TLG 2035 053 :: ATHANASIUS :: Epistula ad Palladium

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Palladium

Citation: Volume — page — (line)

19tΤοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ, ἀρχι‐
20tεπισκόπου Ἀλεξανδρείας, πρὸς ΠΑΛΛΑΔΙΟΝ
21tπρεσβύτερον ἐπιστολή.
22tἈγαπητῷ υἱῷ Παλλαδίῳ πρεσβυτέρῳ Ἀθανάσιος
23ὁ ἐπίσκοπος, ἐν Κυρίῳ χαίρειν. Καὶ τὴν παρὰ σοῦ μόνου γραφεῖσαν ἐπιστολὴν
25δεξάμενος, ἐχάρην, μάλιστα ὅτι συνήθως ἔπνεες ὀρ‐ θοδοξίας. Καὶ τὴν αἰτίαν δὲ ἣν μετὰ τοῦ ἀγαπητοῦ ἡμῶν Ἰνοκεντίου διάγεις, οὐ πρῶτον νῦν, ἀλλ’ ἔκπαλαι μαθὼν, ἀπεδεξάμην σου τὴν εὐλάβειαν. Οὕ‐ τω τοίνυν πράττων, γράφε καὶ γνώριζε ἡμῖν, πῶς
30ἐκεῖ οἱ ἀδελφοὶ, καὶ πῶς οἱ ἐχθροὶ τῆς ἀληθείας περὶ ἡμῶν διανοοῦνται. Ἐπειδὴ δὲ καὶ περὶ τῶν μο‐ ναζόντων τῶν ἐν Καισαρείᾳ ἐδήλωσας· ἔμαθον δὲ παρὰ τοῦ ἀγαπητοῦ ἡμῶν Διανίου, ὡς λυπουμένων καὶ ἀνθισταμένων αὐτῶν τῷ ἀγαπητῷ ἡμῶν Βασιλείῳ τῷ
35ἐπισκόπῳ· σὲ μὲν ἀπεδεξάμην δηλώσαντα, αὐτοῖς δὲ τὰ πρέποντα δεδήλωκα· ἵν’ ὡς τέκνα ὑπακούωσι πα‐ τρὶ, καὶ μὴ ἀντιλέγωσιν, οἷς αὐτὸς δοκιμάζει. Εἰ μὲν γὰρ ὕποπτος ἦν περὶ τὴν ἀλήθειαν, καλῶς ἐμάχοντο· εἰ δὲ τεθαῤῥήκασι, τεθαῤῥήκαμεν δὲ καὶ πάντες ἡμεῖς,
40ὡς καύχημα τῆς Ἐκκλησίας ἐστὶν, ἀγωνιζόμενος μᾶλ‐ λον ὑπὲρ τῆς ἀληθείας, καὶ διδάσκων τοὺς δεομένους· οὐ χρὴ πρὸς τὸν τοιοῦτον μάχεσθαι, ἀλλὰ καὶ μᾶλλον ἀποδέχεσθαι τὴν ἀγαθὴν αὐτοῦ συνείδησιν. Ἐξ ὧν γὰρ διηγήσατο ὁ ἀγαπητὸς Διάνιος, μάτην φαίνονται
45λυπούμενοι. Αὐτὸς μὲν γὰρ, ὡς τεθάῤῥηκα, τοῖς ἀσθενοῦσιν ἀσθενὴς γίνεται, ἵνα τοὺς ἀσθενεῖς κερ‐ δήσῃ· οἱ δὲ ἀγαπητοὶ ἡμῶν, ἀποβλέποντες εἰς τὸν σκοπὸν τῆς ἀληθείας αὐτοῦ, καὶ τὴν οἰκονομίαν, δο‐ ξαζέτωσαν τὸν Κύριον, τὸν δεδωκότα τῇ Καππαδοκίᾳ

26

.

1168

(50)

τοιοῦτον ἐπίσκοπον, οἷον καὶ ἑκάστη χώρα ἔχειν εὔχε‐ ται. Καὶ σὺ οὖν, ἀγαπητὲ, θέλησον αὐτοῖς δηλῶσαι, ἵνα, ὡς ἔγραψα, πεισθῶσι. Τοῦτο γὰρ καὶ αὐτοὺς
συνίστησιν εὐγνώμονας πρὸς πατέρα· τοῦτο καὶ τὴν

26

.

1169

εἰρήνην ταῖς Ἐκκλησίαις διαφυλάξει. Ἐῤῥῶσθαί
σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητὲ υἱέ.