TLG 2035 060 :: ATHANASIUS :: Argumentum in Psalmos [Sp.] ATHANASIUS Theol. Argumentum in Psalmos [Sp.] Citation: Volume — page — (line) | ||
27.56(26t) | ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕ‐ | |
27t | ΞΑΝΔΡΕΙΑΣ ΥΠΟΘΕΣΙΣ ΕΙΣ ΤΟΥΣ ΨΑΛ‐ | |
---|---|---|
28t | ΜΟΥΣ. | |
29 | Ἐν τῇ Ἑβραϊκῇ βίβλῳ τῶν Ψαλμῶν ἄνευ τῆς τοῦ | |
30 | ἀριθμοῦ προσθήκης ἀνεγράφησαν οἱ πάντες καὶ δια‐ φόρως· οἱ μέν εἰσι συνημμένοι, οἱ δὲ διῃρημένοι. Αὐ‐ τίκα γοῦν ὁ πρῶτος καὶ ὁ δεύτερος κατὰ τὸ Ἑβραϊ‐ κὸν συνημμένοι· καὶ πάλιν ὁ ἔνατος, συνημμένος παρ’ ἡμῖν, ἐν τῷ Ἑβραϊκῷ διῄρηται εἰς δύο. Καὶ πᾶσα | |
35 | δὲ ἡ τῶν Ψαλμῶν βίβλος εἰς μέρη πέντε διῄρηται. Παρατηρητέον δὲ, ὅτι μὴ κατὰ ἀκολουθίαν τῶν τῆς ἱστορίας χρόνων ἡ τῶν Ψαλμῶν σύγκειται τάξις· ἐνήλ‐ λακται δὲ παρὰ πολλοῖς τοῖς χρόνοις, ὡς ἡ βίβλος τῶν Βασιλειῶν δηλοῖ. Πολλῆς γὰρ εἰδωλολατρείας κατα‐ | |
40 | κρατησάσης τοῦ τῶν Ἰουδαίων ἔθνους, λήθην αὐτοὺς πεποιῆσθαι τῶν πατρικῶν Γραφῶν, ὡς μηδὲ φαίνεσθαι βίβλον τοῦ Μωσέως νόμου, μηδὲ μὴν τῆς τῶν πατέ‐ ρων εὐσεβείας τι σώζεσθαι παρ’ αὐτοῖς. Ὅτε γοῦν καὶ τοὺς προφήτας ἀνῄρουν, διελέγχοντας αὐτῶν τὰς | |
45 | δυσσεβείας, καὶ τούτων ἕνεκα τὸ πρῶτον τῇ τῶν Ἀσσυρίων παρεδόθησαν αἰχμαλωσίᾳ· μετὰ δὲ ταῦτά τινα τῶν προφητῶν, περὶ τῆς συναγωγῆς αὐτῶν ἐσπουδακότα, μετά γε τῶν λοιπῶν καὶ τὴν βίβλον τῶν Ψαλμῶν συναγηοχέναι· οὐκ ἀθρόως εὑρόντα τοὺς | |
27.56(50) | πάντας, ἀλλὰ κατὰ διαφόρους χρόνους· κατατάττειν δὲ ἐν πρώτοις τοὺς πρώτους εὑρισκομένους· διὸ μηδὲ τοῦ Δαυῒδ ἐφεξῆς εὑρίσκεσθαι τοὺς πάντας, ἐν δὲ τῷ μεταξὺ καὶ τῶν υἱῶν Κορὲ, καὶ τοῦ Ἀσὰφ, καὶ Σολο‐ μῶντος, καὶ Μωσέως, Αἰθάμ τε τοῦ Ἰσραηλίτου, καὶ | |
55 | Αἰμὰν, καὶ πάλιν τοῦ Δαυῒδ, εὑρίσκεσθαι ἀναμὶξ ἐν | 56 |
27.57 | τῇ βίβλῳ τεταγμένους· οὐ καθ’ οὓς ἐλέχθησαν χρό‐ νους, ἀλλὰ καθ’ οὓς εὕραντο. Τὸ δ’ αὐτὸ εὕροις γε‐ γενημένον καὶ ἐν ταῖς τῶν προφητῶν περικοπαῖς. | |
5 | Τοὺς δὲ μετὰ τὸν πρῶτον καὶ δωδέκατον ἀνεπιγρά‐ φους ψαλμοὺς, καὶ τοὺς ἐπιγραφὴν ἔχοντας, οὐ δη‐ λοῦντας τίνος εἰσὶν, ἐκείνων εἶναι παῖδες Ἑβραίων φασὶ, ὧν τοὔνομα φέρεται ἐν ταῖς τῶν ἀνεπιγράφων προτεταγμέναις. Τὸν δὲ πρῶτον καὶ δεύτερον, ἕνα | |
10 | ὄντας ἄμφω, τοῦ Δαυῒδ ὑπάρχειν ἡγοῦμαι, διὰ τὸ πάν‐ τας τοὺς ἐν τῷ πρώτῳ μέρει τῶν Ψαλμῶν ἐφεξῆς αὐτοῦ εἶναι. Ἀπὸ γοῦν τοῦ τρίτου μέχρι τοῦ μʹ τοῦ Δαυῒδ ἐπιγράφονται οἱ πάντες· διό μοι δοκοῦσιν ὑπάρ‐ χειν τοῦ αὐτοῦ ὅ τε πρῶτος καὶ ὁ δεύτερος. Πιστοῦ‐ | |
15 | ται δὲ λόγον ἡ τῶν Πράξεων τῶν ἀποστόλων βίβλος, ἐν ᾗ εἴρηται· Δέσποτα, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στόματος παιδός σου Δαυῒδ εἰπών· Ἵνα τί | |
20 | ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Σα‐ φῶς γὰρ διὰ τούτων τὸν βʹ ψαλμὸν τοῦ Δαυῒδ ἔφησεν εἶναι. Ἀποσεσιωπῆσθαι δὲ εἰκὸς ἐπ’ αὐτὸν τὴν τοῦ Δαυῒδ προγραφὴν, διὰ τὸ γυμνὴν ἔχειν περὶ τοῦ Κυ‐ ρίου προφητείαν, ἐν ᾗ εἴρηται· Κατὰ τοῦ Κυρίου | |
25 | καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οἷς ἀκολούθως ἐπι‐ λέγει ἐξ αὐτοῦ τοῦ προσώπου τοῦ Χριστοῦ τό· Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σύ. Φέρονται τοίνυν ψαλ‐ μοὶ οἱ πάντες ρνʹ. Τινὲς δὲ νομίζουσι τοὺς πάντας εἶναι τοῦ μακαρίου Δαυΐδ· οὐ σημαίνεται δὲ τοῦτο. | |
30 | Οἱ μὲν γὰρ πάντες ἀναφέρονται τοῦ Δαυΐδ· ἐν δὲ ταῖς ἐπιγραφαῖς δείκνυται τίς τίνος ψαλμὸς γεγένηται. Τέσσαρες γὰρ ἄρχοντες ᾠδῶν ἐξελέγησαν, σπηʹ ἀκό‐ λουθοι. Τῶν οὖν τεσσάρων ἀρχόντων παράκεινται ψαλμοὶ, ὡς καὶ αἱ ἐπιγραφαὶ διδάσκουσιν. Ὁπόταν | |
35 | γὰρ λέγῃ· Ψαλμὸς τοῖς υἱοῖς Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν· αὐτοὶ ψάλλουσιν οἱ υἱοὶ Κορὲ, Αἰθὰν, Ἀσὰφ, καὶ Αἰμάν. Ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἀσὰφ, αὐτὸς εἶπεν ὁ Ἀσάφ· ὅταν εἴπῃ, Ψαλμὸς τοῦ Ἰδι‐ θοὺμ, αὐτὸς ψάλλει Ἰδιθούμ· ὁπόταν εἴπῃ, τοῦ | |
40 | Δαυῒδ, αὐτὸς λέγων ἦν Δαυΐδ· ἐπὰν δὲ λέγῃ, τῷ Δαυῒδ, ὑφ’ ἑτέρων λέγεται εἰς τὸν Δαυΐδ. Εἰσὶ μὲν οἱ πάντες ρνʹ, ὧν οβʹ εἰσὶ τοῦ Δαυῒδ, θʹ δὲ τῷ Δαυῒδ, ιβʹ τοῦ Ἀσὰφ, ιβʹ τοῖς υἱοῖς Κορὲ, εἷς τοῦ Ἰδιθοὺμ, εἷς τοῦ Αἰθὰμ, εἷς τοῦ Αἰμὰν, εἷς τοῦ Σαλομὼν, δύο | |
45 | Ἀγγαίου καὶ Ζαχαρίου, ἀνεπίγραφοι λθʹ καὶ εἷς Μω‐ σέως· πάντες ρνʹ. | |
49 | Δεῖ τοίνυν θεωρῆσαι τὸ μυστήριον τίνι λόγῳ, δια‐ | |
27.57(50) | φόρων ᾠδῶν ὑπαρχόντων, καὶ μὴ πάντων τῶν ψαλ‐ μῶν ὄντων Δαυῒδ, ἀναφέρεται εἰς τὸν Δαυΐδ· καὶ τοῦ‐ το οὐ παραδραμούμεθα. Τούτου γὰρ χάριν ἐπεγράφη, ἐπεὶ αὐτὸς αἴτιος γεγένηται τοῦ εἶναι ταῦτα· αὐτὸς γὰρ ἐξέλεξε τοὺς ᾠδούς. Αὐτὸς τοίνυν αἴτιος γενόμενος | |
55 | ἠξιώθη τῆς τιμῆς ταύτης, ἵνα πάντες ὅσα εἶπαν οἱ | |
ᾠδοὶ εἰς τὸν Δαυῒδ καταλογισθῇ. | 58 | |
27.60 | Ὅτι προφήτης ὑπάρχων ὁ Δαυῒδ, καὶ ἠνεῳγμένους ἔχων τοὺς ἔνδον ὀφθαλμοὺς, καὶ εἰδὼς, ὅτι χαίρουσι τῇ πτώσει τῶν ἀνθρώπων τὰ πονηρὰ πνεύματα, καὶ πάλιν ἀντιλυποῦνται ἡττώμενα ἐπὶ τῇ διορθώσει τῶν | |
5 | ἀνθρώπων, πάντως ὅτι νοητῶς τὰς κατ’ αὐτῶν προσ‐ ευχὰς ἐποιεῖτο, ἐκ τῶν αἰσθητῶν ἐχθρῶν πρὸς αὐτὰ μεταβαλλόμενος. Εἰ γὰρ μὴ κατὰ τοῦτον τὸν τρόπον ἐκλάβωμεν τὸν σκοπὸν τῶν προφητῶν, οὐ μόνον οὐδε‐ μίαν οἰκοδομὴν ἐκ τῶν παρ’ αὐτοῖς εἰρημένων πρὸς | |
10 | κτῆσιν πραότητος ἕξομεν, ἀλλὰ καὶ σκληράν τι‐ να καὶ ἐναντίαν τῆς εὐαγγελικῆς διδασκαλίας διάθεσιν ἀναληψόμεθα ἐκ τοῦ κατεύχεσθαι συχνῶς τῶν ἐχθρῶν, καὶ μὴ ἀγαπᾷν· μυριοντάκις λέγοντος τοῦ Δαυῒδ, Αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί | |
15 | μου, καὶ μὴ αἰσχυνθείην ἐγώ. Ταῦτα δὲ οὐκ ἂν πεισθείημεν οὕτως εἰρηκέναι ἄνδρας προφήτας καὶ φίλους Θεοῦ, εἰ μὴ τῷ προειρημένῳ τρόπῳ. Οὕτω γὰρ χρὴ νοεῖν τὸν φιλόπονον, ἔνθα ἂν ἐπαρώμενον εὕροι προφήτην, ἐπὶ τοὺς νοητοὺς ἐχθροὺς ἀπὸ τῶν αἰσθη‐ | |
20 | τῶν μεταβάλλοντα. Λοιπὸν δὴ κατασχολάζεσθαι τὸν | |
ἀσκητὴν παντὸς ῥήματος τὴν κατανόησιν. | 60 |