TLG 2035 059 :: ATHANASIUS :: Epistula ad Marcellinum de interpretatione Psalmorum ATHANASIUS Theol. Epistula ad Marcellinum de interpretatione Psalmorum Citation: Volume — page — (line) | ||
27.12(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ | |
2t | ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΡΟΣ | |
---|---|---|
3t | ΜΑΡΚΕΛΛΙΝΟΝ ΕΙΣ ΤΗΝ ΕΡΜΗΝΕΙΑΝ ΤΩΝ | |
4t | ΨΑΛΜΩΝ. | |
5 | Ἄγαμαί σε τῆς ἐν Χριστῷ προαιρέσεως, φίλε Μαρκελλῖνε. Καὶ γὰρ καὶ τὸν παρόντα πειρασμὸν, καίτοι πολλὰ παθὼν ἐν αὐτῷ, καλῶς φέρεις, καὶ τῆς ἀσκήσεως οὐκ ἀμελεῖς. Πυνθανόμενος γὰρ τοῦ κομί‐ σαντος τὴν ἐπιστολὴν, πῶς ἄρα καὶ μετὰ τὴν νόσον | |
10 | διάγεις· ἔμαθον πρὸς μὲν πᾶσαν τὴν θείαν Γραφὴν ἔχειν σε τὴν σχολὴν, πυκνότερον δὲ μάλιστα τῇ βίβλῳ τῶν Ψαλμῶν ἐντυγχάνειν, καὶ φιλονεικεῖν τὸν ἐν ἑκάστῳ ψαλμῷ νοῦν ἐγκείμενον καταλαμβάνειν. Καὶ διὰ τοῦτο τοίνυν ἀποδέχομαί σε, πολὺν ἔχων εἰς αὐτὴν | |
15 | τὴν βίβλον κἀγὼ πόθον, ὥσπερ καὶ εἰς πᾶσαν τὴν Γραφήν. Καὶ γὰρ οὕτως ἔχων, συνέτυχόν τινι φιλο‐ πόνῳ γέροντι, καὶ βούλομαι καί σοι, ἅπερ ἐκεῖνος κατέχων τὸ Ψαλτήριον περὶ αὐτοῦ μοι διηγήσατο, γράψαι· ἔχει γάρ τινα χάριν καὶ πιθανότητα μετ’ | |
20 | εὐλόγου τοῦ διηγήματος. Ἔλεγε γὰρ οὕτως· | |
22 | Πᾶσα μὲν, ὦ τέκνον, ἡ καθ’ ἡμᾶς Γραφὴ, πα‐ λαιά τε καὶ καινὴ, θεόπνευστός ἐστι καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, ὡς γέγραπται· ἔχει δέ τινα πιθα‐ | |
25 | νὴν παρατήρησιν τοῖς προσέχουσιν ἡ τῶν Ψαλμῶν βίβλος. Ἑκάστη μὲν γὰρ βίβλος τὸ ἴδιον ἐπάγγελμα διακονεῖ καὶ ἀπαγγέλλει· οἷον ἡ Πεντάτευχος γένεσιν κόσμου καὶ τῶν πατριαρχῶν τὰς πράξεις; τήν τε ἀπ’ Αἰγύπτου τοῦ Ἰσραὴλ ἔξοδον, καὶ τὴν τῆς νομοθεσίας | |
30 | διάταξιν· ἡ Τρίτευχος τὴν κληροδοσίαν, καὶ τῶν κρι‐ τῶν τὰς πράξεις, καὶ γενεαλογίαν τοῦ Δαβίδ· αἱ Βα‐ σιλεῖαι καὶ Παραλειπόμεναι βασιλέων πράξεις· καὶ ὁ μὲν Ἔσδρας ἀπόλυσιν τῆς αἰχμαλωσίας καὶ ἐπάνοδον τοῦ λαοῦ, καὶ οἰκοδομὴν τοῦ ναοῦ καὶ τῆς πόλεως· οἱ | |
35 | δὲ Προφῆται προφητείας περὶ τῆς ἐπιδημίας τοῦ Σω‐ τῆρος, ὑπομνήσεις τε περὶ τῶν ἐντολῶν, καὶ μέμψεις κατὰ τῶν παραβαινόντων, καὶ προφητείας τοῖς ἔθνε‐ σιν. Ἡ δέ γε βίβλος τῶν Ψαλμῶν, ὡς παράδεισος τὰ ἐν αὑτῇ φέρουσα μελῳδεῖ, καὶ τὰ ἴδια δὲ πά‐ | |
40 | λιν μετ’ αὐτῶν ψάλλουσα δείκνυσι. Τὰ μὲν γὰρ τῆς Γενέσεως ψάλλει ἐν τῷ ὀκτω‐ καιδεκάτῳ· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέω‐ μα· καὶ ἐν τῷ κγʹ· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλή‐ | |
45 | ρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦν‐ τες ἐν αὐτῇ· αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Τὰ δὲ τῆς Ἐξόδου καὶ τῶν Ἀριθμῶν καὶ τοῦ Δευτερονομίου ᾄδει καλῶς ἐν τῷ ἑβδομηκοστῷ ἑβδόμῳ ψαλμῷ, καὶ ἐν τῷ ἑκατοστῷ τρισκαιδεκάτῳ ψαλμῷ, | |
27.12(50) | λέγων· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου | |
27.13 | Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγία‐ σμα αὐτοῦ, Ἰσραὴλ εἰς ἐξουσίαν αὐτοῦ. Ψάλλει δὲ καὶ ταῦτα ἐν τῷ ἑκατοστῷ τετάρτῳ· Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν, ὃν ἐξελέξατο | |
5 | αὐτόν· ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων αὑτοῦ ἐν γῇ Χάμ. Ἐξαπ‐ έστειλε σκότος, καὶ ἐσκότασε, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. Ἐξῆρ‐ | |
10 | ψεν ἡ γῆ αὐτῶν βατράχους ἐν τοῖς ταμείοις τῶν βασιλέων αὐτῶν. Εἶπε, καὶ ἦλθε κυνόμυια καὶ σκνῖφες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. Καὶ ὅλως ὅλον τε τὸν ψαλμὸν τοῦτόν τε καὶ ἑκατὸν πέμπτον περὶ τῶν αὐτῶν ἔστιν εὑρεῖν γεγραμμένον. Καὶ τὰ μὲν | |
15 | ἱερατείας καὶ τῆς σκηνῆς ἀναφωνεῖ ἐν ἐξοδίῳ σκηνῆς ἐν τῷ κηʹ ψαλμῷ· Ἐνέγκατε τῷ Κυρίῳ, υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κυρίῳ υἱοὺς κριῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν. Τὰ δὲ τοῦ Ναυῆ καὶ τῶν Κριτῶν ἐμφαίνει πως ἐν τῷ ἑκατοστῷ ἕκτῳ, λέγων· Καὶ συνεστήσαντο | |
20 | πόλεις κατοικεσίας, καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας. Ἐπὶ γὰρ τοῦ Ναυῆ διαδέδο‐ ται αὐτοῖς ἡ γῆ τῆς ἐπαγγελίας. Λέγων δὲ ἐν τῷ αὐ‐ τῷ ψαλμῷ συνεχῶς· Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐ‐ | |
25 | τῶν ἔσωσεν αὐτούς· σημαίνει τῶν Κριτῶν τὴν βί‐ βλον· τότε γὰρ κραζόντων αὐτῶν ἤγειρε κατὰ τὸν καιρὸν κριτὰς, καὶ ἔσωζε τὸν λαὸν ἀπὸ τῶν θλιβόντων αὐτούς. Καὶ τὰ τῶν Βασιλειῶν ψάλλει πως ἐν τῷ ἐν‐ νεακαιδεκάτῳ, λέγων· Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν | |
30 | ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν. Κύριε, σῶσον τὸν βασιλέα, καὶ ἐπάκουσον ἡμῶν ἐν ᾖ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε. Τὰ δὲ τοῦ Ἔσδρα | |
35 | ἐν τῷ ἑκατονεικοστῷ πέμπτῳ τῶν ἀναβαθμῶν ᾄδει· Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι· καὶ πάλιν ἐν τῷ ἑκατονεικοστῷ πρώτῳ· Εὐφράνθην ἐπὶ τοῖς εἰρη‐ κόσι μοι· Εἰς οἶκον Κυρίου πορευσώμεθα. Ἑστῶ‐ | |
40 | τες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱε‐ ρουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, αἱ φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ. Τά τε τῶν Προφητῶν σχεδὸν ἐν ἑκάστῳ σημαί‐ | |
45 | νει. Περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, καὶ ὅτι μὲν Θεὸς ὢν ἐπιδημήσει, οὕτως φησὶν ἐν μὲν τῷ τεσσα‐ ρακοστῷ ἐννάτῳ ψαλμῷ· Ὁ Κύριος ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐν δὲ τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ· Εὐλογημένος ὁ ἐρχόμε‐ | |
27.13(50) | νος ἐν ὀνόματι Κυρίου. Εὐλογήκαμεν ὑμᾶς ἐξ οἴ‐ κου Κυρίου· Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν. Ὅτι δὲ οὗτός ἐστιν ὁ τοῦ Πατρὸς Λόγος, οὕτως ἐν τῷ ἑκατοστῷ ἕκτῳ ψάλλει· Ἀπέστειλε τὸν Λόγον αὐ‐ τοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ | |
55 | τῶν διαφθορῶν αὐτῶν. Ὁ γὰρ ἐρχόμενος Θεὸς αὐτός ἐστι καὶ Λόγος ἀποστελλόμενος. Τοῦτον δὲ τὸν Λόγον εἰδὼς ὄντα τὸν Υἱὸν τοῦ Θεοῦ, ᾄδει φωνὴν τοῦ Πατρὸς ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἐξηρεύξατο | |
ἡ καρδία μου Λόγον ἀγαθόν· καὶ πάλιν ἐν τῷ ἑκα‐ | ||
27.16 | τοστῷ ἐννάτῳ· Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐξ‐ εγέννησά σε. Τί γὰρ ἂν ἄλλο τις εἴποι γέννημα τοῦ Πάτρος ἢ τὸν Λόγον καὶ τὴν Σοφίαν αὐτοῦ; Τοῦτον εἰδυῖα ὄντα, ᾧ εἶπεν ὁ Πατήρ· Γενηθήτω φῶς, καὶ | |
5 | στερέωμα, καὶ τὰ πάντα, καὶ αὕτη ἡ βίβλος περιέχει λέγουσα· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Καὶ Χριστὸν δὲ αὐτὸν ἐρχόμενον οὐκ ἠγνόησεν· ἀλλὰ καὶ μάλιστα περὶ τούτου λέγει ἐν τῷ τεσσαρα‐ | |
10 | κοστῷ τετάρτῳ ψαλμῷ· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥά‐ βδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύ‐ νην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς | |
15 | μετόχους σου. Καὶ ἵνα μὴ κατὰ φαντασίαν τις ἔρ‐ χεσθαι αὐτὸν (εἶναι) νομίσῃ, σημαίνει αὐτὸν ἄνθρω‐ πον γενησόμενον, καὶ τοῦτον εἶναι δι’ οὗ τὰ πάντα γέγονε, λέγων ἐν τῷ ὀγδοηκοστῷ ἕκτῳ· Μήτηρ Σιὼν ἐρεῖ· Ἄνθρωπος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐ‐ | |
20 | τῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Τοῦτο γὰρ ἴσον ἐστὶ τῷ εἰπεῖν· Καὶ Θεὸς ἦν ὁ Λό‐ γος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ Λόγος σὰρξ ἐγένετο. Διὰ τοῦτο καὶ τὸ, ἐκ Παρθένου, γινώσκων οὐκ ἐσιώπησεν, ἀλλ’ εὐθὺς ἔμφασίν τινα δίδωσιν ἐν | |
25 | τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, λέγων· Ἄκου‐ σον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου. Τοῦτο γὰρ πάλιν ὅμοιόν ἐστι τοῦ λεγομένου παρὰ τοῦ | |
30 | Γαβριήλ· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Καὶ γὰρ εἰρηκὼς αὐτὸν Χριστὸν, εὐθὺς καὶ τὴν ἀν‐ θρωπίνην γένεσιν ἐκ τῆς Παρθένου ἐδήλωσε, λέγων· Ἄκουσον, θύγατερ. Ἰδὲ ὁ μὲν Γαβριὴλ ἐξ ὀνόματος καλεῖ Μαρίαν, ξένος ὢν αὐτῆς κατὰ τὴν γένεσιν· ὁ δὲ Δαβὶδ ἐκ τοῦ σπέρματος αὑτοῦ τυγχάνουσαν αὐτὴν | |
35 | εἰκότως θυγατέρα προσφωνεῖ ταύτην. Ἄνθρωπον δὲ αὐτὸν εἰρηκυῖα γενησόμενον, ἀκο‐ λούθως καὶ παθητὸν αὐτὸν σαρκὶ σημαίνει. Τήν τε ἐπι‐ βουλὴν παρὰ τῶν Ἰουδαίων ὁρῶσα γινομένην, ψάλλει ἐν μὲν τῷ δευτέρῳ ψαλμῷ· Ἵνα τί ἐφρύαξαν ἔθνη, | |
40 | καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ· ἐν δὲ τῷ εἰκοστῷ καὶ πρώτῳ τὴν ποιότητα τοῦ θανάτου ἐκ προσώπου τοῦ Σωτῆρός φησιν· Εἰς χοῦν θανάτου | |
45 | κατήγαγές με· ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Αὐτοὶ δὲ κατενόησαν, καὶ ἐπεῖδόν με· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν | |
27.16(50) | ἱματισμόν μου ἔβαλον κλῆρον. Τὸ δὲ τὰς χεῖρας καὶ τοὺς πόδας ὀρύττεσθαι, τί ἕτερον ἢ σταυρὸν λέγων σημαίνει; Πάντα ταῦτα διδάσκουσα προστίθησιν, ὅτι μὴ δι’ ἑαυτὸν, δι’ ἡμᾶς δὲ ταῦτα πάσχει ὁ Κύριος. Καί φησιν ἐκ προσώπου πάλιν αὐτοῦ ἐν μὲν τῷ πζʹ· Ἐπ’ | |
55 | ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου· ἐν δὲ τῷ ἑξηκοστῷ | |
ὀγδόῳ· Ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον. Οὐ γὰρ | ||
27.17 | ὑπεύθυνος ὢν ἀπέθνησκεν, ἀλλ’ ὑπὲρ ἡμῶν ἔπασχε, καὶ τὸν καθ’ ἡμῶν θυμὸν διὰ τὴν παράβασιν ἐφ’ ἑαυ‐ τὸν ἐβάσταζε, λέγοντα διὰ τοῦ Ἡσαΐου· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε· καὶ λεγόντων μὲν ἡμῶν ἐν | |
5 | τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ ψαλμῷ· Κύριος ἀντ‐ αποδώσει ὑπὲρ ἐμοῦ· λέγοντος δὲ καὶ τοῦ Πνεύ‐ ματος ἐν ἑβδομηκοστῷ πρώτῳ· Καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην, ὅτι ἐῤῥύσατο, πτωχὸν ἐκ χειρὸς δυνάστου, καὶ | |
10 | πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός. Διὰ τοῦτο καὶ τὴν εἰς οὐρανοὺς σωματικὴν αὐ‐ τοῦ ἄνοδον προμηνύει, καὶ λέγει ἐν μὲν εἰκοστῷ καὶ τρίτῳ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βα‐ | |
15 | σιλεὺς τῆς δόξης· ἐν δὲ τῷ τεσσαρακοστῷ· Ἀν‐ έβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγ‐ γος. Τὴν μὲν κάθισιν ἀναγγέλλει, καί φησιν ἐν μὲν τῷ ἑκατοστῷ ἐννάτῳ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς | |
20 | ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ἐν δὲ τῷ ἐννάτῳ καὶ τὴν γενομένην ἀπώλειαν τοῦ διαβόλου βοᾷ· Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην· ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής. Καὶ γὰρ ὅτι τὴν κρίσιν πᾶσαν ἔλαβε παρὰ τοῦ Πατρὸς, | |
25 | οὐκ ἔκρυψεν, ἀλλὰ καὶ κριτὴν πάντων αὐτὸν ἐρχό‐ μενον προμηνύει ἐν μὲν οαʹ· Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιο‐ σύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἐν δὲ | |
30 | τῷ μθʹ φησί· Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐ‐ τοῦ· ὅτι ὁ Θεὸς κριτής ἐστι· καὶ ἐν τῷ παʹ· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ | |
35 | θεοὺς διακρινεῖ. Καὶ μὴν καὶ τὴν κλῆσιν τῶν ἐθνῶν ἔστιν ἀπ’ αὐτῆς μαθεῖν ἐπὶ πολλῶν μὲν, μάλιστα δὲ ἀπὸ τοῦ μϛʹ· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ἐν δὲ τῷ οαʹ· Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίο‐ | |
40 | πες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι· βασι‐ λεῖς Θαρσεῖς καὶ αἱ νῆσοι δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ. Ταῦτα μὲν ἐν τοῖς Ψαλμοῖς ᾄδεται, ἐν δὲ ἑκάστῃ τῶν ἄλλων βίβλων προαπαγγέλλεται. | |
45 | Οὐκ ἀγνοῶν δὲ πάλιν ἔλεγεν, ὅτι καὶ ἐν ἑκάστῃ βίβλῳ τῆς Γραφῆς τὰ αὐτὰ περὶ τοῦ Σωτῆρος ἐξαι‐ ρέτως σημαίνεται· καὶ ἔστι τοῦτο πάσαις αὐταῖς ἀπάγγελμα, καὶ συμφωνία ἡ αὐτὴ τοῦ Πνεύματος. Καὶ γὰρ ὥσπερ τὰ τῶν ἄλλων ἐν ταύτῃ δυνατὸν εὑ‐ | |
27.17(50) | ρεῖν· οὕτως καὶ τὰ ταύτης ἐν ταῖς ἑτέραις πολλάκις εὑρίσκεται. Καὶ γὰρ Μωϋσῆς ᾠδὴν γράφει, καὶ Ἡ‐ σαΐας ᾄδει, καὶ ὁ Ἀμβακοὺμ προσεύχεται μετ’ ᾠδῆς. Πάλιν τε ἐν ἑκάστῃ βίβλῳ ἔστιν ἰδεῖν καὶ προφητείας καὶ νομοθεσίας καὶ ἱστορίας. Τὸ γὰρ αὐτὸ Πνεῦμα | |
55 | ἐπὶ πάντας ἐστί· καὶ κατὰ μὲν τὴν εἰς ἕκαστον γε‐ | |
νομένην αὐτοῦ διαίρεσιν ἕκαστος τὴν δοθεῖσαν αὐτῷ | ||
27.20 | χάριν διακονεῖ καὶ πληροῖ, εἴτε προφητεία ἐστὶν, εἴτε νομοθεσία, εἴτε τῆς ἱστορίας ἡ μνήμη, εἴτε τῶν ψαλ‐ μῶν ἡ χάρις· ἐπειδὴ δὲ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμά ἐστιν, οὗπερ καὶ πᾶσαι διαιρέσεις εἰσὶν, αὐτὸ δὲ ἀδι‐ | |
5 | αίρετόν ἐστι κατὰ φύσιν· διά τοι τοῦτο τὸ ὅλον μέν ἐστιν ἑκάστῳ, κατὰ δὲ τὴν διακονίαν αἱ φανερώ‐ σεις καὶ αἱ διαιρέσεις τοῦ Πνεύματος ἑκάστοις γίνον‐ ται· καὶ λοιπὸν κατὰ τὴν ἀποκειμένην χρείαν πολλά‐ κις ἕκαστος, ὑποσχοῦντος τοῦ Πνεύματος, διακονεῖ τὸν | |
10 | λόγον· ὥστε, καθὰ προεῖπον, νομοθετοῦντα Μωϋσῆν προφητεύειν ποτὲ καὶ ᾄδειν, καὶ προφητεύοντας τοὺς προφήτας ἐντέλλεσθαί ποτε· Λούσασθε, καθαροὶ γίνεσθε. Ἀπόπλυνε ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ· καὶ ἱστορεῖν ποτε, τὸν μὲν Δανιὴλ τὰ | |
15 | κατὰ Σουσάνναν, τὸν δὲ Ἡσαΐαν τὰ κατὰ τὸν Ῥαψά‐ κην καὶ τὸν Σενναχηρείμ. Οὕτως γὰρ καὶ ἡ τῶν Ψαλ‐ μῶν βίβλος, ἔχουσα τὸ ἴδιον τῶν ᾠδῶν, ὅπερ ἐν ταῖς ἄλλαις βίβλοις διεξοδικῶς εἴρηται, ταῦτα αὐτὴ τῇ κατὰ πλάτος φωνῇ μετὰ μέλους ψάλλει, καθὼς | |
20 | προείρηται. Νομοθετεῖ γοῦν ποτε καὶ αὐτή· Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν· καὶ, Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρή‐ νην, καὶ δίωξον αὐτήν. Καὶ ἱστορεῖ δέ ποτε κατὰ τὴν ὁδὸν τοῦ Ἰσραὴλ, καὶ προφητεύει περὶ τοῦ Σω‐ | |
25 | τῆρος, ὥσπερ εἴρηται πρότερον. Κοινὴ μὲν οὖν τοιαύτη τοῦ Πνεύματος χάρις ἔστω παρὰ πᾶσι, καὶ ἐν ἑκάστῳ γινομένη εὑρισκέσθω, καὶ παρὰ πᾶσιν ἡ αὐτὴ, ὡς ἐὰν ἡ χρεία ἀπαιτῇ, καὶ τὸ Πνεῦμα βούληται. Οὐ διαφέρει γὰρ τὸ πλέον | |
30 | καὶ ἔλαττον ἐν ταύτῃ τῇ χρείᾳ, ὡς ἕκαστος ἀνενδότως τὴν ἰδίαν ἀποπληροῖ καὶ τελειοῖ διακονίαν. Ἡ δέ γε βίβλος τῶν Ψαλμῶν καὶ οὕτως ἔχει τινὰ πάλιν χάριν ἰδίαν καὶ παρατήρησιν ἐξαίρετον· πρὸς γὰρ τοῖς ἄλ‐ λοις, ἐν οἷς πρὸς τὰς ἄλλας βίβλους ἔχει τὴν σχέσιν | |
35 | καὶ κοινωνίαν, λοιπὸν καὶ ἴδιον ἔχει τοῦτο θαῦμα, ὅτι καὶ τὰ ἑκάστης ψυχῆς κινήματα, τάς τε τούτων μεταβολὰς καὶ διορθώσεις ἔχει διαγεγραμμένας καὶ διατετυπωμένας ἐν ἑαυτῇ· ὥστε τινὰ τὸν βουλόμενον ὡς ἄπειρον ἐξ αὐτῆς λαμβάνειν καὶ κατανοεῖν, | |
40 | οὕτω τὸ τυποῦν ἑαυτὸν, ἐκεῖ γέγραπται. Ἐν μὲν γὰρ ταῖς ἄλλαις βίβλοις μόνον τις ἀκούει τὸν νό‐ μον προστάττοντα, ἃ (μὴ) δεῖ ποιεῖν καὶ μὴ δεῖ πράτ‐ τειν· προφητείας τε κατακούει, ὥστε μόνον εἰδέναι τὸν ἐρχόμενον Σωτῆρα· καὶ ἱστορίαις δὲ προσέχει, ἐξ | |
45 | ὧν γινώσκειν δύναται τὰς τῶν βασιλέων καὶ τὰς τῶν ἁγίων πράξεις. Ἐν δὲ τῇ βίβλῳ τῶν Ψαλμῶν, πρὸς τῷ ταῦτα μανθάνειν τὸν ἀκούοντα, ἔτι καὶ τὰ κινήματα τῆς ἑαυτοῦ ψυχῆς ἐν αὐτῇ κατανοεῖ καὶ διδάσκεται· καὶ λοιπὸν πρὸς ὃ πάσχει καὶ ἐν ᾧ συν‐ | |
27.20(50) | έχεται, δύναται πάλιν ἐκ ταύτης ἔχεσθαι τὴν εἰκόνα τῶν λόγων· ὥστε μὴ μόνον ἀκούσαντα παρέρχεσθαι, ἀλλὰ καὶ πῶς δεῖ λέγοντα καὶ ποιοῦντα θεραπεύειν τὸ πάθος, διδάσκει, Εἰσὶ μὲν γὰρ καὶ ἐν ταῖς ἄλ‐ λαις βίβλοις κωλυτικοὶ λόγοι ἀπαγορεύοντες τὰ φαῦλα· | |
55 | ἐν ταύτῃ δὲ καὶ πῶς ἀπέχεσθαι δεῖ τετύπωται· οἷον | |
27.21 | παράγγελμά ἐστι τὸ μετανοεῖν· τὸ δὲ μετανοεῖν παύεσθαι τῆς ἁμαρτίας ἐστίν· ἐνταῦθα δὲ καὶ πῶς μετανοεῖν, καὶ τί δεῖ λέγειν ἐπὶ τῇ μετανοίᾳ, τετύ‐ πωτος. Καὶ πάλιν εἴρηκεν ὁ Παῦλος· Ἡ θλίψις τῇ | |
5 | ψυχῇ ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δο‐ κιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ κατ‐ αισχύνει. Ἐν δὲ τοῖς Ψαλμοῖς καὶ πῶς δεῖ φέρειν τὰς θλίψεις, καὶ τί θλιβόμενον δεῖ λέγειν, καὶ τί μετὰ τὰς θλίψεις, καὶ πῶς ἕκαστος δοκιμάζεται, καὶ τί‐ | |
10 | νες οἱ λόγοι τῶν ἐλπιζόντων ἐπὶ Κύριον, γέγραπται καὶ κεχάρακται. Πάλιν τε ἐντολή ἐστιν ἐν παντὶ εὐχαριστεῖν· ἀλλὰ καὶ τί δεῖ λέγειν εὐχαριστοῦντας διδάσκουσιν οἱ Ψαλμοί. Εἶτα παρ’ ἑτέρων ἀκούοντες· Ὅσοι θέλουσιν εὐσεβῶς ζῇν διωχθήσονται, παρὰ | |
15 | τούτων διδασκόμεθα, καὶ πῶς δεῖ φεύγοντας φωνεῖν, καὶ τίνας διωκομένους καὶ μετὰ τὸν διωγμὸν ῥυσθέν‐ τας δεῖ λόγους ἀναφέρειν τῷ Θεῷ. Εὐλογεῖν παραγ‐ γελλόμεθα τὸν Κύριον, καὶ ἐξομολογεῖσθαι αὐτῷ· ἀλλ’ ἐν τοῖς Ψαλμοῖς τυπούμεθα πῶς τε αἰνεῖν δεῖ | |
20 | τὸν Κύριον, καὶ τίνα ῥήματα λέγοντες ἐξομολογού‐ μεθα πρεπόντως. Καὶ ἐφ’ ἑκάστου δέ τις οὕτως ἂν εὕροι τὰς θείας ᾠδὰς, πρὸς ἡμᾶς καὶ ἡμῶν κινήσεις καὶ καταστάσεις κειμένας. | |
25 | Καὶ γὰρ καὶ τοῦτο παράδοξόν ἐστι πάλιν ἐν τοῖς Ψαλμοῖς, ὅτι ἐν μὲν ταῖς ἄλλαις βίβλοις ἃ λέ‐ γουσιν οἱ ἅγιοι, καὶ περὶ ὧν ἂν λέγωσι, ταῦτα καὶ οἱ ἀναγινώσκοντες, περὶ ὧν ἐκεῖνα γέγραπται, ἀπαγ‐ γέλλοντές εἰσιν· οἵ τε ἀκούοντες ἄλλους ἑαυτοὺς | |
30 | ἐκείνων ἡγοῦνται, περὶ ὧν ὁ λόγος φησὶ, καὶ τὰς ἐπαγγελλομένας δὲ πράξεις, ἄχρι τοῦ θαυμάζειν καὶ ζηλοῦν αὐτὰς, εἰς τὸ μιμεῖσθαι γίνονται. Ταύτην δὲ βίβλον ὁ λαμβάνων τὰς μὲν περὶ τοῦ Σωτῆρος προ‐ φητείας συνήθως ἐν ταῖς ἄλλαις Γραφαῖς θαυμάζων | |
35 | καὶ προσκυνῶν διεξέρχεται, τοὺς δὲ ἑτέρους ψαλμοὺς ὡς ἰδίους ὄντας λόγους ἀναγινώσκει· καὶ ὁ ἀκούων δὲ ὡς αὐτὸς λέγων κατανύσσεται, καὶ συνδιατίθεται τοῖς τῶν ᾠδῶν ῥήμασιν, ὡς ἰδίαν ὄντων αὐτοῦ. Σαφηνείας δὲ χάριν οὐκ ὀκνητέον, κατὰ τὸν μακά‐ | |
40 | ριον Ἀπόστολον, ἐπαναλαβόντα τὸ αὐτὸ λέγειν. Πλεῖστοι λόγοι τῶν πατριαρχῶν εἰσι, καὶ ἴδιοι παρ’ αὐτῶν εἰρημένοι· καὶ Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο· Ἡλίας τε καὶ Ἑλισσαῖος ἐπὶ τὸ Καρ‐ μήλιον ὄρος καθήμενοι ἐπεκαλοῦντο τὸν Κύριον, καὶ | |
45 | ἀεὶ ἔλεγον· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐ‐ τοῦ σήμερον. Οἵ τε τῶν ἄλλων ἁγίων προφητῶν λόγοι προηγούμενοι μέν εἰσιν οἱ περὶ τοῦ Σωτῆρος· ἔπειτα δὲ καὶ πλεῖστοι γεγόνασι τοῖς τε ἔθνεσι καὶ τῷ Ἰσραήλ. Καὶ ὅμως οὐδεὶς οὔτε τῶν πατριαρχῶν λό‐ | |
27.21(50) | γους ὡς ἰδίους ἄν ποτε εἴποι, οὔτε τολμήσοι τις μι‐ μήσασθαι καὶ εἰπεῖν τὰ Μωϋσέως ἴδια ῥήματα, οὐδὲ τοῦ Ἀβραὰμ περὶ τοῦ οἰκογενοῦς καὶ τοῦ Ἰσμαὴλ καὶ τὰ περὶ τοῦ μεγάλου Ἰσαὰκ, κἂν ἡ αὐτὴ χρεία τινὰ καὶ ἀνάγκη καταλάβῃ, τολμήσας ἄν τις ὡς ἴδια | |
55 | εἴποι. Ἂν δὲ καὶ συμπάσχῃ τις τοῖς πάσχουσι, καὶ | |
πόθον ποτὲ λάβῃ τοῦ κρείττονος, οὔποτ’ ἂν εἴποι ὡς | ||
27.24 | Μωϋσῆς· Ἐμφάνισόν μοι σεαυτόν· ἢ πάλιν· Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ ἀφῇς, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου, ἧς ἔγρα‐ ψας. Ἀλλ’ οὐδὲ, τὰς τῶν προφητῶν τις λαμβάνων | |
5 | ὡς ἴδια ῥήματα, μέμψαιτό τις ἢ ἐπαινέσειε τούτοις τὰ ὅμοια πράξαντας, οἷς ἐμέμψαντο καὶ ἐπῄνεσαν ἐκεῖ‐ νοι· οὐδὲ τὸ, Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐ‐ τοῦ σήμερον, μιμήσηται ἄν τις εἰπεῖν ὡς ἴδιον λό‐ γον. Καὶ γὰρ καὶ ὁ ἐντυγχάνων ταῖς βίβλοις φανερός | |
10 | ἐστι μὴ ὡς ἰδίους, ἀλλὰ τῶν ἁγίων καὶ τῶν δι’ αὐ‐ τῶν δηλουμένων λέγων τοὺς λόγους. Τοὺς δέ γε Ψαλ‐ μοὺς, τὸ παράδοξον, μετὰ τὰς περὶ τοῦ Σωτῆρος καὶ τῶν ἐθνῶν προφητείας ὁ λέγων τὰ ἄλλα ὡς ἴδια ῥή‐ ματα λαλῶν ἐστι, καὶ ὡς περὶ αὑτοῦ γραφέντας | |
15 | αὐτοὺς ἕκαστος ψάλλει, καὶ οὐχ ὡς ἑτέρου λέγοντος ἢ περὶ ἑτέρου σημαίνοντος δέχεται, καὶ διεξέρχεται· ἀλλ’ ὡς αὐτὸς περὶ αὐτοῦ λαλῶν διατίθεται· καὶ οἷά ἐστι τὰ λεγόμενα, ταῦτα ὡς αὐτὸς πράξας καὶ ἐξ ἑαυτοῦ λαλῶν ἀναφέρει τῷ Θεῷ. Οὐ γὰρ ὡς τὰ τῶν | |
20 | πατριαρχῶν ῥήματα, καὶ Μωϋσέως, καὶ τῶν ἄλλων προφητῶν, εὐλαβηθήσεται καὶ ταῦτα· ἀλλὰ καὶ μά‐ λιστα ὡς ἴδια καὶ περὶ ἑαυτοῦ γραφέντα θαρσεῖ λέ‐ γων ὁ ψάλλων ταῦτα. Τὸν γὰρ φυλάξαντα τὴν ἐν‐ τολὴν, καὶ παραβάντα ταύτην, τήν τε ἑκατέρου | |
25 | πρᾶξιν περιέχουσιν οἱ Ψαλμοί. Ἀνάγκη δὲ πάντα ἄνθρωπον ἐν τούτοις συνέχεσθαι, καὶ ἢ ὡς φυλάξαντα τὴν ἐντολὴν, ἢ ὡς παραβάντα ταύτην, λέγειν τοὺς περὶ ἑκάστου γεγραμμένους λόγους. Καί μοι δοκεῖ τῷ ψάλλοντι γίνεσθαι τούτους ὥσπερ εἴσοπτρον, εἰς τὸ κατανοεῖν καὶ αὐτὸν ἐν αὐ‐ | |
30 | τοῖς καὶ τὰ τῆς ἑαυτοῦ ψυχῆς κινήματα, καὶ οὕτως αἰσθόμενον ἀπαγγέλλειν αὐτούς. Καὶ γὰρ καὶ ὁ ἀκούων τοῦ ἀναγινώσκοντος ὡς περὶ αὐτοῦ λεγομέ‐ νην τὴν ᾠδὴν καταδέχεται· καὶ ἢ ἐλεγχόμενος ὑπὸ τοῦ συνειδότος κατανυγεὶς μετανοήσει, ἢ περὶ τῆς | |
35 | εἰς Θεὸν ἐλπίδος ἀκούων καὶ τῆς εἰς τοὺς πιστεύον‐ τας γινομένης ἀντιλήψεως, ὡς εἰς αὐτὸν γενομένης τοιαύτης χάριτος ἀγαλλιᾶται, καὶ εὐχαριστεῖν ἄρ‐ χεται τῷ Θεῷ. Ὅτε γοῦν τὸν τρίτον ψάλλει τις εἰς τὰς ἰδίας θλίψεις συνορῶν, ὡς αὑτοῦ εἶναι νομίζει | |
40 | τὰ ἐν τῷ ψαλμῷ ῥήματα· καὶ τότε τὸν ιαʹ καὶ τὸν ιϛʹ ὡς εἰς τὴν ἰδίαν πεποίθησιν καὶ προσευχήν ἐστιν ἀπαγγέλλων· καὶ τὸν μὲν νʹ ψαλμὸν ὡς αὐτός ἐστι τὰ ἴδια τῆς μετανοίας ἑαυτοῦ λέγων ῥήματα· τὸν δὲ νγʹ, καὶ τὸν νεʹ, καὶ τὸν νϛʹ, καὶ τὸν ρμαʹ, ὅτε ψάλ‐ | |
45 | λει τις, οὐχ ὡς ἄλλου διωκομένου, ἀλλ’ ὡς ὢν ὁ πάσχων συνδιατίθεται, καὶ ᾄδει τῷ Κυρίῳ ὡς ἰδίους τοὺς λόγους τούτους. Καὶ ὅλως οὕτως ἕκαστος ψαλ‐ μὸς παρὰ τοῦ Πνεύματος εἴρηταί τε καὶ συντέ‐ τακται, ὡς ἐν αὐτοῖς, καθὰ πρότερον εἴρηται, τὰ | |
27.24(50) | κινήματα τῆς ψυχῆς ἡμῶν κατανοεῖσθαι, καὶ πάν‐ τας αὐτοὺς ὡς περὶ ἡμῶν εἰρῆσθαι, καὶ εἶναι ἡμῶν αὐτοὺς ὡς ἰδίους λόγους, εἰς ἀνάμνησιν τῶν ἐν ἡμῖν κινημάτων καὶ διόρθωσιν τῆς ἡμῶν πολιτείας. Ἃ γὰρ οἱ ψάλλοντες εἰρήκασι, ταῦτα καὶ ἡμῶν δύναν‐ | |
55 | ται τύποι καὶ χαρακτῆρες εἶναι. Αὕτη δὲ πάλιν τοῦ Σωτῆρός ἐστιν ἡ χάρις· ἄνθρωπος γὰρ δι’ ἡμᾶς γενόμενος, τὸ μὲν σῶμα τὸ ἴδιον ὑπὲρ ἡμῶν προσήνεγκεν εἰς θάνατον, ἵνα πάν‐ | |
τας ἀπαλλάξῃ τοῦ θανάτου· τὴν δὲ οὐράνιον καὶ | ||
27.25 | εὐάρεστον ἑαυτοῦ πολιτείαν δεῖξαι θέλων ἡμῖν, ἐν ἑαυτῷ ταύτην ἐτύπωσεν, ὑπὲρ τοῦ μηκέτι τινὰς εὐ‐ χερῶς ἀπατᾶσθαι παρὰ τοῦ ἐχθροῦ, ἔχοντας ἐνέχυ‐ ρον πρὸς ἀσφάλειαν, τὴν παρ’ αὐτοῦ γενομένην ὑπὲρ | |
5 | ἡμῶν κατὰ τοῦ διαβόλου νίκην. Διὰ τοῦτο γοῦν οὐ μόνον ἐδίδαξεν, ἀλλὰ καὶ πεποίηκεν ἃ ἐδίδαξεν, ἵνα ἕκαστος ἀκούῃ μὲν αὐτοῦ λαλοῦντος, ὡς ἐν εἰκόνι δὲ βλέπων λαμβάνῃ παρ’ αὐτοῦ τὸ παράδειγμα τοῦ ποιεῖν, ἀκούων· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πραΰς εἰμι | |
10 | καὶ ταπεινὸς τῇ καρδίᾳ. Τελειοτέραν δὲ καὶ εἰς ἀρετὴν διδασκαλίαν οὐκ ἄν τις εὕροι, ἧς ὁ Κύριος ἐτύπωσεν ἐν ἑαυτῷ. Εἴτε γὰρ ἀνεξικακίαν, εἴτε φιλ‐ ανθρωπίαν, εἴτε ἀγαθότητα, εἴτε ἀνδρίαν, εἴτε ἐλεημοσύνην, εἴτε δικαιοσύνην, πάντα ἐν αὐτῷ τις | |
15 | εὑρήσει γενόμενα, ὥστε μηδὲν εἰς ἀρετὴν λείπειν τῷ κατανοοῦντι τὸν ἀνθρώπινον βίον τοῦτον. Τοῦτο γὰρ ὁ Παῦλος εἰδὼς ἔλεγε· Μιμηταί μου γίνεσθε, καθ‐ ὼς κἀγὼ Χριστοῦ. Οἱ μὲν παρ’ Ἕλλησι νομοθέται ἄχρι τοῦ λέγειν ἔχουσι τὴν χάριν· ὁ δὲ Κύριος, ὡς | |
20 | ἀληθῶς Κύριος ὢν τοῦ παντὸς, καὶ κηδόμενος ὧν εἰργάσατο, οὐ μόνον νομοθετεῖ, ἀλλὰ καὶ τύπον ἑαυ‐ τὸν δέδωκεν, εἰς τὸ εἰδέναι τοὺς βουλομένους τὴν τοῦ ποιεῖν δύναμιν. Διὰ τοῦτο γοῦν καὶ πρὸ τῆς εἰς ἡμᾶς αὐτοῦ ἐπιδημίας ἐνήχησε καὶ ἐν τοῖς ψάλλουσι | |
25 | τοῦτο, ἵν’ ὥσπερ ἐν αὐτῷ τὸν ἐπίγειον καὶ οὐράνιον ἄνθρωπον τυπῶν ἔδειξεν, οὕτω καὶ ἐκ τῶν Ψαλμῶν τὰ κινήματα καὶ τὰς διαθέσεις τῶν ψυχῶν ὁ βουλό‐ μενος καταμαθεῖν δύνηται, εὑρίσκων ἐν αὐτοῖς καὶ τὴν ἑκάστου κινήματος θεραπείαν τε καὶ | |
30 | διόρθωσιν. Εἰ γὰρ δεῖ καὶ πιθανώτερον εἰπεῖν, πᾶσα μὲν ἡ θεία Γραφὴ διδάσκαλός ἐστιν ἀρετῆς καὶ πίστεως ἀληθοῦς· ἡ δέ γε βίβλος τῶν Ψαλμῶν ἔχει καὶ τὴν εἰκόνα πως τῆς διαγωγῆς τῶν ψυχῶν. Ὡς γὰρ ὁ | |
35 | εἰσερχόμενος πρὸς βασιλέα τυποῦται καὶ τῷ σχή‐ ματι καὶ τοῖς ῥήμασιν, ἵνα μὴ, παρὰ ταῦτα λέγων, ὡς ἀπαίδευτος ἐκβληθῇ· οὕτως ἡ θεία βίβλος τὸν ἐπ’ ἀρετῇ τρέχοντα καὶ βουλόμενον κατανοῆσαι τὴν τοῦ Σωτῆρος ἐν σώματι πολιτείαν ὑπομιμνήσκει | |
40 | πρῶτον διὰ τῆς ἀναγνώσεως τὰ κινήματα τῆς ψυ‐ χῆς, καὶ οὕτω λοιπὸν τυποῖ καὶ διδάσκει τοὺς ἐντυγ‐ χάνοντας τοῖς τοιούτοις λόγοις. Εἰσὶ μὲν οὖν, ἵνα τοῦτο πρῶτόν τις τῆς βίβλου παρατηρήσηται, οἱ μὲν ἐν διηγήματι λεγόμενοι, οἱ δὲ ἐν παραινέσει, οἱ | |
45 | δὲ ἐν προφητείᾳ, οἱ δὲ ὡς ἐν εὐχῇ, οἱ δὲ ἐν ἐξ‐ ομολογήσει. Καὶ εἰσὶ μὲν οἱ ἐν διηγήματι ιηʹ, μγʹ, μηʹ, μθʹ, οβʹ, οϛʹ, οζʹ, πηʹ, ρϛʹ, ριγʹ, ρκϛʹ, ρλϛʹ. Οἱ δὲ ὡς ἐν εὐχῇ, ιϛʹ, ξζʹ, πθʹ, ραʹ ρλαʹ, ρμαʹ. | |
51 | Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ καὶ εὐχῇ καὶ δεήσει εʹ, ϛʹ, ζʹ, ιαʹ, ιβʹ, ιεʹ, κδʹ, κζʹ, λʹ, λδʹ, λζʹ, μβʹ, νγʹ, νδʹ, νεʹ, νϛʹ, νηʹ, νθʹ, ξʹ, ξγʹ, πβʹ, πεʹ, πζʹ, ρλζʹ, ρλθʹ, ρμβʹ. | |
55 | Καὶ ὁ μὲν ὡς ἐν ἐντυχίᾳ καὶ εὐχαριστίᾳ ρληʹ. Οἱ δὲ ὡς ἐν ἐντυχίᾳ μόνῃ γʹ, κεʹ, ξηʹ, ξθʹ, οʹ, ογʹ, | |
οηʹ, οθʹ, ρηʹ, ρκβʹ, ρκθʹ, ρλʹ. | ||
27.28 | Καὶ οἱ μὲν ἐν ἐξομολογήσει θʹ, οδʹ, ϟαʹ, ρδʹ, ρεʹ, ρϛʹ, ρζʹ, ριʹ, ριζʹ, ρλεʹ, ρλζʹ. Οἱ δὲ συμπεπλεγμένην ἔχοντες ἐξομολόγησιν καὶ διήγησιν θʹ, οδʹ, ρεʹ, ρϛʹ, ριζʹ, ρλζʹ. | |
5 | Ὁ δὲ συμπεπλεγμένην ἔχων ἐξομολόγησιν καὶ διήγησιν μετὰ αἰνέσεως ριʹ. Καὶ ὁ μὲν ἐν παραινέσει ἐστὶ λϛʹ. Οἱ δὲ ἐν προφητείᾳ κʹ, καʹ, μδʹ, μϛʹ, οεʹ. Καὶ ἀπαγγελτικὸς μὲν μετὰ προφητείας ρθʹ. | |
11 | Προτρεπτικοὶ δὲ καὶ ὡς παρακελευόμενοί εἰσι κηʹ, λβʹ, πʹ, ϟδʹ, ϟεʹ, ϟϛʹ, ϟζʹ, ρβʹ, ργʹ, ριγʹ· Προτρεπτικὸς δὲ μετὰ ᾄσματος ἐλέχθη ρμθʹ. Καὶ οἱ μὲν διαγράφοντες τὸν ἐνάρετον βίον εἰσὶ | |
15 | ρδʹ, ριαʹ, ριηʹ, ρκδʹ, ρλβʹ. Οἱ δὲ αἶνον ἀπαγγέλλοντες οὗτοί εἰσιν ϟʹ, ριβʹ, ριϛʹ, ρλδʹ, ρμδʹ, ρμεʹ, ρμϛʹ, ρμηʹ, ρνʹ Καὶ οἱ μὲν εὐχαριστικοί εἰσιν ηʹ, θʹ, ιζʹ, λγʹ, μεʹ, ξβʹ, οϛʹ, πδʹ, ριδʹ, ριεʹ, ρκʹ, ρκαʹ, ρκγʹ, ρκεʹ, ρκηʹ, | |
20 | ρμγʹ. Οἱ δὲ μακαρισμὸν ἀναφωνοῦντές εἰσιν αʹ, λαʹ, μʹ, ριηʹ, ρκζʹ. Καὶ ἄλλος ἐπιδεικτικὸς προθυμίας μετ’ ᾠδῆς ρζʹ. Καὶ ὁ μὲν προτρεπτικὸς εἰς ἀνδρίαν ἐστὶ πʹ. | |
25 | Οἱ δὲ κατηγορικοὶ τῶν ἀσεβῶν καὶ παρανόμων εἰσὶ βʹ, ιγʹ, λεʹ, ναʹ, νβʹ. Καὶ ὁ μὲν ἐπικλήσεώς ἐστι δʹ. Οἱ δὲ ἐπευκτικὰ ἀπαγγέλλουσιν, ὡς ιθʹ καὶ ξγʹ Καὶ οἱ μὲν καυχήσεως τῆς ἐν Κυρίῳ ἀπαγγέλλον‐ | |
30 | τες λόγους εἰσὶ κβʹ καὶ κϛʹ, ληʹ, λθʹ, μαʹ, ξαʹ, οεʹ, πγʹ, ϟϛʹ, ϟηʹ, ρναʹ. Οἱ δὲ ἐντρεπτικοί εἰσι νζʹ, παʹ. Καὶ οἱ μὲν ὕμνου ῥήματα λέγουσι μζʹ, ξδʹ. Ὁ δὲ ἀλαλαγμοῦ καὶ περὶ ἀναστάσεως ξεʹ. | |
35 | Καὶ ἕτερος ἀλαλαγμοῦ μόνον ῥήματα λέγει ϟθʹ. | |
37 | Τοιαύτης οὖν τῆς διατάξεως οὔσης τῶν Ψαλ‐ μῶν, ἔστι λοιπὸν δυνατὸν τοὺς ἐντυγχάνοντας εὑρεῖν ἐν ἑκάστῳ, καθὰ προεῖπον, τὰ κινήματα καὶ τὴν κα‐ | |
40 | τάστασιν τῆς ἰδίας ψυχῆς, οὕτως τε περὶ ἑκάστου τὸν τύπον καὶ τὴν διδασκαλίαν· καὶ τίνα μὲν λέγων ἀρέσκειν δύναται τῷ Κυρίῳ, διὰ ποίων δὲ ῥημάτων ἑαυτὸν διορθοῦσθαι δύναται, καὶ εὐχαριστεῖν τῷ Κυ‐ ρίῳ, ὑπὲρ τοῦ μὴ εἰς ἀσέβειαν ἐκπίπτειν τὸν παρὰ | |
45 | τοιαῦτα λέγοντα. Οὐ γὰρ μόνον περὶ τῶν ἔργων, ἀλλὰ καὶ περὶ ἀργοῦ ῥήματος ἀποδοῦναι λόγον ἔχο‐ μεν τῷ Κριτῇ. Ἄν τε τοίνυν μακαρίσαι τινὰ θελήσῃς, ἔχεις πῶς δεῖ, καὶ ἐπὶ τίνι, καὶ τίνα δεῖ λέγειν, τόν τε αʹ καὶ τὸν λαʹ, καὶ μʹ, καὶ ριαʹ, καὶ ριηʹ, καὶ ρκζʹ· | |
27.28(50) | ἄν τε μέμψασθαι τὴν Ἰουδαίων κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν, ἔχεις τὴν δευτέραν ᾠδήν. Ἂν δὲ διώκῃ παρὰ τῶν ἰδίων, καὶ πολλοὺς ἔχῃς τοὺς ἐπαναστάντας κατὰ σοῦ, λέγε τὸν γʹ ψαλμόν. Εἰ δὲ οὕτως θλιβόμε‐ νος ἐπεκαλέσω τὸν Κύριον, καὶ εἰσακουσθεὶς θέλεις | |
55 | εὐχαριστεῖν, ψάλλε τὸν τέταρτον, καὶ οδʹ, καὶ ριδʹ. Καὶ ἐὰν, ἔτι τοὺς πονηρευομένους βλέπων ἐνεδρεύειν | |
θέλοντας, ἐνωτίζεσθαί σου θέλῃς τὴν εὐχὴν, ὀρθρίζων | ||
27.29 | τὸ πρωῒ ψάλλε τὸν εʹ. Αἰσθόμενος δὲ ἀπειλῆς τοῦ Κυ‐ ρίου, ἐὰν διὰ τοῦτο ταραττόμενον σεαυτὸν βλέπῃς, δύνασαι λέγειν τὸν ϛʹ καὶ τὸν λζʹ. Ἐὰν δὲ καὶ βου‐ λεύωνταί τινες κατὰ σοῦ, ὡς ὁ Ἀχιτόφελ κατὰ τοῦ | |
5 | Δαβὶδ, καὶ τοῦτό σοί τις ἀπαγγείλῃ, ψάλλε τὸν ζʹ, καὶ θάῤῥει τῷ ῥυομένῳ σε Θεῷ. Βλέπων δὲ τὴν πανταχοῦ χάριν τοῦ Σωτῆρος ἐκτεταμένην, καὶ σωθὲν τὸ γένος τῶν ἀνθρώπων, ἐὰν προσφωνεῖν θέλῃς τῷ Κυρίῳ, ψάλλε τὸν ηʹ. Ἀλλὰ | |
10 | πάλιν ᾆσαι θέλεις ἐπιλήνιον, εὐχαριστῶν τῷ Κυρίῳ, ἔχεις αὐτὸν πάλιν τὸν ηʹ καὶ τὸν πγʹ. Ἐπὶ δὲ τῷ κατ‐ ηργῆσθαι τὸν ἐχθρὸν καὶ σεσῶσθαι τὴν κτίσιν, μὴ καυχώμενος ἐπὶ σαυτῷ, ἀλλὰ εἰδὼς τὸν Υἱὸν τοῦ Θεοῦ τοῦτο κατορθώσαντα, λέγε τὸν εἰς αὐτὸν εἰρη‐ | |
15 | μένον θʹ ψαλμόν. Καὶ ἐὰν λίαν σέ τις ταράσσειν ἐθέλῃ, ἔχε σὺ τὴν πεποίθησιν εἰς τὸν Κύριον, καὶ ψάλλε τὸν ιʹ. Ὅταν δὲ τὴν τῶν πολλῶν ὑπερηφανίαν ἴδῃς καὶ πλεονάζουσαν τὴν κακίαν, ὥστε μηδὲν ὅσιον ἐπ’ ἀνθρώποις γενέσθαι, κατάφυγε σὺ ἐπὶ τὸν Κύ‐ | |
20 | ριον, καὶ λέγε τὸν ιαʹ. Ἐγχρονιζούσης δὲ τῆς παρὰ τῶν ἐχθρῶν ἐπιβουλῆς, μὴ ὀλιγώρει ὡς ἐπιλησθεὶς παρὰ τῷ Θεῷ, ἀλλὰ παρακάλει τὸν Κύριον ᾄδων τὸν ιβʹ. Ἐπειδὰν βλασφημούντων τινῶν κατὰ τῆς Προ‐ νοίας ἀκούσῃς, μὴ κοινώνει μὲν αὐτῶν τῇ ἀσεβείᾳ, | |
25 | ἐντυγχάνων δὲ τῷ Θεῷ, λέγε τὸν ιγʹ καὶ νβʹ. Καὶ λοι‐ πὸν ἐὰν θέλῃς μαθεῖν ὁποῖός ἐστι τῆς βασιλείας τῶν οὐρανῶν ὁ πολίτης, ψάλλε τὸν ιδʹ. Προσευχῆς σοι χρεία διὰ τοὺς ἀνθεστηκότας σοι καὶ περιέχοντάς σου τὴν ψυχὴν, ᾆδε τὸν ιϛʹ, καὶ | |
30 | τὸν πεʹ, καὶ τὸν πϛʹ, καὶ τὸν ρμʹ. Ἀλλὰ θέλεις μα‐ θεῖν, πῶς Μωϋσῆς προσηύξατο, ἔχεις τὸν πθʹ. Ἀλλ’ ἐσώθης ἀπὸ τῶν ἐχθρῶν σου, καὶ ἐῤῥύσθης ἀπὸ τῶν διωκόντων σε, ᾆδε καὶ σὺ τὸν ιϛʹ ψαλμόν. Θαυμάζεις τὴν τῆς κτίσεως τάξιν, καὶ τὴν εἰς αὐτὴν τῆς Προ‐ | |
35 | νοίας χάριν, τοῦ τε νόμου τὰ ἱερὰ προστάγματα, ψάλλε τὸν ιηʹ καὶ τὸν κγʹ. Θλιβομένους δὲ ὁρῶν, πα‐ ρακάλει τούτους, ἐπευχόμενος καὶ λέγων αὐτοῖς τὰ ἐν τῷ ιθʹ ψαλμῷ ῥήματα. Ὁρᾷς σεαυτὸν ποιμαινόμενον καὶ εὐοδούμενον παρὰ τοῦ Κυρίου, χαίρων ἐπὶ τούτῳ | |
40 | ψάλλε τὸν κβʹ. Οἱ ἐχθροὶ περὶ σὲ, ἀλλὰ σὺ τὴν ψυχὴν ἐπαίρων πρὸς Θεὸν, λέγε τὸν κδʹ, καὶ ὄψει τούτους ἁμαρτάνοντας διακενῆς. Ἐπιμένουσιν οἱ ἐχθροὶ, οὐδὲν ἕτερον ἢ τὰς χεῖρας ἔχοντες αἱμάτων πλήρεις, καὶ ζητοῦντες ἑλκῦσαί σε καὶ ἀπολέσαι, μὴ δῷς ἀν‐ | |
45 | θρώπῳ τὸ κρῖμα (ὕποπτα γὰρ πάντα τὰ ἀνθρώπινα)· ἀλλὰ τὸν Θεὸν ἀξιῶν κριτὴν γενέσθαι (μόνος γὰρ αὐτὸς δίκαιος), λέγε τὰ ἐν τῷ κεʹ, καὶ τὸν λδʹ, καὶ τὸν μβʹ. Ἐὰν δὲ καὶ τραχύτερον ἐπίθωνται, καὶ πλῆ‐ θος ὡς παρεμβολαὶ γένωνται οἱ ἐχθροὶ, καταφρονοῦν‐ | |
27.29(50) | τες ὡς μήπω σου χρισθέντος, καὶ διὰ τοῦτο πολε‐ μεῖν ἐθέλοντες· μὴ πτήξῃς, ἀλλ’ ᾆδε τὸν κϛʹ ψαλμόν. Ἐπειδὴ δὲ ἀσθενής ἐστιν ἡ φύσις τῶν ἀνθρώπων, ἐὰν πάλιν ἀναισχυντῶσιν οἱ ἐπιβουλεύοντες, ἵνα μὴ πρὸς ἐκείνους ἔχῃς τὴν σχολὴν, κράζε πρὸς τὸν Θεὸν, | |
55 | λέγων τὰ ἐν τῷ κζʹ. Καὶ ἐὰν θέλῃς εὐχαριστῶν μα‐ θεῖν πῶς δεῖ προσφέρειν τῷ Κυρίῳ, νοητῶς νοῶν ψάλλε τὸν κηʹ. Καὶ λοιπὸν ἐγκαινίζων τὸν οἶκόν σου τήν τε ψυχὴν τὴν τὸν Κύριον ὑποδεχομένην, καὶ τὸν σωματικὸν οἶκον, ἐν ᾧ σωματικῶς κατοικεῖς, εὐχα‐ | |
60 | ρίστει, καὶ λέγε τόν τε κθʹ καὶ τὸν ἐν τοῖς ἀναβαθμοῖς ρκϛʹ. | |
27.32 | Ὅταν δὲ σαυτὸν διὰ τὴν ἀλήθειαν μισούμενον καὶ διωκόμενον παρὰ πάντων τῶν τε φίλων καὶ συγ‐ γενῶν βλέπῃς, μὴ τούτοις μηδὲ σαυτῷ κατανοῶν ὀλι‐ γωρήσῃς, μηδ’, ἂν τοὺς γνωρίμους ἴδῃς ἀποστρεφο‐ | |
5 | μένους σε, πτήξῃς, ἀλλ’ ἐκστὰς ἀπὸ τούτων, καὶ σκο‐ πῶν τὰ μέλλοντα, ψάλλε τὸν λʹ. Τοὺς δὲ βαπτιζομέ‐ νους καὶ λυτρουμένους ἀπὸ τῆς φθαρτῆς γενέσεως βλέπων, καὶ θαυμάζων τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ᾆδε εἰς ἐκείνους τὸν λαʹ. Καὶ ὅταν μὲν ψάλλειν μετὰ | |
10 | πολλῶν ἐθέλῃς, τοὺς δικαίους ἄνδρας καὶ τοὺς ὀρθοὺς τῷ βίῳ συναγαγὼν, λέγε καὶ σὺ τὸν λβʹ. Ἐμπεσὼν δὲ εἰς τοὺς ἐχθροὺς, καὶ σοφῶς αὐτοὺς διαφυγὼν, καὶ ἐκκλίνας ἀπὸ τῆς ἐπιβουλῆς αὐτῶν, εἰ θέλεις εὐ‐ χαριστῆσαι, συγκαλέσας τοὺς πραεῖς ἄνδρας, ἐπ’ αὐ‐ | |
15 | τῶν ψάλλε τὸν λγʹ. Καὶ ἐὰν ἴδῃς τῶν παρανομούντων τὴν ἐπὶ τὸ κακὸν φιλονεικίαν, μὴ νόμιζε ἐν αὐτοῖς κατὰ φύσιν τὴν κακίαν εἶναι, οἷα λέγουσιν οἱ αἱρε‐ τικοί· ἀλλὰ λέγε τὸν λεʹ, καὶ ὄψει, ὅτι αὐτοὶ τοῦ ἁμαρτάνειν εἰσὶν αἴτιοι. Ἐὰν δὲ πολλὰ πράττοντας | |
20 | ἄνομα τοὺς πονηροὺς βλέπῃς, καὶ ἐπαιρομένους αὐ‐ τοὺς κατὰ τῶν μικρῶν, καὶ θέλῃς παραινεῖν τισι μὴ προσέχειν τούτοις, μηδὲ παραζηλοῦν αὐτοὺς, διὰ τὸ ταχέως αὐτοὺς ἀποσβέννυσθαι, λέγε καὶ σαυτῷ καὶ τοῖς ἑτέροις τὸν λϛʹ. | |
25 | Ἀλλὰ δὴ καὶ σὺ, προθέμενος προσέχειν σαυτῷ, ἐὰν βλέπῃς ἐπιτιθέμενον τὸν ἐχθρὸν (τότε γὰρ μᾶλ‐ λον ἐπεγείρεται κατὰ τῶν τοιούτων), καὶ θέλῃς ἐπ‐ αλείφειν σαυτὸν κατ’ αὐτοῦ, ᾆδε τὸν ληʹ ψαλμόν. Καὶ ἐὰν, τῶν ἐχθρῶν ἐπιτιθεμένων, ὑπομένῃς τὰς θλίψεις, | |
30 | καὶ θέλῃς μαθεῖν τὴν ἐκ τῆς ὑπομονῆς ὠφέλειαν, ψάλλε τὸν λθʹ ψαλμόν. Βλέπων δὲ πολλοὺς πένητας καὶ πτωχοὺς, καὶ θέλεις ἐλεεῖσθαι αὐτοὺς, δύνασαι τοὺς μὲν ἤδη ἐλεήσαντας ἀποδέχεσθαι, τοὺς δὲ ἄλλους εἰς τὸ ποιεῖν προτρέπεσθαι, ἐν τῷ λέγειν τὸν μʹ. Εἶτα | |
35 | ἐὰν, πάνυ τὸν πόθον ἔχων εἰς τὸν Θεὸν, ἀκούσῃς τῶν ἐχθρῶν ὀνειδιζόντων, μὴ ταράσσου· ἀλλὰ συνιεὶς τὸν ἐκ τοῦ τοιούτου πόθου ἀθάνατον καρπὸν, παρακάλει σαυτοῦ τὴν ψυχὴν τῇ εἰς Θεὸν ἐλπίδι, καὶ ταύτῃ ἐπι‐ κουφίζων καὶ καταπραΰνων τὰς ἐν τῷ βίῳ λύπας | |
40 | αὐτῆς, λέγε τὸν μαʹ ψαλμόν. Συνεχῶς δὲ ἀναμιμνή‐ σκεσθαι θέλων τὰς εὐεργεσίας τοῦ Θεοῦ τὰς γενομέ‐ νας εἰς τοὺς πατέρας, καὶ περὶ τῆς ἐξόδου τῆς Αἰγύ‐ πτου καὶ τῆς ἐν τῇ ἐρήμῳ διαγωγῆς, πῶς τε ὁ μὲν Θεὸς ἀγαθὸς, οἱ δὲ ἄνθρωποι ἀχάριστοι, ἔχεις τὸν μγʹ, | |
45 | καὶ τὸν οζʹ, καὶ πηʹ, καὶ τὸν ρδʹ, καὶ τὸν ρεʹ, καὶ ρϛʹ, καὶ ριγʹ. Καταφυγὼν δὲ πρὸς τὸν Θεὸν καὶ δια‐ σωθεὶς ἀπὸ τῶν περὶ σὲ γενομένων θλίψεων, ἐὰν θέ‐ λῃς εὐχαριστῆσαι τῷ Θεῷ, καὶ διηγήσασθαι τὴν εἰς σὲ γενομένην φιλανθρωπίαν, ἔχεις τὸν μεʹ. | |
27.32(50) | Ἀλλ’ ἥμαρτες, καὶ ἐντραπεὶς μεταγινώσκεις καὶ ἐλεηθῆναι ἀξιοῖς, ἔχεις τοὺς τῆς ἐξομολογήσεως καὶ μετανοίας λόγους ἐν τῷ νʹ. Εἰ δὲ καὶ διεβλήθης πονηρῷ βασιλεῖ, καὶ ὁρᾷς τὸν διάβολον κατακαυχώ‐ μενον, ἀναχώρει, καὶ λέγε καὶ σὺ τὰ ἐν τῷ ναʹ. Καὶ | |
55 | ὅτε μὲν διώκῃ, καὶ διαβάλλουσί τινες παραδοῦναί σε θέλοντες, ὡς οἱ Ζιφαῖοι καὶ οἱ ἀλλόφυλοι τὸν Δαβὶδ, μὴ ἀκηδιάσῃς, ἀλλὰ θαῤῥῶν τῷ Κυρίῳ, καὶ ὑμνῶν | |
αὐτὸν, λέγε τὰ ἐν τῷ νγʹ καὶ νεʹ. Ἐὰν δὲ καὶ συν‐ | ||
27.33 | δράμῃ ὁ διώκων, καὶ μὴ γινώσκων εἰσέλθῃ εἰς τὸ σπή‐ λαιον ἐν ᾧ καὶ σὺ κρύπτῃ, μηδ’ οὕτως πτήξῃς· ἔχεις γὰρ τοὺς ἐν τοιαύτῃ ἀνάγκῃ χρησμοὺς εἰς παράκλη‐ σιν καὶ στηλογραφίας λόγους, τοὺς ἐν τῷ νϛʹ καὶ τοὺς | |
5 | ἐν τῷ ρμαʹ. Ἐὰν δὲ καὶ φυλαχθῆναι τὴν οἰκίαν κε‐ λεύσῃ ὁ ἐπιβουλεύων, καὶ διαφύγῃς, ἀνατίθει τῷ Κυ‐ ρίῳ τὴν χάριν, ὡς ἐν στήλαις γράφων αὐτὴν ἐν τῇ ψυχῇ, μνημόσυνον οὖσαν τοῦ μὴ διεφθάρθαι σε, καὶ λέγε τὰ ἐν τῷ νηʹ ψαλμῷ. Ἐὰν δὲ καὶ ὀνειδίζωσι θλί‐ | |
10 | βοντες οἱ ἐχθροὶ, καὶ φλυαροῦντες διαβάλλωσιν οἱ δοκοῦντες εἶναι φίλοι, καὶ λυπηθῇς ἐν τῇ ἀδολεσχίᾳ σου πρὸς ὀλίγον, ἀλλὰ δύνασαι παρακαλεῖσθαι ὑμνῶν καὶ σὺ τὸν Θεὸν, καὶ λέγων τὰ ἐν τῷ νδʹ ῥήματα. Καὶ πρὸς μὲν ὑποκρινομένους καὶ ἐν προσώπῳ καυ‐ | |
15 | χωμένους λέγε πρὸς ἐντροπὴν ἐκείνων τὸν νζʹ ψαλ‐ μόν· πρὸς δὲ τοὺς ὁρμῶντας ἀγρίως κατὰ σοῦ, καὶ θέλοντας λαβεῖν σου τὴν ψυχὴν, ἀντίθες σὺ τὴν πρὸς τὸν Θεόν σου ὑποταγὴν, καὶ θάῤῥει. Ὅσῳ γὰρ ἐκεῖ‐ νοι μαίνονται, τοσούτῳ μᾶλλον ὑποτάσσου σὺ τῷ | |
20 | Κυρίῳ, καὶ λέγε τὰ ἐν τῷ ξαʹ. Καὶ ἐὰν μὲν διωκό‐ μενος εἰς ἐρημίαν ἀπέλθῃς, μὴ φοβηθῇς ὡς μόνος ὢν ἐκεῖ, ἔχων δὲ τὸν Θεὸν ἐκεῖ καὶ πρὸς αὐτὸν ὀρθρί‐ ζων ψάλλε τὸν ξβʹ. Ἐκφοβούντων δὲ τῶν ἐχθρῶν καὶ μὴ παυομένων τοῦ ἐνεδρεύειν, ἀλλὰ καὶ ἐξερευνών‐ | |
25 | των πᾶν κατὰ σοῦ, κἂν πλῆθος ὦσι, μὴ ὑπενδῷς· βέλη γὰρ νηπίων ἔσονται τούτων αἱ πληγαὶ, ψάλλον‐ τός σου τὸν ξγʹ, καὶ τὸν ξδʹ, καὶ ξθʹ, καὶ οʹ. | |
29 | Καὶ ὅταν μὲν ὑμνῆσαι βούλῃ τὸν Κύριον, ᾆδε | |
30 | τὰ ἐν τῷ ξδʹ. Ἐὰν δὲ κατηχῆσαι θέλῃς τινὰς περὶ ἀναστάσεως, ᾆδε τὰ ἐν τῷ ξεʹ. Οἰκτιρμοὺς δὲ αἰτῶν παρὰ τοῦ Θεοῦ, ὕμνει αὐτὸν, ψάλλων τὸν ξϛʹ. Ὅτε δὲ βλέπεις τοὺς μὲν ἀσεβεῖς ἐν εἰρήνῃ εὐθηνουμένους καὶ καταθυμίως ζῶντας τοὺς δὲ δικαίους θλιβομέ‐ | |
35 | νους, ἵνα μὴ σκανδαλισθῇς καὶ παρασαλευθῇς, λέγε καὶ σὺ τὰ ἐν τῷ οβʹ ψαλμῷ. Καὶ ὅταν μὲν ὀργισθῇ ὁ Θεὸς ἐπὶ τὸν λαὸν, ἔχεις εἰς παράκλησιν περὶ τούτου λόγους συνετοὺς τοὺς ἐν τῷ ογʹ· ὅτε δὲ χρεία σοι ἐξομολογήσεώς ἐστι ψάλλε τὸν θʹ, οδʹ καὶ ϟαʹ, καὶ | |
40 | ρδʹ, καὶ ρεʹ, καὶ ρϛʹ, καὶ ρζʹ, καὶ ριʹ, καὶ ριζʹ, καὶ ρλεʹ, καὶ ρλζʹ. Καὶ δυσωπῆσαι μὲν θέλων τὰ τῶν Ἑλ‐ λήνων καὶ τὰ τῶν αἱρετικῶν, ὅτι μὴ παρ’ αὐτοῖς ἔνι θεογνωσία, ἀλλ’ ἐν μόνῃ τῇ καθολικῇ Ἐκκλησίᾳ, δύνασαι νοῶν ᾄδειν καὶ λέγειν τὰ ἐν τῷ οεʹ. Τῶν δὲ | |
45 | ἐχθρῶν προκαταλαβόντων τὰς διεκφυγὰς, καὶ πάνυ θλιβόμενος, κἂν ταραχθῇς, μὴ ἀπελπίσῃς, ἀλλὰ εὔ‐ χου· καὶ ἐὰν κράζων εἰσακουσθῇς, εὐχαρίστει τῷ Θεῷ, λέγων τὰ ἐν τῷ οϛʹ. Ἐὰν δὲ ἐπιμένοντες οἱ ἐχθροὶ ἐπεισέλθωσι, καὶ μιάνωσι τὸν οἶκον τοῦ Θεοῦ, | |
27.33(50) | τούς τε ἁγίους ἀποκτείνωσι, καὶ τὰ σώματα αὐτῶν ῥίψωσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, ἵνα μὴ συνελκυ‐ σθεὶς καταπτήξῃς αὐτῶν τὴν ὠμότητα, σύμπασχε μὲν τοῖς πάσχουσιν, ἐντύγχανε δὲ τῷ Θεῷ, λέγων τὸν οηʹ ψαλμόν. | |
55 | Ἐν ἑορτῇ δὲ, θέλων ᾆσαι τῷ Κυρίῳ, συγκα‐ λέσας τοὺς τοῦ Θεοῦ δούλους, ψάλλε τὰ ἐν τῷ πʹ καὶ ϟδʹ. Τῶν δὲ ἐχθρῶν πάλιν ἐπισυναχθέντων πάντων πανταχόθεν, καὶ ἀπειλούντων κατὰ τοῦ οἴκου τοῦ | |
Θεοῦ, συνθήκας τε ποιούντων κατὰ τῆς εὐσεβείας, | ||
27.36 | ἵνα μὴ ἀθυμήσῃς διὰ τὸ πλῆθος καὶ τὴν δυναστείαν αὑτῶν, ἔχεις ὥσπερ ἄγκυραν ἐλπίδος τὰ ἐν τῷ πβʹ ῥήματα. Καὶ ἐὰν, βλέπων τὸν οἶκον τοῦ Θεοῦ καὶ τὰ αἰώνια αὐτοῦ σκηνώματα, τὸν πόθον ἔχῃς εἰς αὐτὰ, | |
5 | ὡς εἶχεν ὁ Ἀπόστολος, λέγε καὶ σὺ τὸν πγʹ ψαλμόν. Παυσαμένης δέ ποτε τῆς ὀργῆς, καὶ τῆς αἰχμαλωσίας λυθείσης, ἐὰν θέλῃς εὐχαριστῆσαι, ἔχεις εἰς τὸ λέγειν τὰ ἐν τῷ πδʹ καὶ ρκεʹ. Καὶ τὴν μὲν διαφορὰν τῆς καθολικῆς Ἐκκλησίας πρὸς τὰ σχίσματα ἐὰν θέλῃς | |
10 | γινώσκειν, καὶ ἐντρέπειν ἐκείνους, δύνασαι λέγειν τὰ ἐν τῷ πϛʹ γεγραμμένα. Παραθαρσῦναι θέλων σεαυτὸν καὶ τοὺς ἑτέρους εἰς θεοσέβειαν, καὶ ὡς εἰς τὸν Θεὸν ἐλπὶς οὔτε καταισχύνει, ἀλλὰ καὶ ἄφοβον τὴν ψυχὴν κατασκευάζει, αἴνει τὸν Θεὸν, λέγων τὰ ἐν | |
15 | τῷ ϟʹ. Ψάλαι θέλεις τῷ Σαββάτῳ; ἔχεις τὸν ϟαʹ. Εὐχαριστῆσαι θέλεις τῇ Κυριακῇ; ἔχεις τὸν κγʹ. ᾎσαι θέλεις δευτέρᾳ Σαββάτων; λέγε τὰ ἐν τῷ μζʹ. Αἰνέσαι βούλει τῇ Παρασκευῇ; ἔχεις τὸν αἶνον ἐν τῷ ϟβʹ. Τότε γὰρ, γενομένου τοῦ σταυροῦ, ὁ οἶκος | |
20 | τοῦ Θεοῦ ᾠκοδομήθη, καίτοι τῶν ἐχθρῶν ἐπιχειρη‐ σάντων κωλῦσαι· καὶ διὰ τοῦτο ἐπινίκιον ᾄδειν τῷ Θεῷ πρέπει τότε τὰ εἰρημένα ἐν τῷ ϟβʹ. Ἐὰν δὲ καὶ, αἰχμαλωσίας γενομένης, καθαιρεθῇ ὁ οἶκος, καὶ πάλιν οἰκοδομηθῇ, ᾆδε τὰ ἐν τῷ ϟεʹ. Τῆς δὲ γῆς κα‐ | |
25 | τάστασιν λαβούσης ἀπὸ τῶν πολεμούντων, καὶ λοι‐ πὸν ἠρεμούσης, καὶ βασιλεύσαντος τοῦ Κυρίου, ἐὰν θέλῃς ᾆσαι περὶ τούτου, ἔχεις τὸν ϟϛʹ. Θέλεις τῇ τετράδι τοῦ Σαββάτου ψάλλειν; ἔχεις τὸν ϟγʹ· τότε γὰρ παραδοθεὶς ὁ Κύριος ἐκδικεῖν ἤρξατο τὴν κατὰ | |
30 | τοῦ θανάτου δίκην, καὶ θριαμβεύειν αὐτὸν παῤῥησίᾳ. Ὅτ’ ἂν οὖν, ἀναγινώσκων τὸ Εὐαγγέλιον, ἴδῃς τῇ τετράδι τοῦ Σαββάτου συμβούλιον λαβόντας τοὺς Ἰουδαίους κατὰ τοῦ Κυρίου, ὁρῶν αὐτὸν τότε παῤ‐ ῥησιαζόμενον ἐν τῇ κατὰ τοῦ διαβόλου ὑπὲρ ὑμῶν | |
35 | ἐκδικίᾳ, ψάλλε τὰ ἐν αὐτῷ τῷ ϟγʹ. Πάλιν βλέπων τὴν εἰς πάντα πρόνοιαν τοῦ Κυρίου καὶ τὴν κυριό‐ τητα αὐτοῦ, καὶ θέλων κατηχῆσαί τινας εἰς τὴν αὐ‐ τοῦ πίστιν καὶ ὑπακοὴν, πείθων αὐτοὺς πρῶτον ἐξ‐ ομολογεῖσθαι, ψάλλε τὸν ϟθʹ. Καὶ ἐὰν, μαθὼν αὐτοῦ | |
40 | τὴν κριτικὴν δύναμιν, καὶ ὅτι ἐλέῳ τὴν κρίσιν κερά‐ σας κρίνει ὁ Κύριος, θελήσῃς αὐτῷ προσελθεῖν, ἔχεις εἰς τοῦτο λόγους τοὺς ἐν τῷ ρʹ. Ἀσθενοῦς δὲ ἡμῶν τῆς φύσεως οὔσης, ἐὰν διὰ τὰς συνοχὰς τοῦ βίου ὡς πτωχὸς γενόμενος ἀκη‐ | |
45 | διάσῃς ποτὲ, καὶ θέλῃς παρακληθῆναι, ἔχεις τὸν ραʹ ψαλμόν. Καὶ ἐπειδὴ πρέπει διὰ πάντων καὶ ἐν πᾶσιν εὐχαριστεῖν ἡμᾶς τῷ Θεῷ, ὅτε θέλεις εὐλογεῖν αὐτὸν, ἔχεις εἰς τοῦτο προτρέπεσθαι σαυτοῦ τὴν ψυχὴν, καὶ λέγειν τὸν ρβʹ καὶ ργʹ. Αἰνεῖν θέλεις τὸν Θεὸν, καὶ | |
27.36(50) | εἰδέναι πῶς καὶ ἐπὶ τίνι δεῖ αἰνεῖν, καὶ τίνας πρέπει λέγειν τὸν αἶνον; ἔχεις τὸν ρδʹ, καὶ τὸν ρϛʹ, καὶ ρλδʹ, καὶ ρμεʹ, καὶ τὸν ρμϛʹ, καὶ τὸν ρμζʹ, καὶ τὸν ρμηʹ, καὶ τὸν ρνʹ. Ἔχεις πίστιν, ὡς εἶπεν ὁ Κύριος, καὶ πιστεύεις οἷς εὐχόμενος λαλεῖς; λέγε τὸν ριεʹ. Ἀλλὰ | |
55 | ἀναβαίνοντα σαυτὸν αἴσθῃ ταῖς πράξεσιν, ὥστε λέ‐ γειν· Τὰ μὲν ὀπίσω ἐπιλανθάνομαι, τοῖς δὲ ἔμ‐ προσθεν ἐπεκτείνομαι; ἔχεις καθ’ ἑκάστην προκο‐ | |
πὴν εἰς τὸ λέγειν τὰς ιεʹ τῶν ἀναβαθμῶν ᾠδάς. | ||
27.37 | ᾘχμαλωτεύθης ὑπὸ ἀλλοτρίων λογισμῶν, καὶ ᾔσθου σεαυτὸν ἀπαγόμενον, καὶ μετέγνως, παῦσαι τοῦ λοιποῦ, καὶ μείνας ἐφ’ οἷς ἁμαρτάνοντα σεαυτὸν κατ‐ έλαβες, κάθου, καὶ κλαῦσον καὶ σὺ, ὡς πεποίηκεν ὁ | |
5 | τότε λαὸς, λέγων τὰ ἐν τῷ ρλϛʹ. Τοὺς δὲ πειρασμοὺς ἡγούμενος εἶναί σου δοκιμὴν, μετὰ τοὺς πειρασμοὺς ἐὰν εὐχαριστῆσαι θελήσῃς, ἔχεις τὸν ρληʹ ψαλμόν. Συνέχῃ πάλιν ἀπὸ ἐχθρῶν, καὶ ῥυσθῆναι θέλεις; λέγε τὰ ἐν τῷ ρλθʹ. Δεηθῆναι δὲ καὶ προσεύξασθαι θέλεις; | |
10 | ψάλλε τὸν εʹ καὶ ρμβʹ. Ἐχθρὸς τύραννος ἐπανέστη τῷ λαῷ καί σοι, ὥσπερ Γολιὰθ τῷ Δαβὶδ, μὴ πτήξῃς· ἀλλὰ πίστευε καὶ σὺ, ὡς ὁ Δαβὶδ, καὶ λέγε τὰ ἐν τῷ ρμγʹ. Εἶτα θαυμάζων τὰς εἰς πάντας τοῦ Θεοῦ εὐερ‐ γεσίας, καὶ μνημονεύων τῆς τε εἰς σὲ καὶ εἰς πάντας | |
15 | γενομένης ἀγαθότητος αὐτοῦ, ἐὰν θέλῃς διὰ ταῦτα εὐλογεῖν τὸν Θεὸν, λέγε τὰ τοῦ Δαβὶδ ῥήματα, ἅπερ καὶ αὐτὸς εἶπεν ἐν τῷ ρμδʹ ψαλμῷ. ᾎσαι θέλεις τῷ Κυρίῳ; ἔχεις εἰς τὸ λέγειν τὸν ϟβʹ καὶ ϟζʹ. Ἐὰν μικρὸς ὢν προκριθῇς εἰς ἀρχήν τινα τῶν ἀδελφῶν | |
20 | σου, μὴ ἐπαίρου κατ’ αὐτῶν· ἀλλὰ τῷ ἐκλεξαμένῳ Κυρίῳ διδοὺς δόξαν, ψάλλε καὶ σὺ τὸν ρναʹ ἴδιον ὄντα τοῦ Δαβίδ. Ἀλλὰ θέλεις ψάλλειν ἐπακοὴν ἔχοντας τὸ Ἀλληλούϊα, ἔχεις τὸν ρδʹ, ρεʹ, ρϛʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριϛʹ, ριζʹ ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμϛʹ, ρμζʹ, | |
25 | ρμηʹ, ρμθʹ, ρνʹ. Ὅτε δὲ θέλῃς κατ’ ἰδίαν τὰ περὶ τοῦ Σωτῆρος ψάλλειν, ἐν ἑκάστῳ μὲν σχεδὸν εὑρίσκεις ψαλμῷ τὰ τοιαῦτα· ἔχεις δὲ μάλιστα τὸν μὲν μδʹ καὶ τὸν ρθʹ δη‐ λοῦντας τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ γνησίαν γέννησιν | |
30 | καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν· τὸν δὲ καʹ καὶ ξηʹ προλέγοντας περὶ τοῦ θείου σταυροῦ, καὶ ὅσην δι’ ἡμᾶς ἐπιβουλὴν ἀνεδέξατο, καὶ πόσα πέπονθε· καὶ τὸν μὲν βʹ καὶ ρηʹ σημαίνοντας τήν τε τῶν Ἰου‐ δαίων ἐπιβουλὴν καὶ πονηρίαν, καὶ τὴν Ἰούδα τοῦ | |
35 | Ἰσκαριώτου προδοσίαν· τόν τε κʹ, καὶ μθʹ, καὶ οαʹ (καὶ) δηλοῦντας τήν τε βασιλείαν αὐτοῦ καὶ κριτι‐ κὴν δύναμιν, καὶ τὴν εἰς ἡμᾶς αὐτοῦ πάλιν ἔνσαρκον παρουσίαν, καὶ τὴν κλῆσιν τῶν ἐθνῶν. Καὶ ὁ μὲν ιεʹ δείκνυσιν αὐτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν· ὁ δὲ κγʹ | |
40 | καὶ μϛʹ ἀπαγγέλλουσι τὴν εἰς οὐρανοὺς ἄνοδον αὐτοῦ· τὸν δὲ ϟβʹ, καὶ ϟεʹ, καὶ ϟζʹ, καὶ ϟηʹ ἀναγινώσκων, θεωρῆσαι δυνήσῃ τὰς εἰς ἡμᾶς τοῦ Σωτῆρος διὰ τῶν παθημάτων αὐτοῦ γενομένας εὐεργεσίας. Τοιοῦτος μὲν οὖν ἐστι καὶ ὁ χαρακτὴρ εἰς ὠφέ‐ | |
45 | λειαν τοῖς ἀνθρώποις ἐκ τῆς βίβλου τῶν Ψαλμῶν, ἐχούσης αὐτῆς ἰδίους ψαλμοὺς, καὶ ἐν τοῖς λοιποῖς δὲ περὶ τῆς ἐν σώματι παρουσίας τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ πυκνοτέρας τὰς προφητείας, καθὰ προεῖπον. Διὰ τί δὲ μετὰ μέλους καὶ ᾠδῆς ψάλ‐ | |
27.37(50) | λονται οἱ τοιοῦτοι λόγοι, ἀναγκαῖον μηδὲ τοῦτο παρ‐ ελθεῖν. Τινὲς μὲν γὰρ τῶν παρ’ ἡμῖν ἀκεραίων, καί‐ τοι πιστευόντων εἶναι θεόπνευστα τὰ ῥήματα, ὅμως νομίζουσι διὰ τὸ εὔφωνον καὶ τέρψεως ἕνεκεν τῆς ἀκοῆς μελῳδεῖσθαι τοὺς ψαλμούς. Οὐκ ἔστι δὲ οὕτως· | |
55 | οὐ γὰρ τὸ ἡδὺ καὶ πιθανὸν ἐζήτησεν ἡ Γραφή· ἀλλὰ καὶ τοῦτο ὠφελείας ἕνεκεν τῆς ψυχῆς τετύπωται διὰ πάντα μὲν, μάλιστα δὲ διὰ δύο ταῦτα· πρῶτον μὲν, ὅτι ἔπρεπε τὴν θείαν Γραφὴν μὴ μόνον τῇ συνεχείᾳ, | |
ἀλλὰ καὶ τῇ κατὰ πλάτος φωνῇ τὸν Θεὸν ὑμνεῖν. | ||
27.40 | Κατὰ συνέχειαν μὲν οὖν εἴρηται, οἷά ἐστι τὰ τοῦ νό‐ μου καὶ τῶν προφητῶν, καὶ τὰ ἱστορούμενα πάντα, μετὰ τῆς Καινῆς Διαθήκης· κατὰ πλάτος δὲ λέγε‐ ται, οἷά ἐστι τὰ τῶν ψαλμῶν καὶ ᾠδῶν καὶ ᾀσμάτων | |
5 | ῥήματα· καὶ οὕτως γὰρ σωθήσεται τὸ ἐξ ὅλης ἰσχύος καὶ δυνάμεως ἀγαπᾷν τὸν Θεὸν τοὺς ἀνθρώπους. Δεύτερον δὲ, ὅτι, ὥσπερ ἁρμονία τοὺς αὐλοὺς συντι‐ θεῖσα μίαν τὴν συμφωνίαν ἀποτελεῖ, οὕτως, ἐπειδὴ καὶ ἐν τῇ ψυχῇ διάφορα κινήματα φαίνεται, καὶ ἔστιν | |
10 | ἐν αὐτῇ τὸ λογίζεσθαι, καὶ τὸ ἐπιθυμεῖν, καὶ τὸ θυ‐ μοειδὲς, ἐκ δὲ τῆς τούτων κινήσεως καὶ ἡ τῶν μελῶν γίνεται τοῦ σώματος ἐνέργεια, βούλεται ὁ λόγος μὴ ἀσύμφωνον εἶναι τὸν ἄνθρωπον ἑαυτῷ, μηδὲ διίστα‐ σθαι πρὸς ἑαυτόν· ὥστε λογίζεσθαι μὲν τὰ βέλτιστα, | |
15 | πράττειν δὲ τῷ θυμῷ τὰ φαῦλα, ὡς ὁ Πιλᾶτος λέγων μέν· Οὐδεμίαν αἰτίαν εὑρίσκω εἰς αὐτόν· συντρέ‐ χων δὲ τῇ γνώμῃ τῶν Ἰουδαίων· ἢ ἐπιθυμεῖν μὲν τὰ φαῦλα, μὴ δύνασθαι δὲ πράττειν, ὡς οἱ κατὰ Σουσάννης πρεσβύτεροι· ἢ πάλιν μὴ μοιχεύειν μὲν, | |
20 | κλέπτειν δέ· ἢ μὴ κλέπτειν μὲν, φονεύειν δέ· ἢ μὴ φονεύειν μὲν, βλασφημεῖν δέ. Ἵν’ οὖν μὴ τοιαύτη τις ἐν ἡμῖν ταραχὴ γίνη‐ ται, θέλει τὴν ψυχὴν ὁ λόγος ἔχουσαν Χριστοῦ νοῦν, ὡς εἶπεν ὁ Ἀπόστολος, τούτῳ καθηγεμόνι χρήσασθαι, | |
25 | καὶ ἐν τούτῳ τῶν μὲν ἐν αὐτῇ παθητικῶν κρατεῖν, τῶν δὲ τοῦ σώματος μελῶν ἄρχειν, εἰς τὸ ὑπακούειν τῷ λόγῳ· ἵνα, ὡς ἐν ἁρμονίᾳ τὸ πλῆκτρον, οὕτως αὐ‐ τὸς ὁ ἄνθρωπος ψαλτήριον γενόμενος, καὶ τῷ πνεύ‐ ματι προσέχων ὁλοκλήρως, καὶ πᾶσι τοῖς μέλεσι | |
30 | καὶ τοῖς κινήμασιν ὑπακούῃ, καὶ δουλεύῃ τῷ βουλή‐ ματι τοῦ Θεοῦ. Τῆς δὲ τοιαύτης τῶν λογισμῶν ἀτα‐ ραξίας καὶ ἀκύμονος καταστάσεως εἰκὼν καὶ τύπος ἐστὶν ἡ τῶν Ψαλμῶν ἐμμελὴς ἀνάγνωσις. Ὥσπερ γὰρ τὰ τῆς ψυχῆς νοήματα γνωρίζομεν καὶ σημαίνο‐ | |
35 | μεν δι’ ὧν προφέρομεν λόγων, οὕτως, τῆς πνευμα‐ τικῆς ἐν ψυχῇ ἁρμονίας τὴν ἐκ τῶν λόγων μελῳδίαν σύμβολον εἶναι θέλων ὁ Κύριος, τετύπωκεν ἐμμελῶς τὰς ᾠδὰς ψάλλεσθαι, καὶ τοὺς ψαλμοὺς μετ’ ᾠδῆς ἀναγινώσκεσθαι. Καὶ τοῦτ’ ἔστιν ἡ ἐπιθυμία | |
40 | τῆς ψυχῆς, τὸ καλῶς αὐτὴν διακεῖσθαι, ὡς γέγρα‐ πται· Εὐθυμεῖ τις ἐν ὑμῖν; ψαλλέτω. Οὕτως τὸ μὲν ἐν αὐτῇ ταραχῶδες καὶ τραχὺ καὶ ἄτακτον ἐξ‐ ομαλίζεται· τὸ δὲ λυποῦν θεραπεύεται, ψαλλόντων ἡμῶν· Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα | |
45 | τί συνταράσσεις με; Καὶ τὸ μὲν ἐσφαλμένον ἐπι‐ γνώσεται λέγουσα· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύ‐ θησαν οἱ πόδες· τὸ δὲ φοβηθὲν ἐπιῤῥώσει τῇ ἐλπίδι ἐν τῷ λέγειν· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθή‐ σομαι τί ποιήσει μοι ἄνθρωπος. | |
27.40(50) | Οἱ μὲν οὖν μὴ τοῦτον τὸν τρόπον ἀναγινώ‐ σκοντες τὰς θείας ᾠδὰς οὐ συνετῶς ψάλλουσιν, ἀλλ’ ἑαυτοὺς μὲν τέρπουσιν, ἔχουσι δὲ μέμψιν, ὅτι Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ· οἱ δὲ κατὰ τὸν προειρημένον τρόπον ψάλλοντες, ὥστε τὴν μελῳ‐ | |
55 | δίαν τῶν ῥημάτων ἐκ τοῦ ῥυθμοῦ τῆς ψυχῆς καὶ τῆς | |
πρὸς τὸ πνεῦμα συμφωνίας προσφέρεσθαι, οἱ τοιοῦτοι | ||
27.41 | ψάλλουσι μὲν τῇ γλώσσῃ, ψάλλοντες δὲ καὶ τῷ νοῒ, οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς θέλοντας ἀκούειν αὐτῶν μεγάλως ὠφελοῦσιν. Ὁ γοῦν μακάριος Δαβὶδ, οὕτως καταψάλλων τοῦ Σαοὺλ, αὐτὸς εὐηρέστει τῷ | |
5 | Θεῷ, καὶ τὸν τάραχον καὶ τὸ μανικὸν πάθος τοῦ Σαοὺλ ἀπήλαυνε, καὶ γαληνιᾷν τὴν ψυχὴν αὐτοῦ παρεσκεύαζεν. Οὕτως οἱ ἱερεῖς ψάλλοντες, εἰς ἀτα‐ ραξίαν τὰς ψυχὰς τῶν λαῶν καὶ εἰς ὁμόνοιαν αὐτὰς τῶν ἐν οὐρανοῖς χορευόντων προσεκαλοῦντο. Τὸ ἄρα | |
10 | μετὰ μέλους λέγεσθαι τοὺς ψαλμοὺς οὐκ ἔστιν εὐ‐ φωνίας σπουδὴ, ἀλλὰ τεκμήριον τῆς ἁρμονίας τῶν ἐν τῇ ψυχῇ λογισμῶν. Καὶ ἡ ἐμμελὴς δὲ ἀνάγνωσις σύμβολόν ἐστι τῆς εὐρύθμου καὶ ἀχειμάστου κατα‐ στάσεως τῆς διανοίας. Καὶ γὰρ τὸ αἰνεῖν τὸν Θεὸν | |
15 | ἐν κυμβάλοις εὐήχοις καὶ κιθάρᾳ καὶ δεκαχόρδῳ ψαλ‐ τηρίῳ, σύμβολον πάλιν ἦν καὶ σημαντικὸν τοῦ συγκεῖ‐ σθαι μὲν νομίμως τὰ μέλη τοῦ σώματος ὡς χορδὰς, τοὺς δὲ λογισμοὺς τῆς ψυχῆς ὡς κύμβαλα γίνεσθαι, καὶ λοιπὸν τῇ ἠχῇ καὶ τῷ νεύματι τοῦ πνεύματος | |
20 | ταῦτα πάντα κινεῖσθαι καὶ ζῇν· ὥστε, κατὰ τὸ γε‐ γραμμένον, τῷ πνεύματι τὸν ἄνθρωπον ζῇν μὲν, καὶ τὰς πράξεις τοῦ σώματος θανατοῦν. Οὕτως γὰρ καὶ καλῶς ψάλλων ῥυθμίζει τὴν ψυχὴν αὐτοῦ, καὶ ὥσπερ ἐξ ἀνισότητος εἰς ἰσότητα ἄγει· ὥστε ἐν | |
25 | τῷ κατὰ φύσιν αὐτὴν ἑστηκυῖαν μὴ πτοεῖσθαι ὑπό τινος, ἀλλὰ καὶ μᾶλλον εὐφαντάσιον γίνεσθαι, καὶ πλέον αὐτὴν λαμβάνειν πόθον τῶν μελλόντων ἀγα‐ θῶν. Τῇ γὰρ τῶν ῥημάτων μελῳδίᾳ συνδιατιθεμένη ἐπιλανθάνεται τῶν παθῶν, καὶ χαίρουσα βλέ‐ | |
30 | πει πρὸς τὸν νοῦν τὸν ἐν Χριστῷ, λογιζομένη τὰ βέλτιστα. Δεῖ τοίνυν, ὦ τέκνον, τῶν ἐντυγχανόντων ἕκα‐ στον ταύτῃ τῇ βίβλῳ ἐντυγχάνειν μὲν ἅπασι γνη‐ σίως τοῖς ἐν αὐτῇ θεοπνεύστοις οὖσι, λαμβάνειν δὲ | |
35 | λοιπὸν ἀπ’ αὐτῶν ὡς ἐκ παραδείσου καρπῶν ὠφε‐ λείας, πρὸς ὃ τὴν χρείαν ἑαυτὸν ἔχοντα συνορᾷ. Ἡγοῦμαι γὰρ ἐν τούτοις τοῖς λόγοις τῆς βίβλου τὸν πάντα βίον τῶν ἀνθρώπων, τάς τε τῆς ψυχῆς δια‐ θέσεις, καὶ τὰ τῶν λογισμῶν κινήματα μεμετρῆσθαι | |
40 | καὶ περιέχεσθαι· καὶ μηδὲν πλέον τούτων ἐν ἀνθρώ‐ ποις εὑρίσκεσθαι. Εἴτε γὰρ μετανοίας ἢ ἐξομολογή‐ σεως χρεία, ἢ θλίψις καὶ πειρασμὸς κατέλαβεν, ἢ ἐδιώχθη τις, καὶ ἢ ἐπιβουλευόμενος ἐῤῥύσθη, εἰ δὲ καὶ περίλυπός τις γέγονεν καὶ ταράττεται, καὶ πά‐ | |
45 | σχει τι τοιοῦτον, οἷον ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἢ καὶ συνορᾷ ἑαυτὸν μὲν προκόπτοντα, τὸν δὲ ἐχθρὸν καταργούμενον, ἢ καὶ αἰνέσαι καὶ εὐχαριστῆσαι, καὶ εὐλογῆσαι βούλεται τὸν Κύριον, ἔχει τὴν διδασκα‐ λίαν τούτων ἐν τοῖς θείοις ψαλμοῖς. Ἐκλεγέσθω γὰρ | |
27.41(50) | τὰ ἐν αὐτοῖς περὶ ἑκάστου τούτων εἰρημένα, καὶ οὕ‐ τως ὡς περὶ ἑαυτοῦ γεγραμμένα λέγων, καὶ συνδια‐ τιθέμενος τοῖς γεγραμμένοις, ἀναφέρει τῷ Κυρίῳ. Μὴ περιβαλλέτω μέντοι τις αὐτὰ τοῖς ἔξωθεν πιθανοῖς ῥήμασι, μηδὲ πειραζέτω τὰς λέξεις μετα‐ | |
55 | ποιεῖν ἢ ὅλως ἐναλλάσσειν· ἀλλ’ οὕτως ἀτεχνῶς τὰ γεγραμμένα λεγέτω καὶ ψαλλέτω, ὥσπερ εἴρηται, | |
ὑπὲρ τοῦ καὶ τοὺς διακονήσαντας ἀνθρώπους αὐτὰ | ||
27.44 | ἐπιγινώσκοντας τὸ ἑαυτῶν συνεύχεσθαι ἡμῖν· μᾶλλον δὲ ἵνα καὶ τὸ Πνεῦμα τὸ λαλῆσαν ἐν τοῖς ἁγίοις, θεω‐ ροῦν τοὺς παρ’ αὐτοῦ λόγους ἐνηχηθέντας ἐκείνοις, συναντιλαμβάνηται ἡμῖν. Ὅσῳ γὰρ τῶν ἁγίων ὁ | |
5 | βίος βελτίων τῶν ἄλλων ἐστὶ, τοσούτῳ καὶ τὰ παρ’ αὐτῶν ῥήματα τῶν παρ’ ἡμῶν συντιθεμένων βελτίονα καὶ ἰσχυρότερα ἄν τις εἴποι δικαίως. Ἐν τούτοις γὰρ εὐηρέστησαν τῷ Θεῷ, καὶ ταῦτα λέγοντες, ὡς εἶπεν ὁ Ἀπόστολος· Κατηγωνίσαντο βασιλείας, | |
10 | εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρὸς, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθη‐ σαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων, ἔλα‐ | |
15 | βον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν. Οὐκοῦν καὶ νῦν ταῦτα λέγων ἕκαστος ἔστω θαῤῥῶν, ὅτι δι’ αὐτῶν ταχέως ὁ Θεὸς ἐπακούσεται τοῖς δεομένοις· εἴτε γὰρ θλίβεται λέγων ταῦτα, με‐ | |
20 | γάλην ὄψεται τὴν ἐν αὐτοῖς παράκλησιν· εἴτε πειρά‐ ζεται καὶ διώκεται ψάλλων οὕτως, δοκιμώτερος ἀνα‐ φανήσεται, καὶ σκεπασθήσεται παρὰ τοῦ Κυρίου, τοῦ καὶ τὸν εἰπόντα ταῦτα σκεπάσαντος· ἐν τούτοις τὸν μὲν διάβολον ἀνατρέψει, τοὺς δὲ δαίμονας αὐτοῦ σο‐ | |
25 | βήσει. Ταῦτα λέγων εἰ μὲν ἥμαρτεν, ἑαυτὸν ἐντρέ‐ ψει καὶ παύσεται· εἰ δὲ μὴ ἥμαρτεν, ὄψεται ἑαυτὸν χαίροντα, ὅτι τοῖς μὲν ἔμπροσθεν ἐπεκτείνεται, καὶ ἀγωνιζόμενος μὲν ἰσχύσει ψάλλων οὕτως, οὐ σαλευ‐ θήσεται δὲ εἰς τὸν αἰῶνα ἀπὸ τῆς ἀληθείας, ἀλλὰ | |
30 | καὶ τοὺς ἀπατῶντας καὶ πλανᾷν ἐπιχειροῦντας ἐλέγξει· καὶ τούτου οὐκ ἄνθρωπος ἐγγυητὴς, ἀλλ’ αὐτὴ ἡ θεία γίνεται Γραφή. Ὁ γὰρ Θεὸς ἐνετείλατο τῷ Μωϋσῇ γράψαι τὴν μεγάλην ᾨδὴν, καὶ διδάξαι τὸν λαόν· τόν τε καθιστάμενον ἄρχοντα κελεύει γρά‐ | |
35 | ψαι τὸ Δευτερονόμιον, ἔχειν τε τοῦτο μετὰ χεῖρας, καὶ μελετᾷν ἀεὶ τὰ ἐν αὐτῷ ῥήματα, ὡς ἀρκούντων τῶν ἐν αὐτοῖς λόγων πρός τε ὑπόμνησιν ἀρετῆς, καὶ βοήθειαν φέρειν τοῖς γνησίως αὐτοὺς μελετῶσιν. Ἀμέλει ὁπηνίκα εἰς τὴν γῆν εἰσῆλθεν ὁ τοῦ Ναυῆ, | |
40 | βλέπων τὰς τῶν ἐχθρῶν διατάξεις, καὶ τοὺς βασιλεῖς τῶν Ἀμοῤῥαίων πάντας συνελθόντας εἰς πόλεμον, αὐτὸς ἀνθ’ ὅπλων καὶ ξιφῶν τὸ Δευτερονόμιον ἀνα‐ γνοὺς εἰς τὰ ὦτα πάντων, τά τε ῥήματα τοῦ νόμου ὑπομνήσας, καὶ τούτοις τὸν λαὸν καθοπλίσας, πε‐ | |
45 | ριγέγονε τῶν πολεμίων. Ὁ δὲ βασιλεὺς Ἰωσίας, εὑρεθέντος τοῦ βιβλίου, καὶ ἀναγνωσθέντος εἰς τὰς πάντων ἀκοὰς, οὐκέτι τοὺς ἐχθροὺς ἐφοβεῖτο. Καὶ εἴ ποτε δὲ πόλεμος ἦν τῷ λαῷ, ἡ κιβωτὸς ἔχουσα τὰ πυξία τοῦ νόμου προώδευε πάντων, καὶ ἠρκεῖτο | |
27.44(50) | τούτοις ἀντὶ πάσης παρατάξεως εἰς βοήθειαν, εἰ μή τις ἦν παρὰ τοῖς βαστάζουσι καὶ ἐν τοῖς λαοῖς προκρατήσασα ἁμαρτία καὶ ὑπόκρισις. Πίστεως γὰρ καὶ γνησίας διαθέσεως χρεία, ἵνα ὁ νόμος εἰς τὰ κατ’ εὐχὴν συνεργάζηται. | |
55 | Ἐγὼ γοῦν, ἔλεγεν ὁ γέρων, ἤκουσα καὶ | |
παρὰ φρονίμων ἀνδρῶν, ὡς ἄρα τὸ παλαιὸν ἐν τῷ | ||
27.45 | Ἰσραὴλ, μόνον ἀναγινώσκοντες τὰς Γραφὰς, ἐδίωκον δαίμονας, καὶ ἠλέξουν τὰς παρ’ αὐτῶν τοῖς ἀνθρώ‐ ποις γινομένας ἐπιβουλάς. Ὅθεν καὶ καταγνώσεως πάσης ἀξίους εἶναι ἔλεγε τοὺς ταῦτα μὲν ἀφιέντας, | |
5 | συντιθέντας δὲ ἑαυτοῖς ἔξωθεν πιθανὰ ῥήματα, καὶ ἐν τούτοις ἐξορκιστὰς ἑαυτοὺς ὀνομάζοντας. Μᾶλλον γὰρ παίζουσι, καὶ παρέχουσιν ἑαυτοὺς ἐκείνοις εἰς τὸ χλευάζεσθαι· οἷα πεπόνθασιν Ἰουδαῖοι οἱ Σκευᾶ υἱοὶ, ἐπιχειρήσαντες καὶ αὐτοὶ τὸν τρόπον τοῦτον | |
10 | ἐξορκίζειν. Ταῦτα μὲν γὰρ ἀκούοντες παρὰ τῶν τοιούτων οἱ δαίμονες παίζουσι· τὰ δὲ τῶν ἁγίων ῥή‐ ματα φοβοῦνται, ἢ καὶ φέρειν αὐτὰ οὐ δύνανται. Ἔστι γὰρ ἐν τοῖς τῶν Γραφῶν ῥήμασιν ὁ Κύριος, ὃν μὴ δυνάμενοι φέρειν ἔκραζον· Δέομαί σου, μή | |
15 | με πρὸ καιροῦ βασανίσῃς· ἐκαίοντο γὰρ καὶ μόνον βλέποντες παρόντα τὸν Κύριον. Οὕτως καὶ ὁ Παῦλος παρήγγειλε τοῖς ἀκαθάρτοις πνεύμασιν· οὕτως καὶ τοῖς μαθηταῖς ὑπετάσσετο τὰ δαιμόνια. Καὶ ἐπὶ Ἑλισσαίου δὲ τοῦ προφήτου ἐγένετο χεὶρ Κυρίου, | |
20 | καὶ προεφήτευσε περὶ τῶν ὑδάτων τοῖς τρισὶ βασι‐ λεῦσιν, ὅτε ἔψαλλε κατ’ ἐντολὴν αὐτοῦ ὁ ψάλλων. Οὕτως καὶ νῦν, εἴ τις κήδεται τῶν πασχόντων, ταῦτα λεγέτω, καὶ μᾶλλον τόν τε πάσχοντα ὠφελεῖ, καὶ ἑαυτοῦ τὴν πίστιν ἀληθῆ καὶ βεβαίαν ἐπιδείξε‐ | |
25 | ται· ὥστε, καὶ ταύτην ὁρῶντα τὸν Θεὸν, τελείαν τὴν θεραπείαν παρασχεῖν τοῖς δεομένοις. Τοῦτο γὰρ καὶ ὁ ἅγιος γινώσκων, ἔλεγεν ἐν τῷ ριηʹ ψαλμῷ· Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλή‐ σομαι τῶν λόγων σου· καὶ πάλιν· Ψαλτὰ ἦσάν | |
30 | μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Ἐν τούτοις γὰρ καὶ σωτηρίαν ἐκέρδαινον, λέγοντες· Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Ὅθεν καὶ ὁ Παῦλος ἐν τούτοις ἠσφαλίζετο τὸν ἑαυτοῦ μαθητὴν, | |
35 | λέγων· Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ γένηται. Ταῦτα καὶ σὺ μελε‐ τῶν, καὶ συνετῶς ἐντυγχάνων· οὕτως τοῖς ψαλμοῖς, τὸν μὲν ἐν ἑκάστῳ νοῦν ὁδηγούμενος ὑπὸ τοῦ Πνεύματος καταλαβεῖν δυνήσῃ. Τοιοῦτον δὲ καὶ σὺ ζη‐ | |
λώσεις βίον, οἷον ἔσχον οἱ ταῦτα θεοφορούμενοι λαλήσαντες ἄνδρες ἅγιοι. |