TLG 2035 058 :: ATHANASIUS :: De azymis [Sp.] ATHANASIUS Theol. De azymis [Sp.] Citation: Volume — page — (line) | ||
26.1328(12t) | ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΤΩΝ ΑΖΥΜΩΝ. | |
13 | Ἐν τρισὶν ὕλαις ἐτέλουν οἱ Ἰουδαῖοι τὸ Πάσχα καὶ ἐν τρισὶν ἀρεταῖς· καὶ ἐν τρισὶ μάρτυρσι κατὰ | |
---|---|---|
15 | τὴν τάξιν τοῦ Νόμου. Καὶ αἱ μὲν τρεῖς ὕλαι ὁ ἀμνὸς ἦσαν, τὰ ἄζυμα καὶ ἡ πικραλίς· αἱ δὲ τρεῖς ἀρεταὶ, περιεζωσμένοι, καὶ ὑποδήματα εἰς τοὺς πόδας, καὶ βακτηρίαν ἐν ταῖς χερσίν. Οἱ δὲ τρεῖς μάρτυρες, γραμματεῖς ἐπὶ τῇ τραπέζῃ ἑστῶτες, καὶ ἀκριβῶς | |
20 | γινώσκοντες τὴν τῆς σελήνης ἀπόχυσιν, διὰ ποτηρίου τινὸς σαλευομένου καὶ σημαινομένου· σαλπίζοντος εὐθὺς τοῦ ἱερέως ὅτι Πάσχα ἐστὶ Κυρίου· καὶ λοιπὸν μετὰ τὸ ἄκουσμα τῆς φωνῆς τῆς σάλπιγγος, ἐποίουν τὴν ζύμην ἄνευ ἄρτου ἡμέρας ζʹ. Πρὸ δὲ τοῦ ση‐ | |
25 | μείου τοῦ ποτηρίου καὶ τῆς σάλπιγγος, οὐκ εἶχον ἐξουσίαν ἑτοιμάσαι ἡμέρας ἐπτὰ ἀμνὸν, ἢ ἄζυμον, ἢ πικρίδα· οὕτω γάρ φησι καὶ ὁ μέγας Δαυΐδ· Σαλ‐ πίσατε ἐν Νεομηνίᾳ σάλπιγγι. Ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τῇ εʹ ἡμέρᾳ ἐποίησε τὴν παρά‐ | |
30 | δοσιν τῶν ἁγίων μυστηρίων ὥρᾳ τῆς νυκτὸς ζʹ· ἡ δὲ εἴσοδος τῶν ἀζυμοφάγων ἐγένετο Παρασκευῇ ἑσπέρας μετὰ τὸ ταφῆναι τὸν Κύριον. Διὰ τοῦτο οἱ δʹ εὐαγ‐ γελισταὶ ἄρτον τέλειον λέγουσι παραδοῦναι τὸν Κύ‐ ριον ἐν τοῖς ἁγίοις μυστηρίοις καὶ οὐκ ἄζυμον· ἵνα | |
35 | πιστώσηται ὅτι τέλειον σῶμα ἐκ τῆς ἁγίας Παρθένου· λέγω δὲ ἔμψυχον καὶ ἔννουν· καὶ οὐ καθάπερ ὁ αἱρετικὸς Ἀπολλινάριος ἔλεγεν, ὅτι σῶμα μόνον ἀνελάβετο· ἀλλ’ ἡμεῖς ἄρτον τελειούμενον φαμεν τὸν δι’ ἀλεύρου καὶ ζύμης καὶ ἅλατος συνεστηκότα· καθάπερ σώματι | |
40 | ὁ πνευματικὸς, καὶ νοΐ· σῶμα γὰρ, χωρὶς πνοῆς, νεκρόν ἐστι· καὶ τὸ ἄζυμον μόνον μὴ ἔχον ζύμην νεκρόν ἐστι καὶ οὐ ζωτικὸς ἄρτος· ἐπειδὴ ἡ ζύμη ζωὴν δίδωσι τῷ φυράματι καὶ ἕνωσιν καθάπερ τὸ πνεῦμα τῷ σώματι, καὶ τὸ ἅλας τῷ νῷ καὶ διὰ τοῦτο | |
45 | τελοῦμεν τὸ μυστήριον δι’ ἄρτου τελειουμένου, ἵνα μὴ τῇ βλασφημίᾳ τοῦ ἀσεβοῦς Ἀπολλιναρίου περιπέ‐ σωμεν. Γίνεται δὲ ἡ τοῦ φέγγους ἀπόχυσις, ἐν ἡμέ‐ ραις τέσσαρσι καὶ δέκα ἥμισυ καὶ ὥραις τρισίν· εἰς δὲ τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑπ‐ | |
26.1328(50) | ερέβην ἕκτην καὶ δεκάτην ἡμέραν· ἵνα μαρτυρήσῃ ὅτι ἀληθινός ἐστι καὶ ζωὴ αἰώνιος. Ἰστέον οὖν ὡς αἰῶνι τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀποστόλων αὐτοῦ τὴν | |
σεμίδαλιν τῶν Ἀζύμων ἐσθίειν ἢ προσφέρειν οὐδεμία | 1328 | |
26.1329 | παρέλαβεν Ἐκκλησία· ἐπεὶ δὲ οὔτε ὁ Χριστὸς αὐτὸς κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ τὸ νομικὸν ἔφαγε Πάσχα, ἄκουε Ἰωάννου τοῦ εὐαγγελιστοῦ λέγοντος· Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ Ἰησοῦς | |
5 | ὅτι ἐλήλυθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ... καὶ δείπνου γενομένου τοῦ Διαβόλου ἤδη βεβληκό‐ τος εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου ἵνα αὐτὸν παραδῷ· καὶ ὅτε, φησὶν, ἐγένετο ἡ ὥρα, | |
10 | τουτέστιν ὅτε παρέστη ὁ καιρὸς τοῦ προδοῦναι αὐ‐ τὸν, ἀνέπεσαν καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ· καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν. Ὁρᾷς, Πρὸ τοῦ με παθεῖν φησίν· ἐπεὶ οὖν | |
15 | ἔδει παθεῖν αὐτὸν κατὰ τὴν ἡμέραν τοῦ Πάσχα τοῦ νομικοῦ καθ’ ἣν καὶ ὁ ἀμνὸς παρὰ τῶν Ἰουδαίων ἐθύετο, ἔμελλε δὲ γενέσθαι τὸ πάθος παρὰ τῶν θεο‐ κτόνων Παρασκευῇ ἡμέρᾳ, ὡς αὖθίς φησιν ὁ Ἰωάν‐ νης· Ἐπεὶ Παρασκευὴ ἦν, ἦν γὰρ μεγάλη ἡμέρα | |
20 | ἐκείνη τοῦ Σαββάτου ἐν ᾗ τηνικαῦτα καὶ ἡ τεσ‐ σαρεσκαιδεκάτη τῆς σελήνης, κατὰ τὸν πρῶτον μῆνα, ἐν τῷ πεντακοσιοστῷ τριακοστῷ ἔτει ἐκπεσεῖν ἔτυ‐ χεν, ἵνα μὴ παραδοθεὶς οὐ φθάσῃ τὸ οἰκεῖον Πάσχα τοῖς μαθηταῖς παραδοῦναι, ἐν τῷ δείπνῳ ἀναπεσὼν | |
25 | ὀψὲ, καὶ βραδὺ περὶ τὴν νύκτα κατὰ τὴν ὀψίαν, δη‐ λονότι τῆς εʹ, ἔφαγε μὲν, ἀλλὰ τὸ οἰκεῖον Πάσχα πρὸ τῆς ἑορτῆς τῶν Ἀζύμων· καὶ τοῦτο δῆλον ἐκ τοῦ ἀνα‐ πεσεῖν αὐτόν· οὐδὲ γὰρ νενομοθετημένον· ἐπειδὴ ἱσταμένους καὶ περιεζωσμένους καὶ ὑποδεδεμένους | |
30 | ἐσθίειν τὸ Πάσχα μετὰ σπουδῆς, καὶ ἐπὶ χεῖρας τὴν βακτηρίαν ἔχοντας τοῖς Ἰουδαίοις ὁ νόμος ἐκέλευε· κατέπαυσε μὲν τοῖς χρόνοις τοῦ οἰκείου κηρύγματος τὸ Πάσχα τὸ νομικὸν, παρέδωκε δὲ τὸ οἰκεῖον διὰ τοῦ δείπνου· διὸ μετὰ τὸ δειπνῆσαι. λαβὼν ἄρτον, καὶ κλά‐ | |
35 | σας, παρέδωκε τοῖς ἀποστόλοις τὸ μυστήριον τῆς Καινῆς Διαθήκης αὐτοῦ καὶ Λειτουργίας· ἐν τῇ νυκτὶ δηλονότι τῆς εʹ, ἐν ᾗ παρεδόθη. Ἰστέον δ’ ὅτι καθ’ ἣν ὥραν ἐσταύρωσαν οἱ θεοκτόνοι τὸν Κύριον τῆς δόξης, κατ’ αὐτὴν καὶ τὸν ἀμνὸν θύσαντες, ἔφαγον τὸ | |
40 | Πάσχα τὸ νομικόν· καὶ τοῦτο δῆλον ἐκ τοῦ εἰπεῖν τὸν εὐαγγελιστὴν Ἰωάννην· ὅτι αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ Πραιτώριον ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ Πάσχα· ὥστε ἐν ἡμέρᾳ μιᾷ μετὰ τοῦ ἀμνοῦ ἐτύθη ὁ Χριστός· ἀλλὰ τί φησιν ὁ Λουκᾶς; ἄρτον εἶπεν λα‐ | |
45 | βεῖν τὸν Χριστὸν καὶ οὐκ ἄζυμον· οὐ γὰρ ἔτι ἦν, πέμπτης οὔσης τηνικαῦτα ἡμέρας· τρισκαιδεκάτη ἦν ἔτι ἡ σελήνη καὶ οὐκ ἦσαν ἄζυμα, διὰ τὸ μήπω γενέ‐ σθαι· τῇ ιεʹ γὰρ τῆς σελήνης ἦν νενομοθετημένον ἐσθίειν τὰ ἄζυμα· τῇ δὲ ιδʹ τὸν ἀμνὸν καὶ μόνον | |
26.1329(50) | θύεσθαι· διὸ καὶ τῇ μὲν ιδʹ τοῦ πρώτου μηνὸς τῆς σελήνης Πάσχα προσαγορεύει ὁ νόμος· τῇ δὲ ιεʹ πρῶ‐ τον Σάββατον ὀνομάζει· εἰ οὖν ὁ Χριστὸς ἐτύθη κατὰ τὴν ιδʹ τῆς σελήνης κατὰ τὴν ἡμέραν τῆς Παρασκευῆς, τὸ δὲ Σάββατον ἦν τῶν Ἀζύμων ἑορτὴ, πότε τὰ | |
55 | ἄζυμα ἔφαγε; καὶ πότε τοῖς ἀποστόλοις ταῦτα ἐν τῇ Καινῇ Διαθήκῃ παρέδωκεν; ὅτι λέγουσιν οἱ μιμηταὶ | |
τῶν Ἰουδαίων, ὅτι τὰ ἄζυμα παρὰ τῶν ἀποστόλων | 1330 | |
26.1332 | ποιεῖν παρελάβομεν· οὐδὲ γὰρ τὸ Πάσχα τὸ νομικὸν κατὰ τὸν χρόνον ἐκεῖνον φαγεῖν ἔφθασεν ὁ Χριστός· ὅτι δὲ οὕτως ἔχει τὸ ἀληθὲς, πρὸς πίστωσιν τῶν εἰ‐ ρημένων, ἄκουσον καὶ τῆς νομοθεσίας Μωϋσέως ᾗ | |
5 | περὶ τοῦ Πάσχα καὶ τῶν Ἀζύμων νενομοθέτηκεν· Αὗται, φησὶν, αἱ ἑορταὶ τῷ Κυρίῳ κληταὶ ἅγιαι, ἃς καλέσετε αὐτὰς ἐν τοῖς καιροῖς αὐτῶν. Ἐν τῷ αʹ μηνὶ ἐν τῇ ιδʹ ἡμέρᾳ τοῦ μηνὸς, ἀναμέσον τῶν ἑσπερινῶν, Πάσχα τῷ Κυρίῳ. Καὶ ἐν τῇ ιεʹ ἡμέρᾳ τοῦ μηνὸς τούτου ἑορτὴ τῶν Ἀζύμων τῷ Κυρίῳ· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε. Ἰδοὺ μανθάνεις καὶ ἐκ τῆς νομοθεσίας Μωϋσέως, ὅτι οὐκ ἦν τὰ ἄζυμα· | |
10 | καὶ γὰρ μετὰ τὸ δειπνῆσαι κατὰ τὴν ἡμέραν τὴν εʹ παρέδωκεν ὁ Χριστὸς διὰ τῆς τοῦ ἄρτου κλάσεως τὸ | |
τῆς Καινῆς Διαθήκης μυστήριον· ἐπειδὴ ἄζυμα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἦσαν ... | 1332 |