TLG 2035 051 :: ATHANASIUS :: Epistula ad Maximum

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Epistula ad Maximum

Citation: Volume — page — (line)

26

.

1085

(8t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
9tΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
10tΠΡΟΣ ΜΑΞΙΜΟΝ ΦΙΛΟΣΟΦΟΝ.
13Τῷ ἀγαπητῷ καὶ ἀληθῶς ποθεινοτάτῳ υἱῷ Μαξίμῳ φιλοσόφῳ, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν.
15 Ἐντυχὼν τοῖς νῦν γραφεῖσι παρὰ σοῦ, τὴν μὲν σὴν εὐλάβειαν ἀπεδεξάμην, τὴν δὲ προπέτειαν τῶν μὴ νοούντων μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦν‐ ται, ἐπὶ πολὺ θαυμάσας, ἐβουλευσάμην ἀληθῶς σιω‐ πῆσαι. Τὸ γὰρ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ πλέον φωτὸς
20λάμπουσιν ἀποκρίνασθαι, οὐδὲν ἕτερόν ἐστιν ἢ προ‐ φάσεις ἀναισχυντίας τοῖς οὕτω παρανομοῦσι παρ‐ έχειν. Καὶ τοῦτο παρὰ τοῦ Σωτῆρος μεμαθήκαμεν. Νιψαμένῳ γὰρ τῷ Πιλάτῳ καὶ καταλαβομένῳ τὴν συκοφαντίαν τῶν τότε Ἰουδαίων, οὐκ ἔτι ἀπεκρίνατο
25αὐτῷ ὁ Κύριος, ἀλλὰ μᾶλλον ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα μὴ ἐν λόγῳ, ἀλλὰ ἐν δυνάμει πιστεύη‐ ται ὁ κρινόμενος εἶναι Θεός. Τῷ δὲ Καϊάφᾳ μὴ ἀποκρινόμενος πρὸς τὴν φλυαρίαν, αὐτὸς τῇ ἐπαγ‐ γελίᾳ τοὺς πάντας εἰς γνῶσιν μετήγαγεν. Ἐπὶ πολὺ
30γοῦν ὑπερτιθέμενος καὶ ὁρῶν τὴν τῶν ἀναιδευομένων λογομαχίαν, μόλις ᾐδέσθην τὸν σὸν ὑπὲρ τῆς ἀλη‐ θείας ζῆλον, καὶ ὑπηγόρευσα οὐδὲν πλέον τῶν παρὰ σοῦ γραφέντων, ἵν’ οἷς ἀντείρηκεν ὁ ἐναντίος, τού‐ τοις λοιπὸν πεισθεὶς, παύσῃ τὴν γλῶσσαν αὐτοῦ ἀπὸ
35κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Καὶ γένοιτο μὲν τοὺς τοιούτους μηκέτι ὀνειδίσαι μετὰ τῶν παροδευόντων τότε Ἰουδαίων τὸν κρεμάμενον ἐπὶ ξύ‐ λου, Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, σώσει αὐτόν· ἐὰν δὲ ἄρα μηδὲ οὕτως καταδύωνται, ἀλλὰ σὺ τῆς ἀποστολικῆς
40μνημονεύων παραγγελίας, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐ‐ τοκατάκριτος. Εἰ μὲν γὰρ Ἕλληνες ἢ τῶν Ἰουδαϊ‐
ζόντων εἰσὶν οἱ τὰ τοιαῦτα τολμῶντες, ὡς μὲν1085

26

.

1088

Ἰουδαῖοι σκάνδαλον, ὡς δὲ Ἕλληνες μωρίαν νομιζέ‐ τωσαν τὸν σταυρὸν τοῦ Χριστοῦ· εἰ δὲ ὑποκρίνονται ὡς Χριστιανοὶ, μαθέτωσαν τὸν σταυρωθέντα Χριστὸν, Κύριον μὲν τῆς δόξης, δύναμιν δὲ Θεοῦ καὶ Θεοῦ
5σοφίαν αὐτὸν εἶναι. Εἰ δὲ ἀμφιβάλλουσιν, ὅτι καὶ Θεός ἐστιν, αἰδεί‐ σθωσαν τὸν Θωμᾶν τὸν ψηλαφήσαντα τὸν ἐσταυρωμέ‐ νον, καὶ λέγοντα Κύριον αὐτὸν εἶναι καὶ Θεόν. Καὶ φοβείσθωσαν αὐτὸν τὸν Κύριον, τὸν μετὰ τὸ νίψαι
10τοὺς πόδας τῶν μαθητῶν λέγοντα· Ὑμεῖς φωνεῖτέ με ὁ Κύριος καὶ ὁ διδάσκαλος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ. Ἐν ᾧ δὲ σώματι τυγχάνων ἔνιψε τοὺς πόδας, ἐν τούτῳ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ ξύλον. Ἐμαρτυρεῖτό τε δεσπότης τῆς κτί‐
15σεως, συστείλαντος μὲν τοῦ ἡλίου τὰς ἀκτῖνας, καὶ τῆς γῆς τρεμούσης, καὶ τῶν πετρῶν σχιζομέ‐ νων, καὶ τῶν δημίων ἐπιγνόντων, ὅτι ἀληθῶς Θεοῦ Υἱός ἐστιν ὁ σταυρωθείς. Οὐ γὰρ ἀνθρώπου τινὸς ἦν τὸ βλεπόμενον σῶμα, ἀλλὰ Θεοῦ, ἐν ᾧ τυγχάνων καὶ
20ὅτε ἐσταυροῦτο, ἤγειρε νεκρούς. Διὸ οὐδὲ καλὸν ἐκεῖνο αὐτῶν τόλμημα τὸ λέγον, ὅτι εἰς ἄνθρω‐ πόν τινα ἅγιον ἐγένετο ὁ τοῦ Θεοῦ Λόγος (τοῦτο γὰρ ἐν ἑκάστῳ ἐγένετο τῶν προφητῶν καὶ τῶν ἄλ‐ λων ἁγίων), ἵνα μὴ καθ’ ἕκαστον γεννώμενος καὶ
25πάλιν ἀποθνήσκων φαίνηται. Οὐκ ἔστι δὲ οὕτως· μὴ γένοιτο! Ἀλλ’ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτὸς ὁ Λόγος σὰρξ ἐγέ‐ νετο, καὶ ἐκ Μαρίας τῆς Παρθένου προῆλθεν ἄνθρω‐ πος καθ’ ὁμοίωσιν ἡμετέραν, ὡς καὶ πρὸς Ἰουδαίους
30ἔφη· Τί ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; Οὐκ ἀνθρώπου τέ τινος μετέχοντες σώματος, ἀλλὰ αὐτοῦ τοῦ Λόγου σῶμα λαμβάνοντες, θεοποιούμεθα. Ἀμέλει κἀκεῖνο τεθαύμακα, πῶς ὅλως κἂν ἐννοῆσαι τετολμήκασιν, ὅτι φύσεως ἀκολουθίᾳ γεγέ‐
35νηται ἄνθρωπος. Εἰ γὰρ οὕτως ἦν, περιττὴ τῆς Μα‐ ρίας ἡ μνήμη. Οὐδὲ γὰρ οἶδεν ἡ φύσις παρθένον χωρὶς ἀνδρὸς τίκτουσαν. Ὅθεν εὐδοκίᾳ τοῦ Πατρὸς Θεὸς ὢν ἀληθινὸς, καὶ φύσει Λόγος, καὶ σοφία τοῦ Πατρὸς, γέγονε σωματικῶς ἄνθρωπος, διὰ τὴν ἡμε‐
40τέραν σωτηρίαν, ἵν’, ἔχων ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, σώσῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν· ἐπεὶ πᾶς ἄνθρωπος ὑπεύθυνός ἐστι θανάτῳ, κατὰ τὸ, Γῆ εἶ καὶ εἰς γῆν
45ἀπελεύσῃ, ἐν τῷ Ἀδὰμ εἰρημένον πρὸς πάντας· ἀλλ’ οὐδὲ ἕτερόν τι τῶν κτισμάτων· ἐπεὶ πᾶσα κτίσις ὕποπτός ἐστι τροπῆς. Ἀλλ’ αὐτὸς ὁ Λόγος τὸ ἴδιον σῶμα προσήνεγκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄν‐ θρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς, ἀλλ’ εἰς αὐτὸν τὸν Θεὸν

26

.

1088

(50)

Λόγον τὴν πίστιν ἔχωμεν. Ἀμέλει καὶ ἀνθρώπου γενομένου αὐτοῦ, θεωροῦμεν τὴν δόξαν αὐτοῦ, δό‐
ξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάρι‐1087

26

.

1089

τος καὶ ἀληθείας. Ἃ γὰρ διὰ τοῦ σώματος ὑπ‐ έμεινε, ταῦτα ὡς Θεὸς ἐμεγάλυνε· καὶ ἐπείνα μὲν σαρκὶ, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. Καὶ εἰ σκανδαλίζεταί τις ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω
5ἐφ’ οἷς ὁ Θεὸς ἐργάζεται. Πυνθάνεται γὰρ ἀνθρωπί‐ νως, ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς. Ὅθεν μηδὲ γελάτω τις λέγων παιδίον καὶ ἡλικίαν ὀνομάζων, καὶ αὔξησιν, καὶ φαγεῖν, καὶ πιεῖν, καὶ παθεῖν, ἵνα μὴ, τὰ ἴδια τοῦ σώματος ἀρνούμενος,
10ἀρνήσηται τέλεον καὶ τὴν δι’ ἡμᾶς ἐπιδημίαν αὐτοῦ. Καὶ ὥσπερ οὐκ ἀκολουθίᾳ φύσεως ἄνθρωπος γεγένη‐ ται, οὕτως ἀκόλουθον ἦν σῶμα λαβόντα αὐτὸν δει‐ κνύναι τὰ ἴδια τούτου, ἵνα μὴ ἡ φαντασία τοῦ Μανιχαίου κρατήσῃ. Ἀκόλουθον δὲ πάλιν ἦν σω‐
15ματικῶς αὐτὸν χρηματίζοντα μὴ κρύψαι τὰ τῆς θεότητος, ἵνα μὴ ὁ Σαμοσατεὺς πρόφασιν εὕρῃ, ἄνθρωπον αὐτὸν λέγων, ὡς ἄλλον ὄντα παρὰ τὸν Θεὸν Λόγον.
21 Ταῦτα τοίνυν κατανοῶν ὁ ἄπιστος, μαθέτω, ὅτι βρέφος μὲν ἦν ἐπὶ φάτνης, τοὺς δὲ μάγους ὑπέταξε προσκυνούμενος ὑπ’ αὐτῶν· καὶ παιδίον μὲν εἰς Αἴγυπτον κατῆλθε, τὰ δὲ χειροποίητα τῆς
25εἰδωλολατρείας κατήργησε· καὶ ἐσταυρωμένος σαρκὶ, νεκροὺς ἐκ πολλοῦ χρόνου σαπέντας ἤγειρε. Καὶ δέδεικται πᾶσιν, ὅτι οὐ δι’ ἑαυτὸν, ἀλλὰ δι’ ἡμᾶς ὑπέμεινε πάντα, ἵν’ ἡμεῖς, τοῖς ἐκείνου παθή‐ μασιν ἀπάθειαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι, διαμεί‐
30νωμεν εἰς ζωὴν αἰώνιον. Ταῦτα δέ σοι συντόμως ἐκ τῶν σῶν, καθὼς προεῖπον, δεξάμενος ὑπηγόρευσα, οὐδὲν πλέον ἐπ‐ εξεργασάμενος, ἀλλὰ μόνον τὸ περὶ τοῦ θείου σταυροῦ μνημονεύσας, ἵνα ἐν οἷς ἐσκανδαλίσθησαν
35οἱ ὀλίγωροι, ἐν τούτοις μεταπαιδευθέντες προσκυνή‐ σωσι τὸν ἐσταυρωμένον. Σὺ δὲ γνησίως τοὺς ἀπίστους πεῖθε· τάχα πως ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἔλθωσι, καὶ πιστεύσωσι καλῶς. Καὶ εἰ καὶ αὐτάρκη αὐτὰ τὰ παρὰ σοῦ γραφέντα, ὅμως ὑπομνήσεως ἕνε‐
40κεν πρὸς τοὺς φιλονείκους προσθεῖναι καὶ ταῦτα κα‐ λόν· ἵνα μὴ ὡς ἐλεγχόμενοι, ἐξ ὧν τετολμήκασιν, αἰσχυνθῶσιν, ἀλλ’ ὡς ὑπομιμνησκόμενοι μὴ ἐπιλά‐ θωνται τῆς ἀληθείας. Κρατείτω γὰρ τὰ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθέντα· ὀρθὰ γάρ
45ἐστι καὶ ἱκανὰ πᾶσαν ἀσεβεστάτην αἵρεσιν ἀνατρέ‐ ψαι, καὶ μάλιστα τὴν Ἀρειανὴν, τὴν εἰς τὸν Λόγον τοῦ Θεοῦ δυσφημοῦσαν, καὶ ἐξ ἀνάγκης εἰς τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον δυσσεβοῦσαν. Προσαγόρευε πάντας τοὺς ὀρθῶς φρονοῦντας. Προσαγορεύουσί σε

26

.

1089

(50)

πάντες οἱ σὺν ἡμῖν.1089