰκόνα. Ὅτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν, κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγ‐ νων, κ.τ.λ. Ἐπειδὴ ζηλῶν ἐζήλωκα τῷ Κυρίῳ, ὡς καὶ
25τὴν καρδίαν καὶ τοὺς νεφροὺς πληρωθῆναι ζήλῳ πυ‐ ρὸς, τούτου χάριν ἠξιώθην φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς σῆς πόλεως πεποιημένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν. Ἀλλὰ δίκην κτήνους ἀλόγου διετέλεσα πρότερον, μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς
30Προνοίας λόγοις. Ὅμως οὐκ ἀπελιπόμην σοῦ τοῦ Θεοῦ, οὐδὲ ἐξέπιπτον τῆς ἐπὶ σὲ ἐλπίδος συνήμην δέ σοι διαπαντός. Καὶ τοῦτο ἔπραττον οὐκ ἐξ ἐμῆς δυνάμεως, ἀλλ’ ἐκ τῆς σῆς χάριτος. Σὺ γὰρ αὐτὸς, τῇ σαυτοῦ φιλανθρωπίᾳ τῆς ἐμῆς δεξιᾶς ἐπιλαβόμε‐
35νος, συνεῖχες καὶ συνεκράτεις πρὸς τὸ μὴ διασεισθῆ‐ ναί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύε‐ σθαι τῆς παρὰ σοὶ στάσεως. Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ γῆς, κ.τ.λ. Ἐπειδὴ οὐδέν μοι, φησὶν,
40ὑπάρχει ἐν τῷ οὐρανῷ, πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι ἅτε φθαρτῶν ὄντων ἁπάντων καὶ προσκαίρων. Ἑνὸς δὲ μόνου ηὐ‐ χόμην τυχεῖν, καὶ τῷ τούτου πόθῳ κατέτρυχον ἐμαυ‐ τὸν ἐπὶ τῆς γῆς· τοῦτο δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ
45μόνην γενέσθαι. Ἰδοὺ ὅτι οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπ‐ ολοῦνται, κ.τ.λ. Τῆς σῆς ἀντεχόμην, ὦ Δέσποτα, συνα‐ φείας, φησί· καὶ τοῦτο καλῶ, εἰδὼς, ὡς τῶν ἔξω σοῦ τυγχανόντων ὄλεθρος ἔσται τὸ πέρας. Οἱ δὲ συνόντες

27

.

332

(50)

ἀγαθὴν ἕξουσι μερίδα. Συμβήσεται γὰρ αὐτοῖς, ἐν τῇ ἐπουρανίῳ γενομένοις Ἱερουσαλὴμ, τὴν καλὴν μερίδα κληρονομεῖν. Αὕτη δέ ἐστι τὸ τοῖς σοῖς ὕμνοις ἐντρυφᾷν ἀεί.
54tΣυνέσεως τῷ Ἀσάφ. ΟΓʹ.
55tὙπόθεσις.
56Ἱκετηρίαν ἐν τούτοις ὁ προφήτης ᾄδει, τὴν ἔσχατον ὁρῶν αἰχμαλωσίαν τοῦ Ἰσραήλ· ὅπως ἂν μὴ εἰς τὸ
παντελὲς αὐτοὺς ἐξέλῃ τῆς πρὸς αὐτὸν οἰκειώσεως,

27

.

333

καταλείπῃ δέ τινα αὐτοῖς εἰς σωτηρίαν ἀφορμήν. Διαγράφει δὲ καὶ τὴν ἅλωσιν τὴν συμβᾶσαν αὐτῇ τε τῇ πόλει καὶ τῷ θείῳ ναῷ. Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ὅμοιον τῷ·
5Ἔφθασεν ἐπ’ αὐτοὺς ἡ ὀργὴ ἤδη εἰς τέλος. Οὐ γὰρ ἔτι ἀνάπαυλαν ἕξονται τῶν κακῶν. Μνήσθητι τῆς συναγωγῆς σοι ἧς ἐκτήσω ἀπ’ ἀρχῆς. Διὰ τῶν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Ἐλυτρώσω ῥάβδῳ τὴν κληρονομίαν σου. Ἀπὸ
10κοινοῦ τό· Μνήσθητι ἧς ἐλυτρώσω ῥάβδῳ κληρονο‐ μίας σου· τουτέστι κληρονομίας εἰς βασίλειον ηὐτρε‐ πισμένης, καθ’ ὃ πρὸς αὐτοὺς εἴρηται· Ἔσεσθέ μοι ἐξ ἁπάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα. Ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας
15ἐν αὐτῷ. Διὰ τὸ ἐπιφαίνεσθαι ἐν τῷ θείῳ ναῷ τὸν Θεόν. Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. Τῶν καταστρατευσαμένων κατὰ τοῦ θείου ναοῦ.
20 Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. Ἐπειδὴ ἐν τῷ Πάσχα τῇ ἑορτῇ τὸν κατὰ τοῦ Κυρίου ἤραντο πόλεμον, τούτου χάριν ἐν αὐτῷ τῷ καιρῷ τοῖς πολεμίοις παρεδόθησαν. Τῷ γὰρ Πάσχα συνηγμένων κατὰ τὸν νόμον τῶν Ἰου‐
25δαίων ἁπάντων, ἡ πολιορκία γεγένηται δικαίως ἐν ᾧ καιρῷ καὶ τῷ σταυρῷ τὸν Σωτῆρα προσήλωσαν. Ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα. Τὰ σύμβολά φησι τοῦ πολέμου· λέγει δὲ τὰ καλούμενα παρὰ τοῖς στρατεύμασι σίγνα, ὅτι ἔθεντο εἰς τὴν ὁδὸν τῆς πό‐
30λεως. Καὶ οὐ μέχρι τούτων ἔστησαν· ἀλλὰ καὶ ὑπερήλαντο, φησὶ, τουτέστι καὶ εἰς αὐτὸν τὸν θεῖον ναὸν εἰσεπήδησαν, οὐ γινώσκοντες, ὅτι Θεὸς ἦν ὁ παραδιδοὺς τὴν πόλιν αὐτοῖς διὰ τὴν τῶν ἐνοικούν‐ των ἀσέβειαν. Ἅτε δὴ τοῦτο ἀγνοήσαντες, τὴν μὲν
35οἰκείαν ἀπεθαύμασαν δύναμιν, ἀσθένειαν δὲ κατεψη‐ φίζοντο τοῦ ἐν τῷ θείῳ ναῷ προσκυνουμένου Θεοῦ. Διὸ προϊών φησιν· Ἕως πότε, Κύριε, ὀνειδιεῖ ὁ ἐχθρός; Τὸ δὲ ἀναδιπλασιάσαι ἐν τῷ κατονομάζειν τὰ σημεῖα ἀποθαυμάζοντος εἴη πῶς ὁ θεῖος ναὸς ταῖς
40τῶν πολεμίων παρεδόθη χερσίν. Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς, κ.τ.λ. Διαγράφει ἐν τοῖς προκειμένοις τῆς τε πόλεως τοῦ τε θείου ναοῦ τὴν καταστροφήν. Ὑλοτομικοῖς καὶ τεκτονικοῖς ὀργάνοις χρώμενοι,
45καὶ τοὺς περιβόλους κατέλυον, καὶ τῶν οἰκιῶν τὰς θύρας συνέκοπτον, τὰ εὖ καὶ καλῶς ἠσκημένα ὡς δρυμὸν διαφθείροντες. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, κ.τ.λ. Μετὰ πολλῆς ἐπελθόντες ἡμῖν τῆς συμφορᾶς, ἕνα

27

.

333

(50)

σκοπὸν εἶχον, τὸν ὑπὸ σοῦ δεδομένον καταλῦσαι νόμον. Διὰ γὰρ τῶν ἑορτῶν τὴν κατὰ νόμον λατρείαν ἐδήλωσε. Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μήτε τὰς ἐπὶ τῶν προγό‐ νων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προ‐ φητικῆς ἐλεγχόμενοι χάριτος. Τούτων γὰρ ἁπάντων
55ἐξαίφνης κατέστησαν ἔρημοι. Πάλαι γὰρ καὶ μετὰ τὴν ἐπάνοδον ἔσχον προφήτας, τὸν Ἀγγαῖον, τὸν Ζα‐
χαρίαν, τὸν Μαλαχίαν. Καὶ οἱ τούτων δὲ πρεσβύτε‐

27

.

336

ροι προφῆται τῷ λαῷ καὶ τοῖς βασιλεῦσι προὔλεγον τὰ ἐσόμενα, καὶ τῶν πολεμίων τὰς ἐπιβουλὰς κατα‐ δήλους ἐποίουν. Καὶ τοῦτο ἐκ τῆς ἱστορίας καταμα‐ θεῖν εὐπετές.
5 Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν. Ἐκεῖνοι μὲν παρ‐ ώξυνον ἀλλήλους, εἰς τὸ παύσειν ἔτι τελουμένας τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ δὴ τοῖς λόγοις προσήγα‐ γον τὰ ἔργα· ἡμεῖς δὲ καθ’ ὃν ταῦτα ἐπράττετο, οὐ γεγόναμεν θεαταὶ τῶν σημείων ἐκείνων ὧν πολλάκις
10ἐπὶ προτέροις πολέμοις αὐτόπται γεγενήμεθα. Ταῦτα δὲ ἦν τὰ σημεῖα, ἐπικουρία τῶν συνεχόντων δεινῶν. Διὸ δὴ ὡς τούτων μὴ γενόμενοι θεαταί φαμεν· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; Οὐκ ἔστιν ἔτι προ‐ φήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Καὶ τοῦτο ἡμᾶς
15μάλιστα ἀπευδοκεῖν τῆς σωτηρίας ποιεῖ, τὸ μηκέτι ἐν τῷ ἔθνει προφήτην ὁρᾷν τὸν δυνάμενον ὑπὲρ ἡμῶν ἐκδυσωπεῖν τὸν Θεόν. Ἕως πότε, ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρός; Πληρώσας τὴν διαγραφὴν τῆς ἁλώσεως ἀπὸ τοῦ προσώπου τῶν
20ἐχθρῶν, εἰς ἔλεος ἐκκαλεῖται τὸν Θεὸν, καὶ θέαν, πῶς τὰ γινόμενα πάντα εἰς ὕβριν τοῦ Θεοῦ· τῷ τε εἰπεῖν· Ἐν μέσῳ τῆς ἑορτῆς σου, καὶ τὸ, Ἁγια‐ στήριόν σου, καὶ τὸ, Σκήνωμα τοῦ ὀνόματός σου, καὶ, Τὰς ἑορτὰς τοῦ Κυρίου, καὶ Τὸ ὄνομά σου
25εἰς τέλος. Ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου, κ.τ.λ.; Ἵνα τί, φησὶν, ἀνακόπτεις τῶν ἀγαθῶν τὴν δόσιν, ὧν πάλαι ὥσπερ ἐκ κόλπου παρεῖχες ἡμῖν. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος. Νῦν
30μὲν, φησὶν, ἀνακόπτεις ἐξ ἡμῶν τῶν ἀγαθῶν τὴν ἀναφοράν· πάλαι δὲ, καὶ Θεὸς ἡμῶν ἀξιῶν προσαγο‐ ρεύεσθαι καὶ βασιλεὺς, τοιαύτην ἡμῶν ἐποιήσω τὴν σωτηρίαν ὡς μηδένα λαθεῖν τῶν ἐπὶ γῆς. Εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ἐντεῦθεν λαβόντες
35τινὲς ἀπεφήναντο τὰ Ἱεροσόλυμα ὀφθαλμὸν εἶναι τῆς γῆς. Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θά‐ λασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρα‐ κόντων ἐπὶ τοῦ ὕδατος. Διαγράφει τῷ λόγῳ τίνι
40τρόπῳ τὴν πάλαι αὐτῶν σωτηρίαν εἰργάσατο. Καὶ πρῶτον μὲν τὸ παγῆναι ὡσεὶ τεῖχος τῆς θαλάσσης τὰ ὕδατα, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν· καὶ τοῦτό ἐστι τὸ, Ἐκραταίωσας τὴν θάλασσαν· δεύτερον δὲ, τὸ συντριβῆναι τὴν Αἰγυπτίων ἐπὶ τῶν ὑδάτων κεφα‐
45λὴν, οὓς καὶ δράκοντας διὰ τὸ πονηρὸν τῆς γλώσσης ὀνομάζει· εἶτα μετ’ αὐτῶν καὶ αὐτοῦ τοῦ ἐξάρχοντος αὐτῶν βασιλέως, ὃν καὶ αὐτὸν ὁμοίως δράκοντα προσ‐ αγορεύει. [Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασ‐

27

.

336

(50)

σαν. Τὸν Φαραὼ σὺν τριστάταις καὶ ἅρμασι συντρίψας ὡς δρακοντείας κεφαλὰς, διὰ τὸ πονηρὸν τῆς γνώμης, ἐπὶ τοῦ ὕδατος· ὡς τοὺς Αἰγυπτίους πλησιοχώρους Αἰθίοψιν ὄντας παρέδωκας αὐτοῖς εἰς κατάβρωμα, αὐτοὺς καὶ τὸν βασιλέα αὐτῶν ἥττησας ἀπὸ προσ‐
55ώπου Αἰθιόπων.] Ἔδωκας αὐτὸν βρῶμα λαοῖς Αἰθίοψιν. Αὐτὸν τὸν Φαραὼ, μετὰ τῆς στρατείας δὲ δηλονότι. Λαοὺς δὲ ἐνταῦθα τὰς τῶν παρὰ Ἰνδοῖς ὀρνέων ἀγέλας φησίν· αἳ καὶ τῶν Αἰγυπτίων κατήσθιον τὰ σκηνώ‐
60ματα ἐκριφέντα ἀπὸ τῆς θαλάσσης ἐν τῇ γῇ.

27

.

337

Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους. Τὰ ἐν τῇ ἐρήμῳ φησὶν, ὅτε ἐπότισε τὸν λαὸν ἐκ πέτρας. Σὺ ἐξήρανας ποταμοὺς Ἠθάμ. Ἠθὰμ ἑρμηνεύεται νότος· εἰς νότον γὰρ τῆς Ἰουδαίων χώρας ὁ Ἰορ‐
5δάνης κεῖται. Σή ἐστιν ἡ ἡμέρα καὶ σὴ ἡ νύξ. Οὐ μόνον, φησι, τῶν ἐν Ἐρυθρᾷ θαλάσσῃ καὶ τῶν ἐν τῇ ἐρήμῳ γέ‐ γονας ἡμῶν χορηγός· ἀλλὰ καὶ σύμπαντι τῶν ἀν‐ θρώπων γένει ἀγαθῶν γεγένησαι πρόξενος· τοῦτο μὲν
10ἡμέραν καὶ νύκτα δημιουργήσας, τοῦτο δὲ ἥλιον καὶ σελήνην, τοῦτο δὲ θέρος καὶ ἔαρ, τοῦτο δὲ πήξας ὅρια ἐν τῇ γῇ. Ταῦτα δὲ νῦν φησι καὶ εἰς τὴν νῦν ἐπικου‐ ρίαν αὐτὸν ἐπικαλούμενος. Διό φησι· Μνήσθητι ταύ‐ της τῆς κτίσεώς σου. Εἰ διὰ τοὺς ἀνθρώπους, φησὶ,
15τὴν κτίσιν ἐποίησας, παράσχου τὴν ἐπικουρίαν δι’ οὓς ἡ κτίσις ἐγένετο. Μνήσθητι ταύτης, ὁ ἐχθρὸς ὠνείδισέ σε, Κύ‐ ριε. Ἐπικαλεσαμένου διὰ τῆς κτίσεως εἰς οἶκτον τοῦ λαοῦ τὸν Θεόν· πάλιν ἑτέρῳ τρόπῳ αὐτὸν εἰς οἶκτον
20ἐπικαλεῖται. Οὗτος δέ ἐστιν ὁ τρόπος τὸ μέγα φρο‐ νεῖν τὸν ἐχθρόν. Καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. Ὅρα πάλιν ἕτερον οἰκτιρμοῦ τρόπον, διὰ τὸ τοὺς ἐχθροὺς παροξῦναι τὸ ὄνομα αὐτοῦ.
25 Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογου‐ μένην σοι. Ἐπανέτεινε τὸν τρόπον τῶν οἰκτιρμῶν, θηρία τοὺς ἐχθροὺς ἀποκαλέσας· ὡς ἔχοντάς τι τοὺς ἡμαρτηκότας συγγνώμης διὰ τῆς ἐξομολογήσεως. Τοῦτο δὲ εὔχεται μὴ ὁμοτρόπως ἀπολέσθαι τὸν
30Ἰσραὴλ, ὃ γέγονε. Πολλαὶ γὰρ καὶ τῶν σταυρωσάν‐ των μυριάδες ἐπίστευσαν, καὶ ἐσώθησαν. Ἐπίβλεψον εἰς τὴν διαθήκην σου. Ἕτερος πά‐ λιν οἰκτιρμοῦ τρόπος· ἀφ’ ὧν γὰρ ἀγαθὸς περὶ αὐ‐ τοὺς ἐγένετο διαθέμενος διαθήκην αὐτοῖς, ἀπὸ τού‐
35των ἐπισπῶνται τὸν ἔλεον. Ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. Ὃ λέγει τοιοῦτόν ἐστιν· Εἰ καὶ πλήρεις σκότους γεγόνασιν οἶκοι πολλοὶ διὰ τὰς εἰς σὲ, Κύριε, γεγενημένας παρ’ αὐτῶν ἀνομίας· ἀλλὰ μὴ πᾶς ὁ λαὸς ἀποστραφῇ,
40μηδὲ αἰσχύνῃ παραδοθῇ. Εἶχον γάρ τινες ἐν ἑαυτοῖς σωτηρίας ἐλπίδα, οἳ καὶ διὰ τῶν ἀποστόλων ἐσώθη‐ σαν, καὶ μάλιστα διὰ Πέτρου ἐν ταῖς πρώταις δημηγο‐ ρίαις, ὡς κατὰ τρισχιλίους καὶ πεντακισχιλίους καὶ μυριάδας αὐτοὺς γενέσθαι.
46 [Πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. Σωθέντων, φησὶ, τῶν σωτηρίας ἀξίων, ὁ πτωχὸς πνεύματι, τουτέστιν ὁ τῶν ἀποστόλων χορὸς, κατὰ τὸ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, τάς σοι πρε‐

27

.

337

(50)

πούσας ἀναπέμπουσι δοξολογίας.] Ἀνάστα, ὁ Θεὸς, δίκασον τὴν δίκην σου. Εἰς τὴν τῶν ἀπατησάντων τὸν λαὸν τιμωρίαν ἱκετεύων διανίστησι τὸν Θεόν. Μνήσθητι τοῦ ὀνειδισμοῦ σου. Πάλιν διὰ τοῦ αὐτὸν ὀνειδίζεσθαι εἰς οἶκτον ἐπικα‐
55λεῖται τὸν Θεόν.
56tΕἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Ἀσάφ.
57tΨΑΛΜΟΣ. ΟΔʹ.
58tὙπόθεσις.
59Ἐν τούτῳ τὸ πρόσωπον τῶν ἀποστόλων εἰσφέρεται,

27

.

340

παραινοῦν τοὺς ἀνθρώπους τῆς ἀσεβείας παύεσθαι, ὑποτιθέμενον αὐτοῖς τὸ φοβερὸν ἐκεῖνο καὶ θεῖον δικαστήριον. Ἐξομολογησόμεθά σοι, ὁ Θεός ... Διηγήσο‐
5μαι πάντα τὰ θαυμάσιά σου. Διηγεῖσθαι τοῦ Θεοῦ τὰ θαυμάσια ὑπισχνεῖται ὁ ἀποστολικὸς χορὸς, τῶν διωκόντων ἀπαλλαγείς. Ἐγὼ εὐθύτητας κρινῶ. Ταῦτα ὁ Σωτήρ φησιν ὑπακούων αὐτῶν τῇ ὑπο‐ σχέσει.
10 Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ οἰκοῦντες ἐν αὐτῇ. Δίκαια, φησὶ, κρίνων κατέτηξας τὴν γῆν, δηλαδὴ τὴν Ἱερουσαλὴμ, καὶ πάντας τοὺς ἐν αὐτῇ κατ‐ οικοῦντας. Δύναται δὲ τοῦτο διττῶς νοεῖσθαι καὶ ἐπὶ ἀγαθοῦ, τὸ, ἐτάκη, ἀντὶ τοῦ, ὑπενδέδωκε τῇ
15πονηρίᾳ· καὶ ἐπὶ κακοῦ, ἵνα δηλώσῃ τὴν τιμωρίαν τὴν γενομένην κατ’ αὐτῶν. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. Στῦλοι τῆς Ἱερουσαλὴμ οἱ ἅγιοι ἀπόστολοι, κατὰ τὸ εἰρημένον· Στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. [Φησὶν ὁ Ἀπόστολος· Καὶ γνόντες τὴν
20δοθεῖσάν μοι Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι.] Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε. Ἐν‐ τεῦθεν τῶν ἀποστόλων τὸ πρόσωπον παραινοῦν τῆς ἀσεβείας τοῖς ἀνθρώποις παύσασθαι. [Ταπεινοῖ δὲ
25Ἰουδαϊκὸν λαὸν διὰ τὴν ὑπερηφανίαν αὐτοῦ· ὑψοῖ δὲ τὸν ἐξ ἐθνῶν διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ.] Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν. Καὶ γὰρ τὰ κερασφόρα ζῶα σφόδρα ἐπὶ τοῖς κέρασι γαυριᾷ. Παρεγγυᾷ δὲ αὐτοῖς ὁ λόγος μὴ αὔξειν τῇ ἀλαζονείᾳ
30τὴν ἀνομίαν, μηδὲ κατὰ τοῦ Θεοῦ γλῶτταν κινεῖν.
32 Ὅτι οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων. Διὰ τούτων τὸν πάντα κόσμον τῆς οἰκουμένης δηλοῖ· ἔξοδον μὲν τὴν ἀνατολὴν, ἀφ’
35ἧς ὁ ἥλιος ἔξεισι, δυσμὰς δὲ τὴν ἑσπέραν· ὄρη δὲ ἔρημα τά τε ἀρκτῷα καὶ τὰ νότια· ταῦτα γὰρ δι’ ἀμετρίαν κρύους τε καὶ καύσωνος ἀοίκητά ἐστι. Μὴ παρανομεῖτε τοίνυν, φησὶν, ὅτι οὐδεὶς ἐν πάσῃ τῇ οἰκουμένῃ λάθοι τὸν Θεὸν βλάσφημόν τι λέγων κατ’
40αὐτοῦ. Τοῦτον ταπεινοῖ, καὶ τοῦτον ὑψοῖ. Κριτὴς, φησὶν, ὑπάρχων ἀγαθὸς, ταπεινοῖ μὲν τοὺς ἀσεβεῖς, ὑψοῖ δὲ τοὺς ταπεινοὺς τὴν καρδίαν. Ἐκληπτέον δὲ ταῦτα καὶ ἐπὶ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τέ φημι καὶ τὸν ἐξ ἐθνῶν· ὁ μὲν γὰρ τεταπείνωται διὰ
45τὴν ἀλαζονείαν· ὁ δὲ ὑψοῦται διὰ τὴν ταπεινοφροσύ‐ νην. (Corderius.) Αὐτὸς γὰρ καθιστᾷ βασιλεῖς, καὶ μεθιστᾷ, ἐγείρει ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ κοπρίας ἀνίστησι πένητα. Ἀλλὰ καὶ ταπεινώσας τοὺς ἐκ πε‐ ριτομῆς, τοὺς ἀπὸ τῶν ἐθνῶν ὕψωσεν.

27

.

340

(50)

Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος. Ποτήριον, φησὶν, ἐστὶν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὃ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγαθοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τὰ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν,
55πλῆρες αὐτὸ ἀποτελεῖ. Εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυ‐ γίας, τουτέστιν ὧν ἐναπομένουσιν αἱ ἁμαρτίαι, οὗτοι
αὐτὸ ἐκπίονται· τουτέστι τοῖς ἰδίοις μεθυσθήσονται

27

.

341

κακοῖς· ὥσπερ ἀμέλει καὶ οἱ ἅγιοι πίονται τὸ ποτή‐ ριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετὰ τοῦ Κυρίου Ἰησοῦ κατὰ τὴν τοῦ Κυρίου αὐτοῦ φωνήν· μεθ’ ὑμῶν.
5 Ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ Θεῷ Ἰακώβ. Ἐπειδὴ ἂν, φησὶ, τοῦ ποτηρίου με‐ ταλάβω τῆς ζωῆς, εὐφροσύνη μοι γενήσεται ἐξ αὐτοῦ. Καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συν‐
10θλάσω. Εἰ, ταπεινουμένων τῶν ἁμαρτωλῶν εἰς ὕψος αἴρεται τὸ κέρας, δηλονότι καὶ ὑψουμένων ἁγίων, συντριβήσονται τῶν ἁμαρτωλῶν τὰ κέρατα. Τίνες δὲ ἂν εἶεν οἱ ἁμαρτωλοὶ ἢ οἱ ἀντικείμενοι τοῖς τοῦ Θεοῦ ἀνθρώποις πονηροὶ δαίμονες; Καὶ ὑψωθήσεται τὸ
15κέρας τοῦ δικαίου. Κέρας μὲν τὴν βασιλείαν φησὶν, ἤτοι τὴν δυναστείαν. Ἐπειδὴ ἂν οὖν, φησὶ, τὴν ἰσχὺν λάβωσιν οἱ δίκαιοι, ἀνῃρημένων δηλαδὴ τῶν πονηρῶν δυνάμεων, τότε δὴ τότε καὶ τοῦ Θεοῦ δει‐ χθήσονται τὰ θαυμάσια. Διὸ καὶ ἀρχόμενος τοῦ ψαλμοῦ ἔλεγεν· Διηγήσομαι τὰ θαυμάσιά σου, ὅτ’ ἂν
20λάβω καιρόν.
21tΕἰς τὸ τέλος, ἐν ὕμνοις, ΨΑΛΜΟΣ τῷ Ἀσὰφ,
22tᾠδὴ πρὸς τὸν Ἀσσύριον. ΟΕʹ.
23tὙπόθεσις.
24Καὶ οὗτος ὁ ψαλμὸς τῆς αὐτῆς ἔχεται ὑποθέσεως τῷ
25 ὀπίσω· καὶ αὐτὸς γὰρ τὰ περὶ τοῦ θείου δικαστη‐ ρίου διηγεῖται. Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, καὶ ἐν Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἰουδαίαν ἐνταῦθα καὶ Ἰσ‐ ραὴλ τὴν ἐγνωκυῖαν τὸν Θεὸν ψυχήν φησιν· αὕτη
30γάρ ἐστιν ἡ ἀληθὴς Ἰουδαία καὶ ὁ ἀληθὴς Ἰσραήλ. Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ γὰρ περὶ τῆς ἄνω Ἰουδαίας γέγραπται, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμὸς, δηλονότι εἰρήνης ἔσται τόπος. Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Τῇ
35νοητῇ φησιν, ἤτοι τῇ ἄνω, ἢ τῇ τῶν ἁγίων ψυχῇ. [Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Τῇ τῶν ἁγίων ψυχῇ. Τὸ Ἑβραϊκὸν Σαλὴμ ἔχει, καὶ οἱ λοιποὶ οὕτως ἡρμήνευσαν· ὅ ἐστιν εἰρήνη. Ἐν ταύτῃ οὖν ἢ τῇ ψυχῇ, ἢ τῇ Ἐκκλησίᾳ τὰ πεπυρωμένα βέλη, ἃ ὁ πονηρὸς
40πέμπει, συντρίβονται, ἢ τῇ ἄνω Ἱερουσαλήμ.]
42 Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων. Σημαίνει διὰ τούτων τὰς ἀντικειμένας δυνάμεις· αἳ συντρί‐ βονται, ἐπειδὴ ἂν οἱ ἅγιοι τὰς ἐκεῖ λάχωσι κατοι‐
45κεῖν μονάς. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ὄρη αἰώνια τοὺς οὐρανούς φησι. Φωτίζει δὲ ἡμᾶς ἄνωθεν ὁ Θεὸς, τὸ Πνεῦμα ἡμῖν καταπέμψας ἐξ οὐρα‐ νῶν. Φωτισμὸς σὺ ὑπερμεγέθης ἀπὸ ὀρέων ἁλώ‐

27

.

341

(50)

σεως. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων θήρας. Φοβερὸς εἶ θαυμαστῶς ἀπὸ ὀρέων καρπίμων. [Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. Ἐκεῖθεν καταπέμπει τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ ὀρέων αἰωνίων· τὴν Σιὼν λέγει, ἀφ’ ἧς ᾤοντο τὸν Θεὸν ὁρμώ‐
55μενον ταῦτα ποιεῖν· οὗ καὶ ναὸς αὐτῷ ᾠκοδόμητο.]

27

.

344

Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Οἱ μὴ δεξάμενοι τὸν φωτισμὸν τὸν διὰ τοῦ Πνεύμα‐ τος, ἐν ταράχῳ καὶ σάλῳ γενήσονται, τοῦ θείου ἐπι‐ φανέντος δικαστηρίου. Ὕπνωσαν ὕπνον αὐτῶν,
5καὶ οὐχ εὗρον οὐδέν. Ἀμελείᾳ, φησὶ, καὶ ῥᾳθυμίᾳ παραδεδωκότες τὸν βίον κατὰ τὸν καιρὸν τῆς θείας κρίσεως, ὡς οὐδὲν εὗρον ἑαυτοὺς εἰς τὰς χεῖρας κατ‐ έχοντας, οἱ πάλαι ἐν τῷ θνητῷ βίῳ πλούσιοι. Πῶς γὰρ καὶ εἶχον εὑρεῖν ἃ οὐκ εἰργάσαντο; Πάντες οἱ
10ἄνδρες τοῦ πλούτου χερσὶν αὐτῶν. Ὁ δὲ Σύμμα‐ χος οὕτως· Πάντες οἱ ἄνδρες οἱ ἰσχυροὶ τὰς χεῖ‐ ρας αὐτῶν. Οὐδὲν αὐτοὺς, φησὶν, ὤνησε τῶν χειρῶν ἡ ῥώμη, δι’ ἧς τῶν ἁπάντων ἁρπάσειν προσεδόκησαν πλοῦτον. Καὶ διδάσκων τί δήποτε οὐδὲν ἐντεῦθεν
15ἀπώναντο, ἐπήγαγεν· Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύστα‐ ξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Ἐξενεχθείσης, φησὶ, τῆς κατ’ αὐτῶν δικαίας ψήφου, οἱονεὶ ὕπνῳ καὶ κάρῳ παραδέδονται· τουτέστιν ἀνανεύειν οὐκ
20ἴσχυσαν. Τίνες δὲ οὗτοι ἢ οἱ ἐπιβεβηκότες τοῖς ἵπποις; Ἵππους δὲ ἡ θεία Γραφὴ ἐξ ἔθους καλεῖ τοὺς ἀσχέ‐ τως ἐκκεκλικότας πρὸς ἡδονάς· κατὰ τὸ, Ἵπποι θη‐ λυμανεῖς ἐγενήθησαν· ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζεν.
25 Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Ἐὰν γὰρ κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; κατὰ τὴν Ἡσαΐου φωνήν. Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Οὐδεμίαν, φησὶν, ἀπολογίαν ἕξουσι κολαζόμενοι· προεκήρυξε
30γὰρ αὐτοῖς τὰ περὶ τοῦ θείου δικαστηρίου. Γῆ ἐφο‐ βήθη, καὶ ἡσύχασε. Γῆν ἐνταῦθα πᾶσαν τῶν ἀν‐ θρώπων τὴν φύσιν φησὶν, ἣ καὶ δειλιάσει τότε. Οὐδεὶς γὰρ ἔσται τότε ὃς οὐ φοβηθείη, ἐκείνης ἐπιστάσης τῆς ἡμέρας.
35 [Οὐράνιος γὰρ, φησὶ, Θεὸς ὢν, ἔκρινας, καὶ τὴν κρίσιν ἐποίησας ἔνδηλον, τιμωρήσας τοὺς πολεμίους τῆς Ἱερουσαλήμ.] Εἰς τὸ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τὸ θεῖον,
40φησὶ, δικαστήριον τοῖς πραέσιν ἀποδώσει τὴν σωτη‐ ρίαν· ὥσπερ ἀμέλει καὶ τοῖς ἁμαρτωλοῖς τὰς κολά‐ σεις ἀποδίδωσιν. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Παραστησόμεθα ἐν ἐκείνῳ τῷ φοβερῷ βήματι, οὐ
45μόνον ὧν ἐπράξαμεν, ἀλλὰ καὶ ὧν βεβουλεύμεθα εὐθύνας ἀπαιτούμενοι. Καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Ἐγκατάλειμμα ἐνθυμίου ὁ κεκαθαρ‐ μένος ἐστὶ λογισμὸς, κατὰ τὸ λεῖμμα κατ’ ἐκλογὴν χάριτος. Ἐπειδὴ ἂν οὖν, φησὶν, ἐν ἐκείνῳ τῷ καιρῷ

27

.

344

(50)

καθαρὸς εὑρέθη λογισμὸς, τότε δὴ τότε καὶ τῆς σῆς μεταλάβοι ἑορτῆς. [Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι. Ὅτι πᾶσα γλῶσσα, καὶ πᾶς λογισμὸς καὶ ἐνθύμημα ἐξ‐ ομολογήσεται τῷ Κυρίῳ ἐν τῷ τῆς κρίσεως καιρῷ, ὅτε
55καὶ τὰ κρυπτὰ θριαμβεύονται.] Εὔξασθε, καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν.
Ἐπὶ παραίνεσιν ὁ λόγος τρέπεται. Ἐπειδὴ τὰ εἰρη‐

27

.

345

μένα, φησὶν, ἔσται ἐν τῷ θείῳ δικαστηρίῳ, τούτου χάριν ἕως ἐστὲ ἐν τῷ παρόντι βίῳ, εὔξασθε τῷ Κυ‐ ρίῳ ἀγαθῶν ἔργων εἶναι ἐπιμεληταὶ, καὶ τούτων μὴ βραδύνητε ποιήσασθαι τὴν ἀπόδοσιν. Κομιοῦσι δὲ τὰ
5δῶρα, ὑπὸ τῶν γεγενημένων ἐκδειματωθέντες θαυ‐ μάτων. Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόν‐ των. Ἐπαγγείλασθε, φησὶν, ἀγαθοεργεῖν, εἰδότες, ὡς δεῖ ὑμᾶς ἐν ἐκείνῳ γενομένους τῷ τόπῳ, οἱονεὶ
10δῶρα τὰς ἑαυτῶν πράξεις προσαγαγεῖν τῷ Θεῷ. Οὕτως δὲ ὁ Θεὸς φοβερός ἐστιν, ὡς καὶ ἀπὸ τῶν πά‐ λαι ἀρξάντων καὶ γενομένων πονηρῶν τὸ πνεῦμα ἀφαιρεθήσεται. Ἐν γὰρ ἐκείνῳ τῷ θείῳ καὶ φοβερῷ βήματι ἐξ ἑκάστου τῶν ἡμαρτηκότων ἀφαιρεῖται τὸ
15δοθὲν διὰ τοῦ βαπτίσματος. Καὶ τοῦτό ἐστιν ὃ ὁ Κύ‐ ριος ἔλεγε· Διχοτομήσει τὸν δοῦλον τὸν πονηρὸν ἐλθὼν ὁ κύριος αὐτοῦ, καὶ τὸ μέρος αὐτοῦ μετὰ τὸν ἄπιστον θήσει.
19tΕἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺμ, ΨΑΛΜΟΣ τῷ
20tἈσάφ. ΟΣʹ.
21tὙπόθεσις.
22Ἀκούσας Ἰδιθοὺμ τὰ λεγόμενα περὶ τοῦ λαοῦ τῶν Ἑβραίων· ταῦτα δὲ ἦν τάδε· Ἵνα τί ὁ Θεὸς ἀπώσω εἰς τέλος; ὑπερήλγει καὶ ἐταράττετο, τὴν παν‐
25τελῆ αὐτῶν ἀποβολὴν θρηνῶν. Εἶτα συντίθησιν αὐτῷ ὁ Ἀσὰφ ψαλμὸν, διδάσκων αὐτὸν, ὡς ἐν τοῖς περὶ τούτων πράγμασι πρὸς μόνον τὸν Θεὸν κατα‐ φεύγειν δεῖ, κἀκεῖθεν τὴν παραμυθίαν εὑρίσκεσθαι· διὸ καὶ ἀρχόμενός φησι·
30 Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Διδάσκει ἀρχό‐ μενος τοῦ ψαλμοῦ τῷ Ἰδιθοὺμ, ὡς ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτόν. Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα
35ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην. Τοσαύτη, φησὶ, περιέκλυσε θλίψις τὴν ψυχήν μου, ὡς οὐ μόνον μεθ’ ἡμέραν τὰς ἱκετείας ποιεῖσθαι, ἀλλὰ γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῶν νυκ‐ τῶν καταναλίσκειν εἰς προσευχάς. Ἀλλὰ ταῦτα πράτ‐
40των, οὐκ εἰς κενὸν ἔδραμον, οὐκ εἰς κενὸν ἐκοπίασα καὶ τοῦτό ἐστι τὸ, Οὐκ ἠπατήθην. Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου, ἐμνή‐ σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ἀνθρώπων μὲν πα‐ ραμυθίας, φησὶν, οὐδὲ μιᾶς ἠνεσχόμην· μόνη δέ μοι
45ἡ τοῦ Θεοῦ μνήμη εὐφροσύνη καρδίας ἐγένετο. Ἠδο‐ λέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. Ὅτε, φησὶ, λογισμοῖς ἀνθρωπίνοις ἐχρώμην· τοῦτο γάρ ἐστι τὸ, Ἠδολέσχησα, τότε δὴ τότε καὶ εἰς ὀλιγω‐ ρίαν κατεφερόμην.

27

.

345

(50)

Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. Τοῦτο γὰρ, φησὶ, ταράττεσθαι ποιεῖ τῶν ἐχθρῶν προκαταλαβόντων τῶν ἡμετέρων φυλακῶν τοὺς τόπους· τουτέστι τῶν τει‐ χῶν τὰς ἐπάλξεις.
55 Διελογισάμην ἡμέρας ἀρχαίας. Ἐκεῖνα, φησὶν, ἐνενόουν κατ’ ἐμαυτὸν, καὶ ἐταραττόμην πῶς πάλαι
μὲν ὁ Θεὸς ἐβοήθει τῷ λαῷ, νυνὶ δὲ ἀπώσατο. Καὶ

27

.

348

τουτό μοι τὴν ἀθυμίαν ἐκίνει, τὸ μὴ ἄρα εἰς τὸ δι‐ ηνεκὲς αὐτῶν ἡ ἀποστροφὴ γένηται. Ὑπεμιμνησκό‐ μην ἐκείνων τῶν παλαιῶν ἡμερῶν. Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου.
5Κινῶν, φησὶ, τοὺς περὶ τῆς ἀποβολῆς τοῦ ἔθνους λο‐ γισμοὺς, ὀψέ ποτε συνῆκα, ὡς ἡ μεταβολὴ αὕτη ἡ ἐξ ἀγαθῶν εἰς κακὰ γεγενημένη τῷ ἔθνει δι’ οὐδὲν ἕτερον γεγένηται ἢ διὰ τὴν τοῦ Ὑψίστου δεξιάν. Ὡς εἰ σαφέστερον ἔλεγεν· Διὰ τὰ κατὰ τοῦ Σωτῆρος Χρι‐
10στοῦ πεπραγμένα, ὅς ἐστι δεξιὰ τοῦ Πατρός. Ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμα‐ σίων σου. Ἐνενόησα, φησὶν, ὅσα αὐτὸς αὐτοῖς ἐν‐ εδείξατο ἀγαθὰ, οἷα δὲ αὐτῷ ἀνταπέδωκαν κακά. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου. Εἰ καὶ
15οὕτως, φησὶν, ἐκεῖνοι, ἀλλ’ ἐγὼ ἀπὸ τῆς ἀρχῆς ὧν εἰς ἡμᾶς ἤρξω εὐεργεσιῶν, μέχρι τέλους διεξέλθοιμι· τουτέστιν, οὐδὲν τῶν ἐν ἡμῖν γεγενημένων καλῶν λήθῃ παραδῶ. Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου. Ἅγιόν φησιν
20ἢ τὸν ἡγιασμένον τῶν ἀποστόλων χορὸν, μεθ’ ὃν ἦν ἐπιτελῶν τὰς παραδόξους θεοσημείας· ἢ ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρὸς τὸν Πατέρα εἰ μὴ διὰ Χριστοῦ, ὅς ἐστι κατὰ ἀλήθειαν ἅγιος ὡς Θεός. Τίς Θεὸς μέ‐ γας ὡς ὁ Θεὸς ἡμῶν; Πάντων ὑπερέχεις, Δέσποτα
25μόνος γὰρ ἅπερ θέλεις θαυματουργεῖς. Ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. Αὐτοῖς γὰρ πρώ‐ τοις ἐκήρυξε τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρα‐ νῶν. Ὁ βραχίων Κυρίου, τουτέστιν ὁ Χριστός.
30 Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, καὶ ἐφοβήθησαν. Καὶ πότε αὐτὸν ἰδόντα ἐφοβήθη τὰ ὕδατα, ἢ ὅτε ἐπ‐ ετίμησε τῇ θαλάσσῃ καὶ πεφίμωτο; Φωνὴν ἔδωκαν αἱ νεφέλαι. Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Νεφέλας ἐν τούτοις τοὺς ἁγίους
35ἀποστόλους φησὶ τοὺς τὸν οὐράνιον καὶ εὐαγγελικὸν διακονοῦντας λόγον· βέλη δὲ τὰς ἐνεργείας τοῦ ἁγίου Πνεύματος. Ὅμοιον οὖν ὡσεὶ λέγοιεν· Αἱ ἐνέργειαι αἱ εἰς τοὺς ἁγίους σου μαθητὰς ἐξάκουστοι πάσῃ τῇ οἰκουμένῃ γεγόνασιν. Ἰστέον δὲ, ὡς καὶ αὐτὸς βέλος
40ἐκλεκτὸν παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ ὠνόμασται. Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Βροντὴν τὸν εὐαγ‐ γελικὸν λόγον φησὶ, τὸν κατακτυπήσαντα τὴν ὑπ’ οὐρανόν. Διὸ καὶ τὸν εὐαγγελιστὴν υἱὸν ἀπεκάλεσε βροντῆς. Τροχὸν δὲ τῶν ἀνθρώπων τὸν βίον φησίν·
45ὡς καὶ ἐκ τοῦ Ἰεζεκιὴλ ἔστι μαθεῖν. Ὅμοιον οὖν ὡσεὶ λέγοι· Ὁ λόγος σου ὁ εὐαγγελικὸς παντὶ διαδέ‐ δοται ἀνθρωπίνῳ γένει. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ. Καὶ τίνες ἂν εἶεν αἱ ἀστραπαὶ ἢ αἱ τὸ νοητὸν ἡμῖν ἀστράπτουσαι φῶς, οἱ ἅγιοι ἀπόστο‐

27

.

348

(50)

λοι καὶ εὐαγγελισταί; οἷς ἔλεγεν ὁ Σωτήρ· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Ἐσαλεύθη καὶ ἔντρο‐ μος ἐγενήθη ἡ γῆ. Ἀντὶ τοῦ, Ἐξάκουστον τοῖς ἀνὰ πᾶσαν τὴν γῆν γέγονε τὸ σωτήριον κήρυγμα, δι’ οὗ καὶ φόβος ἁγνὸς πάντας ἔλαβε, κατὰ τό· Δουλεύσατε
55τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν
τρόμῳ.

27

.

349

Ἐν τῇ θαλάσσῃ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς. Θάλασσαν μὲν τὸν κόσμον, ὕδατα δὲ πολλὰ τὰ ἐν αὐτῷ διάφορα τῶν ἀνθρώπων γένη. Ἐπειδὴ δὲ ὁ Χριστὸς ἐνετείλατο λέγων τοῖς ἀποστό‐
5λοις· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη. καὶ, Ἰδοὺ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας· διέδραμον δὲ τὴν ὑπ’ οὐρανὸν, καὶ ἐκήρυξαν εἰς πάντα τὰ ἔθνη, συνόντος αὐτοῖς ἀοράτως δηλονότι τοῦ Κυ‐ ρίου, κατὰ τὰς ἀψευδεῖς αὐτοῦ ἐπαγγελίας· τούτου
10χάριν ἐπήγαγε· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται, διὰ τὸ ἀόρατον τῆς μετ’ αὐτῶν πορείας τοῦ Κυρίου. Πλὴν καὶ μόνος αὐτὸς ὡς Θεὸς ἐποιήσατο ἐπὶ τῆς αἰσθητῆς θαλάσσης τὴν πορείαν, ὥς φησιν ὁ εὐαγ‐ γελιστής.
15 Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου. Καὶ ὥσ‐ περ πρόβατα οὐκ εἰδότα ὅποι τε ἄπεισι καὶ ὅποι πορεύεται, οὕτως ἡμᾶς αὐτὸς διῆγες, ὑπηρέταις πρὸς τοῦτο τοῖς περὶ τὸν Μωϋσέα καὶ Ἀαρὼν κεχρη‐ μένος. Πάντα μέντοι ἀπὸ τοῦ· Ἐμνήσθην τῶν ἔρ‐
20γων Κυρίου, ἀπέδωκε πρὸς τό· Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην. Τούτων γὰρ, φησὶν, ὑπομιμνη‐ σκόμενος, παρεκαλούμην τὴν διάνοιαν καὶ εὐφραινό‐ μην. Ἐννοῶν γὰρ ὅσα τε καὶ οἷα ἡμῖν ὑπῆρξε τῇ σῇ βοηθείᾳ, ἐπειθόμην, ὡς οὐκ ἄν ποτε τοσαῦτα πε‐
25ποιηκὼς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ καὶ τῇ τῶν κατ‐ εχόντων τότε ἀπαλλαγῇ, νῦν ἀνάσχοιο πάντη ὑπεριδεῖν ἡμᾶς ἐν δουλείᾳ τε ὄντας καὶ αἰχμαλωσίᾳ καὶ συμ‐ φορᾷ. Ἐν χειρὶ Μωϋσῇ καὶ Ἀαρών. Σὺ αὐτὸς, φη‐ σὶν, ὦ Δέσποτα, ὁ μετὰ τῶν ἁγίων ἀποστόλων συνὼν,
30καὶ πάλαι ποτὲ διὰ Μωϋσέως ἐξήγαγες ἐξ Αἰγύπτου τὸν λαόν σου, στρατηγοῦντος Μωϋσέως καὶ Ἀαρών.
32tΣυνέσεως τῷ Ἀσάφ. ΨΑΛΜΟΣ. ΟΖʹ.
33tὙπόθεσις.
34Τοῦτον ᾄδει τὸν ψαλμὸν Ἀσὰφ, τῷ νέῳ λαῷ παραινῶν
35τῷ νόμῳ προσέχειν τῷ εὐαγγελικῷ, τοῦ τε παλαιοῦ ἐκείνου τῶν Ἰουδαίων δήμου κατηγορῶν, δι’ οὗ πολλὰ εὐεργετημένοι, οὐδενὸς ἐμνημόνευσαν, μᾶλ‐ λον δὲ καὶ εἰς τοὐναντίον ἔτρεψαν τὰς εὐχαρι‐ στίας, ἀχαριστίᾳ τὸν εὐεργέτην ἀμειβόμενοι.
40 Προσέχετε, λαός μου, τὸν νόμον μου. Καὶ ποίῳ λαῷ ἢ τῷ ἐξ ἐθνῶν παραινεῖ; Καὶ ποίῳ νόμῳ προσ‐ έχειν παρακελεύεται ἢ τῷ εὐαγγελικῷ; Ὅτι δὲ λαὸς αὐτοῦ τὰ ἔθνη, ὁ προφήτης Ζαχαρίας φησί· Καὶ κα‐ ταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ
45ἔσονται αὐτῷ εἰς λαόν. Κλίνατε τὸ οὖς ὑμῶν πρὸς τὰ ῥήματα τοῦ στόματός μου. Προθύμως γὰρ, φησὶ, τῶν παρ’ ἐμοῦ λεγομένων ἀκούσατε. Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου. Σαφῶς τοῦτο ὁ εὐαγγελιστὴς ἡρμήνευσε πληρωθὲν, ὅτε τὰς

27

.

349

(50)

πολλὰς παραβολὰς εἶπεν ὁ Κύριος ἐν τοῖς Εὐαγγε‐ λίοις. Καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. Ὅσα παρὰ τῶν πατέρων, φησὶ, δεδιδάγμεθα ἀκούσαντες, πάντα ταῦτα διὰ τῶν ἔργων καὶ τῆς αὐτοῦ παρου‐
55σίας ἐγνώκαμεν. Οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν
ἑτέραν. Οὐχ ἑτέρᾳ, φησὶ, γενεᾷ, ἀλλὰ τοῖς τέκνοις

27

.

352

αὐτῶν πάντα πέπρακται τὰ παρὰ τοῦ Σωτῆρος με‐ γαλουργήματα· διὸ οὐκ ἐπαύσαντο αὐτοῖς προαγγέλ‐ λοντες τὰς αἰνέσεις τοῦ Κυρίου καὶ τὰς δυνα‐ στείας αὐτοῦ.
5 Καὶ νόμον ἔθετο ἐν Ἰσραήλ. Νόμον, φησὶν, ἔδωκε τοῖς πατράσιν αὐτῶν, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, παιδαγωγῶν αὐτοὺς εἰς τὸ γνῶναι διὰ τοῦ νόμου τὸν κατὰ καιροὺς ἐπιδημήσαντα Σωτῆρα τῷ γένει τῶν ἀνθρώπων.
10 Υἱοὶ τεχθησόμενοι. Σημαίνει δὲ διὰ τούτων τοὺς ἁγίους τοῦ Σωτῆρος μαθητὰς, οἵτινες τὰ θαυμάσια ἃ κατώρθωσεν ὁ Χριστὸς, τοῖς υἱοῖς αὐτῶν ἀπαγγέλ‐ λουσι· τουτέστι τοῖς προσελθοῦσι δι’ αὐτῶν τῇ πίστει. Καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ Θεοῦ. Ταῦτα
15διηγήσονται αὐτοῖς, δι’ ὧν δυνήσονται μόνον ἐλπίδα τὸν Θεὸν ἐπιγράψασθαι. Ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν. Ἀπαγ‐ γελοῦσι, φησὶ, τὰς αἰνέσεις τοῦ Θεοῦ τοῖς δι’ αὐτοῦ παιδαγωγουμένοις οἱ ἀπόστολοι· ἵνα καὶ ἐκζητήσωσι
20τὰς τοῦ Θεοῦ ἐντολὰς, καὶ μὴ τὴν τῶν πατέρων κα‐ κοδαιμονίαν μιμήσωνται. Ἐκείνη γὰρ, φησὶν, ἡ γενεὰ οὐκ ἔσχεν εὐθῆ τὴν καρδίαν πρὸς Θεὸν, οὐδὲ πίστιν ἔσχε τὸ πνεῦμα αὐτῆς μετὰ τοῦ Θεοῦ. Γενεὰ ἥτις οὐ κατεύθυνε τὴν καρδίαν αὐτῆς. Ἐκεῖνοι
25γὰρ βεβαίαν τὴν εἰς τὸν Θεὸν οὐκ ἐκτήσαντο πίστιν, τὴν εὐθεῖαν οὐκ ἐθελήσαντες πορείαν ὁδεῦσαι, ἀλλὰ γνώμην ἐσχηκότες τοῖς θείοις ἐναντιουμένην θεσμοῖς. Υἱοὶ Ἐφραῒμ ἐντείνοντες καὶ βάλλοντες τόξοις. Ἀπὸ μόνης τῆς φυλῆς τοῦ Ἐφραῒμ ὅλον τὸν λαὸν
30τοῦ Ἰσραὴλ τὸν ἀποσχισθέντα τοῦ Ἰούδα ἐδήλωσεν. Οὗτοι γὰρ καὶ τὰς δαμάλεις ἔστησαν, καὶ τῆς κατὰ νόμον λατρείας ἀπέστησαν. Ἁψάμενος τῆς τῶν πα‐ τέρων πονηρίας, ἐφεξῆς καταλέγει πᾶσαν τὴν κακίαν αὐτῶν, τήν τε παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς ἀγαθῶν
35δαψίλειαν, τήν τε πρὸς τὸν Θεὸν αὐτῶν ἀπιστίαν, τόν τε διαδεξάμενον αὐτοὺς διὰ ταῦτα ὄλεθρον· ἵνα διὰ τούτων παιδαγωγηθέντες, τὸν πονηρὸν φύγωσι ζῆλον. Λέγει δὲ, ὡς οἱ τοῦ Ἐφραῒμ υἱοὶ, τουτέστιν ἅπας Ἰσραὴλ, οἱ δεδιδαγμένοι τοῖς πονηροῖς μάχεσθαι
40δαίμοσι, καὶ εἰς τοῦτο ὥσπερ τόξον κατασκευασθέν‐ τες, παρ’ αὐτὸν τὸν τοῦ πολέμου καιρὸν μετεβλήθη‐ σαν, τὸν μὲν Δεσπότην καὶ Θεὸν ἀρνησάμενοι, προσ‐ κλίναντες ἑαυτοὺς τῷ Βαραββᾷ, τουτέστι τῷ Σατανᾷ. Οὐκ ἐφύλαξαν τὴν διαθήκην τοῦ Θεοῦ. Τὴν
45καινὴν τοῦ Εὐαγγελίου παράδοσίν φησι, καὶ τό· Ἰδοὺ ἡμέρα ἔρχεται, καὶ διαθήσομαι αὐτοῖς διαθήκην καινήν. Αἰτίας δέ ἐστιν ἀπόδοσις, ὅτι, ταύτην μὴ φυλάξαντες, ἥτις ἐστὶ καινὸς νόμος τοῦ Θεοῦ, ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου. Οὐ γὰρ ἐπίστευον

27

.

352

(50)

αὐτῷ λέγοντι· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. Δέον γὰρ βάλλειν καὶ πολεμεῖν τοὺς Θεῷ πο‐ λεμοῦντας· οἱ δὲ κατὰ Θεοῦ ἤραντο πόλεμον. Καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ. Καίτοι, φησὶ, πολλὰ εὐεργετημένοι, πάντα ἀπὸ τῆς μνήμης
55ἀνεῤῥίπισαν. Καὶ τούτου ἀπόδειξις τὸ παραδοῦναι
Πιλάτῳ. Ἐπελάθοντο τὸ πῶς διῆλθεν εὐεργετῶν αὐ‐

27

.

353

τοὺς πάντας, καὶ ἰώμενος τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησε θαυ‐ μάσια. Οὕτω, φησὶ, τῶν εὐεργεσιῶν καὶ τῶν θαυ‐
5μασίων ἐπελάθοντο τοῦ Χριστοῦ, ὥσπερ ἀμέλει καὶ οἱ πατέρες αὐτῶν τῶν ἐν Αἰγύπτῳ γεγενημένων, ὅτε αὐτοὺς ἠλευθέρου ὁ Θεός. Τοιοῦτον γάρ τι ἔοικεν ὑποσημαίνειν τὸ, Ἐναντίον τῶν πατέρων αὐτῶν· ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁμοιότροποι τῷ ζήλῳ τῶν
10πατέρων αὐτῶν γεγόνασι τῷ πονηρῷ· καὶ ὥσπερ ἐκεῖνοι ἐπελάθοντο τοῦ Θεοῦ, οὕτω καὶ οὗτοι. Διέῤῥηξε θάλασσαν, καὶ διήγαγεν αὐτούς. Καὶ οὐ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ θάλασσαν διελὼν ἅπαντας διεβίβασεν. Ἐντεῦθεν ἄρχεται τὰ ἐπὶ τῆς
15προτέρας λυτρώσεως διηγεῖσθαι θαυμάσια. Καταδι‐ αιρεθείσης γὰρ εἰς διαιρέσεις πολλὰς τῆς Ἐρυθρᾶς θαλάσσης, καὶ τῶν ὑδάτων διοριζομένων καὶ ἐξ ἑκά‐ στου μέρους μετεωριζομένων, καὶ αἰρομένων εἰς ὕψος, ὥσπερ ἐν ἀσκῷ τινι συνέκλεισεν αὐτὰ θείᾳ
20τινὶ δυνάμει, ὅπως μὴ διαχεόμενα ἐπικλύσῃ τὸ πλῆθος. Διὰ τοῦτο ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀντὶ τοῦ· Ὑπερέθετο μικρὸν, καὶ οἱονεὶ ἀνέκοψε τὴν εὐ‐ εργετικὴν χεῖρα.
25 Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Οὐ μόνον, φησὶ, τῷ μάννα τὰ σώματα ἔτρεφεν, ἀλλὰ γὰρ καὶ λογικῇ τινι καὶ οὐρανίῳ δυνάμει διέτρεφεν αὐτῶν τὰς ψυχάς· ὥσπερ ἀμέλει διατρέφει καὶ τοὺς ἀγγέ‐ λους. Καὶ τοῦτό ἐστι μὲν καὶ ἐκ τοῦ συνδέσμου ἰδεῖν,
30τῷ ὥσπερ ἐν ἐπαγωγῇ εἰπεῖν τό· Καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἔστι δὲ οὐδὲν ἧττον καὶ τοῦ Ἀπο‐ στόλου μαθεῖν, περὶ αὐτῶν εἰρηκότος, ὡς πνευματι‐ κὸν ἔφαγον βρῶμα. Τοῦτο δὲ ἦν ὁ νῦν ἄρτος ἀγγέλων ὀνομαζόμενος.
35 Καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Τὴν ὀρτυγομήτραν φησὶν ἐνταῦθα. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Γέγονε γὰρ αὐτοῖς εἰς χολέραν ἕξιν ἡ τροφὴ, ἅτε ὅλον διόλου ἐκνενευκότων εἰς τὴν τῶν κρεῶν πλη‐
40σμονήν. Καὶ ἐμνήσθη, ὅτι σάρξ εἰσιν, πνεῦμα πορευό‐ μενον καὶ οὐκ ἐπιστρέφον. Ἠλέει αὐτοὺς, φησὶ, καίτοι ὁρῶν αὐτοὺς ὁλοτρόπως ἐκκεκλικότας εἰς σάρ‐ κας, ἀντὶ τοῦ εἰς τὸ τὰ σαρκὸς φρονεῖν, καὶ πνεῦμα
45ἔχοντας, εἰς ἐπιθυμίαν σαρκὸς ἀεὶ πορευόμενον, καὶ οὐκ ἐπιστρέφον εἰς τὸ μετανοεῖν, καὶ ἐκζητεῖν ἐξ ὅλης ψυχῆς τὸν Θεόν. Δι’ οὐδὲν οὖν ἕτερον ἠλέει καὶ ἔσωσεν, ἢ διὰ τὴν οἰκείαν μόνον φιλανθρωπίαν. Διὸ καὶ προλαβὼν εἶπεν· Αὐτὸς γάρ ἐστιν οἰκτίρμων

27

.

353

(50)

καὶ ἐλεήμων. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Καταλέ‐ ξας τὰ ἐν τῇ θαλάσσῃ καὶ ἐν ἐρήμῳ αὐτοῖς δεδομένα ἀγαθὰ, ἕτερον εὐεργεσίας καταλέγει τρόπον. Ταῦτα
55δέ ἐστι τὰ περιστάντα δεινὰ τοὺς ἐχθρούς· ἥ τε εἰς αἷμα μεταβολὴ τοῦ ποταμοῦ, καὶ ἡ κυνόμυια, καὶ ὁ βάτραχος, καὶ ἡ ἐρυσίβη, καὶ ἡ ἀκρὶς, καὶ ἡ χάλαζα, καὶ ἡ πάχνη, καὶ τὸ πῦρ, καὶ ἡ τῶν πονηρῶν ἀγγέ‐ λων ἀποστολή· καὶ τὰ λοιπὰ μέχρι τῆς τῶν πρωτο‐
60τόκων ἀπωλείας.

27

.

356

Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. Δεδωκὼς, φησὶ, τοῦ ἀμνοῦ τὸ μυστήριον, διέξοδον δέδωκε τῇ ὀργῇ, ὅπως τὸν αὐτοῦ παρέλθῃ λαὸν, καὶ μὴ ἅψηται τῶν αὐτοῦ τελούντων τὸ μυστήριον. Ἀλλὰ φυλάξας
5τούτους διὰ τοῦ ἔξοδον δοῦναι τῇ ὀργῇ, αὐτῶν τῶν ψυχῶν, δηλαδὴ τῶν Αἰγυπτίων, οὐκ ἐφείσατο ἀπὸ θανάτου· παρέδωκε γὰρ τῷ ἐξολοθρευτῇ. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐ‐ τοῦ. Ἱερουσαλήμ φησι καὶ τὸν μετὰ ταῦτα οἰκοδομη‐
10θέντα ἐν αὐτῇ ναόν. Ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ὁ Χριστὸς ἡ δεξιὰ τοῦ Πατρὸς, ὁ καὶ πάλαι προπορευόμενος τοῦ λαοῦ, καὶ κατακληροδοτῶν αὐτοῖς τῆς ἐπαγγελίας τὴν γῆν. Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη. Τὸν
15Ἀμοῤῥαῖον καὶ τὸν Χετταῖον, καὶ τοὺς ἑξῆς δηλου‐ μένους. Καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Αὐτῶν τῶν ἐξελαθέντων καὶ ἀνῃρη‐ μένων ἑπτὰ ἐθνῶν. Τὰς γὰρ πόλεις αὐτῶν τῶν ἐκβε‐ βλημένων καὶ τοὺς οἴκους ἐκληρονόμησαν.
20 Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον. Τὴν ἐπὶ τῶν κριτῶν γενομένην εἰδωλολα‐ τρείαν σημαίνει, καὶ τὴν ἐπὶ τῶν βασιλειῶν. Καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν, καθὼς καὶ οἱ
25πατέρες αὐτῶν. Ὥσπερ οἱ πατέρες αὐτῶν, φησὶν, ἐν τῇ ἐρήμῳ τὸν μόσχον πεποιήκασι, τὸν λυτρωτὴν ἀρνησάμενοι· οὕτω καὶ οὗτοι πάλιν τὰς δαμάλεις ἀναθέντες ἔθυον, ἐγκαταλιπόντες Θεόν. Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐτῶν.
30Ἐπὶ πᾶσαν γὰρ κορυφὴν ὄρους τοῖς ἀκαθάρτοις ἔθυον δαίμοσιν, ὡς ὁ προφήτης Ὠσηέ φησιν. Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερεῖδε, καὶ ἐξουδένωσε σφόδρα Ἰσραήλ. Παρεδόθησαν γὰρ εἰς διαφόρους αἰχμαλωσίας.
35 Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ. Ἐν Σηλὼμ γὰρ ἦν τὸ πρότερον ἡ σκηνὴ, ἡνίκα ἱεράτευσαν Ἡλεὶ καὶ Σαμουήλ. Σκήνωμα ὃ κατεσκήνωσεν ἐν ἀνθρώποις. Σκήνωμα τὴν κιβωτόν φησιν, ἥπερ ἀπὸ τῶν ἀνθρώπων ἐκείνων ἀφῄρηται τῶν πέντε σατρα‐
40πειῶν τῶν λαβουσῶν αὐτήν. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ καλλονὴν αὐτῶν. Ἰσχὺς αὐτῶν καὶ μὴν καὶ καλλονὴ ἡ κιβωτὸς ἦν ἣ παραδέδοται Ἀζω‐ τίων εἰς χεῖρας.
45 Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ. Ἀγόμενοι γὰρ αἰχμάλωτοι, ἀπέθνησκον, οὐδενὸς αὐ‐ τοῖς ἐπικουροῦντος, διὰ τὸ προδεδαπανῆσθαι πυρὶ τοὺς ἐπιτηδείους αὐτῶν. Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον. Τοὺς υἱοὺς

27

.

356

(50)

Ἡλεὶ τοῦ ἱερέως λέγει. Καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυθήσονται. Συνδιολώλασι γὰρ τῇ αὐτῶν ἀπωλείᾳ, καὶ τῷ τῶν ἀνδρῶν θανάτῳ συνήφθησαν, μηδὲ τῶν ἐπὶ νεκροῖς ἀξιωθεῖσαι δακρύων. Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω.
55Τοῦτό φησι διὰ τὸ Ἀζωτίους καὶ Ἀσκαλωνίτας εἰς τὰς ἕδρας πατάξαι, ἄχρις οὗ τὴν κιβωτὸν ἀπέστειλαν.
Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ. Τοῦτό φησι

27

.

357

διὰ τὸ τὴν Σηλὼμ ἐν τῇ μερίδι εἶναι τοῦ Ἰωσήφ· Ἐφραῒμ δὲ υἱὸς Ἰωσήφ. Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα. Ἀπὸ γὰρ ταύτης τοὺς βασιλέας ἐποίησεν, ὧν πρῶτος Δαυΐδ.
5Ἰστέον δὲ, ὡς φυλὴν ἀντὶ φυλῆς ἐξελέξατο, τὴν Ἰούδα ἀντὶ τῆς Ἰωσήφ· καὶ τόπον ἀντὶ τόπου, τὸ ὄρος Σιὼν ἀντὶ τῆς Σηλώμ. Καὶ ᾠκοδόμησεν ὡς μονοκέρωτος τὸ ἁγίασμα αὐτοῦ. Ἁγίασμα μὲν τὸν θεῖον ἐν Ἱερουσαλὴμ
10ᾠκοδομηθέντα λέγει ναόν· Μονόκερως δὲ θηρίον ἐστὶν ἀκαταμάχητον, διὰ τὸ ὀξὺ κέρας ἐπὶ μετώπου φέρειν, καὶ πάντα τούτῳ ἀναιρεῖν τὰ θηρία. Λέγει οὖν, Ὅτε οὕτως ὁ θεῖος ᾠκοδομήθη ναὸς, ὡς πάντα τὰ ἔθνη τῆς ἐνούσης ἐν αὐτῷ ἰσχύος δεύτερα φαίνεσθαι.
15 Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν. Τικτομένων καὶ γεννωμένων. Ἀπὸ τῆς ποιμαντικῆς, φησὶν, ἐπιστήμης, καὶ τοῦ εἰδέναι τὰ λοχευόμενα τῶν προβάτων διαφυλάττειν, καλῶς ἀναλαβὼν καὶ τῶν λογικῶν θρεμμάτων ποιμένα πεποίηκε. Ποιμαί‐
20νειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ. Τουτέστι, διδάσκα‐ λος αὐτοῖς ἀγαθῶν τρόπων ἐγένετο, δι’ ὧν ἐπεδεί‐ κνυτο παιδεύσας αὐτούς. Καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδή‐ γησεν αὐτούς. Σύνεσιν χειρῶν πᾶσαν τὴν ἐν τῷ
25προσήκοντι πρᾶξιν γινομένην φησίν.
26tΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΗʹ.
27tὙπόθεσις.
28Τοῦτον ᾄδει τὸν ψαλμὸν ὑπὲρ τῶν ἀναιρεθέντων πι‐ κρῶς κατὰ τοὺς καιροὺς τοῦ Ἀντιόχου· αἰτῶν τε
30διὰ τῆς ἱκετείας ἐκδίκησιν γενέσθαι τῆς εἰς τὸ ἔθνος γινομένης μιαιφονίας, μεταστραφεισῶν δη‐ λονότι τῶν συμφορῶν εἰς αὐτοὺς τοὺς ἐπάγοντας αὐτάς. Ὁ Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν
35σου. Πολλοὺς γὰρ εἰσαγαγὼν ὁ Ἀντίοχος, εἰσῆλθεν εἰς Ἱεροσόλυμα καὶ ἐνέπρησε τὸν θεῖον ναόν. Ἐμία‐ ναν τὸν ναὸν τὸν ἅγιόν σου. Ἰδοὺ, φησὶ, τῶν σῶν ἐκράτησαν ἄλλοι, καὶ τὰ σὰ ὑπὸ ἀλλοφύλων κατ‐ έχεται. Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον.
40Λιθολόγιος τόπος ὅπου τὴν σκηνὴν ἔχει ὁ τὰς ὀπώρας φυλάσσων. Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώ‐ ματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ. Διὰ γὰρ ὑπερ‐ βολὴν ἀπανθρωπίας οὐδὲ θάπτειν τοῖς οἰκείοις ἐπ‐
45έτρεπον οἱ πολέμιοι τοὺς νεκρούς. Τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Πῶς γὰρ οὐχ ὅσιοι οἱ τὸ αἷμα ἐκχυθέντες ὑπὲρ τῆς τοῦ νόμου φυ‐ λακῆς, ὧν ἦσαν οἱ Μαχαβαῖοι; Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου. Ζήλωσον,

27

.

357

(50)

φησὶ, διὰ τὸ σὸν ὄνομα τὸ βλασφημούμενον παρὰ τῶν ἐχθρῶν. Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Τὰς ἐν Αἰγύπτῳ λέγει ἁμαρτίας ἀρχαίας.
55Μήποτε εἴπωσι τὰ ἔθνη· Ποῦ ἔστιν ὁ Θεὸς αὐ‐ τῶν; Εἰ καὶ ἐμποδίζει, φησὶ, τῇ ἡμετέρᾳ σωτηρίᾳ τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτιῶν· ἀλλὰ διὰ τὸ σὸν
ὄνομα ποίησον ἡμῖν διὰ τὸν ὀνειδισμὸν ὃν ἐπιφέρουσι

27

.

360

σοὶ, διὰ τὸ αἷμα τὸ ἐκχυνόμενον τῶν σῶν δούλων, διὰ τὸν στεναγμὸν τῶν πεπεδημένων.
4Κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου
5περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Τῇ δυνάμει, φησὶ, τοῦ βραχίονός σου σῶσον τοὺς κατα‐ λειφθέντας ἐκ τῶν ἀνῃρημένων.
8tΕἰς τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύ‐
9tριον τοῦ Ἀσὰφ, ΨΑΛΜΟΣ ὑπὲρ τῶν Ἀσσυ‐
10tρίων. ΟΘʹ.
11tὙπόθεσις.
12Κατὰ μὲν τὸ πρόχειρον τῆς λέξεως ἐλεηθῆναι ἀξιοῖ τοὺς ὑπὸ τοῦ Ἀσσυρίου καταδουλωθέντας· κατὰ δὲ τὴν ὑψηλοτέραν διάνοιαν, ὑπὲρ τῶν ὑπομεινάν‐
15των τὴν αἰχμαλωσίαν τὴν νοητὴν, μετὰ τὸν κατὰ τοῦ Κυρίου σταυρὸν ὑπὸ τῶν νοητῶν Ἀσσυρίων, καὶ αὐτοῦ τοῦ ἄρχοντος αὐτῶν, φημὶ δὴ τοῦ Σα‐ τανᾶ. Ἱκετείαν οὖν προβάλλεται, ἀξιῶν ἐπιφάνειαν γενέσθαι τοῦ Σωτῆρος ἡμῶν, καὶ ἐλευθέρωσιν τοῦ
20 παντὸς γένους τοῦ Ἰσραήλ. Ὁ ποιμαίνων τὸν Ἰσραὴλ, πρόσχες. Σὲ, Δέ‐ σποτα, τὸν ποιμένος δίκην τοῦ λαοῦ προμηθούμενον, δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ. Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι
25ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Ἐν τῇ πορείᾳ τῆς σκηνῆς ἐβάδιζον τρεῖς φυλαὶ, Ἰούδα, καὶ Ἰσάχαρ, καὶ Ζαβουλών. Ἠκολούθουν δὲ κατὰ νότον τρεῖς ἕτεραι· ἡ τοῦ Ἐφραῒμ, ἡ τοῦ Βεν‐ ιαμὶν καὶ τοῦ Μανασσῆ. Ἦν δὲ ἐπὶ τῶν χρυσῶν
30χερουβὶμ τῶν ἐπάνω τῆς κιβωτοῦ δόξα Θεοῦ· προ‐ εβάδισε γὰρ αὐτῶν κατὰ τὴν πορείαν. Σὺ οὖν ὁ καθ‐ ήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ προπορευόμενος τῆς κιβωτοῦ, ὡς εἶναι ἔμπροσθεν τοῦ Ἐφραῒμ, Βενια‐ μὶν καὶ Μανασσῆ (τὸ γὰρ ἐναντίον σημαίνει τὸ
35ἔμπροσθεν), διὰ τῆς σαυτοῦ δυναστείας τὴν σωτηρίαν ἐπιδίδου. Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Τὸν Ἰσραήλ φησιν. Ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν. Προπορευόμενος γὰρ, ἐξέβαλες ἀπὸ προσώπου αὐτῶν
40τὰ ἔθνη. Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς. Σκιὰ μὲν τῆς ἀμ‐ πέλου ἡ κατὰ νόμον λατρεία, διὰ τὸ σκιὰν ἔχειν τὸν νόμον τῶν μελλόντων ἀγαθῶν· ὄρη δὲ τό τε ἐν Σηλὼμ καὶ τὸ ἐν Σιών φησιν. Ἐν τούτοις γὰρ τοῖς δυσὶ τό‐
45ποις ἵδρυτο ἡ σκηνή. Οὐδὲν οὖν ἕτερον σημαίνει, ἢ ὅτι τὰ ἐν νόμῳ, ἅτινα ἦν σκιὰ τῶν μελλόντων ἀγα‐ θῶν, ἐν τοῖς δυσὶ τούτοις ἐτελεῖτο ὄρεσι. Καὶ ἀνα‐ δενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. Κέδροι μὲν αἱ οὐράνιαι δυνάμεις· ἀναδενδράδες δὲ τῆς ἀμ‐

27

.

360

(50)

πέλου οἱ ἐκ τοῦ λαοῦ προφῆται εἰς ὕψος ἠρμένοι, καὶ ἐπαναπαυόμενοι ταῖς ἄνω καὶ λογικαῖς δυνάμεσιν. Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. Κλήματα καὶ παραφυάδες τῆς ἀμπέλου τὸ πᾶν πλῆ‐ θος τοῦ λαοῦ φησιν, ὃ κατέσχεν ἀπὸ ποταμοῦ Εὐ‐
55φράτου μέχρι θαλάσσης τῆς Ἰνδικῆς. Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Φραγμὸς ἦν αὐτῇ ἡ τῶν ἀγγέλων φυλακὴ, ἣν ἀπέστησεν ἀπ’ αὐτῶν ὁ Θεός. Καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ πα‐
ραπορευόμενοι τὴν ὁδόν. Δέδοται γὰρ εἰς βόσκημα

27

.

361

τοῖς ἀκαθάρτοις δαίμοσιν, οἵτινες καὶ νέμονται αὐ‐ τῶν τὰς ψυχὰς, τῆς νοητῆς εὐκαρπίας ἀπογυμνοῦντες. Ὁ Θεὸς δυνάμεων, ἐπίστρεψον. Ἱκετεύω σε τοίνυν τὸν δυνατὸν Δεσπότην ἰδεῖν ἄνωθεν τῆς ἀμπέ‐
5λου τὴν λώβην, καὶ θεραπείας ἀξιῶσαι τὸ πάθος. Ἡ σὴ γὰρ αὕτη πρόνοια τὴν προτέραν ἔδωκεν εὐκλη‐ ρίαν. Καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου. Ἐπειδὴ σὺ αὐτὴν, φησὶ, κατεφύτευσας, εἶτα
10γέγονεν ἐμπεπυρισμένη καὶ κατεσκαμμένη καὶ ἀπόλωλε, σοῦ αὐτὴν ἐπιτιμήσαντος, κατάρτισαι αὐ‐ τὴν καὶ ἑτοίμην εἰς σωτηρίαν παρασκεύασον· παρα‐ σκεύασον δὲ διὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Τὸ γὰρ, ἐπὶ υἱὸν ἀνθρώπου, διὰ τοῦ υἱοῦ ἀνθρώπου σημαίνει.
15Τίς δέ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου ἢ αὐτὸς ὁ Κύριος ἡμῶν, ὡς αὐτὸς περὶ ἑαυτοῦ ἐν τοῖς Εὐαγγελίοις φησί; Γενηθήτω ἡ χείρ σου ἐπ’ ἄνδρα δεξιᾶς σου. Αὕτη, φησὶν, ἡ πρᾶξις ἡ τῆς σωτηρίας τοῦ λαοῦ, ἥτις καὶ διὰ τῆς χειρὸς σημαίνεται, ἐπ’ ἄνδρα δε‐
20ξιᾶς σου γενηθήτω, τουτέστι διὰ τοῦ ἀνδρὸς τοῦ ὄντος δεξιᾶς σου. Καὶ τίς οὗτος ἢ ὁ Υἱὸς τοῦ ἀνθρώ‐ που, ὅς ἐστι δεξιὰ τοῦ Πατρὸς, εἰ καὶ γέγονεν ἄν‐ θρωπος; Ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ σώσῃ ἡμᾶς, φησὶν, ἡ δεξιά σου, ὁ χρηματίσας ἀνὴρ καὶ Υἱὸς ἀν‐
25θρώπου, οὐκ ἄν ποτε ἀποστῶμεν ἀπὸ σοῦ, ἅτε τῆς σῆς ζωῆς μεταλαβόντες, καὶ τῷ σῷ ἐπικληθέντες ὀνόματι, τουτέστι Χριστιανοί. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς. Συνεχῶς τὴν ἱκεσίαν προβάλλεται, ἐπισπεύδων τὴν
30ἐπιφάνειαν γενέσθαι τοῦ Μονογενοῦς, δι’ οὗ καὶ σω‐ θήσονται.
32tΕἰς τέλος ὑπὲρ τῶν ληνῶν ΨΑΛΜΟΣ
33tτῷ Ἀσὰφ, ἀλληλούϊα. Πʹ.
34tὙπόθεσις.
35Ἤδη τὸν ὄγδοον ἑρμηνεύοντες ἀποδεδώκαμεν εἶναι ληνοὺς τὰς Ἐκκλησίας. Ἔστιν οὖν καὶ ἐκ τούτου τοῦ ψαλμοῦ ἰδεῖν, ὡς καλεῖ τὰ ἔθνη πρὸς τὴν πί‐ στιν τὴν εἰς τὸν Κύριον· αὐτοῖς διδασκαλίαν ποιού‐ μενος τοῦ μήποτε ἀποστῆναι αὐτοῦ, τὴν τοῦ προ‐
40 τέρου λαοῦ διὰ τὴν κακίαν ἀποβολὴν λέγων. Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλά‐ ξατε τῷ Θεῷ Ἰακώβ. Ἀλαλαγμός ἐστιν ἐπινίκιος ὕμνος. Παρακελεύεται οὖν τοῖς ἔθνεσι τῷ βοηθήσαντι Θεῷ, καὶ ἐκ τῆς τῶν δαιμόνων αὐτοὺς ῥυσαμένῳ
45καταδυναστείας, τὰς ἐπινικίους ᾄδειν ᾠδάς. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον. Ψαλμὸν ἐν τούτοις τὴν θείαν διδασκαλίαν φησί. Τύμπανον δὲ ὄργανόν ἐστι ἐκ δερμάτων πεποιημένον. Λέγει οὖν· Ἐπήκοοι τοῖς θείοις λογίοις γενόμενοι, παραστή‐

27

.

361

(50)

σατε τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐπρόσδε‐ κτον τῷ Θεῷ. Ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ψαλτήριον πάλιν τὸ σῶμά φησι, διὰ τὴν γινομένην συμφωνίαν καὶ συναρμονίαν πρὸς αὐτὸ τῆς ψυχῆς· ἵν’ ἄρτιοι γένωνται οἱ τοῦ Θεοῦ ἄνθρωποι, καὶ τὰς
55ψυχὰς ἀνατιθέντες τῷ Θεῷ, καὶ τὸ σῶμα, οὐ τῷ κό‐ σμῳ, ἀλλὰ Κυρίῳ.
Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι. Ὥσπερ πάλαι

27

.

364

ποτὲ ὁ Ἰσραὴλ αἰσθητὰς λαμβάνων σάλπιγγας ἐν τῇ νεομηνίᾳ ἐσάλπιζε, τοῦτο πρόσταγμα δεδωκότος τοῦ Θεοῦ, καὶ μαρτύριον τοῦ ἐλευθερωθῆναι αὐτοὺς τῆς ἐξ Αἰγύπτου δουλείας· οὕτω καὶ ὁ νέος λαὸς, τῇ εὐαγ‐
5γελικῇ χρώμενος σάλπιγγι, ἧς ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, κελεύεται ἐν ταῖς νεομηνίαις σαλπί‐ ζειν, τουτέστιν ἐν τῇ ἀνακαινίσει τοῦ νοὸς αὐτοῦ· ὁμολογῶν καὶ αὐτὸς καὶ μαρτυρῶν, ὅτι δὴ αὐτὸν ἐκ τῆς νοητῆς ἠλευθέρωσεν Αἰγύπτου, τουτέστιν ἐκ τῆς
10ἐξουσίας τοῦ σκότους. Γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν. Ὁ λαὸς, φησὶν, ἐξελθὼν ἐκ τῆς Αἰγύπτου, ἤκουσε γλῶσσαν ἣν πάλαι οὐκ ἔγνω. Καὶ ποία αὕτη ἢ ἡ τοῦ Θεοῦ πρὸς τὸν λαὸν γινομένη ἐν τῷ ὄρει φωνή;
15 Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Ἀντὶ τοῦ, ἐξ ἄρσεων. Λέγει δὲ, ὅτι τῶν βασταγμάτων αὐ‐ τοὺς ἠλευθέρωσεν, ὧν ἐπεφέροντο οἰκοδομοῦντες τὰς πόλεις τῷ Φαραώ. Αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν. Τοῦτό φησι διότι τὸν πηλὸν καὶ τὰ
20ἄχυρα ἐν κοφίνοις ἐπὶ τὸ ἔργον ἐπεφέροντο. Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε. Ὅμοιον τῷ, Ὅτι ἤκουσα τῶν στεναγμῶν αὐτῶν, καὶ τῆς φωνῆς αὐτῶν ἤκουσα, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτούς. Ἐπήκουσά σου ἐν ἀποκρύφῳ
25τῆς καταιγίδος. Ἀντὶ τοῦ, Ἐκ μεγάλης καὶ ὑπερ‐ βαλλούσης ἐῤῥυσάμην σε θλίψεως. Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὅτε διψήσας ὁ λαὸς ἔλεγε πρὸς Μωσῆν· Δὸς ἡμῖν ὕδωρ ἵνα πίωμεν, ἔλεγε· Τί λοιδορεῖσθέ με καὶ πειράζετε τὸν Κύριον;
30 Ἄκουσον, λαός μου. Τῷ λαῷ παραίνεσιν εἰσφέ‐ ρει λέγων παρεσκευάσθαι ἐπήκοον γενέσθαι αὐτῷ. Καὶ γὰρ, εἰ τοῦτο ποιήσει, οὐκ ἂν ἑτέρῳ δουλεύῃ Θεῷ, οὐδὲ γενήσεται αὐτῷ αὐτὸς ὁ Κύριος εἰς Θεὸν πρόσφατον. Αὐτὸς γάρ ἐστιν ὁ καὶ πάλαι αὐτοὺς ἐξ
35Αἰγύπτου λυτρωσάμενος. Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Ὑπισχνεῖται τοῖς πειθαρχοῦσιν αὐτῷ καὶ σαρκικὰς τροφὰς καὶ πνευματικάς. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου. Ἐπειδὴ ταῦτα μὲν ὑπεσχόμην ἐγὼ, αὐτοὶ δὲ τὰ ὦτα
40ἐκώφευσαν· τούτου χάριν ἀπεβαλόμην αὐτοὺς, ἀξίαν τῶν ἐπιτηδευμάτων αὐτοῖς τὴν τιμωρίαν διδούς. Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ἀντὶ τοῦ ψεύσασθαι τῷ Κυρίῳ τὸν λαὸν,
45ἔσται καιρὸς αὐτῷ τιμωρίας· οὗτος δέ ἐστιν ὁ τοῦ μέλλοντος αἰῶνος. Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ. Αὐτοὶ μὲν, φησὶν, ἐψεύσαντο αὐτῷ· αὐτὸς δὲ, ἅτε ἀγαθὸς ὑπάρχων, ἐνέπλησεν αὐτοὺς νοητῆς τροφῆς· αὕτη δέ

27

.

364

(50)

ἐστιν αὐτὸς ὁ Κύριος, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ ἐκ πέ‐ τρας μέλι ἐχόρτασεν αὐτούς. Πέτρα αὐτὸς ὁ Κύ‐ ριος, μέλι δὲ τὰ θεῖα αὐτοῦ λόγια. Λέγει γοῦν, ὅτι τῶν ὁσίων αὐτοῦ λογίων ἐνέπλησεν αὐτούς.
55tΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΠΑʹ.
56tὙπόθεσις.
57Τὴν ἀποβολὴν τοῦ λαοῦ ἐν τῷ πρὸ αὐτοῦ ψαλμῷ, ἐν‐

27

.

365

ταῦθα καὶ τὰς αἰτίας σαφέστερον ἐκδίδωσι, δι’ ἃς αὐτοὺς ὁ Θεὸς ἀπεβάλετο. Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Θεοὺς τοὺς ἄρχοντας τῶν Ἰουδαίων ἐκάλεσε, τοὺς υἱοὺς κληθέν‐
5τας Θεοῦ. Ἔστη οὖν ἐν μέσῳ αὐτῶν ὁ Θεὸς, ὅτε τὴν σωτήριον παρουσίαν πεποίηται, ὅπως διακρίνῃ αὐ‐ τοὺς, ἔλεγχον τῶν αὐτοῖς πεπραγμένων ποιῶν. Ἕως πότε κρίνετε ἀδικίαν, Τὴν ἀδικίαν τὴν γι‐ νομένην εἰς τὸν λαὸν παρ’ αὐτῶν εἰς μέσον ἄγει.
11 Σαλευθήτωσαν πάντα τὰ θεμέλια τῆς γῆς. Θε‐ μέλια τῆς γῆς τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου φη‐ σίν· οἵτινες καὶ πρό γε τοῦ λαοῦ τῶν Ἰουδαίων ἔδω‐ καν δίκην, ἐκβληθέντες τῆς καθ’ ἡμῶν τυραννίδος διὰ
15τοῦ λεχθέντος πρὸς ἡμᾶς λογίου· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. Ἐσαλεύθησαν γὰρ ἧς πάλαι ποτὲ εἶχον στάσεως. Ἅτε δὴ ὡς πρώ‐ των αὐτῶν καταργηθέντων διὰ τοῦ σταυροῦ αὐτοῦ, εἶτα τῆς ἐκβολῆς γενομένης τοῦ Ἰσραὴλ μετὰ τὸ κη‐
20ρυχθῆναι εἰς πάντα τὰ ἔθνη τὸ Εὐαγγέλιον, ἐπήγα‐ γεν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Ὑμεῖς δὲ ὡς ἄνθρω‐ ποι ἀποθνήσκετε· πίπτετε δὲ καὶ ὡς εἷς τῶν ἀρ‐ χόντων. Καὶ ποίων ἀρχόντων, ἢ ὧν μικρῷ πρότε‐ ρον ἐδήλωσε διὰ τῶν σαλευομένων θεμελίων τῆς γῆς;
25tᾨδὴ ΨΑΛΜΟΥ τῷ Ἀσάφ. ΠΒʹ.
26tὙπόθεσις.
27Εὐχὴν ἐνταῦθα ἀνατείνει πρὸς Θεὸν, τῆς ἀλαζονείας ἀξιῶν τὰ ἔθνη τιμωρήσασθαι τὰ τῶν Ἀσσυρίων εἰς τὸν κατὰ τῆς Ἱερουσαλὴμ συμπράξαντα πόλε‐
30 μον. Οὗτοι δὲ ἦσαν οἱ ἑξῆς ἐν τῷ ψαλμῷ δηλούμε‐ νοι. Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σοὶ μὲν, φησὶν, οὐδεὶς ἔσται ὅμοιος, ἀμνησίκακος καὶ μακροθυμῶν ἐπὶ
35ταῖς ἀδικίαις· ἐγὼ δὲ εὔχομαι μὴ σιγῆσαι ἐπὶ ταῖς καθ’ ἡμῶν παρὰ τῶν ἐχθρῶν γενομέναις ἀδίκοις ἐφόδοις. Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν. Ἐξάκουστος, φησὶν, ἡ καθ’ ἡμῶν παρ’ αὐτῶν ἀδικία γεγένηται.
40 Ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Ἀντελάβοντο, φησὶ, καὶ συνεμαχήσαντο εἰς τὸν καθ’ ἡμῶν πόλεμον οἱ προδηλωθέντες τοῖς υἱοῖς Λώτ. Υἱοὶ δὲ Λὼτ Μωαβῖται καὶ Ἀμμανῖται. Ἐντεῦθεν δὲ γι‐ νώσκομεν, ὅτι προσκαλοῦνται ἀλλήλους οἱ δαίμονες
45ἐπ’ ἀπωλείᾳ ψυχῆς, πανωλεθρίαν ἡμῖν ἐπάγειν, καὶ λήθῃ παραδοῦναι τὸν πολυθρύλλητον Ἰσραήλ. Εἶτα καταλέγει ὁμόρους, ὑφ’ ὧν συγκληθέντες καὶ οἱ ἄλλοι συνῆλθον. Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σισάρα.

27

.

365

(50)

Ὥσπερ ποτὲ Μαδιὰμ καὶ ὁ Σισάρα, ἔτι τε καὶ ὁ Ἰα‐ βεὶν ἐξαναστάντες κατὰ τοῦ Ἰσραὴλ ἐξωλοθρεύθησαν, οἱ μὲν ἐν τῷ χειμάῤῥῳ Κισσὼν, οἱ δὲ ἐν Ἀενδώρ· τὸν αὐτὸν τρόπον καὶ οἱ ἐπιθέμενοι ἡμῖν μετὰ τοῦ Ἀσσοὺρ, τῆς ὁμοίας τιμωρίας τύχοιεν. Σισάρα μὲν
55ἄρχων τῆς δυνάμεως, Ἰαβεὶν δὲ βασιλεὺς Χαναάν. Τροποῦνται ἐν τῷ χειμάῤῥῳ Κισσὼν ἐν τοῖς Κριταῖς
ἐν χειρὶ Βαραὰκ καὶ Δεβόῤῥα γυναικὸς Ἰσραήλ.

27

.

368

Ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ. Ἐν ἀσχήμῳ τόπῳ. Ἀενδὼρ γὰρ ἀπρέπεια δηλοῦται. Ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. Ἄταφοι γὰρ μένοντες διελύ‐ θησαν, καὶ οἷόν τις κόπρος τῇ γῇ συνεμίγησαν.
5 Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρήβ. Τῶν Ἰδουμαίων καὶ Ἰσμαηλιτῶν καὶ Μωαβιτῶν καὶ Ἀγα‐ ρηνῶν καὶ τῶν δηλωθέντων ἑταίρων τὰ ἴσα παθεῖν παρασκεύασον τῷ Ὡρὲβ καὶ τοῖς ἑτέροις. Οὗτοι δὲ καὶ κακοὶ κακῶς ἀπολώλασιν.
10 Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τουτέστι, Μὴ μείνοιεν ἐν τῇ αὐτῇ στάσει, ἀλλὰ κυλιέσθωσαν εἰς τοὔμπαλιν. Ὡς καλάμην κατὰ πρόσωπον ἀνέ‐ μου. Τουτέστιν εὐρίπιστοι γενήσονται, ὥσπερ ἀμέ‐ λει καὶ ἡ καλάμη τοῦ στάχυος. Ὡσεὶ πῦρ ὃ διαφλέ‐
15ξει δρυμόν. Ἀπολαυέτωσαν, φησὶ, τοῦ πυρὸς ὃ αὐ‐ τοὶ ἐξέκαυσαν, καὶ αὐτὸ τὸ πῦρ αὐτοὺς καταφάγεται, ὡσπερανεὶ καὶ αἰσθητὸν πῦρ καταφάγει δρυμόν. Ὅμοιον δὲ τῷ· Ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ
20ᾗ ἐξεκαύσατε. Ὡσεὶ φλὸξ κατακαῦσαι ὄρη. Παρα‐ βολικὸς ὁ λόγος. Ὥσπερ πῦρ ἐμπεσὸν, φησὶ, καίει ὄρη, οὕτω κατακαυθήσονται ὑπὸ τῆς παρὰ σοῦ ἐπ‐ ενεχθησομένης αὐτοῖς τιμωρίας, ἥντινα καὶ καταιγίδι παρέβαλε διὰ τὸ σφοδρὸν καὶ ἐπιτεταμένον.
25 Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας. Διαμαρ‐ τόντες γὰρ ὧν βούλονται, καὶ αἰσχύνης ἐμπλησθέν‐ τες, ἐπιγνώσονταί σου τὴν δύναμιν. Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Τοῦτο λέγει, ὡς ἔσται αὐτοῖς ἐκ τῶν τιμωριῶν ὠφέλεια. Τὸ, ζητήσουσιν, ἀντὶ τοῦ,
30γνώσονται.
31tΕἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς Κορὲ,
32tΨΑΛΜΟΣ ΠΓʹ.
33tὙπόθεσις.
34Πάλιν ὑπὲρ τῶν Ἐκκλησιῶν καὶ ἐν τούτῳ τῷ ψαλμῷ
35 ποιεῖται τὸν λόγον, καὶ δῆλον ἐκ τοῦ ὑπὲρ τῶν λη‐ νῶν αὐτὸν ἐπιγεγράφθαι. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυ‐ νάμεων! Σκηνώματά φησι τὰς κατὰ τόπον ἱδρυνθεί‐ σας ἁγίας ἐκκλησίας τοῦ Θεοῦ, εἰς ἃς καὶ πᾶσα θεο‐
40φιλὴς ἐπισπουδάζει ψυχή. Ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο εἰς Θεὸν ζῶντα. Ὅμοιον ὡσεὶ λέγοι· Καὶ τῷ σώματι καὶ ψυχῇ παρέστησα ἐμαυτὸν εἰς τὸ δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ. Τὸ δὲ, Θεῷ ζῶντι, πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων εἴ‐
45ρηται· ἅτε νεκρῶν ὄντων ἐκείνων, καὶ ἐξ ὕλης ἀψύ‐ χου τυγχανόντων. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυ‐ γὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς, τὰ θυσιαστήριά σου, Κύριε. Στρουθίον μὲν τὴν

27

.

368

(50)

τῶν ἀνθρώπων αἰνίττεται ψυχὴν, τὴν ὑπὸ τοῦ νοητοῦ θηρευτοῦ ἀγρευομένην, κατὰ τὸ εἰρημένον· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· τρυγόνα δὲ τὴν ἐν ἁγνείᾳ καὶ σωφρο‐ σύνῃ συζῶσαν ψυχήν. Λέγει οὖν, ὅτι πᾶσα ψυχὴ
55ταύτην εὑρήσει καταφυγὴν, τὴν εἰς τὰ θυσιαστήρια
εἴσοδον.

27

.

369

Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου· τῷ ἐπουρανίῳ δηλονότι. Μακάριος ὁ ἀνὴρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ σοί· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ δι‐
5έθετο. Ὡς ἀντιλήπτορα, φησὶν, ἐπιγεγραμμένος, ἀγαθοὺς λογισμοὺς ἑαυτῷ καθ’ ἑκάστην οἰκοδομεῖ, οὕστινας καὶ ἀναβάσεις πρὸς τὸ παρὸν εἴρηκε, διὰ τὸ ἐν αὐτοῖς οἱονεὶ ἀπὸ τῶν γηΐνων ἀνάβασιν εἶναι εἰς ἐπουράνια. Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος.
10Κοιλάδα τοῦ κλαυθμῶνος τὸν θνητὸν βίον φησί. Λέγει οὖν· Ἐν τῷ θνητῷ βίῳ πλήσεις ἀγαθῶν λογισμῶν αὐτοὺς καθεκάστην οἰκοδομῶν. Αἴσθησις αὐτοῖς γέγο‐ νεν ἐκ τῆς σῆς ἀντιλήψεως. Καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν· πορεύ‐
15σονται ἐκ δυνάμεως εἰς δύναμιν. Ἀμοιβὰς, φησὶ, τῶν καλῶν λογισμῶν δώσει αὐτοῖς ὁ νομοθετῶν, τουτ‐ έστιν ὁ τὸν νόμον αὐτοῖς τῆς Καινῆς δεδωκὼς Διαθή‐ κης. Τίνες δ’ ἂν εἶεν αἱ εὐλογίαι, ἢ τὸ ἐκ δυνάμεως εἰς δύναμιν πορευθῆναι; Λέγει δὲ ἀπὸ τῆς ἐνταῦθα
20πολιτείας τῆς κατὰ Θεὸν εἰς τὴν ἄνω Ἱερουσαλὴμ, ἔνθα καὶ ἀπελθόντες ὄψονται τὸν Θεὸν καθώς ἐστιν. Ἐπίβλεψον εἰς πρόσωπον τοῦ Χριστοῦ σου. Χριστὸν ἐνταῦθα τὸν κεκλημένον λαὸν εἰς βασίλειον ἱεράτευμά φησι.
25 Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἡμέραν μίαν τῶν αὐλῶν τοῦ Θεοῦ, τουτέστι τῶν ἐκκλησιῶν, τὴν ἀναστάσιμον ἡμέραν τοῦ Σωτῆρος ὑποδηλοῖ. Χιλιάδας δὲ, ἤτοι χιλιάδα, οὕτω γὰρ εὕρηται ἐν τῇ Ἑβραίων Γραφῇ, τὴν κατὰ
30νόμον λατρείαν φησὶν, ἥτις εἰς χιλιάδα ἐτῶν κεκρά‐ τηκεν, ἀρξαμένη ἀπὸ τῶν τοῦ Σολομῶντος χρόνων, ἀφ’ οὗ τεθεμελίωται ὁ θεῖος ναὸς, μέχρι τῆς τοῦ Σω‐ τῆρος παρουσίας. Δείκνυσιν οὖν, ὡς πολὺ τὸ μεῖζον τῆς εὐαγγελικῆς πρὸς τὴν νομικὴν λατρείαν. Ἐξελε‐
35ξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Οἷον ὡς εἰ λέγοι· Μικρός τις καὶ εὐτελὴς εἶναι μᾶλ‐ λον ἂν βουλοίμην τῶν ἐν τῇ Ἐκκλησίᾳ ἢ μέγας τῶν ἐν τῷ ἁμαρτωλῷ λαῷ. Ταῦτα τοῖς ἐν Βαβυλῶνι πρόσ‐ φορα, καὶ ἡμῖν ἐπιτήδεια. Καὶ γὰρ ἐκείνους ἐδίδασκεν
40ἡ χάρις τοῦ Πνεύματος μὴ παραβλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα τοὺς τῷ Θεῷ ἀφιερωμένους σηκοὺς ἀεὶ ποθεῖν καὶ ἀγαπᾷν. Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομέ‐ νοις ἐν ἀκακίᾳ. Οἱ γὰρ ταύτην ἔχοντες τὴν διάθεσιν,
45τούτων ἁπάντων ἀπολαύουσι τῶν ἀγαθῶν. Ἔλεος γὰρ ἐκ τῶν θείων ἀναβλαστάνει σηκῶν, καὶ πολλὴ ἐκεῖθεν ἄφθονος τῆς ἀληθείας ἡ χορηγία. Ἐκεῖθεν γὰρ τῶν ἀγαθῶν δογμάτων τὴν διδασκαλίαν δεχόμεθα, καὶ χά‐ ριν δὲ θείαν ἐκ τῶν τοῦ παναγίου Πνεύματος κρου‐

27

.

369

(50)

νῶν ἀρυόμεθα· καὶ μέντοι καὶ περίβλεπτοι ἐντεῦ‐ θεν γινόμεθα, καὶ λίαν περιφανεῖς, καὶ συλλήβδην εἰπεῖν, πᾶσαν τῶν ἀγαθῶν δεχόμεθα τὴν ἀπόλαυσιν, κακίας μὲν καὶ πονηρίας ἀπαλλαττόμεθα, ἁπλότητι δὲ καὶ ἀληθείᾳ συζῇν προαιρούμενοι.
55tΕἰς τέλος, τοῖς υἱοῖς Κορέ. ΨΑΛΜΟΣ ΠΔʹ.
56tὙπόθεσις.
57Διὰ τούτου τοῦ ψαλμοῦ τὴν κλῆσιν τῶν ἐθνῶν δηλοῖ,

27

.

372

καὶ τὴν γενομένην αὐτοῖς διὰ τῆς πρὸς τὸν Θεὸν ἐπιστροφῆς ἄφεσιν. Ἔτι τε εἰσάγει τὸν Ἰουδαίων λαὸν μετὰ τὴν τῶν ἐθνῶν κλῆσιν ἐξομολογούμενον ἐφ’ οἷς ἥμαρτεν, ἀξιοῦντα καὶ αὐτὸν τοῦ διὰ τοῦ
5 Χριστοῦ ἐλέους τυχεῖν. Εὐδόκησας, Κύριε, τὴν γῆν σου. Καὶ γὰρ ἀλη‐ θῶς εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσα‐ σθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. Αὐτοῖς γὰρ πρῶτον κηρύξας
10τοῖς Ἰουδαίοις, λελύτρωται πολλοὺς τῆς καταλαβού‐ σης αὐτοὺς νοητῆς αἰχμαλωσίας. Ἐδήλωσεν ὁ Σω‐ τὴρ μετὰ τὴν Ἡσαΐου προφητείαν, τὴν φήσασαν· Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι
15αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, εἰπών· Σήμερον πεπλήρωται ἡ προφητεία αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. Αὐτὸς γὰρ ὁ παύσας δουλεύον‐ τας ἡμᾶς πολυθέῳ πλάνῃ καὶ δαίμοσι, τάς τε τῶν ἁμαρτημάτων λύσας σειράς.
20 Ἀμφότερα ἐνταῦθα προφητεύεται ἥ τε ἀπὸ Βα‐ βυλῶνος τῶν υἱῶν Ἰσραὴλ ἐπάνοδος καὶ τῆς οἰκου‐ μένης σωτηρία· καὶ διττῶς ὅλον ἐξηγεῖται. Πρὸς δὲ διάνοιαν· Εὐδοκεῖ Κύριος τὴν ἀγαθὴν καὶ σπουδαίαν καρδίαν, γῆν αὐτοῦ τυγχάνουσαν, διὰ τὸ δέχεσθαι
25τὸν σπόρον τὸν παρ’ αὐτοῦ, καὶ ἑκατονταπλασίονα καρποφορεῖν. Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου. Τοῦ διὰ τῆς πίστεως γενομένου αὐτοῦ λαοῦ· λέγει δὲ τὸ ἐξ ἐθνῶν, κατὰ τὸ εἰρημένον ὑπὸ Ζαχαρίου τοῦ προ‐
30φήτου· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καταφεύξονται ἐπὶ τὸν Κύριον ἔθνη πολλὰ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. Ἐπίστρεψον ἡμᾶς, ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν. Ἐντεῦθεν ἱκετείαν ἀναπέμπει ἐκ προσώπου τοῦ
35λαοῦ τῶν Ἰουδαίων, ἀξιούντων καὶ αὐτοὺς τυχεῖν τῆς χάριτος. Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου. Κύρου τοῦ Περσῶν βασιλεύσαντος, κατὰ τὴν τοῦ Ἡσαΐου προ‐ φητείαν, δεδωκότος τῆς ἐπανόδου τὴν ἐξουσίαν,
40ἐπείγονται τὴν ἐνεγκοῦσαν καταλαβεῖν. Διὰ δὴ τοῦτο τὸν Θεὸν ἱκετεύουσι, ταχεῖαν αὐτοῖς διὰ φιλανθρω‐ πίας παρασχεῖν σωτηρίαν. Τάχιστα, φησὶν, ὦ Δέ‐ σποτα, τὴν σὴν ἡμῖν ἀγαθότητα δεῖξον, ἵνα τύχωμεν τῆς σῆς σωτηρίας καὶ τῆς ἐντεῦθεν ἀπαλλαγῆς. Οὕτω
45τὴν ἱκετείαν ὡς ἐξ ἐκείνων ὁ προφήτης προσενεγκὼν, δέχεται τοῦ Θεοῦ τὴν ἀπόκρισιν καί φησιν· Ἀκούσο‐ μαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. Παυσάμε‐ νος ὁ προφήτης ἱκεσίας, τὴν παρὰ τοῦ Πνεύματος ἀπόκρισιν ἐκδέχεται σιωπῶν.

27

.

372

(50)

Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτή‐ ριον αὐτοῦ. Ἐκδεχόμενος ὁ προφήτης τὴν ἀπόκρι‐ σιν, ἣν ἀκούσομαι περὶ τοῦ γένους μου παρὰ τοῦ Θεοῦ, ἐκεῖνο ἔγνω, ὡς πᾶσιν ἕτοιμος εἴη γενέσθαι ἐγγὺς, εἴ γε τὸν αὐτοῦ φόβον ἀσπάζοιντο· συμβή‐
55σεται δὲ τοῖς ἀσπαζομένοις τὸ ἐν δόξῃ κακασκηνῶ‐
σαι. Τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.

27

.

373

Τὴν μετὰ σαρκὸς οἰκονομίαν τοῦ Μονογενοῦς διὰ τούτων σημαίνει. Γέγονε γὰρ ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς δικαιοσύνη καὶ εἰρήνη καὶ ἔλεος καὶ ἀλήθεια. Ἐλεήσας δὲ ἡμᾶς ἐδίδαξε τὴν ἀλήθειαν·
5καὶ μὴν καὶ δικαίους ἀπέφηνεν, εἰρηνοποιήσας τὰ πάντα ἐν αὐτῷ τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἔλεος καὶ ἀλήθεια συνήντησαν. Σαφῶς τὴν διὰ τῆς Θεοτόκου καὶ Ἀειπαρθένου ἀνατείλασαν τῷ
10κόσμῳ κηρύττει ἀλήθειαν. Αὐτὸς γάρ ἐστιν ἡ ἀλή‐ θεια, εἰ καὶ γεγένηται ἐκ γυναικός. Δικαιοσύνη γὰρ καὶ ἀλήθεια κατεφίλησαν σαφῶς διὰ τὴν ἐκ τῆς Ἀειπαρθένου Θεοτόκου ἀνατείλασαν τῷ κόσμῳ ἀλήθειαν.
15 Καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν. Ὅμοιον τὸ εἰρημένον πρὸς τὴν Παρθένον· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ τὰ ἑξῆς. Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα. Ὅταν, φησὶ, καθ’ ὑπερβολὴν χρηστότητος ἐπιλάμψῃ τοῖς
20ἐπὶ τῆς γῆς ὁ Κύριος, τότε καὶ ἡμεῖς, νοητὴ ὑπάρ‐ χοντες γῆ, τοὺς πνευματικοὺς καρποὺς ἀποδώσομεν τῆς δικαιοσύνης. Δικαιοσύνη ἐνώπιον αὐτοῦ προπορεύσεται. Εἰπὼν, ὡς δώσει ἡ νοητὴ γῆ τὸν καρπὸν, διδάσκει
25πῶς δώσει. Πῶς δὲ δώσει, ἢ ὅταν αὐτοῦ τοῦ ἐργα‐ ζομένου τὸ ἀγαθὸν ἡ δικαιοσύνη, προβαδίσασα εἰς τὴν ἄνω ἄγουσαν ὁδὸν, κατευθύνῃ τοῦ αὐτὴν πορευομέ‐ νου τὰ διαβήματα;
29tΠροσευχὴ τῷ Δαυΐδ. ΨΑΛΜΟΣ ΠΕʹ.
30tὙπόθεσις.
31Φωτισθεὶς διὰ τοῦ Πνεύματος τὰ περὶ τῆς παρουσίας τοῦ Μονογενοῦς ὁ μακάριος Δαυῒδ, καὶ τὴν ἐσο‐ μένην παντὶ τῷ καταφεύγοντι πρὸς αὐτὸν τῶν ἁμαρτημάτων ἄφεσιν, εἰκότως ἀναπέμπει προσ‐
35 ευχὴν, ἕνα καὶ αὐτὸν ἀξιῶν εὑρεθῆναι τῶν σω‐ ζομένων διὰ τῆς χάριτος. Κλῖνον, Κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου. Μέγα γὰρ ὡς ἀληθῶς ἐφόδιον πρὸς τὸ εὐχόμε‐ νον ἐπακούεσθαι ἡ ταπεινοφροσύνη. Ὅτι πτωχὸς
40καὶ πένης εἰμὶ ἐγώ. Ταπεινοφρονήματος τῆς προσ‐ ευχῆς τὸ προοίμιον. Τῆς γὰρ δικαιοσύνης ἄμφω κεκτημένοι τὸν πλοῦτον, ὅ τε Δαυῒδ καὶ ὁ Ἐζεκίας πρὸς τοῦτον μὲν οὐχ ἑώρων, εἰς δὲ τὴν τῆς φύσεως πενίαν ἀπέβλεπον, καὶ τὸν Θεὸν ἠντιβόλησαν οἰκτεῖραι
45ταύτην πτωχείᾳ συνεζευγμένην. Τὸ δὲ, Κλῖνον, Κύριε, τὸ οὖς σου, ἐκ μεταφορᾶς τέθεικεν ἀῤῥώ‐ στου τινὸς ὑπὸ ἀσθενείας γεγωνότερον οὐ δυναμένου λαλεῖν, καὶ τὸν ἰατρὸν προσκλίνειν τῷ στόματι τὴν ἀκοὴν ἀναγκάζοντος.

27

.

373

(50)

Φύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι. Ἀφ’ ὧν κατώρθωσεν ἀγαθῶν ἐπακουσθῆναι ἐξαιτεῖ. Σῶσον τὸν δοῦλόν σου, ὁ Θεός μου, τὸν ἐλπί‐ ζοντα ἐπὶ σοί. Ἐπειδὴ ὅσιον ἑαυτὸν ἀνηγόρευσεν, ἐπὶ τὸ ταπεινὸν πάλιν καταφέρει τὸν λόγον, δοῦλον
55ἑαυτὸν ἀπογραφόμενος τοῦ Θεοῦ, καὶ ἐπ’ αὐτῷ μόνῳ
τὴν ἐλπίδα τῆς σωτηρίας ἔχειν ἐπαγγειλάμενος.

27

.

376

Ἐλέησόν με, Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι· Διδάσκει ἡμᾶς ὁ λόγος, ὡς τὸν βουλόμενόν τι παρὰ τοῦ Θεοῦ λαβεῖν ἀγαθὸν, ἀδιάλειπτον δεῖ εἶναι ἐν προσ‐ ευχαῖς.
5 Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικής. Διδάσκει τοὺς προσερχομένους Θεῷ μὴ ἀκηδιᾷν, εἰ καὶ πρὸς ὀλίγον τὴν δόσιν ἀναβάλλεται. Ἔσται γὰρ πάντως αὐτοῖς ἐπήκοος, ἅτε χρηστὸς ὣν καὶ πολὺ λίαν εἰς ἔλεος πλούσιος.
10 Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε. Θεοὺς μὲν γὰρ τοὺς ἁγίους προφήτας φησὶ, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Λέγει δὲ, ὅτι οὐδεὶς τῶν προφητῶν ἐξελέσθαι τοὺς ἀνθρώπους τῆς ἁμαρτίας ἴσχυσεν ἢ μόνος αὐτὸς ὁ Κύριος, κατὰ τὸ εἰρημένον ἀλλαχοῦ·
15Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Εὐφρανθήτω ἡ καρδία μου, τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ὁ τὴν περὶ Θεὸν εὐλάβειαν κεκτημένος τὴν ἔννομον ἀσπάζεται πολιτείαν. Μήτηρ δὲ εὐφρο‐
20σύνης ἡ τοιαύτη ζωή. Εἰκότως τοίνυν ὁ προφήτης τῷ φόβῳ τὴν οἰκείαν εὐφρανθῆναι καρδίαν ὑπώπτευ‐ σεν. Οὕτω γὰρ καὶ ἀλλαχοῦ φησιν· Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον· καὶ πάλιν· Ἐμνή‐ σθην τοῦ Θεοῦ, καὶ εὐφράνθην.
25 Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου. Μεταβαλὼν τὴν προσευχὴν εὐθὺς εἰς ἐξομολόγησιν, ἐφ’ οἷς ἐῤῥύσθη τοῦ ᾅδου, τὴν αἰ‐ τίαν ἐξαγορεύει δι’ ἣν ἥμαρτε, λέγων ἐπιβουλὴν πολ‐ λῶν τε καὶ κραταιῶν, αἰνιττόμενος τὰς ἀοράτους δυ‐
30νάμεις, μὴ θεμένας πρὸ τῶν ὀφθαλμῶν τὸν Θεόν. Σὺ δὲ, Κύριε, φησὶν, ἅπερ ἐκεῖνοι μὴ προσεδόκησαν συνεχώρησας, ῥυσάμενος τὴν ψυχήν μου ἐξ ᾄδου κατωτάτου φιλανθρωπία τῇ σῇ. Λέγει δὲ ταῦτα Χρι‐ στὸς, παραστάντων τῶν βασιλέων τῆς γῆς, καὶ τῶν
35ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτὸ κατ’ αὐτοῦ. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ’ ἐμέ. Ὡς ἤδη εἰς πέρας αὐτῶν ἀχθείσης τῆς προσευχῆς, τὸ μέγα ἔλεος τοῦ Θεοῦ εἰς τοὺς αἰῶνας αἰνέσειν φησίν· ὅτι δὴ καὶ αὐτῶν ἐκ χειρὸς ᾅδου τὰς ψυχὰς ἠλευθέρωσεν.
41Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ’ ἐμέ. Δείκνυσι διὰ τούτων, ὡς εἰς τὴν ἁμαρτίαν ἐκείνην κατέπεσεν. Πῶς δὲ, ἢ ἐκ τοῦ συναγωγήν τινα πονηρῶν πνευμά‐ των ἐπαναστῆναι καὶ ὑποσκελίσαι αὐτὸν τοῦ κατ’
45ἀρετὴν δρόμου; Καὶ σὺ, Κύριε ὁ Θεός μου, οἰκτίρμων καὶ ἐλεήμων. Εἰ καὶ, ἐπαναστάντων μοι τῶν πονηρῶν πνευμάτων, φησὶ, κατηνέχθην εἰς ἁμαρτίαν, καὶ δι’ αὐτῆς εἰς τὸν προκείμενον κατώτατον ᾅδην· ἀλλὰ

27

.

376

(50)

σὺ, Κύριε, αὐτὸς, τοὺς οἰκείους οἰκτιρμοὺς καὶ ἐπ’ ἐμοὶ ἐφαπλώσας, ἐῤῥύσω τὴν ψυχήν μου διὸ καὶ πά‐ λιν ἐλεεῖσθαι ἐξαιτῶ. Ἔσται δέ μοι ὁ ἔλεος διὰ τοῦ ἐπιβλέψαι σε εἰς ἐμέ. Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθόν. Ὥσπερ
55πάλαι ἐν Αἰγύπτῳ τοῖς υἱοῖς Ἰσραὴλ σημεῖον δέ‐
δωκεν ὁ Θεὸς, τοῦ μὴ ἀδικηθῆναι αὐτοὺς παρὰ τοῦ

27

.

377

ὀλοθρευτοῦ, οὕτω καὶ αὐτῷ σημεῖον δοθῆναι ἐξαιτεῖ, ὅπως ἂν καὶ φυλαχθῇ δι’ αὐτοῦ, καὶ καταισχύνῃ τοὺς ἐχθρούς.
4tΤοῖς υἱοῖς Κορὲ ΨΑΛΜΟΣ ᾠδῆς. Πϛʹ.
5tὙπόθεσις.
6ᾌδουσι πάλιν τὸν ψαλμὸν τοῦτον οἱ τοῦ Κορὲ υἱοὶ εἰς τὴν Ἐκκλησίαν, δι’ αὐτοῦ κηρύσσοντες τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ τὴν γενομένην ἐπίλαμψιν τῇ Ἐκκλησίᾳ τοῦ Μονογενοῦς διὰ τῆς μετὰ σαρ‐
10 κὸς οἰκονομίας. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. Αὐτοῦ μὲν τοῦ κληθέντος διὰ τῆς πίστεως λαοῦ. Λέ‐ γει δὲ, ὅτι ἐξ ἐθνῶν λαὸς ἐπῳκοδομήθη ἐπὶ τῷ θεμε‐ λίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
15 Ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Πύλας Σιὼν τὴν εἰσαγω‐ γικὴν καὶ στοιχειώδη διδασκαλίαν τῆς Ἐκκλησίας φησί· σκηνώματα δὲ Ἰακὼβ τὴν κατὰ νόμον λατρείαν. Φησὶν οὖν ὡς αἱρετωτέρα κέκριται παρὰ τῷ Θεῷ ἡ
20εὐαγγελικὴ πολιτεία τῆς κατὰ νόμον λατρείας. Λεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Πόλις μὲν ἡ Ἐκκλησία. Ποῖα δεδοξασμένα ἐλαλήθη περὶ αὐτῆς, ἢ τὸ κατοικῆσαι ἐν αὐτῇ τὸν Μονογενῆ, κατὰ τὸ εἰρημένον· Ὧδε κατοικήσω, ὅτι
25ᾑρετισάμην αὐτήν; Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος. Τῶν ἐπιστρεφόντων εἰς ἐμὲ, φησὶ, μνήμην εἰς ἀγαθὸν ποιήσομαι, ἢ καὶ τῶν ἐκτόπως εἰς φιληδονίαν ἐκ‐ κεκλικότων, καὶ τῶν ἄγαν εἰδωλολατρούντων. Ταῦτα
30γὰρ ἡμῖν ἐσήμανε διὰ τῆς Ῥαὰβ καὶ Βαβυλῶνος. Καὶ Ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς τῶν Αἰθιόπων. Διδάσκει ἡμᾶς ὁ λόγος σαφῶς, ὅτι δὴ ἐκ πάντων τῶν ἐθνῶν ἡ Ἐκκλησία συνέστηκεν. Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος
35ἐγεννήθη ἐν αὐτῇ. Μητέρα φησὶ, δῆλον δὲ, ὅτι οἱ πεπιστευκότες τὴν Σιὼν ἤτοι τὴν Ἐκκλησίαν ἐπι‐ γραψόμεθα, ἐν ᾗ ὁ ἄνθρωπος, ἢ ὁ αὐτὸς ὁ θεμελιώσας αὐτήν. Οὗτος δέ ἐστιν ὁ γενόμενος δι’ ἡμᾶς ἄν‐ θρωπος, καὶ ἐπαγγελλόμενος ἐπὶ τὴν πέτραν θεμε‐
40λιῶσαι τὴν Ἐκκλησίαν. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρ‐ χόντων. Τῶν λαῶν, φησὶ, καὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ τῇ Ἐκκλησίᾳ γενομένων, ὁ Κύριος διηγή‐ σεται τὴν γραφήν. Καὶ πῶς ἂν, φησὶν, ἢ τὴν ἀπο‐
45γραφὴν τὴν γενομένην ἐν τοῖς οὐρανοῖς, ἣν αὐτὸς αὐτοῖς διηγήσεται λέγων· Χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς; Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Ὅταν, φησὶν, ἐν σοὶ πάντων ἡ κατοικία τῶν ἐν

27

.

377

(50)

τῇ Ἐκκλησίᾳ γένηται, τότε καὶ εὐφροσύνης ἔσονται πλήρεις.
52tᾨδὴ ΨΑΛΜΟΥ τοῖς υἱοῖς Κορέ. Εἰς τέλος ὑπὲρ
53tΜαελὲθ τοῦ ἀποκριθῆναι, συνέσεως Ἐθὰμ τῷ
54tἸσραηλίτῃ. ΠΖʹ.
55tὙπόθεσις.
56Ἐν τούτῳ τῷ ψαλμῷ ὁ τοῦ Χριστοῦ εἰσφέρεται
θάνατος, ὃν ὑπὲρ ἡμῶν ἀνεδέξατο· ὅπως καὶ τοῖς

27

.

380

ἐν ᾅδου κηρύξας πνεύμασι δωρήσηται τὴν ἀνάστα‐ σιν. Ἀποκλαίεται δὲ καὶ τὴν Ἱερουσαλὴμ, ἅτε δὴ ἐκπεσουμένην τῆς εἰς αὐτὸν ἐλπίδος. Αὕτη δὲ ἡ Ἱερουσαλὴμ, ἤτοι ὁ λαὸς, πάλαι οἷόν τις χορὸς
5ἦν, καθὸ καὶ μερὶς αὐτοῦ καὶ κλῆρος προσηγο‐ ρεύετο· διὸ καὶ πρὸς Μαελὲθ ἐπιγέγραπται ὁ ψαλ‐ μὸς, ὅ ἐστι χορείας ἤτοι χοροῦ. Ἐπειδὴ δὲ βαθὺ τὸ Χριστοῦ μυστήριον, καὶ λίαν λεπτῆς διανοίας δεῖ πνευματικῆς πρὸς τὸ συνιέναι αὐτό· τούτου
10χάριν Συνέσεως ἐπιγέγραπται. Λέγεται δὲ τοῦ Αἰμὰν εἶναι ὁ ψαλμὸς, ἐν Αἰγύπτῳ πρὸς Μωσέως πεποιημένος. Οὗτος δὲ ὁ Αἰμὰν ἀπόγονος ἦν τοῦ Ἰσραὴλ, ἅτε ἔκγονος ὢν τοῦ Ζαρὰ, ὃς ἦν υἱὸς τοῦ Ἰούδα, τοῦ υἱοῦ Ἰσραήλ.
15 Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέ‐ κραξα. Ἅτε ἀγαθὸς ὢν, εἰδὼς τὴν ἔκπτωσιν τοῦ λαοῦ καὶ τὴν τοῦ μαθητοῦ ἀπώλειαν, τὰς ὑπὲρ αὐ‐ τῶν ἀναπέμπεται πρὸς τὸν Πατέρα εὐχάς· ὅπως ἂν, τῆς κακίας μὴ μεταλαβόντες, καὶ αὐτοὶ τῆς δι’ αὐ‐
20τοῦ σωτηρίας τύχοιεν. Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου. Εἰ καὶ αὐ‐ τὸς τὰς ἁμαρτίας ἡμῶν ἐβάστασε, καὶ περὶ ἡμῶν ὀδυνᾶται, εἰκότως καὶ κακῶν ἐμπέπλησταί φησι. Καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισε. Τοῦτό φησιν,
25ἐπειδὴ ὑπὲρ παντὸς χάριτι Θεοῦ ἐγεύσατο θα‐ νάτου. Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος ἐν νε‐ κροῖς ἐλεύθερος. Μόνος Ἰησοῦς καὶ ἀπέθανεν ὑπὲρ τῶν ἀνομιῶν τοῦ λαοῦ ἀγόμενος εἰς θάνατον, κατὰ
30τὴν Ἡσαΐου φωνήν· καὶ νεκρὸς ἂν ἐλεύθερος ἦν μό‐ νος· οὐ γὰρ εἶχεν ἁμαρτίαν τὴν κάτοχον αὐτὸν ποιοῦσαν θανάτῳ. Διὸ καὶ ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν.
35 Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ. Παρ‐ όμοιος, φησὶ, γέγονα ἀνθρώποις τετραυματισμένοις καὶ κειμένοις ἐν μνήμασιν, οἳ, τῆς σῆς μὴ τυχόν‐ τες ἐπικουρίας, οὐ τετυχήκασιν ἀναστάσεως. Ἐγὼ δὲ τετραυμάτισμαι, φησὶ, διὰ τὰς ἁμαρτίας τοῦ
40λαοῦ, καὶ ἐν τάφοις γέγονα, οὐ μὴν καὶ ἀπέμεινα· διότι μου καὶ μετὰ τὴν τρῶσιν καὶ τὴν ἐν τῷ τάφῳ κατάθεσιν ἐμνήσθης. Ἀνέστην γὰρ πατήσας τὸν θάνατον. Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Θυμὸν τοῦ
45Θεοῦ φησι τὴν ἐπενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γέ‐ νει τοῦ θανάτου κατάραν. Ἐπειδὴ τοίνυν γέγονεν ὑπὲρ ἡμῶν κατάρα, τούτου χάριν τὸν θυμὸν τοῦ Θεοῦ ἐπ’ αὐτὸν ἐπεστηρίχθαι φησί. Καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες

27

.

380

(50)

ἐπ’ ἐμέ. Μετεωρισμοὺς τὴν μετὰ σφοδρότητος ἐπ‐ ενεχθεῖσαν τῷ τῶν ἀνθρώπων γένει ὑπὲρ τῆς πα‐ ραβάσεως δίκην φησί. Σημαίνει δὲ πάλιν τὸν θά‐ νατον. Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ.
55Τοῦτό φησιν, ἐπειδὴ πάντες αὐτὸν κατέλιπον κατὰ
τὸν τοῦ πάθους καιρόν. Ἔθεντό με βδέλυγμα ἑαυ‐

27

.

381

τοῖς. Ὅρα πῶς καὶ μέχρι νῦν Ἰουδαῖοι τὸ Χριστοῦ ὄνομα βδελύσσονται. Παρεδόθην, καὶ οὐκ ἐξεπο‐ ρευόμην. Τοῦτό φησι, διὰ τὸ κατάκλειστον αὐτὸν γε‐ νέσθαι ἐν τῇ οἰκίᾳ τοῦ ἀρχισυναγώγου.
5 Οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας. Ἀπεκλαιόμην, φησὶν, ὑπὲρ τοῦ λαοῦ, ἰδὼν αὐτοὺς τοῦ κατὰ Θεὸν πλούτου ἐκπεσουμένους καὶ εἰς πτω‐ χείαν κατενηνεγμένους ἐσχάτην. Ἐκέκραξα πρὸς σὲ, Κύριε, ὅλην τὴν ἡμέραν.
10Ἕνα τοίνυν πόρον δὸς τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τὴν σὴν, Δέσποτα, προμηθείαν. Ἐκτείνων γὰρ ἀεὶ τὰς χεῖρας ἀντιβολῶ σε. Τὴν πικρὰν δὲ τῆς ψυχῆς ὀδύνην τοῦτο τὸ σχῆμα δηλοῖ. Ὑπὸ γὰρ τῆς χρείας ἀναγκαζόμενος, σπουδαιότερόν τις ἱκετεύει τὸν δοῦναι
15δυνάμενον. Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; Ἰατροὶ ἀναστήσουσι; Τὰς αἰτίας ἡμᾶς διδάσκει τῆς εἰς τὸν θάνατον αὐτοῦ καθόδου, μονονουχὶ λέγων· Ἐπειδὴ οὔτε νεκροῖς δυνατὸν, φησὶ, ποιήσασθαι θαυμάσια,
20οὔτε ἰατροῖς ἀναστῆσαι, ἵνα ἐξομολογήσωνταί σοι, οὔτε μὴν οἱ ἐν τῇ ἀπωλείᾳ δυνατοὶ ἦσαν γνῶναί σου τὴν ἀλήθειαν· τούτου χάριν, ὦ Πάτερ, καὶ τοῖς ἐν ᾅδου καταλελόγισμαι· ἵνα ἀναστάντες οἱ ἐν τῇ ἐπι‐ λελησμένῃ γῇ καὶ τῶν θαυμασίων σου πεῖραν λά‐
25βοιεν, καὶ διηγήσωνται οἱ πάλαι ἐν τῷ σκότει τὴν ἀλήθειάν σου. Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου; Μὴ δυνατὸν, φησὶ, τοὺς εἰς κόνιν διαλυθέντας νεκροὺς καὶ ἐν τῷ ζόφῳ τοῦ θανάτου διάγοντας, καὶ λήθῃ
30παραδεδομένους, τῆς σῆς ἔσεσθαι φιλανθρωπίας, καὶ τῶν σῶν θαυμάτων θεατὰς καταστῆσαι; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου; Ὥσπερ ἐν τοῖς ἀπολωλόσιν οὐκ ἔστιν ἀλήθεια, οὕτως ἐν τοῖς ἐσκοτισμένοις οὐκ ἔστι θαυμάσια. Γῆ
35ἐπιλελησμένη ἐστὶ ψυχὴ λογικὴ τῶν τοῦ ἁγίου Πνεύ‐ ματος ἐστερημένη καρπῶν. Ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν ψυχήν μου, ἀπο‐ στρέφεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ; Ὁ μὲν ὑπὲρ τοῦ λαοῦ προσηύχετο, οἱ δὲ ἀναξίους ἑαυτοὺς τῆς σω‐
40τηρίας δι’ ὑπερβολὴν κακίας ἀποφαίνονται· οἱονεὶ ἄπρακτον αὐτοῦ τὴν ὑπὲρ αὐτῶν καθιστῶντες εὐ‐ χήν. Πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου. Πτωχὸς μὲν διὰ τὸ δούλου λαβεῖν μορφήν· ἐν κόποις
45δὲ ἐκ νεότητος, διότι ἐκ σπαργάνων αὐτῶν ἐπεβου‐ λεύετο παρά τε Ἡρώδου καὶ τῶν ὁμοίων αὐτῷ. Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. Ὕψω‐ σιν μὲν τὴν ἐπὶ τοῦ σταυροῦ ἄνοδόν φησι, κατὰ τὸ εἰρημένον ὑπ’ αὐτοῦ· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ

27

.

381

(50)

ἀνθρώπου. Τὸ δὲ, ἐταπεινώθην, διὰ τὴν μέχρις ᾅδου κάθοδον λέγει. Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί σου. Πᾶσαν, φησὶν, ἐκίνησας κατ’ ἐμοῦ τὴν ὀργήν· καὶ ταῖς φοβερωτά‐ ταις με διετάραξας τιμωρίαις, καὶ ταύταις καθάπερ
55ὕδασιν ὑποβρύχιόν με πεποίηκας.
Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον καὶ

27

.

384

τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας. Ταλαιπω‐ ρίαν τὸν τοῦ πάθους καιρὸν κατασημαίνει. Λέγει οὖν, ὡς παρὰ τὸ πάθος αὐτὸν καὶ οἱ φίλοι καὶ οἱ γνώρι‐ μοι ἐγκατέλιπον. Ἐπειδὴ δὲ γέγονεν ὑπήκοος τῷ
5Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, ἐν δὲ τῷ σταυρῷ καταλέλειπται παρὰ τῶν μαθητῶν· τού‐ του χάριν τὸν Πατέρα αὐτοῦ μακρῦναι τοὺς φίλους καὶ τοὺς γνωρίμους λέγει.
9tΨΑΛΜΟΣ συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ.
10tΠΗʹ.
11tὙπόθεσις.
12Ἐν τοῖς παροῦσι τὴν ἐκ σπέρματος Δαυῒδ γέννησιν τοῦ Χριστοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ θεσπίζει, καὶ μὴν καὶ τὸ πάθος τὸ σωτήριον ὃ ὑπέμεινεν
15ὑπὲρ ἡμῶν. Συνέσεως δὲ ἐπιγέγραπται, ἐπειδὴ πνευματικοῦ μάλιστα χρεία νοῦ πρὸς τὸ νοῆσαι τὸ βάθος τῶν αὐτοῦ μυστηρίων. Τὰ δὲ περὶ τοῦ Αἰμὰν, ὡς καὶ οὗτος προφήτης ἦν, ἐν τοῖς προλαβοῦσι σα‐ φῶς διηγόρευται.
20 Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Καὶ ποῖα τὰ ἐλέη τοῦ Κυρίου, ἃ πεποίηκεν εἰς ἡμᾶς, ἃ καὶ ᾄδειν ὀφείλομεν; ἢ τὸ καθελεῖν μὲν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ αὐτὸ τοῦ διαβόλου τὸ κράτος· ἐλευθερῶσαι δὲ ἡμᾶς ἁμαρτίας καὶ θανάτου. Εἰς γε‐
25νεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. Ἀλήθεια μὲν τοῦ Πατρὸς ὁ Υἱὸς, ὃν καὶ εἰς γενεὰν καὶ γενεὰν ἐπὶ στόματος οἱ ἅγιοι φέ‐ ρουσιν· ἔστι γὰρ ὁ λόγος ὡς ἀπὸ τοῦ ἀποστολικοῦ χοροῦ.
30 Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσε‐ ται. Σὺ, ὦ Δέσποτα, φησὶν, ἐπαγγείλασθαι κατηξίωσας, ὅτι εἰς τὸν αἰῶνα διηνεκῶς ἔλεος μέγα καὶ θαυμα‐ στὸν οἰκοδομηθήσεται· ὅ ἐστι κατασκευασθήσεται, ἤγουν ἐγερθήσεται. Τὸ γὰρ οἰκοδομούμενον ἐγείρεταί
35πως καὶ ἀνίσταται. Ἔστι δὲ τοῦτο ἡ διὰ Χριστοῦ σω‐ τηρία καὶ χάρις. Τὸ μὲν ἔλεος τοῦ Θεοῦ τοὺς ἀνθρώ‐ πους οἰκοδομεῖ, ἡ δὲ ἀλήθεια ἑτοιμάζει τὰς ἁγίας δυνάμεις. Ἑτοιμασθήσεται ἡ ἀλήθειά σου. Ὥσπερ ἡ διὰ Χριστοῦ σωτηρία ἔλεος καὶ χάρις, οὕτω καὶ ἡ
40ἀλήθεια πάλιν καλεῖται, ἢ καὶ μέχρις οὐρανῶν ἐγη‐ γερται, φησὶ, διὰ τοῦ αἵματος, εἴτε ἐπὶ γῆς εἴτε ἐν οὐρανῷ. Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· Ἀβ‐ ραὰμ, φησὶ, καὶ Ἰακώβ· τούτοις γὰρ δὴ τὰς περὶ Χρι‐
45στοῦ ἐπαγγελίας δέδωκε κατὰ τὸ εἰρημένον· Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου. Καὶ ποῦ ὤμοσεν ἢ ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ

27

.

384

(50)

μετὰ τῶν πατέρων σου· ἀναστήσεται ἐκ τοῦ σπέρματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου. Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐτοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου. Καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται
55μοι εἰς υἱόν. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου.
Τοῦτό φησι διὰ τοῦ γεννηθέντος Χριστοῦ, καὶ ποιμέσι

27

.

385

τοὺς ἀγγέλους εὐαγγελίζεσθαι λέγοντας· Ὅτι ἐτέ‐ χθη ἡμῖν σήμερον Χριστὸς Κύριος ἐν πόλει Δαυΐδ. Καὶ ἑτέρας δὲ ἐπουρανίου στρατείας πλῆθος ὀφθῆναι λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ‐
5ρήνη. Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Εἰ καὶ γέγονεν ἄνθρωπος, φησὶν, ὁ Μονογενὴς, καὶ καθ‐ ῆκεν ἑαυτὸν εἰς ἑκούσιον κένωσιν, καὶ ἔλαβε τὴν τοῦ δούλου μορφήν· ἀλλὰ καὶ οὕτως ἐστὶν ἀσύγκριτος
10ὑπὲρ πάντας καὶ οὐρανίους δυνάμεις· αἱ μὲν γὰρ οἰ‐ κετικὸν ἔχουσι τάγμα· ὁ δὲ Δεσπότης τῶν ὅλων ἐστὶ καὶ κύριος. Ἀλλὰ μὴν οὐδὲ ἐν υἱοῖς Θεοῦ ὅμοιός τίς ἐστιν αὐτῷ. Καὶ τοῦτο αὐτοὶ μαρτυροῦσι λέγοντες, ὅτι Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλά‐
15βομεν. Οὐκοῦν ὁ μὲν δίδωσιν ὡς Θεὸς, οἱ δὲ πλουτοῦσι τὰ παρ’ αὐτοῦ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερός. Ὥσπερ οἱ ἀσύνετοι σκανδαλίζονται ὁρῶντες αὐτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἀκούοντες
20δὲ λέγοντος αὐτοῦ· Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν καὶ φοβερὸν καλοῦσι. Καὶ τοῦτο ἐκεῖθεν δῆλον, ἐκ τοῦ τὸν μὲν Πέ‐ τρον ὥσπερ ἐκ στόματος ἁπάντων βοᾷν· Σὺ εἶ ὁ
25Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· πάλιν δὲ τοὺς πάντας· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ· ὅτε τῇ θα‐ λάσσῃ καὶ τοῖς ἀνέμοις ἐπετίμησεν. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου· σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης.
30Δείκνυσιν ὁ λόγος, ὡς αὐτὸς ὁ ἐν τῇ τοῦ δούλου μορ‐ φῇ ἐστιν ὁ καὶ τὴν ὑγρὰν ἐξ ἀρχῆς παραγαγὼν οὐ‐ σίαν· καὶ αὐτός ἐστιν ὁ τεθεικὼς ἄμμον ὅριον τῇ θαλάσσῃ, καὶ εἰρηκὼς αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἔδειξε δὲ τοῦτο ὑπάρχον ἀληθὲς,
35ἐπιτιμήσας καὶ τῇ θαλάσσῃ καὶ τοῖς ἀνέμοις, ὅτε μετὰ τῶν μαθητῶν συνέπλεε. Τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. Σὺ ἐταπείνω‐ σας ὡς τραυματίαν τὸν ὑπερήφανον. Αὐτὸς γάρ ἐστιν ὁ δήσας τὸν ἰσχυρὸν καὶ τὸν ὑπερήφανον, καὶ
40δεδωκὼς τοῖς αὐτοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐ πίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ. Ὥσπερ τῆς θαλάσσης Δεσπότης ἐστὶν, οὕτω καὶ τῶν οὐρανῶν ποιητὴς καὶ γῆς ἁπάσης. Τὴν οἰκουμένην καὶ τὸ
45πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. Θαβὼρ καὶ Ἑρμών. Τὰ τέσσαρα μέρη τῆς οἰκουμένης διὰ τούτων σημαί‐ νει· διὰ μὲν τοῦ βοῤῥᾶ τὰ ἀρκτῷα μέρη, διὰ δὲ τῆς θαλάσσης τὰ τῆς ἑσπέρας. Θάλασσαν γὰρ ἡ Γραφὴ

27

.

385

(50)

τὴν ἑσπέραν καλεῖ· διὰ δὲ τοῦ Ἑρμὼν ὄρους τὸν νό‐ τον· διὰ δὲ τοῦ Θαβὼρ ὄρους πάλιν τὴν ἀνατολήν. Σὸς ὁ βραχίων μετὰ δυναστείας. Ὁ σὸς, ὦ Δέ‐ σποτα, βραχίων, φησὶν, ἐπιδειχθείη τοῖς πᾶσι μετὰ δυναστείας. Εἰ γὰρ καὶ γέγονεν ἄνθρωπος καὶ πέφηνε
55καθ’ ἡμᾶς, ἀλλ’ ἐμφανὴς κατέστη ἡ τῆς μεγαλειότη‐

27

.

388

τος αὐτοῦ ὑπεροχή. Καὶ τοῦτό ἐστι τό· Κραταιωθή‐ τω ἡ χείρ σου· ὑψωθήτω ἡ δεξιά σου. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. Κη‐ ρύξας τὴν ἐνανθρώπησιν τοῦ Μονογενοῦς, εἰκότως
5μακαρίζει τοὺς τὸ αὐτοῦ ἐκμαθόντας μυστήριον. Τοῦτο δέ ἐστι τὸ τοὺς ἐπινικίους ᾄδειν αὐτῷ. Ἀλαλα‐ γμὸς γάρ ἐστιν ἡ ἐπὶ τοῖς πεσοῦσιν ἐχθροῖς γινομένη ᾠδή. Παρετάξατο δὲ ὑπὲρ ἡμῶν, καὶ νενίκηκε τὰς ἀντικειμένας δυνάμεις. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσ‐
10ώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. Τοὺς ἁγίους αὐτοῦ ἀποστόλους μα‐ καρίζει, ὅτι δὴ τῷ ὀνόματι αὐτοῦ καὶ τῇ δυνάμει αὐ‐ τοῦ ἐποίουν ὅσα ἐποίουν παράδοξα. Καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας
15ἡμῶν. Κέρας τὴν δόξαν φησί. Λέγει οὖν, ὡς πρὸς τὸν Πατέρα· Ἐπειδὴ σὺ ηὐδόκησας ἀποστεῖλαι τὸν Μονο‐ γενῆ, τούτου χάριν ἡ δόξα ἡμῶν διεγήγερται. Ἐδο‐ ξάσθημεν γὰρ συνεγερθέντες Χριστῷ, καὶ συμβασι‐ λεύσαντες αὐτῷ.
20 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου. Τότε, ἀντὶ τοῦ, πάλαι, φησὶ, δι’ ὁράσεων προφητικῶν τοῖς υἱοῖς σου, λέγει δὲ τοῖς κεκλημένοις εἰς τὸ τῆς υἱοθε‐ σίας ἀξίωμα, ἐλάλησας. Τί δὲ ἐλάλησας ἢ τό· Ἐθέ‐ μην βοήθειαν ἐπὶ δυνατόν; Ὅμοιον δὲ ὡσεὶ λέγοι·
25Δέδωκα, φησὶ, βοήθειαν ἐπὶ δυνατὸν τοῖς [ἀσθενέσι καὶ πλεονεκτουμένοις ὑπὸ τοῦ Σατανᾶ, τοῦ καταφυ‐ γεῖν ἐπὶ δυνατόν. Ὁ δέ γε δυνατὸς, ὃν δέδωκεν ἡμῖν εἰς βοήθειαν ὁ Πατὴρ, Χριστός που πάντως ἐστί· καὶ γάρ ἐστι δυνάμεων Κύριος· Ὕψωσα ἐκλεκτὸν ἐκ
30τοῦ λαοῦ μου, εὗρον Δαυῒδ τὸν δοῦλόν μου. Ἐν‐ νόει Χριστὸν τὸν ἐκ σπέρματος Δαυῒδ, ἐκλεκτὸν κε‐ κλημένον, διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε. Δαυῒδ δὲ πάλιν αὐτὸν ὀνομάζει, καθὸ ἐκ σπέρματος ἦν Δαυΐδ· καὶ μὴν καὶ δοῦλον, διὰ τὸ ἐν τῇ τοῦ δούλου
35μορφῇ πεφηνέναι. Ἐν ἐλαίῳ ἁγίῳ μου ἔχρισα αὐ‐ τόν. Ὅτε Θεὸς ἦν ὁ Λόγος, ἐγεννήθη κατὰ σάρκα ἐκ γυναικὸς, καὶ προῆλθεν ἄνθρωπος, μένων ὡς ἦν Θεός· τότε, τὴν κρίσιν διὰ σὲ λαβὼν, ὠνομάσθη Χριστός. Θεὸς γὰρ ὢν ὁ Λόγος καὶ βασιλεὺς πρὸ αἰώνων ὑπάρ‐
40χων, ἰδιοποιήσατο τὰ ἡμέτερα, ἵνα καὶ ἡμεῖς τὰ αὐ‐ τοῦ πλουτήσωμεν. Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ. Ὁ Σω‐ τὴρ ἔφασκε· Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα ποιήσω, αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι
45αὐτός με ἀπέσταλκε· καὶ πάλιν· Ἀπ’ ἐμαυτοῦ λαλῶ οὐδέν. Ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός. Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐ‐ τῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.

27

.

388

(50)

Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Εἰ καὶ εἰρήκασι· Δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ σχῶμεν αὐτοῖς τὴν κληρονομίαν αὐτοῦ· ἀλλ’ ἦν ἀνόνητος τῷ Σα‐ τανᾷ καὶ τοῖς Ἰουδαίοις ἡ σκέψις, καὶ εἰς ἄφρακτον ἐκβέβηκεν αὐτοῖς τὸ ἐγχείρημα. Ἀνεβίω γὰρ ὁ Σω‐
55τὴρ τριήμερος, πατήσας τὸν θάνατον καὶ σκυλεύσας τὸν ᾅδην· καὶ ἀνέβη πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα
καὶ Θεόν· καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγα‐

27

.

389

λωσύνης ἐν ὑψηλοῖς, πάντων κατάρχων μετὰ τοῦ ἰδίου γεννήτορος. Οὐκοῦν ἀληθὲς τὸ εἰρημένον, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ. Καὶ συγκόψω ἀπὸ τοῦ προσώπου αὐτοῦ τοὺς
5ἐχθροὺς αὐτοῦ. Παραδέδονται γὰρ τῇ Ῥωμαίων στρατείᾳ, καὶ διολώλασι παντελῶς. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ’ αὐτοῦ. Ἀλήθειαν τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν φη‐ σὶν, ἣν εἰσηγήσατο ἡμῖν ὁ Χριστὸς κατὰ τὸ εἰρημέ‐
10νον πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύ‐ ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ τὸ ἔλεος δὲ οὐ δι’ ἄλλου πεποίηκεν ὁ Θεὸς εἰς ἡμᾶς ἢ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ. Δι’ αὐτοῦ γὰρ μόνου καὶ τὴν
15ἐν πνεύματι καὶ ἀληθείᾳ ἐμάθομεν προσκύνησιν, καὶ κατηλεήθημεν, ἀναιρεθέντος θανάτου, καὶ τῆς φθο‐ ρᾶς ἐκ μέσου γενομένης. Καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. Τοῖς γὰρ ὀνόμασιν, οἷς μάλιστα πρέπουσι τῷ Πατρὶ, καὶ αὐτὸς ὁ Υἱὸς
20δοξάζεται· οἷόν τί φημι· Θεὸς ἀληθινὸς ὁ Πατήρ· τοῦτό ἐστι καὶ Υἱός· αὐτὸς γάρ ἐστιν ἡ ἀλήθεια· καὶ ἡ ζωὴ κατὰ φύσιν ὁ Πατήρ ἐστί τε καὶ ὀνομάζεται, τοῦτο δὲ πάλιν καὶ ὁ Υἱός· αὐτὸς γάρ φησιν· Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή. Τοῦτο ἔλεγε πρὸς
25τὸν ἑαυτοῦ Πατέρα, ὅτι Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ. Θάλασ‐ σαν μὲν, ὡς προειρήκαμεν, τὴν ἐν δυσμαῖς χώραν φησί· ποταμοὺς δὲ τὴν μέσην τῶν ποταμῶν λέγει,
30ἤτοι τὴν ἀνατολήν. Φησὶν οὖν, ὅτι εἰς πᾶσαν τὴν οἰ‐ κουμένην ἡ αὐτοῦ πρᾶξις ἐκταθήσεται. Καὶ ἐν πο‐ ταμοῖς δεξιὰν αὐτοῦ. Ἐν μὲν τῇ θαλάσσῃ τίθεται ἡ χεὶρ τοῦ Χριστοῦ, ἐν δὲ τοῖς ποταμοῖς ἡ δεξιὰ αὐτοῦ. Πλὴν ἐὰν θελήσῃ, ἡ θάλασσα γίνεται ποταμός· καὶ
35πάλιν ὁ ποταμὸς, ἐὰν τηρήσῃ τὸν ἐκ τῆς κοιλίας αὐ‐ τοῦ ῥέοντα ποταμὸν, τοῦ ζῶντος ὕδατος γίνεται θά‐ λασσα. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, Θεός μου. Πάλιν ἐνταῦθα οἰκονομικῶς ὁ σεσαρκω‐
40μένος Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλεῖ, λέγων· Πορεύο‐ μαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Ὁ γὰρ προφήτης φησὶ περὶ αὐτοῦ, παιδίον γεννώμενον προφητεύων, Θεὸν ἰσχυρὸν ἔλεγεν αὐτὸν, Πατέρα τοῦ μέλλοντος αἰῶνος.
45 Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ διαθήκην μου. Αὐτῷ μὲν τῷ πεπιστευκότι δι’ αὐτοῦ λαῷ φησιν. Ἔλεος δὲ τὴν διὰ πίστεως ἄφεσιν λέγει. Διαθήκην δὲ τὴν νέαν φησὶν, ἣν καὶ πιστὴν εἶναι, ἀντὶ τῶν, ἀσφαλῆ καὶ βεβαίαν καὶ μένουσαν. Ἡ μὲν

27

.

389

(50)

γὰρ πρώτη διαθήκη πέπαυται διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος.
53 Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρ‐ μα αὐτοῦ. Οὐ παύσεται γὰρ τὸ Χριστιανῶν ὄνομα,
55καὶ τῆς εὐαγγελικῆς λατρείας ἡ δύναμις· διηνεκὴς
δὲ μᾶλλον ἔσται καὶ ἀκατάληκτος.

27

.

392

Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυῒδ ψεύ‐ σομαι. Ὅμοιον τῷ ἀλλαχοῦ εἰρημένῳ· Ὤμοσε Κύ‐ ριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει. Σπέρμα τοῦ
5Δαυΐδ φησι τὸν ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα γε‐ γεννημένον Χριστόν. Ὃς καὶ εἰς τὸν αἰῶνα μένει. Οὐ γάρ ἐστι τῶν ἐνδεχομένων, Θεὸν ὄντα καὶ Θεοῦ κατ’ ἀλήθειαν Υἱὸν, μὴ πάντη τε καὶ πάντων εἶναι αἰώ‐ νιον.
10 Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου. Θρόνον Χριστοῦ ἐννόει τὴν Ἐκκλησίαν· ἐπαναπαύε‐ ται γὰρ αὐτῇ. Ἔσται οὖν, φησὶν, ἡ Ἐκκλησία Χρι‐ στοῦ καταστράπτουσα καὶ φωτίζουσα τὴν ὑπ’ οὐρα‐ νὸν, καὶ μένουσα διηνεκῶς ὁ ἥλιος καὶ ἡ σελήνη.
15Τὸ γὰρ ῥητὸν τοῦτο οὕτω φησί· Καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατ‐ ηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρα‐ νῷ πιστός. Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν
20Χριστόν σου. Τὰ συμβεβηκότα ἐπὶ τῷ τιμίῳ σταυρῷ οἱ μακάριοι προφῆταί φασι. Λέγουσιν οὖν, ὡς πρὸς τὸν Πατέρα καὶ Θεόν· Ἐπηγγείλω, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μένει τὸ σπέρμα Δαυῒδ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ’ ἀπώσω καὶ ἐξουδένω‐
25σας· ἀνεβάλου τὸν Χριστόν σου. Τὸ δὲ, ἀπώσω καὶ ἐξουδένωσας, ἀντὶ τοῦ, ἀπωσθῆναι, καὶ ἐξου‐ δενωθῆναι συγκεχώρηκας. Οὐ γὰρ ὁ Πατὴρ ἀπώσατο καὶ ἐξουδένωσε τὸν ἴδιον Υἱόν· Ἰουδαῖοι δὲ μᾶλλον τοῦτο πεπράχασι· πλὴν κατὰ συγχώρησιν τοῦ Θεοῦ
30καὶ Πατρός. Καὶ τοῦτό ἐστι τὸ εἰρημένον· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν παρέδωκεν αὐτόν. Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. Ὑπερέθου πληρῶσαι, φησὶ, τὰς ἐπαγγελίας τὰς περὶ
35αὐτοῦ· πέπονθε γὰρ μεταξύ. Πῶς δὲ ὑπερέθετο, λέγει· Κατέστρεψας φάσκων τὴν διαθήκην τοῦ δούλου σου. Ἐπηγγείλω γὰρ, φησὶν, ὅτι εἰς τὸν αἰῶνα μέ‐ νει· καὶ αὕτη γέγονεν ἡ παρὰ σοῦ περὶ αὐτοῦ δια‐ θήκη. Ἀλλ’ ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, καὶ κατ‐
40ελογίσθη μετὰ νεκρῶν. Πέπονθε γὰρ, φησὶ, καὶ ἐσταυ‐ ρώθη· οὐκοῦν κατέστρεψας τὴν διαθήκην τοῦ δού‐ λου σου. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. Ἔῤῥιψας, φησὶν, εἰς τὴν γῆν τὴν δόξαν αὐ‐ τοῦ· ὡς γὰρ ἧκεν εἰς τὸ παθεῖν, ψιλὸς ἄνθρωπος
45ἐνομίσθη τοῖς παρανόμοις Ἰουδαίοις. Ἀλλ’ οὐ μεμέ‐ νηκε νεκρὸς, ὁ ἐν νεκροῖς ἐλεύθερος κατὰ τὴν τοῦ προφήτου φωνήν· οὔτε μὴν ἀδοξίαν τινὰ προσετρί‐ ψατο τὸ πάθος αὐτῷ, ἀλλ’ ἐδοξάσθη μᾶλλον διὰ τοῦ καταργῆσαι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτ‐

27

.

392

(50)

έστι τὸν διάβολον, καὶ ἐλευθερῶσαι τῶν ἀνθρώπων τὸ γένος. Πλὴν τὰ συμβεβηκότα φασὶν οἱ προφῆται. Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ. Φρα‐ γμοὺς αὐτοῦ καὶ ὀχυρώματα τοὺς ἁγίους ἀποστόλους φησὶν, οἳ καὶ, πάντες ἀφέντες αὐτὸν, ἔφυγον δειλιά‐
55σαντες· καὶ διὰ τοῦτό φησιν· Ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.
Διήρπαζον αὐτόν ... Εὔφρανας πάντας τοὺς

27

.

393

ἐχθροὺς αὐτοῦ. Ἔχαιρον γὰρ καὶ ἐπέσειον αὐτῷ τὰς κεφαλὰς, ὁρῶντες αὐτὸν ἐπὶ ξύλου κρεμάμενον. Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐ‐ τοῦ. Ἐπειδὴ ἀξίους ὄντας τὴν ἐσχάτην δίκην ἀποτῖ‐
5σαι τοὺς σταυρώσαντας τὸν μονογενῆ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸν οὐ τετιμώρηται παραχρῆμα, διὰ πολ‐ λὴν φιλανθρωπίαν καιρὸν μετανοίας, τὸν διὰ βαπτί‐ σματος, καὶ αὐτοῖς χαριζόμενος· τούτου χάριν ἀπο‐ στρέψαι λέγεται τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ.
10Τὸ δὲ, ἀπέστρεψας, ἀντὶ, ἐπέσχες. Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ. Τὸ, κατ‐ έλυσας, ἀντὶ τοῦ, κατήνεγκας. Κατήνεγκας οὖν, φη‐ σὶν, ἤτοι παρεσκεύασας εἰς τὸ πιστεύεσθαι, ὅτι κα‐ θαρός ἐστιν. Ἐπενοήθη γὰρ εἶναι πονηρὸς, καὶ ὡς
15ἁμαρτωλὸς κατεκρίθη, καὶ ἐν τοῖς ἀνόμοις ἐλο‐ γίσθη. Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἐπειδὴ πέπονθε σαρκικῶς, καὶ γέγονεν ἐν νεκροῖς ἐλεύθερος· νομίσαντες οἱ σταυρώσαντες, ὅτι πεπον‐ θὼς συνεστάλη, καὶ πέπαυται τοῦ καὶ ὅλως εἶναι καὶ
20ὀνομάζεσθαι· διὰ τοῦτο τὰς τῶν σταυρωσάντων ὑπο‐ νοίας διερμηνεύει λέγων· Τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας. Ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυ‐ θήσεται ὡς πῦρ ἡ ὀργή σου; Τουτέστι, Μέχρι τί‐
25νος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα, ἐπισπου‐ δαζόντων τὴν τοῦ Μονογενοῦς καὶ Σωτῆρος ἡμῶν σταύρωσιν; Ὁ δὲ Σύμμαχος· Ἕως τίνος, Κύριε, ἀποκρυβήσῃ εἰς τέλος, φλεγήσεται ὡς πῦρ ὁ θυ‐ μός σου; Μέχρι τίνος, φησὶ, Δέσποτα, οὐκ ἐθέλεις
30ἰδεῖν τὰς ἡμετέρας ὀδύνας, οὐδ’ ἐπιφαίνῃ καὶ λύεις τὰς συμφοράς· ἀλλὰ καθάπερ πῦρ τὴν ὀργὴν τῇ μνή‐ μῃ ἡμετέρων ἁμαρτάδων ἐκκαίεις; Μνήσθητι τίς μου ἡ ὑπόστασις. Ἐπ’ ἀφθαρ‐ σίᾳ, φησὶ, τὸν ἄνθρωπον πεποίηκας, καὶ κατ’ εἰκό‐
35να τὴν σὴν ἔπλασας αὐτόν· ἀλλὰ γέγονεν ὑπὸ φθο‐ ρὰν ἐξ ἀπάτης, φησίν. Οὐκοῦν τὴν ἀφθαρσίαν ἐπίδος ἵνα σώζωνται, καθάπερ ἐπλάσθη τὸ ποίημα.
39Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται
40θάνατον; Οὐδεὶς, φησὶν, οὔτε θανάτου κρείττων γε‐ νήσεται, οὔτε μὴν ἐκ χειρὸς ᾅδου τὴν ψυχὴν αὐτοῦ ῥύσεται, εἰ μὴ σὺ, φησὶν, ὦ Δέσποτα, τὴν ἀνάστασιν ἐπιδῷς. Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; Ἀρ‐
45χαῖα ἐλέη τοῦ Θεοῦ, φησὶν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη εἰς ἀφθαρσίαν ἀναστοιχείωσις.
48 Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἐπειδὴ ὠνείδισάν με, Κύριε, οἱ ἐχθροί σου,

27

.

393

(50)

φάσκοντες ψευδεῖς εἶναι τὰς περὶ ἐμοῦ τοῖς ἔθνεσι δεδομένας ἐπαγγελίας· αὗται δὲ ἦσαν τὸ σωθῆναι αὐτὰ, καὶ ἀπαλλαγῆναι θανάτου καὶ ἁμαρτίας· ὠνεί‐ δισαν δὲ ἀφορῶντες εἰς τὸν θάνατον τὸν ἐμόν· καὶ ματαίους αὐτὰς εἶναι ἀπέφηναν· τούτου χάριν αἰτῶ
55σοι μνησθῆναι· τὸ γὰρ ἀντάλλαγμα τοῦ Χριστοῦ σου ὠνείδισαν, φησίν. Εἴη δὲ τὸ ἀντάλλαγμα αὐτοῦ
ὁ θάνατος αὐτοῦ καὶ τὸ αἷμα, τὸ ἀντίλυτρον δεδομέ‐

27

.

396

νον τῆς τοῦ κόσμου σωτηρίας· ὃ καὶ ὠνείδισαν, ὑπο‐ λαμβάνοντες αὐτὸν κεκρατῆσθαι θανάτῳ. Ἀλλ’ οὐκ ἀπέμεινεν ὁ ἐν νεκροῖς ἐλεύθερος· ἀνέστη δὲ μᾶλλον τριήμερος. Διὸ καὶ ἐπισφραγίζει ὁ ψαλμὸς τό·
7 Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γέ‐ νοιτο. Ὡς ἀναστάντος ἤδη αὐτοῦ καὶ ἀνελθόντος εἰς τοὺς οὐρανοὺς, καὶ εὐλογουμένου, ἤτοι ἐξομολογου‐
10μένου εἰς τοὺς αἰῶνας μετὰ τοῦ ἰδίου Πατρός.
11tΠροσευχὴ Μωϋσέως ἀνθρώπου τοῦ Θεοῦ. ΠΘʹ.
12tὙπόθεσις.
13Ταύτην, φησὶ, τὴν προσευχὴν ἐν ἀποῤῥήτοις ἀναγε‐ γραφότα τὸν Μωσέα παραδοῦναι· ὅπως ἂν ἔχοιεν
15οἱ κατὰ καιροὺς εἰδέναι, πῶς δεῖ αὐτοὺς ἐξομολο‐ γεῖσθαι περιπεσόντας ταῖς συμφοραῖς, αἳ γεγόνα‐ σιν αὐτοῖς ἐπ’ ἐσχάτων τῶν χρόνων μετὰ τὴν κατὰ τοῦ Κυρίου ἀπείθειάν τε καὶ μιαιφονίαν γενομένην. Ὅπως δὲ μὴ λήθῃ παραδοθῇ τῷ χρόνῳ, ἐντέτακται
20ἐν τοῖς Ψαλμοῖς· καὶ εἰκότως μετὰ τὸν πηʹ, ὃς καὶ τὸ πάθος τοῦ Κυρίου κατασημαίνει.
23 Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Μέλλων ἐπικαλεῖσθαι τὸν Θεὸν εἰς ἔλεον, εἰκό‐
25τως ἐξ ὧν ἤδη πολλάκις εὐηργέτησε ποιεῖ τὸ προοί‐ μιον. Πῶς δὲ κατὰ γενεὰν εὐηργέτησε, τοῦτο ἴδοι τις εἴς τε τὰ ἐπὶ τοῦ Φαραὼ ἀποβλέψας εἴς τε τὰ ἐπὶ Ἰησοῦ, εἴς τε τὰ ἐπὶ Βαβυλῶνος.
30 Πρὸ τοῦ ὄρη γενηθῆναι, καὶ πλασθῆναι τὴν γῆν. Ἐπειδὴ εἰς τὴν σάρκα ὁρῶντες τοῦ Κυρίου, ψιλὸν ἄνθρωπον ἐνόμιζον λέγοντες· Οὔπω τριακον‐ ταετὴς γέγονας, καὶ Ἀβραὰμ ἑώρακας; Καὶ τοῦτο αὐτοῖς μάλιστα αἴτιον τῆς ἐκπτώσεως γέγονε, τὸ
35ἀγνοεῖν τὴν θεότητα. Διὰ τοῦτο νῦν ἐξομολογούμενοι, σαφῶς αὐτὸν εἶναι λέγουσι τὸν πρὸ πάσης κτίσεως συνόντα τῷ Πατρί. Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν. Ἐντεῦθεν ἡ ἐξομολόγησις. Ἀξιοῖ δὲ ἀφ’ ὧν πάντα
40τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀληθείας ἐκάλεσε, καὶ αὐτὸς ἐπιστραφῆναι. Σὺ εἶπας, φησὶν, ὦ Δέσποτα· Ἐπι‐ στρέψατε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συν‐ τρίμματα ὑμῶν. Ἐπειδὴ τοίνυν ἐπεστρέψαμεν, μὴ ἀποστρέψῃς ἡμᾶς εἰς ταπείνωσιν.
45 Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε. Τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ’ ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν. Ἀπὸ γὰρ Σολομῶντος τοῦ τὸν οἶκον ἐγείραντος μέχρι τῆς πο‐ λιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν εἰς

27

.

396

(50)

τοῦτο συντείνει ἔτη χίλια. Ἀλλὰ ταῦτα, φησὶ, τὰ χί‐ λια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν ἡμέρας μόριον. Εἰκότως δὲ νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος και‐ ρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώ‐
55πων ὄντων, διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον
τῆς δικαιοσύνης.

27

.

397

Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται τὸ πρωΐ. Ὡσεὶ σαφέστερον ἔλεγε· Τὰ ἔτη αὐτῶν, τῶν ἀρνη‐ σαμένων σε δηλονότι, ἐν ἐξουθενήσει ἔσται πολλῇ. Γεγόνασι γὰρ καταπάτημα καὶ ἀνθρώπων καὶ δαιμό‐
5νων, ἅτε τὸν λυτρούμενον καὶ σώζοντα αὐτοὺς ἀρνη‐ σάμενοι. Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Πρωΐ μὲν τὸν καιρὸν τῆς γενομένης αὐτοῖς ἐπιφανείας Χριστοῦ ἐν τῷ ὄρει Σινᾶ κατασημαίνουσι. Χλόην δὲ τὴν νομικὴν
10λατρείαν δηλοῖ, ἅτε μικρὸν ὕστερον μαραίνεσθαι μέλ‐ λουσαν. Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ἑσπέραν φησὶ τὸν ἐπ’ ἐσχάτων τοῦ αἰῶ‐ νος καιρὸν, καθ’ ὃν καὶ ἐπέφανεν ὁ Μονογενής· ἐν ᾧ δὴ καὶ παρῆλθεν ἡ τῆς κατὰ νόμον λατρείας ἄνθη‐
15σις, σκληρυνθεῖσα ἀπάτῃ τῆς ἀπειθείας. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Σαφῶς τὰς ἐπενεχθείσας αὐτοῖς συμφορὰς διὰ τὰ ἴδια ἁμαρτή‐ ματα διαγορεύουσι. Καὶ Ἰουδαίοις ταῦτα, καὶ πᾶσιν ἀνθρώποις ἁρμόδια. Καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις,
20παρανομίας τίνουσα δίκας, ὑπεβλήθη ταῖς συμφοραῖς, καὶ ταῖς παντοδαπαῖς περικλύζεται τρικυμίαις. Καὶ Ἰουδαῖοι, διὰ τὴν πονηρίαν τῆς γνώμης, τῆς ἐλευθε‐ ρίας ἐξέπεσον. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου. Οὐ παρ‐
25ῆλθες, φησὶ, τὰς ἀνομίας ἡμῶν, ἅτε ἡμῶν ἐπικαλε‐ σαμένων αὐτὰς εἰς τὰς ἑαυτῶν κεφαλὰς, διὰ τὸ εἰρη‐ κέναι· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὡσεὶ ἔλεγεν· Ὁ βίος ἡμῶν καὶ αἱ ἐν αὐτῷ
30πράξεις πονηραὶ φαίνονται τῷ προσώπῳ σου. Οὐδὲν γὰρ ἠγνόησας τῶν ἐν ἡμῖν πεπραγμένων ἀπ’ ἀρχῆς μέχρι τέλους. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ἡ ἁμαρτία, φησὶ, τὴν σὴν
35ὀργὴν ἐκίνησε καθ’ ἡμῶν· ἡ δὲ ὀργὴ τὴν τιμωρίαν ἐπήγαγεν· ἡ δὲ τιμωρία τὰς ὀδύνας ἐπήνεγκεν. Ἐν ὀδύναις γὰρ τὸν ὀλίγον ἡμῶν διετελέσαμεν βίον. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Οὐδὲν βέβαιον, φησὶν, οὐδὲ στατηρὸν ἡ ἀνθρωπεία φύσις ἔχει· δίκην
40ἀράχνης διασπᾶται ῥᾳδίως. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκον‐ τα ἔτη. Ἔοικε ταῦτα τοῖς ὑπὸ τοῦ πατριάρχου Ἰα‐ κὼβ εἰρημένοις· Αἱ ἡμέραι μου μικραὶ καὶ πονη‐ ραὶ οὐκ ἔφθασαν εἰς τὰς ἡμέρας τῶν πατέρων μου.
45Εἰσὶ μὲν οὖν οἳ καὶ πλείονα τοῦ εἰρημένου διαβιοῦσι χρόνον· ἀλλ’ ἐκεῖνο ἐπ’ ὀλίγων συμβαίνει. Τὸ δὲ κοι‐ νὸν καὶ ὡς ἐπὶ τῶν πλείστων κρατοῦν ἐνταῦθα διδά‐ σκει. Ὥσπερ γὰρ τῶν πρόωρον δεχομένων τὴν τελευ‐ τὴν οὐκ ἐποιήσατο μνήμην, οὕτω τῶν σφόδρα γερόν‐

27

.

397

(50)

των τῷ μακροβίῳ καταλέλοιπεν. Ἀλλ’ ὅμως, φησὶ, καὶ ὁ βραχὺς οὗτος χρόνος ὀδύνης καὶ πόνων ἐμπέ‐ πλησται. Ὅτι ἐπῆλθε πραότης ἐφ’ ἡμᾶς, καὶ παι‐ δευθησόμεθα. Ἐπειδὴ νεκρός τις καὶ εὐτελὴς ὁ βίος ἡμῶν, καὶ οὐ γινώσκομεν τί ἔσται ἡμῖν μετὰ ταῦτα
55ἀπὸ τοῦ κράτους σου· τούτου χάριν πράως, φησὶ,
παίδευσον ἡμᾶς. Τὸ γὰρ, ἐπῆλθεν, ἀντὶ τοῦ, ἐπέλ‐

27

.

400

θοι, φησί. Αἰτοῦσι δὲ τῆς διὰ Χριστὸν παιδείας μετα‐ λαβεῖν, ὅς ἐστι δεξιὰ τοῦ Πατρός· διό φησι·
4Τὴν δεξιάν σου οὕτως γνώρισόν μοι. Ἀπὸ κοι‐
5νοῦ τὸ, γνώρισον, ἵνα ᾖ· Καὶ γνώρισον ἡμῖν τὴν δε‐ ξιάν σου, τουτέστι Χριστόν· γνώρισον δὲ ἡμῖν τοὺς τῇ καρδίᾳ τὴν σοφίαν ἔχοντας· οὗτοι δ’ ἂν εἶεν οἱ ἅγιοι ἀπόστολοι καὶ εὐαγγελισταὶ, δι’ ὧν καὶ ἐμάθομεν τῆς ἐπιστροφῆς τοὺς τρόπους.
11 Ἐνεπλήσθημεν τὸ πρωῒ τοῦ ἐλέους σου. Ὡς ἤδη τῆς εὐχῆς εὑρόντες τὸ πέρας τὰ τοιάδε φασίν. Ἀνατελεῖ γὰρ καὶ αὐτοῖς ὁ Ἥλιος τῆς δικαιοσύνης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος τούτου.
15 Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου, καὶ ἐπὶ τὰ ἔργα σου. Τὸ, ἴδε, πάλιν ἀντὶ τοῦ, ἴδες, ἤτοι ἐπεσκέψω τοὺς δούλους σου καὶ τὰ ἔργα τῶν χειρῶν σου. Δι’ ἧς ἐπισκοπῆς τὴν λαμπρότητα καὶ τὸ φῶς τοῦ Θεοῦ ἡμῶν ἑωρακότες, καὶ ἐπιστρέψαντες, κατευθυνθείη‐
20μεν ἐφ’ οἷς τὴν τῆς ἐπιστροφῆς πρᾶξιν ἀποπληροῦ‐ μεν. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ’ ἡμᾶς. Καὶ ἡμᾶς λαμπροὺς καὶ περιφανεῖς ἀπ‐ έφηνε τῆς θεογνωσίας τὸ φῶς· καὶ Ἰουδαῖοι μετὰ τὴν
25ἐπάνοδον περίβλεπτοι πάλιν ἐγένοντο. Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα τοῦ νόμου· ἔργον τὸ ἐν τῇ Νέᾳ τελούμενον Ἐν τῇ γὰρ Παλαιᾷ διάφοροι θυσίαι· ἐν δὲ τῇ Νέᾳ μόνος ὁ Υἱὸς θύεται. Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἔργα
30μὲν χειρῶν ἐστιν ἡ καθ’ ἑκάστην πρᾶξις· ἔργον δὲ χειρῶν, ἐκ τούτων ἐπισυμβαίνουσα γνῶσις.
32tΑἶνος ᾠδῆς τῷ Δαυῒδ, ἀνεπίγραφος παρ’ Ἑβραί‐
33tοις. ϟʹ.
34tὙπόθεσις.
35Ἀκολούθως μετὰ τὸ δηλῶσαι τοῦ Ἰουδαίων λαοῦ τὴν ἀποστροφὴν ἐν τῷ ὀγδοηκοστῷ ἐννάτῳ, ἐν τούτῳ τῷ ψαλμῷ τὸ πρόσωπον εἰσάγει τῶν διὰ Χριστοῦ τελειουμένων, καὶ νικώντων δι’ αὐτοῦ τοὺς νοητοὺς ἐχθροὺς, ἀρχὰς δηλαδὴ καὶ ἐξουσίας, καὶ
40τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, καὶ αὐτὸν τὸν ἀλιτήριον Σατανᾶν· οἳ καὶ πολυτρόπως διὰ τῶν προκειμένων κατασημαίνονται. Φόβος τε νυκτερινὸς καὶ βέλος σκότει, καὶ σύμπτωμα καὶ δαιμόνιον μεσημβρινὸν,
45 καὶ χιλιάδες καὶ μυριάδες, καὶ ἀσπὶς, καὶ βασι‐ λίσκος, καὶ λέων, καὶ δράκων. Κατὰ τούτων δὴ πάν‐ των τὴν νίκην ἀναγορεύει τῷ τοῦ Θεοῦ ἀνθρώπῳ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου. Τὸ προ‐ φητικὸν πνεῦμα τὸν ἄνθρωπον τὸν ποιησάμενον βοή‐

27

.

400

(50)

θειαν καὶ ἐπικουρίαν Χριστὸν, ὃς καὶ ἔστιν Ὕψιστος, μακαρίζει. Πῶς γὰρ οὐ μακάριος ὁ τὸν Θεὸν τοῦ οὐρα‐ νοῦ σκεπαστὴν ἔχειν ἀξιωθείς; Ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ὁ μένων ἐν ταύτῃ τῇ βοηθεία σκέπεται καὶ φυλάσσεται.
55 Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ. Καὶ τίς ὁ τῷ Κυρίῳ λέγων ἢ ἄνθρωπος ὁ πεποιθὼς ἐπ’ αὐτῷ,
καὶ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἐπερειδόμενος;

27

.

401

Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος. Προεδίδαξεν, ὡς αἱ ἀντικείμεναι δυνάμεις διὰ τούτων κατασημαί‐ νονται. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι.
5Εἰρηκότος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, ὡς Θεὸς αὐτὸς ῥύσεται ἐκ τῆς τῶν θηρευτῶν παγίδος, ἔκ τε τῶν ταραχωδῶν λόγων, ἀποκρίνεται τὸ Πνεῦμα τὸ προφη‐ τικὸν παραθαρσύνον αὐτὸν καὶ εἰς ἀνδρείαν ὑπαλεῖ‐ φον πνευματικήν· Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπι‐
10σκιάσει σοι· ὡσεὶ σαφέστερον λέγοι· Καλύψει σε ὑπὸ τὴν σκιὰν τῶν πτερύγων αὐτοῦ· καὶ μὴν καὶ ὅπλῳ σκεπάσει σε. Οὗ δὴ γενομένου, οὐδεμία τῶν ἀντικειμένων δυνάμεων παραβλάψει σε. Ἀπὸ βέλους πετομένου ἡμέρας. Ἀκάθαρτόν τι‐
15να δύναμιν νῦν βέλος ὠνόμασεν. Ἀπὸ συμπτώμα‐ τος καὶ δαιμονίου μεσημβρινοῦ. Οὐ σύγκριμα δαι‐ μονιῶδες μεσημβρίας. Τὸν γὰρ μεσημβρινὸν δαίμονά φησιν εἶναι τῆς ἀκηδίας. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. Κλίτος τὸ
20ἀριστερὸν μέρος σημαίνει, εἰκότως μέν. Τούτῳ δὲ τὰς χιλιάδας ἐπιβουλεύειν φησί· τοῖς γε μὴν δεξιοῖς τὰς μυριάδας. Τὰ γὰρ ἐπιδέξια τῶν πραγμάτων ἡμῶν, καὶ τῶν ἀρετῶν καὶ ἰσχυρὰ καὶ θαυμαστότερα, τὸ πλῆθος τῶν πονηρῶν δυνάμεων παραλύειν ἐπιχει‐
25ροῦσι. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις. Βλαβήσῃ μὲν οὐδὲν, φησὶν, ἐκ τῶν ἐπιβουλευόντων· συμβήσε‐ ται δέ σοι πεσόντας ἰδεῖν τοὺς ἐχθρούς. Τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἀντιφθέγ‐
30γεται τὸ τοῦ Θεοῦ ἀνθρώπου, τὸ Πνεῦμα τὸ προφητι‐ κὸν, ὅσον τῆς εἰς Θεὸν ἐλπίδος τὸ κέρδος ἐστίν. Οὐ προσελεύσεται πρὸς σὲ κακά. Ἡ γὰρ τῆς κακίας φύσις ἔξωθεν ἐπέρχεται, τῆς ἀρετῆς οἴκοθεν τὴν πρόφασιν ἐχούσης. Εὐθῆ γὰρ ὁ Θεὸς τὸν ἄνθρω‐
35πον πεποίηκεν, ὃς, ζητήσας λογισμοὺς πονηροὺς, ἔξωθεν ἐπεσπάσατο τὴν κακίαν. Καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Θαῤῥεῖν αὐτοὺς καὶ μηδὲν ἀηδὲς πείσεσθαι παρακελεύεται, ἐκ τοῦ πι‐ στεύειν ἄγγελον βοηθὸν τῶν εἰς Θεὸν πιστευόντων
40καταπεμπόμενον. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. Τοῦτο καὶ ἐν τῷ λγʹ ἔφη ψαλμῷ· Παρεμβαλεῖ ἄγγε‐ λος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἀκούωμεν δὲ καὶ Ἰακὼβ τοῦ πα‐
45τριάρχου λέγοντος· Ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν μου. Καὶ ὁ μέγας Ἀβραὰμ τὸν οἰκέτην παραθαῤῥύνων ἔφη· Ὁ Θεὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου, καὶ λήψῃ γυναῖκα Ἰσαὰκ τῷ υἱῷ μου ἐκεῖθεν. Πανταχόθεν

27

.

401

(50)

τοίνυν μανθάνομεν, ὡς καὶ δι’ ἀγγέλων φρουρεῖ τοὺς εἰς αὐτὸν πεποιθότας ὁ τῶν ὅλων Θεός. Τοῦ διαφυ‐ λάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ὁ ἐν μηδενὶ πταίων, οὗτος διαφυλάσσεται ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
55 Μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ὁ ποῦς μὲν τὴν ψυχὴν σημαίνει, ὁ δὲ λίθος τὴν
ἁμαρτίαν.

27

.

404

Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Οὐ μόνον οὐδὲν, φησὶν, ὑπομενεῖς δεινὸν, ὦ ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ καὶ αὐτὰ τῶν πνευμάτων τὰ πλήθη ὑπὸ τοὺς πόδας ἴδοις ἐπενηνεγμένα τοὺς σούς· ὡς καὶ μετὰ
5πάσης ἀδείας τὰς αὐτῶν πατήσεις κεφαλάς. Ὅτι ἐπ’ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Εἰσφέρει τὸ τοῦ Θεοῦ πρόσωπον, μισθὸν τῆς πίστεως τὴν σω‐ τηρίαν ἐπαγγελλόμενον. Ταῦτα λοιπὸν ὁ τῶν ὅλων ἔφη Θεὸς, διδάσκων τίς ὁ τῆς ἐλπίδος καρπός. Ῥύ‐
10σομαι γὰρ αὐτὸν, φησὶν, ἐκ τῶν εἰρημένων ὁρατῶν τε καὶ ἀοράτων ἐπιβούλων, τῇ ἐμῇ ἐλπίδι φραξάμενος· διὰ τοῦτο αὐτὸν φρουρήσω, καὶ καλοῦντος ἀκούσομαι, καὶ τὴν δέησιν δέξομαι. Σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Οὐ μόνον, φησὶ, τῶν ἐπιβουλευόντων
15τοὺς ἐμαυτοῦ ῥύσομαι, ἀλλὰ γὰρ καὶ τὴν ἀτελεύτητον αὐτοῖς χαρίσομαι ζωήν· καὶ μὴν καὶ τοῦ σωτηρίου καταξιώσω τοῦ ἐμαυτοῦ. Εἴη δὲ τὸ σωτήριον ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς ἀγῶνα εἰσάγων, καὶ συμβασιλεύειν αὐτῷ παρασκευάζων.
20 Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι. Κεκρα‐ γὼς δὲ τῇ τῆς ψυχῆς μεγαλοφωνίᾳ πρὸς ἐμὲ, ἐπ‐ ακούοντά με, καὶ ἐπινεύοντα αὐτῷ εὑρήσει. Ἀεὶ γὰρ αὐτῷ πάρειμι, κἂν ἐν περιστάσει τυγχάνῃ. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω
25αὐτῷ τὸ σωτήριόν μου. Εἴη δὲ τοῦτο τὸ σωτήριον αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ὁ καὶ εἰς τὸν νέον ἡμᾶς αἰῶνα εἰσαγαγὼν, καὶ συμβασιλεῦσαι αὐτῷ καὶ παρασκευάζων.
29tΨΑΛΜΟΣ ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ
30tΣαββάτου. ϟΑʹ.
31tὙπόθεσις.
32Ὁ Σαββατισμὸς, ἤτοι τὸ Σάββατον, εἴη ἂν ἡ μέλ‐ λουσα κληρονομία, ὅτι καὶ ἀνάπαυσις τοὺς ἐνθάδε πόνους διαδέξεται, τὰς ἀμοιβὰς ἡμῶν δηλονότι
35 ἀποληψομένων. Αἰνεῖ οὖν ἐκείνην τὴν γενησομένην ἀνάπαυσιν. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ. Αἴνεσιν προβάλλεται, φησὶ, καὶ ταύτην ἡμέρας τε καὶ νυκτὸς ἀπαύστως ὑπισχνεῖται καταλέγειν ἐφ’ οἷς πεποίηκεν
40ὁ Μονογενής. Καὶ τί πεποίηκεν ἢ τὴν ἀνάστασιν ἡμῖν παρεσκεύασεν; Τοῦ ἀναγγέλλειν τὸ πρωῒ τὸ ἔλεός σου. Ἀπαγ‐ γέλλειν κατ’ ὄρθρον τὸ ἔλεός σου, καὶ τὴν βεβαιότητά σου κατὰ νύκτα.
45 Ἐν δεκαχόρδῳ ψαλτηρίῳ, μετ’ ᾠδῆς ἐν κιθάρᾳ. Δεκάχορδον ψαλτήριον τὸ σῶμά φησιν, ἅτε πέντε αἰσθήσεις ἔχον καὶ πέντε ἐνεργείας ψυχῆς, δι’ ἑκά‐ στης αἰσθήσεως γινομένης ἐνεργείας ἑκάστης.

27

.

404

(50)

Ὅτι εὔφρανάς με, Κύριε, ἐν τῷ ποιήματί σου. Ὁρῶν γάρ σου τὰς δημιουργίας καὶ τὰς ἀῤῥήτους οἰκονομίας ἀγάλλομαί τε καὶ γάνυμαι, καὶ τῇ τῆς ψυχῆς ἡδονῇ τὴν γλῶτταν εἰς ὑμνῳδίαν κινῶ. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! Ἐγὼ μὲν,
55φησὶ, τὰ σὰ ἔργα ἀνυμνῶν, καὶ τὸ βάθος τῶν σῶν λογισμῶν ἐκπλήττομαι, ὧν ἐν τῇ οἰκονομίᾳ εἰργάσω. Ἀλλ’ οἱ ἄφρονες οὐ συνιᾶσι τοῦ μυστηρίου τὸ βάθος.
59Ἀνὴρ ἄφρων οὐ γνώσεται. Διαφόρως ταῦτα εἴ‐
60ρηκεν, ὅτι ὁ τὰς φρένας νοσῶν καὶ συνέσεως ἔρημος

27

.

405

τούτων οὐδὲν γινώσκει, οὔτε μὴν ἀκούσεται περὶ τούτων. Ἐν τῷ ἀνατεῖλαι ἁμαρτωλοὺς ὡσεὶ χόρτον. Οἱ μὴ συνιέντες, φησὶ, τὸ μυστήριον δίκην χόρτου
5ἔσονται, μὴ ἔχοντες τὸ βάθος δηλαδὴ, καὶ ταχέως πε‐ σοῦνται καὶ ξηρανθήσονται. Καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. Ὅταν, φησὶν, ἀπολοῦνται οἱ ἐχθροὶ καὶ διασκορπι‐ σθήσονται, τότε δὴ τότε τὸ ἐμὸν κέρας, τουτέστιν ἡ
10βασιλεία ἡ ἡτοιμασμένη, περιφανὴς γενήσεται. Ἡμεῖς δὲ οἱ τὴν σὴν ἐπίγνωσιν ἔχοντες, τὴν τῶν ἐχθρῶν σου κατάλυσιν θεασάμενοι, γαυριάσομεν ἐπὶ σοὶ καὶ μέγα φρονήσομεν· ἅτε δὴ τῆς πολυθέου πλάνης ἀπηλλαγμένοι, καί σε τὸν ὄντα προσκυνοῦντες Θεόν.
15Τὸν γὰρ μονόκερων ἐνταῦθα πάλιν παρήγαγεν, ἵνα διὰ τοῦ ἑνὸς κέρατος τὸν ἕνα παραδηλώσῃ Θεόν. Ὥσπερ γὰρ ἐκεῖνο τὸ ζῶον ἓν ἔλαβε παρὰ τῆς φύ‐ σεως κέρας· οὕτω τῆς εὐσεβείας οἱ τρόφιμοι μίαν προσκυνήσουσι θεότητα. Καὶ τὸ γῆράς μου ἐν ἐλαίῳ
20πίονι. Μετὰ τοὺς πόνους, φησὶν, οὓς ὑπομένω, τότε δὴ οἱονεὶ ἐλαίῳ χρήσομαι εἰς βασίλειον ἱεράτευμα· καὶ τοῦτό μοι ἔσται τῶν μακρῶν πόνων τὸ γέρας. Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐχθροῖς μου. Ἔσται μοι τοῦτο μετὰ τῶν ἄλλων καλῶν, τὸ
25θεατήν με γενέσθαι πιπτόντων τῶν ἐπιβούλων μου τῆς ψυχῆς. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου. Οὗτοι δὲ, φη‐ σὶν, οἱ τούτοις ἀπεικασμένοι τοῖς κέδροις, φυτουργὸν μὲν ἔχουσι τὸν Θεὸν, παράδεισον δὲ τὸν θεῖον νεών.
30Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἀνθήσουσιν. Ἐν ταῖς ἄνω δηλονότι μοναῖς, ἃς καὶ αὐλὰς εἶναι τοῦ Κυ‐ ρίου φησίν. Ἔτι πληθυνθήσονται ἐν γήρᾳ πίονι, καὶ εὐ‐ παθοῦντες ἔσονται. Τὸ, εὐπαθοῦντες, ἀντὶ τοῦ, εὖ
35πάσχοντες. Ἀποδοθήσεται γὰρ αὐτοῖς ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν. Ὅτι εὐθὴς ὁ Κύριος ὁ Θεὸς ἡμῶν. Ἐπειδὰν ἐν ταῖς ἄνω μοναῖς γενόμενοι ἀπολαύωσι τὰ ἡτοιμα‐ σμένα ἀγαθὰ, τότε δὴ τότε καὶ ταύτην ἀναγγελοῦσι
40τὴν φωνὴν, ὡς δίκαιος καὶ εὐθὴς ἔσται ὁ Κύριος, ὃς τοὺς μὲν παρανόμους καὶ ἀσεβεῖς δίκην χόρτου ἀπο‐ ξηρανθῆναι παρεσκεύασε· τοὺς δὲ δικαίους καὶ εὐσε‐ βεῖς οἷα κέδρους καὶ φοίνικας ἐν ταῖς ἄνω κατεφύ‐ τευσε σκηναῖς. Ἀδικία οὐκ ἔστι παρὰ τῷ Θεῷ, διὰ
45τὸ εἶναι αὐτὸν κακίας ἀνεπίδεκτον.
46tΕἰς τὴν ἡμέραν τοῦ πρὸ τοῦ Σαββάτου, ὅτε κατ‐
47tῴκιστο ἡ γῆ, αἶνος ᾠδῆς τῷ Δαυΐδ. ϟΒʹ.
48tὙπόθεσις.
49Εἰς τὸ Σάββατον ἐν τῷ προλαβόντι ψαλμῷ δηλοῦται

27

.

405

(50)

ἡ δευτέρα παρουσία τοῦ Κυρίου, καθ’ ἣν καὶ βα‐ σιλεύσει τοῦ νέου αἰῶνος μετὰ τῶν ἁγίων αὐτοῦ. Δηλονότι τὸ, πρὸ Σαββάτου, ἂν εἴη ἡ πρώτη αὐ‐ τοῦ παρουσία, ὅτε καὶ ἡ γῆ κατῴκισται, τουτέστιν ὅτε ἡ Ἐκκλησία πάσῃ τῇ οἰκουμένῃ τεθεμελίωται,
55τῶν ἁγίων ἀποστόλων δηλονότι καὶ εὐαγγελιστῶν
τὸν περὶ Χριστοῦ καταγγειλάντων τῇ γῇ λόγον.

27

.

408

Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο. Ἐπειδὴ τὸ ἀνθρώπινον γένος, ἀποστὰν τῆς ὑπὸ Θεοῦ βασιλείας, ὑπὸ τὴν τυραννίδα γέγονε τοῦ Σατανᾶ, τούτου χάριν ἐπεδήμησεν ὁ Μονογενὴς, ἵνα πάλιν
5αὐτὸ τοῖς ἰδίοις ὑποτάξῃ σκήπτροις, ὃ καὶ ἐγένετο· Θεοῦ εὐπρέπειαν δὲ τὴν σωτηρίαν αὐτοῦ τοῦ γένους φησίν. Εἰ μὴ γὰρ σεσάρκωται, τὴν ἡμετέραν δίχα τῆς ἁμαρτίας λαβὼν φύσιν, δηλονότι οὐκ ἂν ἡμῖν ἡ σωτηρία ἐγένετο. Δεῖ γὰρ αὐτὸν βασιλεύειν
10ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Διὰ τούτων τὴν καθαίρεσιν ἡμῖν τῶν ἀντικειμένων σημαίνει δυνάμεων, ἣν πεποίηται, ὥσπερ στρατιωτικὸν σχῆμα ἀναλαβών. Καὶ γὰρ
15ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσε‐ ται. Ἐκείνους προανελὼν, τοὺς ἀντικειμένους δηλον‐ ότι δαίμονας, ἔστησεν ἐπὶ πέτραν τὴν Ἐκκλησίαν, ἧς οὐδὲ αὐταὶ κατισχύσουσιν αἱ τοῦ ᾅδου πύλαι. Ἕτοιμος ὁ θρόνος σου ἀπὸ τότε. Τοῦτό φησι, διὰ
20τὸ προωρίσασθαι ἀπὸ καταβολῆς κόσμου τὴν τοῦ ἀν‐ θρωπίνου γένους σωτηρίαν ἐσομένην διὰ τῆς σωτη‐ ρίας αὐτοῦ. Θρόνον γὰρ τὴν εἰς τὸ κρίνειν τοὺς ἀδι‐ κήσαντας ἡμᾶς δαίμονας· ἀνάστασιν δὲ σημαίνει τοῦ Μονογενοῦς. Σὺ οὖν αὐτὸς, φησὶν, ὦ Δέσποτα, ὁ
25νῦν εἰς τοῦτο ὥσπερ ἐπὶ δικαστικοῦ θρόνου καθίσας, εἰς τὸ κρίνειν δηλονότι καὶ ἐκδικεῖν ἡμᾶς, ὑπάρχεις ὁ πρὸ τῶν αἰώνων Θεός. Ἐπῆραν οἱ ποταμοὶ, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν. Ποταμοὺς ἐνταῦθα τοὺς ἁγίους ἀπο‐
30στόλους καὶ εὐαγγελιστάς φησιν, οἳ καὶ τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τοῖς πνευματικοῖς κατεύφραναν νάμασιν. Εἴρηται γὰρ πρὸς αὐτούς· Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης. Αἱ
35πολλαὶ, φησὶ, μυσταγωγίαι, καὶ τὰ νοήματα τῶν ἀποστόλων καὶ εὐαγγελιστῶν νάματα, θαυμαστοὺς πεποίηκε τῆς θαλάσσης τοὺς μετεωρισμούς. Θάλασ‐ σαν δὲ λέγει τῶν ἐθνῶν τῶν πιστευσάντων τὰ πλήθη, ὧν καὶ οἱ μετεωρισμοὶ, τουτέστιν αἱ ὑψώσεις τοῦ
40φρονήματος, θαυμασταὶ γεγόνασιν. Οὐκέτι γὰρ μι‐ κρὰ καὶ ταπεινὰ φρονοῦσι περὶ Θεοῦ, ἀλλὰ μεγάλα καὶ θαυμαστά. Τὰ μαρτύριά σου ἐπιστώθησαν σφόδρα. Μαρ‐ τύρια τὰς ἐπαγγελίας φησὶν ἃς διὰ τῶν ἁγίων προ‐
45φητῶν τοῖς ἔθνεσιν ἐπηγγείλατο, ἃς καὶ πιστὰς ἐπ’ ἐσχάτων ἐπεδείξατο τῶν ἡμερῶν, τῇ οἰκείᾳ παρουσίᾳ ἔργῳ πληρῶν. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύ‐ ριε. Οἶκος μὲν αὐτοῦ ἡ Ἐκκλησία, πρέπει δ’ αὐτῇ τὸ ἁγία εἶναι, ἅτε τὸν μόνον ἅγιον ἔχουσα ἐνοικοῦντα·

27

.

408

(50)

ἐπειδὰν δὲ τοῦτο γένηται, καὶ ἀτελευτήτου μεταλα‐ βοῦσα ἀπολαύσει τοῦ ἁγιάσματος.
52tΨΑΛΜΟΣ τῷ Δαυῒδ τετράδι Σαββάτων. ϟΓʹ.
53tὙπόθεσις.
54Τὸν περὶ προνοίας ἐν τούτῳ εἰσάγει λόγον, διδάσκων
55μὴ θλίβεσθαι καὶ ἀδημονεῖν, κἂν εἰ πρὸς καιρὸν γένοιτο καὶ τοῖς ἁμαρτάνουσιν εὐημερία, καὶ τοῖς
εὐσεβέσι διωγμός. Οὐδὲν γὰρ τούτων ὡσαύτως μέ‐

27

.

409

νει, ἀλλὰ μεταβαλεῖται· τοῖς μὲν ἡ θλίψις εἰς αἰώ‐ νιον ἀπόλαυσιν ἀγαθῶν, τοῖς δὲ μετὰ τὸ δοκοῦν τὰ χρηστὰ εἰς ἀτελευτήτους αἰῶνας ἡ κόλασις. Τε‐ τράδα δὲ Σαββάτων ἐπιγέγραπται, διὰ τὸ ἐν τῷ
5τετάρτῳ μηνί· ἀντὶ γὰρ τοῦ μηνὸς τὴν ἡμέραν τέθεικεν ἐν ᾗ τῇ τοῦ Θεοῦ πόλει τὴν ἀρχὴν γενέ‐ σθαι τῶν συμφορῶν, ἐν τούτῳ ἐπιστρατευσάντων Βαβυλωνίων, ὡς Ἱερεμίας ἱστορεῖ.
10 Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. Ὥσπερ Θεὸς οἰκτίρμων ἐστὶ, καὶ Θεὸς παρακλήσεων, οὕτω καὶ Θεὸς ἐκδικήσεων. Καὶ πάλιν, τοῦτο δὲ ἐν προοιμίῳ παραμυθίαν μεγάλην τοῖς ἐκ τῶν θλίψεων ἀκηδιάσασιν ἀπεργαζόμενος. Τὸ
15δὲ, ἐπαῤῥησιάσατο, τὴν μετὰ ταῦτα ἐπὶ τοῦ θείου δικαστηρίου γενομένην ἀπόφασιν κατὰ τῶν ἀσεβῶν δηλοῖ, ᾗ φησι· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηραμέ‐ νοι. Ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. Εὐ‐
20χὴν ὑπὲρ τῶν θλιβομένων ἀναπέμπει, αἰτῶν αὐτοῖς ἐπικουρίαν τὴν παρὰ τοῦ μόνου ἰσχύοντος Θεοῦ. Ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; Τὴν σφο‐ δρὰν ἀμνησικακίαν καὶ ὑπερβάλλουσαν διὰ τούτων κατασημαίνει τοῦ Θεοῦ.
25 Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν. Εἰς ζῆλον τὸν κατὰ τῶν ἐχθρῶν διεγείρει τὸν Θεὸν, λαὸν αὐτοῦ καὶ κληρονομίαν εἶναι λέγων τὴν κακουμένην παρὰ τῶν ἐχθρῶν. Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν. Τούτων εἴρηται
30ἡ ἑρμηνεία ἐν τῷ ἀνωτέρῳ στίχῳ, ὅμως λεχθήσεται καὶ αὖθις. Χήραν ψυχὴν καὶ προσήλυτον νοῦν ἀπο‐ κτείνει ὁ κακῶς τὰς θείας Γραφὰς ἐξηγούμενος. Ὀρ‐ φανὸς δέ ἐστι νοῦς ἐστερημένος οὐρανίου Πατρός.
35 Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώ‐ πων, ὅτι εἰσὶ μάταιοι. Πῶς γὰρ οὔκ εἰσι ματαιό‐ τητος πλήρεις αἱ αἰσθήσεις ἐκεῖναι, αἱ τῆς προνοίας τὸ ὠφέλιμον ἐξορίζειν ἐπιχειροῦσαι τοῦ λόγου; Μακάριος ἄνθρωπος ὃν ἂν παιδεύσῃς, Κύριε.
40Ἐκεῖνοι μὲν ἄθλιοι καὶ ταπεινοὶ, φησὶν, οἱ τὴν σὴν μὴ δεχόμενοι παιδείαν. Μακάριοι δὲ οἱ παρὰ σοῦ παιδευ‐ θέντες, καὶ ἐκ τοῦ σοῦ διδαχθέντες νόμου. Οὗτοι γὰρ δὴ καὶ ἐν ταῖς θλίψεσι πραϋνθέντες κουφισθήσονται τῶν ἀνιαρῶν, εἰδότες, ὅτι αἱ θλίψεις εἰς ἀγαθὸν τε‐
45λευτῶσαι ἐκβήσονται. Ἡμέρας πονηρὰς τὰς ἡμέρας τῆς κρίσεως λέγει. Ἕως οὗ ὠρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. Μέχρι τοσούτου, φησὶν, οἱ παιδευθέντες θαῤῥοῦντες ὑπομε‐ νοῦσι τὰς θλίψεις, μέχρις οὗ τῷ ἁμαρτωλῷ ὠρυγῇ

27

.

409

(50)

βόθρος, τουτέστιν, εἰς τὸ ἡτοιμασμένον αὐτῷ κολα‐ στήριον ὁ ἁμαρτωλὸς βαδίσῃ. Ἁμαρτωλὸν δὲ τὸν Σα‐ τανᾶν φησιν, ἤτοι πᾶσαν ἀντικειμένην δύναμιν. Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ Τοῦτο ἐκείνου ἂν εἴη ἀπόδοσις τοῦ εἰρημένου ἐν τοῖς
55ἀνωτέρω· Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. Καὶ τὴν κλη‐
ρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει. Τοῦτο τοῦ ἄνω

27

.

412

στίχου ἤρτηται, τοῦ, Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ. Ὡσεὶ λέγοι· Φυλάξει, φησὶ, τὸν λαὸν αὐτοῦ πάντα τῆς θλίψεως τὸν καιρόν. Καὶ μέ‐ χρι τοσούτου διακυβερνήσει καὶ καθοδηγήσει, ἕως τὸ
5θεῖον καθίσῃ δικαστήριον. Ἐπειδὰν δὲ εἰς τοῦτο ἡ δικαιοσύνη καθίσῃ, τουτέστι Χριστὸς, πάντες πλη‐ σίον αὐτῆς γενήσονται οἱ εὐθεῖς τῇ καρδίᾳ, κατὰ τὸ, Ὅτι οὗτοι τὸν Θεὸν ὄψονται. Οὕτω γὰρ δηλοῖ τὰ ἑπόμενα.
10 Ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν. Ἕως οὗ ὁ Χριστὸς κρινεῖ τὴν οἰκουμένην. Αὐτὸς γὰρ ἡμῖν ἐγενήθη σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγια‐ σμὸς καὶ ἀπολύτρωσις· καὶ τὴν κρίσιν δὲ πᾶ‐ σαν αὐτῷ δέδωκεν ὁ Πατήρ.
15 Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένοις; Αὕτη τῶν θλιβομένων ἡ φωνή. Λέγει δέ· Τίς μοι γένηται σύμμαχος κατὰ τῶν εἰς ἐμὲ πονηρευομένων; Εἶτα δεξάμενος αἴσθησιν ταχέως τοῦ βοηθοῦ, φησὶν, ὡς πάλαι ἂν αὐτοῦ εἰς ᾅδην κατήχθη ἡ ψυχὴ, εἰ μὴ τῆς
20παρὰ Θεοῦ ἀντιλήψεως ἔτυχεν. Εἰ ἔλεγον· Σεσάλευται ὁ ποῦς μου. Θλιβόμενος, φησὶν, ὁρῶν ἐμαυτὸν ὀλισθαίνοντα, εἶπον· Πότε ὁ ποῦς μου σεσάλευται; τουτέστι, τῆς κατὰ Θεὸν ἐκ‐ πεσοῦμαι στάσεως· εὐθὺς τὴν ἀντίληψιν καὶ τὸ ἔλεός
25σου ᾐσθόμην ἐπίκουρον ἐμοί.
27Αἱ παρακλήσεις σου εὔφραναν τὴν ψυχήν μου. Οὐκ ἀφῆκας, φησὶν, ἀπαραμύθητον· ἀλλ’ ὅσας θλί‐ ψεις ἔσχον, τοσαύτας καὶ παραμυθίας ἐδεχόμην παρὰ
30σοῦ. Αἳ καὶ εἰς εὐφροσύνην τὰς λύπας μετεβίβαζον.
32 Μὴ συμπροσέστω σοι θρόνος ἀνομίας ὁ πλάσ‐ σων κόπον ἐπὶ προστάγματι; Διὰ τοῦτο, φησὶ, παρεκάλεσάς μου τὴν καρδίαν ἐπὶ ταῖς θλίψεσιν. Ὅτι
35δὴ οὖν οὐ προστεθήσεταί σοι θρόνος ἀνομίας, τουτ‐ έστιν, ὅτι δίκαιος εἶ κριτὴς ὡς Θεὸς, καὶ οὐκ ἔσται ἀνομία ἐν ταῖς κρίσεσί σου· ὁ γὰρ θρόνος τὴν κρίσιν σημαίνει· ὥσπερ δὴ καὶ παρ’ ἐκείνῳ τῷ κόπον συμ‐ πλάσσοντι ἐπὶ πρόσταγμα· εἴη δ’ ἂν οὗτος ὁ ἀντικεί‐
40μενος δαίμων, ὃς καὶ ἐλαφρὰς οὔσας τὰς τοῦ Θεοῦ ἐντολὰς βαρείας ποιεῖ, κόπους δὲ αὐτῶν τοῖς ἀνθρώ‐ ποις παρέχων. Θρόνον ἀνομίας ὠνόμασε τὸν διάβο‐ λον· ἐπειδὴ καὶ θρόνος δικαιοσύνης ἐστὶν ὁ Χριστὸς, ὅστις ἀντίκειται τῷ διαβόλῳ.
45 Καὶ αἷμα ἀθῶον καταδικάσονται. Οὗτοι, φησὶν, οἱ πονηροὶ καὶ ἀντικείμενοι δαίμονες ἐκ παντὸς τρό‐ που τὴν τοῦ δικαίου ζητήσουσι θηρεῦσαι ψυχήν. Ἀλλ’ ἐπὶ τοῦτο, φησὶ, κατακριθήσονται. Τοῦτο γὰρ σημαίνει· Καὶ αἷμα ἀθῶον καταδικάσονται. Λέγει

27

.

412

(50)

γὰρ, ὡς ἀντὶ τοῦ ἀθώως ἐκχεομένου παρ’ αὐτῶν, εἰς κρίσιν καὶ κόλασιν παραδοθήσονται. Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγήν. Ἐγὼ δὲ τῆς παρὰ τοῦ Δεσπότου προνοίας ἀπήλαυσα, καὶ αὐ‐
τὸν ἔχω περίβολον ὀχυρόν.

27

.

413

(1t)

Αἶνος ᾠδῆς τῷ Δαυῒδ, ἀνεπίγραφος παρ’ Ἑβραίοις.
2tΨΑΛΜΟΣ ϟΔʹ
3tὙπόθεσις.
4Ἐντεῦθεν ὁ τῶν ἁγίων χορὸς καὶ τοὺς ἀπειθεῖς τοῦ
5Ἰσραὴλ προτρέπεται ἐπὶ τὴν διὰ Χριστοῦ σωτη‐ ρίαν ἐλθεῖν· δεικνὺς, ὡς ἐπακούσεται, εἰ προσπέ‐ σοιεν αὐτῷ, ἅτε αὐτὸς ὢν ποιητὴς, καὶ τὸ ἴδιον ἔργον ἀγαπῶν. Εἰσφέρεται δὲ μετὰ τὴν τῶν ἁγίων παραίνεσιν καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος πρόσ‐
10 ωπον, αὐτοῖς τοῖς ἀπειθέσι παρακελευόμενον μὴ τὴν τῶν πατέρων μιμήσασθαι ἀπιστίαν. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ. Ὡς ἐπὶ ἑορτὴν ἐλθεῖν τοὺς ἀπειθεῖς παρακελεύονται, εἰς ἀγαλλίασιν αὐτοὺς καλοῦντες, ἵνα διὰ τούτων πείσωσι. Ἀλαλά‐
15ξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. Εὖ τὸ, ἀλαλάξω‐ μεν, λέγει, δὴ ἥκοντες τοὺς ἐπινικίους ᾄσωμεν ὕμνους. Ὁ γὰρ ἀλαλαγμὸς ὕμνος ἐστὶν ἐπὶ πεπτω‐ κόσιν ἐχθροῖς. Σημαίνει δὲ διὰ τούτων, ὡς τὰς ἀντι‐ κειμένας δυνάμεις πολεμήσας ὑπὲρ ἡμῶν ὁ Χριστὸς,
20ἐκ μέσου πεποίηκεν. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολο‐ γήσει. Ὡσεὶ λέγοι· Πρὶν εἰς κρίσιν καθίσῃ, τὸ πρόσ‐ ωπον αὐτοῦ, ἔστι δὲ ὁ υἱὸς, τῇ ἐξομολογήσει προλά‐ βωμεν, καὶ εὐμενὲς αὐτοῖς καταστήσωμεν. Οὕτω γὰρ
25ὑμῖν συμβήσεται εἰς ἀγαθὰ τελευτᾷν· ἡ γὰρ ἐξομο‐ λόγησις ἀγαθὸν ἔχει τὸ πέρας· καὶ τοῦτο δηλοῖ τὸ ἐν Ψαλμοῖς· Ἀλαλάξωμεν αὐτῷ. Καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς θεούς. Δηλαδὴ τοὺς πιστεύσαντας, καὶ ὥσπερ ἀντιμισθίαν
30τούτου λαχόντας τὸ ὄνομα, τὸ καλεῖσθαι θεοὶ, κατὰ τὸ εἰρημένον· Θεὸν δέδωκά σε τῷ Φαραώ. Ἐὰν τὴν ἐξομολόγησιν προσενέγκωμεν, φησὶν, οὐκ ἀποτευξό‐ μεθα· οἰκτειρήσει γὰρ ὡς ἴδιον αὐτοῦ λαόν. Ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα. Δείκνυσιν, ὡς αὐ‐
35τὸς, ὢν δημιουργὸς πάσης κτίσεως ὁρατῆς τε καὶ ἀοράτου, οὐκ ἂν παρίδῃ τὸ ἴδιον ποίημα προσπῖπτον δι’ ἐξομολογήσεως. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ. Καὶ ἑαυτοὺς τῶν προσκυνούντων καὶ κλαιόντων εἶναί
40φασιν, ὅπως ἂν προθυμοτέρους εἰς τὴν ἐξομολόγησιν παρασκευάσωσι τοὺς ἀκούοντας. Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Ἐν‐ τεῦθεν παραινοῦνται παρ’ αὐτοῦ τοῦ Κυρίου εὐπει‐ θεῖς εἶναι, καὶ μὴ τοιοῦτοι οἷοι ἐν τῇ ἐρήμῳ οἱ πα‐
45τέρες αὐτῶν ἐπεδείχθησαν. Κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Ἐξεπείρασαν γὰρ τὸν Θεὸν ἄλλοτε ἄλλην πορευόμενοι ὁδὸν, καὶ οὐκ εὐθεῖαν τὴν τοῦ Κυρίου.

27

.

413

(50)

Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τρεῖς ἡμῖν ὁ λόγος καταπαύ‐ σεις σημαίνει· μίαν τὴν σαρκικὴν τὴν τοῦ Σαββάτου, καὶ ἑτέραν τὴν εἴσοδον τὴν εἰς τὴν γῆν τῆς ἐπαγγε‐ λίας, ᾗ Ἰησοῦς κατέπαυσεν αὐτούς· καὶ τρίτην τὴν
55ἐπουράνιον, ἣν νῦν ἡμῖν ὁ λόγος σημαίνει· οὐκ ἂν δὲ
ἑτέρας ἐμέμνητο ἐνταῦθα, εἰ ἀληθῶς ἐκείνη ἐνῇ κατά‐

27

.

416

παυσις. Δηλοῦται οὖν, ὡς ἀληθῶς κατάπαυσίς ἐστιν ἡ μετὰ τὴν τοῦδε τοῦ κόσμου ἀπαλλαγὴ, ἡ ἐν ταῖς ἄνω μοναῖς κατοίκησις.
4tΨΑΛΜΟΣ ϟΕʹ. ᾨδὴ τῷ Δαυῒδ, ὅτε ὁ οἶκος ᾠκο‐
5tδομήθη μετὰ τὴν αἰχμαλωσίαν.
6tὙπόθεσις.
7Ἐν τῷ πρὸ τούτου ψαλμῷ, τὴν ἀποβολὴν τῶν Ἰου‐ δαίων θεσπίσας, εἴ γε ἐπιμένοιεν τῇ ἀπιστίᾳ, ἐν τούτῳ τὴν τῶν ἐθνῶν κλῆσιν εἰσάγει, τὴν γενομέ‐
10 νην μετὰ τὴν λύσιν τῆς νοητῆς αὐτῶν αἰχμαλωσίας, ὅτε καὶ καθ’ ὅλης τῆς οἰκουμένης ἡ Ἐκκλησία τε‐ θεμελίωται. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Τοῖς ἀποστόλοις τὸ Πνεῦμα παρακελεύεται τὸ καινὸν ᾆσμα, τουτέστι
15τὴν Νέαν Διαθήκην, ἐξηγεῖσθαι τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσιν. ᾌσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ ... Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτή‐ ριον αὐτοῦ. Οὐ γὰρ παύσονται μέχρι συντελείας κό‐ σμου τὰ τῆς Νέας Διαθήκης ἡμῖν λαλοῦντες μυστήρια.
20 Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα Διδά‐ ξατε, φησὶ, τὰ ἔθνη· καὶ γὰρ ὑπακούσαντα γνοῖεν τοῦ κηρυττομένου τὴν θεότητα καὶ τὴν μεγαλοσύνην, καὶ γνόντα ἐπαινέσουσι. Φοβερός ἐστιν ὑπὲρ πάν‐ τας τοὺς θεούς. Τοῦτο μάλιστα τὰ ἔθνη ἐπὶ τὸν τοῦ
25Κυρίου φόβον προτρέπεται, τὸν ἐμπρησμὸν ἑωρακότα κατὰ τῶν πάλαι ὀνομαζομένων αὐτῶν θεῶν. Ἔγνω‐ σαν γὰρ, ὡς πάντες ἐκεῖνοι οὐκ ἦσαν θεοὶ, ἀλλὰ δαι‐ μόνια. Μόνος δὲ ὁ Κύριος τῶν οὐρανίων ποιητής. Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Οἱ μὲν
30γὰρ καλούμενοι θεοὶ δαίμονες ὤφθησαν πονηροὶ, ὁ δὲ ἡμέτερος Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ. Ἁγίασμα αὐτοῦ ἡ Ἐκκλησία, ἥτις καὶ ἁγία ἐστὶ καὶ μεγαλοπρεπής. Ὑψηλὸς γὰρ ὁ κόσμος τῆς
35Ἐκκλησίας. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν. Πα‐ τριὰς καλεῖ τοὺς τῶν Ἐκκλησιῶν ἡγουμένους, ἱερέας φημὶ καὶ προέδρους. Καὶ πρέπει διὰ τῶν ἔργων τῶν ἀγαθῶν δοξάζειν τὸν Θεὸν, καὶ μὴν καὶ τιμᾷν ἀπὸ
40δικαίων πόνων αὐτῶν, ἔτι γε μὴν καὶ θυσίας αὐτῷ ἀναφέρειν νοητάς· ἀναφέρειν δὲ ἐν ταῖς θείαις αὐτοῦ αὐλαῖς, δηλαδὴ ταῖς ἐκκλησίαις. Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ. Ἔμελλε γὰρ εἰς πᾶ‐ σαν τὴν οἰκουμένην ἐξάκουστον γενέσθαι κήρυγμα,
45καὶ οἱονεὶ τῆς προτέρας στάσεως σαλεύειν τὴν γῆν. Καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην ἥτις οὐ σα‐ λευθήσεται. Ἐθεμελίωσε γὰρ ἐπὶ τὴν πέτραν τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Ἦλθε γὰρ καὶ ἐδίκασε

27

.

416

(50)

τὴν κρίσιν ἡμῶν, καὶ τοὺς πονηροὺς τυράννους ἐξ‐ έβαλε, τοὺς ἀκαθάρτους φησὶ δαίμονας. Εὐφραινέσθωσαν οἱ οὐρανοὶ, καὶ ἀγαλλιάσθω ἡ γῆ. Ἐπὶ γὰρ τῇ κατορθώσει τῆς οἰκουμένης αἱ οὐράνιαι δυνάμεις ἔφασκον χαίρουσαι· Δόξα ἐν ὑψί‐
55στοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σαλευθήτω ἡ θά‐
λασσα καὶ τὸ πλήρωμα αὐτῆς. Θάλασσαν ἐν τούτοις.

27

.

417

τῶν ἐθνῶν σημαίνει τὴν πληθὺν, ἥτις καὶ σεσάλευται· τουτέστιν εἰς τὸ ὑποδέξασθαι τὸ κήρυγμα κεκίνηται. Χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς· τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ. Διὰ
5τῶν πεδίων καὶ μὴν καὶ τῶν ξύλων ἁγίας ψυχὰς εἶναι σημαίνει, αἳ ἐπὶ τῇ τοῦ κόσμου σωτηρίᾳ ἠγαλ‐ λιάσαντο.
8tΨΑΛΜΟΣ Δαυῒδ, ὅτε ἡ γῆ αὐτοῦ καθίστα‐
9tται. ϟϛʹ.
10tὙπόθεσις.
11Πάλιν καὶ ἐνταῦθα τὴν σωτηρίαν τοῦ κόσμου ση‐ μαίνει, καὶ τῶν ἐθνῶν ἁπάντων τὴν εἰς αὐτὸν πίστιν. Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐ‐
15φρανθήτωσαν νῆσοι πολλαί. Νήσους τὰς Ἐκκλη‐ σίας φησὶν, ἅτε δὴ ῥιπιζομένας ὑπὸ παντὸς πνεύ‐ ματος, καὶ μὴν καὶ περιῤῥεομένας ταῖς περιστάσεσι ταῖς ἁλμυραῖς. Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ. Τὴν λελη‐
20θυῖαν αὐτοῦ ἐν ἀνθρώποις κάθοδον σημαίνει, ὅτε ἐν τῇ τοῦ δούλου πέφηνε μορφῇ. Δικαιοσύνη καὶ κρῖμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. Αὕτη γέγονε, φησὶ, τῆς ἀφέσεως αἰτία· τὸ κρῖναι δικαίως τὴν κρίσιν ἡμῶν, ἣν ἔχομεν δηλαδὴ πρὸς τὰς πονηρὰς καὶ ἀν‐
25τικειμένας δυνάμεις. Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται. Ἔκαυσε γὰρ τῇ θείᾳ αὐτοῦ δυνάμει πᾶσαν πονηρὰν καὶ ἀντι‐ κειμένην ἐνέργειαν. Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ.
30Ἀστραπὰς αὐτοῦ τοὺς ἁγίους ἀποστόλους εἶναι λέγει καὶ εὐαγγελιστὰς, οἳ φωτὸς δίκην ὑπέλαμψαν τὴν ὑπ’ οὐρανόν. Τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου Κυρίου. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, αἳ
35καὶ κηροῦ δίκην συνετάκησαν ἀπὸ τοῦ προειρημέ‐ νου δηλονότι πυρός. Ὅπερ πήγνυσιν ὁ βοῤῥᾶς, τοῦτο τήκει ὁ νότος· διὸ καλῶς λέγει ἡ νύμφη ἐν τοῖς ᾌσμασι τῶν ᾀσμάτων· Ἐξεγείρου, βοῤῥᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου, καὶ ῥευσά‐
40τωσαν ἀρώματά μου. Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς· ὁρῶντες δηλονότι οὓς πάλαι ἐνόμιζον θεοὺς κηροῦ δίκην λυομένους ὑπὸ τοῦ Κυρίου. Προσκυνή‐ σατε αὐτῷ, πάντες ἄγγελοι αὐτοῦ. Ἐφ’ οἷς κατ‐
45ώρθωσε τῇ ὑπ’ οὐρανὸν, φησὶν, εὐχαριστήσατε. Ἤκουσε καὶ εὐφράνθη Σιών. Σιὼν μὲν ἡ Ἐκ‐ κλησία. Τί δὲ ἤκουσεν, ἢ τοῦ εὐαγγελικοῦ κηρύγμα‐ τος, καὶ εὐφροσύνης αὐτῇ γέγονε πρόξενον; Καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας. Θυγα‐

27

.

417

(50)

τέρας τῆς Ἰουδαίας τὰς ὁσίας ψυχάς φησι, τὰς δι’ ἐξομολογήσεως συνημμένας Θεῷ, αἳ ἠγαλλιῶντο διὰ τὰ τοῦ Θεοῦ κρίματα, ὁρῶσαι δηλονότι τοὺς τυραν‐ νήσαντας ἐκβεβλημένους, τοὺς δὲ δουλείᾳ κατεχο‐ μένους εἰς ἐλευθερίαν ἐνηνεγμένους.
55 Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρά. Παραίνεσις εἰσάγεται τοῖς τῇ ἐλευθερίᾳ λελυτρωμέ‐ νοις, διδάσκουσα πᾶν εἶδος πονηρὸν ἀποστρέφεσθαι.
Φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ.

27

.

420

Οἱ ἀποστραφέντες τὸν πονηρὸν, ὅσιοι γεγένησθε· Τότε δὴ συμβήσεται ὑμῖν καὶ τῆς φυλακῆς τῆς παρὰ τοῦ Κυρίου τυχεῖν ἀπὸ τοῦ πονηροῦ· οὗτος γὰρ κυ‐ ρίως ἁμαρτωλός.
5 Φῶς ἀνέτειλε τῷ δικαίῳ. Τὸ εὐαγγελικὸν δη‐ λονότι. Δικαίῳ δὲ, τῷδε δικαίῳ λαῷ διὰ τῆς πίστεως. Καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη· εἰς τὸ, τοῖς εὐθέσιν, ὑποστίξαι δεῖ, ἵνα τοῖς γινομένοις εὐθέσιν ἐν τῇ καρδίᾳ ἀνατείλῃ εὐφροσύνη. Ἀπὸ κοινοῦ δὲ
10τὸ, ἀνατελεῖ, ληπτέον.
11tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ϟΖʹ.
12tὙπόθεσις.
13Καὶ οὗτος ὁ ψαλμὸς τὴν προτέραν παρουσίαν τοῦ Κυρίου σημαίνει, καὶ τὴν τῶν ἐθνῶν πάντων εἰς
15αὐτὸν πίστιν, ἣν ἐποιήσατο κατὰ τὰς ἐπηγγελμέ‐ νας τοῖς πατράσιν ἐπαγγελίας. Διὰ τοῦτο τὰ ἔθνη πάντα ἀλαλάζειν ὁ λόγος προτρέπεται τὸν ἐπινίκιον, ὃν ὑπὲρ αὐτῶν πεποίηται. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ
20ἐποίησε. Θαυμαστὸν γὰρ ἀληθῶς τὸ καταργηθῆναι θάνατον, καὶ ἀναβιῶναι πάλιν τὸ ἀνθρώπινον γένος. Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ. Προσήγαγε γὰρ τῷ ἰδίῳ Πατρὶ τὴν ὑπ’ οὐρανὸν ὁ Χριστὸς, ὅς ἐστι δεξιὰ τοῦ Πατρός. Οὐ γὰρ ἐδεήθη ἀνθρωπίνης βοηθείας.
25 Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ. Σωτήριον οὖσαν τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημαίνει· κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Συμεών· Ὅτι εἶδον οἱ ὀφθαλ‐ μοί μου τὸ σωτήριόν σου. Ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἐκβαλὼν
30μὲν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, δικαιώσας δὲ τοὺς πάλαι τυραννηθέντας ἡμᾶς. Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ. Τοῦ Ἰακώβ· καὶ γὰρ ἐν τῷ σπέρματι αὐτοῦ εὐλογηθῆναι πάντα τὰ ἔθνη ἐπηγγείλατο. Εἴδοσαν πάντα τὰ πέρατα τῆς
35γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Οὐδεὶς γὰρ τό‐ πος ἀμέτοχος τῆς βασιλείας τοῦ Χριστοῦ. Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Κιθάραν τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν ἁρμονίαν φησί. Σάλ‐ πιγξιν ἐλαταῖς, καὶ φωνῇ σάλπιγγος κερατίνης,
40Τὸ πεπυρωμένον καὶ ἐκτεταμένον τοῦ εὐαγγελικοῦ κηρύγματος διὰ τῶν ἐλατῶν σαλπίγγων σημαίνει· διὰ δὲ τῶν κερατίνων τὸ βασιλικὸν, καθὸ τῷ κέρατι ἐχρίοντο οἱ βασιλεῖς. Οὐ μόνον ἀλλὰ καὶ ἐν κερα‐ τίνῃ τῆς βασιλείας τὴν ἐκφώνησιν ἐποιοῦντο.
45 Σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. Θάλασσαν τὸν βίον τὸν παρόντα σημαίνει, διὰ τὸ ἁλμυρὸν τῶν ἐν αὐτῷ φροντίδων. Κεκίνηται οὖν ἐκ τῆς προτέρας στάσεως, τουτέστι τῆς εἰδωλολα‐ τρείας.

27

.

420

(50)

Ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό. Ποτα‐ μοὺς τοὺς ἁγίους εἶναί φησι μυσταγωγοὺς, ὧν καὶ τὸ σπουδαῖον τοῦ κηρύγματος διὰ τοῦ ἐπὶ τὸ αὐτὸ κρο‐ τεῖν σημαίνει. Τὰ ὄρη ἀγαλλιάσονται, ὅτι ἤκει κρῖναι τὴν γῆν. Αἱ ἀγγελικαὶ δηλονότι δυνάμεις.
55Χαρὰ γὰρ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.

27

.

421

(1t)

ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ϟΗʹ.
2tὙπόθεσις.
3Καὶ οὗτος τὴν Χριστοῦ βασιλείαν σημαίνει καὶ τὴν τῶν ἀρχιερέων αὐθάδειαν.
5 Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. Ὁ Χριστός ἐστιν οὗ τὴν βασιλείαν οὐ παραδέχονται Ἰουδαῖοι ὀργιζόμενοι. Ὁ καθήμενος ἐπὶ τῶν χε‐ ρουβὶμ, σαλευθήτω ἡ γῆ. Αὐτὸς γὰρ οὗτος ὁ βα‐ σιλεύσων ἐπ’ ἐσχάτων τῶν χρόνων τῶν ἐπὶ τῆς γῆς
10ἐστιν, ὁ καὶ τοῖς χερουβὶμ ἐποχούμενος, ὑφ’ οὗ καὶ ἐσαλεύθη ἡ γῆ. Φησὶν οὖν· Σὺ εἶ ἐπὶ τῶν χερουβὶμ, ὁ καὶ τὴν ἐπὶ κακῷ στάσιν μετακινήσας τῆς γῆς, γεγονὼς καθ’ ἡμᾶς. Στάσιν οὖν λέγει τὴν τῆς εἰδω‐ λολατρείας.
15 Κύριος ἐν Σιὼν μέγας. Σιών ἐστιν ἡ Ἐκκλησία, ἐν ᾗ δοξάζεται καὶ ὑψοῦται Χριστὸς, κατὰ τὸ εἰρη‐ μένον· Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ με‐
20γάλῳ. Μέγα αὐτοῦ τὸ ὄνομα τὸ, Ἰησοῦς, καθὸ καὶ σωτηρία λαοῦ ἑρμηνεύεται. Μέγα πάλιν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ᾧ μέλλει κάμψαι πᾶν γόνυ, καὶ πᾶσα ἐξομολογήσεται γλῶσσα, ὅτι Κύριος Ἰησοῦς Χριστός. Ὅτι φοβερὸν καὶ ἅγιόν ἐστι. Φοβερὸν
25μὲν κατὰ τῶν ὀργιζομένων λαῶν καὶ μὴ προσδεχο‐ μένων αὐτοῦ τὴν βασιλείαν· ἅγιον δὲ τοῖς πιστεύου‐ σιν εἰς αὐτόν. Καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Ἐπειδὴ ἡ τιμὴ ἤτοι ἡ δόξα τοῦ βασιλέως ἀγαπᾷ τὴν δικαιοσύνην, ἥτις διὰ τῆς κρίσεως ἑρμηνεύεται·
30τούτου χάριν τοῖς μὲν ἀπειθήσασι τὸ πρόσταγμα αὐ‐ τοῦ φοβερὸν, τοῖς δὲ ὑπακούουσιν ἅγιον. Σὺ ἡτοίμα‐ σας εὐθύτητας. Ἐν δικαιοσύνῃ γὰρ μέλλει κρίνειν τὴν οἰκουμένην. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν. Ὁ ὑψηλὸς ὡς
35Θεὸς καὶ ὑπὸ πόδας ἔχων πᾶσαν τὴν κτίσιν γέγονεν ἀτρέπτως ἄνθρωπος. Τοῦτον οὖν, φησὶ, τὸν γενό‐ μενον ἀτρέπτως ἄνθρωπον ὑψοῦτε, προσκυνοῦντες αὐτὸν μιᾷ προσκυνήσει μετὰ τῆς ἰδίας σαρκός.
40 Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ. Οὗτος, φησὶν, ὁ νῦν, καθὸ πέφυκεν ἄνθρωπος. βασι‐ λεύσας τῶν ἐπὶ γῆς ἦν· ὃν καὶ πάλαι Μωϋσῆς καὶ Ἀαρὼν καὶ Σαμουὴλ ἐπεκαλοῦντο. Εἰπὼν οὖν, ὅτι Προσκυνεῖτε τῷ ὑποποδίῳ, καὶ τὴν ἐνανθρώπησιν
45καὶ τὴν οἰκονομίαν κηρύξας, πάλιν ἀσφαλιζόμενος ἡμᾶς, τὴν θεότητα σημαίνει διὰ τοῦ δηλωθέντος ὄρους. Μεμένηκε γὰρ Θεὸς, εἰ καὶ ἔλαβε τὴν τοῦ δούλου μορφὴν διὰ τὴν ἡμῶν σωτηρίαν. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουσας αὐτούς. Εἰ

27

.

421

(50)

καὶ ἔδοξάν τι ἁμαρτάνειν ὡς ἄνθρωποι, οὐ παρεώ‐ ρακας, φησίν. Ἠλέγχετο οὖν ἐπὶ τοῦ μόσχου ἁμαρ‐ τάνων Ἀαρὼν καὶ Μωϋσῆς ἐπὶ τοῦ ὕδατος τῆς ἀν‐ τιλογίας. Καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Ἢ τὴν
55ἐπὶ γῆς ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ φησιν· ἢ ὄρος πάλιν αὐτὸν νοητέον τὸν Μονογενῆ, κατὰ τό·
Ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν.

27

.

424

(1t)

ΨΑΛΜΟΣ εἰς ἐξομολόγησιν. ϟΘʹ.
2tὙπόθεσις.
3Ἐν τούτῳ τῷ ψαλμῷ τοῖς ἤδη προσελθοῦσι τῇ πίστει παραίνεσιν εἰσφέρει, ὑπὲρ τοῦ ἀναφέρειν ὑπὲρ τῶν
5 ἤδη γεγενημένων εὐχαριστίας. Ἡ γὰρ ἐξομολόγη‐ σις ἐν τούτῳ τὴν μετ’ αἰνέσεως εὐχαριστίαν ση‐ μαίνει. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τὸν ἐπινίκιον τοὺς λελυτρωμένους ᾄδειν παρακελεύεται. Ἦσαν δὲ
10οἱ λελυτρωμένοι ἅπαν τὸ τῶν ἀνθρώπων γένος. Γῆν γὰρ τοὺς κατοικοῦντας τὴν γῆν καλεῖ. Δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Ἡ δὲ τῶν ἀνθρώπων δου‐ λεία φόβον φθοροποιὸν ἐμποιεῖ, ἡ δὲ τοῦ Κυρίου δου‐ λεία φόβον ἁγνὸν, ἐξ οὗ γίνεται τῇ ψυχῇ εὐφροσύνη.
15Εἰσέλθετε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει. Ὁ ἤδη τοῦ ἀλαλαγμοῦ τὴν εἰς νοῦν δεξάμενος εὐφροσύνην, οὗτος ὥσπερ ἐνώπιον ἱστάμενος τοῦ Χριστοῦ χαρᾷ χαίρει, καὶ τοῦτό ἐστιν ἀγαλλίασις. Γνῶτε ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν.
20Οὗτος, φησὶν, ὁ Κύριος ὁ τῷ ἰδίῳ αἵματι πᾶσαν λυτρωσάμενος τὴν γῆν, αὐτός ἐστιν ὁ καὶ τοῦ ἡμε‐ τέρου ποιήματος δημιουργός. Οὐ γὰρ αὐτομάτως συν‐ έστημεν, ἀλλὰ τῶν χειρῶν αὐτοῦ ἔργον ἐσμέν. Διὸ καὶ λαὸς αὐτοῦ καὶ πρόβατα αὐτοῦ τυγχάνομεν· ὡς
25εἶναι μὲν ὁ λαὸς λογικώτερος, πρόβατα δὲ οἱ τὴν ἀλογωτέραν τάξιν ἐπέχοντες, καὶ μὴ ἐν πείρᾳ τῶν θείων ὄντες λογίων, κατὰ τὸ εἰρημένον· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς
30αὐτοῦ. Ἄλλοι μὲν ὡς λαὸς αὐτοῦ, οἱ κρείττους· οἱ δὲ ὡς πρόβατα νομῆς αὐτοῦ, οἱ ὑποβεβηκότες. Πλὴν ἀλλὰ, πάντων Θεὸς ὢν καὶ ποιητὴς, πάντας καλεῖ καὶ ἐξοικειοῦται. Ἀνθρώπους γὰρ καὶ κτήνη σώζει Θεός· τοὺς μὲν ὡς λαὸν αὐτοῦ, τὰ δὲ ὡς πρόβατα
35νομῆς αὐτοῦ. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει. Πύλας τοῦ Κυρίου τὴν ἐπὶ γῆς Ἐκ‐ κλησίαν φησὶν, ἐν ᾗ ἐξομολογεῖσθαι δεῖ, ἅτε πρό‐ τερον ἐξαγγέλλοντες τὰ ἁμαρτήματα, τάς τε εἰς ἡμᾶς γενομένας ἀφηγεῖσθαι εὐεργεσίας.
40tΤῷ Δαυΐδ. ΨΑΛΜΟΣ Ρʹ.
41tὙπόθεσις.
42Ἐν τούτῳ τῷ ψαλμῷ τὸν τέλειον ἡμῖν διαγράφοι, τὸν κατὰ Θεὸν πολιτευόμενον, διδάσκων ἡμᾶς ποίαν δεῖ πολιτείαν ἐπιτηδεύειν τοὺς ἐπιθυμοῦντας
45 τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν. Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Ταῦτα, φησὶν, ἐπὶ στόματος φέρων διαπαντὸς ἃ οἶδα εἰς ἡμᾶς κατορθωθέντα, δοθήσεται κρίσις, τουτέστιν ἡ δικαιοκρισία. Ἐδικαίωσε γὰρ ἐκ τῶν ἐχθρῶν ἡμῶν

27

.

424

(50)

τὴν δίκην ἡμῶν. Ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ. Τὸ, ψαλῶ τὸν ὕμνον, φησὶν, ὡσεὶ λέγοι σαφέστερον· Ὑμνῶν οὐ παύσομαι καὶ τὴν ἐμὴν ὁδὸν παρασκευάζων ἄμωμον, τὴν σὴν, ὦ Δέσποτα, παρουσίαν προσδοκῶν.
55Δεῖ γὰρ ηὐτρεπισμένους ἡμᾶς εἶναι πρὸς τὴν τοῦ Κυρίου ἄφιξιν. Τοσαύτην γὰρ ὁ θαυμαζόμενος οὗ‐
τος ἀνὴρ ἐκτήσατο καθαρότητα, ὡς μετὰ παῤῥησίας

27

.

425

βοῆσαι πρὸς τὸν Θεόν· Πότε ἥξεις πρὸς μέ; Ἀντὶ τοῦ, Εὐπρεπῆ σοι τὰ βασίλεια κατέστησα, ποθῶ σου τὴν παρουσίαν, ὦ Δέσποτα, ἱμείρομαί σου τῆς ἐπι‐ φανείας· ἀλλὰ δὸς τὸ ποθούμενον. Διεπορευόμην ἐν
5ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου. Οὐδένα, φησὶν, ἔσχον ἄδικον συνοικοῦντα λογισμόν· ἀλλ’ ὅλως ἐμαυτῷ μετὰ καθαρότητος διεπορευόμην. Ποιοῦντας παραβάσεις ἐμίσησα. Δεῖ γὰρ μὴ μόνον ἀπέχεσθαι τῶν πονηρῶν, ἀλλὰ καὶ τοὺς τὰ τοιαῦτα
10ποιοῦντας ἀποστρέφεσθαι. Οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. Τὰ τοῦ διαβόλου βουλεύματα, ἅτε μηδὲν εὐθὲς ἔχοντα, σκαμβά τέ εἰσι καὶ διεστραμμένα, ἅπερ οὐδέποτε ἐν τῇ καρδίᾳ εἰσδέδεγμαι. Ἐκκλίνοντος ἀπ’ ἐμοῦ τοῦ
15πονηροῦ οὐκ ἐγίνωσκον. Οὕτω, φησὶν, ἐν οὐδενὶ μέρει ἐποιούμην τοὺς πονηροὺς, ὡς καὶ τὴν παρ‐ ουσίαν καὶ τὴν ἀπουσίαν αὐτῶν ἀγνοεῖν· διὸ καὶ ἀπαιρόντων οὐκ ἐγίνωσκον, οὐκοῦν οὐδὲ παρόντων εἰ παρῆσαν ἐγίνωσκον. Γνώμης δὲ ἀπόδειξις ἀνακει‐
20μένης Θεῷ τὸ τῶν κάτω μηδένα ποιεῖσθαι λόγον διὰ τὴν ἄνωθεν προσοχήν. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Τὰς δὲ λάθρα γινομένας κατ‐ ηγορίας οὐ προσιέμην, ἀλλὰ τοὺς τοῦτο δρᾷν πειρω‐
25μένους ἐξήλαυνον. Ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οὔτε μὴν τοὺς ἀλαζονείᾳ καὶ πλεονεξίᾳ χρωμένους ἐποιούμην συσσίτους. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς
30τοῦ συγκαθῆσθαι αὐτοὺς μετ’ ἐμοῦ. Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμούμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι. Οἱ δὲ μὴ οὕτως διακείμενοι, ἀλλὰ τἀναντία φρονοῦντες ὑπερηφανείᾳ λέγω καὶ ἀδικίᾳ καὶ ἐξουδενώσει, πόῤῥω ἀπέβαλον
35ἀπ’ ἐμοῦ, ὥστε μὴ ὁρᾷν αὐτούς. Εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρ‐ τωλοὺς τῆς γῆς. Ἁμαρτωλούς φησι τοὺς πονηροὺς λογισμοὺς, οὓς ταῖς ἑωθιναῖς προσευχαῖς καὶ τῇ πρὸς Θεὸν προσεδρίᾳ ἐκόλαζε. Τοῦ ἐξολοθρεῦσαι ἐκ πό‐
40λεως Κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Πόλιν Κυρίου τὴν ἁγίαν φησὶ ψυχὴν, κατὰ τὸ εἰρημένον· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
44tΠροσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναν‐
45tτίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. ΡΑʹ.
46tὙπόθεσις.
47Ὁ κατὰ Θεὸν πτωχὸς, τουτέστιν ὁ τῶν προφητῶν χο‐ ρὸς, ὁ λύπης πεπληρωμένος ἐπὶ τῇ τοῦ πρώτου λαοῦ καταστροφῇ, προσέρχεται τῷ Κυρίῳ ὑπὲρ

27

.

425

(50)

αὐτοῦ, τοῦ λαοῦ δηλονότι, ἀναπέμπων δεήσεις μετὰ νηστείας καὶ δακρύων, ὅπως ἂν καὶ αὐτὸς οἰκτει‐ ρηθῇ ὁ λαός. Κηρύττει δὲ καὶ τὴν τῶν ἐθνῶν κλῆ‐ σιν, τὴν γενομένην ἐν τῇ ἐπιφανείᾳ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
55 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Τὰ συμβάντα τῷ λαῷ οἰκειοποιεῖται ὁ προφητικὸς
χορός.

27

.

428

Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. Ταῦτα μὲν ὑπεράνωθεν τὴν ἑρμηνείαν ἔλαβον, ῥηθήσεται δὲ καὶ αὖθις. Πᾶσα γὰρ δύναμις αὐτῶν, δι’ ἧς συν‐
5ειστήκει τὰ τῆς κατὰ νόμον λατρείας, διεφθάρη καὶ ἀπόλωλεν. Ἦν δὲ ταῦτα ἡ ἀρχιερωσύνη, ὁ ναὸς, αἱ διὰ τῶν θρεμμάτων θυσίαι, ἡ αὐτονομία τοῦ ἔθνους. Ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. Τοῦτό
10φησι διὰ τὸν κατειληφότα σκότον τὸν λαόν· ἀγνωσίαν γὰρ ἔσχε Θεοῦ. Τί δὲ τοῦ νυκτικόρακος ἀλλ’ ἢ τοῦ βοᾷν κατὰ τὰς νύκτας ἴδιον, ὅθεν ταύτην τὴν προσ‐ ηγορίαν ἔλαχεν; Ἐπειδὴ τοίνυν παννύχιον ἐποίει προσευχόμενος, ἀναγκαίως ἑαυτὸν παραβάλλει τῷ
15νυκτικόρακι. Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μο‐ νάζον ἐπὶ δώματι. Ἐγὼ, φησὶν, ὁ μὴ τῷ καιρῷ τῆς ἁμαρτίας κατειλημμένος, τοσοῦτον κατελείφθην, ὡς καὶ ἑνὶ ἐοικέναι στρουθίῳ· ἀπὸ γὰρ μυριάδων
20τοσούτων, εἰ καὶ πλείους ἦσαν οἱ σωζόμενοι, ἑνὶ ἂν παρεβάλοντο ὡς πρὸς τὰς μυριάδας. Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου. Καταγέλαστος ἐγενόμην τοῖς δυσμενέσιν· οἱ δὲ πά‐ λαι με ζηλοῦντες κατὰ τῶν ἐμῶν ὀμνύουσι συμφο‐
25ρῶν, εὐχόμενοι μὴ ἴσα παθεῖν. Τὸ δὲ, μετὰ σποδοῦ, αὐτὸ παραπλήσιον τῷ ἑβδομηκοστῷ ἐννάτῳ ψαλμῷ· Ψωμιεῖς ἡμᾶς ἄρτῳ δακρύων. Εἰ δὲ ὁ τῆς τροφῆς καιρὸς ὀδύνης ὑπῆρχε μεστὸς, σχολῇ γ’ ἂν ἄλλος ἀπήλλακτο πάθους. Καὶ οἱ ἐπαινοῦντές με κατ’
30ἐμοῦ ὤμνυον. Καὶ οἱ φίλοι, φησὶν, οἱ πάλαι θαυμά‐ ζοντές με, ὅρκον ἐποιοῦντο τὰς ἐμὰς συμφορὰς, λέ‐ γοντες· Μὴ τὰ αὐτὰ τῷ Ἰσραὴλ πάθοιμι!
34Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον. Ἢ τὰς συμφο‐
35ρὰς τὰς ἐν τῇ αἰχμαλωσίᾳ σημαίνει, ἢ τὴν κακοπά‐ θειαν ἣν ἐποιοῦντο ὑπὲρ τοῦ οἰκτειρηθῆναι τὸν λαόν. Ὅτι ἐπάρας κατέῤῥαξάς με. Μόνος γὰρ ἐξ ἁπάν‐ των τῶν ἐθνῶν ὑψηλὸς ἦν ὁ λαὸς Ἰσραὴλ, ἅτε καὶ
40μόνος γνῶσιν ἔχων τοῦ ἀληθινοῦ Θεοῦ Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν. Ἡμέρας αὐτοῦ τῆς νομικῆς λατρείας εἶναί φησιν, ἥτις καὶ σκιὰ τῶν μελλόντων ἀγαθῶν ὀνομάζεται. Κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Τὸ, ἐγὼ, ἀντὶ τοῦ, ὁ λαός.
45Οἰκειοποιεῖται γὰρ, ὡς ἔφην, πάντα τὰ τοῦ λαοῦ.
47 Ὅτι ηὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. Λίθους μὲν τοὺς πιστεύσαντας εἰς Χριστὸν μετὰ τὴν ἀνά‐

27

.

428

(50)

στασίν φησι, καὶ γενομένους λίθους ἁγίους, κατὰ τὴν Ζαχαρίου φωνήν· δούλους δὲ τοὺς ἁγίους ἀποστόλους φησὶ, δι’ ὧν ἐσώθησαν οἱ πιστεύσαντες εἰς Χριστόν. Χοῦν δὲ τοὺς λαοὺς, τοὺς ἔτι χοϊκώτερον ζῶντας, καὶ ἔτι νῦν ἀπιστοῦντας, καὶ αὐτοὺς δὲ οἰκτιρμῶν φησιν
55ἀξίους εἶναι. Τηρεῖται γὰρ εἰς τὴν ἐσχάτην ἡμέραν τὸ λείψανον· σωθήσονται γὰρ καὶ αὐτοὶ διὰ Ἠλίου
τοῦ προφήτου.

27

.

429

Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομα Κυρίου. Εἰκότως μεταξὺ τοῦ εὐδοκῆσαι τοὺς λίθους τοῦ προ‐ τέρου λαοῦ τῶν ἐθνῶν ἐπισυνάπτει τὴν κλῆσιν. Καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. Οἱ
5βασιλεῖς ἀντὶ τοῦ, αἱ βασιλεῖαι. Οὐ γάρ ἐστι βασι‐ λεία οὐδὲ ἔθνος ὃ μὴ προσκυνεῖ τὴν δόξαν Κυρίου. Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιών. Τουτέστι τὴν Ἐκκλησίαν. Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν.
10Ἔλεγον γὰρ οἱ ἑαυτοὺς ταπεινοῦντες προσευχόμενοι προφῆται. Καὶ σὺ, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν. Ἡ διὰ τοῦ ψαλμοῦ προσευχὴ, καὶ ἡ περὶ τῶν ἐθνῶν ἐπαγγελία
15προφητευομένη, καθάπερ ἐν στήλῃ τυπωθεῖσα δέδο‐ ται τοῖς Ἰουδαίοις, εἰς τὸ φυλάττεσθαι τῷ νέῳ Ἰσραὴλ καὶ τῇ κατὰ Χριστὸν γενεᾷ. Καὶ λαὸς ὁ κτι‐ ζόμενος αἰνέσει τὸν Κύριον. Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ. Τὴν αἰ‐
20τίαν ἡμῖν τῆς κλήσεως τῶν ἐθνῶν παρατίθεται. Αὕτη δέ ἐστιν ἡ ἐπιφάνεια τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἣν ἐποίησε κλίνας οὐρανούς. Τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων. Καὶ τίνες οἱ πεπεδημένοι, ἢ οὓς σειραῖς ἁμαρτίας
25ἔσφιγξεν ὁ μισόκαλος δαίμων; Τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Οἱ υἱοὶ τῶν τεθανατωμένων εἶεν ἂν οἱ ἐξ ἐθνῶν, καθὴν ἀπέθανον οἱ πατέρες αὐ‐ τῶν ταῖς ἰδίαις ἁμαρτίαις εἰδωλολατροῦντες ἔτι. Τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα αὐτοῦ. Καὶ
30τοῦτό φησι τῆς καθόδου αἴτιον, ὅπως ἡ Ἐκκλησία ἀν‐ υμνεῖν μάθοιεν τὸ ὄνομα αὐτοῦ. Αὕτη γάρ ἐστιν ἡ Σιών. Ἐν τῷ ἐπισυναχθῆναι λαοὺς ἐπὶ τὸ αὐτό. Τῶν ἐθνῶν ἑωρακότες διὰ τοῦ πνεύματος τὴν ἐπὶ τὸν
35Κύριον συναγωγὴν οἱ προφῆται, παρεκάλεσαν καὶ αὐτοὶ καταξιωθῆναι ταύτης τῆς μακαρίας θέας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ. Ὁ προφητικὸς χορὸς μέν ἐστιν ὁ ἀποκρινόμενος, ἤτοι
40ἐρωτῶν τὸν Θεόν. Ὁδὸν ἰσχύος αὐτοῦ τὴν ἐπὶ γῆς παρουσίαν φησίν. Ἦλθε γὰρ ἵνα δήσῃ τὸν ἰσχυρόν. Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι. Οἷός ἐστι, φησὶν, ὁ ἡμέτερος βίος ἀνάγγειλόν μοι. Ηὔχετο γὰρ ἰδεῖν εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας
45ἡ ζωὴ αὐτοῦ, καθ’ ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής. Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου. Ἥμισυ τῶν ἡμερῶν αὐτοῦ ἤτοι τῆς ζωῆς τὸ τέως ἐν θεω‐ ρίᾳ γενέσθαι τῆς ἐπιφανείας φησίν. Ηὔχετο οὖν

27

.

429

(50)

πληρωθῆναι αὐτοῦ τὸν ὅλον χρόνον· καὶ εἰ οἷόν τε παρεκταθῆναι τὴν ζωὴν αὐτοῦ, ὅπως ἂν καὶ αὐτῆς τῆς τῶν πραγμάτων ἐκβάσεως καταξιωθῇ. Οὕτω γὰρ ἂν ἔμελλεν ἡ πᾶσα αὐτοῦ ζωὴ πληροῦσθαι. Ἐν γε‐ νεᾷ γενεῶν τὰ ἔτη σου. Γνοὺς ὁ προφητικὸς χορὸς
55διὰ τοῦ πνεύματος, ὡς οὐκ ἂν φθάσοι εἰς τὸ τῶν πραγμάτων πέρας, φησίν· Ἐγὼ δὲ κοιμηθήσομαι ἅτε
θνητὸς ὤν· σὺ δὲ μόνος, ὦ Δέσποτα, καὶ εἰς ἐκείνας

27

.

432

μένεις τὰς γενεὰς, ἅτε δὴ καὶ σὺ αὐτὸς ὡς Θεὸς, ὁ καὶ τοὺς οὐρανοὺς πεποιηκὼς ἐξ ἀρχῆς. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Σὺ μόνος, φησὶν, ὦ Δέσποτα, τὸ ἀΐδιον ἅτε Θεὸς ἔχεις· οἱ δὲ
5οὐρανοὶ, εἰ καὶ μέγα τι καὶ ἐξαίρετον ὑπάρχουσι κτίσμα, ἀλλ’ ὅμως καὶ αὐτοὶ ὑποβληθήσονται φθορᾷ. Ἡ δὲ φθορὰ αὕτη γενήσεται αὐτοῖς εἰς ἀνακαινισμόν· ἑλιχθήσονται γὰρ εἰς βέλτιον σχῆμα μεταβαλλόμενοι. Οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν.
10Ὅταν γὰρ ἑλιχθήσονται οἱ οὐρανοὶ, καὶ καινὴ γέ‐ νηται κτίσις, τότε δὴ τότε ἐν ταῖς αἰωνίοις σκηναῖς γενόμενοι οἱ τῶν σῶν δούλων υἱοί· οὗτοι δ’ ἂν εἶεν οἱ διὰ τῶν ἁγίων αὐτοῦ ἀποστόλων πεπιστευκότες. Καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσε‐
15ται. Σπέρμα τῶν ἁγίων ἀποστόλων τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ὅπερ εἰς τὸν αἰῶνα δια‐ μένει.
18tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΒʹ.
19tὙπόθεσις.
20Ὁ νέος ἐξ ἐθνῶν λαὸς ἐν τούτῳ διδάσκεται ἀνυμνεῖν τὸν Θεὸν τὸν τὰ μεγάλα εὐηργετηκότα. Ταῦτα δέ ἐστι τὰ εὐεργετήματα ἥ τε τῆς ἁμαρτίας ἀναί‐ ρεσις καὶ τῆς ἀναστάσεως τὸ καύχημα. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς ἑαυ‐
25τὸν ἐπὶ τὸν ὕμνον διεγείρει, καλὸν ἑαυτοῦ τῆς σωτη‐ ρίας φάρμακον τὴν εἰς Θεὸν εὐλογίαν προβαλλόμενος. Ἐφ’ οἷς δὲ Θεὸς τὸν λαὸν ἤμελλεν ἐλεεῖν δικαιοσύνῃ δοξάζεται κριτικῇ, φθορᾶς τε ἀπαλλάττων καὶ βα‐ σιλείαν διδοὺς οὐρανῶν· ὡς καὶ πᾶσιν ἁρμόττειν
30τὸν προκείμενον ὕμνον. Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Διὰ τῶν ἐντὸς τὸ ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ ἐξ ὅλης δια‐ νοίας τὸν Θεὸν ἐπικαλεῖσθαι δηλοῖ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐνδιατρίβει
35τῇ περὶ τὸν ὕμνον ἑαυτοῦ προτροπῇ, εἰδὼς τοῦτο ἀντὶ τῶν μεγάλων αὐτοῦ εὐεργεσιῶν ἑαυτὸν ἐπ‐ οφείλοντα. Ὁ γὰρ τῶν θείων εὐεργεσιῶν μεμνημένος οὐ παύσεται τοῦτο ὑμνῶν. Καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ. Ἀνταπέδωκε γὰρ
40ἡμῖν ἀντὶ τῶν μεγάλων ἁμαρτημάτων ὧν ἡμάρτο‐ μεν, χρηστότητα, ἔλεον, οἰκτιρμούς. Ὧν δεῖ μὴ ἐπιλανθάνεσθαι. Τὸν εὐϊλατεύοντα πάσαις ταῖς ἀνομίαις σου. Αὗταί εἰσιν αἱ περὶ ἡμῶν ἀνταποδόσεις τοῦ Θεοῦ·
45ὅτι πρῶτον μὲν ἱλασμὸν ἔθηκε τῶν ἡμετέρων ἁμαρ‐ τιῶν· δεύτερον δὲ τὰς ἡμετέρας ἀσθενείας ἰάσατο· τρίτον ἐκ φθορᾶς ἡμῶν τὴν ζωὴν ἐλυτρώσατο, ἀν‐ ελὼν τὴν ἁμαρτίαν, τέταρτον οἰκείᾳ φιλανθρωπίᾳ καὶ ἐλέῳ καὶ οἰκτιρμοῖς χρώμενος ἐστεφάνωσεν ἡμᾶς

27

.

432

(50)

τῷ τῆς υἱοθεσίας χαρίσματι· πέμπτον τῶν πνευμα‐ τικῶν ἡμᾶς ἐνέπλησεν ἀγαθῶν, ἑαυτὸν ἡμῖν ἄρτον ὄντα ζωῆς ἐπιδιδούς. Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Τοῦ Θεοῦ διὰ τῆς παλιγγενεσίας ἀνακαινίζοντος
55ἡμῶν ὡς ἀετοῦ τὴν νεότητα. Τὸ τῆς ἀναστάσεως ἡμῖν κατασημαίνει χάρισμα. Ἀετῷ δὲ τοὺς ἀνακαι‐ νουμένους παρείκασεν, ὀρνίθων ἁπάντων ὄντι ὑψηλο‐ πετεστάτῳ καὶ βασιλικωτάτῳ, καὶ ταῖς τοῦ ἡλίου
μαρμαρυγαῖς μόνῳ λαμπρῶς ἐνατενίζειν δυναμένῳ.

27

.

433

Ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις. Οὗτος, φησὶν, ὁ Κύριος ὁ τῷ αὐτοῦ ἐλέει τὰ προειρημένα ἡμῖν χαρισάμενος, αὐ‐ τός ἐστιν ὁ καὶ πάλαι δίκαιον κρῖμα κρίνας, καὶ
5λυτρωσάμενος ἐξ Αἰγύπτου τοὺς υἱοὺς Ἰσραὴλ, καὶ δοὺς τῷ τε Μωϋσῇ καὶ παντὶ τῷ λαῷ γνῶσιν τῶν αὐτοῦ ἐντολῶν. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Ταῦτα γὰρ καὶ τῆς τοιαύτης εὐεργεσίας καὶ πάλαι καὶ νῦν γέ‐
10γονεν αἰτία, φήσαντος καὶ Μωϋσέως· Κύριος μακρό‐ θυμος, καὶ πολυέλεος, καὶ ἀληθινός· ποιῶν ἔλεος εἰς χιλιάδας. Ταύτας οὖν αὐτοῦ τὰς δυνάμεις ἐγνώρισε τῷ Μωϋσῇ, λεγομένας ὁδοὺς, καὶ τὰς ἀρετὰς καθ’ ἃς τὰ πάντα διέπει. Οὐκ εἰς τέλος ὀρ‐
15γισθήσεται. Εἰ καὶ ὠργίσθη, φησὶ, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ κατεδίκασε θανάτῳ τὸ γένος· ἀλλ’ οὐκ ἐκτείνει εἰς τέλος τὴν ὀργήν· ἐπέλαμψε γὰρ ἐπ’ ἐσχάτων τῶν χρόνων εἰς ἀθέτησιν τῆς φθορᾶς. Ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν. Ὡς γὰρ
20ἴδιον πλάσμα καὶ ἔργα τῶν χειρῶν αὐτοῦ κατῳκτεί‐ ρησεν. Τὸ δὲ ἔλεος Κυρίου ἀπὸ τοῦ αἰῶνος. Ὅμοιον τό· Καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς φοβουμένοις με.
25 Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ. Ἅγιος γὰρ ὢν, ἐν ἁγίοις ἀναπαύεται, ταῖς ἀγγελικαῖς δηλονότι δυ‐ νάμεσιν. Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐ‐
30τοῦ. Ἐπαναπαύεται μὲν, φησὶ, τοῖς ἄνω πνεύμα‐ σιν· οὐ μὴν οὐδὲ τὰ ἐπὶ γῆς· τῆς αὐτοῦ βασιλείας ἀφέστηκεν. Αὐτὸς γάρ ἐστιν ὁ κατεξουσιάζων τῶν ὅλων ὡς Θεός. Καὶ ἡ βασιλεία αὐτοῦ πάντων δε‐ σπόζει. Δεσπόζειν δὲ πάντων, ἀλλ’ οὐ βασιλεύειν
35εἴρηται, ἐπεὶ μὴ πάντες ἄξιοι τῆς αὐτοῦ βασιλείας. Διὸ τοῖς τὸν εὐαγγελικὸν κατορθοῦσι βίον τὴν τῶν οὐρανῶν βασιλείαν ὁ Σωτὴρ ἐπηγγείλατο. Κρατεῖ δὲ καὶ τῶν ἀξίων ὁ Κύριος. Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι αὐ‐
40τοῦ. Διδάσκει τὸν προσιόντα τῇ πίστει λαὸν, ὡς ὁ τὸν ὕμνον ἐπιτηδεύων τὸ αὐτὸ τοῖς ἀγγέλοις ἕξει ἀξίωμα. Εἰ γὰρ αὕτη ἐκείνων ἡ λειτουργία, τὸ αἰ‐ νεῖν καὶ δοξάζειν τὸν Θεόν· αὐτὸ δὲ τοῦτο προστάτ‐ τεται ποιεῖν ἡ ψυχὴ, ἀεὶ δὴ λέγων καὶ δοξολογεῖν,
45δηλονότι τῆς αὐτῆς ἀξίας τυχεῖν. Ὧν γὰρ ἐπιτή‐ δευμα τὸ αὐτὸ, τούτων καὶ τὸ ἀξίωμα τὸ αὐτό. Εὐλογεῖτε τὸν Κύριον πᾶσαι αἱ δυνάμεις αὐ‐ τοῦ. Οὐ μόνον ἄγγελοι εἰς τὸν αἶνον καλοῦνται, ἀλλὰ καὶ εἴ τι ἕτερόν ἐστιν οὐράνιον τάγμα, εἴτε

27

.

433

(50)

θρόνοι, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, εἴτε κυριότητες. Ταῦτα δὲ πάντα τὰ τάγματα διὰ τῶν δυνάμεων ἡμῖν κατεσήμανεν.
53tΤοῦ Δαυῒδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως.
54tἈνεπίγραφος παρ’ Ἑβραίοις. ΡΓʹ
55tὙπόθεσις.
56Διδάξας διὰ τοῦ προλαβόντος ψαλμοῦ τὸν προελθόντα

27

.

436

τῇ πίστει λαὸν τοὺς ὕμνους ἀναφέρειν τῷ Θεῷ, διὰ τῶν παρόντων διδάσκει, καὶ τῆς κατὰ πάντων προνοίας αὐτοῦ ὅσον τὸ χρῆμα δείκνυσιν. Ὅτι οὐ μόνον τῶν ἐπουρανίων καὶ ἀερίων τίθεται πρό‐
5 νοιαν, ἀλλὰ γὰρ καὶ τῶν ἐπιγείων καὶ τῶν ἐν αὐ‐ τοῖς σμικροτάτων· ὡς μηδὲ τῶν πάνυ εὐτελεστά‐ των ζώων ἀμελεῖν, ἀλλὰ καὶ τούτων προνοεῖν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Διδάσκει καὶ ἐπὶ τῇ μεγάλῃ προνοίᾳ τοῦ Θεοῦ εὐλογεῖν τῇ ψυχῇ
10τὸν Θεὸν, ὥσπερ καὶ ἐπὶ τῷ προλαβόντι ἐπὶ τῇ τῶν ἁμαρτημάτων ἀπαλλαγῇ. Κύριε ὁ Θεός μου, ἐμε‐ γαλύνθης σφόδρα. Ἀφορῶντες εἰς τὴν σὴν πρόνοι‐ αν, ὦ Δέσποτα, μεγαλύνομεν τῆς σῆς προνοίας τὸ μέγεθος ἐκπληττόμενοι. Οὕτω γὰρ τὴν ἡμετέραν
15ἐξομολόγησιν καὶ εὐπρέπειαν, τουτέστι τὸν μετὰ δοξολογίας αἶνον, ὥσπερ τι περιβόλαιον ἀμφιέννυσιν. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἀπὸ τοῦ νοουμένου φωτὸς ἄρχεται τὸν ὕμνον ἀναπλέκειν αὐ‐ τῷ. Ὥσπερ δὲ ἐν ἑτέρῳ λέλεκται φῶς οἰκεῖν ἀπρόσ‐
20ιτον, ἐνταῦθα αὐτὸ τοῦτο τὸ φῶς ἀναβάλλεσθαι λέ‐ γεται. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Δεύτερον τοῦτο προνοίας τίθεται ἔργον, τὸ ἐκτείνεσθαι τὸν οὐρα‐ νὸν ὥσπερ τι ἔκταμα ἐν χερσὶ τεχνίτου. Ὁμοῦ καὶ τὸ
25σχῆμα παρέστησε καὶ τὴν εὐκολίαν τοῦ δημιουργήσαν‐ τος. Καθάπερ γὰρ ἀνθρώπῳ ῥᾴδιον ἐκτεῖναι δέῤῥιν, οὕτω καὶ τῷ Θεῷ τὸν οὐκ ὄντα ποιῆσαι οὐρανόν. Ἅμα δὲ καί τι ἕτερον ᾐνίξατο νόημα ὑψηλὸν, ὅτι πρὸς ἕτε‐ ρον βίον ὁδεύομεν, καὶ τὰ παρόντα σκιὰ τῶν μελλόν‐
30των, καὶ οὐδέπω πρὸς τὰ ἄδυτα ἀφικνούμεθα, ἀλλ’ ἔτι ἐν σκηνῇ ἐσμεν τῷ παρόντι βίῳ. Ἡ γὰρ σκηνὴ τῶν λυομένων. Καὶ μετ’ ὀλίγα· Οὕτω καὶ τοῦ οὐρα‐ νοῦ τοῦ ἀλλασσομένου ἕτερος ἔσται τρόπος ζωῆς καὶ λῆξις τῆς παρούσης ἀμείνων. Ἔσται γὰρ ὁ οὐρανὸς
35καινὸς καὶ ἡ γῆ καινή. Ἀλλ’ ἀκουσώμεθα ὅσα περὶ οὐρανοῦ λέγουσιν οἱ προφῆται, ἵνα τὰ στόματα τῶν ἐπὶ τῷ πώγωνι μέγα φρονούντων ἐμφράξωμεν· οἳ τὰ ἐπελθόντα φθεγξάμενοι, καὶ ὑπὸ γῆν οὐρανὸν εἶναι λέγουσι· πρὸς οὓς ἱστάμενος ὁ προφήτης ἔλεγε· Ἐκ‐
40τείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἡ δέῤῥις οὐ σφαῖρά τίς ἐστι κατὰ τὴν ἐκείνων ληρωδίαν· ἀλλ’ εἰ μὴ κυκλίῳ τινὶ καὶ ἡμισφαιρίῳ προσέοικεν. Ὅπερ οὖν ἕτερος προφήτης δηλῶν ἔλεγεν· Ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν, καὶ διατείνας ὡς σκη‐
45νὴν κατοικεῖν ἐπὶ τῆς γῆς. Καὶ πάλιν, ὅτι Οὐ πε‐ ριδονεῖται· ἀλλ’ ἕστηκε πεπηγώς. Οὕτω φησὶν ὁ προφήτης, Ὁ πήξας τὸν οὐρανόν. Καὶ τὴν λεπτό‐ τητα δὲ αὐτοῦ τὴν εἰς ἄκρον παριστῶν ἔλεγεν, ὅτι Ὁ οὐρανὸς ὡσεὶ καπνὸς ἐστερεώθη. Ὁ στεγάζων ἐν

27

.

436

(50)

ὕδασι τὰ ὑπερῷα αὐτοῦ· δείκνυσιν, ὡς οὐκ εἰκῆ τὰ τῶν ὑδάτων συστήματα ἐν ἀέρι περιφέρεται· αὐτὸς ἐστεγάσθαι τῇ τῶν νεφῶν εὐαρμονίᾳ τὰ περὶ τῶν
54Ὅτι θεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ. Ὡσεὶ σα‐
55φέστερον ἔδειξεν· Ὁ καὶ μέχρι τῶν νεφελῶν αὐτῶν τὰ τῆς προνοίας ἐκτείνων. Τὴν γὰρ ἐπίβασιν ἀντὶ τῆς
προνοίας τέθεικεν. Ὁ περιπατῶν ἐπὶ πτερύγων

27

.

437

ἀνέμων. Δείκνυσιν, ὡς οὐδὲ ἡ τῶν ἀνέμων φορὰ εἰκῆ φέρεται· ἀλλ’ αὐτός ἐστιν ὥσπερ τις ἡνίοχος αὐτῶν γινόμενος, διὰ τοῦ ταῖς αὐτῶν ἐπιβαίνειν πτέρυξιν.
5 Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα. Ὁ κούφους, φησὶ, καὶ μεταρσίους τοὺς ἀγγέλους ποιῶν. Καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Οὕτως εἶδε Μωϋσῆς ἐν πυρὶ φλογὸς τὸν ἄγγελον λαλοῦντα αὐτῷ.
10 Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν. Μετὰ τὸ δεῖξαι τὴν ἐν τῷ οὐρανῷ πρόνοιαν τοῦ δημιουρ‐ γοῦ, πρόεισι καὶ περὶ τῶν ἐν τῇ γῇ πρόνοιαν αὐτοῦ. Αὐτὸ τοῦτο τὸ, στερεὰν αὐτὴν οὖσαν καὶ βαρεῖαν ἐφ’ ὑγρᾶς ἑδρασθῆναι οὐσίας.
15 Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ. Αὐτοῦ μὲν τοῦ τῆς γῆς στοιχείου φησί. Λέγει δὲ, ὅτι ὥσπερ ἱματίῳ περιέβαλε τῇ ἀβύσσῳ τὴν γῆν, ἔξωθεν πᾶσαν περικυκλῶν ὕδατι. Ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα, κ.τ.λ. Ὡς ὄρη, φησὶ, τὰ τῆς ἀβύσσου ἀν‐
20ιστῶνται ὕδατα ὑψούμενα, καὶ οἱονεὶ ἀπειλοῦντα κα‐ τακλῦσαι τὴν γῆν· ἀλλὰ τῷ σῷ νεύματι καὶ τῇ σῇ δυνάμει, ἥτις καὶ διὰ τῆς βροντῆς σημαίνεται, ἀνα‐ χωροῦσι, φησίν· ἢ τάχα καὶ τὰς βροντὰς διὰ τοῦτο γεγενῆσθαί φησι, πρὸς τὸ φόβον τινὰ λαμβάνειν ἀπὸ
25τῶν γινομένων τῆς ἀβύσσου τὰ ὕδατα. Εἰ δὲ ἐκεῖνα τοῦτο ὑπομένει, πολλῷ πλέον τὸ τοιοῦτον δεῖ ἡμᾶς παθεῖν. Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία. Ὑψούμενα, φησὶ, τὰ ὕδατα παρεικασθείη ἂν ὄρεσιν·
30ἀλλ’ ἁπλούμενα πάλιν ὑπὸ τοῦ σοῦ φόβου, οἱονεὶ πε‐ διὰς καὶ ὁμαλὴ γίνεται γῆ. Ἐθεμελίωσας γὰρ αὐ‐ τοῖς τόπον ὃν οὐχ οἷόν τε ὑπερβαίνειν αὐτά. Καὶ τοῦτό ἐστι, τό· Ὅριον ἔθου ὃ οὐ παρελεύσονται. Διὸ οὐδὲ ἐπικλῦσαι δύνανται τὴν γῆν. Ὅμοιον δὲ τὸ πρὸς
35τὴν θάλασσαν εἰρημένον διὰ τοῦ προφήτου· Μέχρι τούτου στήσῃ, καὶ οὐχ ὑπερβήσῃ. Ἀλλ’ ἐν σεαυ‐ τῇ συντριβήσονταί σου τὰ κύματα. Ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Κατὰ μέρος δοξολογῶν ἐπέρχεται τῇ προνοίᾳ, καὶ
40τὴν μετὰ σοφίας τεθαύμακεν ἀγαθότητα, καὶ τῆς τῶν ἀλόγων ζώων πεφροντικότος διαμονῆς τοῦ Θεοῦ· ποιήσας γὰρ αὐτὰ, καὶ τρέφει καὶ ποτίζει. Διὸ τὰ ὄρη τεμὼν, πάροδον τοῖς ὕδασιν ἐτεκτήνατο.
45 Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ. Οὕτω καὶ τῶν ἀλόγων ζώων καὶ ἑρπετῶν καὶ θηρίων προνοεῖ, ὡς καὶ τούτοις τὸ πρὸς ζωὴν χρήσιμον ἐπιχορηγεῖν. Προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Καὶ τοῦτο τῆς σῆς προνοίας ἐστὶν ἔργον, τὸ μὴ μόνον διὰ τὰς

27

.

437

(50)

περὶ χειμάῤῥους ὥρας ἐν ταῖς φάραγξι καὶ τοῖς θάλ‐ πουσι τόποις ὕδατα δίδοσθαι, ἀλλὰ γὰρ καὶ ἀνὰ μέ‐ σον τῶν ὀρέων, ὅπως ἂν τῶν ἀγρίων ζώων τὰ ἥμερα διαδράσκωνται, ἐν ὥρᾳ διαναπαύσωνται. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ποτίζει
55γὰρ ὄρη καὶ πεδία οὐκ ἀπὸ τῶν ἐν ταῖς φάραγξι πηγῶν, ἢ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ’
ἄνωθεν τοὺς αὐτάρκεις χορηγῶν ὑετούς. Ἀπὸ καρ‐

27

.

440

ποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὥσπερ τῶν ὑδάτων δέδωκε τὴν χορηγίαν, οὕτως καὶ ἀπὸ γῆς τρέφεσθαι παρεσκεύασεν. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλό‐
5ην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Δουλείαν τῶν ἀνθρώ‐ πων τὰ ἥμερα τῶν κτηνῶν φησιν, οἷον βοῦς καὶ ὄνος καὶ τὰ ὅμοια. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς. Διὰ τοῦτο, φησὶν, ἐφρόντισας τῶν κτηνῶν, ἵνα δι’ αὐτῶν γεωργούντων τὰ πρὸς ζωὴν εὕρωμεν. Πάντα
10γὰρ ἐκεῖνα ἡμῶν χάριν εὐεργετεῖ. Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου. Δείκνυσι καὶ τὰ ἐν δρυμῷ αὔξοντα ξύλα, οἷον κέδρους καὶ τὰ ἕτερα, τοῖς αὐτοῦ νεύμασιν αὐξηθήσονται. Γέγονε δὲ ταῦτα καὶ δι’ ἕτερα μὲν πλεῖστα, ὧν καὶ τὴν πεῖ‐
15ραν ἔχομεν, καὶ τῶν στρουθίων δὲ εἰς καλιάς. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Αὐτῶν μὲν τῶν στρουθίων ἡγεῖσθαί φησιν ἤτοι τὴν καλιὰν τοῦ ἐρω‐ διοῦ, διὰ τὸ τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβά‐ νοντα νεοττεύειν ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς πασῶν
20ὑψηλοτάταις τῶν δένδρων Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ ταῖς ἐλάφοις, φησὶ, δέδωκε τὰ ὄρη καταφυγὴν ἐπὶ τὸ ἐκφυγεῖν τῶν ζώων τὰ ἀγριώτερα. Πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ὥσπερ τὰ ὄρη εἰς σωτηρίαν ταῖς ἐλά‐
25φοις ἀπέδωκεν, οὕτως καὶ τὰς καταδύσεις τῶν πε‐ τρῶν τοῖς λαγωοῖς. Διὸ δὴ καὶ αὐτοὶ ἐκ τούτων σωζόμενοι ἐν τοῖς ὀπίσω ἔλεγον τό· Ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνάς. Αἰνοῦντες δηλονότι τὸν σώζοντα.
30 Ἐποίησε σελήνην εἰς καιρούς. Ἀνατρέχει πά‐ λιν ἐπὶ τὴν ἐν τοῖς οὐρανοῖς πρόνοιαν. Δι’ οὐδὲν δὲ ἕτερον γεγενῆσθαι τὴν σελήνην φησὶν ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Θείῳ καὶ αὐτὸς προστάγματι πειθό‐
35μενος. Ἔθου σκότος καὶ ἐγένετο νύξ. Τοῦτό φησιν, ἵνα μὴ ἄλλον δημιουργὸν τῆς ἡμέρας, καὶ ἄλλον τῆς νυκτὸς λογισώμεθα εἶναι. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ.
40Οἱ ἄνθρωποι ἐξιέναι τε πρὸς ὁδοὺς καὶ γῆς ἐργασίαν ἐκωλύοντο. Τανῦν δὲ νυκτὸς ἔξεισι ζητοῦντες βρῶ‐ σιν παρὰ Θεοῦ· ἐπεὶ μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ἢ χλόην. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε. Τὸν περὶ
45τῆς προνοίας διεξελθὼν λόγον, ἐπὶ ὕμνον τοῦ κτίσαν‐ τος τὸν λόγον μετέβαλε, διαναπαύων ὥσπερ διὰ τού‐ του τὴν ἀκοήν. Εἶτα πάλιν ἐφ’ ἕτερον μέρος τῆς προνοίας ἔρχεται, τὴν ἐν τῇ ὑγρᾷ πορείαν ἀναγγέλ‐ λων ἡμῖν· ἥτις οὐκ ἂν ἐγένετό ποτε, μὴ τῆς τοῦ

27

.

440

(50)

Θεοῦ ἐν αὐτῷ διακυβερνώσης προνοίας. Πάντα ἐν σοφίᾳ ἐποίησας. Θαυμαστικὸν δὴ τὸ, ὡς καὶ σοφία ἐν ᾗ πάντα ἐποίησεν ὁ Κύριος· ἔστι γὰρ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Παρ‐
55ενέβαλε τῷ τῆς θαλάττης λόγῳ τὴν περὶ τοῦ δρά‐ κοντος μνήμην γεγενῆσθαι· δι’ οὐδὲν ἕτερον φήσας παρῆχθαι αὐτὸν, ἢ εἰς τὸ καταπαίζεσθαι. Καὶ εἰκό‐
τως ἐν τῷ περὶ τῆς θαλάσσης λόγῳ τούτου ἐμνημό‐

27

.

441

νευσεν· ἅτε δὴ καὶ τοῦ βίου παντὸς τοῦ ἡμετέρου ἁλμυροῦ τινος ὄντος, καὶ πανταχόθεν ῥιπιζομένου, καὶ κύμασιν ἀγρίοις συγκλονουμένου. Πάντα πρὸς σὲ προσδοκῶσιν. Εἴτε γὰρ ἄνθρω‐
5ποι, εἴτε ζώων ἀγρίων ἀγέλαι, εἴτε κτηνῶν, εἴτε ἑρ‐ πετῶν, ἄλλως οὐκ ἂν τραφεῖεν μὴ αὐτοῦ τὰ ζωαρκῆ χορηγοῦντος. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψου‐ σιν. Δείκνυσι διὰ τούτων, ὡς αὐτός ἐστιν ὁ καὶ θα‐
10νάτου καὶ ζωῆς δεσπότης. Εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Καὶ ποῖον τὸ ἔργον αὐτοῦ; Ὃ εἰργάσατο ἀνακαινί‐ σας τὴν ἡμετέραν φύσιν. Σημαίνει γὰρ διὰ τούτων τὴν ἐσομένην τῶν ἀνθρώπων θεογνωσίαν, ὅτε Θεὸς
15εὐφρανθήσεται, οὐ προσκυνούμενος, ἀλλὰ σωζομέ‐ νους ὀρῶν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Τὴν καθόλου κρίσιν ἐπισυνάπτει, ἢ καὶ φό‐ βον παρέξει πᾶσι τοῖς ἐπὶ γῆς. Οὐ γάρ ἐστιν ὁ μὴ
20δεδοικὼς ἐκεῖνο τὸ φρικτὸν καὶ θεῖον δικαστήριον. Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ὄρη τὰς ἀντικειμένας δυνάμεις φησὶν, ἃς καὶ ἐγκαύσει κατὰ τὸν τῆς κρίσεως καιρὸν, οὗ καὶ σύμβολον ὁ καπνός.
25 Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διαλογὴ, ἀντὶ τοῦ, ἡ ἐκλογή μου. Λέγει δὲ ὅπερ ἐξελέξατο, τὸ μόνον θέλειν ὑμνεῖν τὸν Θεὸν, ὃ καὶ ἀρέσει αὐτῷ τῷ ὑμνου‐ μένῳ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς. Ἐν ἐκείνῳ
30δηλονότι τῷ καιρῷ. Ἀκούσονται γάρ· Πορεύεσθε ἀπ’ ἐμοῦ, κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. Ἐν τῇ τῶν εὐλογούντων τὸν Θεὸν δηλονότι μερίδι
35ἐκλείψουσιν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Αὐτὸς γὰρ καὶ τοῦ τῶν πονηρῶν ἀποστήσει κλήρου, καὶ τοῦ τῶν ἁγίων ἀξιοῦσθαι ποιεῖ.
38tἈλληλούϊα. ΡΔʹ.
39tὙπόθεσις.
40Ἔστι δὲ τὸ, ἀλληλούϊα, αἶνος τῷ ἀοράτῳ. Λέγεται δὲ τοὺς ἀγγέλους ταύτῃ τῇ φωνῇ αἰνεῖν τὸν Θεὸν, ὥσπερ τὰ χερουβὶμ τό· Ἅγιος, ἅγιος, ἅγιος. Καὶ τοῦτο ἅγιοι παραδεδώκασι πατέρες, αὐτήκοοι γενόμενοι, ὥσπερ Ἡσαΐας τῶν σεραφίμ. Διαιρεῖται
45 δὲ τὸ ἀλληλούϊα οὕτως, ἂλ, Θεὸς, ἢλ, ἰσχυρὸς, οὔϊα, κραταιός. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἔργα αὐτοῦ. Ἐν τούτῳ τῷ ψαλμῷ προστάττει τοῖς ἁγίοις

27

.

441

(50)

ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον τῷ ἐξ ἐθνῶν λαῷ φαν‐ ερὰς ποιῆσαι πάσας τὰς θαυματουργίας, ἃς πεποίηται ἐπὶ τῆς παρουσίας αὐτοῦ ὁ Κύριος. Ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ἔπαινος γὰρ καὶ δόξα τοῖς τὴν ἀρετὴν τοῦ Θεοῦ διη‐
55γουμένοις. Εὐφρανθήτω καρδία ζητούντων τὸν
Κύριον. Πόσον τὸ ἐκ τοῦ ἐξομολογεῖσθαι ὄφελος γί‐

27

.

444

νεται διδάσκει. Εἰ γὰρ ζητήσητε, φησὶν, αὐτὸν, συμ‐ βήσεται ὑμῖν καὶ ἡ περὶ τὸν νοῦν εὐφροσύνη, καὶ τὸ κραταιωθῆναι καὶ δοξασθῆναι τὴν ἡμετέραν κε‐ φαλήν.
5 Μνήσθητι τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν. Ὧν πεποίηται λέγει ἐν τῇ παρουσίᾳ θεοσημειῶν, εἴτε τῶν ἐν τῇ Καινῇ Διαθήκῃ, εἴτε τῶν ἐν τῇ Πα‐ λαιᾷ παρὰ Μωϋσῇ καὶ τοῖς πρότερον ἁγίοις. Πολλὰ γὰρ ἐθαυματούργησαν καὶ οὗτοι διὰ τοῦ Υἱοῦ τοῦ
10Θεοῦ. Ταῦτα τοῖς ἔθνεσιν ὡς ἀγνοοῦσι παραδοῦναι κελεύει τοὺς αὐτῶν κήρυκας πρὸς τοῖς ἐν τῇ Καινῇ παρὰ τοῦ Σωτῆρος γεγενημένοις, ὅσα τε κέκρικεν αὐτοῦ τὸ στόμα διά τε τῆς Παλαιᾶς καὶ Καινῆς. Ὡς ἂν βασιλικοὺς νόμους φυλάξαι κελεύσατε. Τὰ
15τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στόματος αὐ‐ τοῦ. Τέρατα μὲν τὰ γεγενημένα θαύματα, ὡς τὸ πε‐ ριπατῆσαι ἐπὶ τῆς θαλάσσης, καὶ νεκρὸν ἀναστῆ‐ σαι, καὶ τὰ λοιπά· κρίματα δὲ τοῦ στόματος αὐτοῦ τοὺς λόγους οὓς ἔλεγεν, ἐλαύνων τῶν ἀνθρώπων
20τοὺς ἀκαθάρτους δαίμονας· ἢ καὶ τὰς ἐντολὰς τῆς Καινῆς Διαθήκης. Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, Υἱοῦ Ἰακὼβ ἐκλεκτοῦ αὐτοῦ. Ἔτι ὡς πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἵνα ᾖ· Ὡς σπέρμα μὲν ὄντες τοῦ Ἀβραὰμ
25καὶ δοῦλοι αὐτοῦ, καὶ υἱοὶ ὄντες τοῦ Ἰακὼβ καὶ ἐκ‐ λεκτοὶ αὐτοῦ (αὐτὸς γὰρ αὐτοὺς ἐξελέξατο), ἀπαγ‐ γείλατε ἐν τοῖς ἔθνεσιν, ὡς αὐτός ἐστι Κύριος ὁ Θεὸς ἡμῶν. Καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος. Ἀπὸ τοῦ Βα‐
30βυλωνίων ἔθνους εἰς τὸ Παλαιστίνων. Καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν βασιλεῖς. Τὸν Ἀβι‐ μέλεχ περὶ τῆς εἰς Σάῤῥαν παροινίας. Μὴ ἅψησθε τῶν χριστῶν μου. Χριστοὶ καὶ οἱ περὶ τὸν Ἀβραὰμ, διὰ τὸ τῆς τοῦ Θεοῦ Λόγου ἐπιφανείας
35ἠξιῶσθαι ἐν ὁράσεσιν. Καὶ ἐκάλεσε λιμὸν ἐπὶ τὴν γῆν. Οἰκονομικῶς ἐποίησε γενέσθαι τὸν λιμὸν, ἵνα, δι’ αὐτὸν κατελ‐ θόντες εἰς Αἴγυπτον καὶ αὐξηθέντες, τὴν γῆν ἀπο‐ λάβωσι τῆς ἐπαγγελίας. Πᾶν στήριγμα ἄρτου συν‐
40έτριψε. Τοῦτο κατ’ ὀργὴν Θεοῦ ἐν τοῖς λιμοῖς εἴωθε συμβαίνειν, τὸ μὴ στηρίζεσθαι τοὺς ἀνθρώπους ἐσθίοντας. Μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ. Τὰ ἀποτε‐ λέσματα τῶν ἐνυπνίων φησί. Λέγει οὖν, ὅτι μέχρι
45τούτου ἐκακοπάθησε τὸν ὑπὲρ ψυχῆς ἀγῶνα κλαίων, ἕως ὁ τῶν ἐνυπνίων καιρὸς ἐπῆλθε τοῦ πληρῶσαι αὐτά. Τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυ‐ τόν. Ὅμοιον τό· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις

27

.

444

(50)

αὐτῶν ἐστιν; Οὐ γὰρ ἔλυσε τοὺς ὀνείρους τῷ Φα‐ ραὼ, μὴ τοῦ Θεοῦ παρασχόντος τὸ δύνασθαι συνιέναι αὐτούς. Καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Υἱοὶ Νῶε, Σὴμ, Χὰμ, Ἰάφετ·
55τοῦ δὲ Χὰμ παῖς Χαναάν. Τούτου δὲ Μεστραῒμ ἑρμη‐ νεύεται Αἴγυπτος, ἀφ’ οὗ καὶ ἡ χώρα. Ὅτε τοίνυν εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον εἰκὸς ἦν τὸν Χὰμ πάππον ὄντα τοῦ Μεστραῒμ ἐν Αἰγύπτῳ κατῳκηκέ‐
ναι, τοῦ Χαναὰν ἐπὶ τῆς Παλαιστίνης οἰκοῦντος. Διὰ

27

.

445

δὲ τοῦ Ἰσραὴλ καὶ Ἰακὼβ, ὃς εἰσῆλθεν εἰς Αἴγυ‐ πτον, καὶ οἱ τούτου παῖδες δηλοῦνται. Ἐν ἑβδομήκοντα γὰρ ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον, εἶπεν ἡ Γραφή. Καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ. Χὰμ
5ἐγέννησε τὸν Χαναὰν, Χαναὰν δὲ τὸν Μεστραῒμ, ὃς ἑρμηνεύεται Αἴγυπτος. Διὸ καὶ Χὰμ γῆν τὴν Αἴγυ‐ πτον καλεῖ, ὡς τοῦ ἀπογόνου οὖσαν τοῦ Χάμ.
9Καὶ ηὔξησε τὸν λαὸν αὐτοῦ σφόδρα. Ὥστε τὸν
10Φαραὼ λέγειν, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ· Ἰδοὺ νῦν πολυπληθεῖ τὸ ἔθνος, καὶ ἰσχύει ὑπὲρ ἡμᾶς. Οὐκ ἂν δὲ αὐξηθέντες ἐκραταιώθησαν, εἰ μὴ τῆς Ἰωσὴφ ἔτυχον προστασίας καὶ τῆς τοῦ Φαραὼ δεξιώσεως.
15 Καὶ μετέστρεψε τὴν καρδίαν αὐτοῦ, τοῦ μισῆ‐ σαι τὸν λαὸν αὐτοῦ. Ἐπειδὴ ἐκ τοῦ τιμᾶσθαι παρὰ τῶν Αἰγυπτίων αὐτοὺς εἰς τὴν ὁμοίαν αὐτοῖς εἰδω‐ λολατρείαν ἐξέβησαν, τούτου χάριν παρεσκεύασε μι‐ σῆσαι αὐτοὺς καὶ τὰ βαρέα τῶν ἔργων ἐπιθεῖναι,
20ἵνα κακωθέντες καταφύγωσι πρὸς τὸν Θεὸν, καὶ εὕ‐ ροι χώραν πληρωθῆναι ἡ ἐπαγγελία ἡ πρὸς Ἀβραάμ. Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, κ.τ.λ. Μόνοις γὰρ τοῖς περὶ τὸν Μωϋσῆν καὶ Ἀαρὼν ἀπεκά‐ λυψε τῷ λόγῳ τὸ, εἰς αἷμα, καὶ τὰ ἕτερα τῶν ση‐
25μείων. Ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν. Ἐπειδὴ ἀφέντες τὸν δημιουργὸν Αἰγύπτιοι τῇ κτίσει ἐλά‐ τρευον, τούτου χάριν δι’ αὐτῆς αὐτοὺς τῆς κτίσεως ἐκόλαζεν, ἐξ ἀέρος λέγω δὴ, καὶ πυρὸς, καὶ γῆς,
30καὶ ὕδατος. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα. Οὐ γὰρ τὴν χροιὰν τῶν ὑδάτων μόνον, ἀλλὰ καὶ αὐτὴν μετ‐ έβαλε τῆς γεύσεως τὴν ποιότητα· ὥστε ἅπαντα δια‐ φθαρῆναι τῶν ἰχθύων τὰ γένη.
35tἈλληλούϊα. ΡΕʹ
36tὙπόθεσις.
37Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων, ὡς καὶ διαγέγονεν ἡ ἀποβολὴ αὐτῶν. Εἰσὶ δὲ αὗται· πρῶτον μὲν παρ‐
40επίκραναν αὐτὸν διαβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσ‐ σῃ, εἰπόντες· Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγεν ἡμᾶς ὧδε ἀπολέσαι· δεύτε‐ ρον ἐπείρασαν τὸν Θεὸν ἐν τῇ ἐρήμῳ· τρίτον παρ‐ ώργισαν Μωϋσῆν ἐν τῇ παρεμβολῇ· τέταρτον
45ἐποίησαν μόσχον ἐν Χωρήβ· πέμπτον ἐξουδένω‐ σαν γῆν ἐπιθυμητήν· ἕκτον ἐτελέσθησαν τῷ Βεελ‐ φεγώρ· ἕβδομον παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας· ὄγδοον τῷ μὴ ἐξολοθρεῦσαι τὰ ἔθνη, ἃ εἶπε Κύριος αὐτοῖς, ἀλλὰ καὶ προσκυνῆσαι τοῖς

27

.

445

(50)

εἰδώλοις, ὡς καὶ τὰ τέκνα αὐτῶν εἰς θυσίαν αὐ‐ τοῖς εἰσαγαγεῖν. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός ... Μακάριοι οἱ φυλάσσοντες κρίσιν, κ.τ.λ. Οὗτοι γὰρ ἄξιοι μόνοι τὰς δυναστείας λαλεῖν τοῦ Κυρίου, οἱ τὰ ἐν
55ταῖς Γραφαῖς ὑπὸ Θεοῦ κεκριμένα ποιοῦντες, πάντα τε κρίσει καὶ λόγῳ διαπραττόμενοι, καὶ διὰ παντὸς
ἔχοντες τοῦ Θεοῦ τὴν κρίσιν πρὸ τῶν ὀφθαλμῶν.

27

.

448

Οὗτοι γὰρ ἀκολούθως καὶ ποιηταὶ δικαιοσύνης εἰσὶν, ἐπιτελοῦντες ἔργῳ τὸ δίκαιον. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου. Ἐντεῦθεν τὸ τῶν Ἰουδαίων πρόσωπον
5εἰσάγεται, εὐχομένων μεταλαβεῖν τῆς τοῖς ἔθνεσι διδομένης σωτηρίας. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς. Δη‐ λαδὴ τῶν θλιβόντων· ὁ γὰρ συνεξελθὼν ἐπίμικτος οὐ τῶν θλιβόντων ἦν, ἀλλὰ τῶν πιστευσάντων.
10 Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Δι’ ἀγαθότητα γὰρ τοῦ Θεοῦ προσ‐ τεθέντων καὶ τῶν ἐν τῇ θαλάσσῃ κυμάτων, παρα‐ χρῆμα μὲν πιστεύσαντες, ᾖσαν αὐτῷ τὴν ᾠδὴν τὴν ἐν Ἐξόδῳ κειμένην· εἶτα πάντα παρέδωκαν λήθῃ.
15Καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ὅτε ἐξῆλθον αἱ χορεύουσαι μετὰ Μαριὰμ λέγουσαι· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Τὸ δὲ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ· παρώργισαν γὰρ
20αὐτὸν εὐθέως μετὰ τὴν Ἐρυθρὰν θάλασσαν. Καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Δόξα ἦν αὐτοῖς ὁ Θεὸς, ὃν ἀφέντες προσεκύνησαν τῷ μόσχῳ. Εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς ἔστη ἐν τῇ θραύσει.
25Ὅτε εἶπεν· Εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου ταύτης ἧς ἔγραψας Καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Πέμπτον ἔγ‐ κλημα τοῦτο μετὰ τὴν Ἐρυθρὰν, καὶ τὴν ἔρημον,
30καὶ τὴν εἰς Μωϋσῆν παροινίαν, καὶ τὸν μόσχον τὸν ἐν Χωρήβ. Ἐπανελθόντες γὰρ οἱ κατάσκοποι, κα‐ κῶς λέγοντες τὴν γῆν, καὶ τοὺς ἄλλους ἀπέστρεψαν, χωρὶς Ἰησοῦ τοῦ Ναυῆ καὶ Χαλὲβ τοῦ Ἰεφωνῆ.
35 Καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν. Ὅτε οἱ κατάσκοποι ἐλθόντες διέστρεψαν τὴν γνώμην τοῦ λαοῦ. Καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ. Εἴδωλον τοῦτο Ἀμμανιτῶν, καλούμενον παρ’ Ἕλλησι Κρόνος.
40 Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο. Ὅτε ἀνεῖλε τὴν Μαδιανῖτιν μετὰ τοῦ πορνεύσαντος. Διδάσκει δὲ ἡμᾶς ὁ λόγος πόσον δύναται ἑνὸς ἀνδρὸς εὐσέβεια πρὸς Θεόν. Καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
45Ταῦτα διδάσκουσι Κριτῶν τε καὶ Βασιλειῶν αἱ βίβλοι, ὡς παρεδόθησαν ἄλλοτε ἄλλοις, Μωαβίταις, Ἀμμανί‐ ταις, Ἀμαληκίταις, Μαδιαναίοις, ἀλλοφύλοις, τῇ πα‐ ραδόσει παιδευόμενοι. Καὶ ἐκυρίευσαν αὐτοὺς οἱ μισοῦντες αὐτούς.

27

.

448

(50)

Βαβυλώνιοι καὶ Ἀσσύριοι ἐπεκράτουν τοῖς Ἰσραηλί‐ ταις διὰ τὰς παρανομίας αὐτῶν. Πολλάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπί‐ κραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν. Ὁ μὲν ἦν αὐ‐ τοῖς ἐκ φιλανθρωπίας γλυκὺς, οἱ δὲ πικρὸν ἑαυτοῖς
55ἠνάγκαζον φαίνεσθαι. Καὶ πάλιν ἔσωσεν αὐτὸν οἷα Σωτήρ· οἱ δὲ ἀπώλοντο ἔργοις ἀπωλείας ἑαυτοὺς πε‐ ριπείραντες· μέχρι πολλάκις αὐτοὺς ποιοῦντες τέλος
ἀπώλοντο. Τὸ δὲ, πλεονάκις, ὅμοιον τῷ· Ποσάκις

27

.

449

ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου; τὸ δέ· Καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν, τῷ, Οὐκ ἠθελήσατε. Ἐπάγων γὰρ τὴν παιδείαν, πάλιν μετ‐ εδίδου φιλανθρωπίας· οἱ δὲ αὐτὸν τοῖς πολεμίοις ἠμεί‐
5βοντο. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Τοῦτό φησι διὰ Κῦρον τὸν ἀπολύσαντα αὐτοὺς τῆς αἰχμα‐ λωσίας, καὶ Δαρεῖον καὶ Ἀρταξέρξην, τοὺς καὶ χρή‐
10ματα δόντας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.
11tἈλληλούϊα. Ρϛʹ.
12 Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός. Μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων λαοῦ εἰκότως τὴν κλῆσιν τῶν ἐθνῶν κατασημαίνει, τὴν γενομένην διὰ τῶν ἀπο‐
15στόλων. Διὸ καὶ αἰνεῖν προστάττει τὸν Θεὸν, καὶ ἐξ‐ ομολογεῖσθαι αὐτῷ ἐπὶ τῷ μεγάλῳ αὐτοῦ ἐλέῳ. Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θα‐ λάσσης. Καὶ τίνες ἐκ τῶν τεσσάρων τῆς οἰκουμένης κλιμάτων συναχθέντες ἢ πάντα τὰ ἔθνη τὰ πάλαι
20ἔρημα θεοσεβείας τυγχάνοντα, καὶ μηδὲ νοτίδος θείας μεταλαβόντα, ἀλλ’ ἐν πολλῷ δίψει τυγχάνοντα; Ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον. Οὐ γὰρ ἦν αὐτοῖς πολιτεία χρηστὴ, ἀλλ’ ἦσαν ἐν πλάνῃ πολλῇ.
25 Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν. Οὐδὲ γὰρ εἶχον ἄρτον τὸν στηρί‐ ζοντα καρδίαν ἀνθρώπου· οὐδὲ τὸ ὕδωρ τὸ ζῶν, περὶ οὗ λέλεκται· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.
30 Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν. Τὴν εἰς ἑαυτὸν πίστιν δηλαδή. Αὐτὸς γὰρ ἔλεγεν· Ἐγώ εἰμι ἡ ὁδός. Τοῦ πορευθῆναι εἰς πόλιν κατοικη‐ τηρίου. Τὴν Ἐκκλησίαν φησὶν, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ.
35 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐ‐ τοῦ ... ὅτι ἐχόρτασε ψυχὴν κενήν. Καὶ τίς ἐκείνη ἡ ψυχὴ, ἢ ἐκείνων περὶ ὧν λέλεκται· Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλειπεν; Καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. Τοῦ
40νοητοῦ ἄρτου δηλονότι. Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου. Σκιὰν θανάτου οὐκ ἂν ἁμάρτοις λέγων τὴν εἰδωλολατρείαν καὶ τὰς ἐν ἀθεότητι πράξεις· αὗται γάρ εἰσιν αἱ χω‐ ρίζουσαι ἡμᾶς τῆς ἀληθινῆς ζωῆς. Ἐν ταύταις δὲ
45ἦμεν πρότερον, διὰ τὸ παραπικραίνειν τὸν Θεὸν, καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παροξύνειν. Δέον γὰρ ἐκ με‐ γέθους καὶ καλλονῆς κτισμάτων τὸν γενεσιουργὸν τῶν ὅλων θεωρεῖν, καὶ τὴν ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειό‐ τητα ἀπὸ κτίσεως κόσμου νοεῖν· ἡμεῖς οἷα τυφλοὶ,

27

.

449

(50)

ἐν σκότῳ καὶ σκιᾷ θανάτου διάγοντες, καὶ τὰς λογι‐ κὰς τῆς ψυχῆς δυνάμεις πεπεδημένοι καὶ πεπηρω‐ μένοι, ἐνηλλάττομεν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων. Πεπεδημένους ἐν πτωχείᾳ καὶ
55σιδήρῳ. Ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτιῶν ἕκαστος
σφίγγεται, παντὸς πτωχεύων ἀγαθοῦ καὶ καλοῦ.

27

.

452

Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ. Οὐδα‐ μῶς τὸν θεῖον παραδεχόμενοι νόμον, ἀλλὰ τοῖς σοφοῖς τοῦ αἰῶνος τούτου προνέμοντες ἑαυτούς. Καὶ τὴν βουλὴν τοῦ Ὑψίστου παρώξυναν. Καὶ ποία ἦν ἡ
5βουλὴ τοῦ Ὑψίστου, ἢ τὸ θέλειν αὐτὸν πάντας ἀν‐ θρώπους σώζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Ἠσθένησαν, καὶ οὐκ ἦν ὁ βοηθῶν. Οὐ γὰρ ἴσχυέ τις τῆς ἁμαρτίας ποιήσασθαι τὴν ἀναίρεσιν.
10 Καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. Τίς γὰρ μείζων ἀνάγκη τοῦ δεδουλῶσθαι πνεύμασι πονηροῖς ἐν ἀγνοίᾳ Θεοῦ, καὶ πτωχείᾳ ψυχῆς, καὶ πενίᾳ κακίας;
15 Καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε. Τὸ, διέῤῥηξε, τὴν ἀθρόαν τῆς ἁμαρτίας καθαίρεσιν καταδείκνυσιν. Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ. Τὰ αὐτὰ δεύτερον εἶπεν ἐπὶ ταῖς εὐεργεσίαις αὐτοῦ. Ὅτι συνέτριψε πύλας χαλκᾶς. Τὴν μέχρις ᾅδου τοῦ
20Σωτῆρος κάθοδον σημαίνει, ἣν ποιησάμενος, ἀνεπέ‐ τασε τοῦ ᾅδου τὰς πύλας, πάλαι δεσμοῖς ἀῤῥήκτοις κεκλεισμένας πᾶσιν. Οὐ γὰρ ἦν παλινδρομῆσαι βου‐ λομένοις· ἀλλ’ αὐτὸς εἴρηκε τοῖς ἐν δεσμοῖς· Ἐξέλ‐ θατε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε.
25 Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν. Οὐ γὰρ ἦν ὁ διατρέφειν αὐτοὺς δυνάμενος λόγος. Πύλαι δὲ θανάτου αἱ φέρουσαι πρὸς θάνατον ἁμαρτίαι.
29Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως. Ἐπὶ
30τοὺς ἁγίους ἀποστόλους μεταφέρει τὸν λόγον· αὐτοὶ γάρ εἰσιν οἱ τὰ μυστήρια τῆς Καινῆς Διαθήκης πα‐ ραδόντες ἡμῖν. Ἔθετο ποταμοὺς εἰς ἔρημον. Τὸ τῶν Ἰουδαίων εὔρυτον ἀδόκιμον γένος φησί. Τοὺς γὰρ πάλαι λιμῷ
35τηκομένους καὶ τῆς πνευματικῆς τροφῆς ἐνδεεῖς ἐν ἐκείνοις κατῴκισε τοῖς ποταμοῖς. Γῆν καρποφόρον εἰς ἅλμην. Τὴν τῶν Ἰουδαίων φησὶ συναγωγήν. Ἦσαν γὰρ οἱ δαίμονες οἰκήτορες τῆς γηΐνης πολιτείας· ἐκαρποφόρει δὲ αὐτὴν ἡ ἀσέ‐
40βεια. Ἐξήραναν δὲ αὐτὴν οἱ ἀπόστολοι τῷ ἅλατι τῆς διδασκαλίας, περὶ ὧν φησιν· Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς. Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων. Τὸν ἐξ ἐθνῶν διασημαίνει λαόν· σύμμικτος γὰρ ἡ προφητεία, τῶν
45δύο λαῶν εἰσφέρουσα τὸ πρόσωπον· τοῦ μὲν τὴν ἀπο‐ βολὴν, τοῦ δὲ τὴν εἰσβολήν. Καὶ συνεστήσαντο πόλεις κατοικεσίας. Ἀγαθὴν δηλονότι καὶ οὐράνιον πολιτείαν Καὶ ἔσπειρεν ἀγροὺς καὶ ἐφύτευσεν ἀμπελῶ‐

27

.

452

(50)

νας. Νοήσεις τοὺς ἀγροὺς ἀπὸ τοῦ εἰρηκότος· Ἐξῆλ‐ θεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· τοὺς δὲ ἀμπελῶνας τὰς Ἐκκλησίας, καθὸ εἴρηται· Αἱ ἄμπελοι ἐκύπρισαν, ἔδωκαν ὀσμήν. Καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. Κτήνη
55τοὺς ἀλογωτέρους τῆς Ἐκκλησίας φησὶ, κατὰ τὸ εἰ‐ ρημένον· Κτηνώδης ἐγενήθην παρὰ σοῦ· καὶ, Ἀν‐
θρώπους καὶ κτήνη σώσεις, Κύριε.

27

.

453

Καὶ ὠλιγώθησαν. Οἱ ἐν τῷ προτέρῳ δηλονότι λαῷ. Ἐξεχύθη ἐξουδένωσις ἐπ’ ἄρχοντας αὐτῶν. Τοὺς Γραμματεῖς καὶ Φαρισαίους φησί. Καὶ ἐπλά‐
5νησεν αὐτοὺς ἐν ἀβάτῳ, οὐχ ὁδῷ. Πλανῶνται γὰρ, φησὶν, ἀγνοήσαντες τὸν εἰπόντα· Ἐγώ εἰμι ἡ ὁδός. Καὶ ἐβοήθησε πένητι ἐν πτωχείᾳ. Καὶ τίς ὁ πέ‐ νης, ἢ ἐκεῖνος περὶ οὗ εἴρηται· Μακάριοι οἱ πτω‐ χοὶ τῷ πνεύματι; Καὶ ἔθετο ὡς πρόβατα πατριάς.
10Ἰδίας, φησὶν, ἐλογίσατο τὰς ἐκ τῶν πατριῶν ἁπάν‐ των συναγομένας ἀγέλας. Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται. Καὶ τίνες οἱ εὐθεῖς, ἢ περὶ ὧν εἴρηται· Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Καὶ πᾶσα ἀνομία
15ἐμφράξει τὸ στόμα αὐτῆς. Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων,
17tᾨδὴ ΨΑΛΜΟΥ τῷ Δαυΐδ. ΡΖʹ.
18tὙπόθεσις.
19Καὶ ἐν τούτῳ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη
20γενομένη κηρύττεται. Ἤδη δὲ πάντων τῶν στίχων τῶν ἐν τῷ παρόντι ψαλμῷ ἐν τοῖς ὀπίσω ψαλμοῖς ἑρμηνευομένων, περιττὸν ἂν εἴη πάλιν τοῖς αὐτοῖς χρήσασθαι εἰς ἑρμηνείαν τῶν προκειμένων. Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. Καὶ ἐν τούτῳ τῷ
25ψαλμῷ ἡ παρουσία τοῦ Κυρίου ἡ εἰς τὰ ἔθνη γενο‐ μένη κηρύττεται. Ἤδη δὲ τῶν στίχων τούτων τὴν ἑρμηνείαν ἐν τῷ νθʹ ψαλμῷ τεθείκαμεν. Ἐξεγέρθητι. ἡ δόξα μου. Δόξα δὲ αὐτοῦ ἡ θεω‐ ρητικὴ καὶ πρακτικὴ ἕξις, καθ’ ἣν διάκειται πρὸς
30τὴν ἠθικὴν καὶ διακονητικὴν ἀρετήν. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. Τοσοῦτόν σου τὸ ἔλεος, ὡς ὑπερβαίνειν ὕψος οὐρά‐ νιον, καὶ πανταχοῦ διᾴττουσιν αἱ τῆς σῆς ἀληθείας ἀκτῖνες, προφητῶν καὶ ἀποστόλων καὶ διδασκάλων
35ταῖς ἐκείνης ῥανίσιν ἀρδευόντων τὴν γῆν. Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς, ὁ Θεός. Ἀπ’ ἀρχῆς μέχρι τῆς παρούσης λέξεως ὁ αὐτός ἐστι τῷ πεντη‐ κοστῷ ἕκτῳ ψαλμῷ, καὶ ἀπὸ ταύτης μέχρι τέλους τῷ πεντηκοστῷ ἐννάτῳ. Καὶ εἴρηται τὰ εἰκότα.
41 Ὑψωθήσομαι καὶ διαμεριῶ Σίχιμα. Τὰ τῶν Ἰου‐ δαίων ἔγκριτα καὶ ἐξαίρετα διαμερίζειν τοῖς ἔθνεσι καὶ εἰς κληρονομίαν καταμετρεῖν μετὰ χαρᾶς ὑπ‐ έσχετο. Ὡς γὰρ ἀγαθὸς πατὴρ χαίρει πολλοὺς υἱοὺς
45προσλαμβάνων καὶ κτώμενος. Συμβολικῶς δὲ ταῦτα καὶ δι’ αἰνίγματος αἰνιττόμενος φθέγγεται. Ἐπὶ γὰρ τῇ κοιλάδι τῶν ἐθνῶν χωρίον τοῦτο τῆς Σιχὲμ καὶ Σίχιμα λεγομένης ἐτύγχανεν. Ὁ Ἰακὼβ, ἐκ Μεσοπο‐ ταμίας ἀναβὰς μετὰ τῶν τέκνων, ᾤκησεν ἔνθα τὴν

27

.

453

(50)

Δείνα θυγατέρα τοῦ Ἰακὼβ Ἐμὼρ ὁ υἱὸς τοῦ Σιχὲμ ἐρασθεὶς ἥρπασε καὶ ἔφθειρεν. Οἱ γὰρ τοῦ Ἰακὼβ παῖδες αὐτὸν μετὰ παντὸς λαοῦ κατέσφαξαν ἀπαντή‐ σαντες. Οὕτω τὰ Σίχιμα, τῶν σκηνῶν κοιλὰς, κτί‐ σματα τοῦ πατριάρχου γέγονε. Τοῦτο τοίνυν τὸ χωρίον
55μερίζων Ἰακὼβ τοῖς παισὶ, τὸν κλῆρον ἐξαίρετον Ἰωσὴφ ἀπένειμεν· ἐπειδὴ τοῖς ἀδελφοῖς νέος ὢν οὐκ
ἐκοινώνει τοῦ δράματος. Καὶ τούτου χάριν καταμε‐

27

.

456

τρεῖν καὶ μερίζειν ἐπαγγέλλεται· ἵνα τὴν ἐξαίρετον τοῦ νέου Ἰωσὴφ τοῦ Χριστοῦ κληρονομίαν μερίζε‐ σθαι συμβολικῶς νοήσῃς τοῖς ἔθνεσιν.
4tΕἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΗʹ.
5tὙπόθεσις.
6Ὁ παρὼν ψαλμὸς τὰ πάθη τοῦ Χριστοῦ κατασημαί‐ νει, τάς τε ἐσομένας τιμωρίας κατά τε τοῦ Ἰούδα καὶ αὐτοῦ τοῦ Ἰουδαίων λαοῦ. Ὅσα δὲ εὐκτικῶς λέ‐ λεκται ἐν τῷ ψαλμῷ, ἰστέον, ὅτι προφητικῶς πάντα
10 εἴρηται. Οἷον ὅταν λέγει· Διάβολος στήτω ἐκ δε‐ ξιῶν αὐτοῦ, ἀντὶ τοῦ, στήσεται, λέγει. Οὐ γὰρ εὔχεται τοῦτο γενέσθαι· ἀλλ’ ὃ μέλει συμβῆναι διὰ τὴν ἐκείνου κακίαν τοῦτο προαγορεύει· καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως. Ἕξοιεν, φησὶ, καὶ οὗτοι τοὺς
15διαβάλλοντας, καὶ μὴ ἀποσταῖεν αὐτῶν. Εἰ δὲ κρί‐ νοιντο, πρὸς αὐτοὺς κατακριθεῖεν. Ἀλλὰ καὶ εἰ ἐπεκαλέσαντό σε, φησὶν, ἐν τῷ καιρῷ τῆς ἀνάγκης, εἰς ἁμαρτίαν αὐτοῖς λογισθείη, μνήμης γενομένης ὧν ἥμαρτον. Σύντεμε δὲ τὰς ἡμέρας αὐτῶν, ἵνα,
20ζώντων καὶ ὁρώντων αὐτῶν, τὴν ἀξίαν, ἢν οὐδὲ ὄντως ὠνήσαντο, ἕτερος ἀφαρπάσῃ. Ἔπειτα δὲ καὶ αὐτοὺς ἄνελε, ὡς διαβῆναι τὴν συμφορὰν εἰς τοὺς ἐξ ἐκείνων· ὥστε ὀρφανωθῆναι μὲν τοὺς υἱοὺς αὐ‐ τῶν, χηρείᾳ δὲ ἐκδοθῆναι τὴν γυναῖκα· ὥστε τοὺς
25 υἱοὺς βιαζομένους καὶ συρομένους ὑπὲρ πατρῴων παρανομημάτων δίκας ὑφέξειν. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς. Ὅσον αἱ Ἐκκλησίαι Χριστοῦ συνεστῶσιν αἱ ἀνατέλ‐ λουσαι πανταχοῦ, αἰνεῖ ὁ Θεὸς ἐν αὐταῖς τὸν Υἱόν.
30Λέγει οὖν ὁ Χριστὸς πρὸς τὸν Πατέρα· Εἰ καὶ προδι‐ δούς με ὁ Ἰούδας, δόξει ἐμποδίζειν τὸν αἶνόν μου· οὕτως δὲ αἴνεσόν με, μαρτυρῶν μου τῇ θεότητι, ἣν μὴ πιστεύσας ἐν ἐμοὶ Ἰούδας, προδέδωκέ με. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ’ ἐμὲ ἠνοί‐
35χθη. Ἁμαρτωλοῦ τοῦ διαβόλου· αὐτὸς γὰρ ἁμαρτω‐ λὸς πρὸς ἀλήθειαν· δολίου τοῦ Ἰούδα· ἄμφω γὰρ κατὰ τοῦ Χριστοῦ ἐλάλησαν. Ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με ... καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, κ.τ.λ. Τῶν λό‐
40γων οἱ μέν εἰσιν ἀγάπης, οἱ δὲ μίσους, οἱ δὲ οὐδ’ ἑτέρως ἔχοντες. Ἐκολάκευε γὰρ ὡς διδάσκαλον, καὶ τῷ δόλῳ ὡς ἐδόκει ἠγωνίζετο εἰς προδοσίαν τοῦ διδασκάλου. Κατάστησον ἐπ’ αὐτὸν ἁμαρτωλόν. Ἁμαρτωλὸς μὲν αὐτὸς ὁ τῆς ἁμαρτίας εὑρετὴς ὁ Σατανᾶς· τὸ δὲ,
45κατάστησον, ἀντὶ τοῦ, μέλλει καθίστασθαι. Ἐπ’ αὐ‐ τὸν δὲ τίνα ἢ τὸν προδότην Ἰούδαν; Καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Καὶ ἐν τῷ Ζαχαρίᾳ δέ φησι· Καὶ ἔδειξέ μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου,

27

.

456

(50)

καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικεῖ‐ σθαι αὐτῷ. Οὐκ ἀντίκειται δὲ τῷ Ἰούδᾳ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικα‐ σμένος. Ἐν τῷ μέλλοντι, φησὶ, δικαστηρίῳ οὐδένα ἕξει λόγον ἀπολογίας. Καὶ ἡ προσευχὴ αὐτοῦ γε‐
55νέσθω εἰς ἁμαρτίαν. Εἰσί τινες ὧν αὐτὴ ἡ προσευχὴ εἰς ἁμαρτίαν γίνεται, ὡς ἐθνῶν προσευχομένων εἰ‐
δώλοις, ἢ τῇ κτίσει· καὶ Ἰουδαίων οὐ διὰ Ἰησοῦ Χρι‐

27

.

457

στοῦ προσευχομένων τῷ Θεῷ· καὶ αἱρετικῶν εὐχομέ‐ νων Θεῷ οὐκ ὄντι· καὶ προσευχομένων δὲ μετὰ ὀργῆς καὶ διὰ λογισμῶν, ἢ διψυχίας, ἡ προσευχὴ γίνεται εἰς ἁμαρτίαν.
5 Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι. Εὐθέως γὰρ μετὰ τὴν προδοσίαν ἀγχόνῃ ἑαυτὸν μεταχειρίσας ἀπηλλάγη, καὶ οὐκ ἐφάνη. Καὶ τὴν ἐπισκοπὴν αὐ‐ τοῦ λάβοι ἕτερος. Περὶ τοῦ Ματθίου φησίν· αὐτὸς γὰρ ἐλογίσθη εἰς δικαιοσύνην εἰς τὸν κλῆρον τῶν ἀπο‐
10στόλων. Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί. Υἱοὶ οἱ λο‐ γισμοὶ αὐτοῦ· ὀρφανοὶ γὰρ ἐγένοντο ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Γυνὴ δὲ ἡ ψυχὴ αὐτοῦ· ἐχήρευσε γὰρ καὶ αὐτὴ ἐκπεσοῦσα ἀπὸ τοῦ Χριστοῦ διὰ τῆς παρα‐
15νομίας. Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐ‐ τοῦ καὶ ἐπαιτησάτωσαν. Οἱ γὰρ λογισμοὶ αὐτοῦ, οὓς ἔφαμεν εἶναι υἱοὺς, μετανάσται γενόμενοι ἀπὸ τοῦ Χριστοῦ, εἰς τὴν φιλαργυρίαν χεῖρα ἐξέτειναν εἰς τὸ ἀργύριον, ὡς ἐνδεεῖς καὶ προσαῖται.
20 Ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου. Αὐτοῦ τοῦ λαοῦ· συνάπτει γὰρ τῷ προδότῃ τὸν παράνομον λαόν. Ἀνομίαν δὲ τῶν πατέ‐ ρων λέγει τὸ ἀποκτεῖναι τοὺς προφήτας, κατὰ τὸ εἰ‐ ρημένον ὑπὸ τοῦ Κυρίου· ὅτι πᾶν αἷμα δίκαιον ἐκ‐
25χυνόμενον ἀπὸ τοῦ Ἄβελ ἕως Ζαχαρίου τοῦ προφή‐ του ἐκδικηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. Μη‐ τέρα τοῦ δυσσεβοῦς λαοῦ τὴν πονηρὰν ἐκείνην νοή‐ σεις συναγωγὴν, τὴν πολλάκις παραπικράνασαν τὸν
30Θεόν. Γενηθήτω ἐναντίον Κυρίου διαπαντός· καὶ ἐξ‐ ολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ὅσα, φησὶν, ἐτόλμησαν ἀεὶ θεώμενος ὁ Θεὸς οὐδεμιᾶς αὐ‐ τοῦ ἀξιώσει φειδοῦς· ὡς περὶ πάντων δὲ τῶν ἠπι‐
35στηκότων. Καὶ οὐ μόνον λέγων Ἰούδαν, τὸ μνημό‐ συνον αὐτῶν, ἔφη πληθυντικῶς. Λέγοις δ’ ἂν καὶ ἄλλως πατέρας Ἰούδα τοὺς κατὰ προδοσίαν αὐτὸν γεν‐ νήσαντας. Οὗτοι δ’ ἂν εἶεν οἱ διὰ τῶν ἀργυρίων αὐτὸν παρορμήσαντες. Καὶ πρῶτος ὁ ἐμβαλὼν τὴν καρδίαν
40αὐτοῦ Σατανᾶς, καὶ οἱ ἔχοντες σοφίαν τούτου τοῦ αἰῶ‐ νος ἄρχοντες, περὶ ὧν ὁ Παῦλός φησιν· Εἰ γὰρ ἔγνω‐ σαν, οὐ Κύριον τῆς δόξης ἐσταύρωσαν. Καὶ ἐξ‐ ολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτοῦ. Τὸ μνη‐ μόσυνον αὐτοῦ τοῦ Ἰούδα φησίν· ἢ καὶ ἄλλως, τῶν
45ἀρχόντων ἐκείνων τῶν κατὰ Χριστοῦ συστάντων. Οὐδὲ γὰρ σπέρμα αὐτῶν ἔμεινεν εἰς μνημόσυνον αὐτῶν. Ἀνθ’ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος. Τὸ ἔλεος, φησὶν, οὐκ ἠθέλησε δέξασθαι ὃ δέδωκεν ὁ Πατὴρ τοῖς

27

.

457

(50)

ἀνθρώποις, καὶ πρὸς τοῖς αὐτοῖς τοῖς ἀπολωλόσι προ‐ βάτοις τοῦ Ἰσραήλ. Τὸ γὰρ, ποιῆσαι, ἀντὶ τοῦ, δέ‐ ξασθαι, τέθεικεν. Καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. Αὐτόν φησι τὸν Κύριον, ὃς ἐπτώχευσε πλούσιος ὢν,
55ἵν’ ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Καὶ
κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Ἀντὶ

27

.

460

τοῦ, λυπούμενον· ἐλυπεῖτο γὰρ ὁρῶν αὐτῶν τὴν ἀπ‐ ώλειαν. Τοῦτον οὖν τὸν δι’ αὐτοὺς λυπούμενον ἐδίωκον θανατῶσαι. Καὶ ἠγάπησε κατάραν ... καὶ ἐνεδύσατο
5κατάραν ὡσεὶ ἱμάτιον. Ἐπειδὴ, φησὶν, ἀφέντες τὸ εὐλογεῖν ἐμὲ, καθ’ ἑκάστην ἡμέραν καταρῶνται· τοῦ‐ το γὰρ μέχρι τῆς σήμερον Ἰουδαίων παῖδες ποιοῦσιν· τούτου χάριν πάντα αὐτοῖς τὰ προλελεγμένα γενήσε‐ ται. Καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐ‐
10τοῦ. Οὐ γὰρ ἔξωθεν μόνον, ἀλλὰ καὶ ἔνδοθεν περίκειν‐ ται τὰ κακὰ περικλύζοντα. Καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. Τοῦτο γὰρ ἔχει μόνιμον τὴν ὑγρό‐ τητα. Φορὰν δέ φησι κακῶν, τοῦ μὲν ὕδατος τὸ σφο‐ δρὸν δηλοῦντος, τοῦ δὲ ἐλαίου τὸ μόνιμον. Ὑφ’ ὧν,
15φησὶ, καὶ ὡς ἐν ἐσθῆτι καλυπτέσθω, καὶ ὡς ζωστῆρι σφιγγέσθω. Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων καὶ τῶν λαλούντων πονηρὰ τῆς ψυχῆς μου. Τούτους τρυ‐ γήσουσι τοὺς καρποὺς οἱ τὸ πρὸς ἐμὲ μῖσος ἀναδεξά‐
20μενοι, καὶ ὁ τούτοις ὑπουργήσας προδότης. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν καὶ παράνομον ἐκάλουν, εἰκότως εἶπε· Τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου.
24Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετ’ ἐμοῦ ἕνε‐
25κεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ἀνθρωπίνως εἴρη‐ κεν ὁ Δεσπότης Χριστός. Πάντα γὰρ τὰ ἀνθρώπινα πλὴν ἁμαρτίας πεπλήρωκεν. Ἐτέχθη γὰρ κατὰ νό‐ μον φύσεως. Τὸ μὲν γὰρ ἐκ γυναικὸς, τῆς ἀνθρωπί‐ νης φύσεως· ὑπὲρ ταύτην δὲ, ἐκ Παρθένου. Ἐδέξατο
30σπάργανα καὶ περιτομὴν, καὶ τὴν ἐκ γάλακτος τρο‐ φήν· καὶ θυσίας ἐξήνεγκεν, ἐνήστευσε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἐκοπίασεν· οὕτω καὶ προσευχόμενος ἐν τοῖς ἁγίοις Εὐαγγελίοις διηνεκῶς ἀναγέγραπται. Καὶ ἐνταῦθα ἀνθρωπίνως τὴν θείαν ἐπικαλεῖται βοή‐
35θειαν. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. Τοῦτο καὶ ὑπ’ αὐτοῦ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρί‐ σκομεν εἰρημένον. Μέλλων γὰρ προσιέναι τῷ πάθει εἶπε· Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω;
40Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀββᾶ, διὰ τοῦτο ἐλήλυθα εἰς τὴν ὥραν ταύτην. Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην. Σκιᾷ κλιθείσῃ παραπλησίως ἐδεξάμην τοῦ βίου τὸ τέ‐ λος· ἀλλὰ καὶ δίκην περιφερομένων ὑπ’ ἀνέμων ἀκρί‐
45δων διετέλεσα οὐ πόλιν ἔχων, οὐ κώμην, οὐκ οἰκίαν, ἄλλοτε δὲ ἀλλαχοῦ καὶ εἰς ὄρη μεταβαίνων, ἔσθ’ ὅτε καὶ τρέχων εἰς ἔρημον. Εἴδοσάν με καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Τοῦτό φησι διὰ τὸ ἐπὶ τῷ σταυρῷ ὄντι αὐτῷ κινεῖν

27

.

460

(50)

τὰς κεφαλὰς, καὶ λέγειν· Ὁ καταλύων τὸν ναὸν, σῶ‐ σον σεαυτόν. Καὶ γνώτωσαν, ὅτι ἡ χείρ σου αὕτη. Χεῖρας ἐνταῦθα τὴν πρᾶξίν φησιν, ἣν εἰργάσατο ἀναστήσας ἑαυτὸν ἐκ νεκρῶν.
55 Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις, οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν. Κατῃσχύνθη‐
σαν γὰρ ἅπαντες, οὐκ ὄντος αὐτοῖς ἱερέως, οὐδὲ οὔσης

27

.

461

θυσίας, οὔτε ἱερατείας, οὔτε λογίου, κατὰ τὴν τοῦ προφήτου φωνήν. Ὁ δὲ δοῦλός σου εὐφρανθήσε‐ ται. Οὐδὲ τοῦτο ἡμᾶς τὸ ῥῆμα λαβεῖν εἰς ἑτέραν ὑπό‐ θεσιν ἀναγκάσει· Παύλου λέγοντος· Ἀλλ’ ἑαυτὸν
5ἐκένωσε μορφὴν δούλου λαβών· καὶ Ἡσαΐου· Οὕτως λέγει Κύριος ὁ πλάσας με ἐν κοιλίᾳ δοῦ‐ λον ἑαυτῷ· καὶ αὐτὸς δέ φησιν ἐν Εὐαγγελίοις, ὡς Ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι.
10 Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντρο‐ πήν. Ποία γὰρ οὐκ ἔστιν Ἰουδαίοις αἰσχύνη; Τὰ μὲν ἅγια τὰ ἑαυτῶν ὁρῶσιν ἐκ βάθρων ἠφανισμένα· τοῦ‐ τό τε τοῦ παρ’ αὐτῶν ἀτιμασθέντος καὶ σταυρωθέν‐ τος προσκυνούμενον μνῆμα· καὶ τὰς Ἐκκλησίας αὐτοῦ
15πανταχοῦ τοσοῦτον ἐπιδιδούσας εἴς τε πλῆθος καὶ δόξαν. Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στό‐ ματί μου. Ἡ ἐξομολόγησις τὴν εὐχαριστίαν σημαί‐ νει, ἣν ποιεῖται διὰ τῶν ἐθνῶν ὁ Υἱός. Καὶ ἐν μέσῳ
20πολλῶν αἰνέσω αὐτόν. Διὰ γὰρ τῆς Ἐκκλησίας αἰνεῖ τὸν Πατέρα.
22tΨΑΛΜΟΣ ΡΘʹ
23 Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δε‐ ξιῶν μου. Τὴν κατὰ σάρκα γέννησιν τοῦ Κυρίου
25διὰ τῶν παρόντων κατασημαίνει, καὶ τὸν εὐαγγελι‐ κὸν αὐτοῦ λόγον, τὸν πάντων κατακυριεύσαντα τῶν ἐθνῶν, καὶ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον, ἧς κατάρ‐ χεται ὁ ψαλμὸς λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.
30 Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Καὶ τίνες ἂν εἶεν οἱ ἐχθροὶ ὁ Ἀπόστο‐ λος δηλοῖ βοῶν· Ὅταν καταργήσῃ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας, ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.
35 Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών. Τὸν εὐαγγελικόν φησι λόγον τὸν ἀπεσταλμέ‐ νον, ὃς καὶ πάντων τῶν ἐχθρῶν ἐκυρίευσεν. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου. Ἢ τὸν καιρὸν τῆς κρίσεως διὰ τούτων σημαίνει, ἐν
40ᾧ δυνάμει θείᾳ πάντας κρινεῖ ἐλθὼν μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ· ἢ τὸν καιρὸν τῆς γεννήσεως αὐτοῦ, ἥτις καὶ ἡμέρα δυνάμεως προσαγορεύεται. Μετὰ σοῦ γὰρ ἔσται ἡ ἀρχή. Κατεξουσιάζει γὰρ τῶν ὅλων, εἰ καὶ γέγονεν ἄνθρωπος. Ἐν ταῖς λαμπρότησι τῶν
45ἁγίων σου. Τὸ δὲ, Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, οὐδὲν ἕτερον ἢ τὰς χορείας ἐκείνας τῶν ἁγίων ἀγγέλων ἡμῖν κατασημαίνει, τὰς παρὰ τὴν νύκτα ἐκείνην καθ’ ἣν ἐγεννήθη ὁ Χριστὸς βοώσας· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Ἐκ γαστρὸς

27

.

461

(50)

πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὅρα πῶς οἰκειοῦται τὴν κατὰ σάρκα γέννησιν τοῦ Μονογενοῦς ὁ Πατήρ. Φησὶ γὰρ ὁ Πατὴρ πρὸς τὸν Υἱόν· Πρὸ γὰρ τοῦ ὁρω‐ μένου κόσμου τούτου καὶ διαυγοῦς φωτὸς γεννήσεως, ἐγὼ γεγέννηκά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεός· ἀλλ’
55ἐπειδὴ τὰ γνήσια, καὶ οὐ νόθα, ἐκ γαστρὸς πρωτο‐ τοκίων πεφύκασιν.
Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται.

27

.

464

ὅρκος τοῦ Θεοῦ ὁ λόγος αὐτοῦ ἐστι, πληροφορῶν τοὺς ἀκούοντας, καὶ πίστιν ἑκάστῳ παρέχων, ὅτι ὃ ἐπήγγελται καὶ λαλεῖ, πάντως γενήσεται. Οὐ γὰρ ὡς ἄνθρωπος ὀμνύει Θεός· ἀλλ’ ἡμῖν ὁ λόγος αὐτοῦ
5ἀντὶ ὅρκου πρὸς ἀλήθειαν γίνεται, ὡς τοῦ ἀμεταμε‐ λήτου παντὸς ἐσομένου, κατὰ τὴν ἐπαγγελίαν ὅρκου τυγχάνοντος. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὅτι οὐ δι’ ἐλαίου εἰς ἱερωσύνην ἐχρίσθη ὁ Μελχισεδὲκ, ὡς Ἀαρών· καὶ ὅτι οὐ τὰς
10δι’ αἱμάτων προσήγαγε θυσίας· καὶ ὅτι τῶν ἐθνῶν ἦν ἀρχιερεὺς, καὶ ὅτι δι’ ἄρτου καὶ οἴνου ηὐλόγησε τὸν Ἀβραάμ.
14Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ
15ὀργῆς αὐτοῦ βασιλεῖς. Ἡμέραν ὀργῆς τὸν τῆς κρί‐ σεως καιρόν φησιν, ἐν ᾗ τοὺς πάλαι βασιλεύσαντας ἐξ ἀπάτης τῶν δαιμόνων ἀνθρώπους συνθραύσει, εἰς τὴν ἄβυσσον καθείρξας αὐτούς. Κρινεῖ ἐν τοῖς ἔθνεσι, πληρώσει πτώματα. Τὰ
20ἔθνη, φησὶ, τῶν ἀκαθάρτων δαιμόνων ἐν τῷ τῆς κρί‐ σεως καιρῷ κολάζων, πτωμάτων ἀποδείξει πλήρη, τουτέστι τῆς εἰς τὰ κατώτερα μέρη τῆς γῆς τιμωρίας. Συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Ὅμοιον τῷ εἰρημένῳ παρ’ αὐτοῦ διὰ Ἡσαΐου· Καὶ κατήγαγον
25τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν. Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται. Χείμαῤῥον ἡ Γρα‐ φὴ τὸν πειρασμόν φησιν. Ὁδὸν δὲ τὴν κατὰ γῆν αὐ‐ τοῦ πορείαν σημαίνει, ἐν ᾗ τὸ πάθος ὑπέμεινεν ὃ καὶ διὰ τοῦ χειμάῤῥου κατέρχεται. Διὰ τοῦτο ὑψώσει
30κεφαλήν. Διὰ τοῦτο, ποῖον ἢ τὸ παθεῖν αὐτὸν ἐν σαρκί; Ὅμοιον δὲ τὸ εἰρημένον, τὸ, Ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου.
33tΨΑΛΜΟΣ ΡΙʹ. Ἀλληλούϊα.
34Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ
35μου. Ἐκ προσώπου τῶν ἀποστόλων ὁ παρὼν εἰσφέ‐ ρεται ψαλμὸς, διηγουμένων ὅσα τοῦ Σωτῆρος καὶ οἷα γέγονε τῆς οἰκονομίας τὰ ἔργα. Διδάσκουσι δὲ ταῦτα καὶ τὸν νέον λαὸν, ἅμα εὐχαριστοῦντες ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ· διὸ καὶ Ἀλληλούϊα ἐπιγέγραπται. Ἐν βου‐
40λῇ εὐθέων καὶ συναγωγῇ. Βουλὴν εὐθέων εἶπε τὸν τῆς νέας συναγωγῆς λαὸν πρὸς τὴν τῆς παλαιᾶς δια‐ στολήν. Ἐκείνη γὰρ οὐκ ἦν εὐθεῖα, ἅτε ἀεὶ πλανω‐ μένη τῇ καρδίᾳ. Μεγάλα τὰ ἔργα Κυρίου, ἐξεζητημένα εἰς πάντα
45τὰ θελήματα αὐτοῦ. Ἐν τῇ τῶν εὐθέων συναγωγῇ πάντα τὰ θελήματα τοῦ Θεοῦ εἰσιν ἐξεζητημένα. Οὐ γάρ ἐστι τῶν παρ’ αὐτοῦ δεδομένων ἐντολῶν ὃ μὴ ἐκζητεῖ καὶ κατορθοῖ ἡ τῶν εὐθέων συναγωγὴ, τοῦ αὐτοῦ θέλημα διαπαντὸς σπουδάζουσα ἐπιτελεῖν.

27

.

464

(50)

Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ. Ἔργα φησὶν ἅπερ ἐν τῇ οἰκονομίᾳ διεπράξα‐ το. Ὑμνείσθω ἅτε μεγαλοπρεπῆ ὑπάρχοντα. Καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Δικαιοσύ‐ νην τὸν εὐαγγελικὸν λόγον φησίν· ὅτι δὴ ἐπ’ ἴσης πᾶ‐
55σιν ἀνθρώποις τὴν σωτηρίαν προὔθηκεν. Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος. Πάλαι μὲν
ἐπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν τῷ τῆς οἰκο‐

27

.

465

νομίας καιρῷ ποιήσειν θαυμάσια· τὰ αὐτὰ ἐκεῖνα ἐκ‐ πληροῦν ἠθέλησε· ποῖα δὲ ἦν ἃ ἐπηγγείλατο, ἢ, Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ τὰ λοιπὰ τῶν σημείων; οὐ μὴν ἀλλὰ καὶ τῶν ἐθνῶν
5ἁπάντων ἡ κλῆσις, ἣν καὶ λόγῳ καὶ ἔργῳ ἐπετέλεσε. Τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτόν. Τὸν νοη‐ τὸν ἄρτον φησὶ, τὸν ἐξ οὐρανῶν καταβάντα. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ. Διαθήκης τῆς πρὸς τὸν Ἀβραάμ· ὅτι Εὐλογηθήσον‐
10ται ἐν σοὶ πάντα τὰ ἔθνη. Ἰσχὺν ἔργων αὐτοῦ. Ὁ ἀποστολικὸς, φησὶ, χορὸς τῷ κληθέντι πρὸς πίστιν λαῷ τὴν ἰσχὺν τῶν ἔργων ἀνήγγειλε τοῦ Χριστοῦ· ἀντὶ τοῦ· Αὐτὰ τὰ ἔργα ἃ ἀεὶ ἐργάζεται ἐν τῇ ἰδίᾳ ἰσχύϊ.
15tἈλληλούϊα. Τῆς ἐπιστροφῆς Ἀγγαίου καὶ Ζαχα‐
16tρίου. ΨΑΛΜΟΣ ΡΙΑʹ.
17 Μακάριος ὁ ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Ἐν τούτῳ διδάσκεται ὁ ἀποστολικὸς χορὸς, ὡς ἡ τῶν ἐν‐
20τολῶν ἐκπλήρωσις, μακαρίους τοὺς ἐργαζομένους ἀπο‐ φαίνουσα, ἀγαθὰς προσδοκίας εἰς τὸν μέλλοντα αἰῶνα παρέχεται. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Σπέρμα τὰς ἀγαθὰς πράξεις φησὶν, αἳ καὶ δύναμιν
25ἕξουσι πνευματικὴν εἰς ἐκείνην τὴν πραέων γῆν, εἰς τὸ ἀπολαβεῖν αὐτοὺς ὧν εἰργάσαντο τὰς ἀμοιβάς. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ ἡ δό‐ ξα καὶ ὁ πλοῦτος μὴ τῶν παρερχομένων λογιζέσθω· οὐδὲν γὰρ ὅμοιον παρὰ τοῖς ἁγίοις εὑρίσκεται.
30 Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσι. Διὰ τῆς γνώσεως καὶ τῆς διδασκαλίας. Τίς δὲ, ἢ ὁ ἀπο‐ στολικὸς χορὸς ὁ τὴν ἀγνωσίαν ἐξελάσας τῶν ἐθνῶν διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος; Οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει. Οὐ
35δεῖ γὰρ ἁπλῶς καὶ ἀκρίτως πᾶσι προθεῖναι τῆς μυ‐ σταγωγίας τὸν λόγον. Καὶ τοῦτο ἦν ὃ εἶπεν αὐτοῖς ὁ Κύριος· Μὴ βάλετε τὰ ἅγια τοῖς κυσίν. Ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. Οὐδὲν γὰρ πρὸς τοὺς ἁγίους τῶν κολαζομένων ὁ φόβος.
40 Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Πένητας κἀν‐ ταῦθα τοὺς ἐνδεεῖς νοήσεις τοῦ θείου λόγου, τὰ ἔθνη δηλονότι· οἳ γεωργῶν δίκην τὸν νοητὸν κατέσπειραν λόγον. Οὐδὲν γὰρ κωλύει καὶ ἱστορικῶς αὐτὸ δέξασθαι. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα, καὶ τὰ
45ἑξῆς. Τοῦ διανείμαντος δηλονότι τὸν εὐαγγελικὸν λόγον. Ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται. Ἁμαρ‐ τωλὸν τὸν διάβολόν φησιν, ὃς καὶ σωζομένων τῶν ἐθνῶν ἀγανακτήσει, ἅτε τὴν πάντων διψήσας ἀπ‐

27

.

465

(50)

ώλειαν.
51tΨΑΛΜΟΣ ΡΙΒʹ. Ἀλληλούϊα.
52tὙπόθεσις.
53Ἐν τούτῳ διδάσκεται ὁ νέος λαὸς ἀδιάλειπτον ὕμνον προσφέρειν τῷ λυτρωσαμένῳ· ἅμα δὲ καὶ τῶν
55ἐθνῶν ἁπάντων κατασημαίνει τὴν κλῆσιν. Αἰνεῖτε, παῖδες, τὸν Κύριον, αἰνεῖτε τὸ ὄνομα
τοῦ Κυρίου. Διδάσκεται ὁ νέος λαὸς, ὡς, εἰ καὶ ἀν‐

27

.

468

ελήφθη ὁ Κύριος ἡμῶν, καὶ ἔστιν ἐν δεξιᾷ τοῦ Πατρὸς, ἀλλ’ οὖν καὶ οὕτως πλήρης ἐστὶ πᾶσα ἡ γῆ, καὶ ἀπο‐ λαύει τῆς ἐπισκοπῆς αὐτοῦ. Ὁ ἐγείρων ἀπὸ γῆς πτωχόν. Τὸν τῶν ἐθνῶν
5δηλονότι λαόν. Ὁ κατοικίζων στείραν ἐν οἴκῳ. Στείρα μὲν ἡ τῶν ἐθνῶν πληθὺς, ἥτις καὶ οἶκος γέγονε πνευματικὸς, ἅτε τὸν Κύριον ἔνοικον ἔχουσα. Γέγονε δὲ καὶ πολ‐ λῶν τέκνων μήτηρ μετ’ εὐφροσύνης. Ἐσώθη γὰρ αὐ‐
10τῆς τὰ τέκνα διὰ τῆς πίστεως τῆς εἰς Χριστόν. Ἔχει δέ τινα καὶ ἀντιδιαστολὴν πρὸς τὴν συναγωγὴν, ὅτι ἐκείνη οὐκ εὐφράνθη ἐπὶ τοῖς τέκνοις, ἅτε ἀπωλείᾳ παραδεδομένοις.
14tΨΑΛΜΟΣ ΡΙΓʹ. Ἀλληλούϊα.
15tὙπόθεσις.
16Καὶ ἐν τούτῳ ἡ κλῆσις τῶν ἐθνῶν κατασημαίνεται. Διδασκαλία τε πρὸς τοῦτο αὐτοῖς τοῖς σωζομένοις ἐπὶ τῷ καὶ τὴν Παλαιὰν εἰδέναι Διαθήκην, οὖσαν Θεοῦ, καὶ τὴν προτέραν σωτηρίαν τοῦ ἐκ περιτο‐
20 μῆς λαοῦ, διὰ τοῦ Κυρίου γεγενημένην. Ἐν ἐξόδῳ Ἰσραήλ ... Ἐγενήθη Ἰου‐ δαία ἁγίασμα αὐτοῦ. Ὅτε, φησὶν, ἀπηλλάγη τῆς τῶν Αἰγυπτίων δουλείας· τότε ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ γέγονεν. Οὐκ αὐτοῦ δὲ Ἰσραὴλ ἦρξε μόνου,
25ἀλλὰ νῦν, φησὶν, εἰς πάντα τὰ ἔθνη ἡ χάρις δίδοται.
27 Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί. Τοῦ Θεοῦ τὰς ἐπιφανείας ἐν αὐτοῖς ποιουμένου, οἱονεὶ ἐσκίρτων ἐπὶ τῇ τοῦ Ἰσραὴλ σωτηρίᾳ.
30 Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορ‐ δάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ἐπειδὴ ἄλογα ἦν ἐκεῖνα καὶ ἄψυχα, αὐτὸς ποιεῖται ὑπὲρ αὐτῶν τὴν ἀπόκρισιν. Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ. Τοῦτο
35ἕκαστον, φησὶ, διὰ τὸν ἐπιφανέντα γεγένηται Κύριον. Ταύτην αἰτίαν τῆς γῆς ὁ κλόνος καὶ ἡ τῆς θαλάσσης διαίρεσις. Αὐτὸς γὰρ καὶ τὴν ἄγονον πέτραν τὴν πά‐ σης ἰκμάδος ἐστερημένην, καὶ μηδὲ τομῆς διὰ τὸ στερέμνιον ἀνεχομένην, τῇ προσχύσει τῶν ὑδάτων
40ἐπέκλυσε, πηγὰς ἐκεῖθεν ὑδάτων ἀφθόνους ἀναδοθῆ‐ ναι κελεύσας. Οὐδὲν οὖν, φησὶ, θαυμαστὸν γεγένη‐ ται· προσέταξε γὰρ ὁ ποιητὴς, καὶ διῃρέθη τὸ πέλα‐ γος, καὶ ἡ ἀκρότομος ἔβλυσε πέτρα, καὶ ὁ οὐρανὸς ἐχορήγησε μάννα, οἱ ἄνεμοι τὴν ὀρτυγομήτραν
45συνήθροισαν· καὶ τἄλλα πάντα αὐτοῦ γεγένηται νεύσαντος. Μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν, ἀλλ’ ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἔοικεν αἰνίττεσθαι τοῦ ἐκ περιτο‐ μῆς λαοῦ τὴν ἀπόπτωσιν· εὐχήν τε τούτοις παραδιδό‐

27

.

468

(50)

ναι πρὸς ἐξομολόγησιν, ὡς μηκέτι τὴν ἐπισκοποῦσαν θείαν ἔχουσι δύναμιν. Διδάσκει δὴ λέγειν ὡς ἡμεῖς μὲν ἀνάξιοι τῆς χάριτος ἧς ἅπαν ἔθνος ἠξίωται. Πλὴν διὰ τὸ σὸν ὄνομα ποίησον τὸ ἐξ ἀρχῆς ἐπικληθὲν ἐφ’ ἡμᾶς. Ἀλλ’ οὐ δικαιοσύνης διδοὺς ἀμοιβὰς, Θεὸς ὢν
55ἀληθινὸς, ἀλλ’ οὐχ οἷα τὰ εἴδωλα· διόπερ ἐπήγαγεν·

27

.

469

Τὰ εἴδωλα τῶν, ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Τινῶν τῶν ἀντιγράφων ἀρ‐ χὴν ἔχει ταῦτα ἑτέρου ψαλμοῦ, ὡς εἶναι τοῦτον ἑκα‐ τοστὸν τεσσαρεσκαιδέκατον. Ἡμεῖς δὲ, τῷ Ἑβραϊκῷ
5παρεπόμενοι μέρει, εἶναι ταῦτα τιθέμεθα τοῦ ἑκατο‐ στοῦ τρισκαιδεκάτου. Παιδεύονται γὰρ οἱ παῖδες οἷς ἔλεγεν· Αἰνεῖτε, παῖδες, Κύριον· τουτέστιν ὁ νέος λαός. Ποῖον Κύριον προσῆκόν ἐστιν αἰνεῖν; Αὐτὸν δὴ τὸν ἐπὶ τῶν ἐξ Αἰγύπτου τοσαῦτα τερατουργήσαντα,
10μετὰ τοῦ μαθεῖν ὁποῖοί τινες ἦσαν οἱ πάλαι τούτων θεοί. Τὰ γὰρ εἴδωλα οὐ μόνον οὐδὲν εἶχον ὅμοιον τῷ παραδοξοποιοῦντι Θεῷ, ἀλλ’ οὐδὲ τοῖς τῶν ἐμψύχων ἐσχάτοις, οἷς αἰσθήσεως μετέχει. Κἀκεῖνα μὲν ἔργα Θεοῦ, ταῦτα δὲ τέχνης ἀνθρώπων. Διδάσκονται δὲ λέ‐
15γειν· Ὅμοιοι αὐτοῖς γένοιντο. Οὐκ ἀνθρώποις ἐπ‐ αρώμενοι. Μανθάνομεν δὲ οἷον τὸ τῆς εἰδωλολατρείας τέλος ἀπόκειται. Οἱ γὰρ ἀναισθήτως ἐπανέχοντες οὐ‐ δὲν αὐτῶν κατὰ γνώμην διοίσουσιν. Τοσαύτην βλάβην αὐτοῖς τῆς ἐμφωλευούσης δαιμονικῆς ἐνεργείας ποιού‐
20σης.
22 Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Ἔσονται οὕτως ἀπολλύμενοι, ὡς τὰ χρήματα καὶ οἱ θησαυρίζοντες αὐτά.
25 Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον. Ταῦτα τὰ ἔθνη φασὶν, ὅτι, ὥσπερ πάλαι πιστεύσαντα τὸν Ἰσραὴλ ἔσωσεν, οὕτω καὶ νῦν τὰ ἔθνη σώσει. Οἱ γὰρ φοβούμενοι τὸν Κύριον, τὰ ἔθνη εἶεν ἄν. Ὑπεξαι‐ ρουμένου γὰρ τοῦ οἴκου Ἰσραὴλ, τουτέστι παντὸς τοῦ
30πλήθους, καὶ τοῦ οἴκου Ἀαρὼν καὶ τοῦ οἴκου Λευΐ· τίνας ἑτέρους εἶναι συμβαίνει τοὺς φοβουμένους τὸν Κύριον, ἢ τὸν ἐξ ἐθνῶν λαόν; Προσθείη Κύριος ἐφ’ ἡμᾶς, ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ἡμῶν. Αὐτὸς γάρ ἐστιν οὗ τοὺς νόμους
35φυλάττομεν. Ἵνα γὰρ μὴ νομίσῃ τις ἄλλου τινὸς εἶναι τὴν διὰ Μωϋσέως νομοθεσίαν, πρὸ τῆς τούτων δόσεως τὰ περὶ τῆς κοσμοποιίας παρέδωκε· δι’ ἧς ἕνα Θεὸν εἶναι διδάσκει, τὰ δὲ λοιπὰ γενητά. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε. Νεκροὺς
40καλεῖ τοὺς τῶν δαιμόνων θεραπευτὰς, τοὺς μὴ ἔχον‐ τας ἐν αὑτοῖς τὴν ζωὴν, τουτέστι τὴν γνῶσιν τοῦ μό‐ νου Θεοῦ.
43tἈλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΔʹ.
44tὙπόθεσις.
45Ἐν τούτῳ ἀγῶνα τῶν τὴν εὐαγγελικὴν πολιτείαν μετ‐ ερχομένων σημαίνει, καὶ τὴν κατὰ Θεὸν αὐτῶν νί‐ κην, καὶ τὸν ἐσόμενον ὑπὲρ τῶν πόνων στέφανον. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. Καὶ τίνα ἠγάπησε; Κύριον τὸν

27

.

469

(50)

Θεὸν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης διανοίας, καὶ ἐξ ὅλης ἰσχύος· καὶ τῆς ἀγάπης μισθὸν ἐδέξατο τὴν ὑπακοήν. Καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. Καὶ ποίαις ἡμέραις, ἢ ταῖς τοῦ ἀγῶνος, ὅτε ἐκινδύνευσεν
55αὐτοῦ ἡ ψυχή; Περιέσχον με ὠδῖνες θανάτου. Τὴν ὑπερβολὴν
κατασημαίνει τῶν θλίψεων, τῶν γενομένων αὐτῷ διὰ

27

.

472

τὴν εὐσέβειαν, ἢν καὶ ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου, καὶ θλίψιν καὶ ὀδύνην ἀποκαλεῖ. Ἀλλὰ διὰ τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν ὑψηλότερος τούτων γέγονε, φησί. Διὸ καὶ ἐν προοιμίοις ἔλεγεν· Ἠγάπησα, ὅτι
5εἰσακούσεται Κύριος τῆς φωνῆς δεήσεώς μου. Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου. Ἑνικῶς ἀνωτέ‐ ρω, ὅτι Καὶ ἐπεκαλεσάμην ἐν ταῖς ἡμέραις μου. Τίς ἡ ἐπίκλησις διδάσκει. Καὶ ποία αὕτη, ἢ τὸ, Ὦ Κύριε, ῥῦσαι τὴν ψυχήν μου; Εἶπε δὲ ταῦτα εἰδὼς,
10ὡς ἐλεήμων ἐπακούσεται. Καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. Ἔλεός ἐστι πάθος ἐπὶ τοὺς παρ’ ἀξίαν τεταπεινωμέ‐ νους παρὰ τῶν συμπαθῶς τεθειμένων γινόμενον. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἐξ ἐνδόξων γεγόναμεν ἄδοξοι, τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς ἐκπεσόντες, οἷοι ἀνθ’
15οἵων γεγόναμεν ὁρῶν ἡμᾶς ὁ Θεὸς, ἐλεεῖ. Ἐλέου γὰρ ἀνεκαλεῖτο φωνὴ τὸν Ἀδάμ· Ποῦ εἶ; δῆλον τὸ, Πόθεν ποῖ πέπτωκας;
19Φυλάσσων τὰ νήπια ὁ Κύριος. Νήπιά φησι τοὺς
20διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ ἀναγεννηθέντας, τοὺς κατὰ τὴν Ἰησοῦ ἐντολὴν νηπίους ὄντας, τῷ ἐπιστρέ‐ φθαι καὶ γεγονέναι ὡς τὰ παιδία. Αὐτοὺς ὁ Κύριος φυλάσσει, οὐκ ἐῶν προσβαλεῖν αὐτοῖς τοὺς πολεμίους, τῷ μήπω καιρὸν ἔχειν ἀγῶνος. Νήπια γάρ φησι τοὺς
25διὰ Πνεύματος ἁγίου ἐν Χριστῷ Ἰησοῦ ἀναγεννηθέν‐ τας. Καὶ κατὰ τὸν ἁπλοῦν γὰρ λόγον, αὐτὸς ἐν μή‐ τρᾳ φυλάττει τὰ βρέφη· ἐν ᾧ τῷ μόρῳ σμικρῷ καὶ τοσαύτης ὑγρότητος πλήρης καὶ μήτε κινεῖσθαι μήτ’ ἀναπνεῖν συγχωροῦντα κωλύων ἀποπνιγῆναι, καὶ κί‐
30νησιν διδοὺς καὶ τροφὴν, καὶ περιψυχόμενα κωλύων ἀποθανεῖν, ἐπειδὰν ἐκ τῆς ἐν μήτρᾳ θερμότητος εἰς ἀήθη τόπον προέλθοι. Ἢ καὶ οὕτως· Ἐπειδὴ ἐταπει‐ νώθην ὡς νήπιον, καὶ ὡς παιδίον ἐδεξάμην τὴν βασι‐ λείαν τῶν οὐρανῶν, ὁ φυλάσσων τὰ νήπια Κύριος
35ἔσωσέ με. Καὶ ἄλλως· Τοὺς κατὰ τὴν ἐντολὴν Ἰησοῦ νηπιάζοντας, τὸ στραφέντας καὶ ὡς παιδία γεγονέναι, αὐτὸς ὁ Κύριος φυλάσσει, τὸ μήπω καιρὸν ἔχειν ἀγῶ‐ νος, ἀπειράστους τηρῶν. Ἀλλ’ ἐμὲ, ὡς ὑπεραναβεβη‐ κότα τοὺς παῖδας, διὰ μεγάλων ταπεινώσας ἀγώνων,
40ἀκαταγώνιστον ὅμως ἐτήρησεν.
43 Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. Ἀνάπαυσιν αὐτοῦ τὰς ἄνω λέγει μονὰς, ἃς ἀπο‐
45λήψεται τῶν ἀγώνων εἰς ἀντιμισθίαν. Ἀνάπαυσις δ’ αὖ πάλιν τῆς ψυχῆς ἡ τῶν ἁμαρτημάτων ἀποχή. Ὅτι ἐξείλετο τὴν ψυχήν μου ἐκ θανάτου. Θα‐ νάτου τῆς ἁμαρτίας φησίν· ὃν καὶ δεδοικὼς μήπως ἆρα εἰς αὐτὸν κατηνέχθη, οὐ διέλειπε δακρύων, τὴν

27

.

472

(50)

ἐξ αὐτοῦ φυγὴν αἰτῶν, οὗ δὴ χάριν καὶ οἱ πόδες αὐ‐ τοῦ, τουτέστι τὰ διαβήματα τῆς ψυχῆς, ἐν τῇ κατὰ Θεὸν ἔστησαν στάσει, παντὸς ὀλίσθου κρείττους γε‐ νόμενοι. Χώραν δὲ ζώντων τὴν ἐπουράνιόν φησι Ἱε‐ ρουσαλὴμ, ἐν ᾗ οἱ κατὰ Θεὸν ἀγωνισάμενοι ὡς ἄρι‐
55στοι νικηφόροι ἀκούσονται τὸ, Εὖ, δοῦλε ἀγαθὲ καὶ
πιστέ.

27

.

473

(1t)

ΨΑΛΜΟΣ ΡΙΕʹ. Ἀλληλούϊα.
2 Ἐπίστευσα, διὸ ἐλάλησα. Εἰρηκώς· Ἐπίστευ‐ σα, διὸ ἐλάλησα, ὡς εὐαρεστήσας τῷ Κυρίῳ, ἐν ταῖς ἄνω παραγενόμενος μοναῖς, φησίν· ὡς οὐκ ἂν τοῦτον
5προσέφερε τὸν λόγον, εἰ μὴ θαῤῥήσας ἦν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· αἱ δὲ ἦσαν ἐλέους γέμουσαι· Μα‐ κάριοι οἱ κλαίοντες νῦν, ὅτι αὐτοὶ χαρήσονται. Εἰ δὲ πλήρεις ἦσαν οἱ ὀφθαλμοὶ δακρύων, δηλονότι τὴν ἀγαλλίασιν ἐν ἐκείναις ἀπολήψονται ταῖς μοναῖς. Τὴν
10δὲ λέξιν ταύτην προσφέρει Κορινθίοις ὁ Παῦλος, Ἔχοντες, εἰπὼν, τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα. Καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην· στόματι δὲ ὁμολο‐ γεῖται εἰς σωτηρίαν· καὶ ἡμεῖς πιστεύομεν, διὸ
15καὶ λαλοῦμεν. Πνεῦμα πίστεως λέγων, ἤτοι τὴν ἕξιν τὴν ἀπ’ αὐτῆς ἐγγινομένην, ἢ τὸ ἐπιχορηγούμε‐ νον ἐκ Θεοῦ τῷ πίστιν ἔχοντι πνεῦμα. Συνᾴδει δὲ τῷ· Ἐπίστευσα, διὸ ἐλάλησα, τοιοῦτον καὶ τό· Ἐὰν μὴ πιστεύσητε, οὐδ’ οὐ μὴ συνῆτε. Πρῶτον πιστεύει
20τις, εἶτα συνιεῖ, καὶ μετὰ ταῦτα λαλεῖ. Ὅτε δὲ, φησὶ, πιστεύσας ἐλάλησα μεγάλα, τότε μηδὲν ἐμαυτὸν ἰδὼν ἐταπεινώθην σφόδρα. Τοιοῦτον τὸ τοῦ Ἰωάννου πε‐ ρὶ τοῦ Ἰησοῦ· Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλατ‐ τοῦσθαι. Ἠλαττοῦτο γὰρ, οὐκ ἀποβαλών τι οὗπερ
25εἶχε μεγέθους· ἀντιπαραθέσει δὲ τῆς καθ’ ὑπεροχὴν Χριστοῦ διδασκαλίας καὶ πολιτείας. Οὕτω νῦν τὸ, ἐτα‐ πεινώθην, οὐ κατὰ ὕψους ἀφαίρεσιν εἶπεν, ἀλλ’ ἐκ τῆς μείζονος ἢ καθ’ ἑαυτὸν θεωρίας.
31 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρω‐ πος ψεύστης. Γενόμενος, φησὶν, ὑπὲρ ἄνθρωπον, πάντα τὰ ἀνθρώπινα ἐξηυτέλισα. Ἡ γὰρ ἔκστασις τὴν ἀλλοίωσιν σημαίνει. Εἰρηκὼς, φησὶν, ὡς Εὐαρεστή‐
35σω Κυρίῳ, εἶτα εἰδὼς, ὡς πᾶς ἄνθρωπος ψεύστης· λογισμοὶ γὰρ ἀνθρώπων δόλιοι· τούτου χάριν ἐτα‐ πείνουν ἑαυτὸν καὶ ἐσκληραγώγουν ταῖς κακοπα‐ θείαις, μήπως τῆς τοιαύτης ἐκπέσω στάσεως. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων
40αὐτοῦ. Ἄλλη, φησὶν, οὐκ ἔσται ἡμῖν ἀμοιβὴ ὧν εἰ‐ λήφαμεν παρὰ Θεοῦ, ἢ ὑπὲρ αὐτοῦ ὑπομεῖναι θάνα‐ τον, καὶ ταύτῃ μιμεῖσθαι τὸν ἑαυτῶν Δεσπότην. Οὗ‐ τος δὲ δὴ ὁ θάνατος καὶ τῶν σφόδρα τιμίων ἔσται παρὰ Θεῷ.
45 Ὦ Κύριε, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδί‐ σκης σου. Θαῤῥῶν δοῦλον ἑαυτὸν εἶναί φησι κατὰ τὸν ἀπόστολον· παιδίσκης δὲ υἱὸν, τῆς προτέρας εἰσ‐ αγωγῆς τῆς διὰ νόμου φησίν. Διέῤῥηξας τοὺς δεσμούς μου. Καὶ τίνες οἱ δε‐

27

.

473

(50)

σμοὶ ἢ οἱ τῆς ἁμαρτίας, κατὰ τὸ εἰρημένον· Σειραῖς γὰρ ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται; Σοὶ θύσω θυσίαν αἰνέσεως. Ὡς ἐν προκοπῇ γενόμενος τὰς μὲν δι’ αἱμάτων παραιτεῖται, τὰς δὲ αἰνέσεως ἐπιτελεῖν ἐπαγγέλλεται.
55 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω. Εὐχὰς τὰς ἐπαγγελίας φησί. Τί δὲ ἐπηγγείλατο, ἢ, τὸ ποτήριον
τοῦ Κυρίου λαβὼν, ἐπικαλεῖσθαι αὐτοῦ τὸ ὄνομα; Ὃ

27

.

476

καὶ ποιήσω, φησὶν, ἐπειδὰν ἐν ταῖς θείαις αὐλαῖς γε‐ νοίμην· τὴν Ἐκκλησίαν Χριστοῦ, ἢ τὴν ἐπουράνιον Ἱερουσαλήμ.
4tἈλληλούϊα. ΨΑΛΜΟΣ ΡΙϛʹ.
5 Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη ... ὅτι ἐκρα‐ ταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς. Οὐκ ἂν, φησὶ, τῆς τοιαύτης μεταβολῆς ἐτύγχανε τὰ ἔθνη, εἰ μὴ ἐπι‐ κρατέστερον τῶν ἡμετέρων ἁμαρτιῶν τὸ ἔλεος ἐγέ‐ νετο τοῦ Θεοῦ. Καὶ ἡ ἀλήθεια Κυρίου μένει εἰς τὸν
10αἰῶνα· ἣν γὰρ διὰ τῶν ἁγίων προφητῶν ὑπέσχετο δέδωκε σωτηρίαν. Τοῦτο καὶ ὁ μακάριος Παῦλος, τῶν πρὸς Ῥωμαίους γραμμάτων ἀρξάμενος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφ‐ ωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο
15διὰ τῶν προφητῶν αὐτοῦ ἐν Γραφαῖς ἁγίαις· καὶ πάλιν δέ· Λέγω Χριστὸν Ἰησοῦν διάκονον γενέ‐ σθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βε‐ βαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπειδὴ τοίνυν πε‐
20πλήρωκε τὰς ὑποσχέσεις ὁ τῶν ὅλων Θεὸς, καὶ ἣν ὑπέσχετο δέδωκε σωτηρίαν, καὶ ἀνέῳξεν ἅπασι τὰς τοῦ ἐλέους πηγὰς, καὶ ὑμεῖς οἱ ἐξ Ἰουδαίων προσελη‐ λυθότες, καὶ ὑμεῖς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, σύμ‐ φωνον ὑμνῳδίαν κεράσαντες, τὸν εὐεργέτην ἀμεί‐
25ψασθε.
26tἈλληλούϊα. ΨΑΛΜΟΣ ΡΙΖʹ.
27tὙπόθεσις.
28Διδάσκεται ὁ νέος λαὸς ὁ συνεστηκὼς ἔκ τε Ἰουδαίων καὶ τῶν ἐθνῶν, ὡς ἕνα μόνον δεῖ ἐπικαλεῖσθαι βοη‐
30θὸν, αὐτὸν τὸν ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, καὶ ἐξ αὐτοῦ ἐν καιρῷ διωγμοῦ τὴν ἐπικουρίαν ζη‐ τεῖν πᾶσαν, τὴν ἐξ οὐρανοῦ παραπεμπομένην βοή‐ θειαν· αὐτῷ τε ἀναφέρειν τῆς νίκης τὰ χαριστήρια· αἰτεῖν τε τὰς διὰ τῶν ἀρετῶν ὁδοὺς, καὶ πρὸς τού‐
35 τοις ἅπασιν ἐξομολογεῖσθαι τῷ Κυρίῳ τῷ ὀνομα‐ ζομένῳ λίθῳ· ἀπηγορευμένῳ μὲν παρὰ τῶν οἰκο‐ δόμων, γενομένῳ δὲ εἰς κεφαλὴν γωνίας. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτω δὴ οἶκος
40Ἰσραήλ. Πρώτους αὐτοὺς τῆς ἐξομολογήσεως ἄρχεσθαι παρακελεύεται, ἅτε πρώτους κεκλημένους διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος. Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. Δύο διδάσκει ὁ παρ‐
45ὼν στίχος, ὡς καὶ θλίψεως ἔχειν δεῖ τοὺς προσερχο‐ μένους τῇ πίστει, κατὰ τὸ, Προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Καὶ θλιβόμενον μὴ ἕτερον ἐπικαλεῖσθαι βοηθὸν ἢ αὐ‐ τὸν τὸν Κύριον, ὃς καὶ τὴν θλίψιν ἡμῶν εἰς εὐρυχω‐

27

.

476

(50)

ρίαν ἄγει πολλήν. Τῶν μικρῶν γὰρ πόνων μεγάλας ἀποληψόμεθα τὰς ἀμοιβάς.
53 Πάντα τὰ ἔθνη ἐκύκλωσάν με ... Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου
55ἠμυνάμην αὐτούς. Ὁ μὲν γὰρ τοῦ Θεοῦ λαὸς μόνον ἐκάλει τὸν Θεὸν, καὶ τὸ ὄνομα λέγων αὐτοῦ ἠμύνετο
τοὺς φαινομένους καὶ ἀφανεῖς πολεμίους· οἱ δὲ τού‐

27

.

477

τοις ἐπιβουλεύοντες ἄνθρωποι μόναις θαῤῥοῦσιν ἀρ‐ χαῖς τε καὶ δυναστείαις ἀνθρώπων. Τὸ δὲ, πάντα τὰ ἔθνη, ὑπερβολικόν· τὴν γὰρ Ἰουδαίαν πᾶσαν ἐκύ‐ κλουν πάντα τὰ ἔθνη. Ἢ παρέοικε τῷ· Εἰς τὰς
5πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς· δηλαδὴ τοὺς ἐμπαθεῖς λογισμοὺς ὑπὸ δαιμόνων ἐπαγομένους, καὶ λόγους ἐπαφεῖεν σοφιστικούς. Ταῦτα γὰρ ἀνατρέψει τὰ ἔθνη. Ἔσθ’ ὅτε καὶ ἀναιρεῖ‐ ται τούτους ἐπικλήσει Θεοῦ, τὰς παθητικὰς ἐκκό‐
10πτων ὁρμὰς, καὶ λόγους ἀνατρέπων σοφιστικούς. Οἱ δὲ κηφῆνες, ταῖς μελίτταις παρεοικότες, ὡς καὶ λαν‐ θάνειν τοὺς ἀγνοοῦντας, οὐ κέντρον ἔχουσιν, οὐκ ἐρ‐ γάζονται μέλι· σῶμα δὲ μεῖζον ἔχοντες, τῶν μελιτ‐ τῶν τὸ ἔργον ἐσθίουσιν· οὓς καὶ διαφθείρουσι μετ’
15ἀλλήλων αἱ μέλιτται συνιστάμεναι. Ἔστιν οὖν ἡ Ἐκ‐ κλησία μέλισσα· μελιττουργὸς δὲ ἡ τὴν τοῦ Θεοῦ προτιμῶσα σοφίαν· ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶ‐ ται πρὸς ὑγείαν προσφέρονται, καίπερ ἀσθενοῦς οὔ‐ σης· κατὰ τὸ, Μὴ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης
20ἔχειν τὸ κήρυγμα. Ὅμως ἔχει τὸ κέντρον ἐν ἀποδεί‐ ξει πνεύματος καὶ δυνάμεως Θεοῦ, τὸν τῆς πίστεως ἔχουσα λόγον· ὡς καὶ ἀναιρεῖν τὰς αἱρέσεις, καθάπερ κηφῆνας, ἐλέγχῳ ταύτας διχοτομοῦσα τῆς ἀληθείας. Μία μὲν ἡ τιμήσασα τὴν σοφίαν τοῦ Θεοῦ μέλισσα·
25πολλαὶ δὲ τῆς τοῦ Θεοῦ σοφίας ἀπέστησαν· οὐ μέλισ‐ σαι, ἀλλ’ ὡς μέλισσαι κηφῆνες ὑπάρχουσαι· βουλό‐ μενοι τῆς μιᾶς ἀναλῶσαι τὸ μέλι, καὶ ὡσεὶ πῦρ ἐν ἀκάνθαις ἐκκαίονται· τὸ γὰρ αἰσχρὸν ἐπιθυμιῶν οἱ ἀπὸ τῶν αἱρέσεων ἐκκαίουσι πῦρ· καθώς φησιν ὁ
30Παῦλος· Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ’ αὐτῶν αἰ‐ σχρόν ἐστι καὶ λέγειν. Ἀκάνθας δὲ τὰς ἡδονὰς ἡρ‐ μήνευσε τὸ Εὐαγγέλιον· ὧν τοὺς λόγους ὁ τὸν Θεὸν καλῶν ἀνατρέπει. Τὰ γὰρ ὅπλα αὐτοῦ οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ καθαιροῦντα πᾶν ὕψωμα
35ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων. Ὡς ἤδη ἀνῃρημένων τῶν νοητῶν ἐχθρῶν τῶν κατὰ καιροὺς διωξάντων τὸν τοῦ Θεοῦ λαὸν, εἰ‐ κότως λοιπὸν τῆς ἀγαλλιάσεως αἱ φωναὶ ἀκούον‐
40ται, καὶ οὐχ ἑτέρωθί που ἢ ἐν ταῖς τῶν δικαίων σκηναῖς. Δεξιὰ Κυρίου ἐποίησε δύναμιν. Αὕτη ἡ τῆς ἀγαλλιάσεως φωνὴ ἡ γενομένη παρὰ τὴν Ἐκκλησίαν, τὸ ὁμολογεῖν, ὅτι αὐτὴ μόνη ἡ τοῦ Κυρίου δύνα‐
45μις τοὺς ἀγωνιζομένους διέσωσε καὶ ὑψηλοτέρους ἀπέδειξεν. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης. Πύλας δι‐ καιοσύνης τὰς κατ’ ἀρετὴν νοήσεις προκοπὰς, ἃς καὶ ὁδεύουσιν οἱ τοὺς καιροὺς τῶν θλίψεων ὑπομεί‐

27

.

477

(50)

ναντες. Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύ‐ σονται ἐν αὐτῇ. Οἱ διὰ τῶν ἀρετῶν περιπατοῦντες εἰς ἐκείνην ἀπαντήσουσι τὴν πύλην, τὴν εἰς αὐτὴν ἄγουσαν τὴν τοῦ Κυρίου θεωρίαν. Καὶ ποία αὐτὴ, ἢ τῆς καρδίας καθαρότης; Μακάριοι οἱ καθαροὶ τῇ
55καρδίᾳ, ὅτι τὸν Θεὸν ὄψονται.

27

.

480

Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Σοὶ αὐτῷ τῷ γεγο‐ νότι δι’ ἡμᾶς λίθῳ ἀπηγορευμένῳ ἀπεδοκίμασαν μὲν οἱ οἰκοδομοῦντες· μετὰ δὲ τὴν τῶν ἐθνῶν μεταβολὴν
5ἑτέρας γωνίας κεφαλὴ γέγονας· καὶ ποία αὕτη; Συνῆψε τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄν‐ θρωπον. Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος. Καὶ τίς ἂν εἴη, ἢ ἡ ἀναστάσιμος τοῦ Κυρίου ἡμέρα; Ποία δὲ
10αὕτη ἡμέρα ἀλλ’ ἢ ἡ σωτήριος τῶν ἐθνῶν ἁπάντων, καθ’ ἣν ὁ ἀποβληθεὶς λίθος γέγονεν εἰς κεφαλὴν γω‐ νίας; Σημαίνει δὲ ὁ λόγος τὴν ἀναστάσιμον τοῦ Σω‐ τῆρος ἡμῶν, τήν γε ἐπώνυμον αὐτοῦ γενομένην, δη‐ λαδὴ Κυριακήν.
15 Ὦ Κύριε, σῶσον δὴ, ὦ Κύριε, εὐόδωσον δή. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τοῦτο καὶ ἡ ἐν Ἱεροσολύμοις δοξολογία ἐπὶ τίνα φέρεσθαι ἐδίδαξεν. Τὸ δὲ, Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου, ταῦτα οἱ προφῆταί φασι πρὸς τοὺς
20πιστεύοντας τῷ Χριστῷ. Μακαρίους, φασὶν, ἀποκα‐ λέσομεν ὑμᾶς, ὅτι δὴ οἶκος γεγόνατε πνευματικός· ἐνοικεῖ γὰρ ἐν ὑμῖν ὁ Κύριος. Συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσι. Συστήσασθε ἑορτήν. Συνιέναι κελεύει τοὺς προσελθόντας τῇ πίστει, καὶ πληροῦν
25τὴν θείαν σκηνὴν, ὡς καὶ μέχρι τῶν κεράτων φθάνειν τοῦ θυσιαστηρίου διὰ τὸ πλῆθος. Πυκάζοντα δὲ τὰ χερουβίμ φησι, τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ, πυκάζουσι. Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλα‐
30στήριον.
32 Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι. Ταύ‐ την ἀναφέρειν τῷ Σωτῆρι Χριστῷ διδάσκονται τὴν φωνήν.
35tἈλληλούϊα. ΡΙΗʹ.
36tὙπόθεσις.
37Ἐν τούτῳ τῶν ἁγίων διαγράφει τὴν πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, τὰ σκάμματα, τὰς τῶν δαι‐ μόνων ἐπαναστάσεις, τοὺς μυρίους ὑποβαλλομέ‐
40νους λογισμοὺς, τὰς παγίδας, τὰ θήρατρα· οὐ μὴν ἀλλὰ καὶ τὰ δι’ ὧν περιγένωνται, τὸν νόμον, τὰ λό‐ για, τὴν ὑπομονὴν, τὴν ἄνωθεν συμμαχίαν· ἔπειτα μετὰ τοὺς πόνους, βραβεῖα, τοὺς στεφάνους, τὰς ἀμοιβάς.
45 Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ. Ὁ μηδαμῆ μηδα‐ μῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος καὶ μὴν καὶ μακάριος. Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. Οὐ γὰρ δεῖ

27

.

480

(50)

ποτὲ μὲν κατορθοῦν τὸν νόμον, ποτὲ δὲ παραβάτην γενέσθαι. Τί γὰρ κέρδος τοῦ ἐξερευνῆσαι τὰ μαρτύ‐ ρια αὐτοῦ ἁπλῶς, καὶ ἐξ ὅλης δὲ καρδίας τὸν Θεὸν μὴ ἐκζητεῖν; Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς
55ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. Οὐκοῦν τὸν θεῖον νόμον οὐκ οἶδεν ὁ ἁμαρτάνων· τὸ γὰρ γινώσκειν ἐστὶ τὸ
ἐργάζεσθαι αὐτόν.

27

.

481

Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλάξασθαι σφό‐ δρα. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Γνοὺς, ὡς τῆς ἄνωθεν ἐπικουρίας χωρὶς οὐ δυνατόν τινα φύλακα
5γενέσθαι τοῦ νόμου, εὐχῇ τοῦτο ἑαυτῷ κατορθοῖ· τὸ, ὄφελον, ἀντὶ τοῦ, γένοιτο, κεῖται. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας. Μετὰ τὴν εὐχὴν καὶ τὸ ἀπὸ προαιρέσεως τίθησιν. Ἀρχὴ δὲ τῆς σωτηρίας ἡ ἐξομολόγησις.
10 Μή με ἐγκαταλείπῃς ἕως σφόδρα. Πάλιν τὴν ἄνωθεν συμμαχίαν ἐπικαλεῖται. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Πολλῶν, φησὶν, ἐστὶν ἡ νεότης σκανδάλων μεστή. Πῶς οὖν τις ταῦτα ὑπερέβη, ἢ διὰ τοῦ ἔχειν τὴν
15μνήμην τοὺς τοῦ Θεοῦ λόγους διαπαντός; ἡ γὰρ ἔννοια τοῦ θείου νόμου καὶ καθαρτικὴ καὶ φυλακτικὴ πάντως ἐστίν. Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε. Εἰ ἡ μνήμη τοῦ Θεοῦ, φησὶ, τοὺς Σατανικοὺς ἐκδῦναι παρα‐
20σκευάζει βρόχους, ἐγὼ δὲ ἐμαυτοῦ ὅλην τὴν διάνοιαν ἀνέθηκά σοι τῷ Θεῷ· ἄξιός εἰμι τῶν σῶν ἔξω μὴ μέ‐ νειν ἐντολῶν. Ἅ φησι, μὴ ἀπογνόημά τις ᾖ πρὸς ὅπερ ἐροῦμεν, ἐπιθυμίᾳ τῇ περὶ τὸν νόμον χρώμενοι, δέδωκε τὴν ἀσυνεσίαν· ἢ πολλοῖς τὴν σπουδὴν εἰς
25τοὐναντίον περιίστησι, καὶ ἐν οἷς δοκοῦσι κατορθοῦν ἐσφάλησαν, κατὰ τὸ λεγόμενον παρὰ Σολομῶνι· Ἔστιν ὁδὸς ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι· τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου. Οὐκ‐ οῦν ὅστις ἐξ ἡμισείας καρδίας τὸν Θεὸν ἐπιζητεῖ,
30νῦν μὲν αὐτῷ, νῦν δὲ τῷ κόσμῳ σχολάζειν βουλό‐ μενος, τοῦτον ἀποβάλλει τῶν οἰκείων ἐντολῶν, ὡς στρατιώτην ἀδόκιμον. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου. Εἰ μὴ γὰρ καθάπερ ἐν θησαυροῖς τις τῇ καρδίᾳ ἐναπο‐
35κλείσῃ τὰς τοῦ Θεοῦ ἐντολὰς, ἔρχεται ὁ κακοῦργος καὶ ἁρπάζει αὐτάς. Ἁμαρτάνει τῷ Θεῷ ὁ ἀξιωθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ τῶν πολλῶν ἀξίων, καὶ μὴ κρύπτων αὐτὰ ἀφ’ ὧν δεῖ. Κίνδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ
40τὸ τὰ ἀληθῆ, ἐπὰν ὅλως ἂ μὴ δεῖ ἀπαγγείλῃ τις· Οὐ γὰρ δεῖ τοὺς μαργαρίτας βάλλεσθαι ἔμπρο‐ σθεν τῶν χοίρων, οὐδὲ διδόναι τὰ ἅγια τοῖς κυσίν. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά
45σου. Αἰσθόμενος τῆς ἑαυτοῦ προκοπῆς τῆς ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι τὸν Θεὸν, εὐλογεῖ αὐτὸν, εὐχαριστῶν ἤδη ἐφ’ οἷς ἠξιώθη· καὶ παρ’ αὐτοῦ ζη‐ τεῖ μαθεῖν τίνα νοῦν ἔχει τὰ δικαιώματα αὐτοῦ. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρί‐

27

.

481

(50)

ματα τοῦ στόματός σου. Ἃ μὲν ἐχρῆν κρύπτειν ἔκρυπτον, φησὶν, ἃ δὲ ἐξαγγέλλειν ἐξήγγελλον· ὅτι τῷ σῷ κριτηρίῳ τοὺς πάντας παραστῆναι δεῖ· ἵνα κομισώμεθα πρὸς ἃ ἐπράξαμεν. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς
55ἐπὶ παντὶ πλούτῳ. Τίς ὁ κατὰ Θεὸν πλοῦτος παι‐
δεύεται· διό φησιν· Οὐδέν με εἷλεν ἐν τῷ παρόντι

27

.

484

βίῳ, οὐ χρυσὸς, οὐκ ἀξίωμα, οὐ δυναστεία· ἀντὶ δὲ πάντων ἐμοὶ τὰ μαρτύριά σου, εὐφροσύνη καὶ πλοῦτος. Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπι‐
5λήσομαι τῶν λόγων σου. Οὐ μέχρι λέξεως ἡ με‐ λέτη· ἀλλὰ τὸν νενοηκότα ποιεῖ αὐτά. Οὐ γὰρ ἀκροαταὶ δικαιωμάτων Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ αὐτῶν. Οὕτω γὰρ οὐδέποτέ τις αὐτῶν ἐπιλήσεται.
10 Ἀνταπόδος τῷ δούλῳ σου, ζῆσόν με. Καὶ τί βούλεται ἀντιδοθῆναι αὐτῷ ἀνθ’ ὧν εἰσενέγκατο, εἰς τὸ φωτισθῆναι αὐτοῦ τὴν διάνοιαν, εἰς τὸ γνῶναι τὰ θαυμαστὰ ἔργα τοῦ Θεοῦ; Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ
15τοῦ νόμου σου. Οὐκ οἰκείαν, φησὶ, τὴν ἐν τῷ βίῳ πεποίημαι ματαιότητα· διὸ αἰτῶ γνῶσιν τῶν θείων δέξασθαι ἐντολῶν· αἱ μὲν γὰρ γνωσταί εἰσιν· αἱ δὲ ἄγνωστοι· γνωσταὶ μὲν ὡς τὸ, Οὐ φονεύσεις, καὶ τὰ ἕτερα· ἄγνωστοι δὲ τὸ, τίνος χάριν ἐν τῇ ὀγδόῃ
20ἡμέρᾳ τὰ βρέφη περιτέμνεται· ἢ, τίνος χάριν ὑπὲρ ἀρτιγεννήτων ἀναφέρονται θυσίαι. Ἐπετίμησας ὑπερηφάνοις. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται, Κύριος ἄρα
25καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ. Περίελε ἀπ’ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν. Οἱ ἀσεβεῖς ἐν καιρῷ διωγμοῦ ὀνειδίζοντες ἐξουδενήσουσί με. Αἰτοῦμαι οὖν ἵνα μάταια γένωνται κατ’ ἐμοῦ ὀνείδη. Καὶ εἴ ποτε, φησὶ, πεφρόνηκα κατὰ τῆς
30σαρκὸς, ἀλλ’ ἐπιστρέψας αἰτῶ τοῖς θείοις ζωοποιηθῆ‐ ναι λόγοις· εἰ οὕτως εἰς ἐσχάτην ἧκον ἀπορίαν, φη‐ σὶν, ἐλαυνόμενος, ἐκ τῶν παρανομούντων ἀξιῶ σω‐ θῆναι κατὰ τὴν ἐπαγγελίαν σου. Καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ’ ἐμοῦ κατ‐
35ελάλουν. Διὰ τοῦτο, φησὶν, ᾔτησα περιαιρεῖσθαι τὸ ὄνειδος, ἐπεὶ ἔργον εἶχον τὸ λαλεῖν κατ’ ἐμοῦ. Πλὴν καὶ τῶν ἀρχόντων τῆς ἀδικίας ταῦτα ποιούν‐ των, ὁ τοῦ Θεοῦ δοῦλος οὐκ ἀφίσταται τῶν δικαιωμά‐ των αὐτοῦ· τοὺς τοῦ Θεοῦ λόγους, ἅπερ ἔφη δι‐
40καιώματα, συμβούλους ἔχων πρὸς τοῦτο. Οὐδ’ ἕνα δὲ πονηρὸν ὁ τοιοῦτος ἐπιδέχεται σύμβουλον. Ἀλλὰ καὶ οἱ ἄρχοντες τούτου τοῦ αἰῶνος, καθάπερ ἐπὶ Χριστοῦ συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Ὧν ἐστιν
45ἡ σοφία τοῦ αἰῶνος τούτου. Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου. Εἰς ἐσχά‐ την ἧκον ἀπορίαν, φησὶν, ἐλαυνόμενος ὑπὸ τῶν πα‐ ρανομούντων, καὶ ἀξιῶ σωθῆναι κατὰ τὴν ἐπαγγε‐ λίαν σου τὴν λέγουσαν· Καὶ χείμαῤῥοι οὐ συγκλεί‐

27

.

484

(50)

σουσί σε. Τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου ... Ὁδὸν δικαιωμάτων σου συνέτισόν με. Σύνεσιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς καὶ ταύτην ὁδεῦσαι, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς θαυ‐
55μασίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας. Διδά‐ σκει, ὡς τὸ πνεῦμα τῆς ἀκηδίας οὐκ ἔστιν ἄλλως
ἐκβάλλειν ἢ ἐκ τῆς μελέτης τῶν θείων λογίων. Νή‐

27

.

485

φειν οὖν καὶ γρηγορεῖν χρὴ διὰ τὸν εἰπόντα· Γρη‐ γορεῖτε καὶ προσεύχεσθε. Ὁδὸν ἀδικίας· ἀπόστησον ἀπ’ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. Ὁδὸν ἀληθείας ᾑρετισά‐
5μην. Τὸ μὲν αἰτεῖ παρὰ Θεοῦ, τὸ δὲ ἑαυτῷ εἰσφέρειν ὁμολογεῖ. Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα. Ματαιότης ἐστὶν ἡ περὶ τὰς θέας μανία, ἡ περὶ τῶν μὴ δεόντων θεωρία, καὶ ἡ κατὰ
10διάνοιαν δὲ ἄτοπος φαντασία, ἣν καὶ σαφηνίζει ὁ Παῦλος λέγων· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ. Ὅρα ματαιότητα νοὸς λεγομέ‐ νην, ὅτ’ ἂν σχῇ τις νοῦν, καὶ τούτου μὴ χρήσηται
15πρὸς τὴν τῶν ἀληθῶν θεωρίαν, ἀλλὰ παρέχει αὐτὸν τῷ δεσμεύοντι Σατανᾷ. Τοῦτο τοίνυν εὐχόμενός φη‐ σιν· Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητας. Καὶ τοῦτο γὰρ χάρις Θεοῦ. Τοῦ αὐτοῦ. Τὰ ἐν σώματι ὡραῖα καὶ σαρκὸς ὀφθαλ‐
20μοῖς φαινόμενα καλὰ, ματαιότητα ἀποκαλεῖ. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. Ἐπειδὴ παιδαγωγοῦ δίκην ἀναγκαῖος ὁ φόβος τοῦ Θεοῦ ἐν πάσαις ἐντολαῖς· τούτου χάριν ἐφιστάναι αὐτῷ αὐτὸν εὔχεται τὸν Θεόν. Τὸ δὲ,
25Περίελε τὸν ὀνειδισμόν μου, μετὰ τὸ ἐπιστῆσαι ὥσπερ τινὰ φύλακα τῶν θείων νόμων. Καὶ περὶ ὧν ἤδη πρότερον συνέγνω ἑαυτὸν ὀνειδῶν ἐξομολο‐ γεῖται. Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου. Ἐπεὶ
30δοῦλός σου τυγχάνων φοβοῦμαί σε, βούλομαι δὲ λο‐ γικῶς καὶ κατὰ τὸν λόγον φόβον ἔχειν, στῆσον τὸ λόγιόν σου εἰς τὸν φόβον σου, τὸν ὄντα σὸν, οὐκ ἀφ’ οὗ φοβῇ σὺ, ἀλλ’ ἀφ’ οὗ ἐγὼ φοβοῦμαί σε. Ἵνα μὴ δὲ ἄνευ λόγου φόβον, μηδὲ ἄνευ φόβου λόγον ἔχωμεν·
35ἵστησι δὲ ὁ Θεὸς τὸ λόγιον αὐτοῦ εἰς τὸν φόβον αὐ‐ τοῦ, βεβαιῶν δι’ ἀποδείξεως αὐτὸ τοῖς εὐλαβέσιν. Ὥσπερ γάρ τινές εἰσιν ἔχοντες ζῆλον, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, οὕτως εἰσί τινες ἔχοντες φόβον Θεοῦ, ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν. Περίελε τὸν ὀνειδισμόν
40μου ὃν ὑπώπτευσα. Ποιήσας ὁ προφήτης ὡς ἄνθρω‐ πος ἁμαρτίαν, παρακαλεῖ, ἐπεὶ ὁρᾷ τὸν ὀνειδισμὸν παρακολουθοῦντα ἐν τῷ θείῳ δικαστηρίῳ μετὰ τὴν ἀνάστασιν, καὶ λέγει τὸν προκείμενον στίχον. Οὐκ ἂν δὲ λέγοις τοῦτο λέγων· Περίελε τὸν ὀνειδισμόν σου.
45Ὅταν γὰρ ὀνειδίζομαι διὰ τὸν Χριστὸν, ἐκεῖνος ὁ ὀνειδισμὸς οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ Χριστοῦ· ὅταν δὲ ὀνειδίζομαι διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ μὴ μετα‐ νοῶ, οὐκ ὀφείλω λέγειν· Περίελε τὸν ὀνειδισμόν μου ἀπ’ ἐμοῦ, ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά

27

.

485

(50)

σου χρηστά. Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιο‐ σύνῃ σου ζῆσόν με. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατ’ ἀρετὴν, οὐ μόνον φυλάξας τὰς ἐντο‐ λὰς, ἀλλὰ καὶ ἐρωτικῶς περὶ αὐτὰς διακείμενος, καὶ
55οὐκ ἄλλων χάριν, ἀλλ’ αὐτὰς καὶ δι’ αὐτὰς ἐκτελῶν. Καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ
ζῆσαι βουλόμενος τοῦτό φησι.

27

.

488

Καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, Κύριε. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, τοῦτο δὲ τὸ ἔλεος διὰ τοῦ σωτηρίου σου γενήσεταί μοι, παῤῥησίαν ἕξω πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐπανισταμένους μοι.
6 Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιος ὀνειδίζεσθαι τὸν τὰ τοιαῦτα δόγματα ἔχοντα, ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι οἱ μωροί.
10Ἐγὼ δὲ συνέσεως ἀποδείξω καὶ σοφίας πεπληρω‐ μένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λό‐ γους σου ἐπήλπισα. Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα· ὅτι ἐπὶ τοῖς κρίμασί σου
15ἐπήλπισα. Μέχρι τῆς ἐσχάτης πνοῆς, φησίν. Ἐὰν ἀναξίως ὧν καλῶς λέγομεν βιώσωμεν, περιελεῖ τὸν λόγον τῆς ἀληθείας ἐκ τοῦ στόματος ἡμῶν ὁ Θεός. Καὶ φυλάξω τὸν νόμον σου διὰ παντός. Φύ‐
20λαξ, φησὶν, ἔσομαι τοῦ νόμου σου, οὐ ποτὲ μὲν κατ‐ ορθῶν, ποτὲ δὲ οὔ· ἀλλὰ καὶ ἐν τῇ παρούσῃ ζωῇ, φησὶ, καὶ ἐν τῇ μελλούσῃ τοῦτον κατορθώσω. Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων. Τοιοῦτος γέγονεν ὁ Παῦλος, τοιοῦτος ὁ
25Πέτρος, τοιοῦτος τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων. Ἁρμόσει τοῦτο τῷ μάρτυρι τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν· ἁρμό‐ σει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Αἰσχύνης γὰρ ἄξιος ὁ μὴ πρὸς τὸ
30εὐαγγελίζεσθαι δυνάμει πολλῇ ῥῆμα λαβὼν ἐκ Θεοῦ· ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός. Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγά‐ πησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνερ‐
35γείας εἶναί φησιν. Ἡ γὰρ πρᾶξις τέλος μελέτης ἐστὶν ἐντολῶν· μετὰ γὰρ ἀνάληψιν τοῦ τῶν ἐντολῶν Λόγου καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς τῶν ἐν‐ τολῶν πράξεις· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ καὶ διαθέσεως· καὶ μετὰ ταῦτα συνεχῶς περὶ αὐτῶν
40ἀδολεσχεῖν τε καὶ διαλέγεσθαι. Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἣ τὸ εἶναι μετ’ αὐτῶν, καθ’ ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγί‐
45νετο; Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου. Οἱ ἑβδομήκοντα· ἀναζωώσεις με. Αὕτη τις ἡ ἐλπὶς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου, παρεκάλεσέ με, καὶ παρεμυθήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις

27

.

488

(50)

ἢ κίνδυνος, ἢ θανάτου δοκιμὴ, νόσος χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμοῦ, ἢ εἴ τι δή‐ ποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Ὅτι τὸ λόγιόν σου ἔζησέ με. Οὐδὲν ἄλλο ποιεῖ ζῇν λογικὴν ψυχὴν
55τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ’ ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παρα‐ λαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ
τοῦτο αὔξεται καὶ τὰ τῆς ζωῆς. Ταῦτα δέ ἐστι τὸ

27

.

489

σὺν ἀρετῇ ζῇν ἐνταῦθα μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν. Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἐν αὐτῷ γὰρ ἐπο‐
5λιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμιμον. Ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον σου παρέβαινον. Ἐμνήσθην τῶν κριμάτων σου ἀπ’ αἰῶνος, Κύριε,
10καὶ παρεκλήθην. Μεμνημένος γὰρ τῶν ἀπ’ αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ, παρακαλεῖται καὶ ἄλυπος ὁ δίκαιος μένει λέγων· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὧν ἐποίησας πά‐
15λαι τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, μνημονεύσας κριμά‐ των, παρεκλήθην· εἰδὼς, ὡς οὐδὲ αὐτὸς ἐν τοῖς διω‐ γμοῖς ἐγκαταληφθήσομαι, καὶ ὡς πάντα κατὰ Θεοῦ κρίσιν τοῖς ἀνθρώποις συμβαίνει.
20 Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκα‐ ταλιμπανόντων τὸν νόμον σου. Ἐπὶ τῶν ἁμαρτω‐ λῶν, οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρ‐ χὴν πειρασθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παρα‐ βαίνειν αὐτόν. Καὶ μετ’ ὀλίγα· Εἴ τι γὰρ πάσχει
25ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξά‐ ζηται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ ἐπὶ τοῖς ἀδελφοῖς οὖν ἡμῶν τοῖς ἁμαρτάνουσι, λυπεῖσθαι καθήκει, ὅτι τοιοῦτοί εἰσι, καὶ οὕτω διακεῖσθαι κατὰ τὸν ἅγιον τοῦτον.
30 Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Τόπον παροικίας τὸν παρόντα βίον φησί· κατὰ τό· Εἰδότες, ὅτι ξένοι καὶ παρεπί‐ δημοι ἦσαν ἐπὶ τῆς γῆς. Ἐν ᾧ εὐρύθμως εὐφραι‐ νόμην λέγων τὰ δικαιώματά σου· τοῦτο μὲν θεωρῶν,
35τοῦτο δὲ πράττων αὐτά. Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσαν τὴν γνώμην εἰς τὰς σὰς, φησὶν, ἀνέθηκα ἐν‐ τολὰς, τούτου χάριν τῶν μαρτυρίων ἐπορεύθην τὴν
40ὁδόν. Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Εἰδὼς τὸ εἰ‐ ρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυ‐ ρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ τοῦτο μελετῶν διαπαντὸς ἐν ταῖς ἐφόδοις οὐκ
45ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γεν‐ ναίως. Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. Καὶ τίνα ἦν τὰ σχοινία, ἢ οἱ πονηροὶ λογισμοὶ, δι’ ὧν τῆς κατὰ Θεὸν στάσεως ἐπεχείρουν καταβαλεῖν;

27

.

489

(50)

Μεσονύκτιον ἐγεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι. Οὐ γὰρ μεθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ’ αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους
55ἀνηυφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε, καὶ τὸν πόδα κἀκεῖ προσδεδεμένος,
μετὰ αἰκίας καὶ μάστιγος τῇ προσευχῇ τὴν ὑμνῳδίαν

27

.

492

ἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρ‐ πόν. Τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσεν. Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε. Ὁ μὲν τέλειος Χριστοῦ ἂν εἴη μέτοχος, κατὰ τὸ
5εἰρημένον· Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ὁ δὲ παρὼν, ὡς εἰσαγόμενος, τῶν φοβουμένων τὸν Κύριον μέτοχον ἑαυτὸν εἶναι λέγει· οὐχ ἁπλῶς δὲ τῶν φοβουμένων, ἀλλὰ τῶν διὰ τὸ φοβεῖσθαι φυλασ‐ σόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. Δεῖγμα δὲ τοῦ θείου
10φόβου ἡ τῶν ἐντολῶν φυλακή. Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ. Τὰ δι‐ καιώματά σου δίδαξόν με. Προφητικῶς τὰ ἐσόμενά φησιν, ὡς ἔσται πᾶσα ἡ γῆ πλήρης τῶν φοβουμένων τὸν Κύριον. Καὶ οὐκ ἐξ ἑτέρας φησὶ τοῦτο χρείας γε‐
15νήσεται ἢ ἐκ τοῦ σοῦ ἐλέους· καὶ αὐτὸς γὰρ τοῦτο ἐλεητικῶς ποιεῖς, ἐπιδιδοὺς ἑαυτὸν τῶν ἀνθρώπων εἶναι διδάσκαλον. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε. Διδάσκεται ὁ τὰ θεῖα λόγια πεπαιδευμένος
20μὴ ἀναισθήτως ἔχειν τὰς τοῦ, Θεοῦ εὐεργεσίας. Οὐ γὰρ ἄλλως ἀπήλλακτο μὲν τῆς ἁμαρτίας, κατηρίθμητο δὲ ἐν δούλοις Κυρίου, εἰ μὴ θεία τις χάρις τούτων αὐτῷ αἰτία γέγονεν. Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα.
25Διὰ τὰς προτέρας μου, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς, ἐταπεινώθην, κρίσει δικαίᾳ τοῦ Θεοῦ τοῦτο παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας ὡς ἂν γνῶ, ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν
30ἐγένετο. Χρηστὸς εἶ σὺ, Κύριε. Ὁ δίκαιος ἐπὶ πᾶσι, κἂν ᾖ πικρὰ τὰ συμβαίνοντα, λέγει τῷ Θεῷ· Χρηστὸς εἶ σύ. Τοιοῦτον καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ. Καὶ ἐν τῇ χρηστότητί σου δίδα‐
35ξόν με τὰ δικαιώματά σου. Καὶ δεῖται τὸ χρηστῷ Θεοῦ διδαχθῆναι· ὅτι χρηστὰ τὰ δικαιώματα τοῦ Θεοῦ πρὸς τὴν ἀξίαν ἑκάστου γινόμενα· ἐφ’ οἷς λέγειν ἄξιον· Ἐδικαιώθη τὰ κρίματά σου, ὁ Θεός. Ἐπληρώθη ἐπ’ ἐμὲ ἀδικία ὑπερηφάνων. Ἐπὶ
40τοσοῦτον, φησὶν, ἤλασαν ὑπερηφανίας, ὡς γενέσθαι τὴν καρδίαν ἐν αὐτοῖς. Ἐτυρώθη ὡς γάλα ἡ καρ‐ δία αὐτῶν. Τοῖς πονηροῖς καὶ μοχθηροῖς πειρασμοῖς παραδοθήσῃ βίῳ καὶ πολιτείᾳ ταπεινοῦσι, καὶ δι‐ δάσκουσιν ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ
45μὴ ὁδεύειν τὴν πλατεῖαν καὶ εὐρύχωρον τὴν τῶν ὑπερηφάνων, ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην· λεπτὴ μὲν γὰρ ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερ‐ ηφάνων καρδία. Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Ὡσεὶ ἔλεγεν·

27

.

492

(50)

Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων, ζητῶν ἅπερ οὐκ ἔστιν ἄλλως μα‐ θεῖν. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ
55χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὅσης ἠξίωται ἄνθρωπος διδάσκεται εἰσαγόμενος.
Αἱ χεῖρές σου ἐποίησάν με. Ἕτερον ἀξίωμα τὸ

27

.

493

δεκτικὸν αὐτὸν εἶναι καὶ χωρητικὸν τῆς αὐτοῦ δια‐ νοίας. Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Τῇ ἐπὶ τῆς ποιήσεως εὐχαριστίᾳ λίαν ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς
5ἐντολάς. Οἱ φοβούμενοί σε, ὄψονταί σε, καὶ εὐφρανθήσον‐ ται. Διδάσκει, ὡς οὐκ αὐτὸς μόνος καθέξει τὸ χά‐ ρισμα, φθάσει δὲ καὶ εἰς πάντας τοὺς φοβουμένους τὸν Κύριον. Τοῖς γὰρ εὐσεβέσι μόνοις ἐστὶν ἡδὺς,
10αἰσθητῶς δὲ ὁραθεὶς καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὰ νοήματα τῆς σοφίας ἣν ἔχει· τοῖς δὲ ἄλλοις βαρύς ἐστι καὶ βλεπόμενος. Ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ, διὰ τοῦτο δέ φησιν· Εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους
15σου ἐπήλπισα. Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου. Διδασκόμεθα, ὡς πάντα ἡμῖν ὁ Θεὸς δικαίως ἐπιφέ‐ ρει· ὥστε ἀναγκαῖον μὴ ὀλιγωρεῖν ἡμᾶς ἐν ταῖς παιδείαις, προσπίπτειν δὲ μᾶλλον, καὶ ἐκ τῆς τοῦ
20νόμου φυλακῆς τὸν ἔλεον ἐξαιτεῖν. Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με. Ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλεσεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ τοῦ Σατανᾶ. Ἢ καὶ οὕτως· Δέομαι κατὰ τὸν σὸν Λόγον ἐμοὶ τῷ
25δούλῳ σου ἐπὶ παρακλήσει καὶ παραμυθίᾳ τὸ ἔλεός σου γενέσθαι. Πολλοὶ γὰρ παρακλήσεως τυχόντες ἀπατῶνται, ὡς ἐξ ἰδίας φρονήσεως τοῦτ’ ἐσχηκέναι. Ὅπως μὴ ὡσαύτως τούτοις πλανηθῶ, ἐμοὶ τῷ δούλῳ σου τὸ ἔλεός σου, κατὰ τὸ λόγιόν σου, γενέσθω.
30 Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι. Ὥσπερ ὑπέσχου, φησὶ, τὴν παράκλησιν οὕτως ποίησον, τοὺς σοὺς οἰκτείρων οἰκέτας. Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνό‐ μησαν εἰς ἐμέ. Εἰ τύχοιμι, φησὶ, τῆς παρὰ σοῦ
35βοηθείας, τότε οἱ πονηροὶ δηλαδὴ δαίμονες καὶ ἄν‐ θρωποι τῆς ἀληθείας ἐχθροὶ αἰσχυνθήσονται. Ἐγὼ δὲ, ἐκείνων αἰσχυνομένων, οὐκ ἐπαρθήσομαι· ἀλλ’ ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω. Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε. Τῆς
40παρὰ τῶν σῶν οἰκετῶν διδασκαλίας τύχοιμι. Ἔστα. δὲ τοιαύτη, οἷα καὶ ἐπιστρέφειν εἰδυῖα ψυχὰς, διὰ τὸ πλουτεῖν τὸν φόβον τὸν σόν. Γενηθήτω ἡ καρδία μου ἄμωμος. Οὐκ ἂν μετὰ τοσαῦτα ἔχων καρδίαν ἄμωμον ἔλεγε· Γενηθήτω ἡ
45καρδία μου ἄμωμος. Τούτῳ παραπλήσιον· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τότε γὰρ μόνον οὐκ αἰσχυνθήσομαι, ὅταν ἀμώμως τὰς τοῦ Θεοῦ φυ‐ λάξω ἐντολάς. Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ

27

.

493

(50)

εἰς τὸν λόγον σου ἐπήλπισα. Διδάσκει ἡμᾶς ὁ Προφήτης ἐπιθυμεῖν τοῦ λόγου, καὶ ἐρωτικῶς ἔχειν πρὸς τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ τί ἂν εἴη ἕτερον τὸ σωτήριον ἢ ἡ παρουσία τοῦ Κυρίου; Εἰς τὸν λόγον σου ἐπήλπισα. Νόει ἀντὶ τοῦ, τὴν ἐπαγγελίαν. Λέ‐
55γεται δὲ λόγιον καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει
τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων,

27

.

496

καὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμε‐ νος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν
5εὕρεσιν. Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου. Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φησίν. Αὐτὸν γὰρ ἔχομεν παράκλητον πρὸς τὸν Πατέρα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· καὶ αὐτὸς ἱλασμός ἐστι
10περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγοντες, πότε παρα‐ καλέσεις με; Ὅταν γὰρ ἐπιδημήσει μοι λόγος, τότε παρακαλοῦμαι. Ὅτι ἐγενήθην ὡσεὶ ἀσκὸς ἐν πάχνῃ. Νεκροὶ μὲν μᾶλλον οἱ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ
15δίκαιοι, ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀπο‐ ψυχόμενοι καθάπερ πάχνη περιπηγνυμένη, τὸ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι. Τοῦ αὐτοῦ. Ἀσκὸς ἐν πάχνῃ γίνεται ὁ τὴν ἑαυτοῦ σάρκα κατατήξας, καὶ μηδὲν ἐν αὐτῷ πυρῶδες καὶ ἐπιθυμητικὸν ἐῶν, ἀλλ’
20ἀποψύξας ὥσπερ αὐτήν. Πόσαι εἰσιν αἱ ἡμέραι τοῦ δούλου σου; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται εὐθέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν τοῦ θείου
25Λόγου γεγονότος ἐν αὐτῇ. Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας. Ἣ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδα‐ σκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου.
30 Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατε‐ δίωξάν με· βοήθησόν μοι. Εἰδὼς, ὡς ἐν τῷ θείῳ δικαστηρίῳ ἀπολήψεται ὑπὲρ ὧν πέπονθεν ἀδικιῶν, ἐπισπεύδει ἰδεῖν καιρὸν ἐκεῖνον. Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ. Μικροῦ
35δεῖν ἐκ τοῦ διωγμοῦ αὐτῶν.
37 Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Στόμα Θεοῦ οἱ δια‐ κονήσαντες προφῆται τοῖς μαρτυρίοις, καὶ ἐντολαῖς,
40τοῖς δικαιώμασιν αὐτοῦ. Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἐν προκοπῇ γινόμενος, καὶ ὑψηλο‐ τέρων ἅπτεται δογμάτων, τοῦ τε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύων, καὶ μονονουχὶ τό· Ἐν ἀρχῇ
45ἦν ὁ Λόγος, λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παν‐ τὸς, σαφῶς τε δούλην αὐτοῦ τὴν σύμπασαν κτίσιν ἀποκαλεῖ. Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Δύο εἰσὶ γενεαὶ, αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε

27

.

496

(50)

τῶν Ἰουδαίων λαὸς ἔχων τὸν νόμον καὶ τοὺς προ‐ φήτας, καὶ ἡ Ἐκκλησία Οὐκ εἰς γενεὰς οὖν ἡ ἀλή‐ θεια τοῦ Θεοῦ, ἀλλ’ εἰς γενεὰν τὴν προτέραν καὶ εἰς γενεὰν τὴν δευτέραν. Τὰ δὲ ἄλλα ἔθνη πεπλάνηνται. Ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐξέβαλε τὴν ἀλήθειαν,
55καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον, μεταβέβηκεν ἡ ἀλήθεια ἀπ’ ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. Ἐθεμελίωσας τὴν γῆν καὶ
διαμένει. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται.

27

.

497

Ἐπὶ τούτω γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι. Ὅθεν καὶ διαμένει ἡ γῆ, ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρη‐ πίδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ γῆν φωτίσασα
5ἡ ἀλήθεια ἡμέραν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτήν. Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμ‐ παντα δοῦλά σοι. Οὐκ ἀλλαττομένη, οὐδὲ τέλος λαμβάνουσα, ὡς ὁ κατὰ τὴν Παλαιὰν Γραφὴν φω‐
10τισμός. Ἐπεὶ καὶ μέχρι καιροῦ διορθώσεως τέθειτο. Ταῦτα δὲ πάντα ὑπὸ Θεοῦ ὑπῆρκται. Ἐπείπερ κτί‐ στου καὶ προνοητοῦ ὄντος, δοῦλα τὰ σύμπαντά ἐστιν αὐτοῦ. Εἰ μὴ ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν
15ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἰσβαλόντων, φησὶ, τῶν πονηρῶν λογισμῶν, καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμούντων ἐμοὶ, εἶχον ἂν ἀπολέσθαι, εἰ μὴ ὁ σὸς νόμος εἰς στήριγμα ἐγένετο. Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιω‐
20μάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Τοῖς σοῖς νόμοις ὄψομαι, φησίν· ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωὴν, καθὰ δή μοι καὶ εἴρηκας, ὅτι ὁ ποιήσας αὐτὰ ἄν‐ θρωπος ζήσεται ἐν αὐτοῖς. Ζῶν οὖν μόνος ὁ δί‐ καιος, κἂν τεθνηκέναι δοκῇ· νεκροὶ δὲ οἱ ἄδικοι, κἂν
25ζῇν φαίνωνται. Ἐκεῖνοι μὲν γὰρ τὴν τῆς ζωῆς σύ‐ στασιν ἐν ἑαυτοῖς ἔχουσι, τὴν δικαιοσύνην· οἱ δὲ ταύ‐ την οὐκ ἔχοντες τοῖς οὐ παρ’ ἑαυτῶν, ἀλλ’ ἔξωθεν κινουμένοις ἀψύχοις ἐοίκασιν. Σός εἰμι ἐγὼ, σῶσόν με. Προσυπακούεται τῷ,
30σός εἰμι δοῦλος, σός εἰμι κατὰ χάριν υἱὸς, εἰμὶ σὸς θεράπων. Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Ἀντὶ τοῦ, ἐμελέτησα, καὶ διὰ τῆς σῆς μελέτης ἄπρακτον αὐτῶν ἀπέφηνα
35τὴν ἐπιβουλήν. Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐν‐ τολή σου σφόδρα. Συντέλειαν τὴν ἐπιβουλήν φησι τὴν παρὰ τῶν δαιμόνων. Ταύτης εἶδον τὸ πέρας ἐκβὰν εἰς οὐδὲν, ὅτε καὶ πλατεῖά μοι γέγονεν ἡ ἐν‐
40τολή. Τοῦτο τοῦ· διὰ πάσης προκοπῆς εἰς τὸ τέλος ἀφιγμένου τῆς ἀρετῆς, ἐπὶ τὸ τέλειον ἀγαθὸν δια‐ βαίνοντος· πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου. Ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ, κατὰ τό· Ὅταν συντελέσῃ ἄν‐
45θρωπος, τότε ἄρχεται. Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Ὁ πάντα κατὰ τὸν νό‐ μον καὶ λέγων καὶ πράττων μελετᾷ τὸν νόμον τοῦ Θεοῦ. Ἐν δὲ τῷ πρώτῳ ψαλμῷ τῇ ἡμέρᾳ πρὸς τὴν

27

.

497

(50)

μελέτην καὶ τὴν νύκτα προσέθηκε τῷ μακαρίῳ γε‐ νησομένῳ. Ἐλέγομεν γὰρ, ὡς μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος. Διὸ νῦν ἔχομεν ἡμέραν καὶ νύκτα· γενομένους δὲ ἁγίους οὐ διαδέξεται νύξ. Ὁ τοίνυν προκόπτων ἡμέραν μὲν ἄγει κατὰ τὸν νόμον
55βιούς· νύκτα δὲ, ὅτε μὴ μελετᾷ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· Μὴ πράττῃ τι κατά ...
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας

27

.

500

μου. Τοῦτο γάρ ἐστι τὸ φυλάξαι τὸν θεῖον νόμον, τὸ ἔργοις αὐτὸν ἀποπληρῶσαι. Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα. Διαπαν‐ τὸς ἐμεμνήμην τοῦ θείου δικαστηρίου.
5 Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! Γλυ‐ κέα διὰ τὴν ἐπ’ αὐτοῖς λογικὴν τέρψιν· ἀλλ’ ὑπὲρ μέλι, τῶν παρ’ ἀνθρώποις πάντων ἡδέων δι’ αὐτοῦ δηλουμένων. Λύχνος τοῖς ποσί μου ὁ νόμος σου. Ὁ γὰρ τῷ
10φωτὶ τοῦ θείου νόμου περιπατῶν ὀρθὴν καὶ ἀπρόσκο‐ πον τὴν πορείαν ποιεῖται τοῦ βίου. Ἐταπεινώθην ἕως σφόδρα. Ἢ ταῖς τῶν νοητῶν ἐχθρῶν ἐπιθέσεσιν, ἢ ταῖς ἰδίᾳ καὶ ἐκ προαιρέσεως γινομέναις σκληραγωγίαις.
15 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπη‐ σα. Τοὺς σοφοὺς τοῦ αἰῶνός φησι καὶ τοὺς τῶν αἱ‐ ρεσιωτῶν ἄρχοντας. Ἐκκλίνατε ἀπ’ ἐμοῦ, πονηρευόμενοι. Ἢ τοὺς πονηροὺς λογισμούς φησιν, ἢ τοὺς προειρημένους
20διδασκάλους. Βοήθησόν μοι, καὶ σωθήσομαι. Εἰ γὰρ καὶ, ἔφη, βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, ἀλλὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ἐνταῦθα, οὔπω τέλειον τὸ, σωθήσομαι· ἀλλ’ ὅταν μετὰ τῶν
25ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ, τότε γὰρ καὶ μελέτη δι‐ καιωμάτων πρόσωπον πρὸς πρόσωπον, οὐ κατὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν. Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου. Τοῦτο γὰρ περιμένει τὸ
30τέλος τοὺς τὸν νόμον ἀθετοῦντας τοῦ Θεοῦ. Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρ‐ τωλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. Τὸ πατῆσαι βούλεσθαι τὸν θεῖον νόμον. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου.
35Τὸ, καθήλωσον, ἀντὶ τοῦ, πῆξον. Πῆξον οὖν, φησὶν, εἰς ἁγνείαν τὰς σάρκας μου. Οὕτως γὰρ μόνως δυνη‐ θεῖεν εἰπεῖν Χριστῷ· Συνεσταύρωμαι· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. Τὸν θεῖον δηλονότι νόμον. Οὐ γὰρ ἄλλως τις ἐπιτελεῖ τὴν ἁμαρτίαν, μὴ ἔξω
40ἑαυτὸν πρότερον καταστήσας τοῦ φόβου τοῦ Θεοῦ. Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου. Εἰς τὴν θείαν ἐπιφάνειαν, φησὶ, δι’ ἧς ἤλπιζε σωθή‐ σεσθαι καὶ αὐτὸς καὶ ἅπαν τῶν ἀνθρώπων τὸ γένος. Καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. Εἰ καὶ
45παρανομοῦντές τινες, καὶ τὸν σὸν πρὸ ὀφθαλμῶν οὐκ ἔχοντες φόβον, τόν σου ἐκ μέσου πεποίηνται νόμον· ἀλλ’ ἐγὼ τὸν πάντα καιρὸν ἕνα ἐποιούμην τοῦτον, ἐν μελέτῃ ἔχων διαπαντός. Δοῦλός σου εἰμὶ, συνέτισόν με, καὶ γνώσομαι

27

.

500

(50)

τὰ μαρτύριά σου. Ὁ μὴ δουλεύων κατ’ οὐδὲν τῇ ἁμαρτίᾳ λεγέτω· Δοῦλός σου εἰμὶ ἐγώ. Μισθὸν δὲ δουλείας τὴν σύνεσιν ἀπαιτεῖ διδομένην παρὰ Θεοῦ, καὶ παρ’ αὐτῷ κειμένην ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ σοφίας καὶ συνέσεως καὶ τὰ ἑξῆς τῶν
55ἀγαθῶν τὰ χαρίσματα. Πρὸς ἑτέραν γὰρ ἀντιδιαστέλ‐
λων, ἐν Παροιμίᾳ φησί· Σύνεσις δὲ ἀγαθὴ δίδωσι

27

.

501

χάριν. Εἰ γὰρ πᾶσα σύνεσις ἀγαθὴ, οὐκ ἂν προσέθη‐ κεν ἀγαθή.
4Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν
5νόμον σου. Ἐγὼ μὲν ἐποίησα κρῖμα καὶ δικαιοσύ‐ νην· ἔσται δέ ποτε καί σοι καιρὸς τῷ Θεῷ τοῦ ποιῆ‐ σαι δηλονότι κρῖμα καὶ δικαιοσύνην κατὰ τῶν διασκε‐ δασάντων τὸν νόμον σου. Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ τὸ
10χρυσίον καὶ τοπάζιον. Ταῦτα συνᾴδει τῷ· Ἀγα‐ θόν μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιά‐ δας χρυσίου καὶ ἀργυρίου· καὶ τῷ· Λάβετε παι‐ δείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. Κρείσσων γὰρ σοφία λίθων πο‐
15λυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρ‐ θούμην. Διὰ τοῦτο, ποῖον, ἢ τὸ μελέτην ἔχειν δια‐ παντὸς τοῦ νόμου; Καὶ συνετιεῖ νήπια. Νήπια νοήσεις τοὺς ἐν ἀγνοίᾳ
20κατεχομένους καὶ βρέφεσιν ἐοικότας. Τούτους γὰρ ὁ λόγος σου, φησὶ, τῷ σῷ καταυγαζομένους φωτὶ συν‐ έσεως ἐμφορεῖ. Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα. Διανοίξεως δὲ δεῖται τὰ λόγια. Διὸ καὶ ὁ Σωτὴρ διή‐
25νοιξε τὸν νοῦν τῶν μαθητῶν τοῦ συνιέναι τὰς Γρα‐ φάς. Καὶ τὴν δι’ ἡδονῆς ἢ δόξης ἀπάτην ἡ διὰ τῶν λόγων σύνεσις ἐνδιδομένη κωλύει. Ἐπίβλεψον ἐπ’ ἐμὲ, καὶ ἐλέησόν με, κ.τ.λ. Ὡς κέ‐ κρικας, φησὶν, ἐπιβλέψαι, καὶ πολλῆς ἐπισκοπῆς ἀξιῶ‐
30σαι τοὺς ἀγαπῶντας τὸ ὄνομά σου· οὕτω με τῆς αὐ‐ τῆς ἀξίωσον ἐπισκοπῆς, τοῦ αὐτοῦ ἐλέους.
33 Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου. Κατὰ τὸ λόγιον αὐτοῦ ὁ Θεὸς κατευθύνει τὰ
35διαβήματα τοῦ ἀπὸ κακίας καὶ ἀγνοίας εἰς ἀρετὴν καὶ γνῶσιν διαβαίνοντος. Ὁ γὰρ ὀρθὸς λόγος τῶν τοιούτων ἡγεῖται· Οἱ μὴ ποιοῦντες τὴν ἁμαρτίαν οὐκ εἰσὶ δοῦλοι τῆς ἁμαρτίας. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων. Συ‐
40κοφαντίαν ἀνθρώπων τὴν τῶν αἱρετικῶν διδασκαλίαν φησὶ, καὶ τὴν τῶν σοφῶν τοῦ αἰῶνος τούτου. Τούτου τετύχηκεν αἰσθητῶς Ἰωσὴφ καὶ Σωσάννα. Τροπικῶς δὲ ἀνθρώπους τὰς πονηρὰς λέγει δυνάμεις, ἀφ’ ὧν τῆς συκοφαντίας μόνου λυτροῦσθαι Θεοῦ.
45 Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου. Τὴν παρουσίαν ἐπιποθεῖ τοῦ Κυρίου θεάσασθαι. Αὐ‐ τὸς γάρ ἐστιν ὁ χαρακτὴρ τοῦ Πατρός. Καὶ δίδαξόν με τὰ δικαιώματά σου. Τὴν Νέαν Διαθήκην φησὶ, δι’ ἧς δεδικαίωκεν ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς

27

.

501

(50)

γῆς. Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου. Πλῆθος ἠφίειν δακρύων τοὺς τὸν σὸν παραβαίνοντας νόμον ἀποθρηνῶν. Δίκαιος εἶ, Κύριε, καὶ εὐθὴς ἡ κρίσις σου. Τὴν
55αἰτίαν ἀποδίδωσι, δι’ ἣν ἀπεκλαίετο τοὺς παραβαί‐ νοντας τὸν τοῦ Θεοῦ νόμον· ὅτι δὴ τοῖς τοῦτον παρα‐
βαίνουσιν ἐν τῷ θείῳ δικαστηρίῳ τιμωρίαν ἠπείλησε,

27

.

504

καὶ ταύτην ἐντεῦθεν ἤδη διεμαρτύρατο. Ἐνετείλω δι‐ καιοσύνην τὰ μαρτύριά σου, κ.τ.λ. Τὰ μετὰ μαρτύ‐ ρων οὐρανοῦ καὶ γῆς τινῶν ἄλλων ἐνετείλω μαρτύρια, δικαιοσύνην ὄντα καὶ ἀλήθειαν τρανωτάτην; Ἀλλ’ οὐκ
5ἠμαύρους· ἤγουν εὐθύτατοι τῶν σῶν κριμάτων κανό‐ νες τὴν σὴν δικαιοσύνην μηνύουσι. Τὰ οὖν σὰ μαρ‐ τύρια αἱ θεῖαι Γραφαί· δικαιοσύνη μὲν κατὰ τὰ ἠθι‐ κὰ τυγχάνουσι παραγγέλματα, ἀλήθεια δὲ κατὰ τὴν θεωρίαν τῶν λόγων.
11 Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. Οἷον ζῆλον ἀνελάμβανον, εἴ ποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λόγων. Καὶ οὐχ ἁπλῶς ζῆλον, ἀλλὰ διὰ τὸν τιθέντα μοι ἐκ‐
15τήκεσθαι ἀπὸ τοῦ ζήλου τοῦ πρὸς σὲ, εἰ ἐθεώρουν τι‐ νὰς ἐπιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ ζήλου ἐμνήσθησαν οἱ μαθηταὶ, ἐκ προσώπου τοῦ Κυρίου ἐν ψαλμῷ εἰρημένου. Ὅτι ὁ ζῆλος τοῦ οἴ‐ κου σου κατέφαγέ με.
20 Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα. Τὸ λόγιον τοῦ Θεοῦ πεπυρωμένον ἐστὶ σφόδρα καὶ ἐξιστάμενον, καὶ πάσῃ βασάνῳ ἀνέλεγκτον. Καὶ εἴ τις ἔχει πεπυ‐ ρωμένον τοῦτο τὸ λόγιον, ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται.
25 Νεώτερος ἐγώ εἰμι καὶ ἐξουδενωμένος. Νεώτερος μὲν ὁ τοῖς θείοις λόγοις στοιχειούμενος, ἐξουδενωμέ‐ νος δὲ διὰ τὸ ταπεινοῦν ἑαυτόν.
29Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα.
30Ἡ μὲν γὰρ παρ’ ἀνθρώποις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται χρόνον τῷ κρινομένῳ τὸ δίκαιον, ἡ δὲ τοῦ Θεοῦ τὴν κρίσιν αἰώνιον ἀποδίδωσιν. Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με. Οὐδὲ ἐν ταῖς περιστάσεσι, φησὶ, τοῦ τὸν σὸν μελετᾷν ἠμέλησαν
35νόμον. Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα. Ἃ δέδωκάς μοι, φησὶ, μαρτύρια, οὐ πρὸς ὀλίγον ὄν‐ τα ὠφέλιμα, δικαιοσύνη εἰς τὸν αἰῶνα τυγχάνουσι, δικαιοῦντα τὸν διαθέσει συνεγγίζοντα αὐτοῖς. Συν‐
40έτισόν με, καὶ ζῆσόν με. Ἣν γὰρ ἀσκοῦμεν ἐπὶ τοῦ παρόντος δικαιοσύνην ἀποδίδοται οὐκ ἐν ὀλίγαις ἡμέραις ἡμῶν, ἀλλ’ εἰς τὸν αἰῶνα. Ἀλλὰ καὶ ζήσο‐ μαι, φησὶν, ἐάν με συνετίσῃς· εἰς ἐκείνην γὰρ τὴν μακαρίαν ζωὴν ἀνόητος οὐκ εἰσέρχεται. Αἰτητέον οὖν
45σύνεσιν παρὰ τοῦ διδόντος πᾶσι τοῖς ἐξ ὅλης ψυχῆς αἰτοῦσιν αὐτόν. Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου. Πρότερον· Ἐκέ‐ κραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε· τὰ δικαιώματά σου ἐκζητήσω. Δεύτερον· Ἐκέκρα‐

27

.

504

(50)

ξά σοι, σῶσόν με. Ὃ γὰρ ἐλάλουν κατὰ τὸ ἡγεμο‐ νικὸν, οὐκ ἄλλο τι ἦν ἢ ὁ Θεός. Μεγάλως οὖν σε κα‐ λέσας, μεγάλως ἐπαγγέλλομαι τὰ σὰ φυλάξαι μαρ‐ τύρια. Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα. Ἀωρία
55τὸν σκότον, ἤτοι τὴν σύγχυσιν τῶν πραγμάτων φη‐ σί. Ταῦτα δὲ λέγει· Καίτοι τῶν παρανόμων ἐν συγ‐ χύσει πάντα ποιούντων, πολλὰ ἐν τῷ σῷ νόμῳ ἐστοί‐
χουν.

27

.

505

Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ. Συν‐ ῆψαν οἱ πολεμοῦντές με τῇ ἀνομίᾳ, φησίν. Οὐδὲ γάρ τις διώκει τὸν δίκαιον μὴ ἀνομίᾳ συνεῖναι βου‐ λόμενος.
5 Ἐγγὺς εἶ σὺ, Κύριε. Ὁ Θεὸς ἀλλαχοῦ φησι· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, λέγει Κύριος. Ἡ δύναμις γὰρ τοῦ Θεοῦ πανταχοῦ ἐστι, κατὰ τὸν τῆς δημιουργίας καὶ προνοίας λόγον. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με, διὰ
10τὸν λόγον σου ζῆσόν με. Λόγον τὴν ἐπαγγελίαν φησίν· ἐπηγγείλατο γὰρ ἥξειν, καὶ σώσειν ἡμᾶς.
13 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία. Ἣν ἐπλεο‐ νέκτησαν οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου. Ὅτι δικαιώ‐
15ματά σου οὐκ ἐξεζήτησαν. Αὕτη ἡ αἰτία τοῦ κατα‐ διώκειν τὸν δίκαιον, τὸ μακρὰν ἑαυτοὺς ἀποστῆσαι τοῦ θείου νόμου. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε. Ἔγνων, φησὶν, ὡς διεμαρτύρω τὰς ἐντολὰς ἡμῖν, ὅτι βέβαιοί εἰσι καὶ
20ἀμετακίνητοι. Τοῦτο γὰρ δηλοῖ καὶ ἐν τῷ ἄνω στίχῳ, τὸ, Κατ’ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην. Εἴ τινα ἑώρακα μὴ συνιέντα ἐγὼ, ἐπὶ τὸν τοιοῦτον ἐξετηκό‐ μην ἀπὸ τοῦ ζήλου κατὰ τὴν θεοσέβειαν.
25 Ἰδὲ, ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε. Ὄψει γὰρ ἐν ἐμοὶ τῶν ἀγαθῶν ἔργων τοὺς τύπους· οὐ γὰρ ἀπλῶς ἐτήρησα, ἀλλ’ ἠγάπησα, μηδὲν ἔχων πρὸς ταύτας ἠναγκασμένον. Ἀλλ’ οὐδὲν ἧττον ἐλεοῦν‐ τός σου δέομαι πρὸς τὸ ζῆσαί με.
30 Ἀρχὴ τῶν λόγων σου ἀλήθεια. Αὕτη πρώτη τῶν σῶν δέδοται ἐντολῶν, τὸ ἀληθεύειν ἐν πᾶσι, καὶ πρά‐ ξει, καὶ λόγῳ, καὶ διανοίᾳ. Ἄρχοντες κατεδίωξάν με δωρεάν. Ἔθλιβόν με, φησὶν, οἱ κατὰ καιροὺς ἄρχοντες, ἐχθροὶ ὄντες τῆς
35ἀληθείας. Ἀλλ’ οὐ δέδοικα τὰς ἐκείνων θλίψεις, τὸν σὸν λόγον δεδοικώς. Καὶ ποῖος οὗτος, ἢ τό· Μὴ φο‐ βήθητε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπο‐
40λέσαι εἰς γεέννην; Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. Οὐ φόβῳ δὲ μόνον τὴν ὑπακοὴν τὴν πρὸς τοὺς θείους λόγους πεποιῆσθαί φησιν, ἀλλὰ καὶ χαρᾷ, ἥτις ἐπὶ πλούτῳ χαίρει πολ‐
45λά. Βεβαιωτέρα δὲ τήρησις ἡ ἐν χαρᾷ γινομένη. Πολεμίων δὲ διωκόντων μνησθεὶς, καὶ σκύλων εἰκότως ἐμνήσθη. Οὐκ ἂν γὰρ, φησὶ, πάντας ἀνελὼν καὶ σκυ‐ λεύσας, τοσοῦτον ᾠήθην, ὡς ἐπὶ τοῖς λόγοις τοῖς σοῖς. (Cord.) Ποίοις λόγοις, ἢ περὶ ὧν λέγει ὁ Παῦλος·

27

.

505

(50)

Πρῶτοι γὰρ ἐπιστεύσαμεν τὰ λόγια τοῦ Θεοῦ, περὶ τῶν Ἰουδαίων φάσκων. Ἀδικίαν ἐμίσησα, κ.τ.λ. Οὐ γὰρ κατ’ ἐκείνους νε‐ κρὸν ἤμυνα καὶ σκῦλα λαβὼν βδελύττομαι· μόνον γὰρ ὠφέλιμον ἀδικίαν βδελύττεσθαι· διό σου καὶ δεόντως
55τὸν νόμον νοήσας ἠγάπησα, μηδαμῶς αὐτὸν ἕλκων ἐπὶ

27

.

508

τὰ γήϊνα. Ἡμεῖς γὰρ ὡς συνεγερθέντες Χριστῷ τὰ ἄνω ζητοῦμεν, οὐ τὰ ἐπὶ τῆς γῆς.
4Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι. Παρ’ ὅλον τὸν
5βίον αὐτοῦ ὁ δίκαιος φωτιζόμενος ἐν ἡμέρᾳ ἔσται τε‐ λείᾳ, οὐ μεσολαβουμένῃ ὑπὸ νυκτός· καὶ αἰνεῖ τὸν Θεὸν ἑπτάκις ὑπερκόσμιος γεγονὼς, τοῦ ἄνω κεχω‐ ρηκέναι τοῦ ἐν ἓξ ἡμέραις γενομένου κόσμου· ἅτε καὶ ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ γεγενημένος, τὸν τῆς δη‐
10μιουργίας καὶ προνοίας Θεοῦ λόγον θεωρήσας, ἐξ‐ ομολογεῖται ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης τοῦ Θεοῦ· καθ’ ἃ κρίματα ἑκάστων ποικίλην δημιουργίαν καὶ πρόνοιαν ἔσχεν. Τὸ ἀδιάλειπτόν φησιν. Λέγει δὲ, ὅτι διαπαντὸς ἐμνημόνευον τῶν σῶν κριμάτων, ὧν δι‐
15καίως ἐπήγαγες· τοὺς μὲν πλεονεκτήσαντας ἐκβα‐ λὼν ἄρχοντας, τοὺς δὲ ἀδικηθέντας λυτρωσάμενος.
18 Ἐγγισάτω ἡ δέησίς μου ... Εἰσέλ‐ θοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε. Ὅρα τῶν
20θείων ῥημάτων τὸ εὔτακτον. Πρῶτον γὰρ τὸ, ἐγγι‐ σάτω· εἶτα, τὸ μεῖζον, τὸ, εἰσέλθοι τὸ ἀξίωμά μου· πρὸ γὰρ τοῦ, εἰσέλθοι, τὸ, ἐγγίσαι. Ἐγγίσας γάρ τις οἰκίαν, ἐὰν ᾖ φίλος τοῦ οἰκοδεσπότου, εἰσέρχεται. Ἣν δὲ κέκληκε δέησιν, νῦν εἶπεν ἀξίωμα, παρὰ τὸ
25ἀξιοῦν. Μήποτε ὡς ἔστι κοσμικὰ καθ’ ὑπεροχὴν ἀξιώ‐ ματα, οὕτω καὶ ψυχικά; Ἀξίωμα γὰρ ἀπόστολον εἶναι Χριστοῦ· ἀξιώματα καὶ τάγματα τὰ ἐκκλησια‐ στικά. Ἀξίωμα δὲ ψυχῆς καὶ τὸ ἔχειν τὰς ἀρετὰς, ἢ μίαν αὐτῶν. Ὁ τοιοῦτον ἔχων ἀξίωμα τὰ παρόντα
30φησίν.
32 Ἐξερεύξοιντο τὰ χείλη μου ὕμνον. Ἡ ἐρυγὴ ὡς ἐπὶ πᾶν γίνεται τοῖς κεκορεσμένοις. Οἶδεν οὖν ὁ θεῖος λόγος πνευματικὴν τροφήν. Αὐτὸς οὖν ὁ Λόγος
35φησὶν ἄρτος εἶναι. Ἐγὼ γάρ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ ἐξ οὐρανοῦ καταβάς· λέγει δὲ καί· Ὁ τρώγων μου τὴν σάρκα ἔχει ζωὴν ἐν ἑαυτῷ. Τοῦτον δὴ φάγοντες, ὕμνον ἐρευγόμεθα. Τοιαύτης εὔχομαι τυ‐ χεῖν ἐρυγῆς. Ὅπερ ἀδύνατον, ἐὰν μή με διδάξῃς τὰ
40δικαιώματα. Φθέγξοιτο ἡ γλῶσσά μου τὰ λόγιά σου. Εὔχε‐ ται ἃ δ’ ἂν εἴποι λόγον εἶναι Θεοῦ, κατὰ τό· Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ. Ὁ δὲ τοιοῦτος ἀργὸν ῥῆμα οὐ λαλεῖ. Διό φησιν ὁ Παῦλος· Τὸ γὰρ, Οὐ φονεύ‐
45σεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται τὸ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν. Δικαιο‐ σύνη γὰρ τοῦτό ἐστι τό· Ἀγαπήσεις τὸν πλησίον σου.

27

.

508

(50)

Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με. Δηλοῖ γὰρ οὐ τὴν κατ’ οὐσίαν γένεσιν αὐτῆς, ἀλλὰ τὴν πρὸς τὰ σωζόμενα σχέσιν. Ὁποῖον καὶ τό· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν. Ἐπεπόθησα τὸ σωτήριόν σου, Κύριε. Ἐὰν θέ‐
55λῃς ἐπαναβῆναι τῷ λόγῳ, τὸ σωτήριόν σου ὁ Χριστός ἐστιν. Ἰησοῦς γὰρ ἑρμηνεύεται Θεοῦ σωτηρία Οὗτος
ἡμῖν ἐπέμφθη. Ἔργον ἐστὶ τὸ ἐπιποθεῖν τοῦ Θεοῦ

27

.

509

τὸ σωτήριον. Οἱ γὰρ πολλοὶ τὸ κατὰ σάρκα ποθοῦσι. Τὸ δὲ τοῦ Θεοῦ, τὸ ἐν αὐτῷ σωθῆναι, τὸ ἐν αὐτῷ ἀνα‐ παύεσθαι, κληρονομῆσαι τὰ ἅγια. Τοῦτο γάρ ἐστι τὸ σωτήριον τοῦ Θεοῦ, ἡ αἰώνιος ζωή. Ἀλλὰ καὶ Ἰησοῦς
5ἑρμηνεύεται Θεοῦ σωτήριον, πεμφθεὶς ἡμῖν ἐπὶ σω‐ τηρίᾳ· οὗ πρὸς τὸν πόθον ὁ θέλων ὁδεῦσαι μελετήσει τὸν νόμον.
9Ζήσεται ἡ ψυχή μου, καὶ αἰνέσει σε. Περὶ
10μελλούσης λέγει ζωῆς. Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Τότε κυρίως αἰνέσω, τότε βοηθῆσαί μοι· τὰ ἐπιβόητα γενόμενα τῶν κρι‐ νομένων σοι κρίματα τῷ μὲν δικαίῳ χωρὶς βασάνων, τῷ δὲ δεομένῳ διὰ βασάνων.
15 Ἐπλανήθην ὡς πρόβατον ἀπωλολός. Μετὰ τὸ εἰπεῖν περὶ αὐτοῦ ἔργα κατορθωκότος, πάλιν πρόβα‐ τον ἑαυτὸν πεπλανημένον εἶναι λέγει, ταπεινοφροσύ‐ νην ἐπιτηδεύων, κατὰ τὸ εἰρημένον ὑπὸ Κυρίου· Ὅταν πάντα καθορθώσητε, λέγετε· Δοῦλοι ἀχρεῖ‐
20οί ἐσμεν.
21tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΙΘʹ.
22tὙπόθεσις.
23Τὴν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν ᾄδει τῷ Θεῷ ὁ ἐν Βαβυλῶνι λαὸς, ἀδημονῶν ἐπὶ τῷ μήκει τῆς
25 αἰχμαλωσίας, καὶ εὐχόμενος ἐλευθερωθῆναι. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα ... Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδί‐ κων καὶ ἀπὸ γλώσσης δολίας. Πῶς γὰρ οὐκ ἄδικα χείλη τῶν Βαβυλωνίων, τὰ τὴν εἰδωλολατρείαν ὡμο‐
30λογηκότα. Αὐτὴ δὲ καὶ γλῶσσα κληθείη δολία, ἅτε μηδὲν εὐθὲς λαλοῦσα περὶ Θεοῦ. Τί δοθείη σοι, καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονη‐ μένα. Τί πλέον δοθῆναί σοι αἰτεῖς, φησὶν, ἢ τί θέ‐
35λεις ἕτερον προστεθῆναί σοι τοῦ κατὰ τῶν δολίων χει‐ λέων; Βέλη πυρὸς μεστὰ ἐξαφθῆναι παρὰ τοῦ δυνα‐ τοῦ. Σημαίνει δὲ τὴν κατὰ τῶν Βαβυλωνίων ὅσον οὔπω τιμωρίαν ἐσομένην. Οἴ μοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἑτέραν
40αἴτησιν εὔχεται παρὰ Θεοῦ, τῆς παροικίας ἐλευθε‐ ρωθῆναι. Κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Χώρα τις ἐστὶν ἡ Κηδὰρ ἐπὶ τῆς ἐρήμου τῆς πρὸς ἀνατολὰς κειμένη, καὶ μέχρι τῆς Περσῶν πα‐ ρατείνουσα, ἣν γένος Σαρακηνῶν οἰκεῖ. Πολλὰ παρ‐
45ῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων εἰρήνην ἤμην εἰρηνικός. Κακία Βαβυλωνίων τὸ πολεμεῖν ἀντ’ οὐδενὸς τοῖς εἰρηνεύουσιν. Εἰ μή τι δέοι κριτικῆς τιμωρίας, ἣν κατὰ Χαναναίων καὶ Ἀμοῤῥαίων ἐπέταττεν ὁ Θεὸς,

27

.

509

(50)

τὴν πρὸς αὐτοὺς ἀπαγορεύων φιλίαν. Οἱ δὲ φαῦλοι πρὸς τούτους ἀσύμβατοι, τὴν θεοσέβειαν βδελυττόμε‐ νοι. Ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δω‐ ρεάν.
54tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚʹ.
55tὙπόθεσις.
56Τὴν δευτέραν ᾠδὴν ᾄδει, προαπολυθεὶς μὲν τῆς αἰ‐
χμαλωσίας, ἐν ὁδῷ δὲ ὁδεύων τῆς μακρᾶς ὁδοῦ τῆς

27

.

512

μεταξὺ Βαβυλῶνος καὶ Ἱερουσαλήμ. Ὃς, καὶ μέ‐ σος τῶν ὀρέων ἀποληφθεὶς, εὔχεται αὐτῷ βοήθειαν γενέσθαι· οὗ καὶ ἐπακούσας, τὸ Πνεῦμα τὸ προφη‐ τικὸν ἀποφθέγγεται· Κύριος φυλάξει τὴν εἴσ‐
5 οδόν σου καὶ τὴν ἔξοδόν σου. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη ... Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦ Θεοῦ δεικνύντος τὸ δυ‐ νατὸν, Τοῦ ποιήσαντος, φησὶ, τὸν οὐρανὸν καὶ
10τὴν γῆν. Μὴ δῴη εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστά‐ ξῃ ὁ φυλάσσων σε. Ταύτην ἔχε τὴν ἐλπίδα, καὶ σώζῃ. Τὸ δὲ, οὐ νυστάξει, οὐ τὸ ἐπίπονον ἀπὸ τῶν φυλαττόντων τὰς στρατιὰς καὶ πόλεις καὶ ποίμνια,
15ἀλλὰ τὸ ἀπαθὲς τὸ Θεῖον δηλοῖ τὸ, οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων Ἰσραήλ. Δοκεῖ δὲ νυστάζειν, ἐπειδὰν τοῖς ἀστάτοις τοῦ βίου σαλευόμεθα πράγμασι, ταῖς καθ’ ἡμῶν ἐπιβουλαῖς. Κύριος φυλάξαι σε, Κύριος σκέπη σοι, ἐπὶ χεῖ‐
20ρα δεξιάν σου. Τοῦτο καὶ ἐν τῷ ιεʹ ἔφη ψαλμῷ Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Καὶ ἐν‐ ταῦθα πάλιν φησὶν, ὅτι Παρὰ τὴν δεξιάν σου χεῖρα γενόμενος, καὶ σκεπάσει, καὶ φρουρήσει, καὶ πάσης
25ἀξιώσει προνοίας.
26tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΑʹ.
27tὙπόθεσις.
28Ἡ τρίτη ᾠδὴ τοὺς ἔτι ὁδοιποροῦντας εὐαγγελίζεται, τὴν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἄφιξιν. Διὸ καὶ ἀναφθέγ‐
30 γεται. Ηὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Αὕτη τῶν γεγηρακότων ἡ φωνὴ,
35τῶν καὶ τὴν αἰχμαλωσίαν ὑπομεινάντων, διηγουμέ‐ νων, ὡς ἄρα αὐτῶν οἱ πόδες, οἱ νῦν τὴν πορείαν ποι‐ ούμενοι, πάλαι ἔστησαν ἐν Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις. Οὕτω, φησὶν, ἦν πάλαι ὡς πόλις, οὐ διεσπαρμένη ὧδε κἀ‐
40κεῖσε· ἀλλ’ οὕτως ἦν ἡρμοσμένη, ὡς δόξαι ἕνα οἶκον εἶναι τῇ συναφείᾳ καὶ τῇ ἁρμονίᾳ τῶν οἰκοδομημά‐ των. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί. Πᾶσαι αἱ φυλαὶ, φησὶν, ἐξ Αἰγύπτου δυνάμει Κυρίου ἐξελθοῦσαι, εἰς
45αὐτὴν ἔσπευδον τὴν πόλιν μαρτυρῆσαι, ἤτοι εὐχαρι‐ στῆσαι τῷ Θεῷ τοῦ Ἰσραήλ. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐφ’ οἷς ἐπλήρωσε τὴν θαυμα‐ σίαν ὑπόσχεσιν, θρόνους τε τοῦ οἴκου Δαυῒδ ἱδρυνθῆ‐ ναί φησιν ἐπ’ αὐτῆς· ἐπεὶ καὶ βασιλείαν πάντων ὁ

27

.

512

(50)

Δαυῒδ προφητεύει· οὐχ ἑνὸς λέγων ἀρχὴν, ἀλλὰ κοι‐ νὴν, ὑπὲρ ἀρίστων καὶ θεοσεβεστάτων· δι’ ὧν ἡ βα‐ σιλεία Δαυῒδ ἀνορθοῦται χάριτι τοῦ Χριστοῦ, τοῖς δώ‐ δεκα δεδωκότος ἀποστόλοις, τοῖς ἐπὶ δώδεκα θρόνοις καθεζομένοις κρίνειν τὸν Ἰσραήλ.
56Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν. Καὶ κατὰ
τὴν ἱστορίαν ἐκεῖ τὰ βασίλεια, καὶ τῶν ἱερέων οἱ θρό‐

27

.

513

νοι· ὥσπερ τινὶ διπλῷ στεφάνῳ καὶ διαδήματι καλλω‐ πιζομένης τῆς πόλεως. Νῦν δὲ πάντων ἔκπτωσις, καὶ τῆς παλαιᾶς εὐδαιμονίας ἐλάχιστα λείψανα. Θρόνοι ἐπὶ οἶκον Δαυΐδ. Ἐν ταύτῃ, φησὶ, τῇ πόλει, τουτέστι
5τῇ Ἱερουσαλὴμ, θρόνοι ἐτέθησαν βασιλικοὶ κρῖμα δί‐ καιον κρίνοντες· ὧν πρῶτος κατῆρξε Δαυῒδ, ἔπειτα οἱ ἐξ αὐτοῦ κατὰ σάρκα. Διὸ καὶ οἶκον αὐτοῦ ὀνομά‐ ζει τοῦ Δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσα‐
10λήμ. Μαθόντες, ὦ οὗτοι, τίς ποτε ἦν Ἱερουσαλὴμ, εὔχεσθε ὑπὲρ τῆς εἰρήνης αὐτῆς, μηδὲν ἐκζητοῦντες ἕτερον ἢ τὰ πρὸς εἰρήνην αὐτῆς συντελοῦντα. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐ‐ θηνία ἐν τοῖς πυργοβάρεσί σου. Ἀντὶ τοῦ, ἐν τοῖς
15βασιλείοις σου. Εὔχομαί σοι, φησὶ, τὰ ἀγαθὰ διὰ τοὺς ἐνοικοῦντας ἐν σοὶ, πλησίον ὄντας καὶ ἀδελφούς. Ταῦ‐ τα γὰρ οἱ γεγηρακότες εὔχονται τῇ Ἱερουσαλὴμ, τὸ ἐν τοῖς τείχεσιν αὐτῆς εἶναι εἰρήνην. Δυνάμει γὰρ τὰ τείχη φησίν· ἢ καθ’ ἕτερον λόγον τοὺς ἐν αὐτῇ
20ἁγίους. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξ‐ εζήτησα ἀγαθά σοι. Ἐπεὶ ἐν σοί ἐστιν, ὦ Ἱερουσα‐ λὴμ, ὁ οἶκος τοῦ Θεοῦ ἡμῶν, ἀμειβόμενός σε ἐξεζήτη‐ σα ἀγαθά σοι.
25tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΒʹ.
26tὙπόθεσις.
27Ἡ τετάρτη ᾠδὴ εὐχὴν περιέχει τῶν ἐν τῇ ὁδοιπο‐ ρίᾳ διὰ πολλῶν ἐτῶν τὴν ἐπάνοδον ποιουμένων. Οἳ καὶ, καμόντες κατὰ τὴν ὁδὸν, ἐλέους καὶ οἴκτου
30δέονται τυχεῖν παρὰ τοῦ Θεοῦ, ὡς ἐξουθενημένοι παρὰ τῶν ἐθνῶν. Διὸ καὶ ἀναφθέγγεται πρὸς αὐ‐ τοὺς παραμυθούμενον τὸ Πνεῦμα, καὶ λέγον· Τοῖς εὐθηνοῦσι τὸ ὄνειδος. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοι‐
35κοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Τῶν μὲν ἐχόντων τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον ὀφθαλμοὶ εἰς χεῖ‐ ρας κυρίων τε καὶ κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν.
40 Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς. Ὁ ἀνα‐ διπλασιασμὸς δηλοῖ τὸ θερμὸν τῆς αἰτήσεως, οὐχ ὡς ἄξιοι τὸν ἔλεον αἰτοῦμεν, ἀλλ’ ὡς ἐπονείδιστοι λίαν γενόμενοι.
44tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΓʹ.
45tΕἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν.
46tὙπόθεσις.
47Τὴν πέμπτην ᾠδὴν ᾄδοντες οἱ ἐπιβάντες τῆς Ἰουδαίας γῆς, εὐχὰς ἀναπέμπουσιν, ἐφ’ οἷς ἐῤῥύσθησαν ἀπὸ τῆς αἰχμαλωσίας καὶ τῶν μεταξὺ ἐχθρῶν.
50tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΔʹ.
51tΟἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.
52tὙπόθεσις.
53Τὴν ἕκτην ᾠδὴν ᾄδουσιν ἐπ’ αὐτὸ τὸ ποθούμενον ὄρος γενόμενοι. Εἶτα ὁρῶντες τὴν πόλιν ἀτείχιστον,
55τεῖχος αὐτῇ τὴν τοῦ Κυρίου ἐπικουρίαν εὔχονται γενέσθαι, φησὶ, καὶ μὴν καὶ τῶν ἐχθρῶν θαῤῥοῦσι
διαφυγεῖν τὰς ἐπιβουλάς· ἐξ αὐτῆς δὲ τῆς ἐπικου‐

27

.

516

ρίας πάλιν τοῦ Θεοῦ, «μὴ ἀφιέντος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων καὶ τῶν ἁγίων αὐτοῦ.» Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Ἡ γὰρ ὑπερέχουσα
5πάντα νοῦν εἰρήνη μόνῳ τῷ νοῦν ἔχοντι δίδοται. Ἀλλὰ καὶ τῶν πολεμίων ἀπολωλότων, οὗτοι τῆς εἰρήνης ἀπήλαυσαν.
8tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΕʹ.
9tὙπόθεσις.
10Τὴν ἑβδόμην ᾄδουσιν ᾠδὴν οἱ τὸ ἀσφαλὲς ἐσχηκότες τῆς λυτρώσεως διὰ τὸ ἐν αὐτῇ γεγενῆσθαι τῇ πό‐ λει. Παρακαλοῦσι δὲ ὑπὲρ τῶν λοιπῶν, τῶν ἔτι ὄντων ἐν τῇ Βαβυλῶνι, ὅπως ἂν καὶ αὐτοὶ λυτρω‐ θῶσιν.
15 Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Οἱ ἀπό‐ στολοι ταῦτα προφητεύονται περὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Κατὰ γὰρ τοὺς τοῦ Δαυῒδ χρόνους οὐκ ἦν αἰχμαλωσία. Τάχα οὖν περὶ τῆς νοητῆς ταῦτά
20φησι. Τὸ γὰρ, ἐροῦσι, προφητικῶς τὸ μέλλον δη‐ λοῦται. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· Ἐμεγάλυνε Κύ‐ ριος, κ.τ.λ. Τοῦτο δὲ ἡμᾶς πολυθρηνήτους παρὰ πᾶσιν ἀπέφηνεν. Ἅπαντες γὰρ τὴν τοῦ Θεοῦ μεγαλουργίαν
25θαυμάζουσιν, ὅτι τῆς πικρᾶς ἐκείνης ἡμᾶς δουλείας ἀπήλλαξε· καὶ ἡμεῖς μέντοι βοῶμεν, οὐ γὰρ ἀναισθη‐ τοῦμεν, εἰ καὶ μὴ τοὺς λοιποὺς ἀπειλήφαμεν· περὶ ὧν ἱκετεύομεν λέγοντες· Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ.
30Δηλοῦσι τὸ πολὺ πλῆθος ἐναπομεῖναν ἐν Βαβυλῶνι, ὡς καὶ τὴν ἐπιστροφὴν αὐτοῦ, παρεικάζειν αὐτοὺς τῷ ῥεύματι τοῦ Αἰγυπτίου ποταμοῦ. Νότον γὰρ τὴν ἔρημόν φησιν. Οἱ σπείροντες ἐν τοῖς δάκρυσιν ἐν ἀγαλλιάσει
35θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον. Τοῖς εὐξαμένοις περὶ τῶν καταλοίπων ἀποκρίνεται τὸ προφητικὸν Πνεῦμα, καί φησιν, ὅτι, Εἰ κλαύσαιεν ὑπὲρ τῶν ἐν Βαβυλῶνι, ἔσται καὶ αὐτοῖς ἡ ἐπι‐ στροφή.
40tᾨδὴ τῶν ἀναβαθμῶν τῷ Σολομῶνι. ΡΚϛ.
41tὙπόθεσις
42Ἡ ὀγδόη ᾄδεται ᾠδὴ, καταβεβλημένων ἤδη τῶν θε‐ μελίων τοῦ ἱεροῦ· ἐλπιζόντων ἀδιάσειστον εἶναι τὸ τείχισμα. Λεληθότως οὖν προφητεύει τὴν ἐσο‐
45μένην αὐτοῦ πτῶσιν πάλιν ἐπὶ τῆς Ῥωμαίων ἀρ‐ χῆς. Συνάπτει δὲ καὶ προφητείαν περὶ τῆς Χρι‐ στοῦ Ἐκκλησίας· ᾌδεται δὲ προφητικῶς ὑπὸ τοῦ Σολομῶνος· καθάπερ ἀμέλει καὶ Ζαχαρίου εἰσὶ ψαλμοὶ καὶ Ἀγγαίου. Ἡ δὲ ὀγδόη εἰκότως ἀρχὴ

27

.

516

(50)

τῆς Νέας Διαθήκης. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ὡς μέγα φρονούντων τῶν Ἰουδαίων ἐπὶ τῷ στερεῷ τῆς οἰκοδομῆς, τὰ τοιαῦτά φησιν.
55 Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί. Μὴ μέγα φρονεῖτε,
φησὶν, ἐπὶ τῷ ἱερῷ, ὡς ἐν αὐτῷ τῆς κληρονομίας

27

.

517

ὑμῶν διδομένης. Οὐ γάρ ἐστιν αὕτη. Ἀλλ’ ὅταν ἀνα‐ παύσῃ τοὺς ἠγαπημένους αὐτοῦ ἐκ τοῦ προτέρου λαοῦ, τουτέστι τοὺς προφήτας· τότε τοῖς ἐκείνου υἱέσι τὴν κληρονομίαν δώσει. Τίνες δ’ ἂν εἶεν οὗτοι
5ἢ οἱ μαθηταί; Cord. Ἡ γὰρ θεία ὑπόσχεσις, καὶ ἡ περὶ τοὺς παῖδας εὐλογία, καθάπερ τις μισθὸς τοῖς ἐπ’ αὐτὸν ἠλπικόσι δεδώρηται. Ὁ μισθὸς τοῦ καρ‐ ποῦ τῆς γαστρός. Ὁ καρπὸς τῆς γαστρὸς εἴη ἂν ἡ σωτηρία τοῦ πνεύματος, κατὰ τό· Ὠδινήσαμεν
10καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. Τούτου τοῦ καρποῦ μισθὸς ὥσπερ καὶ κληρονομία δοθήσεται ἡ υἱοθεσία. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Ἐκτετιναγμένους τοὺς ἀποῤ‐ ῥιφέντας φησὶ τοῦ προτέρου λαοῦ· ὧν οἱ υἱοὶ, τουτ‐
15έστιν οἱ ἀπόστολοι, γεγόνασι βέλη τοῦ δυνατοῦ. Δι’ αὐτῶν τὰς ἀντικειμένας δυνάμεις κατετόξευσεν. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν. Ἐξ αὐτῶν μακαρίζει τοὺς ἐκ τῆς διδασκα‐ λίας ὠφεληθησομένους. Οὐ καταισχυνθήσονται,
20ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις. Σαφῶς τὴν παρουσίαν τοῦ κηρύγματος δηλοῖ.
22tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΖʹ.
23tὙπόθεσις.
24Ἡ ἐννάτη ᾠδὴ μακαρίζει τὸν προσελθόντα τῷ φόβῳ
25τοῦ Θεοῦ. Εἰκότως δὲ μετὰ τὴν ἀνάδειξιν τῶν ἀπο‐ στόλων μακαρίζει τοὺς πιστεύσαντας.
28Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα. Τῷ φοβου‐
30μένῳ τὸν Κύριον δῶρον δίδοται οὐχ ἡ τυχοῦσα γυνὴ, ἀλλ’ ἡ καρποῖς ἀγαθοῖς κεκοσμημένη. Γυνὴ γὰρ ἀγα‐ θὴ μερὶς ἀγαθή. Καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Τὰ νοητὰ δηλονότι·
35ὀφθαλμὸς οὐκ οἶδε, καὶ τὰ ἑξῆς. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Τὰς ἐπαγγελίας λέγει. Ὥσπερ γὰρ πρῶ‐ τοι καρποὶ τῆς θεοφιλοῦς ψυχῆς εἰσι τὰ γεννήματα, οὕτως καὶ δεύτεροι αἱ ἐπαγγελίαι.
40tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΗʹ.
41tὙπόθεσις.
42Ἡ δεκάτη ᾠδὴ τοὺς πολλοὺς διωγμοὺς τῷ Χριστοῦ λαῷ ἐκδιδάσκει, καὶ ὥσπερ πάντα ὑπερπηδήσει κρείττων ἀεὶ τῶν ἐπιβουλευόντων γενόμενος. Τοῦ‐
45 τό φησι διὰ τὸ ἀπ’ ἀρχῆς τοῦ κηρύγματος γενέσθαι τοὺς διωγμούς. Πλεονάκις ἐπολέμησάν με ... Κύριος δί‐ καιος συνέτριψεν αὐχένας ἁμαρτωλῶν. Πάντες γὰρ οἱ διώξαντες κακοὶ κακῶς ἀπολοῦνται.
50tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΚΘʹ.
51tὙπόθεσις.
52Ἡ ἑνδεκάτη ᾠδὴ εὐχὴν περιέχει μαρτύρων, καὶ διδα‐ σκαλίαν ἐξομολογήσεως τῷ νέῳ λαῷ. Σαφῶς δὲ ἀρετῆς ἱλασμὸν κηρύσσει, ὅς ἐστι Χριστός. Πε‐
55ρὶ αὐτοῦ γὰρ εἴρηται· Καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
Ἐκ βαθέων ἐξέκραξά σοι, Κύριε ...

27

.

520

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φω‐ νὴν τῆς δεήσεώς μου. Ὦτα ἐπὶ Θεοῦ, καὶ τὰς ἀγ‐ γελικὰς δυνάμεις νοοῦμεν, δι’ ὧν αἱ δεήσεις ἡμῶν πρὸς Θεὸν εἰσέρχονται.
5 Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὁ δὲ τοῦ, Κύριε, Κύριε, διπλασια‐ σμὸς θαυμάζοντός ἐστι τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὸν ὄγκον, παρ’ ἧς καὶ τὸν ἱλασμὸν εἶναί φησιν, ἀλλ’ οὐκ ἐν τοῖς ἡμετέροις κατορθώμασιν.
10 Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε. Ταῦτα τῶν μὴ διὰ χρείαν πνευματικὴν, δι’ αὐτὸ δὲ τὸ σεπτὸν ὄνομα προσιόντων, οὕτω καὶ ἐν ὑπο‐ μονῇ τρεχόντων τὸν προκείμενον ἀγῶνα, καὶ κατὰ μηδ’ ἕνα καιρὸν ἀφισταμένων Θεοῦ καὶ τῶν ἀρεσκόν‐
15των αὐτῷ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Δεῖ γὰρ καὶ ἐν τοῖς σκυ‐ θρωποῖς προσδοκᾷν ἐπὶ Κύριον. Οὐ γὰρ μόνον ὅτε φυλακὴ πρωῒ μὴ καὶ λαμπρὰ τὰ παρόντα, ἀλλὰ καὶ
20μέχρι τῶν ζοφερῶν περιστάσεων. Ἀλλὰ καὶ ἀνα‐ τέλλοντος τοῦ ἀληθινοῦ φωτὸς ὁ διορατικὸς νοῦς προσ‐ θήκην λαμβάνει ἐκ Θεοῦ τῶν φαιδρῶν, καὶ τῶν σκυθρωπῶν ἀπαλλαγήν· ἐλπισάτω παρ’ αὐτῷ γὰρ ὡς ἐν πηγῇ, καὶ παρ’ αὐτοῦ τὸ ἔλεος, τῷ αὐτῷ ὄντι
25λυτρώσει, καὶ τῷ ἱλασμῷ, τῷ ἱκανώσει πολλῇ τὰς ἁμαρτίας περικαθαίροντι.
27tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛʹ.
28tὙπόθεσις.
29Ἡ δωδεκάτη ᾠδὴ τὸν καταξιωθέντα τοῦ ἱλασμοῦ δι‐
30 δάσκει μὴ ἐπαίρεσθαι, τῇ ἑαυτοῦ βελτιώσει θαῤ‐ ῥοῦντα, ἀλλὰ ταπεινοφρονεῖν. Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου ... οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ, κ.τ.λ. Πρὸς δὲ τὸ μὴ ἐπαρθῆναί φησι τὴν ἐναντίαν
35ἀρετὴν εἰς ὑπερβολὴν ἐπιτήδειον, ἣν καὶ ὁ Σωτὴρ ἐδί‐ δαξε λέγων· Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀπογαλακτισθέντα δὲ λέγει παιδία, τὴν θλίψιν δηλῶν. Οὐ γὰρ ἀφίσταται τῆς μητρὸς,
40ὀδυνώμενον ἐπὶ τοῦ στερηθῆναι τοῦ γάλακτος. Οὕτως ὢν ἐν συμφοραῖς κἀγὼ, φησὶν, ηὐχόμην ἀεὶ τοῦ Θεοῦ. Εἰ δὲ μὴ οὕτως εἴην, δίκην δοίην ἐσχάτην
44tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛΑʹ.
45tὙπόθεσις.
46Ἡ τρισκαιδεκάτη ᾠδὴ εὐχὴν περιέχει ὑπὲρ τοῦ Δαυΐδ. Τοῦ γὰρ ἱλασμοῦ πᾶσι προξενοῦντος ἁμαρτιῶν ἄφεσιν, ἀναγκαίως τὸ Πνεῦμα τὸ προφητικὸν μετὰ τῶν λοιπῶν τῶν σωζομένων, καὶ τοῦ Δαυΐδ φησι·

27

.

520

(50)

«Κύριε, μνήσθητι, κατὰ τὴν πραότητα αὐτοῦ ἀποδι‐ δοὺς αὐτῷ.» Ὡς γὰρ αὐτὸς πρᾶος ὢν ἠφίει τῷ Σαοὺλ τὰ εἰς αὐτὸν ἀδικήματα, οὕτω καὶ αὐτῷ συγχώρη‐ σον τὰς πλημμελείας. Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς
55πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακὼβ, καὶ τὰ ἑξῆς. Μαθὼν γὰρ ἐξ ἁγίου
Πνεύματος, ὡς ἐπιδημήσει τοῖς ἀνθρώποις ὁ Κύριος,

27

.

521

ἄφεσιν διδοὺς τῶν πολλῶν ἁμαρτημάτων, καὶ αὐτὸς σωθήσεσθαι διὰ ταύτης ἐλπίσας, σπεύδει μαθεῖν πότε ἔσται, καὶ ποῦ γενήσεται, τίνα δὲ τρόπον ἐπι‐ δημήσει. Ταῦτα γνῶναι ποθῶν, εἰς τοσαύτην ἑαυτὸν
5ὑπέβαλε κάκωσιν, ὡς πᾶσαν μὲν παραιτεῖσθαι στρω‐ μνὴν, ἀποτάξασθαι δὲ τῷ οἴκῳ, κεῖσθαι δὲ πρὸ τοῦ Θεοῦ κατὰ πρόσωπον τοῦ ἁγιάσματος ἐπ’ ἐδάφους, ὅρκῳ βεβαιώσας μὴ ἀναστῆναι πρὶν ταῦτα μαθεῖν. Ἐπὶ δὲ τῇ τούτου εὐτονίᾳ λαβὼν οἶκτον ὁ Θεὸς ἐπι‐
10νεύει· ὡς ἓν ἅπαξ ὠμόσας μὴ ψεύσατο· ὅθεν ἐπ‐ ήνεγκεν· Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφρανθά· αὕτη ἐστὶν ἡ Βηθλεέμ. Τίνα δὲ αὐτὴν ἢ τὴν μέλ‐ λουσαν ἔσεσθαι Κυρίου ἔλευσιν; Εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ.
15Τὸ γὰρ σπήλαιον ἐν ᾧ γεγένηται ὁ Χριστὸς ἐν πε‐ δίοις ἐστὶν, ἤτοι τοῖς ἀγροῖς. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ. Τὰς κατὰ καιρὸν ἐσομένας Ἐκκλησίας σημαίνει. Προσ‐ κυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες
20αὐτοῦ. Τὸ ὄρος τῶν Ἐλαιῶν φησιν, ἔνθα πᾶς παρ‐ ερχόμενος προσκυνεῖ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου. Τὴν εἰς οὐρανοὺς ἀνάληψιν ἐπισπεύδουσιν αὐτοῦ. Σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Κιβωτὸν τοῦ ἁγιά‐
25σματος τὴν ἁγίαν αὐτοῦ σάρκα φησίν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην. Οὐκ‐ έτι, φησὶ, κατὰ τὸν νόμον στολὰς, ἀλλ’ αὐτὴν τὴν δι‐ καιοσύνην. Δικαιοσύνη δὲ ὁ Χριστός. Ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς
30τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Μετὰ τῆς εἰς πάν‐ τας ἀνθρώπους εὐεργεσίας καὶ τοῦ Δαυῒδ μνήσθητι, ὁ ποιήσας αὐτὸν ἐπιστρέφειν διὰ τὴν ἁμαρτίαν. Δοῦ‐ λος γὰρ ὁ ἐξ αὐτοῦ κατὰ σάρκα λαβὼν τὴν τοῦ δού‐ λου μορφήν.
35 Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Καὶ ποῦ τὸ, ὤμοσεν; ἐν τῷ εἰπεῖν πρὸς αὐτόν· Καὶ ἔσται, ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, ἀναστήσεται ἐκ τοῦ σπέρ‐ ματός σου ἄλλος, ὃς ἔσται ἐκ τῆς κοιλίας σου.
40Καὶ ἑτοιμάσω εἰς τὸν αἰῶνα τὴν βασιλείαν αὐ‐ τοῦ. Αὐτὸς οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου· καὶ ἀνορθώσω τὴν βασιλείαν αὐτοῦ εἰς τὸν αἰῶνα. Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.
45 Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου. Τὴν μέλλουσαν σαφῶς ἀνακηρύττει διαθήκην, ἣν εἰ ἦσαν φυλάξαντες οἱ κατὰ σάρκα υἱοὶ τοῦ Δαυῒδ, ἔμελλον ἂν μὴ ἐκπεσεῖν τῆς ἡτοιμασμένης βασι‐ λείας.

27

.

521

(50)

Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα. Εἰ γὰρ ὁ πάλαι ναὸς ἔρημος διὰ μανίαν τῶν Ἰουδαίων, ἀλλ’ οὖν ἐκεῖ πάλιν καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως, καὶ τῆς ἀναλήψεως τὰ χωρία τῆς θείας ἠξίωται χά‐ ριτος.
55Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω. Ἕκαστος
γὰρ τῶν τοιούτων, δικαίου σπέρμα τυγχάνων, οὐκ

27

.

524

ἐλαττοῦται ἄρτοις. Γράφεται δὲ καὶ, Τὴν χήραν αὐ‐ τῆς, καὶ δηλονότι τὴν ἀπροστασίαστον. Τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς κατὰ Θεὸν μὲν πτω‐ χεύσαντας· ἄρτων δὲ τῶν νοητῶν.
6 Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν. Αὐτός ἐστι πάλιν ὁ Χριστὸς ἡ σωτηρία, ὁ καὶ δικαιοσύνη ἐν τοῖς ἀνωτέροις ὠνομασμένος. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ. Κατ’ ἐκεῖνον
10τὸν χρόνον καθ’ ὃν ἐπιφανεῖ τὸ σωτήριον, δηλονότι ἡ δόξα ἀνατελεῖ τοῦ Δαυΐδ. Ἡτοίμασα λύχνον τῷ Χρι‐ στῷ μου. Τοῦτο περὶ Ἰωάννου φησὶ, κατὰ τὸ εἰρημένον παρὰ τοῦ Κυρίου· Ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιό‐ μενος καὶ φαινόμενος.
15tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛΒʹ.
16tὙπόθεσις.
17Ἡ τεσσαρεσκαιδεκάτη ᾠδὴ ἀκολούθως τῇ τοῦ Σω‐ τῆρος ἐπιλάμψει τὸ ἐξ αὐτοῦ δωρούμενον τοῖς ἀν‐ θρώποις καλὸν φανερὸν ποιεῖ λέγουσα.
20 Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνόν. Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα. Ἐπει‐ δὰν, φησὶ, συναχθείη ἡ Ἐκκλησία, καὶ μίαν ὥσπερ τινὰ ἁρμονίαν ποιήσηται, τότε δὴ τότε καὶ χρίσις τοῦ ἁγίου Πνεύματος καὶ ἱεράτευμα προσαχθῇ πρῶ‐
25τον μὲν ἐπὶ τὴν κεφαλὴν τῆς Ἐκκλησίας, ἥτις ἐστὶν ὁ Χριστὸς, ἔπειτα καὶ εἰς τὸν πώγωνα, ὅς ἐστιν εὐ‐ πρέπεια τοῦ προσώπου τῆς Ἐκκλησίας. Νοοῦνται δὲ διὰ τούτου οἱ ἀπόστολοι. Τὸ τελευταῖον δὲ καὶ εἰς ὅλον τὸ σῶμα μεταβέβηκε, τουτέστιν εἰς ἅπαντας
30τοὺς ἐν τῇ Ἐκκλησίᾳ ἐνδεδυμένους Χριστόν. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, καὶ ζωὴν ἕως τοῦ αἰῶνος. Ἐκεῖ, φησί· δῆλον δὲ, ὅτι παρ’ αὐτοῖς τοῖς κατοικοῦσιν ἀδελφοῖς ἐπὶ τὸ αὐτό· καὶ ζωήν· οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν ἀθάνατον.
35Ἐπὶ τὴν Σιὼν γὰρ ἡ τοῦ παναγίου Πνεύματος ἐπὶ τοὺς ἱεροὺς ἀποστόλους ζωοποιὸς κατεπέμφθη δρό‐ σος, δι’ ἧς ἅπαντες οἱ πιστεύοντες τὴν αἰώνιον εὐ‐ λογίαν καρποῦνται. Ἐκείνων γὰρ ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία.
40tᾨδὴ τῶν ἀναβαθμῶν. ΡΛΓʹ.
41tἸδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦ‐
42tλοι Κυρίου.
43tὙπόθεσις.
44Ἡ πεντεκαιδεκάτη ᾠδὴ τοῖς ἔτι κατηχουμένοις ἐν
45τῇ Ἐκκλησίᾳ αἰνεῖν τὸν Θεὸν παρακελεύεται. Δού‐ λους δὲ αὐτοὺς καλεῖ, ἅτε μήπω τῆς υἱοθεσίας ἠξιω‐ μένους. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια. Ἐν νυκτὶ ἔτι ἑστάναι αὐτούς φησιν, ἅτε μὴ φωτίσματος τοῦ ἁγίου Πνεύματος ἠξιω‐

27

.

524

(50)

μένους. Εὐλογήσαι σε Κύριος ἐκ Σιών. Ἐκ Σιὼν δέ φησιν· ἐπειδὴ καὶ τοὔνομα ποθεινὸν ὑπῆρχεν αὐτοῖς, ἔνθα πάσης ἁγιστείας ὑπόθεσις ἦν. Εἶτα διδάσκει πανταχόθεν καλεῖν λέγων· Ὁ ποιήσας τὸν οὐρα‐
55νὸν καὶ τὴν γῆν.
56tἈλληλούϊα. ΡΛΔ.
57Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύ‐

27

.

525

ριον. Ἔτι καὶ οὗτος τοῖς εἰσαγομένοις λέγεται ψαλ‐ μὸς, παρακελευόμενος, Αἰνεῖτε τὸν Θεόν. Τὸ γὰρ, ἀλληλοὺ, ἑρμηνεύεται, αἰνεῖτε, τὸ δὲ, ἴα, τὸν Κύ‐ ριον.
5 Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος· ψά‐ λατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν. Ψάλλειν αὐ‐ τοὺς προτρέπεται, ἀφ’ ὧν ἤδη καὶ ἕτερον ἐν Αἰ‐ γύπτῳ εἰδωλολατρήσαντες. Οὗτοι δὲ ἦσαν οἱ ἐξ Ἰα‐ κώβ. Ἐκλήθησαν δὲ εἰς τὸ ὑμνεῖν τὸν Θεόν. Ἰσραὴλ
10εἰς περιουσιασμὸν ἑαυτῷ. Ἀντὶ τοῦ, ἐξαίρετον· ὁ γὰρ διορατικὸς νοῦς ἐστιν Ἰσραήλ. Ὅτι ἐγὼ ἔγνων, ὅτι μέγας Κύριος, καὶ ὁ Κύ‐ ριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ἀπὸ τῆς δη‐ μιουργικῆς δυνάμεως ἔγνωκεν αὐτὸν Κύριον.
15 Ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ἀβύσσοις. Ἀνάγων νεφέλας ἐξ ἐσχάτων τῆς γῆς. Τοῦτό φη‐ σιν, ἐπειδὴ ἔξωθεν τὴν γῆν περιέχουσιν αἱ θάλασ‐ σαι, ἀφ’ ὧν τὰς νεφέλας ἀνάγει. Ἀστραπὰς εἰς ὑε‐ τὸν ἐποίησε. Καὶ τοῦτο σύμβολον εἴη τῆς θεοπρε‐
20ποῦς δυνάμεως, τὸ ἐν τῷ αὐτοῦ συμμίξαι τὸ πυρ‐ ῶδες τῶν ἀστραπῶν καὶ τὸ ὕδωρ. Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτῶν. Τὸ ἀκατάληπτον ἀνθρώποις τῆς τῶν ἀνέμων ἐδήλωσε φύσεως διὰ τῶν θησαυ‐ ρῶν. Ὅμοιον δὲ Τὸ εἰρημένον παρὰ Κυρίου· Τὸ
25Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις· ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀν‐ θρώπου ἕως κτήνους. Τὴν τελευταίαν πληγὴν ἔθηκε
30πρώτην, ἐπεὶ μετ’ αὐτὴν ἐδέξαντο τὴν ἐλευθερίαν. Λέγει δὲ καὶ κτηνῶν, ἐπειδὴ διὰ τὸν ἄνθρωπον ταῦτα γεγένηται, καὶ δι’ αὐτὸν καὶ κολάζεται. Ὥστε πρὸς αὔξησιν φόβου δειχθῆναι θεήλατον τὴν πληγήν.
35 Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Μετὰ τὸ δεῖξαι τὴν θείαν πρόνοιαν καὶ δοξολογῆσαι, ὡς ἔτι δούλοις τοῖς ἀπὸ τῶν ἐθνῶν ἀρτίως προσελθοῦσι διαλεγόμενος, παρα‐ βάλλει τῶν θεῶν ὧν ἡγοῦντο πάλαι τὸν ἔλεγχον ἀκο‐
40λούθως· ὡς εἶπεν· Ὅτι ἐγὼ ἔγνωκα, ὅτι μέγας ὁ Κύριος, καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς. Ὁ μὲν γὰρ τοσαῦτα καὶ τοιαῦτα πεποίηκεν· οἱ δὲ πρότερον ὑμῶν θεοὶ μόνον εἴδωλα νεκρὰ καὶ κωφὰ, οἷς ὅμοιοι γένοιντο οἱ ποιοῦντες αὐτά. Πῶς
45γὰρ οἱ τοῖς ἀψύχοις προσκυνοῦντες οὐκ ἀπελιθώθη‐ σαν τὰς ψυχάς; καὶ οὓς ἔφη κατὰ τὴν συνήθειαν ἄνωθεν θεοὺς, νῦν ἐπαισχύνει καὶ κέκληκεν εἴδωλα, διαβάλλων τῇ τε ὕλῃ καὶ τῇ ἐργασίᾳ.
49tἈλληλούϊα. ΡΛΕʹ.

27

.

525

(50)

Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις. Λόγος ἀρχαῖός φησιν εἰς δώδεκα τμή‐ ματα διαιρεθεῖσαν τὴν θάλασσαν, ἑκάστῃ φυλῇ μίαν
55ἀποδοῦναι ὁδόν. Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ.
Οὐκ ἔλαττον τῆς θαλάσσης τῆς ἐρήμου τὸ θαῦμα.

27

.

528

Πολλὰ γὰρ τὰ θάνατον ἀπειλοῦντα, λιμὸς, αὐχμὸς, δίψα, πλῆθος θηρίων, ἁπάντων ἐπιτηδείων ἡ ἐρη‐ μία. Οἱ δὲ μηδενὸς φοβοῦντος ἐβάδιζον. Ἐκ δὲ δύο δυνατῶν καὶ βασιλέων, οἳ ἐπὶ ῥώμῃ καὶ δυναστείᾳ καὶ
5μεγέθει σώματος ἐσεμνύνοντο, ἐῤῥύσατο αὐτούς. Ὢγ πηχῶν ἔχων ἐννέα τὸ μῆκος, καὶ πέντε τὸ πλάτος, καὶ σιδηρᾶν εἶχε τὴν κλίνην.
9Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Οὐχ ἁπλῶς
10δὲ τοὺς ἄλλους παραλείπων βασιλέας τούτων διαφε‐ ρόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοδότου νίκης ἀναμιμνήσκων. Ἐπὶ ῥώμῃ γὰρ οὗτοι καὶ δυναστείᾳ καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ
15Κύριος. Πλέον ἁρμόσει ὁ λόγος ὁ λέγων, Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, τοῖς τῆς νοητῆς δουλείας ἀπαλλαγεῖσιν, ἤτοι, τῆς αἰσθη‐ τῆς. Ὁ διδοὺς τροφὴν πάσῃ σαρκί. Οὐ γὰρ μέχρι
20τῶν εὐσεβούντων ἡ τοῦ φιλανθρώπου Θεοῦ κηδεμο‐ νία, ἀλλὰ καὶ μέχρι τῶν ἀλόγων, ὡς ἑκάστῳ κατάλ‐ ληλον διδόναι τροφὴν, ἐκτείνεσθαί τε τὴν πρόνοιαν ἀπὸ τῶν κατ’ οὐρανὸν θαυμάτων μέχρι τῶν ἐπὶ γῆς σμικροτάτων· ἐντεῦθεν δὲ πάλιν διῆκεν εἰς οὐρανόν.
25Διὸ μετὰ τὸ, πάσῃ σαρκὶ, ἐπενήνοχεν· Ἐξομολο‐ γεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ. Καὶ πάντων ὢν ποιη‐ τὴς, οὐρανοῦ κατ’ ἐξαίρετον χρηματίζει Θεὸς, ὑπὸ τῶν ἐκεῖ διαιτωμένων θεραπευόμενος. Καθαρὸν γὰρ ἁμαρτίας ἐστὶ χωρίον.
30tΤῷ Δαυῒδ διὰ Ἱερεμίου. ΨΑΛΜΟΣ ΡΛϛʹ.
31 Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν. Διδάσκει ὁ λόγος τοὺς πολλοῖς ὕστερον χρόνοις ἐσομένους ἐν Βαβυλῶνι διὰ τὴν ἀνο‐ μίαν κλαίειν, ἀδημονεῖν, ἐπιζητοῦντας τῶν οἰκείων
35ἀγαθῶν τὴν ἀπόληψιν. Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Ἤτοι, μὴ τύχοιμι τῆς ἄνωθεν βοηθείας.
39Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν
40μή σου μνησθῶ. Τί γὰρ ὄφελος ἐῤῥῶσθαι λόγου ὄργανον, πρὸς τὸ δέον μὴ κρουόμενον; Διὸ καὶ τὴν ζωὴν ἅπασαν οἱ μακάριοι ἄνδρες τῇ περὶ τοὺς ὕμνους ἂν ἦσαν φροντίδι λέγοντες· ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου. Ἦν δὲ ἡ πόλις αὐτοῖς τιμία διὰ τὴν θείαν
45λατρείαν, ὡς προείρηται τὸ, Ἕνεκα Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι. Ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου. Τὴν σὴν, φησὶ, μνή‐ μην πάσης εὐφροσύνης προτάξω. Ἀγαθὰς γὰρ οὕτω

27

.

528

(50)

καὶ τὰς λοιπὰς ἡμῖν εὐφροσύνας γενέσθαι συμβαίνει. Καὶ ὁ Κύριος δὲ τὰς ἱερὰς τροφὰς πρὸ τῶν σωματι‐ κῶν εἰσηγεῖται. Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδώμ. Οἱ υἱοὶ Ἐδὼμ οἱ ἀπὸ Ἠσαῦ Ἰδουμαῖοι, οἳ καὶ ἁλούσης τῆς
55Ἱερουσαλὴμ ἐπέμβαινον πικρῶς, ἕως ἐκ θεμελίων αὐτὴν ἀνασπασθεῖσαν ἔγνωσαν.
Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος. Προφητικὸς

27

.

529

ὁ λόγος κἀκεῖνος τῆς Βαβυλῶνος σημαίνει τὴν πόρ‐ θησιν. Μακάριος ὃς ἀνταποδώσει τὸ ἀνταπόδομά σου. Ἐκεῖνος, φησὶ, μακάριος ὁ ἀνταιχμαλωτεύων σε.
4tΤῷ Δαυῒδ διὰ Ζαχαρίου. ΨΑΛΜΟΣ ΡΛΖʹ.
5tὙπόθεσις.
6Ὁ παρὼν ψαλμὸς προφητείαν περιέχει τῆς ἁπάντων ἐθνῶν κλήσεως· ἐφ’ ᾗ καὶ εὐχαριστεῖ, ὅτι οὐ μόνος αὐτὸς, βασιλεὺς ὢν, ἠξίωται τῆς θείας θεοφανείας· ἀλλὰ καὶ πολλοὺς τῶν ἐθνῶν βασιλεῖς φησι τῆς αὐ‐
10 τῆς ἀξιωθήσεσθαι χάριτος, ὅπερ μόνον μετὰ τὴν ἐπιδημίαν γεγένηται. Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Ταύτην τῷ πλουσίῳ δέδωκεν ὁ Σωτὴρ τὴν ἐν‐ τολὴν, εἰπών· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ
15ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου. Ὡς παρόντων τῶν ἀγγέλων, καὶ τὴν κατὰ Θεὸν αὐτοῦ νίκην ἀεὶ ἐπιθεωρούντων.
20Καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου. Εὐχαριστήσω, φη‐ σὶν, ἐφ’ οἷς τῆς μὲν σκιᾶς λελύτρωμαι, τῆς δὲ ἀλη‐ θείας ἠξίωμαι. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου. Ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει τὴν εὐχα‐
25ριστίαν ἀναφέρειν λέγει. Οὐκ ἐφ’ οἷς εὖ ἔπαθον μό‐ νον εὐχαριστῶ· ἀλλὰ καὶ δι’ ὅλου τὴν δόξαν τὴν σὴν θεωρῶν, δημιουργήσαντος, εὐεργετοῦντος, κολάζον‐ τος. Οὐδὲν γὰρ τῆς κτίσεως ὃ μὴ τὴν σὴν μεγαλο‐ σύνην κηρύττῃ.
30 Πολυωρήσεις με ἐν ψυχῇ μου δυνάμει σου. Πολυωρίαν τὴν πολυχρονιότητά φησιν. Ὁ δὲ νοῦς· Δυνάμει τῇ σῇ μεταποιήσεις με ἐκ φθορᾶς εἰς ἀφθαρσίαν. Καὶ ᾀσάτωσαν ἐν ταῖς ᾠδαῖς Κυρίου, ὅτι με‐
35γάλη ἡ δόξα Κυρίου. ᾨδὰς Κυρίου ἀναγέγραφεν, ἃς ᾄδειν τοὺς ἐξ ἐθνῶν πάντας ἐπαγγέλλεται.
38 Ὅτι ὑψηλὸς Κύριος καὶ τὰ ταπεινὰ ἐφορᾷ. Μὴ θαυμάσῃς, φησὶν, εἰ ταῦτα γενήσεται ἐν ἀνθρώποις·
40οὐ γὰρ ἀπηλλοτρίωται τῆς τοῦ Θεοῦ προνοίας τὰ ἀν‐ θρώπινα. Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει. Προώρισε γὰρ ἀπὸ καταβολῆς κόσμου κατὰ τὸν θεῖον Ἀπόστολον τὴν κλῆσιν τῶν ἐθνῶν, καὶ τὴν εἰς τὰ ὑψηλὰ ἀναγωγήν.
45 Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με. Ὅμοιον τό· Θλίψιν ἕξετε ἐν τῷ κόσμῳ· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Ἐπ’ ὀργὴν ἐχθρῶν μου ἐξέτεινας τὰς χεῖράς σου. Ἐπενήνε‐ κται γὰρ κατ’ αὐτῶν ἡ δεξιὰ τοῦ Πατρὸς, τουτέστιν

27

.

529

(50)

ὁ Υἱὸς, ἥτις καὶ ἔσωσεν ἡμᾶς. Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Κρίνας γὰρ τὴν καθ’ ἡμῶν ἀδικίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ κόσμου.
54tΕἰς τέλος τῷ Δαυῒδ ΨΑΛΜΟΣ διὰ Ζαχαρίου ἐν
55tτῇ διασπορᾷ. ΡΛΗʹ.
56tὙπόθεσις.
57Ἀναφέρεται μὲν ὁ ψαλμὸς εἰς τὸ τοῦ Ζαχαρίου
πρόσωπον, ἔτι ὄντων ἐν τῇ αἰχμαλωσίᾳ τῶν υἱῶν

27

.

532

Ἰσραὴλ, καὶ μὴν καὶ αὐτοῦ τοῦ Προφήτου σὺν αὐτοῖς. Γράφει δὲ τῆς περὶ Θεοῦ εἰς ἡμᾶς κηδεμο‐ νίας τὸν τρόπον· καὶ ὡς οὐ μόνον τῶν καθόλου ποιεῖται πρόνοιαν, ἀλλὰ γὰρ καὶ τῶν κατὰ μέρος·
5ὡς μηδὲ τὰς κινήσεις, μηδὲ τὰς ἐνθυμήσεις ἡμῶν τῆς αὐτοῦ λείπεσθαι προνοίας. Ἀποθαυμάζει γε μὴν καὶ τῆς οἰκονομίας τὸ βάθος, τήν τε τῶν ἐθνῶν κλῆσιν κατασημαίνει σαφῶς, καὶ τὴν γεγενημένην ἀντιλογίαν τῷ Σωτῆρι Χριστῷ παρὰ τοῦ ἐξ Ἰσραὴλ
10λαοῦ. Διὰ δὴ ταῦτα πάντα καὶ εἰς τὸ τέλος ἐπι‐ γέγραπται τῷ Δαυΐδ. Εἴπομεν δὲ πολλάκις, ὡς οἱ οὕτω τῶν ψαλμῶν ἐπιγραφόμενοι εἰς τὸν τῆς ἐπι‐ δημίας ἀναπέμπονται καιρόν. Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με. Ὡς θαῤῥῶν
15βεβαίαν ἔχειν τὴν πίστιν τὴν εἰς Χριστὸν, καὶ ὡς οὐδεμία αὐτῷ κοινωνία γέγονε τῇ τοῦ φαύλου λαοῦ παρανομίᾳ, αὐτῶν τῶν καρδιῶν τὸν πλάστην ἐπικα‐ λεῖται μάρτυρα. Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μα‐
20κρόθεν, τὴν τρίβον μου καὶ τὸν σχοῖνόν μου σὺ ἐξιχνίασας. Εἰ καὶ τῶν διανοημάτων οἶδε τὴν κίνη‐ σιν ὁ Θεὸς, πολλῷ πλέον τῆς κατὰ τὸν βίον πορείας ἔχει τὴν γνῶσιν. Τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας. Σχοινισμὸς μὲν μέτρον ἐστὶν
25ὡρισμένον ὁδοῦ. Λέγει δὲ, ὡς πᾶσαν κίνησιν λογι‐ σμοῦ ἐπίστασαι· τὰς γὰρ κινήσεις διὰ τῶν ὁδῶν ση‐ μαίνει. Ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Καὶ τοῦτο μέγιστον τῶν κατορθωμάτων τῷ Δαυῒδ, μὴ ἀδικῆσαι
30τὴν γλῶσσαν μήτε ἐν ψεύδει, μήτε ἐν ἐπιορκίᾳ, μήτε ἐν ἀπάτῃ καὶ δόλῳ, καὶ πάσῃ τοιαύτῃ ἄλλῃ ὁδῷ. Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Τὰ μέσα παρασεσιώπηται, διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξύ. Οὐ γὰρ ἦν ἐν ἀρχῇ, οὐδὲ
35ἔσται πάλιν ἐν τέλει. Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ’ ἐμὲ τὴν χεῖρά σου. Εἰ καὶ ἔπλασάς με, φησὶ, καὶ γεγονότα διακρατεῖς· ἡ γὰρ ἐπίθεσις τῆς χειρὸς τοῦ Θεοῦ τὴν χορηγηθεῖσαν ἡμῖν τοῦ Πνεύματος δω‐ ρεὰν σημαίνει· ὡς οἱ ἀπόστολοι διὰ τῆς ἐπιθέσεως
40τῶν χειρῶν παρεῖχον Πνεῦμα ἅγιον. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα‐ ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὃ λέγει τοιοῦ‐ τόν ἐστιν· Ὅτι ἕτερα πλεῖστά ἐστι τὰ ἀπὸ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα, καὶ οὐχ οἷός τέ ἐστι διαγινώ‐
45σκειν. Ὑπερβάλλει γὰρ τὴν ἐμὴν δύναμιν, φησὶ, καὶ ἐπέκεινά ἐστι τῆς ἐμῆς καταλήψεως ἡ τούτων γνῶσις, ὡς μὴ δύνασθαί με ἐξευρεῖν ἢ ἐξειπεῖν αὐτά. Ὅσα γὰρ εἶπα σμικρὰ καὶ ἐλάχιστα τυγχάνει. Τῆς γὰρ θεϊκῆς δυνάμεως ἡ κατάληψις τὴν ἐμὴν σμικρό‐

27

.

532

(50)

τητα διαφεύγει. Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ. Ὅμοιον τὸ, Ὁ οὐρανός μοι θρόνος. Ἐὰν καταβῶ εἰς ᾅδην, πάρει. Προφητεύει τὴν γενομένην εἰς ᾅδου κάθοδον τοῦ Κυρίου.
55 Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ’ ὄρ‐ θρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θα‐
λάσσης. Τουτέστιν, εἰ λάβοιμι πτέρυγας πτηνῶν

27

.

533

μήπω κεκμηκότας· τοῦτο γὰρ σημαίνει τὸ, κατ’ ὄρ‐ θρον, νεαρὰς ἐν τῷ πέτασθαι καὶ δυνάμεως πεπλη‐ ρωμένας. Ὁ δέ πως νοῦς οὗτος· Πάντα, φησὶ, περι‐ ειληφὼς Κύριος, καὶ πάντα προλαβὼν οἶδας, καὶ
5πανταχοῦ πάρει, καὶ πάντα πληροῖς ὡς Θεός. Εἶτα· Τίς γένωμαι, ἄν τι συμβῇ μοι ἁμάρτημα, καὶ εἰ γένοιτό μοι χρεία δρασμοῦ καὶ φυγῆς, σοῦ τοῦ Κυ‐ ρίου πάντα ὑπειληφότος Καὶ εἶπα· Ἆρα σκότος καταπατήσει με. Τὸ, κα‐
10ταπατήσει, ἀντὶ τοῦ, σκεπάσει καὶ ἀποκρύψει τῶν σῶν ὀφθαλμῶν. Ἀλλὰ καὶ τοῦτο, φησὶ, τὸ σκότος οὕτως ἐστὶν ἐν τῇ σῇ γνώσει, ὥσπερ ἂν εἴη καὶ αὐτὸ τὸ φῶς. Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.
15Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. Νεφροὺς δέ φησιν εἶναι τοὺς φόβου ποιητι‐ κούς. Λέγει δὲ, ὅτι Σὲ διαπαντὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν εἶχον ἀεὶ τὴν σὴν κρίσιν. Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Εἰκότως, φησὶ, τὸν
20σὸν φόβον ἐκτησάμην, ἐπειδὴ κυόμενόν με ἡ σὴ πε‐ ριφρουρεῖ πρόνοια. Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώ‐ θης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολογίαν τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ ἔργα σου,
25καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Ἥτις ἐστὶ, φη‐ σὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐτή σοι τῷ Θεῷ φανερὰ τυγχάνει. Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίη‐ σας ἐν κρυφῇ. Οὐκ ἔλαθε, φησὶ, τῆς γυναικὸς ὁ
30ὄλισθος, ἢν ἐκ τοῦ ὀστέου μου λεληθότως ἐποίησας, ὕπνῳ βαρεῖ εὐνάσας με· ἀλλ’ ἔγνως τὰ ἡμέτερα κρύ‐ φια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. Καὶ ἡ ὑπό‐ στασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Καὶ εἰ διαλυθείην, φησὶ, καὶ εἰς χοῦν πορευθείην, σοὶ πάλιν
35γνωστὸν τὸ τοιοῦτόν ἐστιν Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Πρὶν γενέσθαι, φησὶ, καὶ πρὶν μορφωθῆναι, οἱ σοὶ τῆς προγνώσεως ὀφθαλμοὶ ἐθεάσαντό με καὶ προεῖ‐ δόν με, οὐχ ἁπλῶς, ἀλλ’ ὡς ἤδη ἐγκείμενον, καὶ συν‐
40ηριθμημένον, καὶ ἐν τῇ βίβλῳ σου γεγραμμένον. Ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Κατὰ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας εὐρύθμως καὶ εὐπλάστως ἑαυτοὺς διήγαγον, καὶ μηδὲ μίαν ἡμέραν αὐτοὺς ἄτυπον ἢ ἄπλαστον ἐσχηκέναι.
45 Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· Ὅμοιον τό· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐξαριθμή‐ σομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Εὔελπίς εἰμι, φησὶ, τοὺς φίλους τιμῶν τοὺς σοὺς,

27

.

533

(50)

ὅτι δὴ ἐν τῇ ἀναστάσει μετ’ αὐτῶν στήσομαι, καὶ δι’ αὐτοὺς τὴν παρὰ σοῦ κτήσομαι τιμήν. Τότε δὴ, φησὶ, καὶ οἱ ἁμαρτωλοὶ ἀποκτενοῖντο, τουτέστι, τὰς προσ‐ ηκούσας ἀπολήψονται δίκας. Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Εἰδὼς
55τὰς ἐσομένας κατ’ αὐτῶν δίκας, ἔξω που ἀφορίζει αὐτοὺς ἑαυτοῦ. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ’
ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Τὴν αἰ‐

27

.

536

τίαν φησὶ δι’ ἢν ἀπελαύνει ἀφ’ ἑαυτοῦ τοὺς ἁμαρτω‐ λούς. Διὰ τοῦτο, φησὶν, ἐλαύνονται, ὅτι ἀντιφθέγγον‐ ται καὶ ἀντιφιλονεικοῦσι Θεῷ, καὶ μάτην ἐπαιρόμε‐ νοι καταλαζονευόμενοι τοῦ τῶν ἀνθρώπων βίου.
5 Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ὅτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχόμην φίλους· τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσουν. Ἐχθροὶ δὲ τοῦ Θεοῦ πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ’ ἐκείνους οἵ τε τὴν εἰδωλολατρείαν
10πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί.
11tΕἰς τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΛΘʹ
12 Ἐξέλου με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Τῆς γενομένης ἀδικίας παρὰ τῶν δαιμόνων τῇ ἀνθρώπου φύσει κεκραγέναι πρὸς τὸν Θεὸν ποιῆσαι τὴν ἐκδί‐
15κησιν, καὶ μεταστρέψαι εἰς κεφαλὴν τῶν ἀδικούντων τὴν ἀδικίαν. Λεχθείη δὲ καὶ ἐπὶ αἰσθητῶν ἐχθρῶν τὰ λεγόμενα. Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρέτασσον πολέμους. Οὐ γὰρ μόνον
20πονηροῖς ἐχρήσαντο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκαν τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέ‐ ραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἑρμηνεύει. Ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Ταῦτα πάντα, φησὶν, ἐποίουν, ἵνα τὸν δρόμον στήσωσι τῆς
25κατὰ Θεὸν πορείας, τοὺς πόδας αὐτοῦ παγίσι περι‐ βάλλοντες, ἵνα τῆς ἐν Θεῷ στάσεως αὐτὸν καταβά‐ λωσιν. Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἐγὼ, φησὶ, Κύριε ἐπιθυμίαν ἐπιθυμῶ
30σωτηρίας· μὴ οὖν ἐγκαταλείπῃς με, ὥστε ταύτης παρατραπέντα παραδοθῆναι ἁμαρτωλῷ, ἤτοι τῷ δια‐ βόλῳ. Διελογίσαντο κατ’ ἐμοῦ· μὴ ἐγκαταλείπῃς με, μήποτε ὑψωθῶσιν. Ἐν σκέπῃ τῶν πτερύγων αὐτοῦ ἀξιοῖ σκεπασθῆναι, καὶ ὑπὸ τὴν κραταιὰν αὐ‐
35τοῦ χεῖρα, ἀφ’ ἧς οὐδεὶς δύναται ἁρπάσαι, ἵνα μὴ ὡς ἐπί τι ἄλλο τι μεγαφρονήσωσιν. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Ἐπ’ αὐ‐ τοὺς, φησὶν, ἔλθοι ὃ ἐβουλεύσαντο. Τοῦτο γὰρ σημαί‐ νει ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κεφαλὴ γὰρ
40τῶν ἁμαρτωλῶν ὁ λογισμὸς καὶ ἡ αἴσθησις. Τῆς οὖν ἐπιβουλῆς αὐτῶν τῆς κατ’ ἐμοῦ, δι’ ἧς ἐκύκλωσάν με ἡ ἀρχὴ καὶ ἡ κεφαλὴ, οὐ μὴν ἀλλὰ καὶ ὁ κόπος αὐ‐ τῶν, καὶ ὁ μόχθος ὁ κατ’ ἐμοῦ, εἰς αὐτοὺς ἔλθοι. Οὓς καὶ δίκῃ παραδοθῆναι τῇ διὰ πυρός.
45 Πεσοῦνται ἐπ’ αὐτοὺς ἄνθρακες ἐν πυρί. Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. Κατα‐ βαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑπο‐ στῶσι. Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσον‐ ται τούτων. Ταῦτα δὲ συμβαίνει τῷ Σαοὺλ ἐν τῷ

27

.

536

(50)

κατὰ τοὺς ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τὸ τοῦ βίου τέλος. Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Ἐκδέχεται μὲν τοὺς ἀσεβεῖς τὸ αἰώνιον πῦρ. Καὶ ἐν τούτῳ δὲ τῷ βίῳ εἰς τέλος οὐ κατευθυνθήσε‐
55ται γλωσσώδης. Οὐδεὶς γὰρ μάχιμός τε καὶ λοίδορος, ὅς ἐστιν ἐν τῇ γεώδει προαιρέσει, κατευθύνεται, ὑπὸ τοῦ μάχιμος εἶναι στρεβλούμενος. Φιλαμαρτήμονες γὰρ ὄντες οἱ τοιοῦτοι, πῶς ὑπ’ ἀρετῆς κατευθύνον‐
ται; Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.

27

.

537

Ὥσπερ γὰρ ὑπὸ οἰκείας νόσου διαφθείρεται ἄνευ τῆς ἑαυτοῦ κακίας, δίκην δοὺς τὴν προσήκουσαν. Ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν ἡ κακία διαφθείρειν.
5tΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΜʹ.
6tὙπόθεσις.
7Ὅμοιος καὶ αὐτὸς τῷ ὀπίσω κεῖται, πλὴν δογμα‐ τικώτερος. Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου·
10πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκρα‐ γέναι με πρὸς σέ. Ἡ κραυγὴ τὸ σύντονον τῆς δια‐ νοίας πάντως δηλοῖ. Εὐμενῶς, φησὶ, Δέσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα
15ἐνώπιόν σου. Τὰ ἀπὸ διανοίας θυμιάμασι παρεικά‐ ζει, ἅτε λεπτὰ ὄντα, καὶ τῷ μόνῳ ἀνατιθέμενα τῷ Θεῷ. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Τὰς πράξεις τὰς διὰ τῶν χειρῶν δηλουμένας θυσίᾳ παρεικάζει, ἅτε παχύτερα ὄντα παρὰ τὰς τῆς δια‐
20νοίας αἱρέσεις. Τὸ δὲ ἑσπερινήν φησιν, ὅτι χρὴ μέχρι τέλους πράξεις ἐπιτηδεύειν ἀγαθάς. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύ‐ ραν περιοχῆς περὶ τὰ χείλη μου. Ἐπειδὴ μέγα οἶδε τὸ κατορθοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν
25αἰτεῖ ταύτης τὴν ἐγκράτειαν αὐτῷ χαρίσασθαι. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πο‐ νηρίας. Τουτέστι μὴ συγχωρήσῃς παρατραπῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ καλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἵνα μὴ νοῶ, φησὶν, ἐννοίας παρανομίας.
30 Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Πᾶσαν μὲν παιδείαν δεξαίμην τοῦ δικαίου, τὴν εὐλο‐ γίαν δὲ καὶ τὴν κολακείαν τοῦ ἁμαρτωλοῦ μὴ λά‐ βοιμι, δι’ ἧς ὥσπερ ἔλαιον τὴν κεφαλήν μου κατα‐ χρίουσιν.
35 Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν, κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἐγγὺς, φησὶ, πέτρας γενόμενοι καταποντι‐ σθήσονται. Σημαίνει δὲ, ὡς αὐτὸς αὐτοὺς ὁ Χριστὸς καταποντίσει εἰς τὴν ἄβυσσον. Ἀκούσονται τὰ ῥή‐
40ματά μου, ὅτι ἡδύνθησαν. Ἔκβασις, φησὶ, τῆς κατ’ αὐτῶν προλεχθείσης τιμωρίας, πίστιν ἀληθείας καὶ εὐπρεπείας τὰ ἐμὰ λάβοιεν ῥήματα. Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς. Πᾶν, φησὶ, τὸ γεῶδες ἡμῶν διεῤῥήξαμεν, ταπεινοῦντες
45ἑαυτοὺς διὰ σέ· οὕτως ὡς πᾶσαν δύναμιν ἡμῶν μέχρι ᾄδου κατενεχθῆναι. Ὅμοιον δὲ τοῦτο τῷ, Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.
49Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου.

27

.

537

(50)

Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ· ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντ‐ ανέλῃς τὴν ψυχήν μου. Ἀντὶ τοῦ· Μὴ ἐκχύσῃς ἣ ἐκκενώσῃς τῆς ἐλπίδος ἧς ἔχω πρὸς σέ.
55 Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτω‐ λοί. Ἐμπέσοιεν, φησὶν, εἰς τὰ ἑαυτῶν δίκτυα οἱ
ἁμαρτωλοί. Καταμόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

27

.

540

Τότε, φησὶ, παρελεύσομαι ἀφόβως καὶ ἀμερίμνως, ὅταν αὐτοὶ οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπέσωσι δικτύοις. Ἐγὼ δὲ τούτων κεχωρισμένως διατελέσω ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας.
5tΣυνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ
6tσπηλαίῳ, προσευχή. ΡΜΑʹ.
7tὙπόθεσις.
8Προσευχὴ μὲν ἔστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα. Πλὴν ἀλλὰ δεῖται συνέσεως· ὅπως ἂν ἡμεῖς μάθω‐
10 μεν τίνι τρόπῳ ἐν περιστάσεσιν ὄντες διαφυγεῖν δυνηθῶμεν τὰ πονηρά. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου. Ὅλην ὥσπερ τὴν διάνοιαν αὐτοῦ ἀνα‐
15τέθεικε, φησὶ, τῷ Κυρίῳ. Τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Τὸν περὶ αὐτῆς, φησὶ, τῆς ψυχῆς ἀγωνιζόμενος δρόμον, τὰς δεήσεις ἀναφέρω, τὰς θλίψεις διαδοῦναι εὐχόμενος. Ὡς οὐ δικαίως διώκο‐ μαι, ἐπίστασαι, φησίν.
20 Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Ταῦτα δὲ ἔδρων, τὴν ὑπερβολὴν θεώμενος τῶν κακῶν· παρ’ αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. Καὶ σὺ ἔγνως τὰς τρίβους μου, θαῤῥοῦντος τῇ τοῦ βίου πορείᾳ καὶ ταῖς πράξεσι τὸ, Σὺ ἔγνως τὰς τρίβους μου.
25Ὁρῶν δὲ τοὺς νοητοὺς τῆς ψυχῆς ἐχθροὺς παρασκευά‐ σαντας εἰσελθεῖν τὸν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυῒδ, εἰκότως ἐλέγετο· Ἔκρυ‐ ψαν παγίδα μοι, ἣν ἡ παροῦσα κατήργησε προσ‐ ευχή. Τὸ γὰρ ἐπ’ ἀνθρώποις, συλληφθεὶς ἐν τῷ σπη‐
30λαίῳ, δρασμοῦ παντὸς ἀποκέκλειστο, καὶ οὐκ ἦν ὁ ῥυόμενος, ἢ ἐκζητῶν αὐτοῦ τὴν ψυχήν. Ἐν ὁδῷ ταύτῃ ᾖ ἐπορευόμην ἔκρυψαν παγίδα μοι. Εἴ τις τὸν ἐν τῷ σπηλαίῳ λογίσηται τόπον, εὑ‐ ρήσει προσηκόντως τὰ εἰρημένα. Κατενόουν εἰς τὰ
35δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Παρατιθέντες τὰς ἀγχιθύρους κακίας τοῖς ἀσκου‐ μένοις ἀρεταῖς. Οἷον ὁδεύοντι ἐπὶ σοφίαν, ἔκρυπτον παγίδα, σοφίαν οὐ Θεοῦ· καὶ ζητοῦντι γνῶσιν, παρ‐ ετίθεσαν τὴν ψευδώνυμον. Ἔχει δέ τινα ὁμοιότητα
40τὸ ῥητὸν πρὸς τὸ, Ἐχόμενα τρίβου, σκάνδαλα ἔθεντό μοι. Δύνανται δὲ καὶ αἱ ὑπερβολαὶ δηλοῦσθαι παγίδες, εἰς ἃς ἐμπίπτει ὁ μὴ φυλαττόμενος, περὶ ὧν λέγει· Κατενόουν εἰς τὰ δεξιά. Τοῖς γὰρ φιλο‐ τιμοτέροις εἰς δεξιὰ παγίδες.
47 Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ‐ ζητῶν τὴν ψυχήν μου. Οὐ γὰρ ἦν ἀποδιδράσκειν ἐκ τοῦ σπηλαίου τῶν ἔμπροσθεν κατεχομένων ὑπὸ τοῦ

27

.

540

(50)

Σαούλ. Οὐδεὶς, φησὶ, τῆς ἐμῆς ψυχῆς τὴν σωτηρίαν ἐπιζητεῖ Ἐκέκραξα πρὸς σὲ, Κύριε. Ἐπ’ αὐτῷ γὰρ μόνῳ δεῖται τὰς ἐλπίδας τῆς σωτηρίας. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτά
55φησιν ὡς πρὸς τὸν τοῦ σπηλαίου τόπον. Ὁ δὲ Σύμ‐ μαχος· Ἔξω ποίησον ἀποκλεισμοῦ τὴν ψυχήν μου. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐπειδὰν, φησὶ, ταύτης με τῆς θλίψεως ἀπέλυσας
καὶ τῆς εἱρκτῆς, εὐχαριστηρίους ἀναπέμψω ᾠδάς.

27

.

541

Ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ἐὰν ἐξαγάγῃς με, φησὶν, ἐντεῦθεν ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, καὶ οἱ λοιποὶ δίκαιοι ἐμὲ ὑπό‐ δειγμα πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ ἐκ τῶν κατ’ ἐμὲ
5τὰ κατ’ αὐτοὺς ἀποταμιευόμενοι, ἀποδώσουσί σοι τὰς λιτὰς καί σοι προσδραμοῦνται.
7tΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυῒδ, ὅτε κατεδίωκεν αὐτὸν
8tὁ υἱὸς αὐτοῦ Ἀβεσσαλώμ. ΡΜΒʹ.
9tὙπόθεσις.
10Καὶ οὗτος ὁμοίαν ἔχει τοῦ πρὸ αὐτοῦ τὴν ὑπόθεσιν. Εὔχεται γὰρ ἀπὸ τῶν διωκόντων ῥυσθῆναι, ὡς ὁ Ἀπόστολός φησι. Τυπικῶς δὲ ταῦτα συνέβη τοῖς ἀρχαιοτέροις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Διδασκόμεθα τοίνυν ἐν περιστάσεσιν ἐπὶ μόνον κα‐
15ταφεύγειν τὸν Θεόν. Ἰστέον δὲ ὅτι ἀναφέρεται εἰς τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἡ προσευχὴ κατα‐ διωκομένης καὶ θλιβομένης ὑπὸ τοῦ πλεονεκτήσαν‐ τος Σατανᾶ, οὗ καὶ ῥυσθῆναι εὔχεται διὰ τῆς παρ‐ ουσίας τοῦ Μονογενοῦς.
20 Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Εἰσ‐ ακουσθῆναι, φησὶν, ἀξιῶ διὰ τῆς σῆς ἀληθείας. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Ἔσο μοι ὑπήκοος, τὸν Μονογενῆ σου ἀποστείλας, ὅς ἐστιν ἀλήθεια καὶ δικαιοσύνη.
25 Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶ‐ νος. Σκοτίαν τὴν ἀγνωσίαν ἣν ἔσχε ποτὲ δηλοῖ. Οὐδὲν γὰρ διεφερόμην νεκροῦ. Νεκροὺς αἰωνίους τοὺς πά‐ λαι εἰδωλολάτρας φησίν.
30 Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦ‐ μά μου. Ἐν ταῖς ἐσχάταις περιστάσεσιν, ἐπειδὰν ἀνακινδυνεύει τινὸς ἡ ψυχὴ, προσήκει τοῦτο λέγειν, οὐ μὴν ἐν ἀνθρωπίνοις πράγμασιν ἀναγκαίως κε‐ χρῆσθαι.
35 Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Τὴν πρωϊνὴν ἀνάστασιν τοῦ Κυρίου λέγει· ἢ τάχα καὶ τὴν πρωϊνὴν ἀνάστασιν εὔχεται παραγενέσθαι Χριστοῦ, δι’ ἧς ἐλεούμεθα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι.
40Τῆς εὐαγγελικῆς διδασκαλίας εὔχεται τυχεῖν. Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου. Τῶν νοητῶν δηλονότι.
44tΤῷ Δαυῒδ πρὸς τὸν Γολιάθ. ΡΜΓʹ.
45 Εὐλογητὸς Κύριος ὁ Θεός μου. Ἐκ περιχαρείας τὸ προοίμιον. Ὁ διδάσκων τὰς χεῖράς μου εἰς πα‐ ράταξιν. Χεῖρας τὰς πράξεις φησὶν εἶναι τὰς κατὰ θεοσέβειαν γενομένας, δι’ ὧν πολεμοῦμεν τὸν Σατανᾶν. Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ἕκαστος τῶν

27

.

541

(50)

ἀνθρώπων τῷ κόσμῳ τούτῳ ὡμοιώθη. Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς. Ἀστραπὴν τὸ εὐαγγελικὸν κήρυγμά φησιν. Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξ‐ έλου με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χει‐
55ρὸς υἱῶν ἀλλοτρίων. Ὧν τὸ στόμα ἐλάλησε μα‐ ταιότητας. Τῶν περικυκλωσάντων ἡμᾶς λογισμῶν ὑπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Ἢ καὶ ὕδατα τὸν
τῶν Ἰουδαίων φησὶ λαὸν τὸν κυκλώσαντα τοὺς ἀπο‐

27

.

544

στόλους, ἐν τῷ συσχεῖν καὶ ἀπολέσαι. Καὶ οὗτοι εἶεν υἱοὶ ἠλλοτριωμένοι, οἱ καὶ μάταια λαλοῦντες. Καὶ ποῖα μάταια, ἢ τὸ λέγειν τῷ Χριστῷ· Πῶς σὺ, ἄν‐ θρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;
5 Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Τὴν εὐαγγε‐ λικὴν δηλονότι Ἐξ αὐτοῦ δὲ τοῦ προσώπου τοῦ Δαυῒδ ὁ λόγος ἐστίν. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι. Ψαλτήριον δεκάχορδον τὸ σῶμά ἐστιν, ἅτε πέντε αἰ‐ σθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι’ ἑκάστης
10αἰσθήσεως γιγνομένης ἐνεργείας ἑκάστης. Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν ἡμῶν. Τοῖς ἁγίοις ἀποστόλοις, οὓς κατέστησεν ἄρ‐ χοντας αὐτῶν ὁ Χριστός. Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς· ῥῦσαί με
15καὶ ἐξέλου με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Διὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποίησον. Ῥομφαίαν γὰρ πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς ἀλλο‐ τρίους, ὡς δυσσεβεῖς.
20 Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ κατὰ σάρκα λαοῦ υἱοὶ, φησὶν, εὐθαλεῖς εἰσι· τοῦ δὲ κατὰ πνεῦμα τεταπεινωμένοι. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦ‐
25ται. Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικε‐ κοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τῷ ἐπιγείῳ κόσμῳ. Διὸ καὶ οὐ ναὸς Θεοῦ γεγόνασιν, ὡς αἱ ἅγιαι τῶν πι‐ στευσάντων ψυχαὶ, ἀλλ’ ὁμοίωμα ναοῦ· προσεποιοῦν‐
30το γὰρ τὴν κατὰ νόμον ἐπιτηδεύουσαι πολιτείαν. Ἀλλ’ οὐκ ἔσχον ἐν αὐταῖς τὸν Λόγον, ἀλλὰ τὸ πονηρὸν πνεῦμα. Τὰ ταμιεῖα αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τού‐ του εἰς τοῦτο. Ἐθησαύρισαν γὰρ οὐ τὸν οὐράνιον,
35ἀλλὰ τὸν ἐπίγειον πλοῦτον. Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ οὐδὲ δι‐ έξοδος. Πολλὴν, φησὶν, ἔσχον τὴν εὐημερίαν· ἀλλ’ οὐ
40μέχρι τέλους αὐτοῖς στήσεται. Τοῦτο γὰρ ἐν ἄλλῳ ψαλμῷ ἐδίδαξεν εἰπών· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακά‐ ριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Οἱ μὴ ὀρθῶς
45κρίνοντες, ἀλλὰ καὶ αὐτὰ φανταζόμενοι τὰ σαρκὸς, τὸ τούτων ἐν ἀπολαύσει γενέσθαι πολλῇ μακάριον εἶναι νομίζουσιν. Οὐκ ἔστι δὲ τοῦτο μακάριον· ἀλλὰ τὸ ἐπι‐ καλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ.
50tΑἴνεσις τῷ Δαυΐδ. ΡΜΔʹ.
51 Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Οὐχ ὡς μὴ ἔχοντι δὲ δίδωσιν ὕψος· ἀλλὰ τοῖς ἄλλοις δεί‐ κνυσιν ἔχοντα. Ὁποῖον· Πάτερ, δόξασόν σου τὸ ὄνομα ἐν τῇ γῇ. Οὐ γὰρ ἣν μὴ εἶχεν αἰτεῖ, ἀλλ’ ἣν
55καὶ εἶχε δειχθῆναι· ὡς δηλοῖ τό· Δόξασόν με τῇ δό‐ ξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέ‐
σθαι.

27

.

545

Καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε. Ἀρχὴ παρ’ Ἑβραίοις τοῦ παρόντος στίχου τὸ Βήθ. Διδάσκει δὲ ὡς οὐ μίαν ἡμέραν παραπεμπτέον ὕμνων χωρίς. Ὅλῃ μὲν οὖν ψυχῇ καὶ διανοίᾳ ὑψοῦν δεῖ καὶ εὐλογεῖν τὸν
5Θεόν· τὸ ὄνομα δὲ αὐτοῦ δοξάζειν θνητοῖς ὀνόμασί τε καὶ ῥήμασιν. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου. Τὴν ἀμφοτέρων φησὶ λαῶν συναχθεῖσαν Ἐκκλησίαν ἔκ τε τῶν ἐκ περιτομῆς καὶ τῶν ἐξ ἐθνῶν. Ἔργα δὲ αὐτοῦ,
10ἂ πεποίηται ἐν τῇ ἐπιδημίᾳ φησί· πολυτρόπως δὲ αὐτὰ ὑμνεῖ· δύναμιν, καὶ μεγαλοπρέπειαν, καὶ δό‐ ξαν, καὶ ἁγιωσύνην, καὶ θαυμάσια· καὶ πάλιν δύνα‐ μιν καὶ μεγαλωσύνην καὶ χρηστότητα, καὶ δικαιοσύ‐ νην καὶ οἰκτιρμοὺς προσαγορεύων.
16 Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι. Πρακτικῶς ἐροῦσι καὶ μετὰ ὀρθοῦ φρονήματος. Οἷόν ἐστι· Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶν‐ τος. Καὶ τὸ, Ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιά‐
20σεως· ὅτι Κύριος ὕψιστος φοβερός. Ταῦτα γὰρ ἐροῦσι δι’ αὐτοῦ τοῦ φοβεῖσθαι καὶ σέβας ἔχειν Θεοῦ. Διηγήσονται δὲ καὶ ὡς πέρας οὐκ ἔχουσαν αὐτοῦ τὴν μεγαλωσύνην, οὐ περιγράψαντες γνώσει, ἀλλ’ ὡς οὖ‐ σαν ἀκατάληπτον· μόνος γὰρ ὁ Υἱὸς γινώσκει τὸν
25Πατέρα, καὶ ὁ Πατὴρ τὸν Υἱόν. Εἰ δὲ καὶ ἀποκαλύ‐ πτει τὸν Πατέρα οἷς βούλεται, ἀλλ’ οὖν ὡς ἐφικτὸν γενητοῖς ἰδεῖν, κατὰ ἀναλογίαν ἧς τις ἔχει προπαρα‐ σκευῆς. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου
30ἐξερεύξονται. Πᾶσι μὲν αὐτὸς, ἅτε Θεὸς ὢν ἀγαθὸς, ἐπιδέδωκε τὴν χρηστότητα, καὶ οἰκτείρει πάντα τὰ ἔργα αὐτοῦ. Σώζονται δὲ οἳ τῆς χρηστότητος αὐτοῦ ἀπολαύειν ἐθέλουσιν.
34tΨΑΛΜΟΣ ΡΜΕʹ.
35 Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω τὸν Κύριον ἐν τῇ ζωῇ μου. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ δια‐ λογισμοὶ αὐτοῦ. Ἐν τῷ καιρῷ τοῦ θανάτου, φησὶ, πάντα ὅσα ἐφρόνησεν ἠχήσονται, καὶ οὐδὲν ἔσται ὧν
40ἐφαντάζετο ἐπὶ γῆς. Διδόντα τροφὴν τοῖς πεινῶσι. Πνευματικὴν δη‐ λονότι τοῖς λιμώξουσι παντὸς ἀγαθοῦ.
43tΨΑΛΜΟΣ ΡΜϛʹ.
44Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός. Ἐν
45μὲν τῷ προλαβόντι αὐτὸς ἑαυτὸν παρῄνει εἰς μόνον τὸν Θεὸν ἔχειν τὴν ἐλπίδα· ἐν δὲ τούτῳ τὸν ἀποστολι‐ κὸν χορὸν δείκνυσι διδάσκοντα τὸ πλῆθος αἰνεῖν τὸν Θεὸν, ἐφ’ οἷς τὸ γένος εὐηργέτησεν. Ἀναλαμβάνων πραεῖς ὁ Κύριος. Πραεῖς μὲν τοὺς

27

.

545

(50)

τὴν πίστιν αὐτοῦ δεξαμένους φησὶ, τοὺς μιμησαμέ‐ νους τὸν εἰπόντα· Πρᾷός εἰμι ἐγώ. Ἐγὼ δὲ τοὺς ἁμαρτωλοὺς μισῶ, φησὶν, οἵτινές εἰσιν οἱ ἀκάθαρτοι δαίμονες, οἱ τῷ πυρὶ ἐνοικοῦντες. Καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Δουλείαν
55τῶν ἀνθρώπων φησὶ βοῦς, καὶ ἡμιόνους καὶ τὰ ἕτερα
τῶν κτηνῶν.

27

.

548

(33)

Ἔστι τοίνυν τὸ ψαλτήριον ὄργανον μουσικὸν δεκά‐ χορδον, ἐκ τῶν ἄνωθεν μερῶν τῆς κατασκευῆς ἀπο‐
35τελοῦν τὸν ἦχον, ἐναρμονίως τοὺς φθόγγους πρὸς τὴν ἐκ τῆς φωνῆς μελῳδίαν ἀποδιδόν· παρὰ μὲν Ἑβραίοις ναῦλα λεγόμενον, παρ’ Ἕλλησι δὲ κιθάρα ὀνομαζόμε‐ νον. Κατεσκεύαστο γὰρ αὐτοῖς ὀρθὸν ξύλον καὶ ἀπαρ‐ έγκλιτον, χορδαὶ δὲ ἐν τούτῳ δέκα ἐτείνοντο. Ἑκάστη
40δὲ τῶν χορδῶν εἰς τὸ ἀκροτελεύτιον τοῦ ψαλτηρίου διῃρημένως ἐναπεσφίγγετο· αἱ δὲ ἀρχαὶ τῶν χορδῶν καθίεντο ἄνωθεν. Δέκα γὰρ κόλλαβοι εἴτουν πασσαλί‐ σκοι, περὶ τὸν πῆχυν τοῦ ψαλτηρίου στρεφόμενοι, ἔτεινόν τε τὴν χορδὴν καὶ ἐχάλων πρός τε τὸν ῥυθμὸν
45τῆς ἁρμονίας καὶ πρὸς τὸ τοῦ ψαλτῳδοῦ βούλημα.
Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ μέγας Βασίλειος, etc.

27

.

549

(2)

Ἀθανάσιος. Διὰ τί δὲ οἱ βασιλεῖς Ἡρώδης ὁ Ἀσκα‐ λωνίτης καὶ Πιλᾶτος ὁ Πόντιος παρέστησαν, τουτέστι παρετάξαντο καὶ ἐπῆλθον κατὰ Χριστοῦ; Διὰ τί δὲ οἱ
5ἄρχοντες τῶν Ἰουδαίων οἱ ἀσεβεῖς, καὶ λοιμοὶ, καὶ ἁμαρτωλοὶ, Γραμματεῖς, καὶ Φαρισαῖοι, καὶ νομικοὶ, εἰς ταὐτὸν συνέδραμον, καὶ κατὰ τοῦ Κυρίου, τουτ‐ έστι τοῦ Πατρὸς, καὶ κατὰ τοῦ Χριστοῦ ἐλύττησαν, τουτέστι τοῦ Υἱοῦ αὐτοῦ; Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν
10οὐδὲ τὸν Πατέρα τιμᾷ. Τάχα μὲν οὖν, ἐπειδὴ τὰ παρ’ ἐκείνοις τετολμημένα τοῦ Κυρίου μᾶλλον τὴν δύνα‐ μιν ἔδειξε, καὶ εἰς τοὐναντίον αὐτοῖς τὰ ἐπιχειρήματα γέγονεν, οἱονεὶ μυκτηρίζει αὐτοὺς ὁ Δαυῒδ, ὡς εἰς κενὸν πάντα τολμήσαντας· τάχα δὲ καὶ μέμφεται. Τί
15γὰρ δήποτε αἰτιώμενοι οἱ κατὰ Χριστοῦ συνδραμόντες σταυρῷ τοῦτον ἀνήρτησαν; Οὐχ οὗτός ἐστιν ὁ τοῖς ἔθνεσι μὲν δεδωκὼς τὴν σοφίαν, τοῖς δὲ βασιλεῦσι τὸ κράτος παρασχὼν, καὶ τοῖς ἄρχουσι τὴν ἀρχὴν κρα‐ τυνόμενος, καὶ τοῖς Ἰουδαίοις τὰ μέγιστα τερατουρ‐
20γήσας καὶ βοώμενα θαύματα;
22 Ἀθανάσιος. Ἐνταῦθα λείπει τὸ, λέγοντες, ἵνα ᾖ ἡ διάνοια αὕτη· Συνήχθησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, λέγοντες· Διακόψωμεν
25τοὺς δεσμοὺς αὐτῶν. Τίνων; τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· οὐ γὰρ ἤθελον εἴσω τῆς ἱερᾶς γενέσθαι σαγή‐ νης· Ἀποῤῥίψωμεν δὲ τὸν ζυγὸν, τουτέστι τὸν εὐ‐ αγγελικὸν νόμον καὶ τὴν ἐντολὴν, περὶ οὗ γέγραπται· Ὁ ζυγός μου χρηστός ἐστι. Τοῦτο δὲ αὐτὸς ὀνειδί‐
30ζων αὐτοῖς διὰ Ἱερεμίου ἔλεγεν· Εἶπας· Οὐ δουλεύ‐ σω σοι· τουτέστιν, Οὕτως ἐπολιτεύσω, ὥστε ἀποσεί‐ σασθαι τὴν ἐμὴν δουλείαν. Ἢ τοίνυν ταῦτα ἐκ προσ‐ ώπου τῶν Ἰουδαίων εἴρηται ἀθετούντων τὴν εἰς τὸν Κύριον ὑποταγὴν, καὶ οὔτε αὐτῷ οὔτε τῷ Πατρὶ ὑπο‐
35ζεῦχθαι θελόντων· ἢ καὶ τοῖς πιστεύσασι τὸ Πνεῦμα παρεγγυᾷ καὶ λέγει· Μὴ ὁμοιωθῶμεν τοῖς ἐπιβουλεύ‐ σασι τῷ Χριστῷ, μηδὲ συνδεθῶμεν αὐτοῖς κατὰ τὴν ὁμόνοιαν· ἀλλὰ καὶ τὸν βαρὺν τοῦ παλαιοῦ νόμου ζυ‐ γὸν ἀποτιναξώμεθα, μηδὲν ἡγούμενοι τὰ ἐν τύποις,
40εἰ μὴ νοοῖντο πνευματικῶς. Ἀσυντελὲς γὰρ πρὸς ὄνη‐ σιν ἡ σκιὰ, εἰ μὴ τὸ Χριστοῦ μυστήριον ζωγραφεῖ.
43 Ἀθανασίου. Τότε. Πότε, ἢ ὅτε ἔλεγον· Διαῤῥή‐ ξωμεν τοὺς δεσμοὺς αὐτῶν; Τίνα δέ ἐστιν ἐν ὀργῇ
45παρ’ αὐτοῦ λαληθέντα; Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι, ὅτι ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ τοῖς νομικοῖς, οὐαί. Ἢ τὸ, Τότε, εἰς τὸν καιρὸν τῆς κρίσεως ἀναφέρεται, ὅταν ὄψονται εἰς ὃν ἐξεκέντησαν. Τότε γὰρ ταράξει αὐτοὺς λέ‐

27

.

549

(50)

γων· Πορεύεσθε ἀπ’ ἐμοῦ οἱ κατηραμένοι. Ἐπει‐ ράθησαν δὲ θείας ὀργῆς, καὶ ὅτε ἡ Ῥωμαϊκὴ αὐτοῖς
ἐπιστᾶσα στρατιὰ τήν τε πόλιν ἐνέπρησε, καὶ τὸν

27

.

552

ναὸν ἐπόρθησε, καὶ τοὺς πλείονας αὐτῶν θανάτῳ παρέπεμψεν.
6Ἡ τοῦ τρίτου ψαλμοῦ ἐπιγραφὴ πρὸς τὴν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν ἱστορίαν ἡμᾶς παραπέμπει. Τῷ Δαυῒδ ἐκ διαφόρων γυναικῶν παῖδες ἐγένοντο πλείονες. Ἐν τούτοις καὶ ὁ
10Ἀμνὼν ἦν πρωτότοκος· ἐξ ἑτέρας δὲ ὁ Ἀβεσσαλὼμ καὶ ἡ Θάμαρ, ἄμφω τὴν ὄψιν καλοί. Ταύτης ἠράσθη ὁ Ἀμνών· καὶ νοσεῖν ὑποκρινάμενος, ἐπειδὴ ὁ Δαυῒδ αὐτὸν ἐπεσκέψατο, παρεῖναι ἠξίου τὴν ἀδελφὴν αὐτὸν θεραπεύσουσαν. Καὶ διαφθείρας, εἶτα μισήσας, εὐθὺς
15ἐξέπεμψεν. Ἡ δὲ τῷ ἀδελφῷ Ἀβεσσαλὼμ τὴν ὕβριν ἀπήγγειλε. Κἀκεῖνος ἀγανακτεῖ μὲν, κρύπτει δὲ τὴν ὀργήν. Μετά τινα δὲ καιρὸν τὸν Ἀμνὼν εἰς δεῖπνον καλέσας, ἀπέκτεινε, καὶ φοβηθεὶς τὴν ὀργὴν τοῦ πα‐ τρὸς, ἀπέφυγε· μετὰ δὲ τρία ἔτη ἐπάνεισι, τοῦ θυμοῦ
20κοπάσαντος τῷ Δαυΐδ. Οὐ μὴν καὶ ὄψεως ἀξιοῦται τῆς πατρικῆς αὐτίκα, ἀλλὰ μετὰ δύο ἐνιαυτούς. Ἤρ‐ ξατο δὲ ἐπιβουλεύειν τῷ πατρὶ, καὶ ἅρματα ἑαυτῷ καὶ ἱππεῖς ἐποίησε, καὶ ἰδιοποιεῖτο τοὺς ἐρχομένους κριθῆναι πρὸς τὸν βασιλέα, σχήματι ἐπιεικείας ὑπ‐
25αγόμενος τοὺς ὑπηκόους, καὶ πλῆθος ἀποστατῶν συν‐ αθροίζων, εἰς ἐπιβουλὴν τοῦ πατρός. Καὶ τέλος ἀπ‐ έστη, καὶ βασιλέα ἑαυτὸν ἀνηγόρευσε. Προσελάβετο δὲ σὺν ἄλλοις πολλοῖς καὶ τὸν Ἀχιτόφελ, ὃν ὁ Δαυῒδ εἶχε σύμβουλον, ἄνδρα δεινὸν καὶ δραστήριον. Καὶ ὁ
30Δαυῒδ ἀκούσας, φεύγει μετὰ τῶν περὶ αὑτὸν γυμνοῖς τοῖς ποσίν· ὅτε καὶ Σεμεεὶ αὐτῷ κατηρᾶτο. Εὐχόμε‐ νος δὲ τὴν τοῦ Ἀχιτόφελ διασκεδασθῆναι βουλὴν ὁ Δαυῒδ, πέμπει καὶ τὸν ἑαυτοῦ φίλον Χουσὶ τῇ ἐκείνου γνώμῃ ἀντιταξόμενον, καὶ διὰ τῶν ἱερέων Σαδὼκ καὶ
35Ἀβιάθαρ δηλώσοντα αὐτῷ πᾶν ὃ ἂν βουλεύσηται ὁ Ἀβεσσαλώμ. Ὁ δὲ Χουσὶ, ἐπειδὴ πρὸς τὸν πατραλοίαν τοῦτον ἀφίκετο, πιστευθεὶς ὡς εὔνους αὐτῷ, αὐτός τε καὶ Ἀχιτόφελ προτρέπονται ὅ τι δέον περὶ πολέμου εἰπεῖν. Καὶ ὁ Ἀχιτόφελ προτρέπεται, ταῖς τοῦ πα‐
40τρὸς τοῦτον μιγέντα παλλακαῖς, ὀπίσω διώκειν, καὶ ἀσυντάκτῳ προσβαλεῖν. Ὁ δὲ Χουσὶ περὶ μὲν τῶν παλλακῶν οὐδὲν ἀπεφήνατο· ἐξορμᾷν δὲ εὐθὺς κατὰ τοῦ πατρὸς οὐ συνεχώρει τῷ Ἀβεσσαλώμ· ἵνα μὴ, ἐν ὄρεσι, φησὶν, ἐμπεσὼν καὶ δυσφορίαις, τό τε στρα‐
45τόπεδον διαφθείρῃς, καὶ αὐτὸς ταῖς τοῦ πατρὸς λη‐ φθείης χερσί. Τοῦ δὲ πατραλοίου εἰπόντος· Ἀγαθὴ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ, λυπη‐ θεὶς Ἀχιτόφελ ἀπήγξατο. Ὁ δὲ Χουσὶ τῷ Δαυῒδ πάντα διὰ τῶν ἱερέων ἐδήλωσε, καὶ φεύγειν ἔτι ἐκέλευσεν.

27

.

552

(50)

Ἐπεὶ δὲ παρασκευασάμενος ὁ Ἀβεσσαλὼμ ὀπίσω τοῦ πατρὸς κατεδίωξε, πρότερον ταῖς ἐκείνου παλ‐ λακαῖς ἐν ὑπαίθρῳ μιγεὶς, ὁ μὲν Δαυῒδ οὐκ ἐξῆλθεν αὐτὸς εἰς ἀντιπαράταξιν, ἡγεμόσι δὲ πιστεύσας τὸ στράτευμα, ἐνετείλατο αὐτοῖς λέγων· Φείσασθέ μου
55τοῦ παιδαρίου Ἀβεσσαλώμ. Τοῦ δὲ πολέμου συῤῥα‐ γέντος ἐν τῷ δρυμῷ Ἐφραῒμ, πίπτουσι μὲν εἴκοσι
χιλιάδες ἀνδρῶν ἀπὸ τοῦ στρατεύματος τοῦ Ἀβεσσα‐

27

.

553

λώμ· αὐτὸς δὲ, ὡς εἶχεν, ἔφευγε στρέψας τὸν χαλι‐ νόν. Βαθεῖαν δὲ τὴν κόμην καὶ πολλὴν τρέφων, ἐμ‐ πλέκεται ταύτην δρυΐ· καὶ ἡ μὲν ἡμίονος ἐκ τῶν σκε‐ λῶν αὐτοῦ διωλίσθησεν· ὁ δὲ μετέωρος ἐπὶ τοῦ δέν‐
5δρου ἐκρεμᾶτο, ἕως, ἰδών τις αὐτὸν, ἀπαγγέλλει τῷ Ἰωάβ. Εἷς δὲ τῶν τοῦ Δαυῒδ ἡγεμόνων ἦν ὁ Ἰωάβ. Καὶ οὗτος, τρία βέλη λαβὼν ἀπὸ χειρὸς, εἰς τὴν καρ‐ δίαν τοῦ Ἀβεσσαλὼμ ἐνέπηξε, καὶ ἀνεῖλεν αὐτόν. Ὁ δὲ Δαυῒδ, ἀκούσας, πενθεῖ· Υἱέ μου, λέγων, Ἀβεσ‐
10σαλὼμ, υἱέ μου. Τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; Καὶ οὕτω τοῦ τυράννου διαφθαρέντος, πάλιν ὁ Δαυῒδ τὴν βασιλείαν ἀναλαμβάνει. Ἀλλὰ τοῦτο μὲν ὕστερον. Τὸν δὲ μετὰ χεῖρας ψαλμὸν συνέταξεν ἔτι διωκόμενος. Διὸ καὶ θρήνους ἔχει καὶ ὀλοφυρμούς.
15Ἀναχθήσεται δὲ καὶ εἰς Χριστὸν ὁ ψαλμὸς, τὸν ἀλη‐ θινὸν Δαυΐδ· Δαυῒδ γὰρ ἑρμηνεύεται πεποθημένος καὶ ἱκανὸς χειρί. Τίς δ’ ἂν εἴη ὁ φύσει καὶ ἀληθῶς πεποθημένος ἢ ὁ Χριστὸς, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων; Τίς δὲ ἱκανὸς τῇ χειρὶ,
20εἰ μὴ ὁ ἰσχυρὸς Ἰησοῦς, ὁ τῇ δυνάμει τῆς θεότητος πάντας τοὺς ἀλλοφύλους τροπωσάμενος δαίμονας; Τοῦτον γὰρ ἐδίωκεν, ὡς ἄλλος τις Ἀβεσσαλὼμ, ὁ αἰ‐ σθητὸς καὶ κατὰ σάρκα Ἰσραὴλ, οἱ Ἰουδαῖοι. Περὶ ὧν λέγει διὰ Ἡσαΐου· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα·
25αὐτοὶ δέ με ἠθέτησαν. Συνήργει δὲ πρὸς τὴν δίω‐ ξιν, οἷά τις Ἀχιτόφελ ὁ Ἰούδας· ὃν σύμβουλον εἶχεν ὁ νοητὸς Δαυῒδ ὁ Χριστός. Περὶ αὐτοῦ γὰρ εἴρηται ἔν τινι τῶν ψαλμῶν· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγε‐ μών μου, καὶ γνωστέ μου. Ἀλλὰ γὰρ Ἰούδας μὲν
30παραπλησίως τῷ Ἀχιτόφελ ἀπελθὼν ἀπήγξατο· ὁ δὲ Χριστὸς, ἀποστέλλων τοὺς ἡγεμόνας αὐτοῦ μαθητὰς εἰς τὸν κατὰ τῶν ἐχθρῶν αὐτοῦ πόλεμον, ἐνετέλλετο, ὥσπερ ὁ Δαυῒδ, ἵνα φείσωνται τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ αὐτὸς, ἵνα τοὺς Ἰσραηλίτας μὴ παρόψωνται· Ἔσε‐
35σθε γάρ μοι, φησὶ, κήρυκές τε καὶ μάρτυρες ἐν Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σα‐ μαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Ὥσπερ δὲ καὶ ἡ ἡμίονος καὶ αἱ τρίχες τὸν Ἀβεσσαλὼμ τῷ θανάτῳ παρέδωκαν, οὕτω τοὺς Ἰουδαίους ἡ ἀλογία καὶ τὸ
40μέγα φρονεῖν ἐπὶ τοῖς ἔξω καὶ σωματικοῖς τῆς ἀλη‐ θινῆς ζωῆς ἀπεστέρησε· καὶ οὔτε τῆς γῆς ἀπολαύειν εἴασεν, οὔτε τοῦ οὐρανοῦ.
47 Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον σαφῶς ὁ λόγος ἐνταῦθα τὴν Ἰουδαίων ἀπιστίαν ἐλέγχει. Διὸ Μωσῆς πρὸς αὐτοὺς ἀπέτεινε φάσκων· Υἱοὶ ἀνθρώπων οἷς

27

.

553

(50)

οὐκ ἔστι πίστις ἐν αὐτοῖς.
52 Κυρίλλου καὶ Ἀθανασίου. Τοῦτο καὶ ἐπὶ Ἰου‐ δαίων ἀληθές· Ἕκαστος ἐλάλησε μάταια πρὸς τὸν πλησίον, τὰς κατὰ τοῦ Σωτῆρος ἡμῶν συνάγων ἐπι‐
55βουλάς.

27

.

556

Καὶ οἱ παρ’ Ἕλλησι δὲ ποιηταὶ καὶ λογογράφοι, κατ’ οὐδένα τρόπον τοῦ ἀληθεῖς εἶναι φροντίσαντες, συν‐ τεθείκασιν ἀβασανίστως τὸ αὐτοῖς δοκοῦν, σκοπὸν ἔχοντες ἕνα, τὸ ἐπίδειξιν ποιήσασθαι γλώττης.
6 Ἀθανασίου. Κατὰ μέντοι ἀναγωγὴν, διαῤῥή‐ δην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμάτων ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας ἀνα‐
10κηρύξῃ Χριστοῦ. Καὶ οὕτως μὲν ὁ θεῖος Ἀθανάσιος· κατὰ δὲ τὸν μέγαν Βασίλειον, etc.
13 Ἀθανάσιος δὲ καὶ Βασίλειος, οἱ μεγάλοι Πα‐ τέρες, φασίν· ὅτι τοῦτον ᾄδει τὸν ψαλμὸν ὁ Δαυῒδ δι‐
15δάσκων, τί ἂν ἄνθρωπον παρασκευάσοι τῆς μακα‐ ρίας ἐκείνης τυχεῖν λήξεως. Διὸ τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμενος, τὸν τῶν μακαρισμῶν, ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχε‐
20στέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Ἀρχόμε‐ νος οὖν φησι· Κύριε, etc.
23 Ἀθανάσιος. Ἁγίους εἶναί φησιν ἐνταῦθα τοὺς ἡγιασμένους ἐν Πνεύματι· Χριστοῦ δὲ γῆν τὴν Ἐκ‐
25κλησίαν· τὸ δὲ, Ἐθαυμάστωσας, ἀντὶ τοῦ, Ἐφανέρω‐ σας. Θελήματα δὲ αὐτοῦ τοῦ Πατρός· ἵν’ ᾖ τὸ ὅλον οὕτω· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός. Νοήσεις δὲ τὸν στίχον καὶ οὕτως· Ἐθαυμάστωσε τοὺς ἁγίους ὁ Θεός. Διὰ τί; Διότι τὰ
30θελήματα αὐτοῦ πάντα ἐν αὐτοῖς ἦσαν, καὶ παρ’ αὐ‐ τοῖς ἐγίνοντο.
33 Ἀθανάσιος. Ἐνταῦθα μέντοι ὁ Δαυῒδ, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ ψαλμῷ, ψάλλων τὰ τῆς γενέ‐
35σεως, αἰτιᾶται τοὺς αὐτόματα λέγοντας ὑφεστάναι τὰ ὄντα καὶ ἀπρονόητα εἶναι, καὶ τοὺς λατρεύοντας τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τί οὖν ἄρα φησὶ τοῖς ἐξ ἐθνῶν κεκλημένοις;
40 Ὁ δὲ ἅγιος Κύριλλος καὶ ὁ παμμέγας Ἀθα‐ νάσιος ἐν ἐρωτήσει ἀναγινώσκουσι τὸ, Οὐκ εἰσὶ λα‐ λιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούσονται αἱ φωναὶ αὐτῶν; τουτέστιν· Ἆρα οὐκ εἰσὶ καὶ τῶν ἀφώνων, ἢ πραγμάτων, ἢ ἔργων, φωναὶ χωρὶς λόγου καὶ
45γλώττης; Ναὶ, φαίη ἄν τις. Ὥσπερ γὰρ τοῦ ὑφάν‐ του τὴν τέχνην ἡ πολυποίκιλος ἐσθὴς ἀναβοᾷ, καὶ τὸν ναυπηγὸν ἡ ἀδιαβλήτως ἔχουσα ναῦς ἀνακηρύτ‐ τει, καὶ τὸν σιδηρέα τὸ ἔργον αὐτοῦ· οὕτω καὶ ἡ κτί‐ σις, ἧς ἀρτίως διεμνημονεύσαμεν, ἄφωνος μὲν, ἤγουν

27

.

556

(50)

ἄλογος· λαλιὰ δὲ ὥσπερ αὐτῆς τὸ θαῦμά ἐστι, καὶ

27

.

557

οἷον φωνὴ τὸ κάλλος καὶ εὐταξία. Τὸ γὰρ διήγημα τὸ οὐράνιον καὶ τὸ ῥῆμα τὸ παρὰ τῆς ἡμέρας βοώμε‐ νον φωνὴ μὲν ἔναρθρος οὐκ ἔστιν, οὔτε λαλιὰ διὰ στόματος· διδασκαλία δὲ θείας δυνάμεως γίνεται τοῖς
5ἐπαΐειν ἐπισταμένοις σιωπώσης φωνῆς. Πλὴν ἄφωνον τὴν κτίσιν εἰπὼν ὁ Δαυῒδ, ἀπέφηνεν, ὅτι μήτε ἔμ‐ πνους, μήτε λογικὴ, κατὰ τὸ δοκοῦν τοῖς Ἑλλήνων σοφοῖς. Ζῶον γὰρ εἶναί φασιν ἓν τὸν σύμπαντα τοῦ‐ τον κόσμον· ζῶα δὲ ὁμοίως καὶ τὰ μέρη, ἐξ ὧν συμ‐
10πληροῦται.
14Εἰς τὸ τέλος καὶ οὗτος ὁ ψαλμὸς ἐπιγέ‐
15γραπται, μελλόντων τινῶν ἔχων προαγόρευσιν. Κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, λέγεται μὲν ὁ ψαλμὸς ὡς ἐκ προσώπου τῶν περὶ τὸν Δαυῒδ ἑταίρων, αὐτῷ τῷ Δαυῒδ ἐπευχομένων ποιοῦντι θυσίαν· ἀναφέρεται δὲ καὶ εἰς πρόσωπον τῶν ἀποστόλων, ὡς ἐν ἡμέρᾳ τοῦ
20σταυροῦ τῷ Χριστῷ συνευχομένων.
22 Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, κέδροι Λιβά‐ νου οἱ ὑψηλοὶ τοῦ τῶν Ἰουδαίων λαοῦ, διὰ τὸ ὠνο‐ μάσθαι πολλάκις ἐν τῇ θείᾳ Γραφῇ Λίβανον τὴν
25Ἱερουσαλήμ. Ὁ δὲ μόσχος τὸ θυσιαστήριον δηλοῖ. Συντρίβονται οὖν αὐτοί τε καὶ τὸ παρ’ αὐτοῖς εἰς τέ‐ λος θυσιαστήριον.
29Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, τὸ ἀποστρα‐
30φῆναι εἰς κόλπον τὴν ὑπὲρ Ἰουδαίων τοῦ Χριστοῦ προσευχὴν σημαντικὸν ἂν εἴη τοῦ ἐναπομεῖναι ἐκεί‐ νους τῇ ἁμαρτίᾳ, καὶ μηδὲν ὠφεληθῆναι, τῇ ὑπερ‐ βολῇ τῆς ἀπονοίας τὴν προσευχὴν ὥσπερ ἀνακάμψαι ποιήσαντας. Ὁ μὲν γὰρ Κύριος, θεωρῶν τὸν κατα‐
35ληψόμενον αὐτοὺς ὄλεθρον, καὶ τὴν ἐσχάτην ἀπ‐ ώλειαν, ἐπένθει ὑπὲρ αὐτῶν· οἱ δὲ τοιαῦτα ἔπρατ‐ τον, ὡς τὴν εὐχὴν αὐτοῦ τὴν ὑπὲρ αὐτῶν μὴ παρα‐ πέμπεσθαι εἰς τὰ ὦτα τοῦ Πατρὸς, ἀλλ’ ὥσπερ ἀν‐ τικρουομένην ὑπὸ τοῦ μεγέθους τῆς αὐτῶν δυσσε‐
40βείας, καθέλκεσθαι καὶ ἐπαναστρέφειν πρὸς αὐτόν. Διὸ ἔλεγε· Καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται, Εἰ γὰρ σώζεσθαι ἔμελλον καὶ με‐ ταβαλεῖν τῶν ἀσεβημάτων, εὐθυδρομοῦσα ἡ προσευ‐ χὴ τοῦ Σωτῆρος ἀκωλύτως ἂν καὶ ἀπαραποδίστως
45ἐπὶ τὰ ὦτα τὰ πατρικὰ παρῄει.
47 Κατὰ δὲ τοὺς πάνυ Ἀθανάσιον καὶ Κύριλλον· Ἐπειδὴ ἐν εἰκόνι καὶ οὐκ ἐν ἀληθείᾳ νῦν διαπορεύε‐ ται ὁ ἄνθρωπος· ἡ γὰρ ἀληθὴς ζωὴ κατὰ τὸν μέλ‐

27

.

557

(50)

λοντα αἰῶνά ἐστιν· εἰκότως ὁ ψάλλων τὴν εἰκόνα μα‐ ταιότητα προσεῖπεν. Ἐπειδὴ οὐ τὴν ἀληθινὴν νῦν ζῶμεν ζωὴν, ἀλλὰ τὴν ὡς ἐν εἰκόνι, οὐδὲ περὶ τὰ
ὄντως ἀγαθὰ ποιούμεθα τὴν σπουδὴν, διὸ μάτην τα‐

27

.

560

ρασσόμεθα περὶ κοσμικὰς ἐπιθυμίας στρεφόμενοι, καὶ συνάγοντες θησαυροὺς ὧν οὐκ ἴσμεν τοὺς δια‐ δόχους.
5 Κατὰ δὲ τοὺς μεγάλους Ἀθανάσιον καὶ Κύ‐ ριλλον· Ἐπείπερ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐκ τοῦ Σωτῆρος πρὸς τὸν Πατέρα εἴρηται· Ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς, νῦν τὸ τῶν ἐσταυρωκό‐ των ὑπόκειται πρόσωπον, οἳ πεπόνθασιν ἀνήκεστα,
10προδήλου ὄντος, ὡς ὕστερον προσληφθήσονται, ἐγκεν‐ τρισθέντες, ὥς φησι Παῦλος, τῇ ἰδίᾳ ἐλαίᾳ. Μετα‐ γινώσκων οὖν ὁ Ἰσραὴλ ταῦτά φησιν.
14Ἀθανασίου καὶ Κυρίλλου. Ἀλγοῦντες ἐπὶ τῇ
15ἐκπτώσει οἱ σταυρωταὶ τοῦ Κυρίου καὶ μεταγινώ‐ σκοντες, διψῇν λέγουσι τὸν Θεὸν, καὶ τῆς παρ’ αὐτῷ πηγῆς ἐπιθυμεῖν· περὶ ἧς εἴρηται· Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς. Καὶ ποθοῦσιν ἐγγὺς γενέσθαι Θεοῦ, κατὰ διάθεσιν καὶ ἁγιασμὸν τὸν διὰ πίστεως τῆς ἐν
20Χριστῷ. Καὶ ὃν ἀπεκτόνασι, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, καὶ τῷ θανάτῳ παρέδωκαν, τοῦτον Θεὸν ὀνο‐ μάζουσι ζῶντα. Τὸ δὲ, Πότε ἥξω; γλιχομένων ἐπὶ τῆς εἰς ὕστερον κλήσεως, καὶ ζητούντων μαθεῖν τὸν καιρὸν, καθ’ ὃν καὶ αὐτοὶ ἐμφανεῖς ἔσονται τοῦ
25προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς (ταυτὸν δέ ἐστι καὶ τῷ τοῦ Υἱοῦ)· εἰ καὶ νῦν εἰσιν ἐν ἀποστροφῇ. Ἀπο‐ στρέψω γὰρ, φησὶ, τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν. Διὰ τί; Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.
30 Ἀθανάσιος καὶ Κύριλλος. Τοῦ Σωτῆρος προειπόντος· Ὅταν ἴδητε τὴν Ἱερουσαλὴμ κυκλου‐ μένην ὑπὸ στρατοπέδων· ὅτε πρὸς ἔργον ἐξέβη ὁ λόγος, Ῥωμαίων αὐτοὺς πορθησάντων, ἐθρήνουν· πρῶτον μὲν ὡς προσκεκρουκότες Θεῷ· εἶτα ὡς τῆς
35ἐξ αὐτοῦ σωτηρίας ἐκπεπτωκότες· καὶ τρίτον, ὅτι‐ περ αὐτοῖς οἱ ἀστυγείτονες ἐπεμβαίνοντες τὸ, Ποῦ ἔστιν ὁ Θεός σου; διασύροντες ἔλεγον.
39Ἀθανασίῳ δὲ τῷ πάνυ τὴν αὐτὴν ὑπόθεσιν ἔχειν
40τῷ προτεταγμένῳ καὶ ὁ παρὼν δοκεῖ ψαλμός. Προσ‐ έρχονται γὰρ πάλιν οἱ ἐξ Ἰσραὴλ τὴν διὰ Χριστοῦ σωτηρίαν αἰτούμενοι. Διό φασι πρὸς τὸν Πατέρα· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. Αὐτὸς γὰρ αὐτοὺς εἰς τὸ ἅγιον ὄρος εἰσάξειν
45ἔμελλε· τουτέστιν, εἰς τὸν οὐρανὸν καὶ εἰς τὰς ἄνω μονὰς (ἃς καὶ σκηνώματα ὀνομάζει), καὶ εἰς τὸ νοη‐ τὸν θυσιαστήριον· καὶ αὐτὸς αὐτῶν ἔμελλεν εὐφραί‐ νειν τὴν νεότητα. Νεότητα δὲ καλεῖ τὴν εὐφροσύνην,
τὴν καὶ ἀνανεουμένην αὐτῶν τὴν ψυχήν. Διὸ ἐν κι‐

27

.

561

θάρᾳ ὑπισχνοῦνται προσφέρειν αὐτῷ τὴν ἐξομολόγη‐ σιν. Κιθάραν δὲ πολλάκις τὸ σῶμα νοεῖν ἐδίδαξεν.
4Ἀθανάσιος, Κύριλλος, Θεοδώρητος. Καὶ οἱ
5ἐκ περιτομῆς μεταγινώσκοντες κραταίωμα ἑαυτῶν τὸν Θεὸν ἐπιγράφονται· καὶ οἱ ἐξ ἐθνῶν πιστεύσαντες τοῦτον ἰσχὺν ἑαυτῶν τίθενται· καὶ οἱ αἰχμάλωτοι παρ’ ἄλλου λυτρωθῆναι οὐκ ἐλπίζουσιν.
10 Ἀθανάσιος, Κύριλλος. Κιθάραν τὸ σῶμα λέγει, δι’ οὗ πέφυκεν ὁ νοῦς ἀνακρούεσθαι, καθάπερ διὰ χορδῶν τῶν αἰσθητηρίων μελῳδίαν ἀναπέμπων Θεῷ. Δηλοῖ δὲ ἡ κιθάρα καὶ τὴν νέκρωσιν τοῦ σώματος, καὶ τὴν συμφωνίαν τῶν ἀρετῶν. Τὴν μὲν γὰρ νέκρωσιν
15αἱ νευραὶ, τὴν δὲ συμφωνίαν αἱ ἁρμονίαι αἰνίττονται. Ἔδειξε δὲ τὴν μὲν φαιδρότητα τῇ τῆς κιθάρας προσθή‐ κῃ, τὴν δὲ ἀγάπην ἐν τῇ προσφωνήσει τῇ δὶς ἐπαναλαμ‐ βανομένῃ· Ὁ Θεὸς γὰρ, φησὶν, ὁ Θεός μου. Ἵνα μάθῃς, ὅτι τὸν ἐπὶ πάντων Θεὸν, τοῦτον ἐξαίρετον Θεὸν διὰ ζῆ‐
20λον καὶ πίστιν οἱ ἐκ περιτομῆς μεταγινώσκοντες, καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες ἐπιγράφονται· οἷς καὶ ἡ πνευματικὴ νεότης εὐφραίνεται, ἀντικειμένως ἔχουσα πρὸς τὸν παλαιὸν ἄνθρωπον. Μόνος γὰρ ὁ πνεύματι καὶ φρονήματι νεάζων συγγενῶς τῷ καινῷ ἀνθρώπῳ
25καὶ τῇ καινότητι τοῦ πνεύματος εἴσεισι πρὸς τὸν Θεὸν, τὸν εὐφραίνοντα τὴν τοιαύτην νεότητα.
28 Κατὰ μὲν τὸν μέγαν Ἀθανάσιον, ἔτι καὶ οὗ‐ τος ὁ ψαλμὸς τῆς αὐτῆς ὑποθέσεως ἔχεται, τάς τε
30παλαιὰς εὐεργεσίας διηγουμένων τῶν ἐξ Ἰσραὴλ, μεταγινωσκόντων καὶ προσληφθῆναι ἀξιούντων παρὰ Χριστοῦ, διὰ τὸ αὐτῷ ἐπιγράφεσθαι τὴν ἐλπίδα, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἐξομολογεῖσθαι· κατὰ δὲ τὸν χρυσολόγον Πατέρα, κ.τ.λ.
36Ἀθανάσιος. Πάλαι, φησὶ, συνεστρατήγεις ἡμῖν· νῦν δὲ οὐ μόνον οὐ συνέρχῃ ἡμῖν, ἀλλὰ καὶ ἀπέστρε‐ ψας ἡμᾶς, καὶ ἐσχάτους ἔταξας παντὸς ἐναντίου· ὡς καὶ τοῖς μισοῦσιν ἡμᾶς γενέσθαι εἰς διαρπα‐
40γήν. Καὶ περιέστηκεν ἡμᾶς ἡ τότε κατασχοῦσα τοὺς πολεμίους αἰσχύνη, καὶ γεγόναμεν ἠλαττωμένοι παρ’ ἐκείνοις ὧν ἐκρατοῦμεν τὸ πρότερον, καὶ διηρ‐ πάσθημεν ὑπ’ αὐτῶν οὓς διηρπάσαμεν. Ταῦτα δέ φησιν ὁ χορὸς ὁ προφητικὸς κατὰ τὸν μέγαν Ἀθα‐
45νάσιον, οἰκοιούμενος τοῦ λαοῦ τὰς συμφοράς· κατὰ δὲ τοὺς ἄλλους, ὁ τῶν Μακκαβαίων στρατός.
48Ἀθανάσιος. Ὕπνῳ μὲν οὖν παραβάλλουσι

27

.

564

τὴν πολλὴν ἀνοχὴν τοῦ Θεοῦ ἣν ἐποιεῖτο διὰ τὰς ἁμαρτίας αὐτῶν. Εὔχονται δὲ δοθῆναι αὐτοῖς τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ τὴν ἐπ’ ἐσχάτων τῶν και‐ ρῶν, ἵνα μὴ τῆς παρ’ αὐτοῦ ἀμοιρήσωσι ζωῆς· καί
5φασιν· Ἵνα τί τὸ πρόσωπόν σου ἀποκρύπτεις, καὶ ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλί‐ ψεως; Κρύπτεις μὲν τὸ σεαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις, πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια· ἀλλ’ ἐπεὶ ἡμεῖς
10ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πα‐ σχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσε‐ βείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν, ἤτοι τῆς πτωχείας; Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς
15τὰ κατορθώματα, ἀλλ’ ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ καὶ ὀλίγιστα· πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. Διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμεν χάριν σοῦ, ὦ Δέσποτα.
21 Ἀθανάσιος. Τεταπεινῶσθαι δὲ αὐτῶν τὴν ψυχήν φασι καὶ Ἰουδαῖοι· ἐπειδὴ, ἀπωσάμενοι τὸ φρονεῖν τὰ Χριστοῦ, εἰς φρόνημα κατέπεσον σαρ‐ κικόν.
26 Ἀθανάσιος. Καὶ τὴν ἐν ὑστέροις δὲ καιροῖς ἐσομένην τοῦ Ἰσραὴλ ἐπιστροφὴν καὶ κλῆσιν οἱ στί‐ χοι σημαίνουσιν. Οἳ καί φασιν· Ἀντιλάβου δὴ ἡμῶν, καὶ δίδου τὸ εὐμενές. Καὶ καιρὸν ἐπιστροφῆς τὴν εἰς
30σὲ ἀληθινὴν πίστιν ὁμολογοῦσιν· ἐπάγοντες τό· Ἕνεκεν τοῦ ὀνόματός σου, διαῤῥήδην ὁμολογοῦ‐ σιν, ὡς οὐκ ἄξιοι τοῦ ἐλεεῖσθαί εἰσιν οἱ κατὰ Χρι‐ στοῦ γενόμενοι. Πρέπει γε μὴν τὸ ἐλεεῖν αὐτῷ, καὶ κατοικτείρειν τοῖς ἀνθρωπίνοις πταίσμασι δι’ ἑαυ‐
35τόν. Φησὶ γάρ· Οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ, λέγει Κύ‐ ριος, ἀλλ’ ἢ διὰ τὸ ὄνομά μου.
40 Ἀθανάσιος δὲ ὁ πάνυ καὶ ὁ θεῖος Κύριλλος ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς λέγεσθαι ταῦτα νοοῦσι περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας ἢ αὐτῶν τῶν σπλάγχνων, φασὶ, προήγαγε. Περὶ οὗ καὶ λέγει διὰ Δαυΐδ· Ἐξηρεύ‐
45ξατο ἡ καρδία μου λόγον ἀγαθόν. Γεγέννηται γὰρ, ὡς λόγος ἐκ νοῦ, ἀγαθὸς ἐξ ἀγαθοῦ, Θεὸς ἐκ Θεοῦ. Ἄθρει δὲ ὡς περὶ ἐνανθρωπήσαντος τοῦ Υἱοῦ λέ‐ γοντα τὸν Πατέρα· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βα‐
σιλεῖ. Μονονουχὶ γὰρ καθυπισχνεῖται διδάσκειν αὐτὸν,

27

.

565

ὁποίοις τισὶ λόγοις χρήσεται, ἐμβιβάζων ἡμᾶς εἰς τὸ δρᾷν τὰ ἔργα αὐτοῦ. Ἔργα δὲ Θεοῦ φαμεν τὴν εὐσεβῆ πολιτείαν, ἥτις διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων γέγο‐ νεν ἡμῖν ἐμφανής. Προσλαλῶν δὲ Χριστὸς Ἰουδαίοις
5τὰ χρήσιμα πρὸς σωτηρίαν, τῷ Πατρὶ τοὺς ἑαυτοῦ λόγους ἀνετίθει λέγων· Ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν· καὶ πάλιν· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ. Καλεῖ δὲ αὐτὸν βασιλέα κατὰ καιρὸν ὁ Πατὴρ, ὡς ἂν μὴ τῷ τῆς
10ἐνανθρωπήσεως μέτρῳ δόξῃ τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ἀξίας ἀποφέρεσθαι. Ἔμεινε γὰρ καὶ μετὰ τὴν οἰκονομίαν οὐδὲν ἧττον, ἐκ βασιλέως ὢν τοῦ Πατρὸς, βασιλεὺς, καὶ ὥσπερ βασιλεὺς ὑπάρχων καὶ Θεὸς, εἰς βασιλέως ἀρχὴν λέγεται ἔρχεσθαι, διὰ τὸ σεσαρ‐
15κῶσθαι. Οὕτω καὶ ἅπερ οἶδε φυσικῶς, ὡς Θεὸς, ταῦτα πάλιν ἀκούειν λέγεται διὰ τὸ ἀνθρώπινον οἰ‐ κονομικῶς. Χριστὸς γάρ ἐστιν ὁ βασιλεὺς, ᾧ τὰ ἔργα λέγει ὁ Πατήρ. Ὃν δὲ εἴρηκε Λόγον, τοῦτον καὶ γλῶσσαν αὑτοῦ ἀποκαλεῖ· ὡς οὐχ ἕτερόν τι λαλοῦντα
20πλὴν ὅ τι ἐν αὐτῷ πατρικόν ἐστι βούλημα. Καὶ παρ’ ἡμῖν γὰρ γλῶττα διαπορθμεύει τοῖς ἔξω τὸν νοῦν. Κάλαμος δὲ γραμματέως ὀξυγράφου ὠνόμασται, διὰ τὸ λέγειν τι καὶ εὐθέως γενέσθαι, ὡς τό· Λέγω· Καθαρίσθητι, καὶ εὐθέως ἐκαθαρίσθη· Νεανίσκε,
25σοὶ λέγω, ἐγέρθητι, καὶ εὐθέως ἠγέρθη. Ἀλλὰ καὶ ὡς κάλαμος ὀξέως ἐγγράφει ταῖς καρδίαις ἡμῶν τὸ βούλημα τοῦ Πατρός. Βούλημα δὲ, φησὶν αὐτὸς, τοῦ Πατρὸς, Ἵνα πᾶν ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ. Ὀξὺς δὲ ὁ κάλαμος τοῦ Πατρός. Ὁ μὲν
30γὰρ Μωσέως νόμος διὰ τῶν κατὰ τὸ γράμμα κύκλων ἀμυδρῶς ἐδήλου τὰ χρήσιμα· ὁ δὲ κοινὸς Σωτὴρ συντόμως ἐδήλωσε τὸ θέλημα τοῦ Πατρός. Ἔστι γὰρ Μεγάλης βουλῆς ἄγγελος. Καὶ λόγον, φησὶ, συντε‐ τμημένον ποιήσει Κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ.
37 Ἀθανάσιος δὲ ὁ πάνυ καὶ τῇ ἁγίᾳ Θεοτόκῳ ἀνατίθησι τό· Ἄκουσον, θύγατερ, καὶ τό· Αὐτός ἐστι Κύριός σου. Ὥσπερ ὅμοιόν ἐστι τό. Χαῖρε, κε‐
40χαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Εἰρηκὼς γὰρ, φη‐ σὶν, ὁ Δαυῒδ Χριστὸν τὸν Λόγον τοῦ Θεοῦ, εὐθὺς καὶ τὴν ἀνθρωπίνην γέννησιν δεδήλωκε, τὴν ἐκ παρθένου. Καὶ ὁ μὲν Γαβριὴλ κεχαριτωμένην ἁπλῶς καλεῖ, ξένος ὢν αὐτῆς κατὰ τὴν γέννησιν· ὁ δὲ Δαυῒδ ἐκ
45τοῦ σπέρματος αὐτοῦ τυγχάνουσαν θυγατέρα προσ‐ φωνεῖ.
48 Ἀθανάσιος καὶ Κύριλλος. Κλῆσιν ἐθνῶν ὁ ψαλμὸς σημαίνει, ᾀδόμενος ἐκ προσώπου τῶν ἁγίων

27

.

565

(50)

ἀποστόλων παραινούντων τοῖς ἔθνεσιν ἀνασκιρτᾷν

27

.

568

διὰ πράξεων ἀγαθῶν ἐπὶ τῇ γενομένῃ νίκῃ κατὰ τῶν ἀλιτηρίων δαιμόνων. Ἐπιγέγραπται δὲ Ὑπὲρ τῶν υἱῶν Κορέ· οὐχ ὡς ὑπὲρ ἐκείνων πάντως γεγε‐ νημένης τῆς ᾠδῆς, ἀλλ’ ὡς δι’ αὐτῶν ὑπηρετεῖν τε‐
5ταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ, ὡς εἴρη‐ ται, τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς κεκε‐ λευσμένων πάντα μαθητεῦσαι τὰ ἔθνη. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνή‐ στρια γέγονεν ἡ πίστις· κέκληνται γὰρ δι’ αὐτῆς εἰς
10υἱοθεσίαν Θεοῦ, εἰς μέθεξίν τε ἁγίου Πνεύματος, θείας τε φύσεως γεγόνασι κοινωνοὶ, τά τε ἐξ οὐρα‐ νοῦ χαρίσματα πεπλουτήκασι, καὶ τῆς τῶν ἁγίων ἐλπίδος συμμέτοχοι καθεστήκασι· ταύτῃ τοι καὶ μά‐ λα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσιν.
16 Ὁ δὲ θεῖος Ἀθανάσιος λαοὺς καὶ ἔθνη τόν τε Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φησι· περὶ ὧν ἔλεγεν ὁ Σωτήρ· Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Τὰ γὰρ ἔθνη
20τῶν δαιμόνων ὑπέταξε τοῖς τῶν ἀποστόλων ποσίν.
22 Ἀθανάσιος. ᾌδεται μέντοι καὶ οὗτος ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων, διηγουμένων τοὺς διὰ τὸ κήρυγμα διωγμοὺς, καὶ τὰς νίκας τὰς
25ἐπὶ τούτοις γενομένας. ᾨδὴ δὲ ψαλμοῦ ἐπιγέγρα‐ πται, ὡς τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητι‐ κὴν συνδραμούσης.
29Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, ὁ κατὰ τῶν
30ἀποστόλων διὰ τὸ κήρυγμα γενόμενος πόλεμος ὑπό τε τῶν αἰσθητῶν βασιλέων τῶν ἐθνῶν, καὶ μὴν καὶ τῶν ἀοράτων δαιμόνων τῶν πάλαι βασιλευόντων, ἐνταῦθα σημαίνεται. Οἳ καὶ κατεπλάγησαν καὶ ἐξέστησαν, τὴν γενομένην βοήθειαν παρὰ τοῦ Θεοῦ τοῖς ἁγίοις θεω‐
35ροῦντες. Ἡ γὰρ ὑπερβολὴ τῆς ἰσχύος τοῦ σώζοντος τὸ θαῦμα αὐτοῖς καὶ τὴν κατάπληξιν εἴργασται. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ καταστάντες πολέμιοι, καὶ ἦσαν ὡς ἐν ὠδῖσι. Τό γε μὴν ἑξῆς εἰρημένον ἐπι‐ στήσας νοήσεις, ὡς νῆες Θαρσεῖς ἐλέγοντο, πλοῦτον
40φέρουσαι μέγαν τῷ Σολομῶντι, καθάπερ ἐν τῇ τῶν Βασιλειῶν ἐγνώκαμεν ἱστορίᾳ. Διὸ καὶ νῦν διὰ τῶν συντριβομένων πλοίων Θαρσεῖς τὴν ἀπώλειαν τοῦ πλούτου καὶ τῆς δυναστείας τῶν προλεχθέντων ἐδή‐ λωσε βασιλέων. Πνεῦμα δὲ βίαιον νοητὰς δυνάμεις
45τινὰς νοήσεις, δι’ ὧν τοὺς ἐχθροὺς τῶν ἀποστόλων κατεπολέμησεν.
48Ἀθανασίου. Ὅτι κρίνας τὴν δίκην τῶν ἐθνῶν,

27

.

569

ἐξήλασας τὸν κατ’ αὐτῶν πολέμιον δαίμονα. Εἰ δὲ βούλει, ὄρος Σιὼν οἱ τὸ ὕψος τῆς θεολογίας πεπιστευ‐ μένοι· θυγατέρες δὲ τῆς Ἰουδαίας αἱ κατὰ τὴν οἰ‐ κουμένην Ἐκκλησίαι, ὡς ὑπὸ τῶν ἀποστόλων παγεῖ‐
5σαι, οἳ τὸ γένος ἐξ Ἰουδαίων κατῆγον. Παρεγγυᾷ δὲ καὶ τοῖς κηρύττουσιν εὐφραίνεσθαι ἕνεκα τῶν δι‐ καίων τοῦ Θεοῦ κριμάτων, οἷς χρησάμενος, τὴν τῆς οἰκουμένης σωτηρίαν ἐπραγματεύσατο.
10 Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, ἐκ τῆς ἄνω Σιὼν ὁ Κύριος τὴν δευτέραν παρουσίαν ποιήσεται, τὴν ἐπιφανῆ καὶ ἔνδοξον, ἣν καὶ εὐπρέπειαν ὡραιό‐ τητος κέκληκεν.
15 Κατὰ δὲ τὸν μέγαν Ἀθανάσιον, Πνεῦμα τὸν νοῦν ἐκάλεσεν· εὐθὲς δὲ αὐτοῦ τὸ ἑδραῖον· ὡσανεὶ λέγοι· Ἀσφάλισαί μου τὸν νοῦν, τοῦ μηκέτι εὔκολον εἶναι καταπίπτειν εἰς ἁμαρτίαν.
20 Ἀθανασίου καὶ Εὐσεβίου. Ἀκηδιᾷ δὲ ἀληθῶς καὶ ἀδημονεῖ πᾶς θεοφιλὴς τῷ θνητῷ ἐνδιατρίβων βίῳ· ἀδημονεῖ δὲ καὶ διὰ φιλανθρωπίαν, τὸ πλῆθος τῶν ἀπολλυμένων θεωρῶν. Ἐπειδὴ οὖν καὶ Δαυῒδ, εἰς τὴν καταδυναστείαν καὶ τυραννίδα τῶν δαι‐
25μόνων θεωρῶν, ἀκηδίας πεπλήρωτο, τούτου χάριν ἱκετεύει, ὅπως, ἐπιφανεὶς ὁ Κύριος, τῆς τῶν βιαζο‐ μένων ἡμᾶς ἐξέληται χειρός. Τὸ δὲ, ἀπὸ τῶν περάτων τῆς γῆς, σημαίνει ὑπὲρ πάσης αὐτὸν τῆς οἰκουμένης ποιούμενον τὰς λιτάς. Οὐ μόνον δὲ, ἀλλὰ
30καὶ τὸ μέσον Θεοῦ καὶ ἀνθρώπων οὐσίας πολὺ παρ‐ ιστῶντα, κατὰ τὸ ἐν τῷ Ἐκκλησιαστῇ· Ὁ Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐν τῇ γῇ κάτω. Τοῦ μέντοι Συμμάχου σαφέστερον εἰπόντος, ἐν τῷ ἀδη‐ μονεῖν, ἐναργέστερον καὶ ἐμφαντικώτερον εἶπον οἱ
35Ἑβδομήκοντα, Ἐν τῷ ἀκηδιάσαι. Ἀδημονεῖν γὰρ καὶ ἐπὶ τοῖς μικροῖς λέγεται· ἀκηδιᾷν δὲ ἐπὶ τοῖς μεγάλοις πάντως, ὅταν διὰ τὸ πλῆθος τῶν κακῶν λοι‐ πὸν τῶν ἐν μέσῳ τις περιλαμβάνεται, ἀπαγορεύῃ πρὸς αὐτὰ καὶ οἷον ἀπογινώσκει, ῥίψας τοῦ νοὸς βου‐
40λεύματα, ὡς μηκέτι φέρειν οἷός τε ὤν.
42 Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν κρείττους γε‐ γόναμεν τῶν ἐπηρεαζόντων δαιμόνων διὰ Χριστοῦ, ὃς πέτρα τῷ μακαρίῳ κατωνόμασται Παύλῳ. Καὶ ἵνα
45τὸν νοῦν ἅπαντα τῆς ψαλμῳδίας εἴπω, εὐχαριστίαν ὁ λόγος περιέχει. Ταῦτα γάρ μοι, φησὶν, ὑπῆρξαν
ὅσα προείρηκα, ἐπειδὴ σὺ αὐτὸς, ὁ Θεὸς, ἐπῆράς με,

27

.

572

καὶ ὕψωσας ἐν τῇ παρὰ σοὶ πέτρᾳ, ἥτις ἐστὶν ὁ σὸς λόγος· ἡ πέτρα γὰρ ἦν ὁ Χριστός. Ἐπεὶ τοίνυν τῷ λόγῳ σου ὕψωσάς με, καὶ μετέωρον ἐποίησας, ὡς μηκέτι κατοικεῖν τὰ μέσα τῆς γῆς, ἀλλ’ ἐν ἄκροις
5αὐτῆς γενέσθαι· ἤδη δὲ καὶ ὡδήγησάς με, ὥστε πλησίον σου φθάσαι, γέγονάς τε ἐλπίς μου, δι’ ἣν ἐλπίδα οὐ καταισχυνθήσομαι· ἀλλὰ καὶ πολλῶν ἐπι‐ κειμένων νοητῶν ἐχθρῶν, τῶν ζητούντων τὴν ψυχήν μου, ἀντὶ πάντων ἤρκεσας σὺ μόνος, πύργος ἰσχύος
10μοι γενόμενος· εἰκότως τούτων ἁπάντων τυχὼν, σὺ (forte σοὶ) τοὺς ὕμνους ἀναπέμπω, ὡς ἁπάντων μοι τῶν ἀγαθῶν γενομένῳ αἰτίῳ.
14Ἀθανασίου καὶ Κυρίλλου. Ἐπεὶ δὲ τῶν
15ὁδηγούντων ἴδιον τὸ δεικνύειν, ποία μὲν ἀσφαλὴς ὁδὸς, ποία δὲ σφαλερὰ καὶ βλαβερὰ μαρτύρεσθαι· καὶ τοῦτο Χριστὸς πεποιηκὼς εὑρίσκεται, ἐν τῷ λέγειν· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ θύρα. Τὸ δὲ, πύργος ἰσχύος, ὅμοιον ὡσεὶ λέγοι· Τοῖχος καὶ ἀσφάλεια γέγονας, εἰς
20τὸ μηδὲν παθεῖν ἐπηρεαζόντων τῶν ἐχθρῶν. Πύργος γὰρ ἑδραῖος, ἀκατάσειστος ὁ Χριστός.
23 Ἀθανάσιος, Κύριλλος. Πρὸς δὲ νοῦν, ἀφ’ ὧν ἤδη εἴληφεν ἀγαθῶν, καὶ περὶ τῶν μελλόντων ἐλπί‐
25ζει, ὅτι δὴ, εἰς τὰς ἄνω σκηνὰς γεγονὼς, ὑπὸ τὴν αὐτοῦ διὰ παντὸς γενήσεται σκέπην. Ὥσπερ γὰρ οἱ μέλλοντες ἐπιτελεῖν ἑορτὴν, ἐγγύς τε καὶ ἐπὶ θύραις ἔχοντες αὐτὴν, προαναπίμπλανται θυμηδίας, καὶ τὴν οὔπω παροῦσαν ὡς ἤδη παροῦσαν ὁρῶσιν· οὕτω καὶ
30οἱ ἅγιοι, χρηστὰς ἔχοντες ἐλπίδας ἐπὶ τῇ μελλούσῃ ζωῇ, χαίρουσιν ἐπ’ αὐτῇ. Πτέρυγας δὲ καλεῖ τὰς τοῦ Θεοῦ προνοητικὰς δυνάμεις· ὑφ’ ἃς σκέπεται ὁ θεο‐ φιλὴς, μηδέποτε τῆς σκηνῆς ἀναχωρῶν τοῦ Θεοῦ, ἀλλὰ δι’ αἰῶνος ἐν αὐτῇ κατοικῶν.
36 Εὐσεβίου καὶ Ἀθανασίου. Ἰστέον μέντοι, ὅτι ταῦτα αἴνιγμα ἔχει καὶ τῆς ἀληθοῦς κληρονομίας. Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή. Ἀλλὰ μὴν αὕτη ἐν τῷ μέλλοντι αἰῶνι δοθήσεται· πῶς οὖν εἶπε, Δέδω‐
40κας; Ὅτι, εἰ καὶ προσδοκᾶται μετὰ τὴν ἀνάστασιν, ἀλλά γε τῷ ἤδη εὐπρέπεσθαι, δέδοται τοῖς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ληψομένοις. Ὅρα δὲ, ὅτι καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοται ἡ κληρονομία. Εἰ οὖν αὐτοῖς ὑποδεεστέροις οὖσι, πολλῷ πλέον τοῖς ὑπερ‐
45αναβεβηκόσιν, εἴτουν ἀγαπῶσι τὸν Θεόν. Ἀορίστως δὲ εἰπὼν, τοῖς φοβουμένοις, καὶ οὐ προσθεὶς, Ἰουδαίοις, ἢ Ἕλλησιν, ἥπλωσε τὴν χάριν ἐπὶ πάντας ἀνθρώ‐ πους· μάλιστα δὲ τοὺς ἐξ ἐθνῶν προσιόντας, φοβου‐
μένους τὸν Κύριον, εἴωθεν ἀποκαλεῖν ὁ λόγος. Ποία

27

.

573

δὲ ἡ κληρονομία ἀλλ’ ἢ ἡ βασιλεία τῶν οὐρανῶν; ἣν ἐν τοῖς μακαρισμοῖς εἴρηκεν ὁ Σωτήρ.
4Εὐσεβίου, Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ
5νοῦν σημαίνει ὁ λόγος, ὡς καὶ τοῦτο μέρος κληρονο‐ μίας ἐστὶν ἡ αἰώνιος ζωή. Τοῦτο γάρ ἐστι τὸ ἡμέρας ἡμερῶν τοῖς ἔτεσι τοῦ βασιλέως προσθῆναι. Σημαίνει γὰρ διὰ τῶν ἡμερῶν χρόνους τινὰς καὶ αἰῶνας. Μὴ ὑπολάβῃς δὲ, ὅτι περὶ ἑνός τινος βασιλέως τὰ τοιάδε
10φησίν· ἴσθι δὲ μᾶλλον, ὅτι περὶ παντὸς τοῦ κεκλημέ‐ νου εἰς βασιλείαν οὐρανῶν· ὃν καὶ διαμένειν φησὶν εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ Θεοῦ. Οἱ γὰρ σύμμορφοι γενόμενοι τῶν παθημάτων αὐτοῦ καὶ συμβασιλεύ‐ σουσιν αὐτῷ διηνεκῶς. Προειπὼν μέντοι ὁ Προφήτης,
15ὅτι Σὺ, ὁ Θεὸς, εἰσήκουσας τῶν εὐχῶν μου, καθ’ ὑπερβα‐ τὸν συνῆψε τό· Ἡμέρας ἐφ’ ἡμέρας τοῦ βασιλέως προσ‐ θήσεις. Ἤκουσας γὰρ, φησὶ, τῶν εὐχῶν μου· ἡμέρας ἐφ’ ἡμέρας προσέθηκας. Διὰ μέσου δὲ ἐνεβλήθη ἡ περὶ τῶν φοβουμένων τὸ ὄνομα Κυρίου μνήμη· ἐπειδὴ
20καὶ αὐτοῖς ἐπήγγελται τὴν κληρονομίαν ἡ προφητεία. Ἦν δὲ ἡ αἰώνιος ζωή.
23 Ἀθανάσιος. Ἐξ ἀναστροφῆς δὲ ὁ λόγος, ἵνα ᾖ τοιοῦτος· Εἴ τις ἐκζητήσει τὸ ἔλεος αὐτοῦ καὶ τὴν
25ἀλήθειαν, οὗτος ἐν τοῖς ἀτελευτήτοις αἰῶσι διαμενεῖ ἐνώπιον τοῦ Θεοῦ. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ἔλεος καὶ ἀλήθεια διατηρήσουσιν αὐτόν. Ταῦτα γὰρ τῆς ἀθανασίας αὐτῷ ἔσται αἴτια, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἡ ἀλήθεια. Κατὰ δὲ τοὺς Ἑβδο‐
30μήκοντα· Τίς, φησὶν, ἱκανὸς τὸν κεκριμένον καὶ δί‐ καιον τοῦ Θεοῦ ἔλεον καταμαθεῖν ἀκριβῶς; Τὰ γὰρ κρίματα αὐτοῦ ἄβυσσος πολλή.
36 Ἀθανάσιος. Πρὸς δὲ νοῦν ταῦτά φησι διὰ τὸ βλασφημοῦντας αὐτοὺς τὸν Ἰησοῦν λέγειν τοῖς ἀπο‐ στόλοις· Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν, μηδ‐ ενὶ λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ; Τοὺς μέντοι
40λόγους τῆς διαβολῆς ῥομφαίαν ἠκονημένην ὠνόμασεν, ἵνα δείξῃ τὸ ὀξύτερον πρὸς ἀναίρεσιν· καὶ τόξῳ τὴν γλῶσσαν τοῦ συκοφάντου παρείκασεν, ὅτι καὶ τοὺς πόῤῥω βλάπτει. Οὐδενὸς γὰρ οὔτε παρόντος οὔτε ἀπόντος ὁ λοίδορος καὶ συκοφάντης φείδεται.
46Ἀθανάσιος. Οἱ θεωροῦντες, φησὶ, τοὺς τοιού‐

27

.

576

τους καὶ τοσούτους τῶν ἐγχειρημάτων διαμαρτόντας καὶ ἀστοχήσαντας θορύβου καὶ δέους ἐπλήσθησαν, καὶ τὴν θείαν ἐθαύμασαν πρόνοιαν. Ἐν περινοίᾳ γὰρ τῆς τοῦ Θεοῦ κηδεμονίας γενόμενοι, τὸ θεῖον κριτή‐
5ριον ἔδεισαν, καὶ πάντες συνῆκαν, ὅτι παρὰ Θεοῦ κατεργάζεται τὸ τῆς αὐτῶν δολιότητος ἄπρακτον, ὅτι τὰ κατ’ ἐμοῦ μάταια ἠλέγχθη. Ὡς πάντας ἀπαγγέλ‐ λειν, ὅτι Σὸν, ὦ Δέσποτα, ἔργον τοῦτο, καὶ σοὶ τὰ γε‐ νόμενα ἐπιγράφουσι. Τίς γὰρ οὐκ ἂν φοβηθείη,
10ἐπισκοπὴν ἐκ Θεοῦ ὁρῶν γινομένην κατὰ τῶν ἀσεβῶν, καὶ ἐκδίκησιν ὑπὲρ τῶν ἀδικουμένων;
13 Ἀθανάσιος. Ἀναμέμικται δὲ τῇ περὶ τού‐ των προῤῥήσει καὶ τῆς τῶν ἐθνῶν σωτηρίας ἡ προ‐
15φητεία. Εἰσάγει γὰρ ὁ Δαυῒδ ἐνταῦθα τοὺς ἐξ ἐθνῶν πιστεύσαντας εἰς Χριστὸν, καταβοῶντας τῶν σοφῶν τοῦ αἰῶνος τούτου, αἰτοῦντάς τε τῆς προτέρας ἀσε‐ βείας ἄφεσιν· ἔτι τε εὐχὴν ἀναπέμπει ὑπὲρ αὐτῶν, ὄντων μὲν πάλαι ἀκάρπων, γενομένων δὲ εὐφόρων
20διὰ τῆς εἰς Χριστὸν πίστεως. Εἴρηται δὲ πρότερον, ὡς πρᾶξιν μὲν ὁ ψαλμὸς, θεωρίαν δὲ ἡ ᾠδὴ δηλοῖ Ὅταν οὖν δι’ ἀμφοτέρων ᾖ τὸ ἀγαθὸν κατορθούμενον, τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδρα‐ μούσης, ψαλμὸς ᾠδῆς γίνεται. Ὁ θεωρητικὸς γὰρ
25ἅμα τῷ πρακτικῷ κατορθούμενος βίῳ ἄνδρα τέλειον ἀποδείκνυσιν.
29Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν αἰνίττεται
30τὸν λαὸν τὸν νέον, τὸν ἐξ ἐθνῶν ἐκλεγέντα τῷ Χριστῷ εἰς κληρονομίαν. Αὐλὰς δὲ τὰς κατὰ χώ‐ ραν Ἐκκλησίας ὑποληπτέον. Ἑτέρως δὲ καὶ τὸν τε‐ λειωθέντα ἐν ἀρεταῖς, τοῦτον καὶ ὁ Προφήτης μακα‐ ρίζει. Ἐκλέγεται μὲν γὰρ ὁ Θεὸς τὸν ἀγωνίζεσθαι
35καὶ δραμεῖν ἐπιτήδειον· τὸν δὲ ἤδη νενικηκότα, καὶ καλῷ τέλει τὴν ζωὴν περικλείσαντα, εἰς οὐρανὸν προσλαμβάνεται, ἔνθα καὶ σκηνὴν αὐτῷ ταῖς ἰδίαις αὐλαῖς ἀποκληροῖ· περὶ ὧν εἴρηται· Πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὥστε τελειότερον τοῦ ἐκλεγῆναι τὸ
40προσληφθῆναι παρὰ τοῦ ἐκλεξαμένου. Ὅταν γὰρ ὁ ἐκλεγεὶς πάντα κατὰ βούλησιν Θεοῦ πράξῃ, τότε μετὰ δόξης εἰς τὰς ἐπαγγελίας προσλαμβάνεται, καὶ μετ‐ οικισθεὶς τοῦ περὶ γῆν τόπου, ἐκεῖ κατασκηνοῖ, ἐν ταῖς αὐλαῖς τοῦ ἐκλεξαμένου. Ὧν ἐντεῦθεν ἔτι πόθον
45τις ἔχων, εἶπεν· Ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου. Ὥστε τὰς λέξεις ταύτας, φημὶ δὴ τὸ, Μακάριος, ὃν ἐξελέξω καὶ προσελάβου, εἰκό‐ τως προφέρουσιν οἱ τοὺς ἀπαλλαγέντας τοῦ βίου ζη‐ λοῦντες καὶ μακαρίζοντες.
52Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἀγαθὰ τοῦ

27

.

577

οἴκου τοῦ Θεοῦ τὰ τοῦ Πνεύματος διάφορα χαρί‐ σματα. Οἶκον δὲ Θεοῦ τὴν Ἐκκλησίαν ὁ Παῦλος καλεῖ. Ἐν δὲ τούτῳ θαυμαστῶς ἐπιτελεῖται ἡ ἀρετὴ, καλουμένη δικαιοσύνη. Ὁ τοίνυν πιστεύων καὶ ἔργων
5ἀγαθῶν πληρωθεὶς ἔχει τὸν Κύριον ἐν ἑαυτῷ. Εἴρη‐ ται γὰρ διὰ τῆς πίστεως κατοικεῖν τὸν Χριστὸν εἰς τὸν ἔσω ἄνθρωπον, καὶ πρὸς τὸν τηροῦντα τὸν λόγον αὐτοῦ μετὰ τοῦ Πατρὸς ἐρχόμενος μονὴν ποιεῖται. Καὶ γίνεται ὁ τοιοῦτος ναὸς, (κατὰ τό· Οὐκ οἴδατε,
10ὅτι ναὸς Θεοῦ ἐστε;) ὃς καὶ δικαιοσύνην θαυμαστῶς κατορθοῖ, τὴν διὰ πίστεως συνισταμένην. Ἅγιος μέν‐ τοι ἐστὶν ὡς καθαρὸς, θαυμαστὸς δὲ ἐπὶ τῇ δικαιο‐ σύνῃ.
16 Πρὸς δὲ διάνοιαν· Σὺ, φησὶν, εἶ ὁ τὰ ὄρη, ἤγουν τὰς ἀντικειμένας δυνάμεις, ἑτοιμάζων εἰς τιμωρίαν (ἡτοίμασται γὰρ αὐταῖς ἡ ἄβυσσος)· τοῦτο δὲ ποιήσεις, δυνατὸς ὤν.
21 Ἀθανασίου καὶ Κυρίλλου. Πρὸς δὲ διάνοιαν· Συνταράσσει Χριστὸς οἷόν τι κύτος καὶ πλάτος θαλάσ‐ σης τὰ πλήθη τῶν ἐθνῶν, μὴ συγχωρήσας αὐτὰ ἠρε‐ μεῖν ἐν ταῖς ἀρχαίαις ἀπάταις· κεκινηκὼς δὲ μᾶλ‐
25λον εἰς ἐπίγνωσιν τῆς ἑαυτοῦ δυνάμεως, καὶ ὥσπερ τινὰς ἤχους κυμάτων, ἀνασαλεύσας ἁπάντων τὰς ἐπ’ αὐτῷ δοξολογίας. Ἢ θάλασσαν ἐνταῦθα τὸ πλῆθος τῶν ἀκαθάρτων πνευμάτων φησὶν, ὃ συνταράσσεται τῇ τοῦ Χριστοῦ παρουσίᾳ. Διὸ καὶ φοβούμενοι ἔλεγον·
30Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς. Ἢ θά‐ λασσαν μὲν τὸ πλῆθος καλεῖ τῶν τυράννων διὰ τὸ ἁλμυρὸν τῆς εἰδωλολατρείας αὐτῶν, ἤχους δὲ κυμά‐ των τὰς κατὰ τῶν μαρτύρων ἐπιβουλὰς καὶ βασά‐ νους. Ἃς τίς ὑπέμεινεν, εἰ μὴ τῇ δυνάμει Χριστοῦ
35ἐνεδυναμοῦτο καὶ ἐστηρίζετο;
37 Ἀθανασίου. Παρεδήλωσε δὲ καὶ τὸ τῶν ἁγίων ἀποστόλων κήρυγμα· ὅπερ διὰ τὸ ἄηθες καὶ διὰ τὸ καταλύεσθαι τὸ πατρῷον τῶν ἐθνῶν σέβας, καὶ τὴν
40πολιτείαν αὐτῶν ἀμείβεσθαι, ταραχὴν εὐθὺς καὶ ζά‐ λην τοῖς ἀνθρώποις ἐκίνησε κατὰ τὴν τοῦ Κυρίου φωνὴν, χωρίζον νύμφην ἐκ πενθερᾶς, καὶ πατέρα ἐξ υἱοῦ. Μετὰ δὲ τὴν ζάλην κατέπαυσε, καὶ τὴν εἰρήνην ἅπασιν ἐπρυτάνευσεν. Ὅτε οὖν, φησὶ, τὰ ἔθνη ταρα‐
45χθήσονται, τουτέστι τῶν δαιμόνων τὰ συστήματα, τότε δὴ τότε καὶ οἱ ἐν τοῖς πέρασι τῆς οἰκουμένης ἄνθρωποι φοβηθήσονταί σε, τὰ μεγάλα σημεῖα θεω‐ ρήσαντες, τὰ ἐπὶ τῇ σῇ παρουσίᾳ γεγενημένα.

27

.

577

(50)

Ἀθανασίου, Εὐσεβίου καὶ Κυρίλλου. Καὶ μέν‐
τοι ὅταν τὰ μεγάλα σημεῖα θεωρήσαντες οἱ τὴν οἰκου‐

27

.

580

μένην οἰκοῦντες φοβηθῶσι τὸν ἀγαθὸν φόβον, τότε δὴ καὶ εἰς τὰς πρωΐας καὶ εἰς τὰς ἑσπέρας ἐξόδους, τουτέστιν ἐν παντὶ καιρῷ, τέρψις ἔσται αὐτοῖς ἀγαλ‐ λιωμένοις, ἐφ’ οἷς κατώρθωσεν ἡ Χριστοῦ παρουσία.
5Καὶ αὐτοῦ δὲ τοῦ Χριστοῦ δύο ἔξοδοι, ἤγουν πρόοδοι· ἡ μὲν πρωΐας, πρὸ πάντων τῶν αἰώνων ἐκ Πατρὸς γενομένη, κατὰ τό· Αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· ἡ δὲ ἑσπέρας, ἡ ἐκ παρθένου, ἥτις ἐπὶ συντελείᾳ τῶν αἰώνων ἀπήντησεν. Ἑκατέρα δὲ
10τέρψις ἐστὶ καὶ ἀγαλλίασις. Ὁ μέντοι Σύμμαχος εἰπὼν, Τὰς προσελεύσεις τοῦ ὄρθρου καὶ τῆς ἑσπέρας ὑμνολογοῦσι, τοῦτο δοκεῖ λέγειν, ὅτι καὶ ἀρχομένης καὶ ληγούσης ἡμέρας τὴν ἀρεστὴν τῷ Θεῷ προσοίσουσιν ὑμνῳδίαν οἱ τὴν πλάνην καταλιπόντες
15τὸν δὲ φύσει γνόντες Θεόν.
17 Ἀθανάσιος. Πρὸς δὲ διάνοιαν· Κατεκόρεσας, φησὶ, τῶν ἄνωθεν ἀγαθῶν τὴν σύμπασαν γῆν· πε‐ πλήρωκας τῶν πνευματικῶν χαρισμάτων τοὺς κατὰ
20πᾶσαν ὄντας τὴν ὑπ’ οὐρανόν· ἡμᾶς δὲ τοὺς τότε πλανωμένους, γῆν ὥσπερ τινὰ ξηρὰν ὄντας καὶ ἄν‐ υδρον, καρποφόρον ἀνέδειξας, καὶ γονιμωτάτην, καὶ ἱερὰν ἀληθῶς.
25 Ἀθανάσιος. Πρὸς δὲ νοῦν ποταμὸς Θεοῦ ὁ Μο‐ νογενής. Ὡς γὰρ ἀπὸ πηγῆς ἔρχεται ποταμὸς, οὕτω καὶ αὐτὸς ἐκ τῆς τοῦ τεκόντος οὐσίας, καὶ ἔστιν ὁμο‐ ούσιος αὐτῷ· ὃς πλήρης ὑδάτων ἐστίν· ἐπεὶ τὸ πλή‐ ρωμα τῆς θεότητος ἐν αὐτῷ κατοικεῖ. Καὶ ἐθεασά‐
30μεθα τὴν δόξαν αὐτοῦ· πλήρης χάριτος καὶ ἀλη‐ θείας. Νοηθείη δ’ ἂν ποταμὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, πλῆρες ὑδάτων τῶν διαφόρων χαρισμάτων. Ἡτοιμάσθαι δέ φησι τὴν πνευματικὴν τροφὴν, διότι πρὸ καταβολῆς κόσμου ὥρισται τὸ Χριστοῦ μυστή‐
35ριον, ὅς ἐστιν ἄρτος ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ὅτι οὕτως, φησὶν, ἡ ἑτοι‐ μασία τῆς ἀληθινῆς τροφῆς, ὡς αὐτὸς ἡτοίμασας, καὶ οὐκ ἄλλως (f. ἄλλος)· ἀντὶ τοῦ, προνοητικώτατα καὶ θεοπρεπῶς. Θεῷ γὰρ πρέπει τοιαῦτα ἑτοιμάζειν, ὧν
40οἳ μεταλαμβάνονται εἰς ἀξίαν Θεοῦ διὰ τῆς μετανοίας ἀναβαίνουσιν.
43 Ἀθανασίου καὶ Εὐσεβίου. Θεωρητικῶς δέ· Ἐπί‐ μεινον, φησὶ, Δέσποτα, τὰ βάθη τῆς καρδίας τῶν ἀν‐
45θρώπων καθάπερ τινὰς αὔλακας ἄρδων, καὶ μεθύ‐ σκων, καὶ εἰς καρπογονίαν διεγείρων· ὥστε πληθυν‐ θῆναι τὰ γεννήματα τῆς δικαιοσύνης αὐτῶν, οὐ μό‐ νον διὰ τοῦ ποταμοῦ (τουτέστι τῆς τοῦ Πνεύματος χάριτος), ἀλλὰ καὶ διὰ τῶν φερομένων ψεκάδων, ὡς

27

.

580

(50)

παρά τινων νεφελῶν τῶν διδασκάλων, τουτέστι διὰ τῶν νοημάτων τῶν θείων Γραφῶν.
53Ἀθανάσιος. Κατὰ μὲν οὖν τὸ ῥητὸν, ἐνιαυτὸν
χρηστότητος εὐλογούμενον τὸν τῆς εὐθηνίας ὠνόμα‐

27

.

581

σεν, ὡς τῇ τοῦ Θεοῦ χρηστότητι τὴν εὐετηρίαν δε‐ χόμενον, καὶ εὐλογίας διὰ τῆς εὐθηνίας πληρούμενον· πρὸς δὲ νοῦν. Sequentia Cyrilli sunt. Et paulo post, Θεοδωρήτου καὶ Ἀθανασίου. Εἴη δ’ ἂν καὶ ὁ μέλ‐
5λων αἰὼν στέφανος χρηστότητος, διὰ τὸ ἐν πολλῇ χρηστότητι τοὺς ἁγίους ἐν αὐτῷ στεφανοῦσθαι.
8 Ἀθανασίου. Πρὸς δὲ νοῦν πεδίοις καὶ γαίαις παρεικάζει τὰς τῶν πιστευόντων ψυχάς. Ἃς τοῖς
10θείοις καὶ πνευματικοῖς χαρίσμασι καταπιαίνει Θεὸς, ἵνα δύνωνται φέρειν τοὺς τῆς εὐσεβείας καρπούς.
13 Ἀθανασίου. Πρὸς δὲ νοῦν ὡραῖα τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστάς φησι, τοὺς εὐτραφεῖς
15γεγενημένους τοῖς πνευματικοῖς χαρίσμασιν. Ἔρημον δὲ τὴν Ἐκκλησίαν ἀποκαλεῖ, τὴν πάλαι ἔρημον οὖσαν τῆς περὶ Θεοῦ γνώσεως.
19Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν· Τῆς τοῦ Θεοῦ
20φανείσης χρηστότητος, ἡ πάλαι ἔρημος καρποφορή‐ σει, καὶ οἱ βουνοὶ, οἱ ταῖς εἰδωλικαῖς θυσίαις μιαινό‐ μενοι, τοὺς τὸν ἀγγελικὸν αἱρουμένους βίον δεξάμε‐ νοι, εὐφρανθήσονται. Ἢ βουνοῖς ἀπεικάζει τοὺς κατὰ καιροὺς τῶν ἁγίων Ἐκκλησιῶν ἡγουμένους, καὶ λαῶν
25προεστηκότας, ἤτοι ποιμένας καὶ διδασκάλους. Ὥσπερ γὰρ τῆς ἄλλης ἁπάσης γῆς ὑπερανέχουσι τὰ ὄρη καὶ οἱ βουνοί· τὸν αὐτὸν τρόπον καὶ ἡ τῶν ἁγίων μυστα‐ γωγῶν ἀξία ὑψηλοτέρα τῶν ἄλλων ἐστίν. Οὗτοι καὶ ἀγαλλίασιν περιζώννυνται, τουτέστι τὴν τοῦ πνεύμα‐
30τος παράκλησιν.
32 Γρηγορίου Θεολόγου καὶ Ἀθανασίου. Αἱ μὲν τῆς γῆς τὸν αἰσθητὸν καὶ ἐφήμερον· αἱ δὲ τῶν ψυ‐ χῶν τῶν καλῶς τῷ λόγῳ γεωργουμένων τὸν πνευ‐
35ματικὸν καὶ αἰώνιον. Αἱ γὰρ πάλαι, φησὶν, ἀπορώ‐ ταται καὶ ἄγονοι τῶν ἐθνῶν ψυχαὶ πνευματικῷ καρ‐ πῷ ἔσονται πλήρεις.
39Ἀθανάσιος. Ἁπλῶς δέ· Ἅπαντες, φησὶν, οἱ
40προλεχθέντες σὺν πάσῃ προθυμίᾳ τὸν Θεὸν ἀνυμ‐ νήσουσι, τὴν τοιαύτην μεταβολὴν τῇ τῶν ἀνθρώπων δωρησάμενον φύσει.
44Ἀθανασίου. Κατὰ δὲ θεωρίαν, ἀλαλα‐
45γμός ἐστιν ἐπινίκιος ὕμνος ἐπὶ ἐχθροῖς πεπτω‐ κόσιν ᾀδόμενος. Ὡς οὖν ἀνῃρημένων τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου διὰ τῆς Χριστοῦ παρουσίας, πάντα τὰ ἔθνη τοὺς ἐπινικίους ὕμνους ἀναπέμπειν παρακελεύεται τῷ τῆς νίκης αἰτίῳ Θεῷ καὶ τῷ

27

.

581

(50)

ὀνόματι αὐτοῦ, τουτέστι τῷ Υἱῷ.

27

.

584

Ὡς γὰρ ἡμεῖς διὰ τοῦ ὀνόματος αὐτοῦ γνωριζόμεθα, οὕτω καὶ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ.
4Κύριλλος, Ἀθανάσιος. Καὶ οὕτω μὲν πρὸς ἱστορίαν
5πρὸς δὲ πνευματικὴν ἔκληψιν λίαν φοβερὰ τὰ ἔργα Χρι‐ στοῦ, εἴτουν αἱ θεοσημεῖαι, καὶ τὸ, ἐκποδὼν γενέσθαι τῶν ἀκαθάρτων δαιμόνων τὰ πλήθη. Πλῆθος δὲ καὶ πε‐ ριουσία δυνάμεως ἡ ἀνάστασις αὐτοῦ, καταστρέφουσα μὲν τοῦ θανάτου τὸ κράτος, ἅπασαν δὲ τὴν ἀνθρώ‐
10που φύσιν εἰς ἀφθαρσίαν ἀνακαινίζουσα. Ἐπεὶ δὲ Ἰουδαῖοι, τῶν Χριστοῦ θαυμάτων γενόμενοι θεωροὶ, δέον ἐκπλήττεσθαι, τὸν τερατουργὸν ἐνδιέβαλλον, καὶ πλάνον ἐκάλουν, ἐπιπλήττων ὁ ψάλλων φησί· Παύσα‐ σθε, εἴπατε δὲ μᾶλλον αὐτῷ, ὅτι Φοβερὰ τὰ ἔργα
15σου. Εἶτα ἐπεὶ ἀπειθοῦντας ἑώρα, ἀφεὶς τὸ πρὸς αὐ‐ τοὺς διαλέγεσθαι, τῷ συκοφαντουμένῳ Χριστῷ προσ‐ ομιλεῖ, λέγων· Πολλή σου ἡ δύναμις, εἰ καὶ οἱ ἐχθροί σου ἐψεύσαντό σε, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς μύσαντες, καὶ μηδὲ τῶν θαυ‐
20μάτων τῆς ὑπερβολῆς παρενεγκούσης αὐτοὺς εἰς τὸ πείθεσθαι. Πλήθει γὰρ δυνάμεως τοῦ Κυρίου ἡμῶν ἐκτελέσαντος τὴν οἰκείαν ἐκ νεκρῶν ἀνάστασιν κατὰ τὸ ἀνθρώπινον, οἱ ἐχθροὶ αὐτοῦ Ἑβραῖοι ἐψεύ‐ σαντο αὐτόν· τουτέστιν, ἐνδιέβαλλον τὴν ἀνά‐
25στασιν.
29Ἀθανάσιος, Κύριλλος, Γρηγόριος Νύσσης.
30Εἰ καὶ Ἰουδαῖοι, φησὶν, ἀρνήσονταί σε, ἀντ’ ἐκείνων ὑποκλιθήσεταί σοι καὶ προσκυνήσει πᾶσα ἡ γῆ, ἤτοι τὰ ἔθνη τὰ κατοικοῦντα τὴν γῆν. Οὐκέτι γὰρ ἐν Ἱε‐ ρουσαλὴμ ἡ προσκύνησις, τῆς νομικῆς παυσαμένης σκιᾶς, κατὰ τό· Προσκυνήσουσιν αὐτῷ ἕκαστος
35ἐκ τοῦ τόπου αὑτοῦ, καὶ τῆς προσκυνήσεως γενο‐ μένης ἐν πνεύματι καὶ ἀληθείᾳ, καταλλήλων ἔργων γινομένων τῇ προσκυνήσει Θεοῦ, τῆς αὐτοῦ προσηγο‐ ρίας ἐπικληθείσης αὐτοῖς. Πρόῤῥησις δὲ ταῦτα τοῦ παρόντος καιροῦ, καθ’ ὃν ἐν ἅπασι τοῖς ἔθνεσιν ὁ τῶν
40ὅλων ὑμνεῖται Θεὸς, καὶ ὁ Δεσπότης Χριστὸς ὕψιστος παρὰ πάντων καλεῖται.
43 Ἀθανάσιος. Τῶν ἀποστόλων ἐνταῦθα εἰσάγει τὸ πρόσωπον, διδασκόντων τὰ ἔθνη, ὡς ἄρα οὗτος ὁ ἐν
45τῇ κατὰ σάρκα παρουσίᾳ τὰς θεοσημείας ἐργαζόμε‐ νος, αὐτός ἐστιν ὁ πάλαι τὴν Ἐρυθρὰν θάλασσαν ξηράνας, καὶ μὴν καὶ τοῦ Ἰορδάνου ἀνακόψας τὰ ῥεύματα, ὡς ποδὶ παρελθεῖν τοὺς υἱοὺς Ἰσραήλ. Φησὶν οὖν· Ἐπιστήσατε τὸν νοῦν καὶ κατανοήσατε

27

.

584

(50)

τῶν ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ γινομένων ἑκάστων, ὅπως ἐστὶν ἐν βουλαῖς ἀκατάληπτος· καὶ τὴν ἄῤῥητον αὐ‐
τοῦ σοφίαν θαυμάσατε, δι’ ἧς τὸ τῶν ἀνθρώπων γένος

27

.

585

ποδηγεῖ πρὸς εὐσέβειαν. Φοβεραῖς γὰρ καὶ θαυμα‐ σταῖς μηχαναῖς ὑπὲρ τῆς τῶν ἀνθρώπων κέχρηται σωτηρίας.
6Ἀθανασίου. Πρὸς δὲ νοῦν· Ἐκεῖ σὺν Χριστῷ βα‐ σιλεύσομεν, ἡνίκα τοῦ νέου αἰῶνος βασιλεύσει, καὶ εὐφρανθησόμεθα ἐπ’ αὐτῷ. Εὐφραινόμεθα δὲ ἐν τῷ ποιήσαντι τὰ δυσχερῆ ῥᾴδια.
11 Ἀθανάσιος, Εὐσέβιος. Κατὰ δὲ πνευματικὴν ἐκδοχὴν ὀφθαλμοὺς Θεοῦ τοὺς ἀποστόλους νοήσομεν· παραπικραίνοντας δὲ τοὺς Ἰουδαίους, οὓς καὶ οἱ προ‐ φῆται οἶκον ἐκάλουν παραπικραίνοντα. Τίς γὰρ,
15φησὶν, ὁ παραπικραίνων ἀλλ’ ἢ ὁ οἶκος Ἰσραήλ; Τῷ γοῦν παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπεῖδεν ὁ Κύριος. Ὅθεν μὴ ὑψούσθωσαν οἱ ἀσεβεῖς, ὡς δυνά‐ μενοι ἀπολέσαι τοὺς τῷ Εὐαγγελίῳ προσερχομένους· ἀλλὰ μηδ’ ὁ ὑπερόπτης λαὸς, ἤγουν ὁ Ἰσραὴλ, μέγα
20φρονείτω, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψη‐ λὴν ἐπαιρέτω τὴν ὀφρύν. Μὴ λεγέτω καθ’ ἑαυτόν· Ἐγὼ γέγονα πρωτότοκος ἐν τέκνοις Θεοῦ· ἴστω δὲ μᾶλλον, ὅτι παρεπίκρανε τὸν κτίσαντα. Διὸ καὶ μετ‐ έστησεν ἀπ’ αὐτοῦ τὴν ἐπισκοπήν.
26 Ἀθανάσιος. Πρὸς δὲ νοῦν οἱ ἀπόστολοι τοῖς ἐξ ἐθνῶν φασιν· Ὅταν ἀκούσητε παρ’ ἡμῶν, τίνα τρόπον προσήκει δοξολογεῖν, τότε μεθ’ ἡμῶν εὐλογήσατε, οὐκ ἔτι τοὺς ψευδωνύμους θεοὺς, ἀλλὰ τὸν Θεὸν ἡμῶν
30τὸν τῆς ζωῆς δοτῆρα. Ζωὴ γὰρ ἦν ἡ τοῦ παραδείσου τρυφὴ, ἐν ᾧ ἔθετο ὁ Θεὸς τὸν ἄνθρωπον ἐργάζεσθαι καὶ φυλάσσειν αὐτόν.
34Ἀθανασίου, Κυρίλλου. Πρὸς δὲ νοῦν τὰς
35θλίψεις τὰς γενομένας διὰ τὸ κήρυγμα τοῖς ἀπο‐ στόλοις τὸ Πνεῦμα προαναφωνεῖ, ἐκ προσώπου αὐ‐ τῶν ταύτας καταλέγον. Ὥσπερ γὰρ ὁ ἄργυρος πυρὶ τηκόμενος εὖ μάλα διακαθαίρεται, οὕτω καὶ αἱ τῶν ἁγίων ψυχαὶ παντὸς ἀπαλλάττονται ῥύπου, ταῖς τῶν
40πειρασμῶν ἐφόδοις προσβάλλουσαι νεανικῶς. Καὶ ἡ αὐτῶν εὐδοκίμησις διὰ πυρώσεως γίνεται, δοκιμαζο‐ μένων ὡς διὰ πυρός. Ταύτας τὰς φωνὰς τοῖς ἁγίοις μάρτυσιν ὁ Παῦλος ἀνατίθησιν. Ἀλλὰ καὶ οἱ διὰ πυ‐ ρὸς καὶ ὕδατος τοῦ ζέοντος θυμοῦ, καὶ τῆς διακεχυ‐
45μένης ἡδονῆς καὶ ἐπιθυμίας διελθόντες, καὶ μὴ ἐναπομείναντες τούτοις τοῖς πάθεσιν, εὑρίσκουσι τὴν ἀνάψυξιν.
49Ἀθανάσιος. Πρὸς νοῦν φασὶν οἱ ἀπόστολοι·

27

.

585

(50)

Εἰσελευσόμεθα εἰς τὸν ναὸν τὸν ἐπουράνιον οὐκ ἐν αἰσθητοῖς, ἀλλ’ ἐν νοητοῖς ὁλοκαυτώμασιν. Ὅλους γὰρ ἑαυτοὺς ἀνέθηκαν τῷ Θεῷ ἐν τάξει ὁλοκαυτω‐
μάτων.

27

.

588

Ἀθανάσιος, Κύριλλος, Βασίλειος. Πρὸς δὲ διά‐ νοιαν· Πνευματικὰ πάντα καὶ τὰ ὁλοκαυτώματα, καὶ οἱ βόες, καὶ οἱ χίμαροι, οὓς ἀποδώσειν ἐπαγγέλλεται. Καὶ μετὰ κριῶν δὲ προσφορὰ γίνεται. Εἰσὶ δὲ κριοὶ
5κινήσεις καὶ ὁρμαὶ ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ὁρμὴν ἔχουσαι, ἢ λογισμοὶ ἡγεμονικοὶ τὰ πάθη κε‐ ρατίζοντες. Βοῦν δὲ ἱερουργεῖ ὁ προσάγων θυσίαν ζῶσαν ἑαυτὸν διὰ πράξεως. Ἀναλογεῖ γὰρ τῷ ἐκ τῆς γῆς πλασθέντι σώματι, γεωπόνον ὑπάρχον τὸ ζῶον
10ὁ βοῦς. Χίμαροι δὲ τὰ μετανοίας ἔργα· περὶ ἁμαρ‐ τίας γὰρ προσεφέροντο. Θυμίαμα δὲ ἡ ἀποπνέουσα τῶν καθαρῶν ψυχῶν εὐωδία.
16 Ἀθανάσιος. Οἱ μέντοι ἀπόστολοι οὐκ ἀρχαίων διηγημάτων ποιοῦνται μνήμην· ἀλλὰ τὰ νέα τοῦ Σω‐ τῆρος ἡμῶν θαυμάζουσι κατορθώματα, ὅσα ταῖς ἁπάντων ἡμῶν ψυχαῖς ἐχαρίσατο.
21 Ἀθανασίου. Τάχα δὲ ἁμαρτωλοὶ οἱ τῆς ἁμαρτίας εὑρεταὶ δαίμονες· οἳ καὶ ὡς καπνὸς ἐκλείπουσι, τῷ ἁγίῳ Πνεύματι ἐλαυνόμενοι καὶ σκεδαννύμενοι· καὶ ὡς κηρὸς τήκονται ὑποῤῥέοντες τῇ ἐπιφανείᾳ τοῦ
25Χριστοῦ, ὃς πῦρ λέγεται καταναλίσκον τὴν μοχθη‐ ρίαν. Καὶ λοιπὸν οἱ δικαιωθέντες ἐκ πίστεως, κατα‐ λυθείσης τῆς τυραννίδος τῶν δαιμόνων, εὐφραί‐ νονται.
30 Εὐσεβίου, Ἀθανασίου. Καὶ ὁ τῆς δικαιοσύνης ἥλιος, μορφὴν δούλου λαβὼν, καὶ τὰς ἀκτῖνας τῆς αὐτοῦ ὥσπερ συστείλας θεότητος, καὶ καταδὺς ἐν τῷ σώματι, ἢ καὶ ἐν αὐτῷ τῷ θανάτῳ, τὸ κατακεχυμέ‐ νον τῶν ἀνθρωπείων ψυχῶν σκότος ἀπήλασε. Πλὴν
35εἰ καὶ τῆς ἡμετέρας ἐπέβη πτωχείας, καὶ τὴν οἰκείαν οἰκονομικῶς συνεσκίασε δόξαν, τὴν εἰς ἀνθρώπους ποιησάμενος πάροδον καὶ τὴν ἔνσαρκον ἐνδημίαν, ἀλλ’ οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γε‐ γονὼς οὐκ ἀπέβαλε τὸ εἶναι Θεός. Παρακελεύεται
40τοίνυν ὁ λόγος τοῖς ἱεροῖς ἀποστόλοις μετὰ χορείας καὶ ὑμνῳδίας εἰς τὰ ἔθνη δραμεῖν, καὶ τὴν ὁδὸν τῶν ψυχῶν αὐτῶν εὐτρεπίσαι τῷ τῶν ὅλων παμβασιλεῖ διὰ τοῦ κηρύγματος. Εἶεν δ’ ἂν δυσμαὶ εἴτουν νύκτες καὶ αἱ τοῦ τῆς δικαιοσύνης ἡλίου ἐκπεσοῦσαι ψυχαί·
45ὧν Χριστὸς τὸν τῆς πλάνης ζόφον ἐξήλασεν, ἐνοική‐ σας αὐταῖς διὰ πίστεως.
48 Κατὰ δὲ τὸν θεῖον Ἀθανάσιον, ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλον

27

.

588

(50)

ἐμαυτὸν, ἅτε ἀνεξερευνήτων ὄντων. Πλὴν τὸν δέοντα εἰς τὴν τούτων γνῶσιν ἐμαυτῷ πεπόρισμαι καιρόν. Οὗτος δὲ ἦν ὁ τοῦ δικαστηρίου καιρὸς, ὅτε ἀποδώσεις
ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τότε γὰρ ἀκριβῶς οἱ

27

.

589

μικρόψυχοι εἴσονται, ὁποῖον μὲν ἡ ἀρετὴ, ὁποῖον δὲ ἡ κακία.
4Κατὰ δὲ τὸν ἱερὸν Ἀθανάσιον· Ἐπειδὴ οὐδέν
5μοι, φησὶν, ὑπάρχει ἐν τῷ οὐρανῷ πλὴν σοῦ μόνου, ἀναγκαίως οὐδέ τι τῶν ἐπὶ γῆς ἠθέλησα δέξασθαι παρὰ σοῦ, ἅτε φθαρτῶν ὄντων πάντων καὶ προσ‐ καίρων· ἑνὸς δὲ μόνου ηὐχόμην τυχεῖν, καὶ τῷ τού‐ του πόθῳ κατέτρυχον ἐμαυτὸν ἐπὶ τῆς γῆς. Τοῦτο
10δέ ἐστι τὸ σὲ μερίδα μοι καὶ μόνον γενέσθαι. Ἐξ‐ έλιπε γὰρ ἡ καρδία μου· τί ἐπιζητοῦντος; τὰς ἄνω
διατριβάς.