TLG 2035 052 :: ATHANASIUS :: Epistula ad Joannem et Antiochum presbyteros ATHANASIUS Theol. Epistula ad Joannem et Antiochum presbyteros Citation: Volume — page — (line) | ||
26.1165(33t) | Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν ΑΘΑΝΑΣΙΟΥ, ἀρχι‐ | |
34t | επισκόπου Ἀλεξανδρείας, ἐπιστολὴ πρὸς ΙΩΑΝ‐ | |
---|---|---|
35t | ΝΗΝ καὶ ΑΝΤΙΟΧΟΝ τοὺς πρεσβυτέρους. | |
36 | Ἀθανάσιος Ἰωάννῃ καὶ Ἀντιόχῳ, τοῖς ἀγαπη‐ τοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν Κυρίῳ χαίρειν. Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολὴν, ὅτι μάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε· καὶ χάριν ὑμῖν | |
40 | ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν, τῶν ἐκεῖ συν‐ αγομένων, καὶ περὶ τῶν βουλομένων προφάσει ζητη‐ μάτων ταράττειν τοὺς ἀκεραίους. Ἀλλὰ περὶ μὲν τού‐ | |
των παραγγελλέτω ὁ Ἀπόστολος, Μὴ προσέχειν τοῖς | 1165 | |
26.1168 | λογομαχοῦσι, καὶ μηδὲν ἕτερον ζητοῦσιν ἢ λέγειν τι καινὸν καὶ ἀκούειν. Ὑμεῖς δὲ, ἔχοντες τὸν θεμέλιον ἀσφαλῇ, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὁ Κύριος ἡμῶν, καὶ τὴν τῶν Πατέρων περὶ τῆς ἀληθείας ὁμολογίαν, | |
5 | τοὺς πλέον τι ταύτης ἢ ἔλαττον λαλεῖν θέλοντας ἀπο‐ στρέφεσθε, καὶ μᾶλλον τῆς τῶν ἀδελφῶν ὠφε‐ λείας γίνεσθε, εἰς τὸ φοβεῖσθαι τὸν Θεὸν, καὶ τὰς ἐντο‐ λὰς τηρεῖν· ἵνα καὶ ἐκ τῆς διδασκαλίας τῶν Πατέρων, καὶ ἐκ τῆς τῶν ἐντολῶν τηρήσεως δυνηθῶσιν εὐάρε‐ | |
10 | στοι τῷ Κυρίῳ φανῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Πάνυ δὲ τεθαύμακα τὴν θρασύτητα τῶν τολμώντων λαλεῖν κατὰ τοῦ ἀγαπητοῦ ἡμῶν, τοῦ ἀληθῶς Θεοῦ δούλου Βασιλείου τοῦ ἐπισκόπου. Ἐκ γὰρ τῆς τοιαύ‐ της φλυαρίας ἐλέγχεσθαι δυνήσονται, ὡς οὐδὲ τῶν | |
15 | Πατέρων ἀγαπῶντες τὴν ὁμολογίαν. Προσαγορεύετε τοὺς ἀδελφούς. Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοί. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι, ἀγαπητοὶ καὶ | |
ποθεινότατοι υἱοί. | 1167 |