TLG 2035 054 :: ATHANASIUS :: Fragmenta varia

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Fragmenta varia

  • Contra Valentinum: col. 1224
  • De exemplo ex natura hominis allato: coll. 1233–1237c
  • Fragmenta sermonis majoris de fide (ex Theodoreti eraniste): coll. 1237d–1240c
  • Fragmentum de incarnatione contra Apollinarium: col. 1244d
  • Fragmentum orationis quartae contra Arianos et fragmentum epistulae ad Adelphium: col. 1245a–b
  • Fragmentum ex Joanne Damasceno de duabus in Christo voluntatibus: col. 1249a
  • Fragmentum de mortuis in domino ex Joannis Damasceni oratione de defunctis: col. 1249a
  • Fragmentum quod vocatur εἰς τοὺς κοιμηθέντας παναρμονίῳ λόγῳ ex Joannis Damasceni oratione de defunctis: col. 1249b
  • Fragmentum ex interpretatione in Matthaeum: coll. 1252–1253a
  • In illud: Laudate dominum de terra, dracones et omnes abyssi: col. 1256b–c
  • Fragmentum e sermone contra haereses: coll. 1256d–1257a
  • Fragmentum e cod. Vaticano 392: col. 1257c
  • Fragmentum epistulae dogmaticae ad Antiochenos: col. 1260a
  • Fragmentum historicum primum: col. 1293b
  • Fragmentum historicum alterum: coll. 1293c–1296b
  • Fragmentum contra Macedonianos: col. 1313b–c: cf. et 2035 041 (MPG 25.560–561)
  • Fragmentum de amuletis: col. 1320a–b
  • Fragmenta quaedam alia, coll. 1320b–1325d

Citation: Volume — page — (line)

26

.

1224

(4t)

Τοῦ αὐτοῦ (Ἀθανασίου) κατὰ Οὐαλεντίνου, τὰ
5tπολλὰ συμφώνου ὄντος τοῖς προδηλωθεῖσιν
6tαἱρετικοῖς.
7 Πῶς λέγετε Χριστὸν οὐρανίαν σάρκα περιβεβλῆ‐ σθαι, καὶ οὐκ ἀνθρωπίνην, καίτοι τοῦ Ἀποστόλου φάσκοντος· Ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ
10ἑνὸς πάντες; Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται, φη‐ σὶν, ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Ἐξ ἑνὸς δὲ, τίνος; Τοῦ Ἀδὰμ δηλονότι, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν· καὶ πάλιν· Ἐπεὶ τὰ παιδία κεκοι‐
15νώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παρα‐ πλησίως ἐπέσχε τῶν αὐτῶν. Ἀναιρῶν δὲ καὶ τὴν ὑπόληψιν τῆς οὐρανίου σαρκὸς, ἐπήγαγεν· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραάμ· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελ‐
20φοῖς ὁμοιωθῆναι. Καὶ πολλὰ τοιαῦτα. Ἀλλ’ ὁ Κύ‐ ριος, φασὶν, εἴρηκεν ἐν τοῖς Εὐαγγελίοις· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐ‐ ρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· καὶ ὁ Ἀπόστολος πάλιν· Ὁ πρῶτος ἄν‐
25θρωπος ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος, ὁ Κύριος, ἐξ οὐρανοῦ οὐράνιος. Ἰδοὺ γὰρ ἀμφοτέ‐ ρωθεν οὐράνιος ἄνθρωπος ὀνομάζεται. Πρὸς οὓς ἐροῦμεν, ὅτι ἐπεὶ διπλοῦς ὢν ταῖς φύσεσιν ὁ Χριστὸς, μοναδικός ἐστι τὴν ὑπόστασιν, ἰδιοποιεῖται τὰ τῆς
30ἑκατέρας φύσεως. Καὶ καθάπερ ὁ Ἀπόστολος εἰπὼν περὶ τῶν Χριστοκτόνων ὅτι· Εἰ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, οὐ τὴν θεότητα πε‐ πονθέναι φησὶν, ἥτις ἐστὶ Κύριος τῆς δόξης, ἀλλὰ τὸ πρόσλημμα· οὕτω καὶ ἐπὶ τῶν ῥητῶν τούτων αὐτὸς
35μὲν ὁ Υἱὸς καὶ Θεὸς πεπονθέναι λέγεται, διὰ τὴν μίαν ὑπόστασιν τῆς θεότητος, ἥτις καὶ τῇ ἀνθρω‐ πίνῃ φύσει γέγονεν ὑπόστασις· πεπονθέναι δὲ κατὰ τὴν ἀνθρωπίνην φύσιν αὐτοῦ, καὶ ἐκ τοῦ οὐρανοῦ μὲν καταβεβηκέναι, καὶ ἐν τῷ οὐρανῷ εἶναι, κατὰ
40τὴν ὑπόστασιν τῆς θεότητος· Υἱὸν δὲ ἀνθρώπου εἶ‐ ναι κατὰ τὴν ὕστερον προσληφθεῖσαν φύσιν, μετὰ τὴν ἐξ οὐρανοῦ κάθοδον. Καὶ πάλιν ὁ αὐτὸς Κύριος διὰ τὴν μίαν ὑπόστασιν· δεύτερος μὲν ἄνθρωπος κατὰ τὴν ἡνωμένην ἀνθρωπότητα, ἐξ οὐρανοῦ δὲ
45κατὰ τὴν θεότητα· εἰ γὰρ μὴ νοήσωμεν ἑκάστην οἰκείως, ἐναντιολογίαις ὑποβαλοῦμεν τὸν Ἀπόστο‐ λον. Πῶς γὰρ κατὰ πάντα ὅμοιος ἡμῖν τοῖς γηΐ‐ νοις; Πῶς δὲ ἀδελφὸς ἡμῶν, ὁ σάρκα οὐρανίαν πε‐
ριβεβλημένος; Καὶ ἄλλα δὲ μυρία ἄτοπα ἕψεται.

26

.

1233

(9t)

ΤΟΥ ΑΥΤΟΥ ΑΘΑΝΑΣΙΟΥ
10tΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΤΟΝ ΚΟΙΝΟΝ ΑΝΘΡΩΠΟΝ ΥΠΟΔΕΙΓΜΑΤΟΣ.
13 Πολλὴν τῶν ἐναντίων τὴν περὶ τὸ κακὸν ἐπιμέ‐ λειαν θεασάμενοι, πολλὴν ἔχομεν καὶ ἡμεῖς ἀνάγκην
15μακροτέρας πρὸς αὐτοὺς ἀντιστήσασθαι τὰς ἀντιῤῥή‐ σεις. Μηδεὶς οὖν ἡμῖν ἐγκαλείτω τὴν ἀμνηστίαν· τοῖς δὲ τὴν ἀνάγκην ἐπάγουσιν ἐπιγραφέτω τὰς αἰτίας. Ἰδοὺ γὰρ καὶ ἕτερον παραλογισμὸν κατὰ τῆς ἀλη‐ θείας ἐγέννησαν. Ὥσπερ, φησὶν, ὁ ἄνθρωπος, ἐκ δύο
20συνεστὼς, μία φύσις λέγεται, οὕτω καὶ ὁ Δεσπότης Χριστὸς, ἐκ Λόγου καὶ σαρκὸς συνεστὼς, μία οὐσία δείκνυται. Τὸ μὲν οὖν δύνασθαι τὰ τοσοῦτον ἀλλήλων παρηλλαγμένα καὶ τέλεια μίαν οὐσίαν ἀποτελεῖν, καὶ τροπὴν μὴ ποιεῖν, συντόμως προείρηται· τὸ δὲ μηδὲ
25αὐτοῖς κατὰ σκοπὸν ἀπαντᾷν ἐκ τοῦδε τοῦ ὑποδείγμα‐ τος αὐτίκα δειχθήσεται. Ἄνθρωπος μὲν γὰρ ἐκ ψυ‐ χῆς νοητῆς καὶ σώματος αἰσθητοῦ ζῶον γνωρίζεται εἰκότως, διὰ τὸ μηδέτερον χωρὶς τοῦ ἑτέρου προάγου‐ σαν ἔχειν ὑπόστασιν, μηδὲ σώζειν τὸν ὅρον τῆς φύ‐
30σεως, κατὰ ταυτὸ μὲν ἀρχὴν τοῦ εἶναι λαβόντα ἐκ γαστρὸς, καὶ οὕτως εἰς τὸν βίον ἐρχόμενα, ἑνὸς δὲ ζώου σύστασιν ἐργαζόμενα· ὁ δὲ Κύριος Ἰησοῦς οὐκ ἐξ ἀτελῶν πραγμάτων τὸ εἶναι δέχεται, ἀλλὰ τελείων φύσεων ἐν ἑαυτῷ σύνοδον δείκνυσι· κἀκεῖ μὲν μέρη
35ἀνθρώπου ψυχὴ καὶ σῶμα· ἐνταῦθα δὲ οὔτε ἡ σὰρξ μέρος τοῦ Λόγου, οὔτε ὁ Λόγος μέρος τῆς σαρκός· ἑκάτερον γὰρ αὐτῶν, καὶ πρὸ τῆς ἑνώσεως, τελείαν δείκνυσι τὴν φύσιν, ὡς μηδὲν ὅλως λείπειν, μήτε τῇ θεότητι εἰς τὸν ἴδιον λόγον, μήτε τῇ ἀνθρωπότητι·
40ἄλλο γάρ ἐστι τὸ ἀναπληροῦσθαι οὐσίαν ἐκ δύο με‐ ρῶν, καὶ ἄλλο τὸ ἑνοῦσθαι δύο οὐσίας, ὧν ἑκατέρα τὸ τέλειον ἔχει· διὸ καὶ μορφὴ Θεοῦ λέγεται, καὶ
μορφὴ δούλου. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὔτε ἡ ψυχὴ

26

.

1236

μόνη ἄνθρωπος οὔτε ἡ σάρξ. Εἰ γὰρ ἦν τι τούτων τελεία φύσις εἰς ἐνέργειαν, ἔπραξεν ἄν τι καὶ δίχα τοῦ ἄλλου. Ὅταν δέ τι τούτων μνημονευθῇ, δηλοῖ τὸ πᾶν ἀπὸ μέρους· οὐ τελείαν φύσιν εἰς ἐνέργειαν τὸ
5μέρος. Καὶ τοῦτο ἄνθρωπος οὐ μόνον παρὰ τοῖς θείοις νόμοις, ἀλλὰ δὴ καὶ παρὰ τοῖς ἀνθρωπίνοις λόγοις. Ὁρίζονται γοῦν τὸν ἄνθρωπον οἱ περὶ ταῦτα δεινοὶ ζῶον λογικὸν θνητὸν, τὸ μὲν λογικὸν ἐκ τῆς ψυχῆς ἑρμηνεύοντες, τὸ δὲ θνητὸν ἐκ τοῦ σώματος ἀποφαί‐
10νοντες. Οὕτως ἀμφότερα μέρη ἑνὸς προσώπου, καὶ οὐ δύο ἐνόμισε τὸν ἴσον τρόπον καὶ ἡ θεία Γραφή· τὸν γὰρ αὐτὸν ἄνθρωπον κατὰ εἰκόνα Θεοῦ μηνύεται κατὰ τὸ ἐξαίρετον τοῦ προσώπου· καὶ ἄρσεν καὶ θῆλυ προσαγορεύεται κατὰ τὸ ἰδίωμα τῆς σαρκὸς, ἵνα δείξῃ
15τὴν ψυχὴν καὶ τὸ σῶμα μέρη ἑνὸς προσώπου, οὐ δύο. Πῶς οὖν κέχρηνται τῷδε τῷ ὑποδείγματι, μηδὲν ὅμοιον ἔχοντι; Εἰ δύο πρόσωπα τέλεια ὑποδείξειαν εἰς μίαν μεθαρμοσθέντα οὐσίαν, καλῶς προέφερον τὸ ὑπόδειγμα· δύο δὲ μέρη ἑνὸς προσώπου λέγοντες, οὐ
20δύο πρόσωπα λέγουσιν. Ὥσπερ οὐδὲ ψυχὴ καὶ σῶμα δύο τέλεια ζῶα· τοῦ δεσπότου Χριστοῦ τὰ δύο καλου‐ μένου, καὶ θείου καὶ ἀνθρωπίνου, διὰ τὸ τέλειον ἀμ‐ φοτέρων. Οὕτω γοῦν ἡ Σωτῆρος τοῦ Χριστοῦ προσ‐ ηγορία νῦν μὲν δηλοῖ μόνην τὴν θεότητα ὡς ἀνενδεῆ
25καὶ τελείαν, νῦν δὲ τὸ συναμφότερον, ἵνα δειχθῇ καὶ τῶν δύο φύσεων τὸ διάφορόν τε καὶ τέλειον, καὶ τῆς ξένης ἑνώσεως τὸ πρόσωπον ἄτμητον· Εἷς, φησὶ, Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· αὐτὴ δήλωσις τῆς θεότητος· οὐ γὰρ μετὰ σαρκὸς ὢν τὰ
30πάντα ἐδημιούργησε. Πάλιν, εἰ παθητὸς ὁ Χριστὸς, ἵνα δειχθῇ τὸ τῆς παθούσης ἀνθρωπότητος τέλειον. Οὐ γὰρ εἶπε παθητὸν τὸ μέρος, ὡς οἱ νέοι δογματι‐ σταί· οὐδὲ γὰρ εἶπε Παθητὸς ὁ Λόγος τῇ σαρκί. Δη‐ λοῦται δὴ τῇ τοιαύτῃ προσηγορίᾳ καὶ τὸ συναμφότε‐
35ρον, ὡς προείρηται· Ἰησοῦς Χριστὸς χθὲς, καὶ σή‐ μερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Οὐ μέρος μὲν οὐσίας χθὲς, καὶ σήμερον, μέρος δὲ εἰς τοὺς αἰῶνας· ἀλλὰ ὁ αὐτὸς χθὲς, καὶ σήμερον κατὰ τὴν τελείαν ἀνθρωπότητα· καὶ εἰς τοὺς αἰῶνας, κατὰ τὴν τε‐
40λείαν θεότητα· λοιπὸν δὲ καὶ καθ’ ἑκατέραν τούτων αἰώνιος· ὡς καὶ τῆς σαρκὸς λαβούσης τῇ πρὸς τὸν ἀΐδιον συναφείᾳ, τὸ ἀπαθές τε καὶ ἀτελεύτητον. Ἐπὶ τούτοις ἐκεῖνοι μὲν εἰς τροπὴν θεότητος, καὶ εἰς ἀνατροπὴν τῶν συνόντων ταῖς φύσεσι, καὶ εἰς ἀναρ‐
45μόστους φλυαρίας ἐχρήσαντο τῇ κατὰ τὸν ἄνθρωπον θεωρίᾳ· ὑμεῖς δὲ εἰς ἀπόδειξιν καὶ μαρτυρίαν τοῦ δυνατὸν εἶναι καὶ δύο τινῶν σύνοδον νοεῖσθαι, καὶ ἓν πρόσωπον δι’ ἀμφοτέρων ὁρᾶσθαι. Εἰ γὰρ ἀνθρώπου φύσις οὐκ ἐκωλύθη δύο μὲν ἔχειν τὰ μέρη, ἐξ ὧν τὸ

26

.

1236

(50)

πρόσωπον, ἓν δὲ δεικνύναι πρόσωπον τὸν οὕτως συν‐ εστῶτα ἄνθρωπον· πόσῳ μᾶλλον ἡ θεία χάρις ἱκανὴ δεῖξαι δυνατὸν καὶ ἀκόλουθον τὸ καὶ δύο φύσεις τε‐ λείας εἰς ἕνωσιν ἀσύγχυτον συνδραμεῖν, καὶ τοῦ προσ‐ ώπου τὸ μοναδικὸν μηδαμῶς ἀμελεῖν; ψυχὴ μὲν γὰρ
55καὶ σῶμα συναρμοσθέντα ἓν ζῶον ἐργάζονται· δύο δὲ φύσεις ἑτεροούσιοι συναφθεῖσαι μίαν υἱότητα ἀτρέ‐
πτως οὐ σχεδιάζουσιν. Ὥσπερ γὰρ ἀκούσαντες· Εἷς

26

.

1237

Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, τῇ θεότητι μόνῃ τὸ ποιεῖσθαι τὰ πάντα κατὰ τὸ εἰκὸς ἐπιγράφομεν· οὕτως ἀκούσαντες τὸ, Ἀπάθητος ὁ Χριστὸς, τῆς ἡνωμένης σαρκὸς τὸ πάθος γινώσκο‐
5μεν. Ἐπεὶ πῶς νοήσομεν τῆς αὐτῆς οὐσίας καὶ τὴν ἀσθένειαν ἐν ταυτῷ καὶ τὴν δύναμιν; Τὸ πνεῦμα πρόθυμον, ἡ σὰρξ ἀσθενής· οὐ μέρος πνεύματος, οὐδὲ μέρος σαρκός· καὶ πάλιν· Εἰ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως. Ἄλλα τὰ
10ὀνόματα, ἄλλα τὰ πράγματα· πνεῦμα καὶ σὰρξ, δύ‐ ναμις καὶ ἀσθένεια, σταυρὸς καὶ ζωὴ, τὸ ἐγεῖρον τὸ ἐγειρόμενον, τὸ ὑπερυψοῦν τὸ ὑπερυψούμενον. Ἐν ἑνὶ δὲ προσώπῳ, οὐ κατὰ σύνθεσιν μερῶν, ἀλλὰ κατὰ ἕνωσιν τελείων φύσεων. Οὐ μίαν οὐσίαν τὰς δύο
15ποιούσας· ἀλλὰ μίαν ἀξίαν καὶ δόξαν δηλοῦσαν. Οὕ‐ τως οὐκ ἀρνούμεθα τὴν ἕνωσιν, παραιτούμεθα δὲ τὴν οὐσίωσιν. Ὅτι γὰρ ἀδύνατον τὰς δύο οὐσίας γενέσθαι μίαν, διδάσκει μὲν ὁ τῆς φύσεως νόμος, διδάσκει δὲ ὁ τοῦ κηρύγματος λόγος, πείθει δὲ διὰ παντὸς γένους
20ἡ πεῖρα, θεσπίζει δὲ προδήλως ὁ Κύριος. Μηκέτι γοῦν τὴν ἀνάστασιν ἀπιστούντων ἔτι τῶν μαθητῶν, Ψηλαφήσατέ με, φησὶ, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ ἑωρᾶτε ἔχοντα. Ψηλαφήσατε πρότερον, ἵνα δειχθῇ οὐ φαν‐
25τασία πνεύματος ἀπατῶσα τοὺς θεωμένους, ἀλλὰ ἀντιτυπία σώματος πληροφοροῦσα τοὺς ἁπτομένους. Τίς οὖν οὐχ ὁρᾷ τὰ τῶν φύσεων ἴδια· ὅτι τοῦ πνεύ‐ ματος μήτε τὸ μὲν ἔχειν σάρκα, μήτε ὀστᾶ, τοῦ σώ‐ ματος δὲ τὸ ἔχειν· καὶ τοῦ μὲν τὸ θεωρεῖσθαι, τοῦ δὲ
30τὸ μὴ ὁρᾶσθαι· τούτου τὸ ἁφῇ ὑποβάλλεσθαι, ἐκείνου τὸ ἁφὴν μὴ προσίεσθαι. Πῶς οὖν μία οὐσία, τοιαύτης οὔσης παραλλαγῆς; Εἰ πνεῦμα μόνον, πόθεν σαρκεύς; εἰ σῶμα μόνον, πόθεν δόξα; Ἀλλὰ πνεῦμα μὲν ἄσαρ‐ κον, τὴν φύσιν Θεὸς, σῶμα δὲ ἔμψυχον, λογικῷ μὲν
35κάλλει κοσμούμενον, δι’ ὀστέων δὲ καὶ σαρκῶν γνω‐ ριζόμενον τῇ ἁφῇ. Οὕτω δείκνυται τὸ τῶν δύο φύσεων διάφορον, καὶ τὸ τῆς ἑνώσεως ἀσύγχυτον, καὶ τὸ τῆς προσκυνήσεως ἀδιαίρετον.
51 Τὸ γεγράφθαι, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο,
τὸν ἄνθρωπον τοῦ Κυρίου δείκνυσιν.

26

.

1240

Addit: Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ τὸ, Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, τουτέστι, τῷ ἰδίῳ αἵματι τὸ σῶμα, τὴν περιβολὴν τῆς θεότητος. Et adhuc: Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ
5γὰρ, ἦν, ἐπὶ τῆς θεότητος αὐτοῦ ἀναφέρεται, κ.τ.λ.
9Ἃ δὲ παρεθέμεθα περὶ τοῦ Κάθου ἐκ δεξιῶν
10μου, ὅτι εἰς τὸ Κυριακὸν σῶμα λέλεκται. Εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, ὥς φησιν Ἱερεμίας· πάντα δὲ χωρεῖ ὁ Θεὸς, ὑπ’ οὐ‐ δενὸς δὲ χωρεῖται· εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστὶν, ᾧ λέγει· Κάθου ἐκ δεξιῶν μου.
15 Et alia haec: Τὸ σῶμα τοίνυν ἐστὶν, ᾧ λέγει· Κάθου ἐκ δεξιῶν μου· οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διά‐ βολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι, καὶ Ἕλληνες. Δι’ οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονε καὶ ἐχρημάτισε· δι’ οὗ παρέδωκεν ἡμῖν μυ‐
20στηρίου λέγων· Τοῦτό ἐστί μου τὸ σῶμα, τὸ ὑπὲρ ἡμῶν (sic ibi), καὶ τὸ αἷμα τῆς Καινῆς Διαθήκης, οὐ τῆς Παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. Θεότης δὲ οὔτε σῶμα, οὔτε αἷμα ἔχει· ἀλλ’ ὃν ἐφό‐ ρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέ‐
25γονε· περὶ οὗ εἶπον οἱ ἀπόστολοι· Ἰησοῦν τὸν ἀπὸ
28 Τὸ ἐγειρόμενον ἐκ νεκρῶν, ἄνθρωπος ἦν, ἢ Θεός; κ.τ.λ.
32Ἡ γοῦν ζωὴ οὐκ ἀποθνήσκει, κ.τ.λ.
34Ζῶν ἀποθανεῖν οὐ δύναται, κ.τ.λ.
35Ἐγένετο Λάζαρον, κ.τ.λ.

26

.

1244

(47)

Τοῦ ἁγίου Ἀθανασίου εἰς τό· Καὶ ταῦτα εἰπὼν, ἐξέπνευσεν· Οὕτω γὰρ καὶ ὁ θάνατος γέγονε, τοῦ μὲν σώματος κατὰ φύσιν δεχομένου, τοῦ δὲ Λόγου

26

.

1244

(50)

κατὰ θέλησιν ἀνεχομένου, καὶ ἐξουσιαστικῶς τὸ ἴδιον σῶμα εἰς θάνατον προϊεμένου, ἵνα καὶ πάθῃ φυσι‐ κῶς ὑπὲρ ἡμῶν, καὶ ἀναστῇ θεϊκῶς ὑπὲρ ἡμῶν. Καὶ ὅλη τῆς γενέσεως καὶ τοῦ θανάτου ἡ πραγματεία εἰς τὴν ἡμετέραν ζήτησιν, καὶ ἀνάκλησιν θεω‐
55ρεῖται.

26

.

1245

(3)

Ἀθανασίου. Ἐν ᾗ ὁ πρὸ αἰώνων ἐκ Πατρὸς, ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου γεννᾶται, καὶ ὁ ἀόρατος τὸ
5πρὶν καὶ ταῖς ἐν οὐρανῷ ἁγίαις δυνάμεσιν, ὁρατὸς γίνεται διὰ τὴν πρὸς τὸν ὁρώμενον ἄνθρωπον ἕνωσιν. Ὁρώμενος δέ φημι οὐ τῇ ἀοράτῳ θεότητι, ἀλλὰ τῇ τῆς θεότητος ἐνεργείᾳ διὰ τοῦ ἀνθρωπίνου σώματος καὶ ὅλου ἀνθρώπου, ὃν ἀνεκαίνισεν, τῇ οἰκειώσει τῇ
10πρὸς ἑαυτόν. Κτίστης γὰρ ὢν ὁ Λόγος, αὐτὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν ἐνεδύσατο· ἵνα πάλιν τοῦτο ἀνακαινίσῃ· χρεία γὰρ ἦν πρὸς τὴν ἀνάκλησιν τοῦ καὶ κατ’ ἀρχὰς ἐκ τοῦ μὴ ὄντος πε‐ ποιηκότος Θεοῦ Λόγου. Τούτου δὴ ἕνεκεν ὁ ἀσώμα‐
15τος εἰς τὴν ἡμετέραν χώραν παραγίνεται, καὶ λαμ‐ βάνει ἑαυτῷ σῶμα οὐκ ἀλλότριον τοῦ ἡμετέρου, ἐξ ἀχράντου Παρθένου ὑπὸ τοῦ ἁγίου πλασθὲν Πνεύμα‐ τος, καὶ τοῦ Λόγου γεγονὸς ἔνδυμα προσκυνητὸν, ἵνα ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νό‐
20μος, καὶ ὁ Λόγος, πρὸς ὁμοιότητα τὴν ἑαυτοῦ κτίσας τὸν ἄνθρωπον ἐξ ἀρχῆς, πάλιν εἰς ὁμοίωσιν τὴν πρὸς
αὐτὸν ἐπανάγει, ὁμοιωθεὶς τῷ ἰδίῳ ποιήματι.

26

.

1249

(17)

Ἐν ἀρχῇ γὰρ πλάσας ὁ Θεὸς τὸν ἄνθρωπον, ἐποί‐ ησεν αὐτὸν φύσιν ἀναμάρτητον καὶ θέλησιν αὐτεξού‐ σιον· καθὼς, inquit, φησὶν ὁ ἱερὸς Ἀθανάσιος
22 Εἶτα ὁ ἐν βίῳ καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλησίας θεμέλιος Ἀθανάσιος τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν· ὅτιπερ διὰ τοῦτο τοὺς
25σωζομένους ὁ Θεὸς κεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀναστάσεως, ψυχικῶς ἀλλήλοις συνεῖναι καὶ συνευ‐ φραίνεσθαι, ἀπεκδοχὴν ἔχοντες τῶν μελλόντων αὐ‐ τοῖς ἀποκληροῦσθαι θείων δωρεῶν.
32 Ὅτι κἂν εἰς ἀστέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατα‐ τεθῇ, μὴ ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι. Δεκτέα
35γὰρ ταῦτα τῷ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν. Τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς ὁλοκαύτω‐ σις. Ἡ δέ γε ἀναίμακτος θυσία ἐξιλασμός. Ἡ δὲ πρὸς τοὺς πένητας εὐποιία προσθήκη πάσης ἀγαθῆς
ἀντιδόσεως.

26

.

1252

(6t)

ΑΘΑΝΑΣΙΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΚ ΤΗΣ ΤΟΥ
7tΚΑΤΑ ΜΑΤΘΑΙΟΥ,
8tΠερὶ τῶν ἐννέα ἀνιάτων παθῶν τῆς τοῦ
9tἩρώδου τελευτῆς
10 Τελευτήσαντος Ἡρώδου, ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ἦσαν
15δὲ οἱ ζητοῦντες θανατῶσαι τὸν Ἰησοῦν οἱ περὶ τὸν Ἡρώδην τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ Ἀντίπατρον. Ἀπέθανε δὲ ὁ μὲν Ἀντίπατρος ἐν ῥομφαίᾳ διαπαρεὶς ἐν τῇ φυλακῇ, ἀπελεγχθεὶς φαρμακὸς καὶ ἐπίβουλος τῶν ἰδίων ἀδελφῶν, Ἀλεξάνδρου καὶ Ἀριστοβούλου·
20ὁ δὲ Ἡρώδης καὶ αὐτὸς καταστρέφει τὸν βίον, τοῦ σώματος αὐτῷ διαμερισθέντος εἰς διάφορα καὶ ποι‐ κίλα πάθη. Αʹ, πυρετὸς γὰρ ἦν αὐτῷ καμίνου ἐνεργέ‐ στερος· Βʹ, κνησμός τε ἀφόρητος τῆς ἐπιφανείας ὅλης· Γʹ, τῶν ἐντὸς συνεχεῖς ἀλγηδόνες· Δʹ, περὶ τοὺς πόδας
25ὡς ὑδρωπιῶντος οἰδήματα· Εʹ, τοῦ ἤτρου φλεγμονὴ ὑπέρογκος· ϛʹ, διὰ τοῦ μέλους τῆς αἰσχύνης σηπεδὼν γεννῶσα σκώληκας· Ζʹ, πρὸς τούτοις ὀρθόπνοια· Ηʹ δύσπνοια· Θʹ, καὶ σπασμοὶ πάντων τῶν μελῶν. Καί εἰσι τὰ πάθη τὸν ἀριθμὸν ἐννέα. Πυρετὸς μὲν ἦν ἐπ’
30αὐτῷ καμίνου ἐνεργέστερος, ἐπειδὴ ἐξεκαίετο τοῖς πάθεσιν εἰς τὴν ἀθέμιτον πρᾶξιν τῆς μοιχείας. Ὁ δὲ κνησμὸς ἦν ἐπ’ αὐτῷ ἀφόρητος, διὰ τὸ πείθεσθαι αὐ‐ τὸν τῶν κνηθομένων διδασκάλων τὴν ἀκοὴν πρὸς ἀπάτην. Τῶν ἐντὸς δὲ τὰς συνεχεῖς ἀλγηδόνας, ἐπεὶ
35οὐκ ἔψαλλεν· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Περὶ δὲ τοὺς πόδας οἰδήματα ὑδρωπιῶντος, ἐπειδὴ ἐξουθένει τὸ καθαρὸν καὶ ἀθόλωτον ὕδωρ τῆς ἁλλο‐ μένης πηγῆς εἰς ζωὴν αἰώνιον. Τοῦ δὲ ἤτρου ἡ ὑπέρ‐
40ογκος φλεγμονὴ, διὰ τὸ μὴ ὑπάρχειν αὐτὸν ἐν τῇ τοῦ θυμοῦ φλεγμονῇ κρατητὸν, καὶ ἀνελεήμονα εἰς τοὺς ὑποχειρίους. Τὸ δὲ τῆς αἰσχύνης αὐτοῦ μέλος ἐγέννα σκώληκας, ἐπειδὴ ἐν τῇ ἀκολασίᾳ ἐζήλου τοὺς θηλυ‐ μανεῖς ἵππους. Ἡ δὲ ὀρθόπνοια αὐτὸν κατεῖχε διὰ τὸ
45μὴ ὀρθρίζειν αὐτὸν εἰς προσκύνησιν τοῦ δόντος αὐτῷ Κυρίου τὸ βασιλικὸν ἀξίωμα. Ἡ δὲ δύσπνοια, ἐπεὶ οὐκ ἔπνεε τὸ μύρον τῆς ἀγάπης, ἀλλὰ τῆς δυσωδίας τοῦ ἀκηρύκτου πολέμου. Πάντα δὲ τὰ μέλη αὐτοῦ ἐσπῶντο, διὰ τὸ καὶ αὐτὸν πάντα τὰ παιδία σπᾶσαι τὰ

26

.

1252

(50)

ὄντα ἐν Βηθλεέμ. ᾯ δὲ μέτρῳ μετρεῖταί τις, τούτῳ
ἀντιμετρεῖται οὐρανόθεν δικαίως. Δι’ ὧν δὲ καί τις

26

.

1253

ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται. Τοῦτον τοί‐ νυν τὸν Ἡρώδην ὁ μὲν Ἰώσηπος λέγει κατὰ πατέρα εἶναι τὸ γένος Ἰδουμαῖον, Ἀράβιον δὲ κατὰ μητέρα· ὁ δὲ Ἀφρικανὸς καὶ οἱ κατ’ αὐτὸν ἀκριβοῦντες Ἀν‐
5τιπάτρου μὲν εἶναι υἱόν· τὸν δὲ Ἀντίπατρον ἐσχηκέ‐ ναι πατέρα Ἡρώδην Ἀσκαλωνίτην, ἱερόδουλον τοῦ νεὼ τοῦ Ἀπόλλωνος. Τὸν δὲ Ἀντίπατρον τὸν υἱὸν αὐτοῦ, παιδίον ὄντα, αἰχμαλωτισθῆναι παρὰ τῶν λῃστῶν Ἰδουμαίων· τὸν δὲ πατέρα αὐτοῦ Ἡρώδην
10μὴ δυνηθῆναι δοῦναι λύτρα ὑπὲρ αὐτοῦ· ἐντραφεὶς οὖν τοῖς τῶν Ἰδουμαίων ἔθεσιν, Ἰδουμαῖος ἐνομίσθη εἶναι, ὢν Ἀσκαλωνίτης. Εἶχε δὲ καὶ τότε Αὔγουστος ἐν τῇ βασιλείᾳ ἔτος πέμπτον καὶ τεσσαρακοστὸν, ὑπατεύοντος Σιλουανοῦ, πρὸ ὀκτὼ Καλανδῶν Ἰανουα‐
ρίων.

26

.

1256

(17t)

Ἀθανασίου Ἀλεξανδρείας. Ἑρμηνεία εἰς τό·
18t«Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες
19tκαὶ πᾶσαι ἄβυσσοι.»
20 Παρακελευσάμενον τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἐν οὐρανοῖς τάγμασιν αἰνεῖν τὸν Κύριον, μεταφέρει τὸν λόγον τοῖς ἐπιγείοις παρακελευόμενον. Τριῶν δὲ ὄντων ταγμάτων, ἐπουρανίων, ἐπιγείων, καὶ κατα‐ χθονίων, τῶν καμπτόντων γόνυ τῷ Ἰησοῦ, τὰ μὲν
25οὐράνια διὰ τῶν προειρημένων ἐπὶ τὸν ὕμνον τρέ‐ πονται· τὰ δὲ ἐπίγεια διὰ τοῦ εἰπεῖν· Ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι. Πρὶν δὲ τούτων μνήμην ποιῆσαι, ἐπὶ τὰ καταχθόνια τρέ‐ πεται, ἃ διὰ τῶν δρακόντων καὶ τῶν ἀβύσσων σημαί‐
30νεται. Καὶ αὐταὶ γὰρ αἱ πάλαι τῶν γιγάντων ἐκείνων ψυχαὶ, τῶν ἀπειθησάντων ποτὲ καὶ πολεμησάντων Θεῷ, αἳ διὰ τῶν δρακόντων σημαίνονται. Καὶ μὴν καὶ τὸ ἄλλο πᾶν πλῆθος τῆς οἰκουμένης, τὸ ἐν ταῖς προτέραις μὲν ὑπάρξαν γενεαῖς, κατασχεθὲν δὲ θα‐
35νάτῳ, κάμπτουσι γόνυ, ἅτε ἐλευθερωθέντες ἀπ’ αὐ‐ τοῦ· Εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ... Διὸ καὶ αὗται ἐπὶ τὸν ὕμνον καλοῦνται σὺν τοῖς ἄρχουσιν αὐτῶν γινομένοις καὶ μεγάλοις ἀνθρώποις. Ὅτι δὲ οἱ ποτὲ ἀπειθήσαντες
40καὶ ἀντάραντες Θεῷ ἠλευθέρωνται, ὁ Πέτρος ᾐνίξατο, ἐν Καθολικαῖς εἰπών· Ἐν ᾧ καὶ τοῖς ἐν ᾅδου πνεύ‐ μασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε.
47tΤοῦ μεγάλου Ἀθανασίου, ἐκ τοῦ κατὰ αἱρέσεων.
48 Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσον Θεῷ· ἀλλ’ ἑαυτὸν ἐκένωσε,

26

.

1256

(50)

μορφὴν δούλου λαβών. Δύο ἔχει μορφάς· κράτει ταύτας, μήθ’ ἑτέραν παραχαράξῃς. Οὔτε γὰρ ἄνθρω‐ πος ὢν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς, ἠφάνισε τὴν θεϊκὴν μορφήν· οὔτε Θεὸς ὢν, παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἐχόμενος μορφὰς, τὴν δεσπο‐
55τικήν φημι, καὶ τὴν δουλικήν· τὴν μὲν φύσει θεϊκὴν,

26

.

1257

τὴν δὲ φύσει ἀνθρωπίνην, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων χρόνων· τὴν μὲν ἐκ τοῦ Πατρὸς, τὴν δὲ ἐκ τῆς Παρθένου· τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μό‐ νης· ἐπεὶ δύο ταύταις ὑφέστηκε πράγματα, δύο ἐν
5ἑνί. Οὔτε γὰρ διαιροῦμεν τὸν Θεὸν Λόγον ἀπὸ τοῦ σώ‐ ματος, οὔτε δύο οἴδαμεν Υἱοὺς, καὶ Χριστοὺς, ἀλλὰ τὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ ἐν ὑστέροις καιροῖς ἄνθρωπον ἐξ αὐτῆς μήτρας τῆς Παρθένου γενόμενον τέλειον· ὡς γὰρ ὁ γεννήσας Πατὴρ τέλειον ἐγέννησεν
10Υἱὸν, οὕτως αὐτὸς καὶ εἷς Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς, τὸν τελείως ἀπολλύμενον ἄνθρωπον σῶσαι βουλόμε‐ νος, τέλειος ἐγένετο ἄνθρωπος· ἵν’ ἅμα τὸ ἔξωθεν σώσας, τὸ ἔσωθεν προδεδομένος ἐάσῃ. Οὐδὲ γὰρ σῶμα ἀναλαβὼν εἴασε τὴν ψυχὴν, ἀλλὰ καὶ τὴν ψυχὴν καὶ
15νοῦν ἀνέλαβεν.
27tΤοῦ ἁγίου Ἀθανασίου τοῦ Μεγάλου.
28 Βαδίζοντες δὲ τὴν ἀπλανῆ καὶ ζωηφόρον ὁδὸν, ὀφθαλμὸν μὲν ἐκκόψωμεν σκανδαλίζοντα· μὴ τὸν
30αἰσθητὸν, ἀλλὰ τὸν νοητόν· οἷον ἐὰν ὁ ἐπίσκοπος ἢ ὁ πρεσβύτερος, οἱ ὄντες ὀφθαλμοὶ τῆς Ἐκκλησίας, κα‐ κῶς ἀναστρέφωνται καὶ σκανδαλίζωσι τὸν λαὸν, χρὴ αὐτοὺς ἐκβάλλεσθαι. Συμφέρον γὰρ ἄνευ αὐτῶν συν‐ αθροίζεσθαι εἰς εὐκτήριον οἶκον, ἢ μετ’ αὐτῶν ἐμ‐
35βληθῆναι, ὡς μετὰ Ἄννα καὶ Καϊάφα, εἰς τὴν γέενναν τοῦ πυρός. Ὁμοίως καὶ ἡ χεὶρ ὁ διάκονος, ἐὰν ἀν‐
άξιόν τι πράττῃ, χωριζέσθω τοῦ θυσιαστηρίου.

26

.

1260

(6t)

Τοῦ αὐτοῦ (Ἀθανασίου) ἐκ τῆς πρὸς Ἀντιοχεῖς
7tδογματικῆς ἐπιστολῆς.
8 Διὰ τοῦτο θεολογεῖται μὲν ὁ Λόγος, γενεαλογεῖται δὲ ὁ ἄνθρωπος, ἵνα πρὸς ἑκάτερα εἴη ὁ αὐτὸς φυσικῶς
10καὶ ἀληθῶς· Θεὸς μὲν πρὸς τῇ ἀϊδιότητι τῆς θεότητος καὶ τῇ δημιουργίᾳ τῆς κτίσεως, ἄνθρωπος δὲ πρὸς τῇ γεννήσει τῇ ἐκ γυναικὸς καὶ τῇ αὐξήσει τῆς ἡλι‐ κίας· καὶ Θεὸς μὲν ταῖς ζωτικαῖς ἐνεργείαις, ἄνθρω‐ πος δὲ πρὸς ταῖς ὁμοιοτρόποις συμπαθείαις, καὶ ταῖς
15καθ’ ἡμᾶς ἀσθενείαις.

26

.

1293

(23t)

ΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ.
24Ἐπειδὴ γὰρ Παῦλος ὁ Σαμοσατεὺς ἐφρόνει μὴ εἶναι
25πρὸ Μαρίας τὸν Υἱὸν, ἀλλ’ ἀπ’ αὐτῆς ἀρχὴν ἐσχηκέναι τοῦ εἶναι· τούτου ἕνεκεν οἱ τότε συνελθόντες ἀρχιε‐ ρεῖς, πολλοὶ τὸν ἀριθμὸν, καθεῖλον αὐτὸν, καὶ αἱρε‐ τικὸν ἀπέφηναν. Περὶ δὲ τῆς τοῦ Υἱοῦ θεότητος ἁπλού‐ στερον γράφοντες, οὐ κατεγένοντο περὶ τὴν Ὁμοου‐
30σίου ἀκρίβειαν· ἀλλ’ οὕτως, ὡς ἐξειλήφασι, περὶ τοῦ ὁμοουσίου εἰρήκασι· προΐστατο δὲ αὐτοῦ Ζηνοβία Ἰουδαία· ἀλλ’ οὐκ ὠφέλησεν αὐτὸν ἡ προστασία αὐ‐ τῆς. Τὴν φροντίδα γὰρ εἶχον πᾶσαν ὅπερ ἐπενόησεν ὁ Σαμοσατεὺς ἀνελεῖν, καὶ δεῖξαι πρὸ πάντων εἶναι
35τὸν Υἱὸν, καὶ ὅτι οὐκ ἐξ ἀνθρώπων γέγονε Θεὸς, ἀλλὰ, Θεὸς ὢν, ἐνεδύσατο δούλου μορφὴν, καὶ Λόγος ὢν, γέγονε σὰρξ, ὡς εἶπεν ὁ Ἰωάννης. Καὶ οὕτω μὲν κατὰ τῆς βλασφημίας Παύλου πέπρακται.
40tΤΟΥ ΜΕΓΑΛΟΥ ΑΘΑΝΑΣΙΟΥ.
41 Τούτοις ὠχυρωμένος τοῖς γράμμασιν Ἀθανάσιος, εἰς τὴν ἕω διέβαινε πρὸς τὴν τῆς Συρίας Ἀντιόχειαν, ὅπου τηνικαῦτα διέτριβεν ὁ Κωνστάντιος. Τῆς δὲ ἐκεῖσε ἐκκλησίας τὰς ἱερὰς ἡνίας τότε διεῖπε Λεόντιος.
45Μεθὸ γὰρ Εὐστάθιος εἰς φυγαδείαν ἠλαύνετο, ὡς διείληπται, πρῶτος ἐπέβη τοῦ θρόνου Εὐφρόνιος, ὃν
Πλάκητος διεδέξατο· τὸν δὲ Στέφανος. Ὃς, πονηρὰν

26

.

1296

συσκευὴν διά τινος τῶν αὐτῷ προσηκόντων ὠμοτάτου καὶ τὸν τρόπον καὶ τὴν ψυχήν· Ὄναγρος ἦν αὐτῷ ὄνομα· ἐξαρτύσας τοῖς ἐκ Ῥώμης ἥκουσι πρέσβεσι παρὰ Κώνσταντος· ὃς τὰς αὐτὰς ὠδῖνας Κων‐
5σταντίῳ διέλυσεν, ὑπὲρ Ἀθανασίου πεμφθεῖσιν· Εὐ‐ φράτας δὲ καὶ Βικέντιος ὠνομάζοντο· ἐπίσκοποι δ’ ἦσαν ὑπὸ Κώνσταντι δικάζοντι, ὡς ἀναξίως τοῦ θρό‐ νου κριθεὶς ἀπεῤῥίφη. Δυσμενῶν γὰρ τῇ ἀληθείᾳ, παντοδαπαῖς περιέβαλε συμφοραῖς οἳ τῶν ὀρθῶν δο‐
10γμάτων ἀντείχοντο· αἰκίζων τε καὶ προπηλακίζων, ἦγε διὰ τῆς ἀγορᾶς, ἐπιὼν ταῖς οἰκίαις· οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας, αἰδοῖ καὶ σεμνότητι βίου κεκοσμημένας. Ἀπόχρη δὲ τὸ κατὰ τῶν πρέσβεων μόνον τεκμηριῶσαι τὸν ἄνδρα ὁποῖος. Δείσας γὰρ μὴ
15τῶν ἐκκλησιῶν ἐπιλήψαιτο Ἀθανάσιος, ὑπὲρ οὗ καὶ ἡ πρεσβεία μάλιστα ἦν, παιδίσκην, διὰ τοῦ προειρη‐ μένου Ὀνάγρου ἐκ χαμαιτυπείου μισθῷ διαφθείρας, ὑποβάλλει τῇ οἰκίᾳ τῶν ἐπισκόπων· ἔπειτα λόχον πόῤῥωθεν στήσας καγουργίας μεστὸν, ἀθρόον ἐπιστῆ‐
20ναι παρασκευάζει τῇ καταγωγῇ τῶν θείων ἀνδρῶν. Ὧν ἕτερος, αἰσθόμενος τῆς ἀκολάστου τὸν ψόφον, ἡνί‐ κα εἰσῄει, δαίμονα οἰηθεὶς, ψαλμὸν ὑπῇδε. Τοῦ δὲ δρά‐ ματος, ὅθεν καὶ ὅπως γέγονε, κρίσει τοῦ κρατοῦντος ἀνευρεθέντος, ὡς αὐτουργὸς τῆς ἀθεμίτου πράξεως
25καθῄρηται Στέφανος· Λεόντιος δὲ εἰς ἐπιτροπὴν τῆς Ἀντιοχέων ἐκκλησίας κρίθη (sic). Ὃν Ἀθανάσιος ὡς περὶ τὸ δόγμα κίβδηλον ἐξετρέπετο· τοῖς δ’ ἀπὸ τοῦ Εὐσταθίου ἐν ἰδιωτῶν οἰκίαις ἐκκλησιάζουσιν
ἐκοινώνει.

26

.

1313

(25)

Εἰ μὲν, μηδενὸς ὑποκειμένου, περὶ πίστεως γρά‐ φουσι, περιττὸν τὸ ἐπιχείρημα καὶ ἐπιβλαβὲς, ὅτι, μηδεμιᾶς ζητήσεως οὔσης αὐτοῖς, πρόφασιν λογομα‐ χίας παρέχουσιν, ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας, καὶ παρασπείροντες ἃ μηδὲ εἰς
30νοῦν αὐτῶν ποτε ἀνέβη· εἰ δὲ διὰ τὴν Μακεδονίου αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν κακῶν φυτῶν τὰ σπέρματα προανελεῖν, καὶ τοὺς αὐτὰ παρασχόντας στηλιτεῦσαι, καὶ οὕτως τὰ ἀντ’ ἐκείνων γράφειν ὀρθῶς, ἢ ἐκδικεῖν φανερῶς τὰ Μα‐
35κεδονίου, ἵνα μὴ κεκρυμμένοι, ἀλλὰ φανερῶς πνευ‐ ματομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν ὡς ἀπὸ προσώπου ὄφεως. Νῦν δὲ κἀκεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσιν· ὥσπερ οἱ τῶν σεσηπότων μελῶν παρατρέχοντες ἰατροὶ περὶ
40τῶν ὑγιαινόντων διαλέγονται, ἢ ἀγνοοῦντες ἢ τέχνῃ πανούργως χρώμενοι. Οὐδεὶς γὰρ, ἐγκαλούμενος περὶ μοιχείας, ἀπολογεῖται περὶ κλοπῆς· οὐδὲ φόνου τις ἔγκλημα διώκων, ἀνέχεται τῶν κατηγορουμένων εἰ ἀπολογοῖντο λέγοντες, Οὐκ ἐπιωρκήσαμεν, ἀλλὰ
45καὶ τὴν παρακαταθήκην ἐφυλάξαμεν. Μᾶλλον γάρ ἐστι τοῦτο παίγνιον ἢ λύσις ἐγκλήματος καὶ ἀληθείας
ἀπόδειξις.

26

.

1320

(7t)

Ἀθανασίου Ἀλεξανδρείας περὶ ἅπτων.
8 Ἐάν τις περιπέπτωκεν ἀνωμαλίᾳ δυσανιάτῳ, ψαλ‐ λέτω· Ἐγὼ εἶπον, Κύριε, ἐλέησόν με, ἴασαι τὴν
10ψυχήν μου, ὅτι ἥμαρτόν σοι, ἐπιμελόμενος τῆς προσευχῆς καὶ μεταδιώκων τὴν ἐλεημοσύνην, πειθό‐ μενος τῆς ἐπουρανίου σοφίας· Τέκνον, ἐν καιρῷ ἀῤ‐ ῥωστήματός σου μὴ παραβλέψῃς· ἀλλ’ εὖξαι Κυρίῳ, καὶ αὐτὸς ἰάσεταί σε. Τὰ γὰρ περίαπτα
15καὶ αἱ γοητεῖαι μάταια βοηθήματα ὑπάρχουσιν. Εἰ δέ τις αὐτοῖς κέχρηται, γινωσκέτω τοῦτο σαφῶς, ὅτι ἑαυτὸν ἐποίησεν ἀντὶ πιστοῦ ἄπιστον, ἀντὶ δὲ Χρι‐ στιανοῦ ἐθνικὸν, ἀντὶ δὲ συνετοῦ ἀσύνετον, ἀντὶ δὲ λογικοῦ ἀλόγιστον. Καταντλεῖ γάρ σοι γραῦς διὰ κʹ
20ὀβολοὺς, ἢ τετάρτην οἴνου ἐπαοιδὴν τοῦ ὄφεως· καὶ σὺ ἕστηκας ὡς ὄνος χασμώμενος, φορῶν δὲ ἐπὶ τὸν αὐχένα τὴν ῥυπαρίαν τῶν τετραπόδων, παρακρου‐ σάμενος τὴν σφραγῖδα τοῦ σωτηρίου σταυροῦ. Ἣν σφραγῖδα οὐ μόνον νοσήματα δεδοίκασιν, ἀλλὰ καὶ
25πᾶν τὸ στῖφος τῶν δαιμόνων φοβεῖται καὶ τέθηπεν. Ὅθεν καὶ πᾶς γόης ἀσφράγιστος ὑπάρχει.
29Ὥσπερ οὖν βασιλεὺς, λῄσταρχον εὑρὼν κατακρα‐
30τοῦντα πόλεις, ἁρπάζοντα πανταχόθεν, εἰς τὰ σπή‐ λαια καταδυόμενον, ἀποτιθέμενον ἐκεῖ τὸν πλοῦτον, δήσας μὲν τὸν λῄσταρχον, ἐκεῖνον μὲν τιμωρίᾳ πα‐ ραδίδωσι, τὸν δὲ θησαυρὸν αὐτοῦ μεταφέρει εἰς τὰ ταμιεῖα τὰ βασιλικά· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν,
35ἔδησε τὸν λῄσταρχον καὶ τὸν δεσμοφύλακα διάβολον καὶ τὸν θάνατον· καὶ τὸν πλοῦτον αὐτῶν, ἁπάντων ἀνθρώπων τὸ γένος μετήγαγεν εἰς τὰ ταμιεῖα τὰ δε‐ σποτικά. Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων· Ὅτι ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ σκότους, καὶ μετήγαγεν
40εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.
42 Καὶ τὸ ἐν Πατρὶ τὸν Υἱὸν εἶναι, καὶ τὸν Πα‐ τέρα ἐν τῷ Υἱῷ, τοῦτό ἐστι τὸ Υἱὸν εἶναι Θεοῦ, τὸν ἐκ τοῦ Θεοῦ γεγεννημένον, Θεὸν ὄντα κατὰ τὴν φύ‐
45σιν, ὥσπερ ὁ Πατὴρ, καὶ δεικνύντα τὸ πατρῷον εἶδος ἐν ἑαυτῷ, καὶ δεικνύμενον ἐπὶ τῆς πατρικῆς ὑποστά‐ σεως. Εἷς οὖν καὶ εἷς, καὶ ἡ δυὰς οὐ μεμέρισται τῇ φύσει, ἀνενδεὴς οὖσα τῇ τελειότητι· ὅλον μὲν τὸ πλήρωμα τῆς θεότητος ὁ Πατὴρ ὡς πατήρ· ὅλον δὲ

26

.

1320

(50)

τὸ πλήρωμα τῆς θεότητος ὁ Υἱὸς ὡς υἱός. Ἐπειδὴ

26

.

1321

δι’ ἀμφοτέρων ἒν εἶδος νοεῖται, ὁλοκλήρως ἐν ἀμφο‐ τέροις δεικνύμενον. Ἐρωτᾷς δὲ πῶς οὗτος ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ· ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος κἀκεῖνος, κἀκεῖνος, οἷος οὗτος. Οὕτως καὶ ἓν τὰ δύο,
5τὸ μὴ διαλλάττειν, μηδὲ ἀπεσχοινίσθαι, μηδὲ καθ’ ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν· ἀλλ’ εἶναι Θεὸν ὥσπερ καὶ ὁ Πατήρ.
10 Οὕτω καὶ παρὰ τὴν ἀρχὴν, εἰ τοῖς προστάγμασιν αὐτοῦ πεισθέντες οἱ περὶ τὸν Ἀδὰμ τῆς ἡδονῆς ἐκρά‐ τησαν τοῦ ξύλου, οὐκ ἂν ἠπόρησεν ὁδοῦ, δι’ ἧς τὸ τῶν ἀνθρώπων αὐξῆσαι γένος. Καὶ πῶς ἂν, φησὶν, αἱ τοσαῦται μυριάδες τῶν ἀνθρώπων ἐγένοντο; Ἐγὼ
15δέ σε πάλιν ἐρωτῶ, ἐπειδή σε σφόδρα παρέμεινε κα‐ τασείων οὗτος ὁ φόβος, πῶς ὁ Ἀδὰμ, πῶς δὲ ἡ Εὔα, μὴ μεσιτεύοντος γάμου;
19Οὗτοι δέ εἰσιν οἱ περὶ τῆς ταφῆς τοῦ Ἀδὰμ εἰρη‐
20κότες, Ἀφρικανὸς καὶ ὁ ἅγιος Ἀθανάσιος.
23 Μηδὲ ἐν τοῖς ἡμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πρὸς τὸν Ναβουχοδονόσορ, οἵτινες φθαρτοὶ λογισμοί
25εἰσι τοῦ διαβόλου οἱ κατασβεννύμενοι.
27tΤοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας.
28 Πᾶς ἄνθρωπος, τὸ διακρίνειν παρὰ Θεοῦ εἰληφὼς, κολασθήσεται, ἐξακολουθήσας ἀπείρῳ ποιμένι, καὶ
30ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος· Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;
33tΤοῦ ἁγίου Ἀθανασίου.
34Ταῖς πολλαῖς, ὡς εἰπεῖν, χερσὶν, ὧν αὐτὸς ἐτήρει
35τὰ ἱμάτια, Στέφανον λιθάσαι.
38tIn illud, Καὶ λαβὼν περιέτεμεν αὐτόν.
39Ἵν’ οὖν μὴ κωλύηται εἰς συναγωγὰς παραβάλλειν,
40διὰ τὸ ἀπερίτμητον εἶναι τὸν Τιμόθεον, οὕτως συμ‐ παρεῖναι τοῦτ’ ᾠκονόμησεν· οὐχὶ δὲ καὶ ἐδογμάτι‐ σεν.
44Ὅτι παντοίοις σχήμασι λέγει καλλωπίζεσθαι τὴν
45βίβλον τῶν Ψαλμῶν ὁ μέγας Ἀθανάσιος, ὑπερβατοῖς, ὑπερθέσεσιν, ἀποστροφαῖς, ἐκλείψεσι, παραβολαῖς, μεταφοραῖς, ἐμφάσεσι, προσωποποιίαις. Ὅτι ὁ μέγας Ἀθανάσιος τὸ διάψαλμα διὰ τὰς ἐναλλαγάς φησι προσκεῖσθαι τῶν ῥυθμῶν, οὐχὶ δὲ

26

.

1321

(50)

διὰ τὴν ὑποχώρησιν τοῦ ἁγίου Πνεύματος, ὥς τινες ἐφαντάσθησαν.
54Πιστεύω εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ἀεὶ
55ὄντα Θεὸν Πατέρα· καὶ εἰς τὸν Λόγον Θεὸν, τὸν μονο‐

26

.

1324

γενῆ Υἱὸν τοῦ Θεοῦ, ὅτι συνυπάρχει τῷ Πατρὶ τῷ ἰδίῳ, καὶ ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τοῦ Πατρός ἐστιν ὁ Υἱός· καὶ ὅτι εἷς ὁ Υἱὸς τοῦ ἰδίου Πατρὸς τυγχάνει, καὶ ὅτι ἰσότιμός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ
5Πατρὸς αὐτοῦ· ὅτι τε κατὰ πάντων τὸ κράτος καὶ τὸ κῦρος ἔχει ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ὅτι σὺν τῷ Πατρὶ αὐ‐ τοῦ πάρεστι πανταχοῦ τῇ θεότητι, καὶ ὅτι πάντα πε‐ ριέχει τῇ οὐσίᾳ αὐτοῦ, καὶ ὅτι οὐ περιέχεται ὑπ’ οὐ‐ δενὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καθάπερ ὁ Θεὸς ὁ Πατὴρ αὐ‐
10τοῦ· καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τῆς τοῦ Πα‐ τρός ἐστιν οὐσίας· καὶ συναΐδιον τῷ Πατρὶ καὶ Υἱῷ τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ οὐ κεχώρισται τῇ θεότητι. Τὸν Λόγον φημὶ ἐν σαρκὶ γεγονέναι. Τοῦ αὐτοῦ.
15 Ἡ μέντοι Τριὰς, καὶ λαβόντος σῶμα ἐκ Μαρίας τοῦ Λόγου, Τριάς ἐστιν, οὐ δεχομένη προσθήκην, οὐδὲ ἀφαίρεσιν· ἀλλὰ ἀεὶ τελεία ἐστί. Καὶ ἐν Τριάδι μία θεότης ἐπιγινώσκεται.
20 Βέλτιον ἀποροῦντας σιωπᾷν καὶ πιστεύειν, ἢ ἀπι‐ στεῖν διὰ τὸ ἀπορεῖν.
30tΤοῦ ἁγίου Ἀθανασίου κατὰ τῶν συμμεταβαλλο‐
31tμένων τοῖς καιροῖς ἐν τοῖς δόγμασι.
32 Τίς οὖν ἔτι τούτους Χριστιανοὺς ἡγήσεται, παρ’ οἷς οὐ λόγος, οὐ γράμμα βέβαιον, ἀλλὰ πάντα κατὰ καιροὺς ἀλλάσσεται;
36tἈθανασίου ἐπισκόπου, ἐκ τοῦ εἰς τὸ, «Ὁ Λόγος
37tσὰρξ ἐγένετο.»
38 Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀν‐
40θρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώ‐ ματος ἐγένοντο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ὁρῶντες, καὶ ὡς ἀλλό‐ τρια Θεοῦ πάντα τυγχάνοντα, μὴ τῇ θεότητι τοῦ Λό‐
45γου ταῦτα λογισώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ· εἰ γὰρ καὶ ὁ Λόγος σὰρξ ἐγένετο, ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη.
51 Ἀγνοοῦσι δὲ οἱ ἄφρονες, ὅτι τοῖς τῶν ἁγίων ἐντε‐ τύχηκε συγγράμμασι καὶ τοιαῦτα γέγραφε καὶ μαρ‐ τυρεῖ ὁ πολὺς τῷ πνεύματι Ἀθανάσιος, τοιαῦτα εἰπὼν ἐν τῷ, Ὁ Λόγος ἐγένετο· «Ταῦτα ἀναγκαίως προ‐
55εξητάσαμεν· ἵνα ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου ἰδίου

26

.

1325

σώματος θεικῶς πράττοντα ἢ λέγοντα τινὰ, γινώ‐ σκομεν ὅτι Θεὸς ὢν ταῦτα ἐργάζεται· καὶ πάλιν ἐὰν ἴδωμεν αὐτὸν δι’ ὀργάνου τοῦ ἰδίου σώματος ἀνθρω‐ πίνως λαλοῦντα ἢ πάσχοντα, μὴ ἀγνοῶμεν αὐτὸν, ὅτι
5σαρκοφόρος γέγονεν ἄνθρωπος· καὶ οὕτω ταῦτα καὶ ποιεῖ καὶ λέγει· καὶ ἑκάστου γὰρ τὸ ἴδιον γινώ‐ σκοντες, καὶ ἀμφότερα ἐξ ἑνὸς πραττόμενα βλέπον‐ τες καὶ νοοῦντες, ὀρθῶς πιστεύομεν καὶ οὔποτε πλα‐ νηθείημεν.»
11 Ἀθανασίου. Θεὸς καὶ ἄνθρωπος ὁ αὐτὸς, εἷς ὢν καθ’ ὕπαρξιν ἀνελλιπῆ τὰ ἑκάτερα.
14Ἀθανασίου ἐν τῇ ἐξηγήσει τοῦ, «Ἀμὴν, ἀμὴν
15λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι.» — Ἀναισχυντία σαφῶς τὸ μὴ διχῶς νοεῖν τὸν Χριστὸν θεϊκῶς τε καὶ ἀνθρωπίνως.
20tΤοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ λόγου εἰς τὸ,
21t«Κύριος ἔκτισέ με,» καὶ κατὰ Ἀρειανῶν.
22 Καὶ γοῦν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἐκτενῶς προσεύχεται, καὶ τὸ γόνυ κλίνει, λέγων· Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ
25ἐμὸν θέλημα γενέσθω, ἀλλὰ τὸ σόν· ἴδιον αὐτοῦ θέ‐ λημα λέγων τὸ τῆς σαρκός· ὅτι περ καὶ αὐτὴν τὴν ἡμετέραν σάρκα ἐν ἑαυτῷ οἰκειώσατο.
29tΤοῦ μεγάλου Ἀθανασίου ἐν τῷ εἰς τοὺς βαπτι‐
30tζομένους λόγῳ.
31 Ὄψει τοὺς Λευΐτας φέροντας ἄρτους, καὶ ποτή‐ ριον οἴνου, καὶ τιθέντας ἐπὶ τὴν τράπεζαν· καὶ ὅσον οὔπω ἱκεσίαι καὶ δεήσεις γίνονται, ψιλός ἐστιν ὁ ἄρ‐ τος καὶ τὸ ποτήριον· ἐπὰν δὲ ἐπιτελεσθῶσιν αἱ με‐
35γάλαι καὶ θαυμασταὶ εὐχαὶ, τότε γίνεται ὁ ἄρτος, σῶμα· καὶ τὸ ποτήριον, αἷμα τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ. Καὶ πάλιν· Ἔλθωμεν ἐπὶ τὴν τελείω‐ σιν τῶν μυστηρίων· οὗτος ὁ ἄρτος καὶ τοῦτο τὸ πο‐ τήριον, ὅσον οὔπω εὐχαὶ, καὶ ἱκεσίαι γεγόνασι, ψιλά
40εἰσιν· ἐπὰν δὲ αἱ μεγάλαι εὐχαὶ, καὶ αἱ ἅγιαι ἱκε‐ σίαι ἀναπεμφθῶσι, καταβαίνει ὁ Λόγος εἰς τὸν ἄρτον
καὶ τὸ ποτήριον, καὶ γίνεται αὐτοῦ σῶμα.