TLG 2035 056 :: ATHANASIUS :: Sermo de patientia [Sp.]

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Sermo de patientia [Sp.]

Citation: Volume — page — (line)

26

.

1297

(8t)

ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
9tΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ.
10 Ὁ ἡμέτερος διδάσκαλος Παῦλος παραγγέλλει, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, εὐ‐ άρεστον τῷ Θεῷ. Κοινὸν μὲν τὸ παράγγελμα, μᾶλλον δὲ ἐπαγγέλλει τοῖς ἁγιωσύνην ἀσκοῦσιν. Ἡ παρθένος τὴν μὲν φύσιν ἐστὶν ὁμοία ταῖς ἄλλαις γυναιξὶ, τῇ δὲ
15προθέσει τὴν φύσιν ὑπερβᾶσα. Καὶ τῷ ἁγίῳ ἁγίως προσελθεῖν θελήσασα, εἰ μὲν κατορθοῖ ἐνταῦθα, θαῦμα μέγα ἀπηνέγκατο· εἰ δὲ προθεμένη οὐκ ἐτελείωσεν, ἐξαίσιον τὸ τοιοῦτον πτῶμα γεγένηται· καὶ γὰρ χα‐ λεπώτερόν ἐστιν ἀπὸ ὑψηλοτέρων πεσεῖν, ἢ ἀπὸ τῶν
20χαμαὶ καταπίπτειν. Καὶ ὅσῳ μεγάλη ἐστὶν ἡ ἐπαγ‐ γελία, τοσούτῳ χείρων ἡ πτῶσις. Ἡ γὰρ ἐπαγγελία ὑπερβαίνει τὴν φύσιν, καὶ εἰς τὸν οὐρανὸν αὐτὴν ἀνα‐ φέρει, καὶ μετὰ ἀγγέλων χορεύειν αὐτὴν κατασκευά‐ ζει. Ἐντεῦθεν ἤδη τῇ πολιτείᾳ, ὥς φησι καὶ ὁ Σωτὴρ
25τῷ ἀξιώματι τούτῳ μαρτυρῶν, ὅτι μετὰ τὴν ἀνάστα‐ σιν τῶν νεκρῶν ὁ βίος ἐστὶ, φησὶν, ἡ προσδοκία τῶν ἀνθρώπων. Καὶ πάλιν λέγει, ὅτι Οἱ καταξιωθέντες τῆς ἀναστάσεως τῶν μελλόντων ἀγαθῶν οὔτε γαμοῦ‐ σιν οὔτε γαμίσκονται. Ὃ τοίνυν ἐν τῇ βασιλείᾳ τῶν
30οὐρανῶν ταῖς ἐπαγγελίαις ἀπόκειται, τοῦτο προλα‐ βοῦσα ἥ τινων προαίρεσις, ἔχει καὶ κέκτηται. Οἱ γὰρ ἅγιοι, οἵτινες τὸν λογισμὸν ἔχουσιν ἀνατεταμένον πρὸς τὸν Θεὸν, καὶ ἐσθίοντες ἐκ τῆς οὐρανίου τροφῆς, ἡγή‐ σαντο ὡς φυλακὴν τὸν κόσμον τοῦτον, καὶ τὰ σώματα
35αὐτῶν εἰς μαρτυρίαν παραδεδώκασι, καὶ τὴν ἰδίαν ψυχὴν τετηρήκασιν ἁγνὴν, ἵνα ὁ Θεὸς οἰκήσῃ ἐν αὐ‐ τοῖς. Ὑπέμενον δὲ, ὥσπερ ὁ Κύριος ἡμῶν λέγει, ὅτι Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ κα‐ θάπερ ὁ ψαλμῳδός φησιν· Ἐκοπίασεν εἰς τὸν αἰῶ‐
40να, καὶ ζήσεται εἰς τέλος· ὅσοι γὰρ δίκαιοι τὴν ἐλ‐ πίδα αὐτῶν ἐν τῷ Θεῷ ἔχουσιν, ἀνάπαυσιν σαρκικὴν οὐκ ἐσχήκασι, χωρίζουσαν αὐτοὺς ἀπὸ τοῦ Θεοῦ· ἀλλ’ ἔμενον ἐν κόποις, μὴ δειλιῶντες, οὔτε μὴν διστάζον‐ τες περὶ τῶν θείων ἐπαγγελιῶν· ἀλλ’ ὑποδεχόμενοι
45τὰς θλίψεις ἐλαφρῶς, μνημονεύουσι τοῦ διὰ τοῦ Ἀπο‐ στόλου λέγοντος· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόν‐ των ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ μαρτυ‐ ρεῖ καὶ περὶ τῶν μὴ προσδεξαμένων τὴν ἀπολύτρω‐ σιν, ὅτι οὐκ ἤθελον ἀναστρέψαντες πάλιν εἶναι ἐν τοῖς

26

.

1297

(50)

οὐρανίοις· ἡμᾶς δὲ οὐ δεῖ εἶναι ἐν τοῖς κοσμικοῖς, ἀλλὰ μεταβῆναι εἰς τὸ συνεῖναι τῷ Θεῷ. Νῦν γὰρ καὶ ὑμεῖς, ἀδελφοὶ ἀγαπητοὶ, μὴ ὀλι‐ γωρήσητε, μηδὲ ὁμοιωθῆτε τῷ λαῷ τῷ κατὰ τὸν και‐ ρὸν Μωϋσέως παραβεβηκότι ἐν ἡμέραις τεσσαράκοντα
55μόναις, ἐν τῷ αὐτὸν ἀναβαίνειν λαβεῖν τὸν θεῖον νό‐
μον· καὶ ἐκ τούτου ἔνοχοι γεγόνασι, καὶ ἔπεσον ἐν τῇ1297

26

.

1300

ἐρήμῳ· ἀλλ’ ὁμοιωθῶμεν Μωϋσεῖ ποιήσαντι τεσσαρά‐ κοντα ἡμέρας καὶ νύκτας, νηστεύοντι χωρὶς βρώσεως καὶ πόσεως. Οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἄλλας τεσσα‐ ράκοντα, ἔχων τήν τε καρδίαν καὶ τοὺς ὀφθαλμοὺς καὶ
5τὴν σάρκα κρεμαμένην πρὸς τὸν Θεόν. Μὴ ἐπιθυμή‐ σωμεν ὡς τότε ἐπιθυμηταὶ κρεῶν γενόμενοι, πεσόν‐ τες ἐν τῇ ἐρήμῳ, Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν, ὡς ὁ ψαλμός φησι, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’ αὐτούς· ἀλλὰ διατηρήσωμεν τῷ
10δόντι τὰς ἐντολὰς, ὡς οἱ υἱοὶ Ἰωναδὰβ, οἷς ὁ Θεὸς ἐπηγγείλατο λέγων· Οὐκ ἐκλείψει ἀνὴρ υἱῶν Ἰω‐ ναδὰβ παρεστηκὼς ἐνώπιόν μου πάσας τὰς ἡμέ‐ ρας τῆς ζωῆς αὐτοῦ· οἵτινες οἶκον οὐκ ᾠκοδόμησαν ἑαυτοῖς, οὔτε μὴν ἀμπελῶνας ἐφύτευσαν, καὶ γεγό‐
15νασιν εἰς ἔλεγχον τῷ λαῷ. Καὶ ὁ μὲν λαὸς πλῆθος ὢν ᾐχμαλωτεύθη· οὗτοι δὲ, ὀλίγοι ὄντες, ὑπὸ τοῦ Θεοῦ ἐφυλάχθησαν. Καὶ ὑμεῖς τοίνυν, οἵτινες τηρεῖτε τῶν πατέρων τὴν ὁδὸν, λογίζεσθε υἱοὶ υἱῶν Ἰωναδάβ. Τήν τε κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ,
20τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐ‐ τοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃρέθη ἀγωνιζόμενος· ἀλλ’ ὁ Θεὸς αὐτὸν ἐξεδί‐ κησε. Κῆπον γὰρ τὸν ἑαυτοῦ ἀμπελῶνα οὐκ ἤθελεν, ἔνθα φύονται πράσσα [πράσα] καὶ κρόμμυα καὶ σκό‐
25ροδα, ἅτε ἐξέκλινεν· ἀλλ’ ἤθελεν ἀμπελῶνα εὐφροσύ‐ νης· μᾶλλον δὲ τὸν ἑαυτοῦ νοῦν εὐφραντικὸν, καὶ οὐκ ἔκλυτον ὡς μολόχην κήπου ἐν καύματι, ἢ ὡς σευτλίον ἡμίεφθον, ὥσπερ οἱ νῦν προδεδωκότες. Εἰ γὰρ ἀφ‐ ῃρημένος ἦν, τάχα ἀφῄρητο ἂν ὁ νοῦς τῆς πατρικῆς
30θεοσεβείας· καὶ γὰρ ἐχρηματίσθη Ἰσραηλίτης, ὅτι νοῦς ἦν ὁρῶν τὸν Θεόν. Οἱ δὲ νῦν μηδὲν παθόντες τὸν ἑαυτῶν ἀμπελῶνα τῆς ἀληθινῆς ἀμπέλου ἀπέδοντο τῷ Ἀχαὰβ, καὶ ἐφυτεύθησαν τοσαῦτα ψεκτὰ λαχανοειδῆ.
36 Μὴ γενώμεθα φιλάργυροι ὡς Ἑλισσαίου ὁ παῖς, ὁ διὰ τοῦτο τὴν λέπραν τοῦ Ναιμὰν ἐπισπασάμενος ἑαυτῷ· ἀλλ’ ὑπομείνωμεν ἐν ταῖς θλίψεσιν, ἵνα τῆς ἀναπαύσεως μέτοχοι γενώμεθα· οὐδεὶς γὰρ χωρὶς θλί‐
40ψεως εἰς τὴν βασιλείαν εἰσελεύσεται. Μιμησώμεθα τοὺς προγενεστέρους ἡμῶν ἁγίους. Ὁ πρῶτος δίκαιος ἦν Ἄβελ, ὃς ἀπαρχὴν τῷ Θεῷ ἀνήνεγκεν ἐκ πρωτο‐ τόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐ‐ τῶν, ὃν ἐζήλωσεν ὁ ἴδιος ἀδελφός. Τί γὰρ ἄδικον πε‐
45ποίηκε τῷ Κάϊν ὁ Ἄβελ; Ὁ δὲ ζῆλος διὰ τοῦτο ἐγέ‐ νετο ἐν αὐτῷ, ἐπειδὴ οὐ προσεδέχθη αὐτὸς ὑπὸ τοῦ Θεοῦ ἐν τῷ μὴ προσενέγκαι ὀρθῶς. Καὶ τὸ μὲν σῶμα ἀπέκτεινε, νομίζων σβέσαι τὴν μεταξὺ αὐτοῦ θείαν ἀγάπην, ἀγνοῶν, ὅτι ἡ ψυχὴ αὐτοῦ βοᾷ πρὸς τὸν Θεόν.

26

.

1300

(50)

Καὶ ὁ μὲν Σωτὴρ ἡμῶν μνείαν αὐτοῦ ποιεῖται ἐν τῷ Εὐαγγελίῳ· ἡ δὲ τοῦ Κάϊν μνεία ἀπείληπται. Σήμερον πάλιν τὸν ἀναίτιον Ἄβελ ἀποκτείνουσιν· ἀλλὰ τὸ αἷμα πρὸς τὸν Κύριον βοᾷ· καὶ ἐλπίζομεν, ὅτι οὐ παρασιω‐ πηθήσεται διὰ τὸ αἷμα τῶν τηλικούτων μαρτύρων.
55Ὥσπερ ὁ τότε καιρὸς, οὕτω καὶ νῦν.1299

26

.

1301

Μνησθῶμεν δὲ καὶ τῆς ὑπομονῆς τοῦ Ἐνὼχ, ὅτι πεποίηκεν ἔτη τριακόσια ἑξήκοντα πέντε ἀνατε‐ ταμένην τὴν διάνοιαν ἔχων πρὸς τὸν Θεὸν, ἕως ἂν μετατεθῇ. Μὴ οὖν ὀλιγωρήσητε· οὐ γὰρ κεχρονίκα‐
5μεν. Καὶ Νῶε δὲ πεντακόσια ἔτη πεποίηκε δίκαιος ὢν τέλειος ἐν τῷ καιρῷ τῆς παραβάσεως, πρὸ τοῦ λα‐ λεῖν πρὸς αὐτὸν Θεὸν κατασκευάσαι τὴν κιβωτὸν, καὶ ἄλλα ἑκατὸν ἔτη αὐτὴν ἐργαζόμενος, χλευαζόμενος ὑπὸ τῶν ἐναντιουμένων· καὶ οἱ μὲν χλευάζοντες ἀπ‐
10ώλοντο ὑπὸ τοῦ κατακλυσμοῦ· ὁ δὲ, ἐπὶ τὸν Θεὸν ἠλ‐ πικὼς, ἐσώθη σὺν τοῖς οἰκιακοῖς, καὶ σωτήριον ἐγέ‐ νετο τῷ κόσμῳ.
14Ἀβραὰμ δὲ πάλιν ὑπήκοος Κυρίου γενόμενος
15κατέλιπε τὰ ἴδια οἰκητήρια, ἕως οὗ ἀπολάβῃ τὰς με‐ γάλας ἐπαγγελίας· πειραζόμενος γὰρ ἄχρι τοῦ ἀν‐ ενέγκαι θυσίαν τὸν ἴδιον ἀγαπητὸν υἱὸν τῷ Θεῷ, καὶ εἴληφε τηλικοῦτον χρηματισμὸν ὁ Ἀβραὰμ καλεῖσθαι φίλος Θεοῦ. Τὸν δὲ Ἰσαὰκ οἱ Φιλιστιεὶμ ἐπλεονέκτουν,
20καὶ τούτου τὰ φρέατα ἐνέφραττον, καὶ ἐμάχοντο αὐτῷ περὶ τοῦ ὕδατος· ὅτε δὲ ἔσχατον ἐμακρύνθη ἀπ’ αὐ‐ τῶν, ἐπλάτυνεν αὐτῷ ὁ Θεὸς, καὶ τὸ στόμα αὐτοῦ ἐνέπλησεν εὐλογίας. Καὶ σήμερον πάλιν τοῦ Ἰσαὰκ τὰ φρέατα θέλουσιν ἐμφράξαι· ἀλλὰ μὴ ἐάσητε· λάβετε
25σὺν ὑμῖν τοὺς παῖδας τοῦ Ἰσαὰκ, καὶ ὀρύξατε, αἵτι‐ νές εἰσιν ἀποστόλων βοήθειαι τῆς διδασκαλίας, τῶν ὄντων ὑπερμάχων τῆς ἀληθείας. Τὸν Ἰακὼβ πάλιν ἐδίωκεν ὁ ἴδιος ἀδελφὸς Ἡσαῦ, καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοποταμίαν, καὶ ἐποίμαινε τὰ πρόβατα Λαβὰν,
30ἀγρυπνῶν ἡμέρας καὶ νυκτὸς, ὡς μίσθιος κακοπαθῶν, ἐμακροθύμησεν ἐν μόχθῳ. Ἐν δὲ τῇ ἑαυτοῦ συνέσει ἔθηκε τὰς ῥάβδους ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων, καὶ πάντα τὰ ποικιλοειδῆ πρόβατα ὑπήρχθη ἴδια. Καὶ τούτῳ ὁ Θεὸς ἐπ’ ἐσχάτων ἐπλάτυνεν· αὐτὸς γὰρ μό‐
35νος ἀπῴχετο, σὺν πολλῷ δὲ πλήθει ἐλήλυθεν, υἱοὺς ἐκτήσατο καὶ κτήνη, οὐ μόνον δὲ, ἀλλὰ καὶ πλήθη ἀγγέλων συνευφραίνοντο αὐτῷ. Ἐλεύσεται οὖν ὁ ἀλη‐ θινὸς Ἰακὼβ μετὰ τῆς οὐρανίου ἀγγελικῆς παρατά‐ ξεως, ὁ ποιμὴν τῶν προβάτων, καὶ ἀποδώσει ἑκάστῳ
40κατὰ τὴν πρᾶξιν αὐτοῦ. Τὸν Ἰωσὴφ δὲ οἱ ἴδιοι ἀδελ‐ φοὶ ἐζήλωσαν· οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερί‐ σαντο. Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τού‐ των. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιος ἐν πᾶσι τού‐
45τοις· οὐ γὰρ μόνον οἱ ἀδελφοὶ, ἀλλὰ καὶ ἡ γυνὴ ἐφθό‐ νησεν αὐτῷ. Καὶ τοῦτον μακροθυμήσαντα ὁ Θεὸς κατ‐ έστησε τῆς γῆς Αἰγύπτου βασιλέα. Οὐ μόνον τῆς αἰ‐ σθητῆς βασιλείας κληρονόμος, ἀλλὰ καὶ τῆς ἐπουρα‐ νίου ἐγένετο. Καὶ σήμερόν εἰσιν οἱ τοὺς ἑαυτῶν ἀδελ‐

26

.

1301

(50)

φοὺς πιπράσκοντες καὶ διαμεριζόμενοι τὸ ἀργύριον. Μνησθῶμεν καὶ τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε εὐθηνοῦντος ἐκκλίναντος, μήτε μὴν πειραζόμενος τοσαῦτα ἐν ἑκάστῳ πράγματι, ἀλλὰ μακροθυμήσαν‐ τος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλᾶ παρὰ Θεοῦ. Καὶ
55ἐμαρτυρήθη μέχρι νῦν, ὅτι πέπονθεν οὗτος, ἵνα φανῇ τοῖς πᾶσι δίκαιος. Ὁ δὲ Μωϋσῆς οὐκ ἐπεθύμησε τοῦ τόπου τὸν πλοῦτον περιποιήσασθαι· ἀλλ’ ἔφυγε πάρ‐ οικος γενόμενος ἐν ἀλλοτρίᾳ γῇ, ἢ τὰ ἐνεστῶτα κατ‐ έλειπεν, ἵνα μεταλάβῃ τῶν αἰωνίων. Οἱ δὲ τοίνυν ἐπ‐
60ελάθοντο [ἐπελάχοντο] ἴσως τῆς βασιλείας.1301

26

.

1304

(3)

Ἐκλείψει ὁ καιρὸς διηγουμένων ἡμῶν περὶ ἑκάστου τῶν ἁγίων. Ἀλλ’ ἵνα συντόμως εἴπωμεν τὸν
5λόγον, δηλοῦμεν, ὅτι καὶ τὸν Ἡλίαν ἐδίωκεν Ἰεζά‐ βελ, ὑπομείνας δὲ ἐν τῷ κόπῳ ἀνελήφθη. Καὶ ὁ Ἑλισσαῖος δὲ σὺν τοῖς μετ’ αὐτοῦ βοτάνας ἤσθιεν, ἀλλ’ εἶχε τὸν ἐν αὐτῷ ζῶντα Λόγον· καὶ τούτου τὰ ὀστᾶ τελευτήσαντα ἀνέστησε νεκρὸν, γνωρίσματος
10διδομένου, ὅτι τοῦ δικαίου ἐλπὶς οὐκ ἀπόλλυται. Ἱε‐ ρεμίαν εἰς λάκκον βορβόρου ἐνέβαλον ζῶντα, ζηλού‐ μενον ὑπὸ τῶν ψευδοπροφητῶν. Ὁ δὲ Ἰεζεκιὴλ κοιμώμενος ἦν ἐπὶ τὰ πλευρὰ ἡμέρας ὅλας ἑκατὸν ἐνενήκοντα, ἐσθίων ἄρτον καὶ πίνων οἶνον ἐν μέτρῳ,
15οὐ μετεστράφη ἀπὸ πλευροῦ ἐπὶ τὸ πλευρὸν, ἕως οὗ ὁ Θεὸς αὐτῷ εἶπεν. Οἱ δὲ καταλείποντες τὸν Κύριον μεταστρέφονται εἰς τὸ πλευρὸν τῆς ἰδίας ἀναπαύ‐ σεως, οἵτινες ἔκδηλοί εἰσι λαβόντες ἀπεντεῦθεν τὴν ἑαυτῶν μερίδα. Ἐπιμείνατε οὖν ἐπὶ τὸ πλευρὸν ἕως
20ἂν ἡ θειότης προστάξῃ. Οἱ γὰρ τοῦ Ἰεζεκιὴλ μεγά‐ λοι δεσμοί εἰσιν οἱ βεβαιότατοι λόγοι τοῦ Θεοῦ. Τοῦ δὲ Δανιὴλ κατηγόρησαν οἱ σατράπαι, κωλῦσαι θέ‐ λοντες αὐτὸν τῶν εὐχῶν· ὁ δὲ οὐκ ἐπαύσατο, καὶ ἐν‐ εβλήθη δὶς εἰς λάκκον λεόντων· ὁ δὲ Θεὸς ἐνέφραξεν
25αὐτῶν τὰ στόματα. Καὶ σήμερον κατηγοροῦσιν ἡμῶν, μὴ θέλοντες προσεύχεσθαι ἡμᾶς πρὸς τὸν Θεόν. Φα‐ νερὸν τοῦτο, ὅτι καὶ ἡμᾶς διώκουσι, καὶ τοὺς Πατέ‐ ρας ἡμῶν τοὺς ἐπισκόπους. Μακάριος ἀνὴρ ὅστις ἄμεμπτός ἐστι, καὶ οὐχ εὑρέθη ἐν αὐτῷ αἰτία, ἀλλ’
30αὕτη μόνη, τὸ προσεύχεσθαι πρὸς τὸν Κύριον. Τοῦτό ἐστι τὸ ὑπομένειν εἰς τέλος. Μηδεὶς οὖν ἐν ὑμῖν δει‐ λοψυχείτω. Κατανοήσατε γὰρ τοὺς τρεῖς ἁγίους μι‐ κροὺς ὄντας μὴ ὑποταγέντας τῇ εἰκόνι Ναβουχοδονό‐ σορ, καὶ διὰ τῆς αὐτῆς ἁγιωσύνης καὶ πολιτείας κα‐
35τασβέσαντας τὴν τηλικαύτην κάμινον τῆς φλογὸς, καὶ οὐδὲ ὀσμὴ πυρὸς ἐν τοῖς ἐνδύμασιν αὐτῶν ἐγέ‐ νετο. Μηδὲ ἐν τοῖς ὑμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πυρὸς τοῦ Ναβουχοδονόσορ, οἵτινές εἰσιν οἱ τοῦ δια‐ βόλου οἱ κατασβεννύμενοι φθαρτοὶ λογισμοί. Μὴ ἀπα‐
40τάτω ὑμᾶς βρῶσις, μηδὲ λεγέτω τις· Γεγήρακα, καὶ οὐ δύναμαι νηστεῦσαι· ἀλλὰ μεμνήσθω τοῦ γε‐ ραιοῦ Ἐλεαζάρου, τοῦ μὴ ἀπατηθέντος ὑπὸ τοῦ βα‐ σιλέως γεύσασθαι ἢ μιαροφαγῆσαι. Οἱ δὲ ἐν ὑμῖν νεώτεροι μνημονευέτωσαν τῶν ἑπτὰ γενναιοτάτων
45Μακκαβαίων, παραμυθούμενοι ἕκαστος τὸν ἑαυτοῦ ἀδελφὸν, ἄχρις ἂν τελειωθῶσιν ἐν τῇ μαρτυρίᾳ, καὶ γένωνται ἐν τῷ ναῷ Κυρίου στῦλοι φωτός. Ὅσαι δὲ πάλιν ἐν ὑμῖν μητέρες, παρακλήτορες ἔστωσαν τῶν τέκνων, ὥσπερ ἡ ἐκείνων ἀμανὴς καὶ ἀπλανὴς ἦν

26

.

1304

(50)

προτρεπομένη τοὺς υἱοὺς, ἵνα ἐν τῇ βασιλείᾳ αὐτοὺς ἀπολάβῃ σὺν αὐτῇ. Κἂν διωχθῆτε, καὶ ἀπολάβωσιν ὑμᾶς, ἱκανούσθω τὸ σῶμα ὑμῶν εἶναι ναὸς Θεοῦ. Μνήσθητε τῶν διωκομένων τότε ἀποστόλων καὶ εἰς φυλακὴν βληθέντων, καὶ εὐχαριστούντων μετὰ χα‐
55ρᾶς, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτι‐ μασθῆναι· καὶ τῶν ἁγίων μαρτύρων τῶν τοσούτων αἰκισμοὺς ὑπενεγκόντων, ἄχρι καὶ ἐξορύξεως ὀφθαλ‐ μῶν, καὶ μονόφθαλμοι ἐγένοντο. Ἀλλ’ ἡ τοῦ Θεοῦ
γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ1303

26

.

1305

Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ κα‐ θαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τι‐ νὲς δὲ νῦν προδεδώκασι μηδὲν καθόλου αἰκισμὸν παθόντες, ἕνεκεν τριῶν πραγμάτων, φιλαργυρίας τε
5καὶ ἀπολαύσεως σαρκὸς, βρωμάτων καὶ ποτῶν, καὶ κενοδοξίας, φιλαρχίας καὶ ἀνθρωπίνου φόβου.
9Ταῦτα γεγραφήκαμεν παρακαλοῦντες ὑμᾶς·
10ἀλλ’ ἔστι μέτρον ἑκάστου κατὰ τὴν ἑκάστου πολιτείαν ἴδιον. Ἕκαστος οὖν ὑμῶν φίλους ἑαυτοῦ ἄνω κτά‐ σθω· διὸ ἡ Γραφὴ λέγει· Ἐν παντὶ καιρῷ φίλος ὑπαρχέτω σοι. Ἀδελφοὶ δὲ ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι· τούτου γὰρ χάριν γεννῶνται. Ὅσοι οὖν μι‐
15μηταὶ ἑκάστου τῶν προειρημένων εἰσὶ, τούτων συγκληρονόμοι ἔσονται, καὶ τούτους ἕξουσι φίλους ἐν ἡμέρᾳ ἀνάγκης. Εἴ τις πρεσβύτερος τυγχάνει, μιμείσθω Τιμόθεον προεστῶτα καλῶς, καὶ βαθμὸν ἑαυτῷ περιποιοῦντα καὶ πολλὴν παῤῥησίαν ἐν Χρι‐
20στῷ. Εἴ τις διάκονός ἐστι, μιμείσθω τοὺς περὶ Στέφα‐ νον ἑπτὰ πιστευθέντας διακονεῖν, οἳ καὶ πιστοὶ πλή‐ ρεις Πνεύματος ἁγίου ἐγένοντο. Εἴ τις ἀναγνώστης, συμμέτοχος γενέσθω τοῦ λέγοντος· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· καὶ ὡς εἶ‐
25πεν ὁ Πέτρος· Εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· καὶ, Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου. Ὅσοι μοναχοὶ τέλειοι, ἐχέτωσαν τούτους τοὺς ἁγίους ἄν‐ δρας εἰς φίλους, Ἡλίαν, Ἑλισσαῖον, Ἰωάννην· οἱ δὲ ἐν αὐτοῖς νεώτεροι μιμείσθωσαν τοὺς τότε τρεῖς
30ἁγίους μετὰ τῶν Μακκαβαίων. Αἱ δὲ παρθένοι προσ‐ δοκώμεναί εἰσι μετὰ τῶν συνεταιρίδων ἐν οὐρανοῖς Μαρίας ἅμα ἀδελφῆς Ἀαρὼν, καὶ τῆς Μαρίας καὶ Θέκλης τῆς ἐκτιλάσης τὴν σαρκικὴν ἐπιθυμίαν ἀφ’ ἑαυτῆς, καὶ τῶν τεσσάρων θυγατέρων Φιλίππου τῶν
35προφητευουσῶν. Αἱ δὲ χῆραι πολιτευόμεναι ἔστωσαν ὥσπερ Δεβόῤῥα κρίνουσα τὸν λαὸν, ἥτις ἐχρημάτισε μήτηρ ἐν Ἱερουσαλήμ· καὶ ὡς Ἰουδὴθ ἐν τῇ φρονι‐ μότητι καὶ ἁγιασμῷ τὴν κεφαλὴν Ὁλοφέρνου ἀφει‐ λαμένη· καὶ ὥσπερ Ἄννα θυγάτηρ Φανουὴλ, ὀγ‐
40δοήκοντα τεσσάρων ἐτῶν οὖσα, ἦν ἐν τῷ ἱερῷ λατρεύουσα ἐν νηστείαις καὶ δεήσεσι, καὶ ἐπὶ τέλει ἀνθωμολογεῖτο τῷ Κυρίῳ. Ὅσοι πρεσβῦται τῇ ἡλικίᾳ εἰσὶν, ἔστωσαν μι‐ μηταὶ τοῦ ἀγαθοῦ πρεσβείου τοῦ Ἀβραὰμ ἐν τῇ φι‐
45λοξενίᾳ, καὶ ὥσπερ Ἰσαὰκ καὶ Ἰακὼβ, Ἰώβ τε καὶ Λώτ. Ὅσαι δὲ πρεσβύτιδες ἢ χῆραι, ζηλούτωσαν τὴν χήραν τὴν ἐν Σαραιπτὰ, καὶ τὴν προσενεγκαμέ‐ νην τὰ δύο λεπτά. Νῦν δὲ, ἀγαπητοί μου ἐν Κυρίῳ, χωρὶς πολυλογίας, καιρός ἐστι τοῦ πενθῆσαι. Ἐγέ‐

26

.

1305

(50)

νετο δὲ μετὰ τὸ αἰχμαλωτευθῆναι τὴν Ἱερουσα‐ λὴμ, καὶ Ἰσραὴλ ἐρημωθῆναι, ἐκάθισεν Ἱερε‐ μίας κλαίων, καὶ ἐθρήνησε τὸν θρῆνον τοῦτον ἐπὶ Ἱερουσαλὴμ, καὶ εἶπε· Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμένη λαῶν; ἐγενήθη ὡς
55χήρα· οἱ γὰρ ἅγιοι ἐπὶ τῇ τῶν ἀνθρώπων πτώσει κλαίουσιν. Ἰδοὺ γὰρ σήμερον ἡ Ἐκκλησία ὡς χήρα
γεγένηται· ἰδοὺ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶ‐1305

26

.

1308

ναι ἐρχομένους ἐν ἑορτῇ· ἰδοὺ οἱ ἱερεῖς αὐτῆς ἀνα‐ στενάζουσι, καὶ αἱ παρθένοι αὐτῆς ἄγονται, ἀπ‐ εκλείσθη ἡμῶν τὸ Σάββατον, καὶ ἡ ἑορτὴ, καὶ ἡ νεο‐ μηνία. Καὶ ἐν ἄλλῳ τόπῳ κλαίει ὁ προφήτης λέγων·
5Κλαύσομαί σε, ἄμπελος Σέβαμα· τί ὠλοθρεύθη‐ σαν τρυγηταί σου; ὁ οἶνός ἐστιν ἐν ληνῷ χρῄ‐ ζων κούφων ἀξίων χωρῆσαι τοῦτον. Πολλὰ δὲ διὰ τὸ πλῆθος τῶν τετραυματισμένων ἐν τῷ νῦν καιρῷ παρῃτήσαντο τετραυματισμένοι. Ὅσοι
10γοῦν ἀβλαβεῖς ἔμειναν κοῦφα νέα διατετηρημένα προσερχέσθωσαν μεταλαβεῖν. Καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κλαίει λέγων· Τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ, καὶ ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύ‐ σωμεν τὸν λαὸν τοῦτον ἡμέρας καὶ νυκτὸς, τοὺς
15τετραυματισμένους θυγατρὸς λαοῦ μου, τοὺς σοφοὺς ὄντας εἰς τὸ κακοποιῆσαι, τὸ δὲ καλὸν ποιῆσαι μὴ ἐπεγνωκότας; Τοῦτο ποιοῦντες κλαίον‐ τες ἐπὶ τῷ πτώματι τῶν ἀνθρώπων. Ὁ προφήτης δὲ πάλιν Ἰεζεκιὴλ ἐθρήνει ἐφ’ ἕκαστον τῶν ἀποπεπτω‐
20κότων, ὥσπερ αὐτῷ εἴρηται· Λάβε θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου. Καὶ οὐκ ἐπὶ τὸν ἄρχοντα Τύρου μόνον κλαίει, ἀλλ’ ἐπὶ τοὺς πολλοὺς τάχα ἐκ τῶν αὐτοῦ δακρύων καταντήσουσιν· σκοποὶ γὰρ τυγχά‐ νουσι τοῦ παντὸς, καὶ διίκτορες τοῦ πενθεῖν. Καὶ ὁ
25Δαυῒδ ἔκλαιεν ἐπὶ τῷ πτώματι δυνατῶν λέγων· Πῶς ἔπεσον δυνατοὶ, καὶ ἀπώλοντο σκεύη πολεμικά; Μὴ ἀναγγείλατε ἐν Γὲθ, μηδὲ ἐν ὁδοῖς Ἀσκα‐ λῶνος, μήποτε εὐφρανθῶσι θυγατέρες ἀπεριτμή‐ των· ἰδοὺ γὰρ καὶ σήμερον ἔπεσαν δυνατοὶ, καὶ
30μεγάλα σκεύη πολεμικὰ, ἅπερ δεῖ κλαίειν. Ἔκλαιε δὲ ἐπὶ τὸν Ἀβεσσαλὼμ, οὐχ ὅτι ἀπέθανεν, ἀλλ’ ὅτι παρηνόμησε. Καὶ ἡμεῖς τοίνυν μὴ τοὺς τελευτήσαν‐ τας κλαύσωμεν, ἀλλὰ τοὺς τὴν ἰδίαν πίστιν ἀπαρνη‐ σαμένους. Δεξώμεθα καὶ τὸν λόγον τοῦ προφήτου
35Ἰωὴλ, καὶ ἐπιτελέσωμεν, ὡς προστάττει καὶ προσ‐ καλεῖται κλαίειν ἐπὶ τοὺς ἐν ἀπωλείᾳ λέγων· Ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ, καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. Κλαύσονται οἱ ἱε‐ ρεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ, καὶ ἐροῦσι·
40Φεῖσαι, Κύριε, τοῦ λαοῦ σου, καὶ μὴ δῷς τὴν κληρονομίαν σου εἰς ὄνειδος τοῦ κατάρξαι αὐ‐ τῶν ἔθνη, μήποτε εἴπωσιν ἐν τοῖς ἔθνεσι· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; Τάχα δέ πως καὶ ἡμῖν λε‐ χθείη τὸ, Καὶ ἐζήλωσε Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐφείσατο τοῦ λαοῦ αὐτοῦ. Καὶ ἐν τοῖς Θρή‐
45νοις πάλιν κεῖται· Τείχη Σιὼν καταγαγέτωσαν ὡσεὶ χειμάῤῥους δάκρυα ἡμέρας καὶ νυκτός. Μὴ ἆρα τείχεσιν ἢ λίθοις λέγει, ἢ πάντως τοῖς οὖσιν ἁγίοις τείχεσι τῆς Ἐκκλησίας; Ἰδοὺ γὰρ ἐπὶ πάν‐ τας αὐτοὺς πεπλήρωται καταγαγόντας ὡσεὶ χειμάῤῥους δάκρυα πανταχοῦ. Νῦν δὲ ἐπιλαβώμεθα καὶ τοῦ τῆς ᾨδῆς λόγου· Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ

26

.

1308

(50)

σπέρματα αὐτῶν. Ὥσπερ οἱ προεστῶτες νῦν καὶ οὐκ ἔχοντες ποῦ τὰ σπέρματα καταβάλωσιν. Ἀλλ’ ὅμως ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει φέροντες τὰ δράγματα αὐτῶν. Μακάριοι γὰρ οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· καὶ τὸ, Ἑσπέρας
55αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς τὸ πρωῒ ἀγαλλία‐1307

26

.

1309

σις. Οἱ γὰρ ἀπόστολοι καὶ τότε κλαίοντες τὸ ἑσπέ‐ ρας, ἠγαλλιάσαντο πρωΐας. Καὶ ἡ Μαγδαληνὴ Μαρία παρεκάθητο τῷ μνημείῳ κλαίουσα· ταύτῃ ὀφθεὶς ὁ Κύριος ἀφεῖλε τῶν αὐτῆς ὀφθαλμῶν τὰ δάκρυα·
5ἐπληρώθη τὸ προλέγοντο· Καὶ ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου. Μνήσθητε τοῦ Κυρίου ἡμῶν, ὅτι τοσαῦτα ἔπαθε δι’ ἡμᾶς· ἐξεδύθη τὸν ἱματισμὸν, ἐνέδυσαν αὐτὸν χλαμύδα κοκκίνην, περιέθηκαν αὐτῷ στέφανον ἐξ ἀκανθῶν, ἐνέπτυσαν
10αὐτῷ, ἐνέπαιξαν αὐτῷ, καὶ ἐῤῥαπίσθη ὑπὸ ὑπηρέτου ὁ τῶν ἁπάντων Δεσπότης. Ἐκρεμάσθη ἐπὶ ξύλου, ἐπότισαν αὐτὸν ὄξος μετὰ χολῆς, διεμερίσαντο τὰ ἱμά‐ τια αὐτοῦ βλέποντος, λόγχῃ τὴν πλευρὰν ἔνυξαν, παρέθετο τὸ πνεῦμα εἰς χεῖρας τοῦ Πατρὸς, ἐτέθη τὸ
15σῶμα αὐτοῦ ἐν μνημείῳ, ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ, ἀνελήφθη ἐν δόξῃ εἰς οὐρανοὺς, προεκήρυξαν αὐτὸν ἅγιοι ἄγγελοι λέγοντες· Ἄρατε πύλας, οἱ ἄρχον‐ τες, ὑμῶν. Ἀναλογίσασθε οὖν τὸν τοιαύτην ὑπομο‐ νὴν ἐνδειξάμενον, ἵν’ ὅστις ἂν μιμητὴς αὐτοῦ γίνη‐
20ται, οὗτος καὶ συγκάθεδρος καὶ συγκληρονόμος αὐτοῦ γένηται, ὡς αὐτὸς ἐπηγγείλατο, ἐν τῇ βασιλείᾳ τῶν
οὐρανῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1309