TLG 2035 049 :: ATHANASIUS :: Epistula ad Afros episcopos ATHANASIUS Theol. Epistula ad Afros episcopos Citation: Volume — page — (line) | ||
26.1029(1t) | ΤΩΝ ΚΑΤ’ ΑΙΓΥΠΤΟΝ ΚΑΙ ΛΙΒΥΗΝ | |
2t | ΕΠΙΣΚΟΠΩΝ ΕΝΕΝΗΚΟΝΤΑ | |
---|---|---|
3t | ΚΑΙ ΤΟΥ ΜΑΚΑΡΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΚΑΤΑ ΑΡΙΑΝΩΝ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΑΦΡΙΚῌ ΤΙΜΙΩΤΑΤΟΥΣ | |
4t | ΕΠΙΣΚΟΠΟΥΣ | |
8 | Ἱκανὰ μὲν τὰ γραφέντα παρά τε τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ ἡμῶν Δαμάσου, τοῦ ἐπισκόπου τῆς | |
10 | μεγάλης Ῥώμης, καὶ τῶν σὺν αὐτῷ τοσούτων συνελθόντων ἐπισκόπων· οὐδὲν δὲ ἧττον καὶ τὰ τῶν ἄλλων γενομένων συνόδων ἔν τε τῇ Γαλλίᾳ καὶ τῇ Ἰταλίᾳ περὶ τῆς ὑγιαινούσης πίστεως, ἣν ὁ μὲν Χριστὸς ἐχαρίσατο, οἱ δὲ ἀπόστολοι ἐκήρυξαν, | |
15 | καὶ οἱ Πατέρες παραδεδώκασιν οἱ ἐν τῇ Νικαίᾳ συν‐ ελθόντες ἀπὸ πάσης τῆς καθ’ ἡμᾶς οἰκουμένης. Τοσαύ‐ τη γὰρ γέγονε τότε σπουδὴ διὰ τὴν Ἀρειανὴν αἵρεσιν, ἵνα οἱ μὲν πεπτωκότες εἰς αὐτὴν ἀνασπασθῶ‐ σιν, οἱ δὲ ἐφευρόντες ἔκδηλοι γένωνται. Ταύτῃ | |
20 | γοῦν καὶ πάλαι πᾶσα ἡ οἰκουμένη συμπεφώνηκε, καὶ νῦν δὲ πολλῶν συνόδων γενομένων, ὑπομνησθέν‐ τες πάντες οἵ τε κατὰ τὴν Δαλματίαν, καὶ Δαρδα‐ νίαν, καὶ Μακεδονίαν, Ἠπείρους τε καὶ τὴν Ἑλλάδα, καὶ Κρήτην, καὶ τὰς ἄλλας νήσους, Σικελίαν τε καὶ | |
25 | Κύπρον, καὶ Παμφυλίαν, Λυκίαν τε καὶ Ἰσαυ‐ ρίαν, καὶ πᾶσάν τε τὴν Αἴγυπτον καὶ τὰς Λιβύας, καὶ πλεῖστοι τῶν ἐν τῇ Ἀραβίᾳ ταύτην ἐπέγνωσαν· καὶ ἐθαύμασάν τε τοὺς ὑπογράψαντας, ὅτι, εἰ καί τι περιελέλειπτο παρ’ αὐτοῖς ἐκτῆς ῥίζης τῶν Ἀρειανῶν | |
30 | ἄνω φύουσα πικρία, Αὐξέντιόν φαμεν καὶ Οὐρσάκιον, καὶ Οὐάλεντα καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς, διὰ τῶν γραμμάτων τούτων ἐξεκόπησαν καὶ ἀπελεί‐ φθησαν. Ἱκανὰ μὲν οὖν τὰ ἐν τῇ Νικαίᾳ ὁμολογηθέντα, καὶ αὐτάρκη, καθὰ προείπομεν, πρός τε ἀνατροπὴν | |
35 | πάσης ἀσεβοῦς αἱρέσεως, καὶ πρὸς ἀσφάλειαν καὶ ὠφέλειαν τῆς ἐκκλησιαστικῆς διδασκαλίας. Ἐπειδὴ | |
δὲ ἠκούσαμεν, ὅτι τινὲς, βουλόμενοι μάχεσθαι | 1029 | |
26.1032 | πρὸς αὐτὴν, ὀνομάζειν ἐπιχειροῦσι σύνοδόν τινα ὡς ἐν Ἀριμήνῳ γενομένην, καὶ φιλονεικοῦσι ταύτην μᾶλλον ἢ ἐκείνην κρατεῖν· ἀναγκαῖον ἡγησάμεθα γράψαι καὶ ὑπομνῆσαι ὑμᾶς, ἵνα μὴ ἀνέχησθε τῶν | |
5 | τοιούτων· τοῦτο γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ πάλιν τῆς Ἀρειανῆς αἱρέσεως παραφυάς. Οἱ γὰρ τὴν κατ’ αὐ‐ τῆς σύνοδον γενομένην παραιτούμενοι (ἔστι δὲ ἡ ἐν Νικαίᾳ γενομένη), τί ἕτερον βούλονται, ἢ τὰ Ἀρείου κρατεῖν; Τίνος οὖν ἄξιοι οἱ τοιοῦτοι ἢ Ἀρεια‐ | |
10 | νοὶ μὲν καλεῖσθαι, τῆς αὐτῆς δὲ ἐπιτιμίας ἐκείνοις μετασχεῖν; οἳ μήτε τὸν Θεὸν ἐφοβήθησαν λέγοντα· Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου· καὶ, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· οἳ μήτε τοὺς Πατέρας ᾐδέσθη‐ σαν, παραγγείλαντας ἀνάθεμα εἶναι τοὺς τὰ ἐναντία φρονοῦντας τῆς ὁμολογίας αὐτῶν. | |
15 | Διὰ τοῦτο γὰρ καὶ οἰκουμενικὴ γέγονεν ἡ ἐν Νι‐ καίᾳ σύνοδος, τριακοσίων δέκα καὶ ὀκτὼ συνελθόντων ἐπισκόπων περὶ τῆς πίστεως διὰ τὴν Ἀρειανὴν ἀσέ‐ βειαν· ἵνα μηκέτι κατὰ μέρος προφάσει πίστεως γίνωνται· ἀλλὰ, κἂν γένωνται, μὴ κρατῶσι. Τί γὰρ | |
20 | ἐκείνῃ λείπει, ἵνα καινότερα ζητήσῃ τις; Πλήρης ἐστὶν εὐσεβείας, ἀγαπητοί· αὕτη πᾶσαν τὴν οἰκου‐ μένην πεπλήρωκε. Ταύτην ἔγνωσαν καὶ Ἰνδοὶ, καὶ ὅσοι παρὰ τοῖς ἄλλοις βαρβάροις εἰσὶ Χριστιανοί. Οὐκοῦν μάταιος ὁ κάματος τοῖς κατ’ αὐτῆς πολλά‐ | |
25 | κις ἐπιχειρήσασιν. Ἤδη γὰρ οἱ τοιοῦτοι δέκα καὶ πλέον που συνόδους πεποιήκασι, καθ’ ἑκάστην μεταβαλλόμενοι, καὶ τὰ μὲν ἀπὸ τῶν πρώτων ἀφαι‐ ροῦντες, τὰ δὲ ταῖς μετὰ ταῦτα ἐναλλάσσοντες καὶ προστιθέντες. Καὶ ὤνησαν οὐδὲν μέχρι νῦν γράφοντες, | |
30 | ἐξαλείφοντες, βιαζόμενοι, οὐκ εἰδότες, ὅτι Πᾶσα μὲν φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατὴρ ὁ οὐρά‐ νιος, ἐκριζωθήσεται τὸ δὲ ῥῆμα τοῦ Κυρίου τὸ διὰ τῆς οἰκουμενικῆς συνόδου ἐν τῇ Νικαίᾳ γενόμενον μέ‐ νει εἰς τὸν αἰῶνα. Ἄν τε γὰρ ἀριθμὸν ἀριθμῷ τις | |
35 | συμβάλῃ, πλείους οἱ ἐν Νικαίᾳ τῶν κατὰ μέρος εἰσὶν, ὅσον καὶ τὸ ὅλον πλεῖόν ἐστι τοῦ μέρους ἄν τε τὸ αἴτιον τῆς ἐν Νικαίᾳ καὶ τῶν μετ’ αὐτὴν τοσούτων γενομένων συνόδων παρὰ τούτων διαγνῶναι τις ἐθέλοι, εὕροι ἂν τὴν μὲν ἐν Νικαίᾳ ἔχουσαν τὸ | |
40 | αἴτιον εὔλογον, τὰς δὲ ἄλλας διὰ μῖσος καὶ φιλονει‐ κίαν ἐκ βίας συγκροτηθείσας. Ἡ μὲν γὰρ διὸ τὴν Ἀρειανὴν αἵρεσιν καὶ διὰ τὸ Πάσχα συνήχθη· ἐπειδὴ οἱ κατὰ Συρίαν, καὶ Κιλικίαν, καὶ Μεσοποτα‐ μίαν διεφώνουν πρὸς ἡμᾶς, καὶ τῷ καιρῷ, ἐν ᾧ ποι‐ | |
45 | οῦσιν οἱ Ἰουδαῖοι, ἐποίουν καὶ αὐτοί. Ἀλλὰ χάρις τῷ Κυρίῳ, ὥσπερ περὶ τῆς πίστεως, οὕτω καὶ περὶ τῆς ἁγίας ἑορτῆς γέγονε συμφωνία. Καὶ τοῦτο ἦν τὸ αἴτιον τῆς ἐν Νικαίᾳ συνόδου· αἱ δὲ μετὰ ταύτην | |
ὑπὲρ ἀριθμὸν μὲν, κατὰ δὲ τῆς οἰκουμενικῆς συνόδου ἐπενοήθησαν. | 1031 | |
26.1033 | Τούτων δὲ οὕτω δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμηνον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν Πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ | |
5 | Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντιθέντα προκρίνοντας; Τίς δὲ τούτοις συνελθεῖν ἐθελήσοι τοῖς ἀνθρώποις, μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; Οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπα‐ μεν, συνόδοις, ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν | |
10 | ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι. Πάσχουσι δέ τι τοιοῦτον, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πε‐ πόνθασιν· ὡς γὰρ ἐκεῖνοι, καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος, ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν, | |
15 | γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ· οὕ‐ τως οὗτοι, μαχόμενοι πρὸς τὴν μίαν καὶ οἰκουμενι‐ κὴν σύνοδον, ὤρυξαν ἑαυτοῖς συνόδους πολλάς· καὶ πᾶσαι κεναὶ, αἳ παρ’ αὐτοῖς ὡς δράγμα μὴ ἔχων ἰσχὺν ἐφάνησαν. Μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρί‐ | |
20 | μηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νι‐ καίᾳ γενομένην. Καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα· ἢ γὰρ ἂν ἐσιώπησαν. Οἴδατε γὰρ, ἀγαπητοὶ, μαθόν‐ τες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν | |
25 | Ἀρίμηνον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδόξιος καὶ Αὐξέντιος, ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος, καθῃρέθησαν, θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν· ὅτε καὶ ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν, παρῃτήσαντο, καὶ μᾶλλον αὐτῆς | |
30 | ἤθελον εἶναι προστάται. Οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ Κυρίου καὶ ὀρθῶς πιστεύοντες, ἦσαν δὲ ἐγγὺς διακόσιοι, ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ, καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ’ ἐκεί‐ νην ζητεῖν ἢ φρονεῖν. Ταῦτα καὶ Κωνσταντίῳ δεδη‐ | |
35 | λώκασι, τῷ καὶ τὴν σύνοδον κελεύσαντι γενέσθαι. Ἀλλ’ οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν ὑβρισθῆναι μὲν, ἀπειλὰς δὲ γενέσθαι, μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ’ αὐτῶν ἀποφηναμένους, βίαν τε | |
40 | παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι· ὥστε τῶν παρ’ αὐτῶν καινοτομουμένων ἀνέχεσθαι. | |
43 | Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δει‐ κνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων, | |
45 | καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον | |
ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογη‐ | 1033 | |
26.1036 | θέντων, μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ’ ἐκείνην. Ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται· ἐξ ὧν δείκνυνται, τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες ὑποκριταὶ, ἀλλότριοι | |
5 | δὲ τῆς ὑγιαινούσης πίστεως. Καὶ αὐτὴν δὲ τὴν με‐ γάλην σύνοδον, καὶ τὰς παρ’ ἐκείνων ἄν τις ἐξετάζειν ἐκ παραλλήλου θέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεο‐ σέβειαν, τῶν δὲ τὴν ἀλογίαν. Οἱ ἐν Νικαίᾳ συνελθόν‐ τες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγη‐ | |
10 | σαν τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν· οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες, καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ, γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν Θεόν. Ἐκ δὴ τούτων σκοπεῖν ἔξεστιν, ἀδελφοὶ, ὡς οἱ μὲν ἐν Νικαίᾳ | |
15 | τῶν Γραφῶν πνέουσι, λέγοντος αὐτοῦ τοῦ Θεοῦ ἐν μὲν τῇ Ἐξόδῳ· Ἐγώ εἰμι ὁ ὤν· διὰ δὲ τοῦ Ἱερε‐ μίου· Τίς ἐστιν ἐν ὑποστήματι αὐτοῦ, καὶ εἶδε τὸν λόγον αὐτοῦ; καὶ μετ’ ὀλίγον· Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ ἤκουσαν τῶν λόγων | |
20 | μου. Ἡ δὲ ὑπόστασις οὐσία ἐστὶ, καὶ οὐδὲν ἄλλο ση‐ μαινόμενον ἔχει ἢ αὐτὸ τὸ ὄν· ὅπερ Ἱερεμίας ὕπαρ‐ ξιν ὀνομάζει λέγων· Καὶ οὐκ ἤκουσαν φωνὴν ὑπάρξεως. Ἡ γὰρ ὑπόστασις καὶ ἡ οὐσία ὕπαρξίς ἐστιν. Ἔστι γὰρ καὶ ὑπάρχει. Τοῦτο νοῶν καὶ ὁ Παῦ‐ | |
25 | λος, ἔγραψεν Ἑβραίοις· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Οὗ‐ τοι δὲ οἱ δοκοῦντες εἰδέναι τὰς Γραφὰς, καὶ ὀνομά‐ ζοντες ἑαυτοὺς εἶναι σοφοὺς, μὴ θέλοντες ὑπόστασιν λέγειν ἐπὶ Θεοῦ (τοῦτο γὰρ ἔγραψαν ἐν τῇ Ἀριμή‐ | |
30 | νῳ καὶ ἐν ἄλλαις ἑαυτῶν συνόδοις), πῶς οὐ δι‐ καίως καθῃρέθησαν, λέγοντες καὶ αὐτοὶ, ὡς ἄφρων ἐν καρδίᾳ, Οὐκ ἔστι Θεός; Πάλιν τε οἱ Πατέρες ἐδίδα‐ ξαν ἐν τῇ Νικαίᾳ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν Υἱὸν Λόγον, ἀναγνόντες· Πάντα δι’ αὐτοῦ ἐγένετο· | |
35 | καὶ, Ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη καὶ συνέστηκεν. Οὗτοι δὲ οἱ μᾶλλον Ἀρειανοὶ ἢ Χριστιανοὶ ὄντες, ἐν ταῖς ἄλλαις ἑαυτῶν συνόδοις κτίσμα τετολμήκασιν εἰπεῖν αὐτὸν, καὶ ἕνα τῶν ποιημάτων, ὧν αὐτός ἐστιν ὁ Λόγος δημιουργὸς καὶ ποιητής. Εἰ γὰρ δι’ αὐτοῦ τὰ | |
40 | πάντα γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός· εἴη ἂν καὶ ἑαυτὸν κτίζων. Καὶ πῶς δύναται τὸ κτιζόμενον, κτί‐ ζειν; ἢ πῶς ὁ κτίζων κτίζεται; | |
44 | Ἀλλ’ οὐδὲ οὕτως αἰσχύνονται, τοιαῦτα λέγοντες, | |
45 | ἐφ’ οἷς μισητοὶ καὶ παρὰ πᾶσίν εἰσιν, ὀνομάζοντες μὲν ἁπλῶς Ἀρίμηνον, δεικνύμενοι δὲ καὶ ἐν αὐτῇ καθαιρεθέντες. Καὶ αὐτὸ δὲ τὸ ἐν Νικαίᾳ γε‐ γραμμένον, ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, οὗ | |
χάριν προσποιοῦνται μάχεσθαι πρὸς τὴν σύνοδον, καὶ | 1035 | |
26.1037 | περιβομβοῦσιν, ὡς κώνωπες, πανταχοῦ περὶ τῆς λέ‐ ξεως, ἢ ὡς ἀγνοοῦντες προσκόπτουσιν εἰς αὐτὸ, ὡς οἱ προσκόπτοντες εἰς τὸν τεθέντα λίθον ἐν Σιὼν προσκόμματος· ἢ γινώσκουσι μὲν, διὰ τοῦτο δὲ μά‐ | |
5 | χονται καὶ συνεχῶς γογγύζουσιν, ὅτι κατὰ τῆς αἱρέ‐ σεώς ἐστιν αὐτῶν ἀληθῶς αὕτη καὶ ἀκριβὴς ἀπόφα‐ σις. Οὐ γὰρ αἱ λέξεις αὐτοὺς λυποῦσιν, ἀλλ’ ἡ ἐν αὐτῇ γενομένη κατάκρισις αὐτῶν. Καὶ τούτων δὲ πάλιν αἴτιοι γεγόνασιν αὐτοὶ, καὶ εἰ τοῦτο κρύπτειν | |
10 | αὐτοὶ θέλουσι, καίτοι γινώσκοντες, ἀλλ’ ἡμᾶς ἀκό‐ λουθον εἰπεῖν· ἵνα καὶ ἐκ τούτων ἡ μετὰ ἀληθείας ἀκρίβεια τῆς μεγάλης συνόδου δειχθῇ. Τῶν γὰρ συν‐ ελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀν‐ | |
15 | ελεῖν· τὸ Ἐξ οὐκ ὄντων· καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν Υἱόν· καὶ, Ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ ὅτι τρεπτῆς ἐστι φύσεως· τὰς δὲ τῶν Γραφῶν ὁμολογου‐ μένας γράψαι· ὅτι τε ἐκ τοῦ Θεοῦ τῇ φύσει μο‐ νογενής ἐστιν ὁ Λόγος, δύναμις, σοφία μόνη τοῦ Πα‐ | |
20 | τρὸς, Θεὸς ἀληθινὸς, ὡς εἶπεν ὁ Ἰωάννης· καὶ ὡς ἔγραψεν ὁ Παῦλος, ἀπαύγασμα τῆς δόξης, καὶ χαρα‐ κτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως· οἱ περὶ Εὐσέβιον, ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι, διελάλουν ἀλλή‐ λοις· Συνθώμεθα· καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ Θεοῦ | |
25 | ἐσμεν· εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ, Τὰ ἀρ‐ χαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά. Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ. Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν· Πρῶτον πάντων πίστευ‐ σον, ὅτι εἷς ἐστιν ὁ Θεὸς, ὁ τὰ πάντα κτίσας καὶ | |
30 | καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Ἀλλ’ οἱ ἐπίσκοποι, θεωρήσαντες τὴν πανουρ‐ γίαν ἐκείνων, καὶ τὴν τῆς ἀσεβείας κακοτεχνίαν, λευκότερον εἰρήκασι τὸ ἐκ τοῦ Θεοῦ, καὶ ἔγραψαν, ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι τὸν Υἱόν· ἵνα τὰ μὲν | |
35 | κτίσματα, διὰ τὸ μὴ ἀφ’ ἑαυτῶν χωρὶς αἰτίου εἶναι, ἀλλὰ ἀρχὴν ἔχειν τοῦ γενέσθαι, λέγηται ἐκ τοῦ Θεοῦ· ὁ δὲ Υἱὸς μόνος ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας· τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ Λόγου πρὸς Πατέρα. Καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς | |
40 | οὐσίας ἡ πρόφασις αὕτη. Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους, εἴπερ λέγοιεν, τὸν Υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν, σοφίαν μόνην τοῦ Πατρὸς, καὶ εἰκόνα ἀΐδιον, ἀπαράλλακτον κατὰ πάντα τοῦ Πατρὸς, καὶ Θεὸν ἀληθινὸν, κατελήφθησαν | |
45 | οἱ περὶ Εὐσέβιον διανεύοντες ἀλλήλοις, ὅτι καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς καὶ εἰκὼν | |
καὶ δόξα Θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται· | 1037 | |
26.1040 | Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες. Καὶ δυνάμεις πολλαί εἰσι· Καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου. Ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύ‐ ναμις μεγάλη. Καὶ, Κύριος τῶν δυνάμεων μεθ’ | |
5 | ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Ἀλλὰ γὰρ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ Θεοῦ ἔχομεν, οὐχ ἁπλῶς, ἀλλ’ ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν. Εἰ δὲ καὶ Θεὸν ἀληθινὸν λέγουσι τὸν Υἱὸν, οὐ λυπεῖ ἡμᾶς· γενόμενος γὰρ, ἀληθινός ἐστιν. | |
10 | Αὕτη τῶν Ἀρειανῶν ἡ ἐφθαρμένη διάνοια. Ἀλλὰ καὶ ἐνταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον ἐκ τῶν Γραφῶν τὸ ἀπαύγασμα, τήν τε πηγὴν καὶ τὸν ποταμὸν, καὶ τὸν χαρακτῆρα πρὸς τὴν ὑπόστασιν, καὶ τὸ, Ἐν τῷ φωτί | |
15 | σου ὀψόμεθα φῶς· καὶ τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Καὶ λευκότερον λοιπὸν καὶ συντόμως ἔγρα‐ ψαν ὁμοούσιον τῷ Πατρὶ τὸν Υἱόν· τὰ γὰρ προ‐ ειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν. Καὶ ὁ γογγυσμὸς αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγ‐ | |
20 | χεται παρ’ αὐτῶν μάταιος, ἐξ ἀγράφων ἀσεβή‐ σαντες· ἄγραφα δὲ τὸ, Ἐξ οὐκ ὄντων, καὶ τὸ, Ἦν ποτε, ὅτε οὐκ ἦν· αἰτιῶνται, ὅτι ἐξ ἀγράφων μετ’ εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν. Αὐτοὶ μὲν ὡς ἐκ κοπρίας ὄντες, ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς· οἱ | |
25 | δὲ ἐπίσκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις, ἀλλ’ ἐκ Πατέρων ἔχοντες τὴν μαρτυρίαν, οὕτως ἔγρα‐ ψαν. Ἐπίσκοποι γὰρ ἀρχαῖοι πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα τῆς μεγάλης Ῥώμης καὶ τῆς ἡμε‐ τέρας πόλεως γράφοντες ᾐτιάσαντο τοὺς ποίημα | |
30 | λέγοντας τὸν Υἱὸν καὶ μὴ ὁμοούσιον τῷ Πατρί· καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας ἐν αὐτῇ τῇ ἐν Νικαίᾳ συνόδῳ, ἔγραψε τοῖς ἰδίοις διαβεβαιούμενος, ὅτι καὶ | |
35 | τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας, ἔγνωμεν ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνόματι. Τί οὖν ἔτι τὴν Ἀρίμηνον ὀνομάζουσιν, ἐν | |
40 | ᾗ καθῃρέθησαν; Τί παραιτοῦνται τὴν ἐν Νικαίᾳ σύν‐ οδον, ἐν ᾗ καὶ οἱ Πατέρες αὐτῶν ὑπέγραψαν, καὶ ὡμολόγησαν ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί; τί περιτρέχουσιν; οὐ γὰρ πρὸς μό‐ νους τοὺς ἐν Νικαίᾳ ἐπισκόπους συνελθόντας, | |
45 | ἀλλὰ γὰρ καὶ πρὸς τοὺς ἑαυτῶν μεγάλους ἐπισκόπους, καὶ πρὸς τοὺς ἰδίους λοιπὸν μάχονται. Τίνων οὖν εἰσι | |
κληρονόμοι καὶ διάδοχοι; πῶς δύνανται λέγειν Πα‐ | 1039 | |
26.1041 | τέρας τούτους, ὧν οὐκ ἀποδέχονται τὴν ὁμολογίαν τὴν καλῶς καὶ ἀποστολικῶς γραφεῖσαν; Ἐπεὶ, εἰ νομίζουσιν ἀντιλέγειν δύνασθαι, εἰπάτωσαν, μᾶλλον δὲ ἀποκρινάσθωσαν, ἵνα καὶ ἑαυτοῖς περιπίπτοντες | |
5 | ἐλεγχθῶσιν, εἰ πιστεύουσι λέγοντι τῷ Υἱῷ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα; Ναὶ, εἴποιεν ἂν, ἐπειδὴ γέγραπται, πιστεύομεν. Ἀλλὰ καὶ Πῶς ἕν εἰσι, καὶ πῶς ὁ ἑω‐ ρακὼς τὸν Υἱὸν ἑώρακε καὶ τὸν Πατέρα, ἐὰν | |
10 | ἐρωτηθῶσιν εἰπεῖν, πάντως που φήσουσι, Δι’ ὁμοιό‐ τητα· εἰ μὴ τέλεον συμπεπτώκασι τοῖς ἀδελφὰ φρο‐ νοῦσιν αὐτοῖς, καὶ λεγομένοις Ἀνομοίοις. Ἀλλ’ ἐὰν πάλιν ἐρωτηθῶσι, Πῶς ὅμοιος; ἀποθρασυνόμενοι φή‐ σουσιν· Ἀρετῇ τελείᾳ καὶ συμφωνίᾳ τὸ αὐτὸ θέλειν | |
15 | τῷ Πατρὶ, καὶ μὴ θέλειν ὅπερ ὁ Πατὴρ οὐ θέλει. Ἀλλὰ μαθέτωσαν, ὅτι ἐξ ἀρετῆς καὶ τοῦ θέλειν ὁμοι‐ ούμενος τῷ Θεῷ, ἔχει μὲν καὶ τοῦ τρέπεσθαι τὴν προαίρεσιν· οὐκ ἔστι δὲ οὕτως ὁ Λόγος, εἰ μὴ ἄρα ἐκ μέρους καὶ καθ’ ἡμᾶς ὅμοιος, ὅτι μὴ καὶ κατ’ οὐ‐ | |
20 | σίαν ὅμοιός ἐστι. Ταῦτα δὲ ἴδια ἡμῶν τῶν γενητῶν καὶ κτιστὴν ἐχόντων τὴν φύσιν. Καὶ γὰρ καὶ ἡμεῖς, καίτοι μὴ δυνάμενοι ὅμοιοι κατ’ οὐσίαν τοῦ Θεοῦ γενέ‐ σθαι, ὅμως, ἐξ ἀρετῆς βελτιούμενοι, μιμούμεθα τὸν Θεὸν, χαρισαμένου καὶ τοῦτο τοῦ Κυρίου, καὶ λέ‐ | |
25 | γοντος· Γίνεσθε οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. Γίνεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι. Τρεπτὰ δὲ τὰ γενητὰ, οὐκ ἄν τις ἀρνήσαιτο, ἀγγέλων μὲν παραβάντων, τοῦ δὲ Ἀδὰμ παρακούσαντος, καὶ πάντων δεομένων τῆς τοῦ | |
30 | Λόγου χάριτος. Τρεπτὸν δὲ ἀτρέπτου ὄντος τοῦ Θεοῦ οὐκ ἂν εἴη ὅμοιον· ὥσπερ οὐδὲ τὸ κτισθὲν τοῦ κτί‐ σαντος. Διὰ τοῦτο περὶ μὲν ἡμῶν σκοπῶν ὁ ἅγιος ἔλε‐ γεν· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; θεοὺς λέγων, τοὺς κτι‐ | |
35 | σθέντας μὲν, μετόχους δὲ γενομένους τοῦ Λόγου, ὡς αὐτὸς εἶπεν· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Τὰ δὲ μετέχοντα οὐκ ἂν εἴη τὰ αὐτὰ οὐδὲ ὅμοια τοῦ μετεχομένου. Περὶ ἑαυτοῦ γοῦν ἔλεγεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὡς | |
40 | τῶν γενητῶν μὴ ὄντων οὕτως. Ἐπεὶ ἀποκρινάσθωσαν οἱ τὴν Ἀρίμηνον προτείνοντες, εἰ κτιστὴ οὐσία δύναται εἰπεῖν· Ἃ βλέπω τὸν Πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ. Ποιούμενα γάρ ἐστι τὰ γενητὰ, καὶ οὐ ποιοῦντα· εἰ δὲ μή γε, καὶ ἑαυτὰ ἐποί‐ | |
45 | ησαν. Ἀμέλει εἰ, ὡς λέγουσι, κτίσμα ἐστὶν ὁ Υἱὸς, καὶ ποιεῖ αὐτὸν ὁ Πατὴρ, πάντως ἂν ἐποίησε καὶ ἑαυ‐ τὸν ὁ Υἱὸς, δυνάμενος ποιεῖν ἃ ποιεῖ ὁ Πατὴρ, ὡς εἶπεν αὐτός· ἀλλ’ ἄτοπον καὶ λίαν ἀσύστατόν ἐστι τὸ τοιοῦτον· ποιεῖν γὰρ ἑαυτὸν οὐδεὶς δύναται. | |
26.1041(50) | Πάλιν δὲ εἰπάτωσαν, εἰ δύναται τὰ γενητὰ | |
εἰπεῖν· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν; | 1041 | |
26.1044 | Ἔχει δὲ τὸ κτίζειν, τὸ δημιουργεῖν, τὸ ἀΐδιον, τὸ εἶναι παντοκράτωρ, τὸ ἄτρεπτον. Τὰ δὲ γενητὰ οὐ δύναται ἔχειν τὸ δημιουργεῖν· κτιστὰ γάρ ἐστιν· οὐδὲ τὸ ἀΐδιον· ἀρχὴν γὰρ ἔχει τοῦ εἶναι· οὐδὲ τὸ παντο‐ | |
5 | κράτωρ καὶ ἄτρεπτον· κρατούμενα γὰρ καὶ τρεπτῆς φύσεώς ἐστιν, ὥσπερ αἱ Γραφαὶ λέγουσιν. Οὐκοῦν εἰ ταῦτα τοῦ Υἱοῦ ἐστιν, οὐκ ἐξ ἀρετῆς, ὡς εἴπομεν, ἀλλὰ τῆς οὐσίας αὐτοῦ ἐστι δηλονότι, ὡς εἶπεν ἡ σύνοδος· οὐκ ἐξ ἄλλης οὐσίας ἐστὶν, ἀλλὰ τῆς τοῦ | |
10 | Πατρὸς, ἧς ἐστι καὶ ταῦτα ἴδια· τὸ δὲ τῆς τοῦ Πα‐ τρὸς οὐσίας ἴδιον, καὶ ἐξ αὐτῆς γέννημα, τί ἂν εἴη, ἢ πῶς ἄν τις ὀνομάσειεν αὐτὸ, ἢ ὁμοούσιον; ἃ γὰρ βλέπει τις ἐν τῷ Πατρὶ, ταῦτα βλέπει καὶ ἐν τῷ Υἱῷ· Υἱῷ δὲ οὐκ ἐκ μετουσίας, ἀλλὰ κατ’ οὐσίαν. | |
15 | Καὶ τοῦτό ἐστιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα. Ἄλλως τε καὶ ἐκ τούτου πάλιν καλὸν δεικνύναι τὴν ἀφροσύνην αὐτῶν· εἰ ἐξ ἀρετῆς ἕπεται τὸ θέλειν καὶ τὸ μὴ θέλειν, καὶ τρόπων βελτίωσις, ὅμοιος καθ’ ὑμᾶς ὁ | |
20 | Υἱός ἐστι τῷ Πατρί· ταῦτα δὲ ποιότητος ἴδια· δηλονότι σύνθετον τὸν Θεὸν ἐκ ποιότητος καὶ οὐσίας λέγετε. Καὶ τίς ὑμῶν ἀνέξεται ταῦτα λεγόντων· οὐ γὰρ σύνθετος ὁ Θεὸς ὁ τὰ πάντα εἰς τὸ εἶναι συντε‐ θεικὼς, οὐδὲ τοιοῦτος, οἷά ἐστι τὰ παρ’ αὐτοῦ διὰ | |
25 | τοῦ Λόγου γενόμενα, μὴ γένοιτο! Ἁπλῆ γάρ ἐστιν οὐσία, ἐν ᾗ οὐκ ἔνι ποιότης, οὐδὲ, ὡς εἶπεν ὁ Ἰάκωβος, Παραλλαγή τις ἢ τροπῆς ἀποσκίασμα. Οὐκοῦν εἰ δείκνυται οὐκ ἐξ ἀρετῆς· οὐ γὰρ ποιότης ἐν τῷ Θεῷ, οὔτε ἐν τῷ Υἱῷ· δηλονότι τῆς | |
30 | οὐσίας ἴδιος ἂν εἴη· καὶ τοῦτο πάντως ὁμολογήσετε, εἰ μὴ τέλεον τὸ νοεῖν ἀπώλετο ἐν ὑμῖν. Τὸ δὲ ἴδιον καὶ ταὐτὸν τῇ τοῦ Θεοῦ οὐσίᾳ καὶ ἐξ αὐτῆς γέν‐ νημα φύσει τυγχάνον τί ἂν εἴη, ἢ πάλιν καὶ κατὰ τοῦτο ὁμοούσιον τῷ γεννήσαντι; τοῦτο γὰρ Υἱοῦ πρὸς | |
35 | Πατέρα γνώρισμα. Καὶ ὁ μὴ τοῦτο λέγων, οὐ φρονεῖ, φύσει καὶ ἀληθῶς Υἱὸν εἶναι τὸν Λόγον. | |
38 | Οὕτω νοήσαντες οἱ Πατέρες, ἔγραψαν ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἀνεθεμάτισαν τοὺς λέ‐ | |
40 | γοντας ἐξ ἑτέρας ὑποστάσεως εἶναι τὸν Υἱόν· οὐχ ἑαυτοῖς πλασάμενοι λέξεις, ἀλλὰ καὶ αὐτοὶ ἀπὸ τῶν πρὸ αὐτῶν Πατέρων μαθόντες, καθάπερ εἴπομεν. Τούτων δὲ οὕτω δεικνυμένων, περιττὴ αὐτῶν ἡ Ἀρί‐ μηνος, περιττὴ καὶ ἡ ἄλλη παρ’ αὐτῶν ὀνομαζο‐ | |
45 | μένη περὶ πίστεως σύνοδος. Ἀρκεῖ γὰρ ἡ ἐν Νικαίᾳ σύμφωνος οὖσα καὶ τοῖς ἀρχαίοις ἐπισκόποις, ἐν ᾗ καὶ οἱ Πατέρες αὐτῶν ὑπέγραψαν, οὓς αἰδεῖσθαι τού‐ τους ἔπρεπεν, ἵνα μὴ πάντα μᾶλλον ἢ Χριστιανοὶ νο‐ | |
μισθῶσιν. Εἰ δὲ καὶ μετὰ τοσαῦτα, μετὰ καὶ τὴν | 1043 | |
26.1045 | μαρτυρίαν τῶν ἀρχαίων ἐπισκόπων, καὶ μετὰ τὴν ὑπογραφὴν τῶν ἰδίων Πατέρων, προσποιοῦνται, ὡς ἀγνοοῦντες, τὴν λέξιν φοβεῖσθαι τοῦ ὁμοουσίου, εἰπά‐ τωσαν καὶ φρονείτωσαν ἁπλούστερον μὲν καὶ ἀληθῶς | |
5 | τὸν Υἱὸν φύσει Υἱὸν, ἀναθεματισάτωσαν δὲ, ὡς παρ‐ ήγγειλεν ἡ σύνοδος, τοὺς λέγοντας κτίσμα, ἢ ποίημα, ἢ ἐξ οὐκ ὄντων, ἢ, Ἦν ποτε ὅτε οὐκ ἦν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ ὅτι τρεπτὸς καὶ ἀλλοίωτός ἐστι, καὶ ἐξ ἑτέρας ὑποστάσεως· καὶ οὕτω φευγέτωσαν ἀπὸ | |
10 | τῆς Ἀρειανῆς αἱρέσεως· καὶ θαῤῥοῦμεν, ὅτι γνη‐ σίως ταῦτα ἀναθεματίζοντες ὁμολογοῦσιν εὐθὺς, ἐκ τῆς οὐσίας καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Διὰ τοῦτο γὰρ καὶ οἱ Πατέρες, εἰρηκότες ὁμοούσιον εἶναι τὸν Υἱὸν, ἐπήγαγον εὐθύς· Τοὺς δὲ λέγοντας | |
15 | κτίσμα, ἢ ποίημα, ἢ ἐξ οὐκ ὄντων, ἢ, Ἦν ποτε, ὅτε οὐκ ἦν, ἀναθεματίζει ἡ Καθολικὴ Ἐκκλησία· ἵνα διὰ τούτων γνωρίσωσιν, ὅτι ταῦτα σημαίνει τὸ ὁμο‐ ούσιον. Καὶ ἡ τοῦ ὁμοουσίου δύναμις γινώσκεται ἐκ τοῦ μὴ εἶναι κτίσμα ἢ ποίημα τὸν Υἱόν· καὶ ὅτι ὁ | |
20 | λέγων ὁμοούσιον οὐ φρονεῖ κτίσμα εἶναι τὸν Λόγον· καὶ ὁ ἀναθεματίζων τὰ προειρημένα ὁμοούσιον ἅμα φρονεῖ εἶναι τὸν Υἱὸν τῷ Πατρί· καὶ ὁ ὁμοούσιον λέ‐ γων γνήσιον καὶ ἀληθινὸν λέγει τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ ὁ Γνήσιον λέγων νοεῖ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν | |
25 | ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. | |
28 | Ἔπρεπε μὲν οὖν διὰ πλειόνων τὰ τοιαῦτα γρά‐ φειν· ἐπειδὴ δὲ πρὸς εἰδότας ὑμᾶς γράφομεν, | |
30 | διὰ τοῦτο συντόμως ὑπηγορεύσαμεν· εὐχόμενοι παρὰ πᾶσι σώζεσθαι τὸν σύνδεσμον τῆς εἰρήνης, καὶ πάν‐ τας τοὺς τῆς Καθολικῆς Ἐκκλησίας τὸ αὐτὸ λέγειν, τὸ αὐτὸ φρονεῖν. Καὶ οὐχ ὡς διδάσκοντες, ἀλλὰ ὡς ὑπομι‐ μνήσκοντές ἐσμεν. Ἐσμὲν δὲ οὐχ ἡμεῖς οἱ γράφον‐ | |
35 | τες μόνοι, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐνενήκοντά που ἐπίσκοποι. Πάντων γὰρ ἕν ἐστι τοῦτο φρόνημα, καὶ ὑπὲρ ἀλλήλων ἀεὶ ὑπο‐ γράφομεν, ἐὰν συμβῇ τινα μὴ παρεῖναι. Οὕτως οὖν διακείμενοι, ἐπειδὴ συνέβη συνελθεῖν ἡμᾶς, | |
40 | ἐγράψαμεν καὶ τῷ ἀγαπητῷ ἡμῶν Δαμάσῳ τῷ ἐπι‐ σκόπῳ τῆς μεγάλης Ῥώμης περὶ τοῦ Αὐξεντίου τοῦ ἐπελθόντος τῇ ἐν Μεδιολάνῳ ἐκκλησίᾳ, διηγούμενοι τὰ κατ’ αὐτόν· ὅτι τε οὐ μόνον τῆς Ἀρειανῆς αἱρέ‐ σεώς ἐστι κοινωνὸς, ἀλλὰ καὶ ὑπεύθυνός ἐστι πολλοῖς | |
45 | κακοῖς, πράξας ταῦτα μετὰ Γρηγορίου τοῦ κοινωνοῦ τῆς ἀσεβείας αὐτοῦ· καὶ θαυμάζοντες πῶς μέχρι νῦν οὐ καθῃρέθη καὶ ἐκβέβληται τῆς Ἐκκλησίας, καὶ χάριν ὡμολογήσαμεν τῇ θεοσεβείᾳ αὐτοῦ τε καὶ τῶν συνελθόντων ἐν τῇ μεγάλῃ Ῥώμῃ, ὅτι καὶ τοὺς περὶ | |
26.1045(50) | Οὐρσάκιον καὶ Οὐάλεντα, καὶ τοὺς τὰ αὐτὰ αὐ‐ τοῖς φρονοῦντας ἐκβάλλοντες, ἔσωσαν τὴν ὁμοψυχίαν | |
τῆς Καθολικῆς Ἐκκλησίας· ἣν καὶ παρ’ ὑμῖν εὐχό‐ | 1045 | |
26.1048 | μενοι σώζεσθαι, παρακαλοῦμεν μὴ ἀνέχεσθαι, καθὰ προείπομεν, τῶν προβαλλομένων ὄχλον συνόδων προ‐ φάσει πίστεως, τὴν ἐν Ἀριμήνῳ, τὴν ἐν Σιρμίῳ, τὴν ἐν τῇ Ἰσαυρίᾳ, τὴν ἐν τῇ Θρᾴκῃ, τὰς ἐν Κων‐ | |
5 | σταντινουπόλει, τὰς ἐν Ἀντιοχείᾳ πολλὰς καὶ ἀτά‐ κτους. Ἀλλὰ μόνον κρατείτω ἐν ὑμῖν ἡ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσα πίστις· ἐν ᾗ καὶ πάντες καὶ τῶν νῦν μαχομένων πρὸς αὐτὴν παρῆσαν Πατέρες, καθὰ προείπομεν, καὶ ὑπέγραψαν· ἵνα | |
10 | καὶ περὶ ἡμῶν ὁ Ἀπόστολος εἴπῃ· Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Αὕτη γὰρ ἡ ἐν Νικαίᾳ σύνοδος, ἀληθῶς στη‐ λογραφία κατὰ πάσης αἱρέσεώς ἐστιν. Αὕτη καὶ τοὺς | |
15 | βλασφημοῦντας εἰς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ λέγοντας αὐτὸ κτίσμα, ἀνατρέπει. Εἰρηκότες γὰρ οἱ Πατέρες περὶ τῆς εἰς τὸν Υἱὸν πίστεως, ἐπήγαγον εὐθύς· Πι‐ στεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ἵνα, τελείαν καὶ πλήρη τὴν εἰς τὴν ἁγίαν Τριάδα πίστιν ὁμολο‐ | |
20 | γήσαντες, τὸν χαρακτῆρα τῆς ἐν Χριστῷ πίστεως, καὶ τὴν διδασκαλίαν τῆς Καθολικῆς Ἐκκλησίας ἐν τούτῳ γνωρίσωσι. Δῆλον γὰρ καὶ παρ’ ὑμῖν καὶ παρὰ πᾶσι καθέστηκε· καὶ οὐδεὶς ἂν Χριστιανῶν ἀμ‐ φίβολον εἰς τοῦτο σχοίη τὴν διάνοιαν, ὡς οὐκ ἔστιν | |
25 | ἡμῶν ἡ πίστις εἰς τὴν κτίσιν, ἀλλ’ εἰς ἕνα Θεὸν Πα‐ τέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ· καὶ εἰς ἓν Πνεῦμα ἅγιον· ἕνα Θεὸν τὸν ἐν τῇ ἁγίᾳ καὶ τελείᾳ Τριάδι γινωσκό‐ | |
30 | μενον· εἰς ἣν καὶ βαπτιζόμενοι, καὶ ἐν ταύτῃ συν‐ απτόμενοι τῇ θεότητι, πιστεύομεν καὶ κληρονομῆσαι βασιλείαν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, | |
δι’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν. | 1047 |