TLG 2035 047 :: ATHANASIUS :: Vita Antonii

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Vita Antonii

Citation: Volume — page — (line)

26

.

835

(1t)

ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ
2tΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ
3tΣΥΓΓΡΑΦΕΙΣ ΚΑΙ ΑΠΟΣΤΑΛΕΙΣ ΠΡΟΣ ΤΟΥΣ ΕΝ Τῌ ΞΕΝῌ ΜΟΝΑΚΟΥΣ
4tΠΑΡΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΧΑΝΔΡΕΙΑΣ835

26

.

837

(1t)

ΠΡΟΟΙΜΙΟΝ.
2 Ἀγαθὴν ἅμιλλαν ἐνεστήσασθε πρὸς τοὺς ἐν Αἰγύπτῳ μοναχοὺς, ἤτοι παρισωθῆναι, ἢ καὶ ὑπερβάλλεσθαι τούτους προελόμενοι τῇ κατ’ ἀρετὴν ὑμῶν ἀσκήσει.
5Καὶ γὰρ καὶ παρ’ ὑμῖν λοιπὸν μοναστήρια, καὶ τὸ τῶν μοναχῶν ὄνομα πολιτεύεται. Ταύτην μὲν οὖν τὴν πρόθεσιν δικαίως ἄν τις ἐπαινέσειε, καὶ εὐχομέ‐ νων ὑμῶν, ὁ Θεὸς τελειώσειεν· ἐπειδὴ δὲ ἀπῃτή‐ σατε καὶ παρ’ ἐμοῦ περὶ τῆς πολιτείας τοῦ μακαρίου
10Ἀντωνίου, μαθεῖν θέλοντες ὅπως τε ἤρξατο τῆς ἀσκή‐ σεως, καὶ τίς ἦν πρὸ ταύτης, καὶ ὁποῖον ἔσχε τοῦ βίου τὸ τέλος, καὶ εἰ ἀληθῆ τὰ περὶ αὐτοῦ λεγό‐ μενά ἐστιν, ἵνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἑαυτοὺς ἀγάγητε· μετὰ πολλῆς προθυμίας ἐδεξάμην τὸ παρ’
15ὑμῶν ἐπίταγμα. Κἀμοὶ γὰρ μέγα κέρδος ὠφελείας ἐστὶ καὶ τὸ μόνον Ἀντωνίου μνημονεύειν. Οἶδα δὲ, ὅτι καὶ ὑμεῖς ἀκούσαντες, μετὰ τοῦ θαυμάσαι τὸν ἄν‐ θρωπον, θελήσετε καὶ ζηλῶσαι τὴν ἐκείνου πρόθεσιν· ἔστι γὰρ μοναχοῖς ἱκανὸς χαρακτὴρ πρὸς ἄσκησιν ὁ
20Ἀντωνίου βίος. Οἷς μὲν οὖν ἠκούσατε περὶ αὐτοῦ παρὰ τῶν ἀπαγγειλάντων, μὴ ἀπιστήσητε, ὀλίγα δὲ μᾶλλον ἀκηκοέναι παρ’ αὐτῶν νομίζετε· πάντως γὰρ κἀκεῖνοι μόγις τοσαῦτα διηγήσαντο. Ἐπεὶ κἀγὼ, προτραπεὶς παρ’ ὑμῶν, ὅσα ἂν διὰ τῆς ἐπιστολῆς ση‐
25μανῶ, ὀλίγα τῶν ἐκείνου μνημονεύσας ἐπιστείλω· καὶ ὑμεῖς δὲ μὴ παύσησθε τοὺς ἐνθένδε πλέοντας ἐρω‐ τᾷν. Ἴσως γὰρ, ἑκάστου λέγοντος ὅπερ οἶδε, μόγις ἐπαξίως ἡ περὶ ἐκείνου γένηται διήγησις. Ἐβουλό‐
μην γὰρ οὖν, δεξάμενος ὑμῶν τὴν ἐπιστολὴν, μετα‐837

26

.

840

πέμψασθαί τινας τῶν μοναχῶν, τῶν μάλιστα πυκνό‐ τερον εἰωθότων πρὸς αὐτὸν παραγίνεσθαι· ὡς ἄν τι πλέον μαθὼν πληρέστερον ὑμῖν ἐπιστείλω· ἐπειδὴ δὲ γὰρ καὶ ὁ καιρὸς τῶν πλωΐμων συνέκλειε,
5καὶ ὁ γραμματοφόρος ἔσπευδε· διὰ τοῦτο ἅπερ αὐτός τε γινώσκω (πολλάκις γὰρ αὐτὸν ἑώρακα), καὶ ἃ μαθεῖν ἠδυνήθην παρ’ αὐτοῦ, ἀκολουθήσας αὐτῷ χρό‐ νον οὐκ ὀλίγον, καὶ ἐπιχέων ὕδωρ κατὰ χεῖρας αὐτοῦ, γράψαι τῇ εὐλαβείᾳ ὑμῶν ἐσπούδασα· παντα‐
10χοῦ τῆς ἀληθείας φροντίσας, ἵνα μήτε πλέον τις ἀκού‐ σας ἀπιστήσῃ, μήτε πάλιν ἐλάττονα τοῦ δέοντος μαθὼν, καταφρονήσῃ τοῦ ἀνδρός. Ἀντώνιος γένος μὲν ἦν Αἰγύπτιος, εὐγενῶν
δὲ γονέων καὶ περιουσίαν αὐτάρκη κεκτημένων, καὶ839

26

.

841

Χριστιανῶν αὐτῶν ὄντων, Χριστιανικῶς ἀνήγετο καὶ αὐτός. Καὶ παιδίον μὲν ὢν, ἐτρέφετο παρὰ τοῖς γο‐ νεῦσι, πλέον αὐτῶν καὶ τοῦ οἴκου μηδὲν ἕτερον γινώ‐ σκων· ἐπειδὴ δὲ καὶ αὐξήσας ἐγένετο παῖς, καὶ προ‐
5έκοπτε τῇ ἡλικίᾳ, γράμματα μὲν μαθεῖν οὐκ ἠνέσχετο, βουλόμενος ἐκτὸς εἶναι καὶ τῆς πρὸς τοὺς παῖδας συν‐ ηθείας· τὴν δὲ ἐπιθυμίαν πᾶσαν εἶχε, κατὰ τὸ γεγραμ‐ μένον περὶ τοῦ Ἰακὼβ, ὡς ἄπλαστος οἰκεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. Συνήγετο μέντοι μετὰ τῶν γονέων
10ἐν τῷ Κυριακῷ· καὶ οὔτε ὡς παῖς ἐῤῥᾳθύμει, οὔτε ὡς τῇ ἡλικίᾳ προκόπτων κατεφρόνει· ἀλλὰ καὶ τοῖς γονεῦσιν ὑπετάσσετο, καὶ τοῖς ἀναγνώσμασι προσ‐ έχων, τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐν ἑαυτῷ διετήρει. Οὔτε δὲ πάλιν ὡς παῖς ἐν μετρίᾳ περιουσίᾳ τυγχάνων
15ἠνώχλει τοῖς γονεῦσι ποικίλης καὶ πολυτελοῦς ἕνεκα τροφῆς, οὔτε τὰς ἐκ ταύτης ἡδονὰς ἐζήτει· μόνοις δὲ οἷς ηὕρισκεν ἠρκεῖτο, καὶ πλέον οὐδὲν ἐζήτει. Μετὰ δὲ τὸν θάνατον τῶν γονέων, αὐτὸς μόνος κατελείφθη μετὰ μιᾶς βραχυτάτης ἀδελφῆς· καὶ ἦν
20ἐτῶν ἐγγὺς δέκα καὶ ὀκτὼ, ἢ καὶ εἴκοσι γεγονὼς, αὐ‐ τός τε τῆς οἰκίας καὶ τῆς ἀδελφῆς ἐφρόντιζεν. Οὔπω δὲ μῆνες ἓξ παρῆλθον τοῦ θανάτου τῶν γονέων αὐ‐ τοῦ, καὶ κατὰ τὸ εἰωθὸς προερχόμενος εἰς τὸ Κυριακὸν, καὶ συνάγων ἑαυτοῦ τὴν διάνοιαν, ἐλογί‐
25ζετο περιπατῶν, πῶς οἱ μὲν ἀπόστολοι πάντα κατα‐ λιπόντες ἠκολούθησαν τῷ Σωτῆρι· οἱ δὲ ἐν ταῖς Πρά‐ ξεσι πωλοῦντες τὰ ἑαυτῶν ἔφερον καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, εἰς διάδοσιν τῶν χρείαν ἐχόντων, τίς τε καὶ πόση τούτοις ἐλπὶς ἐν οὐρανοῖς
30ἀπόκειται. Ταῦτα δὴ ἐνθυμούμενος, εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ συνέβη τότε τὸ Εὐαγγέλιον ἀναγι‐ νώσκεσθαι, καὶ ἤκουσε τοῦ Κυρίου λέγοντος τῷ πλου‐ σίῳ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησον πάντα τὰ ὑπάρχοντά σοι, καὶ δὸς πτωχοῖς,
35καὶ δεῦρο ἀκολούθει μοι, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς. Ὁ δὲ Ἀντώνιος, ὥσπερ θεόθεν ἐσχηκὼς
τὴν τῶν ἁγίων μνήμην, καὶ ὡς δι’ αὐτὸν γενομένου841

26

.

844

τοῦ ἀναγνώσματος, ἐξελθὼν εὐθὺς ἐκ τοῦ Κυρια‐ κοῦ, τὰς μὲν κτήσεις ἃς εἶχεν ἐκ προγόνων (ἄρουραι δὲ ἦσαν τριακόσιαι εὔφοροι καὶ πάνυ καλαὶ), ταύτας ἐχαρίσατο τοῖς ἀπὸ τῆς κώμης, ἵνα εἰς μηδ’ ὁτιοῦν
5ὀχλήσωσιν αὐτῷ τε καὶ τῇ ἀδελφῇ. Τὰ δὲ ἄλλα ὅσα ἦν αὐτοῖς κινητὰ, πάντα πωλήσας, καὶ συναγαγὼν ἀργύριον ἱκανὸν, δέδωκε τοῖς πτωχοῖς, τηρήσας ὀλίγα διὰ τὴν ἀδελφήν. Ὡς δὲ, πάλιν εἰσελθὼν εἰς τὸ Κυριακὸν, ἤκουσεν ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου λέγοντος, Μὴ
10μεριμνήσητε περὶ τῆς αὔριον, οὐκ ἀνασχόμενος ἔτι μένειν, ἐξελθὼν διέδωκε κἀκεῖνα τοῖς μετρίοις. Τὴν δὲ ἀδελφὴν παραθέμενος γνωρίμοις καὶ πισταῖς παρ‐ θένοις, δούς τε αὐτὴν εἰς Παρθενῶνα ἀνατρέφε‐ σθαι, αὐτὸς πρὸ τῆς οἰκίας ἐσχόλαζε λοιπὸν τῇ ἀσκή‐
15σει, προσέχων ἑαυτῷ καὶ καρτερικῶς ἑαυτὸν ἄγων. Οὔπω γὰρ ἦν οὕτως ἐν Αἰγύπτῳ συνεχῆ μονα‐ στήρια, οὐδ’ ὅλως ᾔδει μοναχὸς τὴν μακρὰν ἔρημον, ἕκαστος δὲ τῶν βουλομένων ἑαυτῷ προσέχειν οὐ μα‐ κρὰν τῆς ἰδίας κώμης καταμόνας ἠσκεῖτο. Ἦν
20τοίνυν ἐν τῇ πλησίον κώμῃ τότε γέρων, ἐκ νεότητος τὸν μονήρη βίον ἀσκήσας· τοῦτον ἰδὼν Ἀντώνιος, ἐζήλωσεν ἐν καλῷ· καὶ πρῶτον μὲν ἤρξατο καὶ αὐτὸς μένειν ἐν τοῖς πρὸ τῆς κώμης τόποις. Κἀκεῖθεν εἴ που τινὰ σπουδαῖον ἤκουεν, προερχόμενος ἐζήτει τοῦτον
25ὡς ἡ σοφὴ μέλισσα· καὶ οὐ πρότερον εἰς τὸν ἴδιον τόπον ἀνέκαμπτεν, εἰ μὴ τοῦτον ἑωράκει, καὶ ὥσπερ ἐφόδιόν τι τῆς εἰς ἀρετὴν ὁδοῦ παρ’ αὐτοῦ λα‐ βὼν, ἐπανῄει. Ἐκεῖ τοίνυν τὰς ἀρχὰς διατρίβων, τὴν διάνοιαν ἐστάθμιζεν, ὅπως πρὸς μὲν τὰ τῶν γονέων
30μὴ ἐπιστρέφηται, μηδὲ τῶν συγγενῶν μνημονεύῃ· ὅλον δὲ τὸν πόθον καὶ πᾶσαν τὴν σπουδὴν ἔχῃ περὶ τὸν τόνον τῆς ἀσκήσεως. Εἰργάζετο γοῦν ταῖς χερσὶν,
ἀκούσας· Ὁ δὲ ἀργὸς μηδὲ ἐσθιέτω· καὶ τὸ μὲν843

26

.

845

εἰς τὸν ἄρτον, τὸ δὲ εἰς τοὺς δεομένους ἀνήλισκε. Προσηύχετο δὲ συνεχῶς, μαθὼν, ὅτι δεῖ κατ’ ἰδίαν προσεύχεσθαι ἀδιαλείπτως. Καὶ γὰρ προσεῖχεν οὕτως τῇ ἀναγνώσει, ὡς μηδὲν τῶν γεγραμμένων ἀπ’ αὐτοῦ
5πίπτειν χαμαὶ, πάντα δὲ κατέχειν, καὶ λοιπὸν αὐτῷ τὴν μνήμην ἀντὶ βιβλίων γίνεσθαι.
9Οὕτω μὲν οὖν ἑαυτὸν ἄγων, ἠγαπᾶτο παρὰ
10πάντων ὁ Ἀντώνιος· αὐτὸς δὲ τοῖς σπουδαίοις, πρὸς οὓς ἀπήρχετο, γνησίως ὑπετάσσετο, καὶ καθ’ ἑαυτὸν ἑκάστου τὸ πλεονέκτημα τῆς σπουδῆς καὶ τῆς ἀσκή‐ σεως κατεμάνθανε· καὶ τοῦ μὲν τὸ χαρίεν, τοῦ δὲ τὸ πρὸς τὰς εὐχὰς σύντονον ἐθεώρει· καὶ ἄλλου μὲν τὸ
15ἀόργητον, ἄλλου δὲ τὸ φιλάνθρωπον κατενόει· καὶ τῷ μὲν ἀγρυπνοῦντι, τῷ δὲ φιλολογοῦντι προσεῖχε· καὶ τὸν μὲν ἐν καρτερίᾳ, τὸν δὲ ἐν νηστείαις καὶ χαμευνίαις ἐθαύμαζε· καὶ τοῦ μὲν τὴν πραότητα, τοῦ δὲ τὴν μακροθυμίαν παρετηρεῖτο· πάντων
20δὲ ὁμοῦ τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην ἐσημειοῦτο· καὶ οὕτω πεπληρωμέ‐ νος, ὑπέστρεφεν εἰς τὸν ἴδιον τοῦ ἀσκητηρίου τόπον· λοιπὸν αὐτὸς τὰ παρ’ ἑκάστου συνάγων εἰς ἑαυ‐ τὸν, καὶ σπουδάζων ἐν ἑαυτῷ τὰ πάντων δεικνύναι·
25καὶ γὰρ πρὸς τοὺς καθ’ ἡλικίαν ἴσους οὐκ ἦν φιλό‐ νεικος, ἢ μόνον ἵνα μὴ δεύτερος ἐκείνων ἐν τοῖς βελτίοσι φαίνηται· καὶ τοῦτο ἔπραττεν ὥστε μηδένα λυπεῖν, ἀλλὰ κἀκείνους ἐπ’ αὐτῷ χαίρειν. Πάντες μὲν οὖν οἱ ἀπὸ τῆς κώμης καὶ οἱ φιλόκαλοι,
30πρὸς οὓς εἶχε τὴν συνήθειαν, οὕτως αὐτὸν ὁρῶντες, ἐκάλουν θεοφιλῆ· καὶ οἱ μὲν ὡς υἱὸν, οἱ δὲ ὡς ἀδελ‐ φὸν ἠσπάζοντο. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος οὐκ ἤνεγ‐ κεν ὁρῶν ἐν νεωτέρῳ τοιαύτην πρόθεσιν. Ἀλλ’ οἷα
35μεμελέτηκε ποιεῖν, ἐπιχειρεῖ καὶ κατὰ τούτου πράτ‐845

26

.

848

τειν· καὶ τὸ μὲν πρῶτον ἐπείραζεν αὐτὸν ἀπὸ τῆς ἀσκήσεως καταγαγεῖν, ὑποβάλλων μνήμην τῶν κτη‐ μάτων, τῆς ἀδελφῆς τὴν κηδεμονίαν, τοῦ γένους τὴν οἰκειότητα, φιλαργυρίαν, φιλοδοξίαν, τροφῆς
5τὴν ποικίλην ἡδονὴν, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου, καὶ τέλος τὸ τραχὺ τῆς ἀρετῆς, καὶ ὡς πολὺς αὐτῆς ἐστιν ὁ πόνος· τοῦ τε σώματος τὴν ἀσθένειαν ὑπετίθετο, καὶ τοῦ χρόνου τὸ μῆκος. Καὶ ὅλως πο‐ λὺν ἤγειρεν αὐτῷ κονιορτὸν λογισμῶν ἐν τῇ διανοίᾳ,
10θέλων αὐτὸν ἀποσχοινίσαι τῆς ὀρθῆς προαιρέσεως. Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν τοῦ Ἀντωνίου πρόθεσιν, καὶ μᾶλλον ἑαυτὸν κα‐ ταπαλαιόμενον ὑπὸ τῆς ἐκείνου στεῤῥότητος, καὶ ἀνατρεπόμενον τῇ πολλῇ πίστει, καὶ πίπτοντα ταῖς
15συνεχέσιν Ἀντωνίου προσευχαῖς· τότε δὴ τοῖς ἐπ’ ὀμφαλοῦ γαστρὸς ὅπλοις ἑαυτοῦ θαῤῥῶν, καὶ καυχώμενος ἐπὶ τούτοις (ταῦτα γάρ ἐστιν αὐτοῦ τὰ πρῶτα κατὰ τῶν νεωτέρων ἔνεδρα), προσέρχεται κατὰ τοῦ νεωτέρου, νυκτὸς μὲν αὐτὸν θορυβῶν, μεθ’ ἡμέ‐
20ραν δὲ οὕτως ἐνοχλῶν, ὡς καὶ τοὺς ὁρῶντας αἰσθέ‐ σθαι τὴν γινομένην ἀμφοτέρων πάλην. Ὁ μὲν γὰρ ὑπέβαλλε λογισμοὺς ῥυπαροὺς, ὁ δὲ ταῖς εὐχαῖς ἀν‐ έτρεπε τούτους· καὶ ὁ μὲν ἐγαργάλιζεν, ὁ δὲ, ὡς ἐρυ‐ θριᾷν δοκῶν, τῇ πίστει καὶ ταῖς εὐχαῖς καὶ νη‐
25στείαις ἐτείχιζε τὸ σῶμα· καὶ ὁ μὲν διάβολος ὑπέμε‐ νεν ὁ ἄθλιος καὶ ὡς γυνὴ σχηματίζεσθαι νυκτὸς, καὶ πάντα τρόπον μιμεῖσθαι, μόνον ἵνα τὸν Ἀντώνιον ἀπατήσῃ· ὁ δὲ τὸν Χριστὸν ἐνθυμούμενος, καὶ τὴν δι’ αὐτὸν εὐγένειαν, καὶ τὸ νοερὸν τῆς ψυχῆς λογι‐
30ζόμενος, ἀπεσβέννυε τὸν ἄνθρακα τῆς ἐκείνου πλά‐ νης. Πάλιν τε ὁ μὲν ἐχθρὸς ὑπέβαλλε τὸ λεῖον τῆς ἡδονῆς· ὁ δὲ, ὀργιζομένῳ καὶ λυπουμένῳ ἐοικὼς, τὴν ἀπειλὴν τοῦ πυρὸς καὶ τοῦ σκώληκος τὸν πόνον ἐν‐ εθυμεῖτο· καὶ ἀντιτιθεὶς ταῦτα, διέβαινε τούτων ἀβλα‐
35βής. Ἦν δὲ ταῦτα πάντα πρὸς αἰσχύνην γινόμενα τοῦ847

26

.

849

ἐχθροῦ. Ὁ γὰρ νομίσας ὅμοιος γενέσθαι Θεῷ ὑπὸ νεανίσκου νῦν ἐπαίζετο· καὶ ὁ σαρκὸς καὶ αἵμα‐ τος κατακαυχώμενος ὑπὸ ἀνθρώπου σάρκα φοροῦντος ἀνετρέπετο. Συνήργει γὰρ ὁ Κύριος αὐτῷ, ὁ σάρκα
5δι’ ἡμᾶς φορέσας, καὶ τῷ σώματι δοὺς τὴν κατὰ τοῦ διαβόλου νίκην· ὥστε τῶν ὄντως ἀγωνιζομένων ἕκαστον λέγειν· «Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί.» Τέλος γοῦν, ὡς οὐκ ἠδυνήθη τὸν Ἀντώνιον οὐδ’ ἐν τούτῳ καταβαλεῖν ὁ δράκων, ἀλλὰ καὶ ἔβλε‐
10πεν ἑαυτὸν ἐξωθούμενον ἀπὸ τῆς καρδίας αὐτοῦ, τρίζων τοὺς ὀδόντας, κατὰ τὸ γεγραμμένον, καὶ ὥσπερ ἐξιστάμενος, οἷός ἐστι τὸν νοῦν, τοιοῦτος ὕστερον καὶ τῇ φαντασίᾳ μέλας αὐτῷ φαίνεται παῖς· καὶ ὥσπερ ὑποπίπτων, οὐκέτι μὲν λογισμοῖς ἐπέβαι‐
15νεν (ἐκβέβλητο γὰρ ὁ δόλιος), λοιπὸν δὲ ἀνθρω‐ πίνῃ χρώμενος φωνῇ, ἔλεγε· Πολλοὺς μὲν ἠπάτησα, καὶ πλείστους κατέβαλον· νῦν δὲ, ὡς ἐπὶ πολλοῖς καὶ ἐπὶ σοὶ καὶ τοῖς σοῖς πόνοις προσβαλὼν, ἠσθένησα. Εἶτα τοῦ Ἀντωνίου πυθομένου· Τίς εἶ σὺ ὁ τοιαῦτα
20λαλῶν παρ’ ἐμοί; εὐθὺς ἐκεῖνος οἰκτρὰς ἠφίει φω‐ νάς· Ἐγὼ τῆς πορνείας εἰμὶ φίλος· ἐγὼ τὰ εἰς ταύτην ἔνεδρα, καὶ τοὺς ταύτης γαργαλισμοὺς κατὰ τῶν νέων ἀνεδεξάμην, καὶ πνεῦμα πορνείας κέκλη‐ μαι. Πόσους θέλοντας σωφρονεῖν ἠπάτησα! Πόσους
25ἐγκρατευομένους μετέπεισα γαργαλίζων! Ἐγώ εἰμι δι’ ὃν καὶ ὁ προφήτης μέμφεται τοὺς πεσόντας, λέγων· Πνεύματι πορνείας ἐπλανήθητε· δι’ ἐμοῦ γὰρ ἦσαν ἐκεῖνοι σκελισθέντες. Ἐγώ εἰμι ὁ πολλάκις σοι ὀχλήσας, καὶ τοσαυτάκις ἀνατραπεὶς παρὰ σοῦ.
30Ὁ δὲ Ἀντώνιος εὐχαριστήσας τῷ Κυρίῳ, καὶ κατα‐ θαῤῥήσας αὐτοῦ, φησὶ πρὸς αὐτόν· Πολὺ τοίνυν
εὐκαταφρόνητος τυγχάνεις· καὶ γὰρ μέλας εἶ τὸν849

26

.

852

νοῦν, καὶ ὡς παῖς ἀσθενής· οὐδὲ μία μοι λοιπόν ἐστι φροντὶς περὶ σοῦ· Κύριος γὰρ ἐμοὶ βοηθὸς, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. Ταῦτα ἀκούσας ὁ μέλας ἐκεῖνος, εὐθὺς ἔφυγε καταπτήξας τὰς φωνὰς,
5καὶ φοβηθεὶς ἔτι κἂν ἐγγίσαι τῷ ἀνδρί. Τοῦτο πρῶτον ἆθλον Ἀντωνίου γέγονε κατὰ τοῦ διαβόλου· μᾶλλον δὲ τοῦ Σωτῆρος καὶ τοῦτο γέ‐ γονεν ἐν τῷ Ἀντωνίῳ τὸ κατόρθωμα, τοῦ τὴν ἁμαρτίαν κατακρίναντος ἐν τῇ σαρκὶ, ἵνα τὸ δι‐
10καίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Ἀλλ’ οὔτε Ἀντώνιος, ὡς ὑποπεσόντος τοῦ δαίμονος, ἠμέλει λοιπὸν καὶ κατεφρόνει ἑαυτοῦ· οὔτε ὁ ἐχθρὸς, ὡς ἡττηθεὶς, ἐπαύετο τοῦ ἐνεδρεύειν. Περιήρχετο
15γὰρ πάλιν ὡς λέων, ζητῶν τινα πρόφασιν κατ’ αὐ‐ τοῦ. Ὁ δὲ Ἀντώνιος, μαθὼν ἐκ τῶν Γραφῶν πολλὰς εἶναι τὰς μεθοδείας τοῦ ἐχθροῦ, συντόνως ἐκέχρητο τῇ ἀσκήσει, λογιζόμενος, ὅτι, εἰ καὶ μὴ ἴσχυσε τὴν καρδίαν ἐν ἡδονῇ σώματος ἀπατῆσαι, πειράσει πάν‐
20τως δι’ ἑτέρας ἐνεδρεῦσαι μεθόδου· ἔστι γὰρ φιλ‐ αμαρτήμων ὁ δαίμων. Μᾶλλον οὖν καὶ μᾶλλον ὑπ‐ επίαζε τὸ σῶμα καὶ ἐδουλαγώγει, μήπως, ἐν ἄλλοις νικήσας, ἐν ἄλλοις ὑποσυρῇ. Βουλεύεται τοίνυν σκληροτέραις ἀγωγαῖς ἑαυτὸν ἐθίζειν. Καὶ πολλοὶ
25μὲν ἐθαύμαζον, αὐτὸς δὲ ῥᾷον τὸν πόνον ἔφερεν· ἡ γὰρ προθυμία τῆς ψυχῆς, πολὺν χρόνον ἐμμείνασα, ἕξιν ἀγαθὴν ἐνειργάζετο ἐν αὐτῷ· ὥστε καὶ μικρὰν πρόφασιν λαμβάνοντα παρ’ ἑτέρων, πολλὴν εἰς τοῦτο τὴν σπουδὴν ἐνδείκνυσθαι· ἠγρύπνει γὰρ το‐
30σοῦτον, ὡς πολλάκις καὶ ὅλην τὴν νύκτα διατελεῖν αὐτὸν ἄϋπνον· καὶ τοῦτο δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ πλειστάκις ποιῶν ἐθαυμάζετο. Ἤσθιέ τε ἅπαξ τῆς ἡμέρας μετὰ δύσιν ἡλίου· ἦν δ’ ὅτε καὶ διὰ δύο, πολ‐
λάκις δὲ καὶ διὰ τεσσάρων μετελάμβανε. Καὶ851

26

.

853

ἦν αὐτῷ ἡ τροφὴ ἄρτος καὶ ἅλας· καὶ τὸ ποτὸν ὕδωρ μόνον. Περὶ γὰρ κρεῶν καὶ οἴνου περιττόν ἐστι καὶ λέγειν· ὅπου γε οὐδὲ παρὰ τοῖς ἄλλοις σπου‐ δαίοις ηὑρίσκετό τι τοιοῦτον. Εἰς δὲ τὸν ὕπνον ἠρκεῖτο
5ψιαθίῳ· τὸ δὲ πλεῖστον καὶ ἐπὶ γῆς μόνης κατέκειτο. Ἀλείφεσθαι δὲ ἐλαίῳ παρῃτεῖτο, λέγων μᾶλλον πρέ‐ πειν τοὺς νεωτέρους ἐκ προθυμίας ἔχειν τὴν ἄσκη‐ σιν, καὶ μὴ ζητεῖν τὰ χαυνοῦντα τὸ σῶμα· ἀλλὰ καὶ ἐθίζειν αὐτὸ τοῖς πόνοις, λογιζομένους τὸ τοῦ Ἀπο‐
10στόλου ῥητόν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Τότε γὰρ ἔλεγεν ἰσχύειν τῆς ψυχῆς τὸν τόνον, ὅταν αἱ τοῦ σώματος ἀσθενῶσιν ἡδοναί. Καὶ ἦν αὐτῷ πα‐ ράδοξος ὄντως καὶ οὗτος ὁ λογισμός· οὐ γὰρ ἠξίου χρόνῳ μετρεῖν τὴν τῆς ἀρετῆς ὁδὸν, οὐδὲ τὴν δι’ αὐ‐
15τὴν ἀναχώρησιν, ἀλλὰ πόθῳ καὶ τῇ προαιρέσει. Αὐτὸς γοῦν οὐκ ἐμνημόνευε τοῦ παρελθόντος χρόνου· ἀλλὰ καθ’ ἡμέραν, ὡς ἀρχὴν ἔχων τῆς ἀσκήσεως, μείζω τὸν πόνον εἶχεν εἰς προκοπὴν, ἐπιλέγων ἑαυτῷ τὸ τοῦ Παύλου ῥητὸν συνεχῶς· Τῶν ὄπισθεν
20ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινό‐ μενος· μνημονεύων τε καὶ τῆς φωνῆς τοῦ προφήτου Ἠλίου λέγοντος· Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον. Παρετηρεῖτο γὰρ, ὅτι, σήμερον λέγων, οὐκ ἐμέτρει τὸν παρελθόντα χρόνον· ἀλλ’ ὡς
25ἀρχὴν ἀεὶ καταβαλλόμενος, καθ’ ἡμέραν ἐσπούδα‐ ζεν ἑαυτὸν παριστάνειν τοιοῦτον, οἷον χρὴ φαίνεσθαι τῷ Θεῷ, καθαρὸν τῇ καρδίᾳ, καὶ ἕτοιμον ὑπακούειν τῷ βουλήματι αὐτοῦ, καὶ μηδενὶ ἄλλῳ. Ἔλεγε δὲ ἐν ἑαυτῷ, δεῖν τὸν ἀσκητὴν ἐκ τῆς πολιτείας τοῦ
30μεγάλου Ἠλίου καταμανθάνειν, ὡς ἐν ἐσόπτρῳ τὸν ἑαυτοῦ βίον ἀεί. Οὕτω δὴ οὖν συσφίγξας ἑαυτὸν ὁ Ἀντώνιος, ἀπήρχετο εἰς τὰ μακρὰν τῆς κώμης τυγχάνοντα μνήματα, καὶ παραγγείλας ἑνὶ τῶν γνωρίμων δι’
35ἡμερῶν πολλῶν αὐτῷ κομίζειν τὸν ἄρτον, αὐτὸς εἰσ‐
ελθὼν εἰς ἓν τῶν μνημάτων, καὶ κλείσαντος ἐκείνου853

26

.

856

κατ’ αὐτοῦ τὴν θύραν, ἔμενε μόνος ἔνδον. Ἔνθα δὴ μὴ φέρων ὁ ἐχθρὸς, ἀλλὰ μὴν καὶ φοβούμενος, μὴ κατ’ ὀλίγον καὶ τὴν ἔρημον ἐμπλήσῃ τῆς ἀσκή‐ σεως· προσελθὼν ἐν μιᾷ νυκτὶ μετὰ πλήθους
5δαιμόνων, τοσοῦτον αὐτὸν ἔκοψε πληγαῖς, ὡς καὶ ἄφωνον αὐτὸν ἀπὸ τῶν βασάνων κεῖσθαι χαμαί· δι‐ εβεβαιοῦτο γὰρ οὕτω σφοδροὺς γεγενῆσθαι τοὺς πό‐ νους, ὡς λέγειν μὴ δύνασθαι τὰς παρὰ ἀνθρώπων πληγὰς τοιαύτην ποτὲ βάσανον ἐμποιῆσαι. Θεοῦ δὲ
10προνοίᾳ (οὐ γὰρ παρορᾷ Κύριος τοὺς ἐλπίζοντας ἐπ’ αὐτὸν), τῇ ἑξῆς παραγίνεται ὁ γνώριμος, κομί‐ ζων τοὺς ἄρτους αὐτῷ· ἀνοίξας τε τὴν θύραν, καὶ τοῦτον ἰδὼν χαμαὶ κείμενον ὡς νεκρὸν, βαστά‐ σας ἔφερεν εἰς τὸ τῆς κώμης Κυριακὸν, καὶ τίθησιν
15ἐπὶ τῆς γῆς. Πολλοί τε τῶν συγγενῶν, καὶ οἱ ἀπὸ τῆς κώμης, παρεκαθέζοντο ὡς ἐπὶ νεκρῷ τῷ Ἀντωνίῳ. Περὶ δὲ τὸ μεσονύκτιον εἰς ἑαυτὸν ἐλθὼν ὁ Ἀντώ‐ νιος, καὶ διεγερθεὶς, ὡς εἶδε πάντας κοιμωμένους, καὶ μόνον τὸν γνώριμον γρηγοροῦντα, νεύσας ἥκειν αὐτὸν πρὸς αὐτὸν, ἠξίου πάλιν αὐτὸν βαστά‐
20σαι καὶ ἀποφέρειν εἰς τὰ μνήματα, μηδένα ἐξυπνίσαντα. Ἀπηνέχθη οὖν παρὰ τοῦ ἀνδρὸς, καὶ συνήθως τῆς θύρας κεκλεισμένης, ἔνδον ἦν πάλιν μόνος. Καὶ στήκειν μὲν οὐκ ἴσχυε διὰ τὰς πληγάς· ἀνακεί‐ μενος δὲ ηὔχετο. Καὶ μετὰ τὴν εὐχὴν ἔλεγε μετὰ
25κραυγῆς· Ὧδέ εἰμι ἐγὼ Ἀντώνιος· οὐ φεύγω τὰς παρ’ ὑμῶν πληγάς. Κἂν γὰρ πλείονας ποιήσητε, οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Εἶτα καὶ ἔψαλλεν· Ἐὰν παρατάξηται ἐπ’ ἐμὲ παρεμ‐ βολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. Ὁ μὲν οὖν
30ἀσκητὴς ἐφρόνει καὶ ἔλεγε ταῦτα· ὁ δὲ μισόκαλος. ἐχθρὸς, θαυμάσας, ὅτι καὶ μετὰ τὰς πληγὰς ἐθάῤῥησεν ἐλθεῖν, συγκαλέσας αὐτοῦ τοὺς κύνας, καὶ διαῤῥηγνύμενος, ἔφη· Ὁρᾶτε ὅτι οὐ πνεύματι πορ‐ νείας, οὐ πληγαῖς ἐπαύσαμεν τοῦτον· ἀλλὰ καὶ θρασύ‐
35νεται καθ’ ἡμῶν· προσέλθωμεν ἄλλως αὐτῷ. Εὔκολον855

26

.

857

δὲ τῷ διαβόλῳ τὰ εἰς κακίαν σχήματα. Τότε δὴ οὖν ἐν τῇ νυκτὶ κτύπον μὲν τοιοῦτον ποιοῦσιν, ὡς δοκεῖν πάντα τὸν τόπον ἐκεῖνον σείεσθαι· τοὺς δὲ τοῦ οἰκίσκου τέσσαρας τοίχους ὥσπερ ῥήξαντες οἱ δαίμο‐
5νες, ἔδοξαν δι’ αὐτῶν ἐπεισέρχεσθαι, μετασχημα‐ τισθέντες εἰς θηρίων καὶ ἑρπετῶν φαντασίαν· καὶ ἦν ὁ τόπος εὐθὺς πεπληρωμένος φαντασίας λεόν‐ των, ἄρκτων, λεοπάρδων, ταύρων, καὶ ὄφεων, ἀσπί‐ δων, καὶ σκορπίων, καὶ λύκων. Καὶ ἕκαστον μὲν
10τούτων ἐκίνει κατὰ τὸ ἴδιον σχῆμα. Ὁ λέων ἔβρυχε, θέλων ἐπελθεῖν, ὁ ταῦρος ἐδόκει κερατίζειν, ὁ ὄφις ἕρπων οὐκ ἔφθανε, καὶ ὁ λύκος ὁρμῶν ἐπεί‐ χετο· καὶ ὅλως πάντων ὁμοῦ ἦσαν τῶν φαινομένων οἱ ψόφοι δεινοὶ, καὶ οἱ θυμοὶ χαλεποί. Ὁ δὲ Ἀντώ‐
15νιος, μαστιζόμενος καὶ κεντούμενος παρ’ αὐτῶν, ᾔσθετο μὲν δεινοτέρου πόνου σωματικοῦ. Ἀτρέ‐ μας καὶ μᾶλλον τῇ ψυχῇ γρηγορῶν ἀνέκειτο· καὶ ἔστενε μὲν διὰ τὸν τοῦ σώματος πόνον· νήφων δὲ τῇ διανοίᾳ καὶ ὥσπερ χλευάζων, ἔλεγεν· Εἰ δύναμίς τις
20ἦν ἐν ὑμῖν, ἤρκει καὶ μόνον ἕνα ἐξ ὑμῶν ἐλθεῖν· ἐπειδὴ δὲ ἐξενεύρωσεν ὑμᾶς ὁ Κύριος, διὰ τοῦτο κἂν τῷ πλήθει πειράζετέ πως ἐκφοβεῖν· γνώρισμα τῆς ἀσθενείας ὑμῶν τὸ τὰς ἀλόγων ὑμᾶς μιμεῖσθαι μορ‐ φάς. Θαῤῥῶν γοῦν πάλιν ἔλεγεν· Εἰ δύνασθε καὶ
25ἐξουσίαν ἐλάβετε κατ’ ἐμοῦ, μὴ μέλλετε, ἀλλ’ ἐπί‐ βητε· εἰ δὲ μὴ δύνασθε, τί μάτην ταράσσεσθε; Σφρα‐ γὶς γὰρ ἡμῖν καὶ τεῖχος εἰς ἀσφάλειαν ἡ εἰς τὸν Κύριον ἡμῶν πίστις. Πολλὰ τοίνυν ἐπιχειρήσαντες, ἔτριζον κατ’ αὐτοῦ τοὺς ὀδόντας, ὅτι μᾶλλον ἔπαιζον
30ἑαυτοὺς, καὶ οὐκ ἐκεῖνον.857

26

.

860

Ὁ δὲ Κύριος οὐδὲ ἐν τούτῳ ἐπελάθετο τῆς ἀθλήσεως Ἀντωνίου, ἀλλ’ εἰς ἀντίληψιν αὐτοῦ παρα‐ γέγονεν. Ἀναβλέψας γοῦν, εἶδε τὴν στέγην ὥσπερ διανοιγομένην, καὶ ἀκτῖνά τινα φωτὸς κατ‐
5ερχομένην πρὸς αὐτόν. Καὶ οἱ μὲν δαίμονες ἐξαίφνης ἄφαντοι γεγόνασιν· ὁ δὲ πόνος τοῦ σώματος εὐθὺς ἐπέπαυτο, καὶ ὁ οἶκος πάλιν ἦν ὁλόκληρος. Ὁ δὲ Ἀντώνιος, αἰσθόμενος τῆς ἀντιλήψεως, καὶ πλέον ἀναπνεύσας, κουφισθείς τε τῶν πόνων, ἐδέετο τῆς
10φανείσης ὀπτασίας, λέγων· Ποῦ ἦς; διὰ τί μὴ ἐξ ἀρχῆς ἐφάνης, ἵνα μου τὰς ὀδύνας παύσῃς; Καὶ φωνὴ γέγονε πρὸς αὐτόν· Ἀντώνιε, ὧδε ἤμην, ἀλλὰ περιέμενον ἰδεῖν τὸ σὸν ἀγώνισμα. Ἐπεὶ οὖν ὑπέμεινας, καὶ οὐχ ἡττήθης, ἔσομαί σοι ἀεὶ
15βοηθὸς, καὶ ποιήσω σε ὀνομαστὸν πανταχοῦ γενέ‐ σθαι. Ταῦτα ἀκούσας, ἀναστὰς ηὔχετο· καὶ τοσοῦτον ἴσχυσεν, ὡς αἰσθέσθαι αὐτὸν, ὅτι πλείονα δύναμιν ἔσχεν ἐν τῷ σώματι μᾶλλον, ἧς εἶχε τὸ πρότερον. Ἦν δὲ τότε λοιπὸν ἐγγὺς τριάκοντα καὶ πέντε ἐτῶν.
20 Τῇ δὲ ἑξῆς προελθὼν, ἔτι μᾶλλον προθυμό‐ τερος ἦν εἰς τὴν θεοσέβειαν, καὶ γενόμενος πρὸς τὸν γέροντα τὸν παλαιὸν ἐκεῖνον, ἠξίου τὴν ἔρημον οἰκῆ‐ σαι σὺν αὐτῷ. Τοῦ δὲ παραιτησαμένου διά τε τὴν ἡλικίαν, καὶ διὰ τὸ μηδέπω εἶναι τοιαύτην συν‐
25ήθειαν, εὐθὺς αὐτὸς ὥρμησεν εἰς τὸ ὄρος. Ἀλλὰ καὶ πάλιν ὁ ἐχθρὸς, βλέπων αὐτοῦ τὴν σπουδὴν καὶ θέ‐ λων ἐμποδίσαι ταύτην, ὑπέβαλεν ἐν ταῖς ὁδοῖς ἀργυροῦ δίσκου μεγάλου φαντασίαν. Ἀντώνιος δὲ, συνεὶς τοῦ μισοκάλου τὴν τέχνην, ἔστη, καὶ τῷ
30δίσκῳ βλέπων, τὸν ἐν αὐτῷ διάβολον ἤλεγχε λέγων· Πόθεν ἐν ἐρήμῳ δίσκος; Οὐκ ἔστιν ἡ ὁδὸς αὕτη τε‐ τριμμένη, οὐδέ ἐστιν ἴχνος ὁδευσάντων ὧδέ τινων· ἐκπεσὼν οὐκ ἠδύνατο λαθεῖν μέγιστος ὤν. Ἀλλὰ καὶ ὁ ἀπολέσας, ἀναστρέψας καὶ ζητήσας εὗρεν ἂν διὰ
35τὸ ἔρημον εἶναι τὸν τόπον. Τοῦτο τέχνη τοῦ διαβό‐859

26

.

861

λου γέγονεν. Οὐκ ἐμποδίσεις ἐν τούτῳ μου τὴν προ‐ θυμίαν, διάβολε. Τοῦτο γὰρ σὺν σοὶ εἴη εἰς ἀπ‐ ώλειαν. Καὶ τοῦτο τοῦ Ἀντωνίου λέγοντος, ἐξέλιπεν ἐκεῖνος, ὡσεὶ καπνὸς ἀπὸ προσώπου πυρός.
5 Εἶτα πάλιν οὐκ ἔτι φαντασίαν, ἀληθινὸν δὲ χρυσὸν ἐῤῥιμμένον ἐν ταῖς ὁδοῖς ἑώρακεν ἀπερχόμε‐ νος. Εἴτε δὲ τοῦ ἐχθροῦ δείξαντος, εἴτε τινὸς κρείτ‐ τονος δυνάμεως γυμναζούσης τὸν ἀθλητὴν, καὶ δει‐ κνυούσης τῷ διαβόλῳ, ὅτι μηδὲ τῶν ἀληθῶς φροντί‐
10ζει χρημάτων· οὔτε αὐτὸς ἀπήγγειλεν, οὔτε ἡμεῖς ἔγνωμεν, πλὴν ὅτι χρυσὸς ἦν ὁ φαινόμενος. Ὁ δὲ Ἀντώνιος τὸ μὲν πλῆθος ἐθαύμασεν, ὡς δὲ πῦρ ὑπερβὰς, οὕτως αὐτὸν παρῆλθεν ὡς μηδὲ στρα‐ φῆναι· ἀλλὰ καὶ δρόμῳ σπουδάσαι τοσοῦτον, ὥστε
15κρύψαι καὶ λαθεῖν τὸν τόπον. Μᾶλλον οὖν καὶ μᾶλ‐ λον ἐπιτείνας τὴν πρόθεσιν, ὥρμησεν εἰς τὸ ὄρος. Καὶ παρεμβολὴν ἔρημον, καὶ διὰ τὸν χρόνον μεστὴν ἑρπετῶν εὑρὼν εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἐκεῖ μετ‐ έθηκεν ἑαυτὸν, καὶ ᾤκησεν ἐν αὐτῇ. Τὰ μὲν οὖν
20ἑρπετὰ, ὥσπερ τινὸς διώκοντος, εὐθὺς ἀνεχώρησαν· αὐτὸς δὲ, τὴν εἴσοδον ἀναφράξας, καὶ ἄρτους εἰς μῆ‐ νας ἒξ ἀποθέμενος (ποιοῦσι δὲ τοῦτο Θηβαῖοι, καὶ πολλάκις μένουσι καὶ ὅλον ἐνιαυτὸν ἀβλαβεῖς), ἔχων ἔνδον ὕδωρ, ὥσπερ ἐν ἀδύτοις ἐγκαταδυόμενος
25μόνος ἔμενεν ἔνδον, μήτε αὐτὸς προϊὼν, μήτε τινὰ τῶν ἐρχομένων βλέπων. Αὐτὸς μὲν οὖν πολὺν χρόνον οὕτω συνῆψεν ἀσκούμενος· κατ’ ἐνιαυτὸν μόνον ἄνω‐ θεν ἀπὸ τοῦ δώματος δεύτερον δεχόμενος τοὺς ἄρ‐ τους
30 Οἱ δὲ πρὸς αὐτὸν ἐρχόμενοι τῶν γνωρίμων, ἐπεὶ μὴ συνεχώρει τούτους εἰσελθεῖν, ἔξω πολλάκις ἡμέρας καὶ νύκτας ποιοῦντες, ἤκουον ὡς ὄχλων ἔν‐ δον θορυβούντων, κτυπούντων, φωνὰς ἀφιέντων οἰ‐ κτρὰς, καὶ κραζόντων· Ἀπόστα τῶν ἡμετέρων· τί
35σοὶ καὶ τῇ ἐρήμῳ; οὐ φέρεις ἡμῶν τὴν ἐπιβου‐ λήν. Τὴν μὲν οὖν ἀρχὴν εἶναί τινας σὺν αὐτῷ μαχο‐ μένους ἀνθρώπους, καὶ τούτους διὰ κλιμάκων εἰσ‐ εληλυθέναι πρὸς αὐτὸν ἐνόμιζον οἱ ἔξωθεν· ὡς δὲ διά
τινος τρυμαλιᾶς παρακύψαντες, οὐδένα ἔβλεπον, τότε861

26

.

864

δὴ λογισάμενοι δαίμονας εἶναι τούτους, καὶ φοβηθέν‐ τες αὐτοὶ, τὸν Ἀντώνιον ἐκάλουν. Ὁ δὲ μᾶλλον τού‐ των ἤκουεν, ἢ ἐκείνων ἐφρόντιζε. Καὶ προσελ‐ θὼν ἐγγὺς τῆς θύρας, παρεκάλει τοὺς ἀνθρώπους
5ἀναχωρεῖν καὶ μὴ φοβεῖσθαι· οὕτω γὰρ ἔλεγε τοὺς δαίμονας φαντασίας ποιεῖν κατὰ τῶν δειλιώντων. Ὑμεῖς οὖν σφραγίσατε ἑαυτοὺς, καὶ ἄπιτε θαῤῥοῦν‐ τες· καὶ τούτους ἄφετε παίζειν ἑαυτοῖς. Οἱ μὲν οὖν ἀπήρχοντο τετειχισμένοι τῷ σημείῳ τοῦ σταυροῦ.
10Ὁ δὲ ἔμενε, καὶ οὐδὲν ἐβλάπτετο παρ’ αὐτῶν· ἀλλ’ οὐδὲ ἔκαμνεν ἀγωνιζόμενος· ἡ γὰρ προσθήκη τῶν γινομένων αὐτῷ τῶν ἄνω θεωρημάτων, καὶ ἡ τῶν ἐχθρῶν ἀσθένεια, πολλὴν αὐτῷ τῶν πόνων ἀνάπαυ‐ λαν παρείχετο, καὶ εἰς πλείονα προθυμίαν παρ‐
15εσκεύαζε. Καὶ γὰρ συνεχῶς παρέβαλλον οἱ γνώρι‐ μοι, νομίζοντες εὑρίσκειν αὐτὸν νεκρὸν, καὶ ἤκουον αὐτοῦ ψάλλοντος· Ἀναστήτω, ὁ Θεὸς, καὶ δια‐ σκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέ‐ τωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν.
20Ὡς ἐκλείπει καπνὸς, ἐκλειπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ· καὶ πάλιν· Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εἴκοσι τοίνυν ἐγγὺς ἔτη διετέλεσεν, οὕτω καθ’
25ἑαυτὸν ἀσκούμενος, οὔτε προϊὼν, οὔτε παρά τινων συνεχῶς βλεπόμενος. Μετὰ δὲ ταῦτα, πολλῶν ποθούν‐ των καὶ θελόντων αὐτοῦ τὴν ἄσκησιν ζηλῶσαι, ἄλλων τε γνωρίμων ἐλθόντων, καὶ βίᾳ τὴν θύραν καταβαλόντων καὶ ἐξεωσάντων· προῆλθεν ὁ Ἀντώνιος
30ὥσπερ ἔκ τινος ἀδύτου μεμυσταγωγημένος καὶ θεο‐ φορούμενος· καὶ τότε πρῶτον ἀπὸ τῆς παρεμ‐ βολῆς ἐφάνη τοῖς ἐλθοῦσι πρὸς αὐτόν. Ἐκεῖνοι μὲν οὖν, ὡς εἶδον, ἐθαύμαζον ὁρῶντες αὐτοῦ τό τε σῶμα τὴν αὐτὴν ἕξιν ἔχον, καὶ μήτε πιανθὲν, ὡς ἀγύμνα‐
35στον, μήτε ἰσχνωθὲν ὡς ἀπὸ νηστειῶν καὶ μά‐863

26

.

865

χης δαιμόνων· τοιοῦτος γὰρ ἦν, οἶον καὶ πρὸ τῆς ἀναχωρήσεως ᾔδεισαν αὐτόν· τῆς δὲ ψυχῆς πάλιν κα‐ θαρὸν τὸ ἦθος· οὔτε γὰρ ὡς ὑπὸ ἀνίας συνεσταλμέ‐ νον ἦν, οὔτε ὑφ’ ἡδονῆς διακεχυμένον, οὔτε ὑπὸ
5γέλωτος ἢ κατηφείας συνεχόμενον· οὔτε γὰρ ἑωρακὼς τὸν ὄχλον ἐταράχθη, οὔτε ὡς ὑπὸ τοσούτων κατασπα‐ ζόμενος ἐγεγήθει· ἀλλ’ ὅλος ἦν ἴσος, ὡς ὑπὸ τοῦ λόγου κυβερνώμενος, καὶ ἐν τῷ κατὰ φύσιν ἑστώς. Πολλοὺς γοῦν τῶν παρόντων τὰ σώματα πάσχοντας
10ἐθεράπευσεν ὁ Κύριος δι’ αὐτοῦ· καὶ ἄλλους ἀπὸ δαι‐ μόνων ἐκαθάρισε. Χάριν τε ἐν τῷ λαλεῖν ἐδίδου τῷ Ἀντωνίῳ· καὶ οὕτω πολλοὺς μὲν λυπουμένους παρ‐ εμυθεῖτο, ἄλλους δὲ μαχομένους διήλλαττεν εἰς φι‐ λίαν· πᾶσιν ἐπιλέγων μηδὲν τῶν ἐν τῷ κόσμῳ προ‐
15κρίνειν τῆς εἰς Χριστὸν ἀγάπης. Διαλεγόμενος δὲ καὶ παραινῶν μνημονεύειν περὶ τῶν μελλόντων ἀγαθῶν καὶ τῆς εἰς ἡμᾶς γενομένης τοῦ Θεοῦ φιλαν‐ θρωπίας, ὃς οὐκ ἐφείσατο τοῦ ἰδίου Υἱοῦ, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν· ἔπεισε πολ‐
20λοὺς αἱρήσασθαι τὸν μονήρη βίον· καὶ οὕτω λοιπὸν γέγονε καὶ ἐν τοῖς ὄρεσι μοναστήρια, καὶ ἡ ἔρημος ἐπολίσθη ὑπὸ μοναχῶν, ἐξελθόντων ἀπὸ τῶν ἰδίων, καὶ ἀπογραψαμένων τὴν ἐν τοῖς οὐρανοῖς πο‐ λιτείαν. Χρείας δὲ γενομένης διελθεῖν αὐτὸν τὴν τοῦ
25Ἀρσενοΐτου διώρυγα (χρεία δὲ ἦν ἡ τῶν ἀδελφῶν ἐπίσκεψις), πλήρης ἦν ἡ διώρυξ κροκοδείλων. Καὶ μόνον εὐξάμενος, ἐνέβη αὐτός τε καὶ πάντες οἱ σὺν αὐτῷ, καὶ διῆλθον ἀβλαβεῖς. Ὑποστρέψας δὲ εἰς τὸ μοναστήριον, τῶν αὐτῶν εἴχετο σεμνῶν καὶ νεανικῶν
30πόνων. Διαλεγόμενός τε συνεχῶς, τῶν μὲν ἤδη μο‐ ναχῶν τὴν προθυμίαν ηὔξανε, τῶν δὲ ἄλλων τοὺς πλείστους εἰς ἔρωτα τῆς ἀσκήσεως ἐκίνει, καὶ τα‐ χέως, ἕλκοντος τοῦ λόγου, πλεῖστα γέγονε μοναστή‐ ρια, καὶ πάντων αὐτῶν ὡς πατὴρ καθηγεῖτο.
35Μιᾷ γοῦν ἡμέρᾳ προελθὼν, καὶ πάντων τῶν
μοναχῶν ἐλθόντων πρὸς αὐτὸν, ἀξιούντων τε παρ’865

26

.

868

αὐτοῦ ἀκοῦσαι λόγον, ἔλεγεν αὐτοῖς τῇ Αἰγυπτιακῇ φωνῇ ταῦτα· Τὰς μὲν Γραφὰς ἱκανὰς εἶναι πρὸς δι‐ δασκαλίαν· ἡμᾶς δὲ καλὸν παρακαλεῖν ἀλλήλους ἐν τῇ πίστει, καὶ ἀλείφειν ἐν τοῖς λόγοις. Καὶ ὑμεῖς
5τοίνυν ὡς τέκνα φέρετε τῷ πατρὶ λέγοντες ἃ οἴδατε· κἀγὼ δὲ ὡς τῇ ἡλικίᾳ πρεσβύτερος ὑμῶν, ἃ οἶδα καὶ ὧν πεπείραμαι μεταδίδωμι. Ἔστω δὲ προηγουμένως κοινὴ πᾶσιν αὕτη σπουδὴ, ἀρξαμένους μὴ ὑπενδοῦ‐ ναι, μηδὲ ἐκκακεῖν ἐν τοῖς πόνοις, μηδὲ λέγειν· Ἐχρο‐
10νίσαμεν ἐν τῇ ἀσκήσει· ἀλλὰ μᾶλλον ὡς ἀρχόμενοι καθ’ ἡμέραν, τὴν προθυμίαν ἐπαυξήσωμεν. Ὅλος γὰρ ὁ τῶν ἀνθρώπων βίος βραχύτατός ἐστι, μετρού‐ μενος πρὸς τοὺς μέλλοντας αἰῶνας· ὥστε καὶ πάντα τὸν χρόνον ἡμῶν μηδὲν εἶναι πρὸς τὴν αἰώνιον ζωήν.
15Καὶ πᾶν μὲν πρᾶγμα ἐν τῷ κόσμῳ τοῦ ἀξίου πιπρά‐ σκεται, καὶ ἴσον ἴσῳ τις ἀντικαταλλάσσει· ἡ δὲ ἐπαγ‐ γελία τῆς αἰωνίου ζωῆς ὀλίγου τινὸς ἀγοράζεται. Γέγραπται γάρ· Αἱ ἡμέραι τῆς ζωῆς ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη, ἐὰν δὲ ἐν δυναστείαις,
20ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν, κόπος καὶ πόνος. Ὅταν τοίνυν πάντα τὰ ὀγδοήκοντα ἔτη, ἢ καὶ ἑκατὸν διαμείνωμεν ἐν τῇ ἀσκήσει, οὐκ ἴσα τοῖς ἑκατὸν ἔτεσι βασιλεύσομεν, ἀλλ’ ἀντὶ τῶν ἑκατὸν αἰῶνας αἰώνων βασιλεύσομεν· καὶ ἐπὶ γῆς ἀγωνισά‐
25μενοι, οὐκ ἐν γῇ κληρονομοῦμεν, ἀλλ’ ἐν οὐρανοῖς ἔχομεν τὰς ἐπαγγελίας· πάλιν δὲ φθαρτὸν ἀποθέμε‐ νοι τὸ σῶμα, ἄφθαρτον ἀπολαμβάνομεν αὐτό. Ὥστε, τέκνα, μὴ ἐκκακῶμεν, μηδὲ νομί‐ ζωμεν χρονίζειν, ἢ μέγα τι ποιεῖν. Οὐ γὰρ ἄξια τὰ
30παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς δόξαν. Μηδὲ εἰς τὸν κό‐ σμον βλέποντες νομίζωμεν μεγάλοις τισὶν ἀποτε‐ τάχθαι· καὶ γὰρ καὶ αὐτὴ πᾶσα ἡ γῆ βραχυτάτη πρὸς ὅλον τὸν οὐρανόν ἐστιν. Εἰ τοίνυν καὶ πάσης
35τῆς γῆς κύριοι ἐτυγχάνομεν, καὶ ἀπετασσόμεθα τῇ γῇ πάσῃ, οὐδὲν ἄξιον ἦν πάλιν πρὸς τὴν βασιλείαν
τῶν οὐρανῶν. Ὡς γὰρ εἴ τις καταφρονήσειε μιᾶς867

26

.

869

χαλκῆς δραχμῆς, ἵνα κερδήσῃ χρυσᾶς δραχμὰς ἑκα‐ τὸν, οὕτως ὁ πάσης τῆς γῆς κύριος ὢν, καὶ ἀποτασ‐ σόμενος αὐτῇ, ὀλίγον ἀφίησι, καὶ ἑκατονταπλασίονα λαμβάνει. Εἰ δὲ οὐδὲ πᾶσα ἡ γῆ ἀξία τῶν οὐρανῶν
5ἐστιν, ὁ ἄρα ἀφεὶς ὀλίγας ἀρούρας, ὡς οὐδὲν κατα‐ λιμπάνων, κἂν οἰκίαν ἢ χρυσίον ἱκανὸν ἀφῇ, οὐκ ὀφείλει καυχᾶσθαι ἢ ἀκηδιᾷν. Ἄλλως τε ὀφείλομεν λογίζεσθαι, ὅτι, κἂν μὴ ἀφῶμεν δι’ ἀρετὴν, ἀλλ’ ὕστερον ἀποθνήσκοντες καταλιμπάνομεν αὐτὰ πολ‐
10λάκις καὶ οἷς οὐ θέλομεν, ὡς ἐμνημόνευσεν ὁ Ἐκκλη‐ σιαστής. Διὰ τί οὖν μὴ δι’ ἀρετὴν ἡμεῖς καταλιμπά‐ νομεν, ἵνα καὶ βασιλείαν κληρονομήσωμεν; Διὰ τοῦτο μηδὲ τοῦ κτᾶσθαί τις ἡμῶν ἐπιθυμίαν λαμβανέτω. Τί γὰρ κέρδος ταῦτα κτᾶσθαι, ἃ μηδὲ αἴρομεν μεθ’ ἑαυ‐
15τῶν; τί οὐ μᾶλλον ἐκεῖνα κτώμεθα, ἃ καὶ μεθ’ ἑαυτῶν ἆραι δυνάμεθα, ἅτινά ἐστι φρόνησις, δικαιο‐ σύνη, σωφροσύνη, ἀνδρεία, σύνεσις, ἀγάπη, φιλο‐ πτωχία, πίστις ἡ εἰς Χριστὸν, ἀοργησία, φιλοξενία; Ταῦτα κτώμενοι, εὑρήσομεν αὐτὰ πρὸ ἑαυτῶν ἐκεῖ
20ποιοῦντα ἡμῖν ξενίαν ἐν τῇ γῇ τῶν πραέων.
22 Ὥστε καὶ ἐκ τοιούτων πειθέτω τις ἑαυτὸν μὴ ὀλιγωρεῖν· καὶ μάλιστα, ἐὰν λογίσηται, δοῦλον ἑαυτὸν εἶναι τοῦ Κυρίου, καὶ ὀφείλοντα τῷ δεσπότῃ
25δουλεύειν. Ὥσπερ οὖν ὁ δοῦλος οὐκ ἂν τολμήσῃ λέ‐ γειν· Ἐπειδὴ χθὲς εἰργασάμην, οὐκ ἐργάζομαι σήμερον· οὐδὲ τὸν παρελθόντα χρόνον μετρῶν, παύ‐ σεται τῶν ἑξῆς ἡμερῶν, ἀλλὰ καθ’ ἡμέραν, ὡς ἐν τῷ Εὐαγγελίῳ γέγραπται, τὴν αὐτὴν προθυμίαν δείκνυ‐
30σιν, ἵνα τῷ κυρίῳ αὐτοῦ ἀρέσκῃ, καὶ μὴ κινδυ‐ νεύσῃ· οὕτω καὶ ἡμεῖς καθ’ ἡμέραν ἐπιμένωμεν τῇ ἀσκήσει, εἰδότες, ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν ἀγανακτήσει καθ’ ἡμῶν. Οὕτως καὶ
35ἐν τῷ Ἰεζεχιὴλ ἠκούσαμεν· οὕτως καὶ ὁ Ἰούδας διὰ νύκτα μίαν ἀπώλεσε καὶ τοῦ παρελθόντος χρόνου τὸν
κάματον.869

26

.

872

Ἐχώμεθα οὖν, τέκνα, τῆς ἀσκήσεως, καὶ μὴ ἀκηδιῶμεν. Ἔχομεν γὰρ ἐν τούτῳ καὶ τὸν Κύριον συνεργὸν, ὡς γέγραπται· Παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν συνεργεῖ ὁ Θεὸς εἰς τὸ ἀγαθόν. Εἰς δὲ τὸ
5μὴ ὀλιγωρεῖν ἡμᾶς καλὸν τὸ τοῦ Ἀποστόλου ῥητὸν μελετᾷν, τὸ, Καθ’ ἡμέραν ἀποθνήσκω. Ἂν γὰρ καὶ ἡμεῖς, ὡς ἀποθνήσκοντες καθ’ ἡμέραν, οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ἵνα, ἐγειρόμενοι καθ’ ἡμέραν, νομίζωμεν μὴ μένειν
10ἕως ἑσπέρας, καὶ πάλιν μέλλοντες κοιμᾶσθαι, νομί‐ ζωμεν μὴ ἐγείρεσθαι· ἀδήλου φύσει καὶ τῆς ζωῆς ἡμῶν οὔσης, καὶ μετρουμένης καθ’ ἡμέραν παρὰ τῆς Προνοίας. Οὕτω δὲ διακείμενοι, καὶ καθ’ ἡμέραν οὕτω ζῶντες, οὔτε ἁμαρτήσομεν, οὔτε τινὸς ἐπιθυ‐
15μίαν ἕξομεν, οὔτε μηνιοῦμέν τινι, οὔτε θησαυρίσομεν ἐπὶ τῆς γῆς· ἀλλ’ ὡς καθ’ ἡμέραν προσδοκῶντες ἀποθνήσκειν, ἀκτήμονες ἐσόμεθα, καὶ πᾶσι πάντα συγχωρήσομεν· ἐπιθυμίας δὲ γυναικὸς, ἢ ἄλλης ῥυ‐ παρᾶς ἡδονῆς, οὐδ’ ὅλως κρατήσομεν, ἀλλ’ ὡς παρ‐
20ερχομένην ἀποστραφησόμεθα· ἀγωνιῶντες ἀεὶ καὶ προβλέποντες τὴν ἡμέραν τῆς κρίσεως. Ἀεὶ γὰρ ὁ μείζων φόβος καὶ ὁ ἀγὼν τῶν βασάνων διαλύει τὸ λεῖον τῆς ἡδονῆς, καὶ τὴν ψυχὴν κλίνουσαν ἀν‐ ίστησιν.
25 Οὐκοῦν ἀρξάμενοι καὶ ἐπιβάντες ἤδη τῇ ὁδῷ τῆς ἀρετῆς, ἐπεκτεινώμεθα μᾶλλον ἵνα φθάσωμεν ἐπὶ τὰ ἔμπροσθεν. Καὶ μηδεὶς εἰς τὰ ὀπίσω στρεφέσθω, ὡς ἡ γυνὴ τοῦ Λώτ· μάλιστα ὅτι Κύριος εἴρηκεν· Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον,
30καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Τὸ δὲ στραφῆναι οὐδὲν ἕτερόν ἐστιν ἢ μεταμεληθῆναι, καὶ πάλιν κοσμικὰ φρονεῖν. Μὴ φοβεῖσθε δὲ ἀκούοντες περὶ ἀρετῆς, μηδὲ ξενίζεσθε περὶ τοῦ ὀνόματος· οὐ γὰρ μακρὰν
35ἀφ’ ἡμῶν ἐστιν οὐδ’ ἔξωθεν ἡμῶν συνίσταται, ἐν871

26

.

873

ἡμῖν δέ ἐστι τὸ ἔργον, καὶ εὔκολόν ἐστι τὸ πρᾶγμα, ἐὰν μόνον θελήσωμεν. Ἕλληνες μὲν οὖν ἀποδημοῦσι, καὶ θάλατταν περῶσι, ἵνα γράμματα μάθωσιν· ἡμεῖς δὲ οὐ χρείαν ἔχομεν ἀποδημῆσαι διὰ τὴν βασι‐
5λείαν τῶν οὐρανῶν, οὔτε περᾶσαι θάλατταν διὰ τὴν ἀρετήν. Φθάσας γὰρ εἶπεν ὁ Κύριος· Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστιν· Οὐκοῦν ἡ ἀρετὴ τοῦ θέλειν ἡμῶν μόνου χρείαν ἔχει· ἐπειδήπερ ἐν ἡμῖν ἐστι, καὶ ἐξ ἡμῶν συνίσταται. Τῆς γὰρ ψυ‐
10χῆς τὸ νοερὸν κατὰ φύσιν ἑκούσης, ἡ ἀρετὴ συνίστα‐ ται. Κατὰ φύσιν δὲ ἔχει, ὅτ’ ἂν ὡς γέγονε μένει, γέγονε δὲ καλὴ καὶ εὐθὴς λίαν. Διὰ τοῦτο ὁ μὲν τοῦ Ναυῆ Ἰησοῦς παραγγέλλων ἔλεγε τῷ λαῷ· Εὐθύ‐ νατε τὴν καρδίαν ὑμῶν πρὸς Κύριον τὸν Θεὸν
15Ἰσραήλ· ὁ δὲ Ἰωάννης· Εὐθείας ποιεῖτε τὰς τρί‐ βους ὑμῶν. Τὸ γὰρ εὐθεῖαν εἶναι τὴν ψυχὴν, τοῦτό ἐστι τὸ κατὰ φύσιν νοερὸν αὐτῆς ὡς ἐκτίσθη. Πάλιν δὲ ὅτ’ ἂν ἐκκλίνῃ, καὶ ἐν διαστροφῇ τοῦ κατὰ φύσιν γένηται, τότε κακία ψυχῆς λέγεται. Οὐκοῦν οὐκ ἔστι
20δυσχερὲς τὸ πρᾶγμα· ἐὰν γὰρ μείνωμεν ὡς γεγόνα‐ μεν, ἐν τῇ ἀρετῇ ἐσμεν· ἐὰν δὲ λογιζώμεθα τὰ φαῦ‐ λα, ὡς κακοὶ κρινόμεθα. Εἰ μὲν οὖν ἔξωθεν ἦν πο‐ ριστέον τὸ πρᾶγμα, δυσχερὲς ὄντως ἦν· εἰ δὲ ἐν ἡμῖν ἐστι, φυλάξωμεν ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογι‐
25σμῶν, καὶ ὡς παρακαταθήκην λαβόντες, τηρήσωμεν τῷ Κυρίῳ τὴν ψυχήν· ἵν’ αὐτὸς ἐπιγνῷ τὸ ποίημα αὐτοῦ, οὕτως οὖσαν, ὥσπερ αὐτὴν καὶ πεποίηκεν αὐτήν. Ἔστω δὲ ἡμῖν ἀγὼν, ὥστε μὴ τυραννεῖν ἡμῶν θυμὸν, μηδὲ κρατεῖν ἡμῶν ἐπιθυμίαν. Γέγραπται γὰρ,
30ὅτι Ὀργὴ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργά‐ ζεται· ἡ δὲ ἐπιθυμία, συλλαβοῦσα, τίκτει ἁμαρ‐ τίαν· ἡ δὲ ἁμαρτία, ἀποτελεσθεῖσα ἀποκύει θά‐ νατον. Οὕτω δὲ πολιτευόμενοι νήφωμεν ἀσφαλῶς· καὶ, ὡς γέγραπται, πάσῃ φυλακῇ τηρῶμεν ἑαυ‐
35τῶν τὴν καρδίαν. Ἐχθροὺς γὰρ ἔχομεν δεινοὺς καὶ πανούργους, τοὺς πονηροὺς δαίμονας· καὶ πρὸς τού‐ τους ἐστὶν ἡμῖν ἡ πάλη, ὡς εἶπεν ὁ Ἀπόστολος· Οὐ
πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, καὶ873

26

.

876

πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις. Πολὺς μὲν οὖν ἐστιν αὐτῶν ὁ ὄχλος ἐν τῷ καθ’ ἡμᾶς ἀέρι, καὶ
5μακρὰν οὐκ εἰσὶν ἀφ’ ἡμῶν· πολλὴ δέ τίς ἐστιν ἐν αὐτοῖς ἡ διαφορά. Καὶ περὶ μὲν τῆς φύσεως αὐτῶν καὶ τῆς διαφορᾶς πολὺς ἂν εἴη λόγος, καὶ ἄλλων μει‐ ζόνων ἢ καθ’ ἡμᾶς ἐστι τὸ τοιοῦτον διήγημα· τὸ δὲ νῦν κατεπεῖγον καὶ ἀναγκαῖον ἡμῖν, γνῶναί ἐστι μό‐
10νον τὰς καθ’ ἡμῶν αὐτῶν πανουργίας Πρῶτον τοίνυν τοῦτο γινώσκωμεν, ὅτι οἱ δαίμονες οὐ καθ’ ὃ δαίμονες καλοῦνται, οὕτω γεγό‐ νασιν· οὐδὲν γὰρ κακὸν ἐποίησεν ὁ Θεός· ἀλλὰ καλοὶ μὲν γεγόνασι καὶ αὐτοὶ, ἐκπεσόντες δὲ ἀπὸ τῆς οὐ‐
15ρανίου φρονήσεως, καὶ λοιπὸν περὶ τὴν γῆν καλιν‐ δούμενοι, τοὺς μὲν Ἕλληνας ἠπάτησαν ταῖς φαντα‐ σίαις, ἡμῖν δὲ τοῖς Χριστιανοῖς φθονοῦντες, πάντα κινοῦσι, θέλοντες ἐμποδίζειν ἡμᾶς τῆς εἰς οὐρανοὺς ἀνόδου· ἵνα μὴ ὅθεν ἐξέπεσον αὐτοὶ ἀνέλθωμεν ἡμεῖς.
20Δι’ ὃ καὶ πολλῆς εὐχῆς, καὶ ἀσκήσεώς ἐστι χρεία· ἵνα τις, λαβὼν διὰ τοῦ Πνεύματος χάρισμα διακρί‐ σεως πνευμάτων, γνῶναι δυνηθῇ τὰ κατ’ αὐτούς· καὶ τίνες μὲν αὐτῶν εἰσιν ἔλαττον φαῦλοι, τίνες δὲ ἐκείνων φαυλότεροι, καὶ περὶ ποῖον ἐπιτήδευμα
25ἕκαστος αὐτῶν ἔχει τὴν σπουδὴν, καὶ πῶς ἕκαστος αὐτῶν ἀνατρέπεται καὶ ἐκβάλλεται. Πολλὰ γὰρ αὐ‐ τῶν ἐστι τὰ πανουργεύματα, καὶ τὰ τῆς ἐπιβουλῆς κινήματα. Ὁ μὲν οὖν μακάριος Ἀπόστολος καὶ οἱ κατ’ αὐτὸν ᾔδεισαν τὰ τοιαῦτα λέγοντες· Οὐ γὰρ αὐ‐
30τοῦ τὰ νοήματα ἀγνοοῦμεν· ἡμεῖς δὲ ἀφ’ ὧν ἐπει‐ ράθημεν παρ’ αὐτῶν, ὀφείλομεν ἀλλήλους ὑπ’ αὐτῶν διορθοῦσθαι. Ἐγὼ γοῦν, ἐκ μέρους πεῖραν αὐτῶν ἔχων, ὡς τέκνοις λέγω.
Οὗτοι μὲν οὖν, ἐὰν ἴδωσι καὶ πάντας μὲν Χρι‐875

26

.

877

στιανοὺς, μάλιστα δὲ μοναχοὺς, φιλοπονοῦντας καὶ προκόπτοντας, πρῶτον μὲν ἐπιχειροῦσι καὶ πειρά‐ ζουσιν, ἐχόμενα τρίβου τιθέντες σκάνδαλα· σκάνδαλα δὲ αὐτῶν εἰσιν οἱ πονηροὶ λογισμοί. Οὐ δεῖ δὲ
5ἡμᾶς φοβεῖσθαι τὰς ὑποβολὰς αὐτῶν· εὐχαῖς γὰρ καὶ νηστείαις καὶ τῇ εἰς τὸν Κύριον πίστει πίπτουσιν εὐθὺς ἐκεῖνοι. Ἀλλὰ καὶ πεσόντες οὐ παύονται, αὖ‐ θις δὲ πάλιν προσέρχονται πανούργως καὶ δολίως. Ἐπειδὰν γὰρ ἐκ φανεροῦ καὶ ῥυπαρᾶς ἡδονῆς
10μὴ δυνηθῶσιν ἀπατῆσαι τὴν καρδίαν, ἄλλως πάλιν ἐπιβαίνουσι· καὶ λοιπὸν φαντασίας ἀναπλάττοντες ἐκφοβεῖν προσποιοῦνται, μετασχηματιζόμενοι, καὶ μιμούμενοι γυναῖκας, θηρία, ἑρπετὰ, καὶ μεγέθη σωμάτων, καὶ πλῆθος στρατιωτῶν. Ἀλλ’ οὐδὲ οὕτως
15δεῖ τὰς τούτων φαντασίας δειλιᾷν· οὐδὲν γάρ εἰσιν, ἀλλὰ καὶ ταχέως ἀφανίζονται· ἐὰν μάλιστα τῇ πίστει καὶ τῷ σημείῳ τοῦ σταυροῦ ἑαυτόν τις περι‐ φράττῃ. Τολμηροὶ δέ εἰσι καὶ λίαν ἀναιδεῖς. Ἐὰν γὰρ καὶ οὕτως ἡττηθῶσιν, ἄλλῳ τρόπῳ πάλιν ἐπι‐
20βαίνουσι. Καὶ προσποιοῦνται μαντεύεσθαι, καὶ προ‐ λέγειν τὰ μεθ’ ἡμέρας ἐρχόμενα, δεικνύειν τε ἑαυ‐ τοὺς ὑψηλοὺς ἄχρι τῆς στέγης φθάνοντας, καὶ πλατεῖς τῷ μεγέθει· ἵνα οὓς οὐκ ἠδυνήθησαν ἀπατῆσαι τοῖς λογισμοῖς, κἂν ταῖς τοιαύταις φαντασίαις ὑφαρπά‐
25σωσιν. Ἐὰν δὲ καὶ οὕτως εὕρωσι τὴν ψυχὴν ἠσφαλισμένην τῇ πίστει, καὶ τῇ ἐλπίδι τῆς διανοίας, λοιπὸν ἐπάγονται τὸν ἄρχοντα ἑαυτῶν Καὶ φαίνεσθαι αὐτοὺς πολλάκις ἔλεγε τοιού‐ τους, οἷον τὸν διάβολον τῷ Ἰὼβ ὁ Κύριος ἀπεκάλυψε, λέγων· Οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς εἶδος ἑωσφόρου.
30Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες και‐ όμεναι, καὶ διαῤῥιπτοῦνται ἐσχάραι πυρός· ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄν‐ θρακες· φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύε‐
35ται. Τοιοῦτος δὲ φαινόμενος ὁ τῶν δαιμονίων ἄρχων, ἐκφοβεῖ, καθὰ προεῖπον, μεγάλα λαλῶν ὁ πανοῦργος,
ὡς πάλιν ἐξήλεγξεν αὐτὸν ὁ Κύριος, τῷ μὲν Ἰὼβ877

26

.

880

λέγων· Ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα, χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν· ἥγηται δὲ θάλασσαν ὥσπερ ἐξάλειπτρον, τὸν δὲ τάρταρον τῆς ἀβύσ‐ σου ὥσπερ αἰχμάλωτον· ἐλογίσατο ἄβυσσον ὡς
5περίπατον· διὰ δὲ τοῦ προφήτου· Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι· καὶ πάλιν δι’ ἑτέρου· Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρί μου, ὡς νεοσσιὰν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ. Καὶ ὅλως τοιαῦτα κομπάζειν ἐπιχειροῦσι, καὶ ἐπαγγέλ‐
10λονται ταῦτα, ὅπως ἀπατήσωσι τοὺς θεοσεβοῦν‐ τας. Ἀλλ’ ἡμᾶς οὐδ’ οὕτως πάλιν χρὴ τοὺς πιστοὺς τάς τε φαντασίας αὐτοῦ φοβεῖσθαι, καὶ ταῖς φωναῖς αὐτοῦ προσέχειν. Ψεύδεται γὰρ, καὶ οὐδὲν ὅλως ἀλη‐ θὲς λαλεῖ. Ἀμέλει τοιαῦτα καὶ τοσαῦτα λαλῶν καὶ
15θρασυνόμενος, ὡς μὲν δράκων εἱλκύσθη τῷ ἀγκίστρῳ παρὰ τοῦ Σωτῆρος, ὡς δὲ κτῆνος φορβαίαν ἔλαβε περὶ τὰς ῥῖνας, ὡς δὲ δραπέτης κρίκῳ δέδεται τοὺς μυκτῆρας, καὶ ψελλίῳ τετρύπηται τὰ χείλη. Καὶ δέδεται μὲν παρὰ τοῦ Κυρίου ὡς στρουθίον, εἰς
20τὸ καταπαίζεσθαι παρ’ ἡμῶν· τέθεινται δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ δαίμονες, ὡς σκορπίοι καὶ ὄφεις, εἰς τὸ καταπατεῖσθαι παρ’ ἡμῶν τῶν Χριστιανῶν. Καὶ τούτου γνώρισμα, τὸ νῦν ἡμᾶς πολιτεύεσθαι κατ’ αὐτοῦ. Ὁ γὰρ τὴν θάλασσαν ἐπαγγελλόμενος ἐξαλεί‐
25φειν καὶ τὴν οἰκουμένην καταλαμβάνειν, ἰδοὺ νῦν οὐ δύναται κωλῦσαι τὴν ἄσκησιν ὑμῶν, ἀλλ’ οὐδὲ ἐμὲ λαλοῦντα κατ’ αὐτοῦ. Μὴ τοίνυν προσέχωμεν οἷς ἂν λαλῇ (ψεύδεται γὰρ), μηδὲ δειλιῶμεν αὐτοῦ τὰς φαν‐ τασίας, ψευδεῖς καὶ αὐτὰς τυγχανούσας. Οὐ γὰρ φῶς
30ἐστιν ἀληθὲς τὸ φαινόμενον ἐν αὐταῖς· τοῦ δὲ ἡτοιμασμένου πυρὸς αὐτοῖς μᾶλλον τὰ προοίμια καὶ τὰς εἰκόνας φέρουσι· καὶ ἐν οἷς κατακαίεσθαι μέλ‐ λουσιν, ἐν τούτοις ἐκφοβεῖν τοὺς ἀνθρώπους πειρά‐ ζουσιν. Ἀμέλει φαίνονται, καὶ παρ’ αὐτὰ πάλιν ἀφα‐
35νίζονται· βλάψαντες μὲν οὐδένα τῶν πιστῶν, φέροντες879

26

.

881

δὲ μεθ’ ἑαυτῶν τὴν ἀφομοίωσιν τοῦ μέλλοντος αὐτοὺς δέχεσθαι πυρός. Ὅθεν οὐδὲ οὕτως φοβεῖσθαι τούτους προσήκει· πάντα γὰρ αὐτῶν διὰ τὴν τοῦ Χριστοῦ χάριν εἰς οὐδέν ἐστι τὰ ἐπιτηδεύματα. Δόλιοι δέ εἰσι καὶ ἕτοιμοι πρὸς πάντα μετα‐ βάλλεσθαι καὶ μετασχηματίζεσθαι. Πολλάκις γοῦν
5καὶ ψάλλειν μετ’ ᾠδῆς προσποιοῦνται μὴ φαινόμε‐ νοι, καὶ μνημονεύουσι τῶν ἀπὸ τῶν Γραφῶν λέξεων· ἔστι δὲ ὅτε καὶ ἀναγινωσκόντων ἡμῶν, εὐθὺς ὥσπερ ἠχὼ λέγουσιν αὐτοὶ τὰ αὐτὰ πολλάκις ἅπερ ἀνέγνω‐ σται· καὶ κοιμωμένους ἡμᾶς διεγείρουσιν εἰς
10προσευχάς· καὶ τοῦτο συνεχῶς ποιοῦσι, σχεδὸν μὴ ἐπιτρέποντες ἡμῖν μηδὲ κοιμᾶσθαι. Ἔστι δὲ ὅτε καὶ ἀποτυποῦντες ἑαυτοὺς εἰς σχήματα μοναχῶν, ὡς εὐ‐ λαβεῖς προσποιοῦνται λαλεῖν, ἵνα τῷ ὁμοίῳ σχή‐ ματι πλανήσωσι, καὶ λοιπὸν ἔνθα θέλουσιν ἑλκύσωσι
15τοὺς ἀπατηθέντας παρ’ αὐτῶν. Ἀλλ’ οὐ χρὴ προσ‐ έχειν αὐτοῖς, κἂν εἰς προσευχὴν διεγείρωσι, κἂν συμβουλεύωσι μήθ’ ὅλως ἐσθίειν, κἂν κατηγορεῖν καὶ ὀνειδίζειν προσποιῶνται, ἐν οἷς ποτε συν‐ έγνωσαν ἡμῖν. Οὐ γὰρ δι’ εὐλάβειαν ἢ ἀλήθειαν
20ταῦτα ποιοῦσιν, ἀλλ’ ἵνα τοὺς ἀκεραίους εἰς ἀπό‐ γνωσιν ἐνέγκωσιν, καὶ ἀνωφελῆ τὴν ἄσκησιν εἴπωσι, ναυτιᾶσαί τε ποιήσωσι τοὺς ἀνθρώπους, ὡς φορτικοῦ καὶ βαρυτάτου ὄντος τοῦ μονήρους βίου, καὶ ἐμποδίσωσι τοὺς κατ’ αὐτῶν πολιτευομένους.
25 Ὁ μὲν οὖν προφήτης ἀποσταλεὶς παρὰ τοῦ Κυρίου, ἐταλάνιζε τοὺς τοιούτους λέγων· Οὐαὶ ὁ πο‐ τίζων τὸν πλησίον αὐτοῦ ἀνατροπὴν θολεράν. Τὰ γὰρ τοιαῦτα ἐπιτηδεύματα καὶ ἐνθυμήματα ἀνα‐ τρεπτικὰ τῆς εἰς ἀρετὴν φερούσης ἐστὶν ὁδοῦ. Ὁ δὲ
30Κύριος αὐτὸς δι’ ἑαυτοῦ, καίτοι τἀληθῆ λέγοντας τοὺς δαίμονας (ἀληθῆ γὰρ ἔλεγον· Σὺ εἶ ὁ Υἱὸς Θεοῦ) ὅμως ἐφίμου, καὶ λαλεῖν ἐκώλυε, μή ποτε μετὰ τῆς ἀληθείας καὶ τὴν ἰδίαν κακίαν ἐπισπείρωσι, καὶ ἵνα καὶ ἡμᾶς συνεθίσῃ, μηδέποτε τοῖς τοιούτοις προσ‐
35έχειν, κἂν δοκῶσι τἀληθῆ λέγειν· καὶ γὰρ ἀπρεπὲς, ἔχοντας ἡμᾶς τὰς ἁγίας Γραφὰς, καὶ τὴν παρὰ τοῦ Σωτῆρος ἐλευθερίαν, διδάσκεσθαι παρὰ τοῦ διαβόλου, τοῦ μὴ τηρήσαντος τὴν ἰδίαν τάξιν, ἀλλ’ ἕτερα ἀνθ’ ἑτέρων φρονήσαντος. Διὰ τοῦτο καὶ λαλοῦντα τοῦτον
40τὰς ἀπὸ τῶν Γραφῶν λέξεις κωλύει λέγων· Τῷ δὲ
ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ881

26

.

884

δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Πάντα γὰρ ποιοῦσι, καὶ λαλοῦσι, καὶ θορυβοῦσι, καὶ ὑποκρίνονται, καὶ ταράττουσι πρὸς ἀπάτην τῶν ἀκεραίων. Καὶ κτύπους
5γοῦν ποιοῦσι, καὶ γελῶσιν ἀφρόνως καὶ συρίττουσιν· ἂν δὲ μή τις αὐτοῖς προσέχῃ, λοιπὸν κλαίουσι καὶ θρηνοῦσιν ὡς ἡττηθέντες. Ὁ μὲν οὖν Κύριος ὡς Θεὸς ἐφίμου τοὺς δαίμονας· ἡμᾶς δὲ, μαθόντας ἀπὸ τῶν ἁγίων, πρέπει
10κατ’ ἐκείνους ποιεῖν, καὶ μιμεῖσθαι τὴν ἀνδρίαν αὐ‐ τῶν. Καὶ γὰρ κἀκεῖνοι ταῦτα βλέποντες ἔλεγον· Ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγα‐ θῶν· καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον,
15καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενήθην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων. Οὐκοῦν καὶ ἡμεῖς μήτε ἀκούωμεν αὐτῶν ὡς ἀλλο‐ τρίων ὄντων ἡμῶν, μήτε ὑπακούωμεν αὐτῶν, κἂν εἰς εὐχὴν ἐγείρωσι, κἂν λαλῶσι περὶ νηστειῶν· τῇ δὲ
20προθέσει τῆς ἀσκήσεως ἑαυτῶν μᾶλλον προσέχωμεν, καὶ μὴ παρ’ ἐκείνων ἀπατώμεθα πάντα πραττόντων μετὰ δόλου. Οὐ δεῖ δὲ φοβεῖσθαι αὐτοὺς, κἂν ἐπέρ‐ χεσθαι δοκῶσι, κἂν θάνατον ἀπειλῶσιν· ἀσθενεῖς γάρ εἰσι, καὶ οὐδὲν δύνανται, ἢ μόνον ἀπειλεῖν.
25 Ἤδη μὲν οὖν περὶ τούτου παρερχόμενος εἴρη‐ κα· καὶ νῦν δὲ πλατύτερον εἰπεῖν τὰ περὶ αὐτῶν οὐκ ὀκνητέον· ἀσφαλὴς γὰρ ὑμῖν ἡ ὑπόμνησις ἔσται, Ἐπιδημήσαντος τοῦ Κυρίου, πέπτωκεν ὁ ἐχθρὸς, καὶ ἠσθένησαν αἱ δυνάμεις αὐτοῦ. Διὰ τοῦτο γοῦν μηδὲν
30δυνάμενος ὅμως ὡς τύραννος, καὶ πεσὼν οὐκ ἠρε‐
μεῖ, ἀλλὰ κἂν λόγοις μόνον ἀπειλεῖ· καὶ τοῦτο ἕκα‐883

26

.

885

στος ὑμῶν λογιζέσθω, καὶ δύναται καταφρονεῖν τῶν δαιμόνων. Εἰ μὲν οὖν τοιούτοις σώμασιν ἦσαν ἐνδε‐ θέντες, ὥσπερ ἐσμὲν ἡμεῖς, δυνατὸν ἦν αὐτοῖς λέγειν, ὅτι Κρυπτομένους μὲν τοὺς ἀνθρώπους οὐχ εὑρίσκο‐
5μεν, εὑρόντες δὲ βλάπτομεν. Ἠδυνάμεθα δὲ καὶ ἡμεῖς κρυπτόμενοι λανθάνειν αὐτοὺς, κλείοντες κατ’ αὐτῶν θύρας. Εἰ δὲ οὐκ εἰσὶν οὕτως, ἀλλὰ κεκλεισμένων τῶν θυρῶν εἰσελθεῖν δύνανται, καὶ ἐν τῷ παντὶ ἀέρι τυγ‐ χάνουσιν αὐτοί τε καὶ ὁ τούτων πρῶτος διάβολος· εἰσὶ
10δὲ κακοθελεῖς καὶ πρὸς τὸ βλάπτειν ἕτοιμοι, καὶ, ὡς εἶπεν ὁ Σωτὴρ, ἐξ ἀρχῆς ἀνθρωποκτόνος ἐστὶν ὁ τῆς κακίας πατὴρ διάβολος· ζῶμεν δὲ νῦν ἡμεῖς καὶ μᾶλ‐ λον κατ’ αὐτοῦ πολιτευόμεθα· δῆλοί εἰσι μηδὲν ἰσχύοντες. Οὔτε γὰρ τόπος αὐτοὺς εἰς τὸ ἐπιβουλεύειν
15κωλύει, οὔτε φίλους ἡμᾶς ὁρῶσιν ἑαυτῶν, ἵνα φεί‐ σωνται, οὔτε φιλάγαθοί εἰσιν, ἵνα διορθώσωνται· ἀλλὰ καὶ μᾶλλόν εἰσι πονηροί· καὶ οὐδὲν αὐτοῖς ἐστι περι‐ σπούδαστον ὡς τὸ βλάπτειν τοὺς φιλαρέτους καὶ θεο‐ σεβοῦντας. Διὰ δὲ τὸ μηδὲν δύνασθαι ποιεῖν, διὰ τοῦ‐
20το οὐδὲν ποιοῦσιν, ἢ μόνον ἀπειλοῦσιν· εἰ γὰρ ἠδύ‐ ναντο, οὐκ ἂν ἔμελλον, ἀλλ’ εὐθὺς ἐνήργουν τὸ κακὸν, ἑτοίμην ἔχοντες εἰς τοῦτο τὴν προαίρεσιν, καὶ μάλι‐ στα καθ’ ἡμῶν. Ἰδοὺ γοῦν νῦν συνελθόντες κατ’ αὐ‐ τῶν λαλοῦμεν, καὶ ἴσασιν, ὅτι, προκοπτόντων ἡμῶν,
25ἀσθενοῦσιν αὐτοί. Εἰ τοίνυν εἶχον ἐξουσίαν, οὐδένα ἂν ἡμῶν τῶν Χριστιανῶν ἀφῆκαν ζῇν· βδέλυγμα γὰρ ἁμαρτωλῷ θεοσέβεια. Ἐπειδὴ δὲ οὐδὲν δύναν‐ ται, διὰ τοῦτο μᾶλλον ἑαυτοὺς τιτρώσκουσιν· ὅτι μηδὲν δύνανται ποιεῖν ὧν ἀπειλοῦσιν. Ἔπειτα
30κἀκεῖνο λογίζεσθαι χρὴ, πρὸς τὸ μὴ φοβεῖσθαι τού‐ τους· εἰ τὸ δυνατὸν ὑπῆρχεν αὐτοῖς, οὐκ ἂν ἤρχοντο μετ’ ὄχλου, οὐδὲ φαντασίας ἐποίουν, οὐδὲ μετασχη‐ ματιζόμενοι ἐμεθόδευον· ἀλλ’ ἤρκει καὶ μόνον ἐλθεῖν ἕνα, καὶ ποιῆσαι τοῦτο ὅπερ δύναται καὶ βούλεται·
35καὶ μάλιστα ὅτι πᾶς ὁ τὴν ἐξουσίαν ἔχων οὐ μετὰ φαντασίας ἀναιρεῖ, οὐδὲ τοῖς ὄχλοις ἐκφοβεῖ, ἀλλ’ εὐ‐
θὺς ὡς βούλεται τῇ ἐξουσίᾳ καταχρᾶται. Ἀλλ’885

26

.

888

οἱ δαίμονες, μηδὲν δυνάμενοι, παίζουσιν ὡς ἐπὶ σκη‐ νῆς, ἀλλάττοντες τὰς μορφὰς, καὶ τοὺς παῖδας ἐκφο‐ βοῦντες, τῇ τῶν ὄχλων φαντασίᾳ καὶ τοῖς σχηματι‐ σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί‐
5λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχεν ὄχλων, οὐ φαντασίας τῆς ἔξωθεν, οὐ κτύπων, οὐ κρότων· ἀλλ’ ἠρέμα τῇ ἐξουσίᾳ ἐκέχρητο, καὶ ἀνεῖ‐ λεν εὐθὺς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οἱ δὲ μηδὲν δυνάμενοι δαίμονες, οἷοί εἰσιν οὗτοι, κἂν ταῖς
10φαντασίαις ἐκφοβεῖν πειράζουσιν. Ἐὰν δέ τις τὰ τοῦ Ἰὼβ λογίσηται, καὶ εἴπῃ, Διὰ τί οὖν ἐξελθὼν ὁ διάβολος πάντα κατ’ αὐτοῦ πε‐ ποίηκε; καὶ τῶν μὲν ὑπαρχόντων αὐτὸν ἐψίλωσε, τὰ δὲ τέκνα ἀνεῖλε, καὶ ἐκεῖνον ἔπαισεν ἕλκει πονηρῷ;
15γινωσκέτω πάλιν ὁ τοιοῦτος, ὡς οὐκ ἦν ὁ διάβολος ὁ ἰσχύων, ἀλλ’ ὁ Θεὸς ὁ παραδιδοὺς αὐτῷ πρὸς πεῖραν τὸν Ἰώβ· ἀμέλει μηδὲν δυνάμενος ποιῆσαι, ᾔτησε καὶ λαβὼν πεποίηκεν. Ὥστε καὶ ἐκ τούτου μᾶλλον καταγνωστέος ἐστὶν ὁ ἐχθρὸς, ὅτι, καίτοι θέ‐
20λων, οὐδὲ καθ’ ἑνὸς ἴσχυσεν ἀνθρώπου δικαίου· εἰ γὰρ ἴσχυσεν, οὐκ ἂν ᾔτησεν· αἰτήσας δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον, φαίνεται ἀσθενὴς καὶ μηδὲν δυνάμενος. Καὶ οὐ θαυμαστὸν εἰ κατὰ τοῦ Ἰὼβ οὐκ ἴσχυσεν, ὅπου γε οὐδὲ κατὰ τῶν κτηνῶν αὐτοῦ ἐγίνετο ὄλεθρος,
25εἰ μὴ συγχωρήσας ἦν ὁ Θεός· ἀλλ’ οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν· Παρεκάλουν γὰρ, ὡς ἐν τῷ Εὐαγ‐ γελίῳ γέγραπται, τὸν Κύριον, λέγοντες· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ μηδὲ χοί‐ ρων ἔχουσιν ἐξουσίαν, πολλῷ μᾶλλον τῶν κατ’
30εἰκόνα Θεοῦ γεγενημένων ἀνθρώπων οὐκ ἔχουσι. Τὸν Θεὸν ἄρα μόνον φοβεῖσθαι δεῖ· τούτων δὲ καταφρονεῖν, καὶ μηδ’ ὅλως αὐτοὺς δεδιέναι. Ἀλλὰ καὶ μᾶλλον ὅσον ταῦτα ποιοῦσιν, ἐπιτείνωμεν ἡμεῖς
τὴν ἄσκησιν κατ’ αὐτῶν. Μέγα γὰρ ὅπλον ἐστὶ887

26

.

889

κατ’ αὐτῶν βίος ὀρθὸς, καὶ ἡ πρὸς Θεὸν πίστις. Φο‐ βοῦνται γοῦν τῶν ἀσκητῶν τὴν νηστείαν, τὴν ἀγρυ‐ πνίαν, τὰς εὐχὰς, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἀφιλάργυ‐ ρον, τὸ ἀκενόδοξον, τὴν ταπεινοφροσύνην, τὸ φιλόπτω‐
5χον, τὰς ἐλεημοσύνας, τὸ ἀόργητον, καὶ προηγουμέ‐ νως τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν. Διὰ τοῦτο γὰρ καὶ πάντα ποιοῦσιν, ἵνα μὴ ἔχωσι τοὺς καταπατοῦντας αὐτούς. Ἴσασι γὰρ τὴν κατ’ αὐτῶν δοθεῖσαν χάριν τοῖς πιστοῖς παρὰ τοῦ Σωτῆρος, λέγοντος αὐτοῦ·
10Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἂν τοίνυν καὶ προλέγειν ὑποκρίνωνται, μὴ προσποιείσθω τις. Πολλάκις γὰρ πρὸ ἡμερῶν λέγουσι
15τοὺς μεθ’ ἡμέρας ἀπαντῶντας ἀδελφούς· καὶ ἔρχονται μὲν ἐκεῖνοι. Ποιοῦσι δὲ τοῦτο οὗτοι, οὐ κηδόμενοι τῶν ἀκουόντων, ἀλλ’ ἵνα πιστεύειν αὐτοῖς πείσωσιν αὐτοὺς, καὶ τότε λοιπὸν ὑποχειρίους ἔχοντες, ἀπολέσωσιν· ὅθεν οὐ δεῖ προσέχειν αὐτοῖς, ἀλλὰ καὶ λέγοντας ἀνα‐
20τρέπειν χρὴ, ὅτι μὴ χρείαν ἔχομεν ἡμεῖς τούτων. Τί γὰρ θαυμαστὸν, εἰ λεπτοτέροις χρώμενοι σώμασι μᾶλλον τῶν ἀνθρώπων, καὶ τοὺς ἀρξαμένους ὁδεύειν ἑωρακότες, προλαμβάνουσι τῷ δρόμῳ καὶ ἀπαγγέλ‐ λουσι; τοῦτο καὶ ἵππῳ τις ἐπικαθήμενος προλέγει,
25προλαμβάνων τοῦ ὁδεύοντος τοῖς ποσίν· ὥστε οὐδ’ ἐν τούτῳ χρὴ θαυμάζειν αὐτούς. Οὐδὲν γὰρ τῶν μὴ γενομένων προγινώσκουσιν· ἀλλὰ μόνος ὁ Θεός ἐστιν ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν. Οὗτοι δὲ ἃ βλέπουσιν, ὡς κλέπται, προτρέχοντες ἀπαγγέλλουσι.
30Πόσοις νῦν τὰ ἡμῶν, καὶ ὅτι συνήλθομεν, καὶ ὁμιλοῦ‐ μεν κατ’ αὐτῶν σημαίνουσι, πρὶν παρ’ ἡμῶν τις ἀπελ‐ θὼν ἀπαγγείλῃ! Τοῦτο δὲ καὶ παῖς τις ταχυδρό‐ μος ποιῆσαι δύναται, προλαβὼν τὸν βραδύναντα. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Ἄν τις ἄρξηται περιπατεῖν
35ἀπὸ τῆς Θηβαΐδος, ἢ ἀπό τινος ἄλλης χώρας, πρὶν μὲν ἄρξηται περιπατεῖν, οὐκ ἴσασιν εἰ περιπατήσει· πε‐ ριπατοῦντα δὲ τοῦτον ἑωρακότες, προτρέχουσι, καὶ πρὶν
αὐτὸν ἐλθεῖν, ἀπαγγέλλουσι· καὶ οὕτω συμβαίνει τού‐889

26

.

892

τους μεθ’ ἡμέρας ἐλθεῖν. Πολλάκις δὲ τῶν περιπα‐ τούντων ὑποστρεφόντων, ἐψεύσαντο αὐτοί. Οὕτω καὶ περὶ τοῦ ποταμίου ὕδατος ἔστιν ὅτε φλυαροῦσιν· ἑωρακότες γὰρ πολλοὺς ὑετοὺς γινομέ‐
5νους ἐν τοῖς τῆς Αἰθιοπίας μέρεσι, καὶ εἰδότες, ὡς ἐξ ἐκείνων ἡ πλημμύρα τοῦ ποταμοῦ γίνεται, πρὶν ἐλ‐ θεῖν εἰς τὴν Αἴγυπτον τὸ ὕδωρ, προτρέχοντες λέγουσι. Τοῦτο δ’ ἂν καὶ οἱ ἄνθρωποι εἰρήκασιν, εἰ τοσοῦτον ἠδύναντο δραμεῖν, ὅσον ἐκεῖνοι. Καὶ ὥσπερ ὁ σκοπὸς
10τοῦ Δαβὶδ, ἀνερχόμενος εἰς ὑψηλὸν, μᾶλλον τοῦ κάτω μένοντος προέβλεπε τὸν ἐρχόμενον· καὶ αὐτὸς δὲ ὁ προτρέχων ἔλεγε πρὸ τῶν ἄλλων, οὐ τὰ μὴ γενόμενα, ἀλλὰ τὰ ἤδη ὁδεύοντα καὶ γινόμενα· οὕτω καὶ οὗτοι κάμνειν αἱροῦνται, καὶ σημαίνουσιν ἄλλοις, ἵνα
15μόνον ἀπατῶσιν· ἂν μέντοι ἡ Πρόνοια μεταξύ τι βουλεύσηται περὶ τῶν ὑδάτων ἢ τῶν ὁδευόντων (ἔξεστι γὰρ αὐτῇ), ἐψεύσαντο οἱ δαίμονες, καὶ ἠπατήθησαν οἱ προσεσχηκότες αὐτοῖς.
20 Οὕτω συνέστη τὰ τῶν Ἑλλήνων μαντεῖα, καὶ οὕτως ἐπλανήθησαν παρὰ τῶν δαιμόνων τὸ πρίν· ἀλλὰ καὶ οὕτω πέπαυται λοιπὸν ἡ πλάνη. Ἦλθε γὰρ ὁ Κύριος ὁ σὺν αὐτῇ τῇ πανουργίᾳ αὐτῶν καὶ τοὺς δαίμονας καταργήσας. Οὐδὲν γὰρ γινώσκουσιν ἀφ’
25ἑαυτῶν· ἀλλ’ ὡς κλέπται, ἃ παρ’ ἄλλοις ὁρῶσι, ταῦτα διαβάλλουσι· καὶ μᾶλλον στοχασταί εἰσιν ἢ προ‐ γνῶσται. Διὸ, κἂν ἀληθῆ ποτε τοιαῦτα λέγωσι, μηδ’ οὕτως αὐτοὺς θαυμαζέτω τις. Καὶ γὰρ καὶ ἰατροὶ πεῖραν ἔχοντες τῶν νοσημάτων, ἐπειδὰν θεωρήσωσιν
30ἐν ἄλλοις τὴν αὐτὴν νόσον, πολλάκις στοχαζόμενοι ἀπὸ τῆς συνηθείας προλέγουσι. Καὶ κυβερνῆται δὲ καὶ γεωργοὶ πάλιν, ἀπὸ τῆς συνηθείας βλέποντες τὴν τοῦ ἀέρος κατάστασιν, προλέγουσιν ἢ χειμῶνα ἢ εὔδιον ἀέρα ἔσεσθαι· καὶ οὐ διὰ τοῦτο ἐκ θείας ἐπιπνοίας
35αὐτοὺς ἄν τις εἴποι προλέγειν, ἀλλ’ ἀπὸ τῆς πείρας καὶ τῆς συνηθείας. Ὅθεν εἰ καὶ οἱ δαίμονες τὰ αὐτά ποτε στοχαζόμενοι λέγουσι, μὴ διὰ τοῦτό τις αὐτοὺς
θαυμαζέτω, μηδὲ προσεχέτω τούτοις. Τί γὰρ χρήσι‐891

26

.

893

μον τοῖς ἀκούουσι τὸ εἰδέναι παρὰ τούτων πρὸ ἡμε‐ ρῶν τὰ ἐρχόμενα; ἢ ποία σπουδὴ τὰ τοιαῦτα γινώ‐ σκειν, κἂν ἀληθῶς γινώσκῃ; οὐ γὰρ ἀρετῆς ἐστι τοῦτο ποιητικὸν, οὐδὲ ἤθους ἀγαθοῦ πάντως ἐστὶ τοῦτο γνώ‐
5ρισμα. Οὐδεὶς γὰρ ἡμῶν κρίνεται διὰ τί οὐκ οἶδε, καὶ οὐδεὶς μακαρίζεται, ὅτι μεμάθηκε καὶ ἔγνω· ἀλλ’ ἐν τούτοις ἕκαστος ἔχει τὴν κρίσιν, εἰ τὴν πίστιν τετή‐ ρηκε, καὶ τὰς ἐντολὰς γνησίως ἐφύλαξεν. Ὅθεν οὐ δεῖ περὶ πολλοῦ ταῦτα ποιεῖσθαι·
10οὐδὲ διὰ ταῦτα ἀσκεῖσθαι καὶ πονεῖν, ἵνα προ‐ γινώσκωμεν, ἀλλ’ ἵνα Θεῷ καλῶς πολιτευόμενοι ἀρέ‐ σωμεν. Εὔχεσθαί τε χρὴ, οὐχ ἵνα προγινώσκωμεν, οὐδὲ τοῦτον τῆς ἀσκήσεως ἀπαιτεῖν μισθόν· ἀλλ’ ἵνα συνεργὸς ἡμῖν εἰς τὴν κατὰ τοῦ διαβόλου νίκην ὁ Κύ‐
15ριος γένηται. Εἰ δὲ ἅπαξ καὶ τοῦ προγινώσκειν ἡμῖν μέλει, καθαρεύωμεν τῇ διανοίᾳ. Ἐγὼ γὰρ πιστεύω, ὅτι καθαρεύουσα ψυχὴ πανταχόθεν, καὶ κατὰ φύσιν ἑστῶσα, δύναται, διορατικὴ γενομένη, πλείονα καὶ μακρότερα βλέπειν τῶν δαιμόνων, ἔχουσα τὸν ἀποκα‐
20λύπτοντα Κύριον αὐτῇ· οἵα ἦν ἡ τοῦ Ἐλισσαίου βλέ‐ πουσα τὰ κατὰ τὸν Γιεζῆ, καὶ ὁρῶσα τὰς παρ’ αὐτὴν ἑστώσας δυνάμεις. Ὅταν τοίνυν νυκτὸς ἔρχωνται πρὸς ὑμᾶς, καὶ θέλωσι τὰ μέλλοντα λαλεῖν, ἢ λέγωσιν· Ἡμεῖς ἐσμεν
25οἱ ἄγγελοι· μὴ προσέχετε, ψεύδονται γάρ. Ἂν δὲ καὶ ἐπαινῶσι τὴν ἄσκησιν ὑμῶν, καὶ μακαρίζωσιν ὑμᾶς· μήτε ὑπακούετε, μήθ’ ὅλως προσποιεῖσθε τούτους· σφραγίζετε δὲ μᾶλλον ἑαυτοὺς καὶ τὸν οἶκον, καὶ εὔ‐ χεσθε· καὶ ὄψεσθε αὐτοὺς καὶ γινομένους ἀφανεῖς·
30δειλοὶ γάρ εἰσι, καὶ πάνυ φοβοῦνται τὸ σημεῖον τοῦ Κυριακοῦ σταυροῦ· ἐπειδήπερ ἐν αὐτῷ τούτους ἀπο‐ δυσάμενος, παρεδειγμάτισεν ὁ Σωτήρ. Ἐὰν δὲ καὶ ἀναιδέστερον στήκωσιν, ἐξορχούμενοι καὶ ποικιλλό‐ μενοι ταῖς φαντασίαις· μὴ δειλιάσητε, μηδὲ πτήξητε,
35μηδὲ ὡς καλοῖς αὐτοῖς προσέχητε· καὶ γὰρ τὴν τῶν
ἀγαθῶν καὶ τῶν φαύλων παρουσίαν εὐχερὲς καὶ δυ‐893

26

.

896

νατόν ἐστι διαγνῶναι, τοῦ Θεοῦ διδόντος οὕτως. Ἡ μὲν γὰρ τῶν ἁγίων ὀπτασία οὐκ ἔστι τεταραγμένη. Οὐκ ἐρίσει γὰρ, οὔτε κραυγάσει, οὐδὲ ἀκούσει τις τῆς φωνῆς αὐτῶν. Ἡσύχως δὲ καὶ πράως γίνεται οὕτως,
5ὡς εὐθὺς χαρὰν καὶ ἀγαλλίασιν καὶ θάρσος ἐγγίνε‐ σθαι τῇ ψυχῇ· ἔστι γὰρ μετ’ αὐτῶν ὁ Κύριος, ὅς ἐστιν ἡμῶν μὲν χαρὰ, τοῦ δὲ Θεοῦ Πατρὸς ἡ δύναμις· οἵ τε λογισμοὶ αὐτῆς ἀτάραχοι καὶ ἀκύμαντοι διαμέ‐ νουσιν· ὥστε καταυγαζομένην αὐτὴν ὑπ’ αὐτῆς,
10τοὺς φαινομένους θεωρεῖν. Καὶ γὰρ πόθος τῶν θείων καὶ τῶν μελλόντων αὐτῇ ἐπεισέρχεται, καὶ θελήσει πάντως συναφθῆναι τούτοις, εἰ ἀπήρχετο μετ’ αὐτῶν. Ἐὰν δὲ καὶ, ὡς ἄνθρωποι, τινὲς φοβηθῶσι τὴν τῶν καλῶν ὀπτασίαν, ἀφαιροῦσιν οἱ φαινόμενοι τὸν φόβον
15παρ’ αὐτὰ τῇ ἀγάπῃ· ὡς ἐποίησε Γαβριὴλ τῷ Ζαχα‐ ρίᾳ, καὶ ὁ φανεὶς ἄγγελος ἐν τῷ θείῳ μνημείῳ ταῖς γυναιξὶ, καὶ ὁ τοῖς ποιμέσι λέγων ἐν τῷ Εὐαγ‐ γελίῳ· Μὴ φοβεῖσθε. Ἔστι γὰρ ὁ φόβος ἐκείνων οὐ κατὰ δειλίαν ψυχῆς, ἀλλὰ κατ’ ἐπίγνωσιν τῆς τῶν
20κρειττόνων παρουσίας. Τοιαύτη μὲν οὖν ἡ τῶν ἁγίων ὀπτασία. Ἡ δὲ τῶν φαύλων ἐπιδρομὴ καὶ φαντασία τεταραγμένη, μετὰ κτύπου καὶ ἤχου καὶ κραυγῆς· οἵα ἂν γένοιτο νεωτέρων ἀπαιδεύτων καὶ λῃστῶν
25κίνησις. Ἐξ ὧν εὐθὺς γίνεται δειλία ψυχῆς, τάραχος καὶ ἀταξία λογισμῶν, κατήφεια, μῖσος πρὸς τοὺς ἀσκητὰς, ἀκηδία, λύπη, μνήμη τῶν οἰκείων, καὶ φόβος θανάτου· καὶ λοιπὸν ἐπιθυμία κακῶν, ὀλι‐ γωρία πρὸς τὴν ἀρετὴν, καὶ τοῦ ἤθους ἀκαταστα‐
30σία. Ὅταν τοίνυν θεωρήσαντές τινα φοβηθῆτε, ἐὰν μὲν εὐθὺς ὁ φόβος ἀφαιρεθῇ, καὶ ἀντ’ ἐκείνου γένηται χαρὰ ἀνεκλάλητος, καὶ εὐθυμία, καὶ θάρσος, καὶ ἀνάκτησις, καὶ τῶν λογισμῶν ἀταραξία, καὶ τὰ ἄλλα ὅσα προεῖπον, ἀνδρία τε καὶ ἀγάπη εἰς τὸν
35Θεὸν, θαρσεῖτε καὶ εὔχεσθε· ἡ γὰρ χαρὰ καὶ ἡ κα‐ τάστασις τῆς ψυχῆς δείκνυσι τοῦ παρόντος τὴν ἁγιό‐
τητα. Οὕτως Ἀβραὰμ ἰδὼν τὸν Κύριον ἠγαλλιάσατο·895

26

.

897

καὶ ὁ Ἰωάννης, γενομένης φωνῆς παρὰ τῆς Θεοτό‐ κου Μαρίας, ἐσκίρτησεν ἐν ἀγαλλιάσει. Ἐὰν δὲ φανέντων τινῶν ταραχὴ γένηται, καὶ κτύπος ἔξωθεν, καὶ φαντασία κοσμικὴ, καὶ ἀπειλὴ θανάτου,
5καὶ ὅσα προεῖπον· γινώσκετε ὅτι φαύλων ἐστὶν ἡ ἔφοδος. Καὶ γὰρ καὶ τοῦτο γνώρισμα ὑμῖν ἔστω· ὅτ’ ἂν τοίνυν ἐπιμένῃ δειλιῶσα ἡ ψυχὴ, παρουσία τῶν ἐχθρῶν ἐστιν. Οὐ γὰρ ἀφαιροῦνται τὴν δειλίαν
10τῶν τοιούτων οἱ δαίμονες, ὥσπερ πεποίηκεν ὁ μέγας ἀρχάγγελος Γαβριὴλ τῇ Μαρίᾳ καὶ τῷ Ζαχαρίᾳ, καὶ ὁ φανεὶς ἐν τῷ μνημείῳ ταῖς γυναιξίν· ἀλλὰ μᾶλλον ὅταν ἴδωσι δειλιῶντας, αὐξάνουσι τὰς φαντασίας, ἵνα μειζόνως αὐτοὺς καταπτήξωσι· καὶ λοιπὸν ἐπιβάν‐
15τες, προσπαίζωσι λέγοντες· Πεσόντες προσκυνήσατε. Τοὺς μὲν οὖν Ἕλληνας οὕτως ἠπάτησαν· οὕτως γὰρ ἐνομίσθησαν παρ’ αὐτοῖς ψευδώνυμοι θεοί· ἡμᾶς δὲ οὐκ ἀφῆκεν ὁ Κύριος ἀπατηθῆναι παρὰ τοῦ διαβόλου, ὁπηνίκα τὰς τοιαύτας αὐτῷ ποιοῦντι
20φαντασίας ἐπιτιμῶν εἴρηκεν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Μᾶλλον οὖν καὶ μᾶλλον ὁ πανοῦργος διὰ ταῦτα καταφρονείσθω παρ’ ἡμῶν· ὃ γὰρ εἴρηκεν ὁ Κύριος,
25τοῦτο ὑπὲρ ἡμῶν πεποίηκεν· ἵνα καὶ παρ’ ἡμῶν ἀκούοντες οἱ δαίμονες τὰς τοιαύτας φωνὰς ἀνα‐ τρέπωνται διὰ τὸν Κύριον, τὸν ἐν ταύταις αὐτοῖς ἐπιτιμήσαντα. Οὐ δεῖ δὲ ἐπὶ τῷ δαίμονας ἐκβάλλειν καυχᾶ‐ σθαι, οὐδ’ ἐπὶ ταῖς θεραπείαις ἐπαίρεσθαι· οὐδὲ τὸν μὲν ἐκβάλλοντα δαιμόνια θαυμάζειν μόνον, τὸν δὲ
30μὴ ἐκβάλλοντα ἐξουθενεῖν· ἑκάστου δὲ τὴν ἄσκησιν καταμανθανέτω τις, καὶ ἢ μιμείσθω καὶ ζηλούτω, ἢ διορθούσθω. Τὸ γὰρ ποιεῖν σημεῖα οὐχ ἡμῶν· τοῦτο Σωτῆρος ἔργον ἐστί· τοῖς γοῦν μαθηταῖς ἔλεγε· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπο‐
35τάσσεται· ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται
ἐν τοῖς οὐρανοῖς. Τὸ μὲν γὰρ ἐν οὐρανῷ γεγράφθαι897

26

.

900

τὰ ὀνόματα, μαρτύριόν ἐστι τῆς ἡμῶν ἀρετῆς καὶ τοῦ βίου· τὸ δὲ ἐκβάλλειν δαίμονας, τοῦ δεδωκότος Σωτῆρός ἐστιν ἡ χάρις αὕτη. Ὅθεν τοῖς μὴ ἐν ἀρε‐ τῇ, ἀλλ’ ἐν σημείοις καυχωμένοις, καὶ λέγουσι· Κύ‐
5ριε, οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλο‐ μεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιή‐ σαμεν; ἀπεκρίνατο· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Οὐ γὰρ γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀσε‐ βῶν. Καθόλου δὲ εὔχεσθαι δεῖ, καθὰ προεῖπον,
10λαμβάνειν χάρισμα διακρίσεως πνευμάτων· ἵνα, καθὼς γέγραπται, μὴ παντὶ πνεύματι πιστεύω‐ μεν. Ἐβουλόμην μὲν οὖν σιωπῆσαι, καὶ μηδὲν ἐξ ἐμαυτοῦ λέγειν, ἀρκεῖσθαι δὲ μόνοις τούτοις· ἵνα δὲ
15μὴ νομίσητε ταῦτά με λέγειν ἁπλῶς, ἀλλ’ ἀπὸ πείρας καὶ ἀληθείας πιστεύσητε ταῦτά με διηγεῖσθαι· διὰ τοῦτο, κἂν ὡς ἄφρων γένωμαι, ἀλλ’ οἶδεν ὁ ἀκούων Κύριος τὸ τοῦ συνειδότος καθαρὸν, καὶ ὅτι οὐ δι’ ἐμαυτὸν, τῆς δὲ ὑμῶν ἀγάπης χάριν καὶ προτροπῆς,
20ἃ εἶδον τῶν δαιμόνων ἐπιτηδεύματα, ταῦτα πάλιν λέγω. Ποσάκις ἐμακάρισάν με, κἀγὼ κατηρασάμην αὐτοὺς ἐν ὀνόματι Κυρίου. Ποσάκις προειρήκασι περὶ τοῦ ποταμίου ὕδατος, κἀγὼ πρὸς αὐτοὺς ἔλεγον· Καὶ ὑμῖν τί περὶ τούτου μέλει; Ἦλθόν ποτε
25ἀπειλοῦντες, καὶ ἐκύκλωσάν με ὡς στρατιῶται μετὰ πανοπλίας. Καὶ ἄλλοτε ἵππων καὶ θηρίων καὶ ἑρπετῶν ἐπλήρωσαν τὸν οἶκον· κἀγὼ ἔψαλλον· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα·
30καὶ ταῖς εὐχαῖς ἀνετράπησαν ἐκεῖνοι παρὰ τοῦ Κυ‐ ρίου. Ἦλθόν ποτε ἐν σκοτίᾳ, φωτὸς ἔχοντες φαν‐ τασίαν, καὶ ἔλεγον· Ἤλθομεν φᾶναί σοι, Ἀντώνιε· ἐγὼ δὲ, καμμύων τοὺς ὀφθαλμοὺς, ηὐχόμην, καὶ εὐθὺς ἐσβέσθη τὸ φῶς τῶν ἀσεβῶν. Καὶ μετὰ μῆνας
35ὀλίγους ἦλθον ὡς ψάλλοντες, καὶ λαλοῦντες ἀπὸ τῶν Γραφῶν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον. Ἔσει‐ σάν ποτε τὸ μοναστήριον· ἐγὼ δὲ ηὐχόμην ἀκίνητος
μένων τῷ φρονήματι. Καὶ μετὰ ταῦτα πάλιν899

26

.

901

ἐλθόντες ἐκρότουν, ἐσύριττον, ὠρχοῦντο. Ὡς δὲ ηὐ‐ χόμην, καὶ ἀνεκείμην ψάλλων κατ’ ἐμαυτόν· εὐθὺς ἤρξαντο θρηνεῖν καὶ κλαίειν, ὥσπερ ἐξατονήσαντες· ἐγὼ δὲ ἐδόξαζον τὸν Κύριον, τὸν καθελόντα
5καὶ παραδειγματίσαντα τὴν τόλμαν καὶ τὴν μανίαν αὐτῶν. Ἐφάνη ποτὲ δαίμων ὑψηλὸς λίαν μετὰ φαντα‐ σίας, καὶ τετόλμηκεν εἰπεῖν· Ἐγώ εἰμι ἡ δύναμις τοῦ Θεοῦ· καὶ, Ἐγώ εἰμι ἡ πρόνοια· τί σοι θέλεις
10χαρίσωμαι; Ἐγὼ δὲ τότε μᾶλλον ἐνεφύσησα κατ’ αὐτοῦ, τὸν Χριστὸν ὀνομάσας, καὶ τύψαι τοῦτον ἐπεχείρησα· καὶ ἔδοξα τετυφέναι, καὶ εὐθὺς ὁ τη‐ λικοῦτος σὺν πᾶσι τοῖς ἑαυτοῦ δαίμοσι ἠφανίσθη ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ. Ἦλθέ ποτε νηστεύοντός
15μου, καὶ ὡς μοναχὸς ὁ δόλιος, ἔχων ἄρτων φαντασίαν· καὶ συνεβούλευε λέγων· Φάγε, καὶ παῦσαι τῶν πολ‐ λῶν πόνων· ἄνθρωπος εἶ καὶ σὺ, καὶ μέλλεις ἀσθενεῖν. Ἐγὼ δὲ, νοήσας αὐτοῦ τὴν μεθοδείαν, ἀνέστην εὔξασθαι. Κἀκεῖνος οὐκ ἤνεγκεν· ἐξέλιπε γὰρ, καὶ
20διὰ τῆς θύρας ὡς καπνὸς ἐξερχόμενος ἐφάνη. Ποσά‐ κις ἐν τῇ ἐρήμῳ φαντασίαν ἔδειξε χρυσοῦ, ἵνα μόνον ἅψωμαι, καὶ βλέψω! ἐγὼ δὲ κατέψαλλον αὐτοῦ, κἀ‐ κεῖνος ἐτήκετο. Πολλάκις ἔκοπτόν με πληγαῖς, κἀγὼ ἔλεγον· Οὐδέν με χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χρι‐
25στοῦ· καὶ μᾶλλον αὐτοὶ μετὰ ταῦτα κατέκοπτον ἀλ‐ λήλους. Οὐκ ἐγὼ δὲ ἤμην ὁ παύων ἐκείνους καὶ κατ‐ αργῶν· ἀλλ’ ὁ Κύριος ἦν, ὁ λέγων· Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἐγὼ δὲ, τέκνα, μνημονεύων τοῦ ἀποστολικοῦ ῥητοῦ,
30μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν, ἵνα μάθητε μὴ ἐκκακεῖν ἐν τῇ ἀσκήσει, μηδὲ φοβεῖσθαι τοῦ διαβόλου
καὶ τῶν δαιμόνων αὐτοῦ τὰς φαντασίας.901

26

.

904

Καὶ ἐπειδὴ γέγονα ἄφρων διηγούμενος, δέξασθε καὶ τοῦτο πρὸς ἀσφάλειαν καὶ ἀφοβίαν· καὶ πιστεύσατέ μοι· οὐ ψεύδομαι γάρ. Ἔκρουσέ ποτέ τις ἐν τῷ μοναστηρίῳ τὴν ἐμὴν θύραν· καὶ ἐξελθὼν,
5εἶδόν τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον. Εἶτα πυ‐ θομένου μου· Σὺ τίς εἶ; ἔφη· Ἐγώ εἰμι ὁ Σα‐ τανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ, καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται
10καθ’ ὥραν; Ἐμοῦ δὲ εἰπόντος· Τί γὰρ αὐτοῖς ἐν‐ οχλεῖς; ἔφη· Οὐκ εἰμὶ ἐγὼ ὁ ἐνοχλῶν αὐτοῖς, ἀλλ’ αὐτοὶ ταράττουσιν ἑαυτούς· ἐγὼ γὰρ ἀσθενὴς γέγονα. Οὐκ ἀνέγνωσαν, ὅτι Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομ‐ φαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες; οὐκ ἔτι
15τόπον ἔχω, οὐ βέλος, οὐ πόλιν. Πανταχοῦ Χριστιανοὶ γεγόνασι· λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν. Ἑαυτοὺς τηρείτωσαν, καὶ μὴ μάτην με καταράσθω‐ σαν. Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν, εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν, καὶ μηδέποτε λέγων
20ἀλήθειαν, ὅμως τοῦτο νῦν, καὶ μὴ θέλων, εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς, ἐλθὼν, ἀσθενῆ σε πεποίηκε, καὶ καταβαλὼν ἐγύμνωσεν. Ἐκεῖνος, ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα, καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν, ἀφανὴς γέγονεν.
25 Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι, ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ. Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δὲ, μαθόντες αὐτῶν τὴν ἀσθένειαν, καταφρο‐
30νεῖν αὐτῶν δυνάμεθα. Τοῦτον οὖν τὸν τρόπον μὴ προ‐ καταπίπτωμεν τῇ διανοίᾳ, μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας, μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φό‐ βους, λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με·
μὴ ἄρα βαστάξας καταβάλῃ, ἢ ἐξαίφνης ἐπιστὰς903

26

.

905

ἐκταράξῃ. Μηδ’ ὅλως ἐνθυμώμεθα τοιαῦτα, μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ, ὡς σωζόμενοι· καὶ λογιζώμεθα τῇ ψυχῇ, ὅτι Κύριος μεθ’ ἡμῶν ἐστιν, ὁ τροπώσας
5καὶ καταργήσας αὐτούς. Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεὶ, ὅτι, ὄντος τοῦ Κυρίου μεθ’ ἡμῶν, οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν. Ἐλθόντες γὰρ, ὁποίους ἂν εὕρωσιν ἡμᾶς, τοιοῦτοι καὶ αὐτοὶ γίνον‐ ται πρὸς ἡμᾶς, καὶ πρὸς ἃς εὑρίσκουσιν ἐν ἡμῖν
10ἐννοίας, οὕτω καὶ αὐτοὶ τὰς φαντασίας ἀφομοιοῦσιν. Ἐὰν μὲν οὖν δειλιῶντας εὕρωσι καὶ ταραττομένους, εὐθὺς αὐτοὶ, ὡς λῃσταὶ, τὸν τόπον ἀφύλακτον εὑρόν‐ τες, ἐπιβαίνουσι· καὶ ὅπερ ἀφ’ ἑαυτῶν λογιζόμεθα, τοῦτο μετὰ προσθήκης ποιοῦσιν. Ἐὰν γὰρ βλέ‐
15πωσιν ἡμᾶς φοβουμένους καὶ δειλιῶντας, μειζόνως αὐξάνουσι τὴν δειλίαν ἐν ταῖς φαντασίαις καὶ ταῖς ἀπειλαῖς, καὶ λοιπὸν ἐν τούτοις ἡ ταλαίπωρος κολά‐ ζεται ψυχή· ἐὰν δὲ χαίροντας ἡμᾶς εὕρωσιν ἐν Κυ‐ ρίῳ, καὶ λογιζομένους περὶ τῶν μελλόντων ἀγαθῶν,
20καὶ ἐνθυμουμένους τὰ τοῦ Κυρίου, καὶ διαλογιζο‐ μένους, ὅτι πάντα ἐν χειρὶ Κυρίου ἐστὶ, καὶ οὐδὲν ἰσχύει δαίμων κατὰ Χριστιανοῦ, οὐδὲ ὅλως ἐξουσίαν ἔχει κατά τινος· βλέποντες ἠσφαλισμέ‐ νην τὴν ψυχὴν τοῖς τοιούτοις λογισμοῖς, ἀποστρέφον‐
25ται κατῃσχυμμένοι. Οὕτως τὸν μὲν Ἰὼβ ἰδὼν ὁ ἐχθρὸς περιπεφραγμένον, ἀνεχώρησεν ἀπ’ αὐτοῦ· τὸν δὲ Ἰούδαν γυμνὸν ἀπὸ τούτων εὑρὼν, ᾐχμαλώτισεν. Ὥστε, εἰ θέλομεν καταφρονεῖν τοῦ ἐχθροῦ, λογιζώ‐ μεθα ἀεὶ τὰ τοῦ Κυρίου, καὶ χαιρέτω ἀεὶ ἡ ψυχὴ
30τῇ ἐλπίδι· καὶ ὀψόμεθα ὡς καπνὸν τὰ τῶν δαιμόνων παίγνια, καὶ μᾶλλον φεύγοντας αὐτοὺς ἢ διώκοντας. Εἰσὶ γὰρ λίαν αὐτοὶ, καθὰ προεῖπον, δειλοὶ, προσδο‐ κῶντες ἀεὶ τὸ ἡτοιμασμένον αὐτοῖς πῦρ. Καὶ τοῦτο δὲ πρὸς ἀφοβίαν κατ’ ἐκείνων
35ἔχετε παρ’ ἑαυτοῖς τὸ τεκμήριον· Ὅταν τις φαντασία γένηται, μὴ προκατάπιπτε ἐν δειλίᾳ, ἀλλ’ ὁποία ἂν
ᾖ, θαῤῥῶν ἐρώτα πρῶτον· Τίς εἶ σὺ, καὶ πόθεν;905

26

.

908

Καὶ ἐὰν μὲν ᾖ ἁγίων ὀπτασία, πληροφοροῦσί σε, καὶ τὸν φόβον σου εἰς χαρὰν μεταβάλλουσιν· ἐὰν δὲ δια‐ βολική τις ᾖ, εὐθὺς ἐξασθενεῖ, βλέπουσα ἐῤῥωμένην τὴν διάνοιαν· ἀταραξίας γὰρ τεκμήριον τὸ ὅλως
5πυνθάνεσθαι· Τίς εἶ, καὶ πόθεν; Οὕτως ὁ μὲν τοῦ Ναυῆ, ἐρωτήσας, ἔμαθεν· ὁ δὲ ἐχθρὸς οὐκ ἔλαθεν ἐρωτήσαντα τὸν Δανιήλ. Ταῦτα διαλεγομένου τοῦ Ἀντωνίου, πάντες ἔχαιρον· καὶ τῶν μὲν ὁ ἔρως τῆς ἀρετῆς ηὔξανε,
10τῶν δὲ ἡ ὀλιγωρία παρεκβαλεῖτο, καὶ ἄλλων ἡ οἴησις ἐπαύετο· πάντες τε ἐπείθοντο καταφρονεῖν τῆς δαιμονικῆς ἐπιβουλῆς, θαυμάζοντες τὴν δοθεῖσαν παρὰ τοῦ Κυρίου Ἀντωνίῳ χάριν εἰς τὴν διάκρισιν τῶν πνευμάτων. Ἦν οὖν ἐν τοῖς ὄρεσι τὰ μοναστή‐
15ρια ὡς σκηναὶ πεπληρωμέναι θείων χορῶν, ψαλλόν‐ των, φιλολογούντων, νηστευόντων, εὐχομένων, ἀγαλ‐ λιωμένων ἐπὶ τῇ τῶν μελλόντων ἐλπίδι, καὶ ἐργα‐ ζομένων εἰς τὸ ποιεῖν ἐλεημοσύνας, ἀγάπην τε καὶ συμφωνίαν ἐχόντων εἰς ἀλλήλους. Καὶ ἦν ἀληθῶς
20ἰδεῖν ὥσπερ χώραν τινὰ καθ’ ἑαυτὴν οὖσαν θεοσε‐ βείας καὶ δικαιοσύνης. Οὐκ ἦν γὰρ ἐκεῖ ὁ ἀδικῶν ἢ ὁ ἀδικούμενος, οὐδὲ μέμψις φορολόγου· ἀλλὰ πλῆθος μὲν ἀσκητῶν, ἓν δὲ τῶν πάντων εἰς ἀρετὴν τὸ φρό‐ νημα· ὥστε ἰδόντα τινὰ πάλιν τὰ μοναστήρια, καὶ
25τὴν τοιαύτην τῶν μοναχῶν τάξιν, ἀναφωνῆσαι καὶ εἰπεῖν· Ὡς καλοί σου οἱ οἶκοι, Ἰακὼβ, αἱ σκηναί σου, Ἰσραήλ! ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξεν ὁ Κύριος, καὶ ὡσεὶ κέδροι παρ’
30ὕδασιν. Αὐτὸς μέντοι συνήθως καθ’ ἑαυτὸν ἀναχω‐ ρῶν ἐν τῷ ἑαυτοῦ μοναστηρίῳ, ἐπέτεινε τὴν ἄσκη‐
σιν, καθ’ ἡμέραν τε ἐστέναζεν, ἐνθυμούμενος τὰς907

26

.

909

ἐν οὐρανῷ μονὰς, τόν τε πόθον ἔχων εἰς αὐτὰς, καὶ σκοπῶν τὸν ἐφήμερον τῶν ἀνθρώπων βίον. Καὶ γὰρ μέλλων ἐσθίειν καὶ κοιμᾶσθαι, καὶ ἐπὶ ταῖς ἄλλαις ἀνάγκαις τοῦ σώματος ἔρχεσθαι, ᾐσχύνετο, τὸ τῆς
5ψυχῆς λογιζόμενος νοερόν. Πολλάκις γοῦν μετὰ πολ‐ λῶν ἄλλων μοναχῶν μέλλων ἐσθίειν, ἀναμνησθεὶς τῆς πνευματικῆς τροφῆς, παρῃτήσατο, καὶ μακρὰν ἀπ’ αὐτῶν ἀπῆλθε, νομίζων ἐρυθριᾷν, εἰ βλέποιτο παρ’ ἑτέρων ἐσθίων· ἤσθιε μέντοι καθ’ ἑαυτὸν διὰ
10τὴν τοῦ σώματος ἀνάγκην· πολλάκις δὲ καὶ μετὰ τῶν ἀδελφῶν· αἰδούμενος μὲν ἐπὶ τούτοις, παῤῥησια‐ ζόμενος δὲ ἐπὶ τοῖς ὑπὲρ ὠφελείας λόγοις. Καὶ ἔλεγε χρῆναι τὴν πᾶσαν σχολὴν διδόναι τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι, καὶ συγχωρεῖν μὲν διὰ τὴν ἀνάγκην ὀλί‐
15γον καιρὸν τῷ σώματι, τὸ δὲ ὅλον σχολάζειν τῇ ψυχῇ μᾶλλον, καὶ τὴν ταύτης ὠφέλειαν ζητεῖν· ἵνα μὴ αὕτη καθέλκηται ὑπὸ τῶν ἡδονῶν τοῦ σώματος, ἀλλὰ μᾶλλον τὸ σῶμα παρ’ αὐτῆς δουλαγωγῆται· τοῦτο γὰρ εἶναι τὸ λεγόμενον παρὰ τοῦ Σωτῆρος· Μὴ με‐
20ριμνήσητε τῇ ψυχῇ ὑμῶν τί φάγητε, μηδὲ τῷ σώματι τί ἐνδύσησθε. Καὶ ὑμεῖς μὴ ζητεῖτε τί φάγητε ἢ τί πίητε, καὶ μὴ μετεωρίζεσθε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν, ὅτι χρῄζετε τούτων ἁπάντων.
25Πλὴν ζητεῖτε πρῶτον τὴν βασιλείαν αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Μετὰ ταῦτα κατέλαβε τὴν Ἐκκλησίαν ὁ κατὰ Μαξιμῖνον τὸ τηνικαῦτα γενόμενος διωγμός· καὶ τῶν ἁγίων μαρτύρων ἀγομένων εἰς τὴν Ἀλεξάνδρειαν,
30ἠκολούθησε καὶ αὐτὸς, ἀφεὶς τὸ μοναστήριον, λέγων· Ἀπέλθωμεν καὶ ἡμεῖς, ἵνα ἀγωνιζώμεθα κληθέν‐ τες, ἢ θεωρήσωμεν τοὺς ἀγωνιζομένους. Καὶ πό‐ θον μὲν εἶχε μαρτυρῆσαι· παραδοῦναι δὲ μὴ θέλων ἑαυτὸν, ὑπηρέτει τοῖς ὁμολογηταῖς ἔν τε τοῖς μετάλ‐
35λοις καὶ ἐν ταῖς φυλακαῖς. Πολλή τε ἦν αὐτῷ σπουδὴ ἐν τῷ δικαστηρίῳ, ἀγωνιζομένους μὲν τοὺς καλουμέ‐ νους ἐπαλείφειν εἰς προθυμίαν, μαρτυροῦντας δὲ αὐ‐
τοὺς ἀπολαμβάνειν καὶ προπέμπειν ἕως τελειωθῶσιν.909

26

.

912

Ὁ γοῦν δικαστὴς, βλέπων αὐτοῦ τε καὶ τῶν σὺν αὐ‐ τῷ τὸ ἄφοβον, καὶ τὴν εἰς τοῦτο σπουδὴν, παρήγ‐ γειλε μηδένα τῶν μοναχῶν ἐν τῷ δικαστηρίῳ φαίνε‐ σθαι, μηδὲ ὅλως ἐν τῇ πόλει διατρίβειν. Οἱ μὲν οὖν
5ἄλλοι πάντες ἔδοξαν κρύπτεσθαι τὴν ἡμέραν ἐκείνην· ὁ δὲ Ἀντώνιος τοσοῦτον ἐφρόντισεν, ὥστε καὶ μᾶλλον πλῦναι τὸν ἐπενδύτην, καὶ τῇ ἑξῆς ἔμπροσθεν ἐφ’ ὑψηλοῦ στῆναι, καὶ φαίνεσθαι τῷ ἡγεμόνι λαμπρόν. Πάντων οὖν ἐπὶ τούτῳ θαυμαζόντων, καὶ τοῦ ἡγεμό‐
10νος ὁρῶντος, καὶ μετὰ τῆς τάξεως αὐτοῦ διαβαίνον‐ τος, αὐτὸς ἀτρέμας εἱστήκει, δεικνὺς ἡμῶν τῶν Χρι‐ στιανῶν τὴν προθυμίαν· ηὔχετο γὰρ καὶ αὐτὸς μαρ‐ τυρῆσαι, καθὰ προεῖπον. Αὐτὸς μὲν οὖν λυπουμένῳ ἐῴκει, ὅτι μὴ μεμαρτύρηκεν· ὁ δὲ Κύριος ἦν αὐτὸν
15φυλάττων εἰς τὴν ἡμῶν καὶ τὴν ἑτέρων ὠφέλειαν, ἵνα καὶ ἐν τῇ ἀσκήσει, ἣν ἐκ τῶν Γραφῶν αὐτὸς μεμά‐ θηκε, πολλοῖς διδάσκαλος γένηται. Καὶ γὰρ καὶ μό‐ νον βλέποντες αὐτοῦ τὴν ἀγωγὴν, πολλοὶ τῆς πολι‐ τείας αὐτοῦ ἐσπουδάζοντο ζηλωταὶ γενέσθαι. Πάλιν
20οὖν ὑπηρέτει συνήθως τοῖς ὁμολογηταῖς, καὶ ὡς συνδεδεμένος αὐτοῖς, ἦν κοπιῶν ἐν ταῖς ὑπηρεσίαις. Ἐπειδὴ δὲ λοιπὸν ὁ διωγμὸς ἐπαύσατο, καὶ μεμαρτύρηκεν ὁ μακαρίτης ἐπίσκοπος Πέτρος, ἀπ‐ εδήμησε, καὶ πάλιν εἰς τὸ μοναστήριον ἀνεχώρει, καὶ
25ἦν ἐκεῖ καθ’ ἡμέραν μαρτυρῶν τῇ συνειδήσει, καὶ ἀγωνιζόμενος τοῖς τῆς πίστεως ἄθλοις. Καὶ γὰρ καὶ ἀσκήσει πολλῇ καὶ συντονωτέρᾳ ἐκέχρητο· ἐνήστευε γὰρ ἀεὶ, τὸ δὲ ἔνδυμα εἶχεν ἔνδον μὲν τρίχινον, ἐπάνω δὲ δερμάτινον, ὃ καὶ ἕως τελευτῆς τετήρηκε,
30μήτε σῶμα διὰ ῥύπον ὕδατι λούσας, μήθ’ ὅλως τοὺς πόδας ἀπονίψας, ἢ κἂν ἁπλῶς εἰς ὕδωρ αὐτοὺς χωρὶς ἀνάγκης ἀνασχόμενος ἐμβαλεῖν· ἀλλ’ οὐδὲ γυμνω‐ θέντα τις αὐτὸν ἑώρακεν, οὐδὲ ὅλως τὸ σῶμά τις εἶ‐ δε Ἀντωνίου γυμνὸν, εἰ μὴ ὅτε τελευτήσας ἐθάπτετο.
36 Ἀναχωροῦντι τοίνυν αὐτῷ, καὶ προθεμένῳ ποιῆσαι χρόνον, ὥστε μήτε αὐτὸν προϊέναι, μήτε τι‐ νὰ δέξασθαι, Μαρτινιανός τις ἄρχων στρατιω‐
τῶν, ἐλθὼν, ἐγίνετο δι’ ὄχλου τῷ Ἀντωνίῳ· εἶχε γὰρ911

26

.

913

ὑπὸ δαίμονος ἐνοχλουμένην τὴν θυγατέρα· ὡς δὲ ἐπὶ πολὺ διέμενε κόπτων τὴν θύραν καὶ ἀξιῶν ἐλθεῖν αὐ‐ τὸν, καὶ εὔξασθαι τῷ Θεῷ διὰ τὴν παῖδα· ἀνοῖξαι μὲν οὐκ ἠνέσχετο, παρακύψας δὲ ἄνωθεν, εἶπεν· Ἄνθρω‐
5πε, τί μου κατακράζεις; ἄνθρωπός εἰμι κἀγὼ ὥσπερ καὶ σύ. Εἰ δὲ πιστεύεις τῷ Χριστῷ, ᾧ λατρεύω, ὕπαγε, καὶ ὡς πιστεύεις εὖξαι τῷ Θεῷ, καὶ γίνεται. Εὐθὺς οὖν ἐκεῖνος πιστεύσας, καὶ ἐπικαλεσάμενος τὸν Χριστὸν, ἀπῆλθεν, ἔχων τὴν θυγατέρα καθαρι‐
10σθεῖσαν ἀπὸ τοῦ δαίμονος. Πολλὰ δὲ καὶ ἄλλα δι’ αὐ‐ τοῦ πεποίηκεν ὁ Κύριος, ὁ λέγων· Αἰτεῖτε, καὶ δο‐ θήσεται ὑμῖν. Πλεῖστοι γὰρ τῶν πασχόντων, μὴ ἀνοίγοντος αὐτοῦ τὴν θύραν, μόνον ἐκάθευδον ἔξω τοῦ μοναστηρίου, καὶ πιστεύοντες καὶ εὐχόμενοι γνη‐
15σίως, ἐκαθαρίζοντο. Ὡς δὲ εἶδεν ἑαυτὸν ὀχλούμενον ὑπὸ πολλῶν καὶ μὴ ἀφιέμενον κατὰ γνώμην ἀναχωρεῖν, ὡς βού‐ λεται· εὐλαβηθεὶς μὴ ἐξ ὧν ὁ Κύριος ποιεῖ δι’ αὐτοῦ, ἢ αὐτὸς ἐπαρθῇ, ἢ ἄλλος τις ὑπὲρ ὅ ἐστι λογίσηται
20περὶ αὐτοῦ, ἐσκέψατο καὶ ὥρμησεν ἀνελθεῖν εἰς τὴν ἄνω Θηβαΐδα πρὸς τοὺς ἀγνοοῦντας αὐτόν. Καὶ δὴ παρὰ τῶν ἀδελφῶν δεξάμενος ἄρτους, ἐκάθητο παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ, σκοπῶν εἰ ἄρα παρέλθοι πλοῖον, ἵνα ἐμβὰς ἀνέλθῃ μετ’ αὐτῶν. Ταῦτα δὲ αὐ‐
25τοῦ σκεπτομένου, φωνή τις ἄνωθεν γέγονε πρὸς αὐ‐ τόν· Ἀντώνιε, ποῦ πορεύῃ, καὶ διὰ τί; Ὁ δὲ μὴ τα‐ ραχθεὶς, ἀλλ’ ὡς εἰωθὼς καλεῖσθαι πολλάκις οὕτως, ἐπακούσας, ἀπεκρίνατο, λέγων· Ἐπειδὴ οὐκ ἐπιτρέ‐ πουσί μοι ἠρεμεῖν οἱ ὄχλοι, διὰ τοῦτο βούλομαι ἀνελ‐
30θεῖν εἰς τὴν ἄνω Θηβαΐδα, διὰ τὰς πολλὰς τῶν ὧδέ μοι γινομένας ἐνοχλήσεις, καὶ μάλιστα διὰ τὸ ἀπαιτεῖσθαί με παρ’ αὐτῶν τὰ ὑπὲρ τὴν ἐμὴν δύνα‐ μιν. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· Κἂν εἰς τὴν Θηβαΐδα ἀνέλθῃς, κἂν, ὡς ἐνθυμῇ, κατέλθῃς εἰς τὰ βουκόλια,
35πλείω καὶ διπλασίονα τὸν κάματον ἔχεις ὑπομένειν.
Εἰ δὲ θέλεις ὄντως ἠρεμεῖν, ἄνελθε νῦν εἰς τὴν ἐνδο‐913

26

.

916

τέραν ἔρημον. Τοῦ δὲ Ἀντωνίου λέγοντος· Καὶ τίς δείξει μοι τὴν ὁδόν; ἄπειρος γάρ εἰμι ταύτης· εὐθὺς ἔδειξεν αὐτῷ Σαρακηνοὺς μέλλοντας ὁδεύειν τὴν ὁδὸν ἐκείνην. Προσελθὼν τοίνυν, καὶ ἐγγίσας αὐ‐
5τοῖς ὁ Ἀντώνιος, ἠξίου σὺν αὐτοῖς εἰς τὴν ἔρημον ἀπελθεῖν. Οἱ δὲ, ὥσπερ ἐξ ἐπιτάγματος τῆς Προνοίας, προθύμως αὐτὸν ἐδέξαντο· καὶ ὁδεύσας τρεῖς ἡμέ‐ ρας καὶ τρεῖς νύκτας μετ’ αὐτῶν, ἦλθεν εἰς ὄρος ὑψη‐ λὸν λίαν· καὶ ὕδωρ μὲν ἦν ὑπὸ τὸ ὄρος διειδέστατον,
10γλυκὺ, καὶ μάλα ψυχρόν. Πεδιὰς δὲ ἔξωθεν, καὶ φοί‐ νικες ἀμεληθέντες ὀλίγοι. Ὁ οὖν Ἀντώνιος, ὥσπερ θεόθεν κινούμενος, ἠγάπησε τὸν τόπον· οὗτος γὰρ ἦν ὃν ἐσήμανεν ὁ λα‐ λήσας αὐτῷ παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ. Τὴν μὲν
15οὖν ἀρχὴν δεξάμενος παρὰ τῶν συνοδευσάντων ἄρ‐ τους, ἔμενεν ἐν τῷ ὄρει μόνος, οὐδενὸς ἑτέρου συνόντος αὐτῷ· ὡς γὰρ ἴδιον οἶκον ἐπιγνοὺς, εἶχε λοι‐ πὸν τὸν τόπον ἐκεῖνον. Αὐτοί τε οἱ Σαρακηνοὶ, θεωρή‐ σαντες τὴν Ἀντωνίου προθυμίαν, ἐξεπίτηδες
20ἐκείνην τὴν ὁδὸν διήρχοντο, καὶ χαίροντες ἔφερον ἄρ‐ τους αὐτῷ· εἶχε δὲ καὶ τὴν ἀπὸ τῶν φοινίκων ὀλίγην τινὰ τότε καὶ εὐτελῆ παραμυθίαν. Μετὰ δὲ ταῦ‐ τα, μαθόντες οἱ ἀδελφοὶ τὸν τόπον, ὡς τέκνα, πατρὸς μνημονεύοντες, ἐφρόντιζον ἀποστέλλειν αὐτῷ· ἀλλ’
25ὁρῶν ὁ Ἀντώνιος, ὅτι προφάσει τοῦ ἄρτου σκύλλον‐ ταί τινες ἐκεῖ, καὶ κάματον ὑπομένουσι· φειδόμενος καὶ ἐν τούτῳ τῶν μοναχῶν, ἐβουλεύσατο καθ’ ἑαυτὸν, καὶ τῶν εἰσερχομένων τινὰς πρὸς αὐτὸν ἠξίωσε κομί‐ σαι αὐτῷ δίκελλαν, καὶ πέλεκυν, καὶ σῖτον ὀλίγον. Ὡς
30δὲ ἐκομίσθη ταῦτα, διοδεύσας τὴν περὶ τὸ ὄρος γῆν, βραχύτατόν τινα τόπον εὑρὼν ἐπιτήδειον, ἐγεώργησε· καὶ τὸν ἐκ τοῦ ὕδατος ποτισμὸν ἀφθόνως ἔχων, ἔσπει‐ ρε. Καὶ κατ’ ἐνιαυτὸν τοῦτο ποιῶν, εἶχεν ἐκεῖθεν τὸν ἄρτον· χαίρων, ὅτι μηδενὶ διὰ τοῦτο γενήσεται ὀχλη‐
35ρὸς, καὶ ὅτι ἐν πᾶσιν ἑαυτὸν ἀβαρῆ φυλάττει. Ἀλλὰ μετὰ ταῦτα βλέπων πάλιν τινὰς ἐρχομένους, ἐγεώρ‐ γησε καὶ ὀλιγοστὰ λάχανα, ἵνα ὁ εἰσερχόμενος ἔχῃ τι‐ νὰ παραμυθίαν ὀλίγην τοῦ καμάτου τῆς καλεπῆς ἐκεί‐
νης ὁδοῦ. Τὴν μὲν οὖν ἀρχὴν τὰ ἐν τῇ ἐρήμῳ θηρία915

26

.

917

προφάσει τοῦ ὕδατος ἐρχόμενα, πολλάκις ἔβλαπτον αὐτοῦ τὸν σπόρον καὶ τὴν γεωργίαν· αὐτὸς δὲ χαριέν‐ τως κρατήσας ἓν τῶν θηρίων, ἔλεγε τοῖς πᾶσι· Διὰ τί με βλάπτετε, μηδὲν ἐμοῦ βλάπτοντος ὑμᾶς;
5Ἀπέλθετε, καὶ ἐν τῷ ὀνόματι τοῦ Κυρίου μηκέτι ἐγγίσητε τοῖς ὧδε. Καὶ ἐξ ἐκείνου λοιπὸν, ὥσπερ φοβη‐ θέντα τὴν παραγγελίαν, οὐκ ἔτι τῷ τόπῳ ἤγγισαν. Αὐτὸς μὲν οὖν μόνος ἦν εἰς τὸ ἔσω ὄρος, ταῖς εὐχαῖς καὶ τῇ ἀσκήσει σχολάζων· οἱ δὲ ἀδελφοὶ οἱ διακονοῦντες αὐτῷ, ἠξίωσαν αὐτὸν, ἵνα διὰ μηνῶν εἰσ‐
10ερχόμενοι κομίζωσιν αὐτῷ ἐλαίας καὶ ὄσπριον καὶ ἔλαιον· γέρων γὰρ λοιπὸν ἦν. Ἐκεῖ τοίνυν ἀναστρε‐ φόμενος, ὅσας ὑπέμεινε πάλας, κατὰ τὸ γεγραμμένον, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἀντικειμέ‐ νους δαίμονας, ἐκ τῶν εἰσερχομένων πρὸς αὐτὸν ἔγνω‐
15μεν. Καὶ γὰρ κἀκεῖ θορύβων, καὶ φωνῶν πολλῶν, καὶ κτύπων, ὡς ὅπλων ἤκουον· τό τε ὄρος νυκτὸς πλῆρες θηρίων γενόμενον ἔβλεπον· ἐθεώρουν δὲ καὶ αὐτὸν ὡς πρὸς βλεπομένους μαχόμενον, καὶ εὐχόμενον κατ’ αὐ‐ τῶν. Καὶ τοὺς μὲν ἐρχομένους πρὸς αὐτὸν παρεθάῤ‐
20ῥυνεν, αὐτὸς δὲ ἠγωνίζετο κάμπτων τὰ γόνατα καὶ προσευχόμενος τῷ Κυρίῳ. Καὶ ἦν ἀληθῶς θαύματος ἄξιον, ὅτι, μόνος ἐν τοιαύτῃ ἐρήμῳ ὢν, οὔτε δαιμό‐ νων ἐφισταμένων ἐπτοεῖτο, οὔτε, τοσούτων ὄντων ἐκεῖ θηρίων τετραπόδων καὶ ἑρπετῶν, ἐφοβεῖτο τούτων τὴν
25ἀγριότητα· ἀλλ’ ἀληθῶς, κατὰ τὸ γεγραμμένον, πε‐ ποιθὼς ἦν ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, ἀσάλευτον ἔχων καὶ ἀκύμαντον τὸν νοῦν· ὥστε μᾶλλον τοὺς δαίμονας φεύγειν, καὶ τὰ θηρία τὰ ἄγρια, ὡς γέγραπται, εἰ‐ ρηνεύειν πρὸς αὐτόν.
30 Ὁ μὲν οὖν διάβολος, ὡς ψάλλει Δαβὶδ, παρ‐ ετηρεῖτο τὸν Ἀντώνιον, καὶ ἔτριζε κατ’ αὐτοῦ τοὺς ὀδόντας· ὁ δὲ Ἀντώνιος παρεκαλεῖτο παρὰ τοῦ Σωτῆρος, ἀβλαβὴς διαμένων ἀπὸ τῆς ἐκείνου πανουρ‐ γίας καὶ τῆς ποικίλης μεθοδείας. Ἀγρυπνοῦντι τοίνυν
35αὐτῷ νυκτὸς ἐπαφῆκε θηρία· καὶ σχεδὸν ἐν ἐκείνῃ τῇ ἐρήμῳ πᾶσαι αἱ ὕαιναι, ἐξελθοῦσαι τῶν φωλεῶν, πε‐ ριεκύκλωσαν, καὶ μέσος ἦν αὐτός· χαινούσης δὲ, καὶ δάκνειν ἑκάστης ἀπειλούσης, συνεὶς τὴν τοῦ ἐχθροῦ τέχνην, εἶπε πάσαις αὐταῖς· Εἰ μὲν ἐξουσίαν ἐλάβετε
40κατ’ ἐμοῦ, ἕτοιμός εἰμι βρωθῆναι παρ’ ὑμῶν· εἰ δὲ
παρὰ δαιμόνων ὑπεβλήθητε, μὴ μέλλετε, ἀλλ’ ἀναχω‐917

26

.

920

ρεῖτε· Χριστοῦ γὰρ δοῦλός εἰμι. Ταῦτα τοῦ Ἀντωνίου λέγοντος, ἔφυγον ἐκεῖναι, ὡς ὑπὸ μάστιγος τοῦ λόγου, διωκόμεναι. Εἶτα μεθ’ ἡμέρας ὀλίγας, ὡς εἰργάζετο (ἔμελε
5γὰρ αὐτῷ καὶ κοπιᾷν), ἐπιστάς τις τῇ θύρᾳ, εἷλκε τὴν σειρὰν τοῦ ἔργου· σπυρίδας γὰρ ἔῤῥαπτε, καὶ ταύτας τοῖς εἰσερχομένοις ἀντὶ τῶν κομιζομένων αὐ‐ τῷ ἐδίδου. Ἀναστὰς δὲ, εἶδε θηρίον, ἀνθρώπῳ μὲν ἐοι‐ κὸς ἕως τῶν μηρῶν, τὰ δὲ σκέλη καὶ τοὺς πόδας
10ὁμοίους ἔχον ὄνῳ. Καὶ ὁ μὲν Ἀντώνιος μόνον ἑαυτὸν ἐσφράγισε, καὶ εἶπε· Χριστοῦ δοῦλός εἰμι· εἰ ἀπ‐ εστάλης κατ’ ἐμοῦ, ἰδοὺ πάρειμι. Τὸ δὲ θηρίον σὺν τοῖς ἑαυτοῦ δαίμοσιν οὕτως ἔφυγεν, ὡς ὑπὸ τῆς ὀξύτητος πεσεῖν καὶ ἀποθανεῖν. Ὁ δὲ τοῦ θηρίου θάνατος πτῶ‐
15μα τῶν δαιμόνων ἦν. Πάντα γὰρ ἐσπούδαζον ποιεῖν, ἵνα καταγάγωσιν αὐτὸν ἐκ τῆς ἐρήμου, καὶ οὐκ ἴσχυ‐ σαν. Ἀξιωθεὶς δέ ποτε παρὰ τῶν μοναχῶν κατελ‐ θεῖν πρὸς αὐτοὺς, καὶ ἐπισκέψασθαι διὰ χρόνου αὐ‐
20τούς τε καὶ τοὺς τόπους, ὥδευσε σὺν τοῖς μοναχοῖς τοῖς ἀπαντήσασι· κάμηλος δὲ ἐβάσταζε αὐτοῖς τοὺς ἄρτους καὶ τὸ ὕδωρ. Ἄνυδρος γὰρ ἡ ἔρημός ἐστιν ἐκείνη πᾶσα, καὶ οὐκ ἔστιν ὕδωρ πότιμον ὅλως, εἰ μὴ ἐν ἐκείνῳ τῷ ὄρει μόνῳ, ὅθεν καὶ ὑδρεύσαντο, ἐν ᾧ
25καὶ τὸ μοναστήριόν ἐστιν αὐτοῦ. Λείψαντος τοί‐ νυν τοῦ ὕδατος ἐν τῇ ὁδῷ, καὶ καύματος ὄντος σφο‐ δροτάτου, πάντες ἔμελλον κινδυνεύειν. Περιελθόντες γὰρ τοὺς τόπους, καὶ μὴ εὑρόντες ὕδωρ, οὐδὲ περι‐ πατεῖν ἐδύναντο λοιπὸν, ἀλλὰ κατέκειντο χαμαὶ, τήν
30τε κάμηλον ἀφῆκαν ἀπελθεῖν, ἀπογνόντες ἑαυτῶν. Ὁ δὲ γέρων, ὁρῶν πάντας κινδυνεύοντας, πάνυ λυπη‐
θεὶς καὶ στενάξας, ὀλίγον ἀπ’ αὐτῶν ἀπελθὼν, καὶ919

26

.

921

κλίνας τὰ γόνατα, καὶ τὰς χεῖρας ἐκτείνας, προσηύ‐ χετο· καὶ εὐθὺς ἐποίησεν ὁ Κύριος ὕδωρ ἐξελθεῖν, ἔνθα προσευχόμενος εἱστήκει· καὶ οὕτως πιόντες οἱ πάντες, ἀνέπνευσαν· καὶ τοὺς ἀσκοὺς πλήσαντες,
5ἐζήτησαν τὴν κάμηλον, καὶ εὗρον· συνέβη γὰρ τὸ σχοινίον εἴς τινα λίθον περιειληθῆναι, καὶ οὕτω κα‐ τασχεθῆναι. Ἀγαγόντες τοίνυν καὶ ποτίσαντες, ἐπέθη‐ καν ἐπ’ αὐτὴν τοὺς ἀσκοὺς καὶ διώδευσαν ἀβλα‐ βεῖς. Ὡς δὲ ἦλθεν εἰς τὰ ἔξω μοναστήρια, πάντες ὡς
10πατέρα βλέποντες κατησπάζοντο. Καὶ αὐτὸς δὲ, ὥσπερ ἐφόδια φέρων ἀπὸ τοῦ ὄρους, ἐξένιζεν αὐτοὺς τοῖς λό‐ γοις, καὶ μετεδίδου τῆς ὠφελίας. Πάλιν τε ἦν χαρὰ ἐν τοῖς ὄρεσι, καὶ ζῆλος προκοπῆς, καὶ παράκλησις διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Ἔχαιρεν οὖν καὶ
15αὐτὸς, βλέπων τήν τε τῶν μοναχῶν προθυμίαν, καὶ τὴν ἀδελφὴν γηράσασαν ἐν παρθενίᾳ, καθηγουμένην τε καὶ αὐτὴν ἄλλων παρθένων. Μεθ’ ἡμέρας τοίνυν εἰσῆλθε πάλιν εἰς τὸ ὄρος· καὶ τότε λοιπὸν πολλοὶ πρὸς αὐτὸν εἰσήρχοντο· καὶ
20ἄλλοι πάσχοντες ἐτόλμησαν εἰσελθεῖν· Πρὸς μὲν οὖν πάντας τοὺς εἰσερχομένους πρὸς αὐτὸν μοναχοὺς, τοῦτο συνεχῶς εἶχε τὸ παράγγελμα, πιστεύειν εἰς τὸν Κύριον, καὶ ἀγαπᾷν αὐτὸν, φυλάττειν τε ἑαυτοὺς ἀπὸ ῥυπαρῶν λογισμῶν καὶ σαρκικῶν ἡδονῶν, καὶ, ὡς ἐν
25ταῖς Παροιμίαις γέγραπται, μὴ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας· φεύγειν τε κενοδοξίαν, καὶ εὔχεσθαι συν‐ εχῶς, ψάλλειν τε πρὸ ὕπνου καὶ μεθ’ ὕπνον, καὶ ἀπο‐ στηθίζειν τὰ ἐν ταῖς Γραφαῖς παραγγέλματα, καὶ μνημονεύειν τῶν πράξεων τῶν ἁγίων, πρὸς τὸ τῷ ζή‐
30λῳ τούτων ῥυθμίζεσθαι τὴν ψυχὴν ὑπομιμνησκομέ‐ νην ἐκ τῶν ἐντολῶν. Μάλιστα δὲ συνεβούλευε τὸ τοῦ Ἀποστόλου ῥητὸν συνεχῶς μελετᾷν· Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· καὶ τοῦτο κοι‐
νῶς περὶ πάσης ἐντολῆς εἰρῆσθαι νομίζειν, ἵνα μὴ921

26

.

924

ἐπὶ μόνῳ παροργισμῷ, ἀλλὰ μηδὲ ἐπὶ ἄλλῃ ἁμαρτίᾳ ἡμῶν ὁ ἥλιος ἐπιδύνῃ· καλὸν γὰρ καὶ ἀναγκαῖον, μή‐ τε τὸν ἥλιον περὶ ἡμερινῆς κακίας, μήτε τὴν σελήνην περὶ νυκτερινῆς ἁμαρτίας, ἢ ὅλως ἐνθυμήσεως, κα‐
5ταγινώσκειν ἡμῶν. Ἵν’ οὖν τοῦτο ἡμῖν περισώζηται, καλὸν ἀκοῦσαι τοῦ Ἀποστόλου καὶ φυλάξαι· φησὶ γάρ· Ἑαυτοὺς ἀνακρίνετε, καὶ ἑαυτοὺς δοκιμά‐ ζετε. Καθ’ ἡμέραν τοίνυν τῶν ἡμερινῶν καὶ τῶν νυ‐ κτερινῶν πράξεων τὸν λόγον ἕκαστος παρ’ ἑαυτῷ
10λαμβανέτω· καὶ, εἰ μὲν ἥμαρτε, παυέσθω· εἰ δὲ μὴ ἥμαρτε, μὴ καυχάσθω· ἀλλ’ ἐπιμενέτω τῷ καλῷ, καὶ μὴ ἀμελείτω, μηδὲ κατακρινέτω τὸν πλησίον, μηδὲ δικαιούτω ἑαυτὸν, ὡς εἶπεν ὁ μακάριος ἀπόστο‐ λος Παῦλος, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὁ τὰ κρυπτὰ ἐρευ‐
15νῶν. Πολλάκις γὰρ καὶ ἑαυτοὺς, ἐν οἷς πράττομεν, λανθάνομεν· καὶ ἡμεῖς μὲν οὐκ οἴδαμεν, ὁ δὲ Κύριος καταλαμβάνει πάντα. Αὐτῷ οὖν τὸ κρῖμα διδόντες, ἀλλήλοις συμπάσχωμεν, καὶ ἀλλήλων μὲν τὰ βάρη βαστάζωμεν, ἑαυτοὺς δὲ ἀνακρίνωμεν, καὶ ἃ ὑστεροῦ‐
20μεν, ἀναπληροῦν σπουδάζωμεν. Ἔστω δὲ καὶ αὕτη πρὸς ἀσφάλειαν τοῦ μὴ ἁμαρτάνειν παρατήρησις· Ἕκαστος τὰς πράξεις καὶ τὰ κινήματα τῆς ψυχῆς, ὡς μέλλοντες ἀλλήλοις ἀπαγγέλλειν, σημειώμεθα καὶ γράφωμεν· καὶ θαῤῥεῖτε, ὅτι, πάντως αἰσχυνόμενοι
25γνωσθῆναι, παυσόμεθα τοῦ ἁμαρτάνειν, καὶ ὅλως τοῦ ἐνθυμεῖσθαί τι φαῦλον. Τίς γὰρ ἁμαρτάνων θέλει βλέπεσθαι; ἢ τίς ἁμαρτήσας, οὐ μᾶλλον ψεύδεται, λανθάνειν θέλων; Ὥσπερ οὖν βλέποντες ἀλλήλους, οὐκ ἂν πορνεύσαιμεν, οὕτως, ἐὰν ὡς ἀπαγγέλλοντες ἀλ‐
30λήλοις τοὺς λογισμοὺς γράφωμεν, μᾶλλον τηρήσομεν ἑαυτοὺς ἀπὸ λογισμῶν ῥυπαρῶν, αἰσχυνόμενοι γνω‐ σθῆναι. Ἔστω οὖν ἡμῖν τὸ γράμμα ἀντὶ ὀφθαλμῶν τῶν συνασκητῶν· ἵνα, ἐρυθριῶντες γράφειν ὡς τὸ
βλέπεσθαι, μήθ’ ὅλως ἐνθυμηθῶμεν τὰ φαῦλα· οὕτω923

26

.

925

δὲ τυποῦντες ἑαυτοὺς, δυνησόμεθα δουλαγωγεῖν τὸ σῶμα, καὶ ἀρέσκειν μὲν τῷ Κυρίῳ, πατεῖν δὲ τὰς τοῦ ἐχθροῦ μεθοδείας. Ταῦτα μὲν τοῖς ἀπαντῶσι παρήγγελλε· τοῖς δὲ
5πάσχουσι συνέπασχε καὶ συνηύχετο· πολλάκις τε καὶ ἐν πολλοῖς ὁ Κύριος ἐπήκουεν αὐτοῦ· καὶ οὔτε ἐπακουόμενος ἐκαυχᾶτο, οὔτε μὴ ἐπακουόμενος ἐγόγ‐ γυζεν· ἀλλ’ ἀεὶ μὲν αὐτὸς ηὐχαρίστει τῷ Κυρίῳ, τοὺς δὲ πάσχοντας παρεκάλει μακροθυμεῖν, καὶ εἰδέναι,
10ὅτι οὔτε αὐτοῦ, οὔθ’ ὅλως ἀνθρώπων ἐστὶν ἡ θερα‐ πεία, ἀλλὰ μόνον τοῦ Θεοῦ τοῦ ποιοῦντος, ὅτε θέλει, καὶ οἷς βούλεται. Οἱ οὖν πάσχοντες ὡς θεραπείαν ἐδέχοντο καὶ τοὺς λόγους τοῦ γέροντος, μανθάνοντες καὶ αὐτοὶ μὴ ὀλιγωρεῖν, μακροθυμεῖν δὲ μᾶλλον· καὶ
15οἱ θεραπευόμενοι δὲ ἐδιδάσκοντο μὴ τῷ Ἀντωνίῳ εὐ‐ χαριστεῖν, ἀλλὰ τῷ Θεῷ μόνῳ. Εἷς γοῦν Φρόντων καλούμενος, ἀπὸ Παλατίου τυγχάνων, καὶ πάθος ἔχων δεινὸν, τήν τε γὰρ γλῶτ‐ ταν ἑαυτοῦ κατήσθιε, καὶ τοὺς ὀφθαλμοὺς ἔμελλε
20βλάπτεσθαι, εἰσελθὼν εἰς τὸ ὄρος, ἠξίου τὸν Ἀντώ‐ νιον εὔξεσθαι περὶ αὐτοῦ. Ὁ δὲ εὐξάμενος, ἔλεγε τῷ Φρόντωνι· Ἄπελθε, καὶ θεραπεύῃ. Τοῦ δὲ βιασαμέ‐ νου, καὶ μείναντος ἔνδον ἡμέρας, ἐπέμενε λέγων ὁ Ἀντώνιος· Οὐ δυνήσῃ μένων ὧδε θεραπευθῆναι. Ἔξ‐
25ελθε, καὶ φθάσας εἰς τὴν Αἴγυπτον, ὄψει τὸ γινόμε‐ νον εἰς σὲ σημεῖον. Πιστεύσας ἐκεῖνος ἐξῆλθε· καὶ ὡς μόνον εἶδε τὴν Αἴγυπτον, πέπαυτο τοῦ πάθους, καὶ γέγονεν ὑγιὴς ὁ ἄνθρωπος κατὰ τὸν λόγον Ἀντω‐ νίου, ὃν εὐξάμενος ἔμαθε παρὰ τοῦ Σωτῆρος.
30 Παρθένος δέ τις ἀπὸ Βουσίρεως τῆς Τριπό‐ λεως πάθος εἶχε δεινὸν καὶ λίαν αἰσχρόν. Τά τε γὰρ δάκρυα αὐτῆς, καὶ αἱ μύξαι, καὶ τὰ ἐκ τῶν ὤτων ὑγρὰ πίπτοντα χαμαὶ, σκώληκες εὐθὺς ἐγίνοντο· ἦν δὲ καὶ τὸ σῶμα παραλελυμένη, καὶ τοὺς ὀφθαλμοὺς
35εἶχεν οὐ κατὰ φύσιν. Ταύτης οἱ γονεῖς μαθόντες ἀπερ‐ χομένους πρὸς τὸν Ἀντώνιον μοναχοὺς, πιστεύσαν‐ τες τῷ Κυρίῳ τῷ τὴν αἱμοῤῥοοῦσαν θεραπεύ‐
σαντι, ἠξίωσαν μετὰ τῆς θυγατρὸς συνοδεῦσαι τού‐925

26

.

928

τοις. Τῶν δὲ ἀνασχομένων, οἱ μὲν γονεῖς μετὰ τῆς παιδὸς ἔμειναν ἔξω τοῦ ὄρους παρὰ Παφνουτίῳ τῷ ὁμολογητῇ καὶ μοναχῷ· οἱ δὲ εἰσῆλθον, καὶ μόνον ὡς ἠθέλησαν ἀπαγγεῖλαι περὶ τῆς παρθένου, ἔφθασεν
5αὐτοὺς αὐτὸς, καὶ διηγήσατο τό τε πάθος τῆς παι‐ δὸς, καὶ πῶς συνώδευσεν αὐτοῖς. Εἶτα τούτων ἀξιούν‐ των ἐπιτραπῆναι κἀκείνους εἰσελθεῖν, τοῦτο μὲν οὐκ ἐπέτρεψεν, εἶπε δέ· Ὑπάγετε, καὶ εὑρήσετε αὐτὴν, εἰ μὴ ἀπέθανε, τεθεραπευμένην. Οὐ γὰρ ἐμόν ἐστι
10τοῦτο κατόρθωμα, ἵνα καὶ πρὸς ἐμὲ τὸν οἰκτρὸν ἄν‐ θρωπον ἔλθῃ· ἀλλὰ τοῦ Σωτῆρός ἐστιν ἡ θεραπεία, τοῦ ποιοῦντος ἐν παντὶ τόπῳ τὸ ἔλεος αὐτοῦ τοῖς ἐπι‐ καλουμένοις αὐτόν. Κἀκείνῃ τοίνυν ἐπένευσεν ὁ Κύ‐ ριος εὐξαμένῃ, κἀμοὶ δεδήλωκεν ἡ αὐτοῦ φιλανθρω‐
15πία, ὅτι τὸ πάθος ἐκεῖ οὔσης τῆς παιδὸς θεραπεύσει. Γέγονε γοῦν τὸ θαῦμα, καὶ ἐξελθόντες εὗρον τοὺς γο‐ νεῖς χαίροντας, καὶ τὴν παῖδα λοιπὸν ὑγιαίνουσαν. Εἰσερχομένων δὲ δύο ἀδελφῶν τινων, καὶ λείψαν‐ τος ἐν τῇ ὁδῷ τοῦ ὕδατος, ὁ μὲν εἷς ἀπέθανεν, ὁ δὲ ἕτε‐
20ρος ἔμελλε· μηκέτι γοῦν ἰσχύων ὁδεύειν, ἔκειτο καὶ αὐτὸς ἐπὶ τῆς γῆς τεθνήξεσθαι προσδοκῶν. Ὁ δὲ Ἀντώνιος, καθήμενος ἐν τῷ ὄρει, φωνήσας δύο μο‐ ναχοὺς (συνέβη γὰρ ἐκεῖ τούτους εἶναι), ἤπειγε λέ‐ γων· Λάβετε κεράμιον ὕδατος, καὶ δράμετε τὴν ἐπ’
25Αἴγυπτον ὁδόν· δύο γὰρ ἐρχομένων, ὁ μὲν εἷς ἄρτι τετελεύτηκεν, ὁ δὲ ἕτερος μέλλει, ἐὰν μὴ σπεύσητε. Τοῦτο γὰρ εὐχομένῳ μοι νῦν πεφανέρωται. Ἐλθόντες τοίνυν οἱ μοναχοὶ, εὗρον τὸν μὲν κείμενον νεκρὸν, καὶ ἔθαψαν, τὸν δὲ ἕτερον ἀνεκτήσαντο τῷ
30ὕδατι, καὶ ἀπήγαγον πρὸς τὸν γέροντα· ἦν γὰρ τὸ διάστημα ἡμέρας ὁδός. Ἐὰν δὲ ζητήσῃ τις, διὰ τί μὴ πρὸ τοῦ τελευτῆσαι τὸν ἄλλον οὐκ εἴρηκεν· οὐκ
ὀρθῶς ζητεῖ τοῦτο λέγων. Οὐ γὰρ ἦν Ἀντωνίου τὸ927

26

.

929

τοῦ θανάτου κρῖμα, ἀλλὰ τοῦ Θεοῦ, τοῦ καὶ περὶ ἐκεί‐ νου κρίναντος, καὶ περὶ τούτου ἀποκαλύψαντος. Μό‐ νον δὲ Ἀντωνίου τοῦτο θαῦμα ἦν, ὅτι ἐν τῷ ὄρει καθ‐ ήμενος, εἶχε τὴν μὲν καρδίαν νήφουσαν, τὸν δὲ Κύ‐
5ριον δεικνύοντα αὐτῷ τὰ μακράν. Καὶ γάρ ποτε πάλιν, καθήμενος ἐν τῷ ὄρει καὶ ἀναβλέψας, εἶδεν ἐν τῷ ἀέρι ἀναγόμενόν τινα, πολλήν τε τῶν ἀπαντώντων γινομένην τὴν χαράν. Εἶτα θαυμάζων καὶ μακαρίζων τὸν τοιοῦτον χορὸν,
10ηὔχετο μαθεῖν, τί ἂν εἴη τοῦτο. Καὶ εὐθὺς ἦλθεν αὐ‐ τῷ φωνὴ, ταύτην εἶναι τοῦ Ἀμοῦν τὴν ψυχὴν, τοῦ ἐν τῇ Νιτρίᾳ μοναχοῦ. Ἦν δὲ οὗτος ἕως γήρως ἀσκητὴς διαμείνας. Καὶ τὸ διάστημα δὲ τὸ ἀπὸ Νι‐ τρίας ἕως τοῦ ὄρους, ἔνθα ἦν ὁ Ἀντώνιος, ἡμερῶν
15ἐστι δεκατριῶν. Οἱ τοίνυν ὄντες μετὰ Ἀντωνίου, βλέποντες τὸν γέροντα θαυμάζοντα, ἠξίωσαν μαθεῖν· καὶ ἤκουσαν, ὅτι ἄρτι τετελεύτηκεν ὁ Ἀμοῦν. Ἦν γὰρ γνώριμος, διὰ τὸ πυκνότερον αὐτὸν ἐκεῖ παρα‐ γίνεσθαι, καὶ πολλὰ καὶ δι’ αὐτοῦ σημεῖα γεγενῆσθαι·
20ἐξ ὧν ἔν ἐστι τοῦτο· Ποτὲ χρείας γενομένης παρελ‐ θεῖν αὐτὸν τὸν ποταμὸν τὸν λεγόμενον Λύκον (ἦν δὲ τότε πλημμύρα τῶν ὑδάτων), ἠξίωσε τὸν σὺν αὐτῷ Θεόδωρον μακρὰν ἀπ’ αὐτοῦ γενέσθαι, ἵνα μὴ ἀλλήλους ἴδωσι γυμνοὺς, ἐν τῷ διανήχεσθαι τὸ ὕδωρ.
25Εἶτα ἀπελθόντος τοῦ Θεοδώρου, ᾐσχύνετο πάλιν καὶ ἑαυτὸν ἰδεῖν γυμνόν. Ἕως τοίνυν ᾐσχύνετο, καὶ ἐφρόν‐ τιζεν, ἐξαίφνης ἀπηνέχθη εἰς τὸ πέραν. Ὁ οὖν Θεό‐ δωρος, καὶ αὐτὸς ἀνὴρ εὐλαβὴς, ἐγγίσας καὶ ἑωρα‐ κὼς αὐτὸν προλαβόντα, καὶ μήθ’ ὅλως ὕδατι βραχέν‐
30τα, ἠξίου μαθεῖν τὸν τρόπον τοῦ περάματος. Ὡς δὲ ἑώρα μὴ θέλοντα εἰπεῖν αὐτὸν, διισχυρίζετο, κατ‐ έχων αὐτοῦ τοὺς πόδας, μὴ πρότερον ἐξαφεῖναι, πρὶν ἂν μάθῃ παρ’ αὐτοῦ. Βλέπων τοιγαροῦν ὁ Ἀμοῦν τὸ φιλόνεικον τοῦ Θεοδώρου, μάλιστα καὶ διὰ τὸν λόγον,
35ὃν εἶπεν, ἀπῄτησε καὶ αὐτὸς μηδενὶ λέγειν αὐτὸν ἕως θανάτου αὐτοῦ· καὶ οὕτως ἀπήγγειλε, βεβαστά‐ χθαι καὶ τεθεῖσθαι αὐτὸν εἰς τὸ πέραν· μήτε δὲ περι‐ πεπατηκέναι εἰς τὸ ὕδωρ, μήθ’ ὅλως εἶναι τοῦτο δυ‐
νατὸν ἀνθρώποις, εἰ μὴ μόνῳ τῷ Κυρίῳ, καὶ οἷς ἂν929

26

.

932

αὐτὸς ἐπιτρέψῃ, ὡς τῷ μεγάλῳ ἀποστόλῳ Πέτρῳ πε‐ ποίηκεν. Ὁ μὲν οὖν Θεόδωρος μετὰ θάνατον τοῦ Ἀμοῦν διηγήσατο τοῦτο· οἱ δὲ μοναχοὶ, οἷς εἶπεν ὁ Ἀντώνιος περὶ τοῦ θανάτου τοῦ Ἀμοῦν, ἐσημειώ‐
5σαντο τὴν ἡμέραν· καὶ ἀνελθόντων τῶν ἀδελφῶν ἀπὸ τῆς Νιτρίας μετὰ τριάκοντα ἡμέρας, ἐπύθοντο, καὶ ἔγνωσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ τῇ ὥρᾳ κεκοιμῆσθαι τὸν Ἀμοῦν, ἐν ᾗ τὴν ψυχὴν εἶδεν ἀναφερομένην ὁ γέ‐ ρων αὐτοῦ. Καὶ πάνυ καὶ οὗτοι κἀκεῖνοι τὸ καθαρὸν τῆς ψυχῆς ἐθαύμαζον Ἀντωνίου, πῶς τὸ ἀπὸ διαστή‐
10ματος ἡμερῶν δεκατριῶν γενόμενον παρ’ αὐτὰ μεμάθηκε, καὶ τὴν ψυχὴν εἶδεν ἀναγομένην. Καὶ μὴν καὶ Ἀρχέλαός ποτε ὁ κόμης, εὑρὼν αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, προσεύξασθαι μόνον ἠξίωσεν αὐτὸν περὶ Πολυκρατείας τῆς ἐν Λαοδικείᾳ θαυμαστῆς καὶ Χριστοφόρου παρθένου. Ἔπασχε γὰρ
15ἐκείνη δεινῶς τὸν στόμαχον καὶ τὸ πλευρὸν ἀπὸ τῆς ἄγαν ἀσκήσεως, καὶ ὅλη ἦν ἀσθενὴς τῷ σώματι. Ὁ μὲν οὖν Ἀντώνιος ηὔχετο· ὁ δὲ κόμης ἐσημειώσατο τὴν ἡμέραν, ἐν ᾗ γέγονεν ἡ εὐχή· καὶ ἀπελθὼν εἰς τὴν Λαοδίκειαν, εὗρεν ὑγιῆ τὴν παρθένον. Πυνθανό‐
20μενος δὲ, πότε καὶ ποίᾳ ἡμέρᾳ πέπαυται τῆς ἀσθενείας, προήνεγκε τὸν χάρτην, ἐν ᾧ τὸν χρόνον τῆς εὐχῆς ἔγραψε· καὶ μαθὼν, ἔδειξε καὶ αὐτὸς εὐθὺς τὴν ἐν τῷ χάρτῃ γραφήν· καὶ πάντες ἐθαύμασαν ἐπι‐ γνόντες, ὅτι τότε πέπαυκεν ὁ Κύριος αὐτὴν τῶν
25πόνων, ὅτε ἦν εὐχόμενος ὁ Ἀντώνιος καὶ παρακα‐ λῶν τὴν ἀγαθότητα τοῦ Σωτῆρος περὶ αὐτῆς. Καὶ περὶ τῶν ἐρχομένων δὲ πρὸς αὐτὸν πολλά‐ κις προέλεγε πρὸ ἡμερῶν, ἦν δὲ ὅτε καὶ πρὸ μηνὸς, καὶ τὴν αἰτίαν, δι’ ἣν ἤρχοντο· οἱ μὲν γὰρ ἕνεκα
30τοῦ μόνον ἰδεῖν αὐτὸν ἤρχοντο, οἱ δὲ δι’ ἀσθένειαν, καὶ ἄλλοι πάσχοντες ὑπὸ δαιμόνων. Καὶ πάντες οὐ σκυλμὸν οὐδὲ ζημίαν ἡγοῦντο τὸν κόπον τῆς ὁδοῦ· ἀνέκαμπτε γὰρ ἕκαστος αἰσθόμενος τῆς ὠφελείας. Τοιαῦτα δὲ λέγων καὶ βλέπων, ἠξίου μηδένα θαυμά‐
35ζειν αὐτὸν ἐν τούτῳ· ἀλλὰ μᾶλλον θαυμάζειν τὸν Κύριον, ὅτι ἀνθρώποις ἡμῖν οὖσιν ἐχαρίσατο κατὰ
δύναμιν γινώσκειν αὐτόν.931

26

.

933

Κατελθὼν δέ ποτε πάλιν εἰς τὰ ἔξω μοναστή‐ ρια, καὶ ἀξιωθεὶς εἰς πλοῖον εἰσελθεῖν, καὶ εὔξασθαι μετὰ μοναχῶν, μόνος αὐτὸς ἀντελάβετο δεινῆς δυσ‐ ωδίας καὶ πάνυ πικρᾶς. Τῶν δὲ ἐν τῷ πλοίῳ λεγόντων,
5ἰχθὺν εἶναι καὶ τάριχον ἐν τῷ πλοίῳ, καὶ τούτων εἶναι τὴν ὀσμὴν, αὐτὸς ἄλλην ἔλεγεν εἶναι τὴν δυσωδίαν· ἔτι δὲ αὐτοῦ λέγοντος, νεώτερός τις ἔχων δαίμονα, ὃς προεισελθὼν ἐκρύπτετο ἐν τῷ πλοίῳ, εὐθὺς ἀνέκρα‐ ξεν. Ἐπιτιμηθεὶς δὲ ὁ δαίμων ἐν τῷ ὀνόματι τοῦ Κυ‐
10ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξῆλθε· καὶ ὁ μὲν ἄνθρω‐ πος γέγονεν ὑγιής· πάντες δὲ ἔγνωσαν, ὅτι τοῦ δαί‐ μονος ἦν ἡ δυσωδία. Καὶ ἄλλος δέ τις τῶν ἐπιφανῶν ἦλθεν ἔχων δαί‐ μονα πρὸς αὐτόν. Ἦν δὲ ὁ δαίμων ἐκεῖνος οὕτω
15δεινὸς, ὡς τὸν ἐνεργούμενον μὴ γινώσκειν, εἰ πρὸς Ἀντώνιον ᾔει· ἀλλὰ καὶ τοῦ σώματος αὐτοῦ τὰ πε‐ ριττὰ κατήσθιεν. Οἱ μὲν οὖν ἀγαγόντες αὐτὸν, παρ‐ εκάλουν τὸν Ἀντώνιον εὔξασθαι ὑπὲρ αὐτοῦ· ὁ δὲ Ἀντώνιος συμπαθὼν τῷ νεανίσκῳ, ηὔχετο· καὶ τὴν
20νύκτα πᾶσαν συνηγρύπνησεν αὐτῷ. Καὶ ὁ μὲν νεα‐ νίσκος, ἐξαίφνης ἐπελθὼν τῷ Ἀντωνίῳ περὶ τὴν ἕω, ὤθησεν αὐτόν· τῶν δὲ σὺν ἐκείνῳ ἐλθόντων ἀγανα‐ κτούντων, ἔφη ὁ Ἀντώνιος· Μὴ χαλεπαίνετε τῷ νεανί‐ σκῳ· οὐ γὰρ αὐτός ἐστιν, ἀλλ’ ὁ ἐν αὐτῷ δαίμων· ἐπι‐
25τιμηθεὶς δὲ, καὶ κελευσθεὶς ἐλαθῆναι εἰς ἀνύδρους τό‐ πους, ἐμάνη, καὶ τοῦτο πεποίηκε. Δοξάζετε οὖν τὸν Κύριον· τὸ γὰρ οὕτως αὐτὸν ὁρμῆσαι κατ’ ἐμοῦ ση‐ μεῖον ὑμῖν γέγονε τῆς τοῦ δαίμονος ἐξόδου. Ταῦτα τοῦ Ἀντωνίου εἰπόντος, εὐθὺς ὁ νεανίσκος γέγονεν ὑγιής·
30καὶ λοιπὸν σωφρονήσας, ἔγνω, ὅπου τε ἦν, καὶ κατ‐ ησπάζετο τὸν γέροντα εὐχαριστῶν τῷ Θεῷ. Πολλά τε ἄλλα τοιαῦτα συμφώνως καὶ ὁμαλῶς εἰρήκασι περὶ αὐτοῦ πλεῖστοι τῶν μοναχῶν δι’ αὐτοῦ γεγενῆσθαι. Οὐκ ἔτι δὲ ταῦτα θαυμαστὰ τοσοῦτον, ὅσον
35τὰ ἄλλα θαυμασιώτερα μᾶλλον φαίνεται. Μέλλων γὰρ ἐσθίειν ποτὲ, καὶ ἀναστὰς εὔξασθαι περὶ τὴν ἐννάτην ὥραν, ᾔσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ· καὶ, τὸ παράδοξον, ἑστὼς ἔβλεπεν ἑαυτὸν ὥσπερ ἔξωθεν ἑαυ‐ τοῦ γινόμενον, καὶ ὡς εἰς τὸν ἀέρα ὁδηγούμενον ὑπό
40τινων· εἶτα πικροὺς καὶ δεινούς τινας ἑστῶτας ἐν τῷ933

26

.

936

ἀέρι καὶ θέλοντας αὐτὸν κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων ἀντιμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύθυνος αὐτοῖς εἴη. Θελόντων τοίνυν συνᾶραι λόγον ἀπὸ τῆς γεννήσεως αὐτοῦ, ἐκώλυον οἱ
5τὸν Ἀντώνιον ὁδηγοῦντες, λέγοντες ἐκείνοις· Τὰ μὲν ἀπὸ τῆς γεννήσεως αὐτοῦ ὁ Κύριος ἀπήλειψεν· ἐξ οὗ δὲ γέγονε μοναχὸς, καὶ ἐπηγγείλατο τῷ Θεῷ, ἐξ‐ έστω λόγον ποιῆσαι. Τότε κατηγορούντων, καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν αὐτῷ καὶ ἀκώλυτος ἡ
10ὁδός· καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥσπερ ἐρχόμενον καὶ πρὸς ἑαυτὸν ἑστῶτα, καὶ πάλιν ἦν ὅλως Ἀντώνιος. Τότε τοῦ μὲν φαγεῖν αὐτὸς ἐπιλαθόμενος, ἔμεινε τὸ λοιπὸν τῆς ἡμέρας καὶ δι’ ὅλης τῆς νυκτὸς στενάζων καὶ εὐχόμενος. Ἐθαύμαζε γὰρ βλέπων πρὸς πόσους
15ἡμῖν ἐστιν ἡ πάλη, καὶ διὰ πόσων πόνων ἔχει τις δια‐ βῆναι τὸν ἀέρα· καὶ ἐμνημόνευεν, ὅτι τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Ἀπόστολος· Κατὰ τὸν ἄρχοντα τῆς ἐξου‐ σίας τοῦ ἀέρος. Ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν, ἐν τῷ μάχεσθαι καὶ πειράζειν διακωλύειν
20τοὺς διερχομένους. Δι’ ὃ καὶ μάλιστα παρῄνει· Ἀναλά‐ βετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντι‐ στῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ· ἵνα μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον ὁ ἐχθρὸς καταισχυνθῇ. Ἡμεῖς δὲ, τοῦτο μαθόντες, μνημονεύωμεν τοῦ Ἀπο‐
25στόλου λέγοντος· Εἴτε ἐν σώματι, οὐκ οἶδα· εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. Ἀλλ’ ὁ μὲν Παῦλος ἕως τρίτου οὐρανοῦ ἡρπάγη, καὶ ἀκού‐ σας ἄῤῥητα ῥήματα κατῆλθεν· ὁ δὲ Ἀντώνιος ἕως τοῦ ἀέρος ἑαυτὸν εἶδε φθάσαντα, καὶ ἀγωνισάμενον
30ἕως ἐλεύθερος φανῇ. Εἶχε δὲ καὶ τοῦτο πάλιν χάρισμα. Ἐν γὰρ τῷ ὄρει κατὰ μόνας καθήμενος, εἴ ποτέ τι πρὸς ἑαυτὸν ζητῶν ἠπόρει, τοῦτο αὐτῷ παρὰ τῆς Προνοίας εὐχο‐ μένῳ ἀπεκαλύπτετο. Καὶ ἦν, κατὰ τὸ γεγραμμένον,
35θεοδίδακτος γενόμενος ὁ μακάριος. Μετὰ ταῦτα γοῦν
διαλέξεως αὐτῷ ποτε γενομένης πρός τινας εἰσελθόν‐935

26

.

937

τας πρὸς αὐτὸν, περὶ τῆς διαγωγῆς τῆς ψυχῆς, καὶ ποῖος μετὰ ταῦτα αὐτῇ τόπος ἔσται, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν, λέγων· Ἀντώνιε, ἀναστὰς ἔξελθε, καὶ βλέπε. Ἐξελθὼν τοίνυν, (ᾔδει γὰρ τίσιν
5ὑπακούειν ὀφείλει·) καὶ ἐθεώρησέ τινα μακρὸν ἀνα‐ βλέψας, ἀειδῆ καὶ φοβερὸν, ἑστῶτα καὶ φθάνοντα μέχρι τῶν νεφελῶν, καὶ ἀναβαίνοντάς τινας ὥσπερ ἐπτερωμένους· κἀκεῖνον ἐκτείνοντα τὰς χεῖρας· καὶ τοὺς μὲν κωλυομένους παρ’ αὐτοῦ, τοὺς δὲ ὑπεριπτα‐
10μένους, καὶ διελθόντας λοιπὸν, ἀμερίμνως ἀνάγεσθαι. Ἐπὶ μὲν οὖν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας ὁ μακρὸς ἐκεῖνος· ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν, ἔχαιρε. Καὶ εὐθὺς πρὸς Ἀντώνιον ἐγένετο φωνή· Νόει τὸ βλεπόμενον· καὶ διανοιχθείσης αὐτοῦ τῆς διανοίας,
15ἐνενόει τῶν ψυχῶν εἶναι τὴν πάροδον, καὶ τὸν ἑστῶ‐ τα μακρὸν εἶναι τὸν ἐχθρὸν τὸν φθονοῦντα τοῖς πιστοῖς· καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ μὴ πεισθέντας αὐτῷ μὴ δυνάμενον κρατεῖν ὡς ὑπερβαίνοντας. Τοῦτο πάλιν
20ἑωρακὼς, καὶ ὥσπερ ὑπομιμνησκόμενος, μᾶλλον ἠγω‐ νίζετο προκόπτειν τοῖς ἔμπροσθεν καθ’ ἡμέραν. Ταῦ‐ τα δὲ οὐχ ἑκὼν ἀπήγγελλεν αὐτός· ἐν δὲ τῷ χρονίζειν ἐν ταῖς εὐχαῖς καὶ καθ’ ἑαυτὸν θαυμάζειν, πυνθανο‐ μένων τῶν συνόντων καὶ θλιβόντων αὐτὸν, ἠναγκάζε‐
25το λέγειν, ὡς πατὴρ οὐ δυνάμενος κρύπτειν τοῖς τέκνοις· ἀλλὰ καὶ ἡγούμενος, ὅτι τὸ μὲν αὐτοῦ σύν‐ ειδός ἐστι καθαρὸν, ἐκείνοις δὲ τὸ διήγημα γίνεται πρὸς ὠφέλειαν, μανθάνουσι τῆς ἀσκήσεως εἶναι καρ‐ πὸν ἀγαθὸν, τῶν τε πόνων πολλάκις παραμύθιον
30γίνεσθαι τὰς ὀπτασίας. Πρὸς δὲ καὶ τὸ ἦθος ἀνεξίκακος ἦν, καὶ τὴν ψυχὴν ταπεινόφρων· τοιοῦτος γὰρ ὢν, τόν τε κανόνα τῆς Ἐκκλησίας ὑπερφυῶς ἐτίμα, καὶ πάντα κληρι‐ κὸν τῇ τιμῇ προηγεῖσθαι ἤθελεν ἑαυτοῦ. Τοῖς μὲν γὰρ
35ἐπισκόποις καὶ πρεσβυτέροις οὐκ ᾐδεῖτο κλῖναι τὴν κεφαλήν· διάκονος δὲ εἴ ποτε πρὸς αὐτὸν ὠφελείας χάριν ἀπήντα, τὰ μὲν πρὸς ὠφέλειαν διελέγετο· τὰ δὲ τῆς εὐχῆς αὐτῷ παρεχώρει, οὐκ αἰδούμενος μαν‐
θάνειν καὶ αὐτός. Καὶ γὰρ πολλάκις ἐπυνθάνετο, καὶ937

26

.

940

ἠξίου παρὰ τῶν συνόντων ἀκούειν· καὶ ὡμολό‐ γει ὠφελεῖσθαι, εἴ τι χρήσιμόν τις ἔλεγε. Καὶ μὴν καὶ τὸ πρόσωπον αὐτοῦ χάριν εἶχε πολλὴν καὶ παρά‐ δοξον. Εἶχε δὲ καὶ τοῦτο τὸ χάρισμα παρὰ τοῦ Σωτῆ‐
5ρος· εἰ γὰρ μετὰ τοῦ πλήθους τῶν μοναχῶν παρῆν, καὶ τοῦτον ἰδεῖν τις ἐβούλετο μὴ πρότερον γινώσκων, προσελθὼν εὐθὺς, τοὺς μὲν ἄλλους ὑπερέβαινε, πρὸς αὐτὸν δὲ ἔτρεχεν, ὡς ὑπὸ τῶν ὄψεων αὐτοῦ ἑλκόμενος. Οὐχ ὕψει δὲ, οὐδὲ τῷ πλάτει διέφερε τῶν ἄλλων, ἀλλὰ
10τῇ τῶν ἠθῶν καταστάσει, καὶ τῇ τῆς ψυχῆς καθαρό‐ τητι. Ἀθορύβου γὰρ οὔσης τῆς ψυχῆς, ἀταράχους εἶχε καὶ τὰς ἔξωθεν αἰσθήσεις· ὡς ἀπὸ τῆς χαρᾶς τῆς ψυχῆς ἱλαρὸν ἔχειν καὶ τὸ πρόσωπον, καὶ ἀπὸ τῶν τοῦ σώματος κινημάτων αἰσθέσθαι καὶ νοεῖν τὴν τῆς ψυ‐
15χῆς κατάστασιν, κατὰ τὸ γεγραμμένον· Καρδίας εὐφραινομένης, θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Οὕτως Ἰακὼβ ἐπέγνω τὸν Λάβαν ἐπιβουλὴν ἐνθυμούμενον, καί φησι πρὸς τὰς γυναῖκας· Οὐκ ἔστι τὸ πρόσωπον τοῦ πατρὸς
20ὑμῶν ὡς χθὲς καὶ τρίτην ἡμέραν· οὕτως ὁ Σα‐ μουὴλ ἐπέγνω τὸν Δαβίδ· χαροποιοὺς γὰρ εἶχε τοὺς ὀφθαλμοὺς, καὶ τοὺς ὀδόντας ὡς γάλα λευκούς. Οὕτως καὶ ὁ Ἀντώνιος ἐπιγινώσκετο· οὐδέποτε γὰρ ἐταράττετο, γαληνιώσης αὐτοῦ τῆς ψυχῆς· οὐδέποτε σκυθρωπὸς ἐγίνετο, χαιρούσης αὐτοῦ τῆς διανοίας.
25 Καὶ τῇ πίστει δὲ πάνυ θαυμαστὸς ἦν καὶ εὐ‐ σεβής. Οὔτε γὰρ Μελετιανοῖς τοῖς σχισματικοῖς ποτε κεκοινώνηκεν, εἰδὼς αὐτῶν τὴν ἐξ ἀρχῆς πονηρίαν καὶ ἀποστασίαν· οὔτε Μανιχαίοις, ἢ ἄλλοις τισὶν αἱ‐ ρετικοῖς ὡμίλησε φιλικὰ, ἢ μόνον ἄχρι νουθεσίας τῆς
30εἰς εὐσέβειαν μεταβολῆς· ἡγούμενος καὶ παρ‐ αγγέλλων τὴν τούτων φιλίαν καὶ ὁμιλίαν βλάβην καὶ ἀπώλειαν εἶναι ψυχῆς. Οὕτω γοῦν καὶ τὴν τῶν Ἀρειανῶν αἵρεσιν ἐβδελύσσετο, παρήγγελλέ τε πᾶσι μήτε ἐγγίζειν αὐτοῖς, μήτε τὴν κακοπιστίαν αὐτῶν
35ἔχειν. Ἀπελθόντας γοῦν ποτέ τινας πρὸς αὐτὸν τῶν
Ἀρειομανιτῶν, ἀνακρίνας καὶ μαθὼν ἀσεβοῦντας,939

26

.

941

ἐδίωξεν ἀπὸ τοῦ ὅρους, λέγων ὄφεων ἰοῦ χείρονας εἶ‐ ναι τοὺς λόγους αὐτῶν.
4Καὶ ψευσαμένων δέ ποτε τῶν Ἀρειανῶν, ὡς
5ἐκείνοις τὰ αὐτὰ φρονοῦντος, ἠγανάκτει καὶ ἐθυμοῦτο κατ’ ἐκείνων. Εἶτα παρακληθεὶς παρά τε τῶν ἐπι‐ σκόπων καὶ τῶν ἀδελφῶν πάντων, κατῆλθεν ἀπὸ τοῦ ὄρους· καὶ εἰσελθὼν εἰς τὴν Ἀλεξάνδρειαν, τοὺς Ἀρειανοὺς ἀπεκήρυξεν· αἵρεσιν ἐσχάτην λέγων
10εἶναι ταύτην, καὶ πρόδρομον τοῦ Ἀντιχρίστου. Ἐδίδασκέ τε τὸν λαὸν μὴ εἶναι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ, μηδὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι· ἀλλ’ ὅτι ἀΐδιός ἐστι τῆς τοῦ Πατρὸς οὐσίας Λόγος καὶ Σοφία. Δι’ ὃ καὶ ἀσεβές ἐστι λέγειν· Ἦν ὅτε οὐκ ἦν· ἦν γὰρ
15ἀεὶ ὁ Λόγος συνυπάρχων τῷ Πατρί· ὅθεν μηδὲ μίαν ἔχετε κοινωνίαν πρὸς τοὺς ἀσεβεστάτους Ἀρειανούς· Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. Ὑμεῖς μὲν γὰρ εὐσεβοῦντες Χριστιανοί ἐστε· ἐκεῖνοι δὲ, κτίσμα λέγοντες τὸν ἐκ τοῦ Πατρὸς Υἱὸν τοῦ Θεοῦ
20καὶ Λόγον, οὐδὲν διαφέρουσιν ἐθνικῶν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν. Πιστεύσατε δὲ, ὅτι καὶ αὐτὴ ἡ κτίσις πᾶσα ἀγανακτεῖ κατ’ αὐτῶν· ὅτι τὸν κτίστην καὶ Κύριον τοῦ παντὸς, ἐν ᾧ τὰ πάντα γέγονε, τοῦτον τοῖς γενητοῖς συναριθμοῦσιν.
26 Οἱ μὲν οὖν λαοὶ πάντες ἔχαιρον ἀκούοντες παρὰ τοῦ τοιούτου ἀνδρὸς ἀναθεματιζομένην τὴν χριστομάχον αἵρεσιν· οἱ δὲ τῆς πόλεως πάντες συν‐ έτρεχον ἰδεῖν τὸν Ἀντώνιον. Ἕλληνές τε καὶ αὐτοὶ
30οἱ λεγόμενοι αὐτῶν ἱερεῖς, εἰς τὸ Κυριακὸν ἤρχοντο λέγοντες· Ἀξιοῦμεν ἰδεῖν τὸν τοῦ Θεοῦ ἄνθρωπον· πάντες γὰρ αὐτὸν οὕτως ἐκάλουν. Καὶ γὰρ κἀκεῖ πολλοὺς δι’ αὐτοῦ ἐκαθάρισεν ὁ Κύριος ἀπὸ δαιμό‐ νων, καὶ βλαβέντας τὴν διάνοιαν ἰάσατο. Πολλοὶ δὲ
35καὶ Ἕλληνες ἠξίουν κἂν μόνον ἅπτεσθαι τοῦ γέρον‐
τος, πιστεύοντες ὠφελεῖσθαι. Ἀμέλει τοσοῦτοι γεγό‐941

26

.

944

νασι Χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐνιαυτῷ γενομένους. Εἶτα, τινῶν νομιζόντων ἐκ τῶν ὄχλων αὐτὸν ταράττεσθαι, καὶ διὰ τοῦτο ἀποτρεπόντων ἀπ’ αὐτοῦ πάντας, αὐτὸς
5οὐ ταραττόμενος ἔλεγε, μὴ πλείους εἶναι τούτους ἐκείνων, μεθ’ ὧν ἐν τῷ ὄρει παλαίομεν δαιμόνων. Ὅτε δὲ ἀπεδήμει, καὶ προεπέμπομεν αὐτὸν, ὡς ἐφθάσαμεν εἰς τὴν πύλην, ὄπισθέν τις ἐβόα γυνή· Μεῖνον, ἄνθρωπε τοῦ Θεοῦ, ἡ θυγάτηρ μου δεινῶς
10ὑπὸ δαίμονος ἐνοχλεῖται· μεῖνον, παρακαλῶ, μὴ κἀγὼ κινδυνεύσω τρέχουσα. Ἀκούσας ὁ γέρων, καὶ ἀξιω‐ θεὶς παρ’ ἡμῶν, θέλων ἔμεινεν. Ὡς δὲ ἤγγισεν ἡ γυνὴ, ἡ μὲν παῖς ἔῤῥιπτο χαμαί· τοῦ δὲ Ἀντωνίου προσευξαμένου, καὶ τὸν Χριστὸν ὀνομάσαντος, ἠγέρθη
15ἡ παῖς ὑγιὴς, ἐξελθόντος τοῦ ἀκαθάρτου δαίμονος. Ἥ τε μήτηρ εὐλόγει τὸν Θεὸν, καὶ πάντες ηὐχαρίστουν. Καὶ αὐτὸς δὲ ἔχαιρεν ἀποδημῶν, ὡς εἰς τὸν ἴδιον οἶ‐ κον, εἰς τὸ ὄρος. Καὶ φρόνιμος δὲ ἦν λίαν· καὶ τὸ θαυμαστὸν,
20ὅτι, γράμματα μὴ μαθὼν, ἀγχίνους ἦν καὶ συνετὸς ἄνθρωπος. Ποτὲ γοῦν φιλόσοφοι δύο ἦλθον πρὸς αὐ‐ τὸν Ἕλληνες, νομίζοντες δύνασθαι τὸν Ἀντώνιον πειράσαι· ἦν δὲ ἐν τῷ ὄρει τῷ ἔξω· ὁ δὲ ἐκ τοῦ προσώπου συνεὶς τοὺς ἀνθρώπους, ἐξελθὼν πρὸς αὐ‐
25τοὺς, ἔφη δι’ ἑρμηνέως· Τί τοσοῦτον ἐσκύλητε, ὦ φιλόσοφοι, πρὸς μωρὸν ἄνθρωπον; Τῶν δὲ εἰπόντων, μὴ εἶναι μωρὸν αὐτὸν, ἀλλὰ καὶ μάλα φρόνιμον, ἔφη πρὸς αὐτούς· Εἰ μὲν πρὸς μωρὸν ἤλθετε, περιττὸς ὑμῶν ὁ κάματος· εἰ δὲ νομίζετέ με φρόνιμον εἶναι,
30γίνεσθε ὡς ἐγώ· δεῖ γὰρ τὰ καλὰ μιμεῖσθαι. Καὶ εἰ μὲν ἐγὼ πρὸς ὑμᾶς ἠρχόμην, ἐμιμησάμην ἂν ὑμᾶς· εἰ δὲ ὑμεῖς πρὸς ἐμὲ, γίνεσθε ὡς ἐγώ· Χριστιανὸς γάρ εἰμι. Οἱ δὲ θαυμάζοντες ἀνεχώρουν ἔβλεπον
γὰρ καὶ δαίμονας φοβουμένους τὸν Ἀντώνιον.943

26

.

945

Ἄλλων δὲ πάλιν τοιούτων ἀπαντησάντων πρὸς αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω, καὶ νομιζόντων χλευάζειν, ὅτι μὴ μεμάθηκε γράμματα, λέγει πρὸς αὐτοὺς ὁ Ἀντώνιος· Ὑμεῖς δὲ τί λέγετε; Τί πρῶτόν ἐστι,
5νοῦς ἢ γράμματα; καὶ τί τίνος αἴτιον, ὁ νοῦς τῶν γραμμάτων, ἢ τὰ γράμματα τοῦ νοῦ; Τῶν δὲ εἰ‐ πόντων πρῶτον εἶναι τὸν νοῦν, καὶ τῶν γραμμάτων εὑρέτην· ἔφη ὁ Ἀντώνιος· ᾯ τοίνυν ὁ νοῦς ὑγιαί‐ νει, τούτῳ οὐκ ἀναγκαῖα τὰ γράμματα. Τοῦτο
10καὶ τοὺς παρόντας καὶ αὐτοὺς ἐξέπληξεν. Ἀπῆλθον οὖν θαυμάζοντες, ὅτι τοσαύτην ἔβλεπον ἐν ἰδιώτῃ σύνεσιν· καὶ γὰρ οὐχ ὡς ἐν ὄρει τραφεὶς, κἀκεῖ γέ‐ ρων γενόμενος, ἄγριον εἶχε τὸ ἦθος· ἀλλὰ καὶ χαρίεις ἦν καὶ πολιτικός. Τὸν δὲ λόγον εἶχεν ἠρτυμένον τῷ
15θείῳ ἅλατι· ὥστε μηδένα φθονεῖν, χαίρειν δὲ μᾶλλον ἐπ’ αὐτῷ πάντας τοὺς ἐρχομένους πρὸς αὐτόν. Ἀμέλει μετὰ ταῦτα πάλιν ἐλθόντων ἑτέ‐ ρων τινῶν· ἦσαν δὲ οὗτοι τῶν παρ’ Ἕλλησι δοκούν‐ των εἶναι σοφῶν· καὶ ἀπαιτούντων αὐτὸν λόγον περὶ
20τῆς καθ’ ἡμᾶς ἐν Χριστῷ πίστεως· ἐπιχειρούντων δὲ συλλογίζεσθαι περὶ τοῦ κηρύγματος τοῦ θείου σταυροῦ, καὶ βουλομένων χλευάζειν· ὀλίγον ἐπισχὼν ὁ Ἀντώνιος, καὶ πρῶτον οἰκτείρας αὐτοὺς ἐπὶ τῇ ἀγνωσίᾳ, ἔλεγε δι’ ἑρμηνέως, τοῦ καλῶς τὰ ἐκείνου
25διερμηνεύοντος· Τί κάλλιόν ἐστι, σταυρὸν ὁμολογεῖν, ἢ μοιχείας καὶ παιδοφθορίας προσάπτειν τοῖς παρ’ ὑμῖν λεγομένοις θεοῖς; Τὸ μὲν γὰρ παρ’ ἡμῶν λεγό‐ μενον ἀνδρίας ἐστὶ τεκμήριον, καὶ καταφρονήσεως θανάτου γνώρισμα· τὰ δὲ ὑμέτερα ἀσελγείας ἐστὶ
30πάθη. Ἔπειτα τί βέλτιόν ἐστι, λέγειν, ὅτι ὁ τοῦ Θεοῦ Λόγος οὐκ ἐτράπη· ἀλλ’ ὁ αὐτὸς ὢν, ἐπὶ σωτηρίᾳ καὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπι‐ νον, ἵνα, τῇ ἀνθρωπίνῃ γενέσει κοινωνήσας, ποιήσῃ τοὺς ἀνθρώπους κοινωνῆσαι θείας καὶ νοερᾶς φύσεως·
35ἢ ἐν ἀλόγοις ἐξομοιοῦν τὸ Θεῖον, καὶ διὰ τοῦτο σέβειν945

26

.

948

τετράποδα, καὶ ἑρπετὰ, καὶ ἀνθρώπων εἰκόνας; Ταῦτα γὰρ ὑμῶν ἐστι τῶν σοφῶν τὰ σεβάσματα. Πῶς δὲ χλευάζειν τολμᾶτε ἡμᾶς, λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι· ὅπου γε ὑμεῖς,
5ἐκ τοῦ οὐρανοῦ τὴν ψυχὴν χωρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψίδος τῶν οὐρανῶν εἰς σῶμα· καὶ εἴθε εἰς ἀνθρώπινον μό‐ νον, καὶ μὴ εἰς τετράποδα καὶ ἑρπετὰ μεταβαίνειν καὶ μεταπίπτειν. Ἡ μὲν γὰρ ἡμετέρα πίστις ἐπὶ
10σωτηρίᾳ τῶν ἀνθρώπων τὴν τοῦ Χριστοῦ παρουσίαν λέγει· ὑμεῖς δὲ πλανᾶσθε, ὅτι περὶ ἀγεννήτου ψυχῆς ἐξηγεῖσθε. Καὶ ἡμεῖς μὲν τὸ δυνατὸν καὶ φιλάνθρω‐ πον τῆς Προνοίας φρονοῦμεν, ὅτι καὶ τοῦτο οὐκ ἀδύ‐ νατον ἦν τῷ Θεῷ· ὑμεῖς δὲ, εἰκόνα τοῦ νοῦ τὴν ψυχὴν
15λέγοντες, πτώματα προσάπτετε αὐτῇ, καὶ τρεπτὴν αὐτὴν μυθολογεῖτε· καὶ λοιπὸν καὶ αὐτὸν τὸν νοῦν διὰ τὴν ψυχὴν τρεπτὸν εἰσάγετε. Ὁποία γὰρ ἦν ἡ εἰκὼν, τοιοῦτον ἀνάγκη κἀκεῖνον εἶναι, οὗ ἐστιν ἡ εἰ‐ κών. Ὅτ’ ἂν δὲ περὶ τοῦ νοῦ τοιαῦτα νομίζετε, ἐν‐
20θυμεῖσθε, ὅτι καὶ εἰς αὐτὸν τὸν Πατέρα τοῦ νοῦ βλασφημεῖτε. Περὶ δὲ τοῦ σταυροῦ τί βέλτιον ἂν εἴποιτε, ἐπιβουλῆς ἐπαγομένης παρὰ πονηρῶν ὑπομένειν σταυρὸν, καὶ μὴ πτήσσειν τὸν ὅπως δήποτε θάνατον
25ἐπαγόμενον· ἢ πλάνας Ὀσίριδος καὶ Ἴσιδος, καὶ ἐπιβουλὰς Τυφῶνος, καὶ Κρόνου φυγὴν, καὶ τέκνων καταπόσεις, καὶ πατροκτονίας μυθολογεῖν; Ταῦτα γὰρ ὑμῶν ἐστι τὰ σοφά. Πῶς δὲ, χλευάζοντες τὸν σταυρὸν, οὐ θαυμάζετε τὴν ἀνάστασιν; Οἱ γὰρ τοῦτο
30εἰπόντες κἀκεῖνο ἔγραψαν. Ἢ διὰ τί, μνημονεύοντες τοῦ σταυροῦ, σιωπᾶτε περὶ τῶν ἐγερθέντων νεκρῶν, καὶ τῶν ἀναβλεψάντων τυφλῶν, καὶ τῶν θεραπευ‐
θέντων παραλυτικῶν, τῶν τε καθαρισθέντων λεπρῶν947

26

.

949

καὶ τῆς ἐπὶ τὴν θάλασσαν πεζοπορίας, τῶν τε ἄλλων σημείων καὶ τεραστίων, ἅπερ οὐκέτι ἄνθρωπον, ἀλλὰ Θεὸν δείκνυσι τὸν Χριστόν; Πάνυ μοι δοκεῖτε ἀδικεῖν ἑαυτοὺς, καὶ μὴ γνησίως ἐντετυχηκέναι ταῖς
5Γραφαῖς ἡμῶν. Ἀλλ’ ἐντυγχάνετε μὲν ὑμεῖς, καὶ βλέπετε, ὅτι ἃ πεποίηκεν ὁ Χριστὸς, Θεὸν αὐτὸν ἀποδεικνύουσιν, ἐπιδημήσαντα ἐπὶ σωτηρίᾳ τῶν ἀν‐ θρώπων. Εἴπατε δὲ καὶ ὑμεῖς ἡμῖν τὰ ὑμέτερα. Τί δ’ ἂν
10εἴποιτε περὶ τῶν ἀλόγων, ἢ ἀλογίαν καὶ ἀγριότητα; Ἐὰν δὲ, ὡς ἀκούω, θελήσητε λέγειν μυθικῶς λέγε‐ σθαι ταῦτα παρ’ ὑμῖν· καὶ ἀλληγορεῖτε ἁρπαγὴν Κόρης εἰς τὴν γῆν, καὶ Ἡφαίστου χωλότητα εἰς τὸ πῦρ, καὶ Ἥραν εἰς τὸν ἀέρα, καὶ Ἀπόλλωνα εἰς τὸν
15ἥλιον, καὶ Ἄρτεμιν μὲν εἰς τὴν σελήνην, τὸν δὲ Πο‐ σειδῶνα εἰς τὴν θάλασσαν· οὐδὲν ἧττον αὐτὸν οὐ Θεὸν σέβεσθε, ἀλλὰ τῇ κτίσει λατρεύετε παρὰ τὸν τὰ πάντα κτίσαντα Θεόν. Εἰ γὰρ, ὅτι καλὴ ἡ κτίσις, τοιαῦτα συνεθήκατε· ἀλλ’ ἔδει μέχρι τοῦ θαυμάσαι μόνον
20ὑμᾶς γενέσθαι, καὶ μὴ θεοποιῆσαι τὰ ποιήματα· ἵνα μὴ τὴν τοῦ Δημιουργοῦ τιμὴν τοῖς γενητοῖς παρέχητε. Ἐπεὶ ὥρα ὑμᾶς καὶ τοῦ ἀρχιτέκτονος τὴν τιμὴν εἰς τὴν ὑπ’ αὐτοῦ γενομένην οἰκίαν μεταφέρειν, ἢ τὴν τοῦ στρατηγοῦ εἰς τὸν στρατιώτην. Τί τοίνυν πρὸς
25ταῦτα λέγετε, ἵνα γνῶμεν, εἰ ἄξιόν τι χλεύης ὁ σταυρὸς ἔχει; Ἐκείνων δὲ διαπορούντων, καὶ στρεφομένων ὧδε κἀκεῖσε, μειδιάσας ὁ Ἀντώνιος ἔφη πάλιν δι’ ἑρμηνέως· Ταῦτα μὲν καὶ ἀπ’ αὐτῆς τῆς ὄψεως
30ἔχει τὸν ἔλεγχον· ἐπειδὴ δὲ μᾶλλον ὑμεῖς τοῖς ἀπο‐ δεικτικοῖς λόγοις ἐπερείδεσθε, καὶ ταύτην ἔχοντες τὴν τέχνην, βούλεσθε καὶ ἡμᾶς μὴ ἄνευ τῆς διὰ τῶν λόγων ἀποδείξεως θεοσεβεῖν· εἴπατε πρῶτον ὑμεῖς,
τὰ πράγματα, καὶ μάλιστα ἡ περὶ τοῦ Θεοῦ γνῶσις,949

26

.

952

πῶς ἀκριβῶς διαγινώσκεται, δι’ ἀποδείξεως λόγων, ἢ δι’ ἐνεργείας πίστεως; καὶ τί πρεσβύτερόν ἐστιν, ἡ δι’ ἐνεργείας πίστις, ἢ ἡ διὰ λόγων ἀπόδειξις; Τῶν δὲ ἀποκριναμένων, πρεσβυτέραν εἶναι τὴν δι’ ἐνερ‐
5γείας πίστιν, καὶ ταύτην εἶναι τὴν ἀκριβῆ γνῶσιν· ἔφη ὁ Ἀντώνιος· Καλῶς εἴπατε· ἡ μὲν γὰρ πίστις ἀπὸ διαθέσεως ψυχῆς γίνεται· ἡ δὲ διαλεκτικὴ ἀπὸ τέχνης τῶν συντιθέντων ἐστίν. Οὐκοῦν οἷς πάρεστιν ἡ διὰ πίστεως ἐνέργεια, τούτοις οὐκ ἀναγκαία, ἢ τάχα
10καὶ περιττὴ ἡ διὰ λόγων ἀπόδειξις. Καὶ γὰρ ὅπερ ἡμεῖς ἐκ πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε· καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε· ὥστε βελτίων καὶ ὀχυ‐ ρωτέρα ἡ διὰ πίστεως ἐνέργεια τῶν σοφιστικῶν
15ὑμῶν συλλογισμῶν. Ἡμεῖς τοίνυν οἱ Χριστιανοὶ οὐκ ἐν σοφίᾳ λόγων Ἑλληνικῶν ἔχομεν τὸ μυστήριον· ἀλλ’ ἐν δυνάμει πίστεως ἐπιχορηγουμένης ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ παρὰ Θεοῦ. Καὶ ὅτι ἀληθής ἐστιν ὁ λόγος, ἰδοὺ νῦν,
20μὴ μαθόντες ἡμεῖς γράμματα, πιστεύομεν εἰς τὸν Θεὸν, ἐπιγινώσκοντες διὰ τῶν ποιημάτων αὐτοῦ τὴν εἰς πάντα πρόνοιαν. Καὶ ὅτι ἐνεργής ἐστιν ἡ πίστις ἡμῶν, ἰδοὺ νῦν ἡμεῖς ἐπερειδόμεθα τῇ πίστει τῇ εἰς τὸν Χριστὸν, ὑμεῖς δὲ σοφιστικαῖς λογομαχίαις.
25Καὶ τὰ μὲν παρ’ ὑμῖν τῶν εἰδώλων φάσματα καταρ‐ γεῖται, ἡ δὲ παρ’ ἡμῖν πίστις ἐπεκτείνεται πανταχοῦ. Καὶ ὑμεῖς μὲν συλλογιζόμενοι καὶ σοφιζόμενοι, οὐ μεταπείθετε ἀπὸ Χριστιανισμοῦ εἰς Ἑλληνισμόν· ἡμεῖς δὲ τὴν εἰς Χριστὸν πίστιν διδάσκοντες, ψιλοῦ‐
30μεν ὑμῖν τὴν δεισιδαιμονίαν, ἐπιγινωσκόντων πάντων τὸν Χριστὸν εἶναι Θεὸν, καὶ τοῦ Θεοῦ Υἱόν. Καὶ ὑμεῖς μὲν τῇ καλλιεπείᾳ οὐκ ἐμποδίζετε τὴν τοῦ Χριστοῦ διδασκαλίαν· ἡμεῖς δὲ, ὀνομάζοντες τὸν ἐσταυρωμένον Χριστὸν, πάντας διώκομεν δαί‐
35μονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς. Καὶ ἔνθα τὸ σημεῖον τοῦ σταυροῦ γίνεται, ἀσθενεῖ μὲν μαγεία, οὐκ ἐνεργεῖ δὲ φαρμακεία. Εἴπατε γοῦν, ποῦ νῦν ὑμῶν τὰ μαντεῖα; ποῦ
αἱ τῶν Αἰγυπτίων ἐπαοιδαί; ποῦ τῶν μάγων αἱ φαν‐951

26

.

953

τασίαι; πότε ταῦτα πάντα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ τοῦ Χριστοῦ σταυρὸς γέγονεν; Ἆρα οὖν ἄξιος οὗτος χλεύης, ἢ μᾶλλον τὰ καταργούμενα παρ’ αὐτοῦ καὶ ἐλεγχόμενα ἀσθενῆ; Καὶ γὰρ καὶ τοῦτο
5θαυμαστόν ἐστιν· ὅτι τὰ μὲν ὑμέτερα οὐδέποτε ἐδιώχθη, ἀλλὰ καὶ παρὰ ἀνθρώπων κατὰ πόλιν τι‐ μᾶται· οἱ δὲ τοῦ Χριστοῦ διώκονται, καὶ μᾶλλον τὰ παρ’ ἡμῖν ὑπὲρ τὰ ὑμέτερα ἀνθεῖ καὶ πληθύνει. Καὶ τὰ μὲν ὑμέτερα εὐφημούμενα καὶ περικλειόμενα
10διαφθείρεται· ἡ δὲ τοῦ Χριστοῦ πίστις καὶ ἡ διδα‐ σκαλία, χλευαζομένη παρ’ ὑμῶν, καὶ διωχθεῖσα παρὰ βασιλέων πολλάκις, πεπλήρωκε τὴν οἰκουμένην. Πότε γὰρ οὕτω θεογνωσία ἐξέλαμψεν; ἢ πότε οὕτω σωφροσύνη καὶ ἀρετὴ παρθενίας ἐφάνη; ἢ πότε οὕτως
15ὁ θάνατος κατεφρονήθη, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Χριστοῦ γέγονε; Τοῦτο δὲ οὐδεὶς ἀμφιβάλλει βλέπων τοὺς μάρτυρας διὰ τὸν Χριστὸν καταφρονοῦντας τοῦ θανάτου, βλέπων τὰς τῆς Ἐκκλησίας παρθένους διὰ τὸν Χριστὸν καθαρὰ καὶ ἀμίαντα τὰ σώματα φυ‐
20λαττούσας. Καὶ ἔστι μὲν ἱκανὰ ταῦτα τεκμήρια δεῖξαι τὴν κατὰ Χριστὸν πίστιν μόνην ἀληθῆ εἶναι εἰς θεοσέ‐ βειαν. Ἰδοὺ ἀκμὴν ὑμεῖς ἀπιστεῖτε ζητοῦντες τοὺς ἐκ τῶν λόγων συλλογισμούς. Ἡμεῖς μὲν οὐκ ἐν
25πειθοῖς σοφίας Ἑλληνικῆς λόγοις, ὡς εἶπεν ὁ διδάσκαλος ἡμῶν, ἀποδείκνυμεν· τῇ δὲ πίστει πείθο‐ μεν ἐναργῶς προλαμβανούσῃ τὴν ἐκ τῶν λόγων κατα‐ σκευήν. Ἰδοὺ πάρεισιν ὧδε ὑπὸ δαιμόνων πάσχοντες· ἦσαν δέ τινες ἐλθόντες πρὸς αὐτὸν ὑπὸ δαιμόνων
30ἐνοχλούμενοι, καὶ παραγαγὼν αὐτοὺς εἰς τὸ μέσον, ἔφη· Ἢ ὑμεῖς τοῖς συλλογισμοῖς αὐτῶν, καὶ ᾗ ἂν βούλησθε τέχνῃ ἢ μαγείᾳ, ἐπικαλούμενοι τὰ εἴδωλα ἑαυτῶν, καθαρίσατε αὐτούς· ἢ, εἰ μὴ δύνασθε, κατά‐ θεσθε τὴν πρὸς ἡμᾶς μάχην, καὶ ὄψεσθε τοῦ σταυροῦ
35τοῦ Χριστοῦ τὴν δύναμιν. Καὶ ταῦτα εἰπὼν, ἐπεκα‐ λέσατο τὸν Χριστὸν, ἐσφράγισέ τε τοὺς πάσχοντας τῷ
σημείῳ τοῦ σταυροῦ δεύτερον καὶ τρίτον. Καὶ εὐθὺς953

26

.

956

ἔστησαν οἱ ἄνθρωποι ὁλόκληροι, σωφρονοῦντες καὶ εὐχαριστοῦντες τῷ Κυρίῳ λοιπόν. Καὶ οἱ μὲν λεγό‐ μενοι φιλόσοφοι ἐθαύμαζον, καὶ ἀληθῶς ἐξεπλήττοντο ἐπὶ τῇ συνέσει τοῦ ἀνδρὸς, καὶ τῷ γενομένῳ σημείῳ·
5ὁ δὲ Ἀντώνιος ἔφη, Τί θαυμάζετε ἐπὶ τούτῳ; οὐκ ἐσμὲν ἡμεῖς οἱ ποιοῦντες, ἀλλ’ ὁ Χριστός ἐστιν, ὁ διὰ τῶν εἰς αὐτὸν πιστευόντων ταῦτα ποιῶν. Πιστεύσατε οὖν καὶ ὑμεῖς· καὶ ὄψεσθε, ὅτι οὐ τέχνη λόγων τὰ παρ’ ἡμῖν ἐστιν, ἀλλὰ πίστις δι’ ἀγάπης τῆς εἰς τὸν
10Χριστὸν ἐνεργουμένης· ἥντινα ἐὰν σχοίητε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε· ἀλλ’ αὐτ‐ άρκη τὴν εἰς τὸν Χριστὸν πίστιν ἡγήσεσθε. Ταῦτα τοῦ Ἀντωνίου τὰ ῥήματα· ἐκεῖνοι δὲ καὶ ἐν τούτῳ θαυμάζοντες, ἀνεχώρουν, κατασπαζόμενοι αὐτὸν, καὶ ὁμολογοῦντες ὠφελεῖσθαι παρ’ αὐτοῦ. Ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ περὶ Ἀντω‐
15νίου φήμη. Ταῦτα γὰρ μαθόντες Κωνσταντῖνος ὁ Αὔ‐ γουστος, καὶ οἱ υἱοὶ αὐτοῦ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγραφον αὐτῷ ὡς πατρὶ, καὶ ηὔχοντο λαμβάνειν ἀντίγραφα παρ’ αὐτοῦ. Ἀλλ’ οὔτε τὰ γράμματα περὶ πολλοῦ τινος ἐποιεῖτο, οὔτε ἐπὶ ταῖς
20ἐπιστολαῖς ἐγεγήθει· ὁ αὐτὸς δὲ ἦν, οἷος καὶ πρὸ τοῦ γράφειν αὐτῷ τοὺς βασιλέας. Ὅτε δὲ ἐκομίζετο αὐτῷ τὰ γράμματα, ἐκάλει τοὺς μοναχοὺς, καὶ ἔλεγε· Μὴ θαυμάζετε, εἰ γράφει βασιλεὺς πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστιν· ἀλλὰ μᾶλλον θαυμάζετε, ὅτι ὁ Θεὸς τὸν
25νόμον ἀνθρώποις ἔγραψε, καὶ διὰ τοῦ ἰδίου Υἱοῦ λε‐ λάληκεν ἡμῖν. Ἐβούλετο μὲν οὖν μὴ δέχεσθαι τὰς ἐπιστολὰς, λέγων οὐκ εἰδέναι πρὸς τὰ τοιαῦτα, ἀντι‐ γράφειν· προτραπεὶς δὲ παρὰ τῶν μοναχῶν, ὅτι Χρι‐ στιανοί εἰσιν οἱ βασιλεῖς, καὶ ἵνα μὴ ὡς προῤῥιφέν‐
30τες σκανδαλισθῶσιν, ἐπέτρεπεν ἀναγινώσκεσθαι. Καὶ ἀντέγραφεν, ἀποδεχόμενος μὲν αὐτοὺς, ὅτι τὸν Χρι‐ στὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ εἰς σωτηρίαν· καὶ μὴ μεγάλα ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ μᾶλλον
μνημονεύειν τῆς μελλούσης κρίσεως, καὶ εἰδέναι, ὅτι955

26

.

957

ὁ Χριστὸς μόνος ἀληθὴς καὶ αἰώνιός ἐστι βασιλεύς. Φιλανθρώπους τε αὐτοὺς εἶναι ἠξίου, καὶ φροντίζειν τοῦ δικαίου καὶ τῶν πτωχῶν. Κἀκεῖνοι δεχόμενοι ἔχαι‐ ρον. Οὕτω παρὰ πᾶσιν ἦν προσφιλὴς, καὶ πάντες
5ἔχειν αὐτὸν ἠξίουν πατέρα. Τοιοῦτος δὴ οὖν γινωσκόμενος, καὶ οὕτω πρὸς τοὺς ἀπαντῶντας ἀποκρινόμενος, ὑπέστρεφε πάλιν εἰς τὸ ἔνδον ὄρος. Καὶ τῆς μὲν συνήθους ἀσκήσεως εἴχετο· πολλάκις δὲ μετὰ τῶν εἰσερχομένων πρὸς αὐ‐
10τὸν καθεζόμενος, καὶ περιπατῶν, ἀπηνεοῦτο, ὡς ἐν τῷ Δανιὴλ γέγραπται. Καὶ αὐτὸς μὲν μεθ’ ὥρας ὡμί‐ λει τὰ ἀκόλουθα τοῖς συνοῦσιν ἀδελφοῖς αὐτῷ· οἱ δὲ συνόντες ᾐσθάνοντό τινα θεωρίαν αὐτὸν βλέπειν. Καὶ γὰρ καὶ τὰ ἐν Αἰγύπτῳ γινόμενα πολλάκις, ἐν τῷ ὄρει
15τυγχάνων ἔβλεπε καὶ διηγήσατο Σαραπίωνι τῷ ἐπισκόπῳ, ἔνδον ὄντι καὶ βλέποντι τὸν Ἀντώνιον ἀσχοληθέντα τῇ ὀπτασίᾳ. Ποτὲ γοῦν καθεζόμενος καὶ ἐργαζόμενος, ὥσπερ ἐν ἐκστάσει γέγονε, καὶ πολὺς ἦν ἐν τῇ θεωρίᾳ στενάζων. Εἶτα μεθ’ ὥραν στραφεὶς
20πρὸς τοὺς συνόντας, ἐστέναζε, καὶ ἔντρομος γενόμε‐ νος, ηὔχετο, καὶ κάμπτων τὰ γόνατα, διέμενεν ἐπὶ πολύ. Καὶ ἀναστὰς ἔκλαιεν ὁ γέρων. Ἔντρομοι τοί‐ νυν γενόμενοι οἱ συνόντες, καὶ πάνυ φοβηθέντες, ἠξίουν μαθεῖν παρ’ αὐτοῦ· καὶ πολὺ διώχλησαν ἕως
25βιασθεὶς εἴπῃ. Ὁ δὲ καὶ οὕτω μέγα στενάξας· Ὦ τέκνα, βέλτιον, ἔλεγεν, ἀποθανεῖν, πρὸ τοῦ γενέσθαι τὰ τῆς θεωρίας. Τῶν δὲ πάλιν ἀξιούντων, δακρύσας ἔλεγε· Μέλλει τὴν Ἐκκλησίαν ὀργὴ καταλαμβάνειν, καὶ μέλλει παραδίδοσθαι ἀνθρώποις ὁμοίοις ἀλόγοις
30κτήνεσιν. Εἶδον γὰρ τὴν τράπεζαν τοῦ Κυριακοῦ, καὶ περὶ αὐτὴν ἑστῶτας ἡμιόνους κύκλῳ πανταχόθεν, καὶ
λακτίζοντας τὰ ἔνδον οὕτως, ὡς ἂν ἀτάκτως957

26

.

960

σκιρτώντων κτηνῶν γένοιτο λακτίσματα. Πάντως δὲ ᾔσθεσθε, φησὶ, πῶς ἐστέναζον· ἤκουσα γὰρ φωνῆς λεγούσης· Βδελυχθήσεται τὸ θυσιαστήριόν μου. Ταῦτα εἶδεν ὁ γέρων· καὶ μετὰ δύο ἔτη γέγονεν ἡ νῦν ἔφ‐
5οδος τῶν Ἀρειανῶν, καὶ ἡ ἁρπαγὴ τῶν ἐκκλη‐ σιῶν, ὅτε καὶ τὰ σκεύη μετὰ βίας ἁρπάσαντες, δι’ ἐθνικῶν ἐποίουν βαστάζεσθαι· ὅτε καὶ τοὺς ἐθνι‐ κοὺς ἀπὸ τῶν ἐργαστηρίων ἠνάγκαζον συνάγε‐ σθαι μετ’ αὐτῶν· καὶ παρόντων αὐτῶν ἔπραττον ἐπὶ
10τῆς τραπέζης ὡς ἤθελον. Τότε πάντες ἡμεῖς ἐπέγνω‐ μεν, ὅτι τὰ λακτίσματα τῶν ἡμιόνων ταῦτα προ‐ εμήνυε τῷ Ἀντωνίῳ, ἃ νῦν οἱ Ἀρειανοὶ ἀλόγως πράττουσιν ὡς τὰ κτήνη. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε, λέγων· Μὴ ἀθυ‐
15μεῖτε, τέκνα· ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριος, οὕτω πάλιν ἰάσεται. Καὶ πάλιν ταχέως ἀπολήψεται τὸν ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, καὶ συνήθως ἀναλάμψει· καὶ ὄψεσθε τοὺς διωχθέντας ἀποκαθισταμένους, καὶ τὴν μὲν ἀσέβειαν πάλιν εἰς τοὺς ἰδίους φωλεοὺς ἀνα‐
20χωροῦσαν, τὴν δὲ εὐσεβῆ πίστιν παῤῥησιαζομένην μετὰ πάσης ἐλευθερίας πανταχοῦ· μόνον μὴ μιάνητε ἑαυτοὺς μετὰ τῶν Ἀρειανῶν. Οὐκ ἔστι γὰρ τῶν ἀποστόλων αὕτη ἡ διδασκαλία, ἀλλὰ τῶν δαιμόνων, καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου· καὶ μᾶλλον ἄγονος, καὶ ἄλογος, καὶ διανοίας ἐστὶν οὐκ ὀρθῆς, ὡς ἡ τῶν ἡμιόνων ἀλογία.
25 Τοιαῦτα μὲν τὰ τοῦ Ἀντωνίου. Οὐ δεῖ δὲ ἡμᾶς ἀπιστεῖν, εἰ δι’ ἀνθρώπου τοσαῦτα γέγονε θαύματα. Τοῦ γὰρ Σωτῆρός ἐστιν ἐπαγγελία, λέγοντος· Ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν, καὶ μεταβήσεται·
30καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. Καὶ πάλιν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Αἰτεῖτε, καὶ λή‐ ψεσθε. Καὶ αὐτός ἐστιν ὁ τοῖς μαθηταῖς λέγων, καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν· Ἀσθενοῦντας θε‐
35ραπεύετε· δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.959

26

.

961

Οὐ προστάττων γοῦν ἐθεράπευεν ὁ Ἀντώ‐ νιος, ἀλλ’ εὐχόμενος καὶ τὸν Χριστὸν ὀνομάζων· ὡς πᾶσι φανερὸν γενέσθαι, ὅτι οὐκ ἦν αὐτὸς ὁ ποιῶν, ἀλλ’ ὁ Κύριος, δι’ Ἀντωνίου φιλανθρωπευόμενος,
5καὶ θεραπεύων τοὺς πάσχοντας. Ἀντωνίου δὲ μόνον ἡ εὐχὴ καὶ ἡ ἄσκησις, ἧς ἕνεκεν ἐν τῷ ὄρει καθήμε‐ νος, ἔχαιρε μὲν τῇ τῶν θείων θεωρίᾳ, ἐλυπεῖτο δὲ διοχλούμενος ὑπὸ πολλῶν καὶ ἑλκόμενος εἰς τὸ ὄρος τὸ ἔξω. Καὶ γὰρ καὶ δικασταὶ πάντες ἠξίουν ἀπὸ τοῦ
10ὄρους αὐτὸν κατέρχεσθαι, ἐπεὶ μὴ δυνατὸν ἦν αὐτοὺς εἰσελθεῖν ἐκεῖ, διὰ τοὺς ἀκολουθοῦντας τῶν δικαζο‐ μένων. Ἠξίουν δὲ ὅμως, ἵνα ἔλθῃ καὶ μόνον αὐτὸν ἴδωσιν· αὐτὸς μὲν οὖν ἐξετρέπετο καὶ παρῃτεῖτο τὰς πρὸς τούτους ὁδούς οἱ δὲ ἐπέμενον, καὶ μᾶλλον τοὺς
15ὑπευθύνους ὄντας ὑπὸ στρατιώτας προσέπεμπον· ἵνα κἂν διὰ τὴν ἐκείνων πρόφασιν κατέλθῃ. Πάσχων οὖν ἀνάγκην, καὶ ὁρῶν αὐτοὺς ὀδυρομένους, ἤρχετο μὲν εἰς τὸ ὄρος τὸ ἔξω· οὐκ ἀνωφελὴς δὲ πάλιν ἦν ὁ σκυλ‐ μὸς αὐτοῦ· πολλοῖς μὲν γὰρ εἰς ὄνησιν ἐγίνετο, καὶ
20εἰς εὐεργεσίαν ἡ ἄφιξις αὐτοῦ. Τοὺς δὲ δικαστὰς ὠφέ‐ λει, συμβουλεύων πάντων μᾶλλον προκρίνειν τὸ δί‐ καιον· καὶ φοβεῖσθαι τὸν Θεὸν, καὶ εἰδέναι, ὅτι οἵῳ κρίματι κρίνουσι, κριθήσονται. Πλὴν τὴν ἐν τῷ ὄρει διατριβὴν πάντων μᾶλλον ἠγάπα.
25 Ποτὲ οὖν βίαν τοιαύτην παθὼν παρὰ τῶν χρείαν ἐχόντων, καὶ τοῦ στρατηλάτου διὰ πολλῶν ἀξιώσαντος αὐτὸν κατελθεῖν· ἐλθὼν, καὶ ὁμιλήσας ὀλίγα, τὰ εἰς σωτηρίαν φθάνοντα, καὶ περὶ τῶν δεομένων, ἠπείγετο. Τοῦ δὲ λεγομένου δουκὸς ἀξι‐
30οῦντος αὐτὸν ἐμβραδύνειν, ἔλεγε μὴ δύνασθαι χρονί‐ ζειν μετ’ αὐτῶν, καὶ παραδείγματι χαρίεντι τοῦτον ἔπειθε λέγων· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ γῇ τελευτῶσιν, οὕτως οἱ μοναχοὶ βραδύνοντες μεθ’ ὑμῶν, καὶ παρ’ ὑμῖν ἐκδιατρίβοντες ἐκλύονται.
35Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως
ἡμᾶς εἰς τὸ ὄρος ἐπείγεσθαι· μήποτε ἐμβραδύνοντες,961

26

.

964

ἐπιλαθώμεθα τῶν ἔνδον. Ἀκούσας δὲ ὁ στρατηλάτης ταῦτα παρ’ αὐτοῦ, καὶ ἕτερα πολλὰ, θαυμάσας, ἔλε‐ γεν, ἀληθῶς εἶναι τοῦτον δοῦλον τοῦ Θεοῦ· πόθεν γὰρ ἰδιώτῃ τοιοῦτος καὶ τοσοῦτος νοῦς, εἰ μὴ ἦν ἀγαπώ‐
5μενος ὑπὸ τοῦ Θεοῦ; Εἷς δέ τις στρατηλάτης, Βαλάκιος δὲ ἦν ὄνο‐ μα αὐτῷ, πικρῶς ἐδίωκεν ἡμᾶς τοὺς Χριστιανοὺς διὰ τὴν ὑπὲρ τῶν δυσωνύμων Ἀρειανῶν σπουδήν. Καὶ ἐπειδὴ τοσοῦτον ἦν ὠμὸς, ὡς καὶ παρθένους τύπτειν,
10καὶ μονάζοντας γυμνοῦν καὶ μαστίζειν· ἀποστέλλει πρὸς αὐτὸν ὁ Ἀντώνιος, καὶ γράφει τοιοῦτον ἔχου‐ σαν νοῦν ἐπιστολήν· Ὁρῶ ὀργὴν ἐπερχομένην ἐπὶ σέ· παῦσαι οὖν διώκων Χριστιανοὺς, μή ποτέ σε ἡ ὀργὴ καταλάβῃ· μέλλει γὰρ ἤδη ἐπὶ σὲ ἔρχεσθαι.
15Ὁ δὲ Βαλάκιος, γελάσας, τὴν μὲν ἐπιστολὴν ἔῤῥιψε χαμαὶ, πτύσας εἰς αὐτὴν, τοὺς δὲ κομίσαντας ὕβρισε, παραγγείλας ἀπαγγέλλειν Ἀντωνίῳ ταῦτα· Ἐπειδὴ φροντίζεις περὶ τῶν μοναχῶν, ἤδη καί σε μετ‐ ελεύσομαι. Καὶ οὐ παρῆλθον ἡμέραι πέντε, καὶ
20κατέλαβεν αὐτὸν ἡ ὀργή. Εἰς γὰρ τὴν πρώτην μο‐ νὴν Ἀλεξανδρείας τὴν λεγομένην Χαιρέου ἐξῆλθεν αὐτός τε ὁ Βαλάκιος καὶ Νεστόριος ὁ ἔπαρχος τῆς Αἰγύπτου, καὶ ἀμφότεροι μὲν ἐπεκαθέζοντο ἵπ‐ ποις· ἦσαν δὲ οὗτοι ἴδιοι τοῦ Βαλακίου, καὶ πραό‐
25τεροι πάντων τῶν τρεφομένων παρ’ αὐτῷ. Ἀλλὰ μήπω φθασάντων αὐτῶν εἰς τὸν τόπον, ἤρξαντο παί‐ ζειν, ὡς εἰώθασι, πρὸς ἀλλήλους· καὶ ἐξαίφνης ὁ πραότερος, ᾧ ἐπεκαθέζετο Νεστόριος, δήγματι τὸν Βαλάκιον καταβαλὼν ἐπέπεσεν αὐτῷ· καὶ οὕτω τοῖς
30ὀδοῦσιν ἐσπάραξε τὸν μηρὸν αὐτῷ, ὡς εὐθὺς μὲν ἀπενεχθῆναι εἰς τὴν πόλιν, ἐν τρισὶ δὲ ἡμέραις ἀποθα‐ νεῖν· καὶ πάντας θαυμάζειν, ὅτι ἃ προείρηκεν ὁ Ἀντώνιος, ταχέως πεπλήρωται. Οὕτω μὲν οὖν τοῖς πικροτέροις παρῄνει· τοὺς δὲ ἄλλους τοὺς πρὸς αὐτὸν ἀπαντῶντας οὕτως ἐνου‐ θέτει, ὡς ἐπιλανθάνεσθαι παρ’ αὐτὰ τοῦ δικάζειν,
35καὶ μακαρίζειν τοὺς ἀναχωροῦντας ἀπὸ τοῦ βίου
τούτου. Οὕτω δὲ τῶν ἀδικουμένων προΐστατο, ὡς963

26

.

965

νομίζειν μὴ ἄλλους, ἀλλ’ αὐτὸν εἶναι τὸν πάσχοντα. Οὕτω δὲ πάλιν πρὸς ὠφέλειαν πᾶσιν ἦν ἱκανὸς, ὡς πολλοὺς στρατευομένους, καὶ τῶν τὰ πολλὰ κεκτη‐ μένων, ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη, καὶ λοιπὸν
5γίνεσθαι μοναχούς. Καὶ ὅλως ὥσπερ ἰατρὸς ἦν δο‐ θεὶς παρὰ τοῦ Θεοῦ τῇ Αἰγύπτῳ. Τίς γὰρ λυπούμε‐ νος ἀπήντα, καὶ οὐχ ὑπέστρεφε χαίρων; τίς ἤρχετο θρηνῶν διὰ τοὺς αὐτοῦ τεθνηκότας, καὶ οὐκ εὐθέως ἀπετίθετο τὸ πένθος; τίς ὀργιζόμενος ἤρχετο, καὶ
10οὐκ εἰς φιλίαν μετεβάλλετο; τίς πένης ἀκηδιῶν ἀπήντα, καὶ ἀκούων αὐτοῦ καὶ βλέπων αὐτὸν, οὐ κατεφρόνει τοῦ πλούτου, καὶ παρεμυθεῖτο τὴν πε‐ νίαν; τίς μοναχὸς, ὀλιγωρήσας, καὶ ἐλθὼν πρὸς αὐτὸν, οὐ μᾶλλον ἰσχυρότερος ἐγένετο; τίς νεώτερος
15ἐλθὼν εἰς τὸ ὄρος, καὶ θεωρήσας Ἀντώνιον, οὐκ εὐθέως ἐξηρνεῖτο τὰς ἡδονὰς, καὶ ἠγάπα σωφρο‐ σύνην; τίς ἤρχετο πρὸς αὐτὸν ὑπὸ δαίμονος πειραζό‐ μενος, καὶ οὐκ ἀνεπαύετο; τίς δὲ ἐν λογισμοῖς ἐν‐ οχλούμενος ἤρχετο, καὶ οὐκ ἐγαληνία τῇ διανοίᾳ;
20 Καὶ γὰρ καὶ τοῦτο ἦν μέγα τῆς ἀσκήσεως τοῦ Ἀντωνίου, ὅτι, καθὰ προεῖπον, χάρισμα διακρίσεως πνευμάτων ἔχων, ἐπεγίνωσκεν αὐτῶν τὰ κινήματα· καὶ πρὸς ὅ τις αὐτῶν εἶχε τὴν σπουδὴν καὶ τὴν ὁρ‐ μὴν, τοῦτο οὐκ ἠγνόει. Καὶ οὐ μόνον αὐτὸς οὐκ ἐπαί‐
25ζετο παρ’ αὐτῶν, ἀλλὰ καὶ τοὺς ἐνοχλουμένους ἐν λογισμοῖς παρακαλῶν ἐδίδασκε, πῶς ἂν δύναιντο τὰς ἐκείνων ἐπιβουλὰς ἀνατρέπειν· διηγούμενος τῶν ἐνεργούντων τὰς ἀσθενείας καὶ τὰς πανουργίας. Ἕκαστος γοῦν, ὥσπερ ἐπαλιφεὶς παρ’ αὐτοῦ,
30κατήρχετο καταθαῤῥῶν τῶν νοημάτων τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ. Πόσαι δὲ καὶ μνηστῆρας ἔχουσαι παρθένοι, καὶ μόνον ἀπὸ τοῦ πέραν ἰδοῦσαι τὸν Ἀντώνιον, ἔμειναν τῷ Χριστῷ παρθένοι; Ἤρ‐ χοντο δὲ καὶ ἀπὸ τῶν ἔξω μερῶν πρὸς αὐτόν. Καὶ
35αὐτοὶ μετὰ πάντων τὴν ὠφέλειαν ἐσχηκότες ὑπέστρε‐ φον, ὡς παρὰ πατρὸς προπεμπόμενοι. Ἀμέλει κοιμηθέντος αὐτοῦ, πάντες, ὡς ὀρφανοὶ γενόμενοι πατρὸς, μόνῃ τῇ ἐκείνου μνήμῃ παρακαλοῦσιν ἑαυτοὺς, κατέχοντες ἅμα τὰς νουθεσίας καὶ τὰς παραινέσεις
αὐτοῦ.965

26

.

968

Οἷον δὲ καὶ τὸ τέλος αὐτῷ τοῦ βίου γέγονεν, ἄξιον κἀμὲ μνημονεῦσαι, καὶ ὑμᾶς ἀκοῦσαι ποθοῦν‐ τας· καὶ τοῦτο γὰρ αὐτοῦ ζηλωτὸν γέγονε. Κατὰ τὸ εἰωθὸς ἐπεσκέπτετο τοὺς μοναχοὺς τοὺς ἐν τῷ
5ὄρει τῷ ἔξω, καὶ προσμαθὼν παρὰ τῆς Προνοίας περὶ τῆς ἑαυτοῦ τελευτῆς, ἐλάλει τοῖς ἀδελφοῖς λέ‐ γων· Ταύτην ὑμῶν τὴν ἐπίσκεψιν ὑστέραν ποιοῦ‐ μαι, καὶ θαυμάζω, εἰ πάλιν ἑαυτοὺς ἐν τῷ βίῳ τούτῳ θεωρήσομεν. Καιρός ἐστι κἀμὲ λοιπὸν ἀναλῦσαι·
10εἰμὶ γὰρ ἐγγὺς ἐτῶν πέντε καὶ ἑκατόν. Οἱ μὲν οὖν ἀκούσαντες, ἔκλαιον, καὶ περιεπτύσσοντο καὶ κατ‐ εφίλουν τὸν γέροντα· ὁ δὲ, ὡς ἀπὸ ἀλλοτρίας εἰς ἰδίαν ἀπαίρων πόλιν, χαίρων διελέγετο· καὶ παρήγ‐ γελλεν αὐτοῖς μὴ ὀλιγωρεῖν ἐν τοῖς πόνοις, μηδὲ
15ἐκκακεῖν ἐν τῇ ἀσκήσει· ἀλλ’ ὡς καθ’ ἡμέραν ἀποθνήσκοντας ζῇν· καὶ καθὰ προεῖπον σπουδάζειν τὴν ψυχὴν φυλάττειν ἀπὸ ῥυπαρῶν λογισμῶν· καὶ τὸν ζῆλον ἔχειν πρὸς τοὺς ἁγίους, μὴ ἐγγίζειν δὲ Μελετιανοῖς τοῖς σχισματικοῖς· οἴδατε γὰρ αὐ‐
20τῶν τὴν πονηρὰν καὶ βέβηλον προαίρεσιν· μηδὲ κοι‐ νωνίαν ἔχειν τινὰ πρὸς τοὺς Ἀρειανούς· καὶ γὰρ καὶ ἡ τούτων ἀσέβεια πᾶσιν ἔκδηλός ἐστι. Μηδ’ ἂν θεωρήσητε προϊσταμένους αὐτῶν τοὺς δικαστὰς, τα‐ ράττεσθε· παύσεται γὰρ, καὶ θνητὴ καὶ πρὸς ὀλίγον
25ἐστὶν αὐτῶν ἡ φαντασία. Καθαροὺς οὖν ἑαυτοὺς μᾶλλον ἀπὸ τούτων φυλάττετε, καὶ τηρεῖτε τήν τε τῶν Πατέρων παράδοσιν, καὶ προηγουμένως τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εὐσεβῆ πίστιν, ἣν ἐκ τῶν Γραφῶν μὲν μεμαθήκατε, παρ’ ἐμοῦ δὲ πολ‐
30λάκις ὑπεμνήσθητε. Τῶν δὲ ἀδελφῶν βιαζομένων μεῖναι αὐτὸν παρ’ αὐτοῖς, κἀκεῖ τελειωθῆναι, οὐκ ἠνέσχετο διὰ πολλὰ μὲν, ὡς αὐτὸς καὶ σιωπῶν ἐνέφαινε, καὶ διὰ τοῦτο δὲ μάλιστα· οἱ Αἰγύπτιοι τὰ τῶν τελευτώντων σπουδαίων
35σώματα, καὶ μάλιστα τῶν ἁγίων μαρτύρων, φιλοῦσι
μὲν θάπτειν καὶ περιελίσσειν ὀθονίοις· μὴ κρύ‐967

26

.

969

πτειν δὲ ὑπὸ γῆν, ἀλλ’ ἐπὶ σκιμποδίων τιθέναι, καὶ φυλάττειν ἔνδον παρ’ ἑαυτοῖς· νομίζοντες ἐν τούτῳ τιμᾷν τοὺς ἀπελθόντας. Ὁ δὲ Ἀντώνιος πολλάκις περὶ τούτου καὶ ἐπισκόπους ἠξίου παραγγέλλειν τοῖς
5λαοῖς· ὁμοίως δὲ καὶ λαϊκοὺς ἐνέτρεπε, καὶ γυναιξὶν ἐπέπληττε, λέγων, μήτε νόμιμον, μήτε ὅλως ὅσιον εἶναι τοῦτο. Καὶ γὰρ τὰ τῶν πατριαρχῶν καὶ τὰ τῶν προφητῶν σώματα μέχρι νῦν σώζεται εἰς μνήματα· καὶ αὐτὸ δὲ τὸ τοῦ Κυρίου σῶμα εἰς μνημεῖον ἐτέθη,
10λίθος τε ἐπιτεθεὶς ἔκρυψεν αὐτὸ, ἕως ἀνέστη τρι‐ ήμερον. Καὶ ταῦτα λέγων, ἐδείκνυε παρανομεῖν τὸν μετὰ θάνατον μὴ κρύπτοντα τὰ σώματα τῶν τελευ‐ τώντων, κἂν ἅγια τυγχάνῃ. Τί γὰρ μεῖζον ἢ ἁγιώ‐ τερον τοῦ Κυριακοῦ σώματος; Πολλοὶ οὖν, ἀκούσαν‐
15τες, ἔκρυψαν ὑπὸ γῆν λοιπὸν, καὶ ηὐχαρίστουν τῷ Κυρίῳ, καλῶς διδαχθέντες.
18 Αὐτὸς δὲ, τοῦτο γινώσκων, καὶ φοβούμενος μὴ καὶ τὸ αὐτοῦ ποιήσωσιν οὕτως σῶμα, ἤπειξεν ἑαυ‐
20τὸν, συνταξάμενος τοῖς ἐν τῷ ἔξω ὄρει μοναχοῖς· καὶ εἰσελθὼν εἰς τὸ ἔνδον ὄρος, ἔνθα καὶ μένειν εἰώθει, μετὰ μῆνας ὀλίγους ἐνόσησε· καὶ καλέσας τοὺς συνόντας αὐτῷ (δύο δὲ ἦσαν, οἵτινες καὶ ἔμει‐ ναν ἔνδον, δέκα καὶ πέντε ἔτη ἀσκούμενοι, καὶ ὑπ‐
25ηρετοῦντες αὐτῷ διὰ τὸ γῆρας), ἔλεγε πρὸς αὐτούς· Ἐγὼ μὲν, ὡς γέγραπται, τὴν ὁδὸν τῶν πατέρων πο‐ ρεύομαι· ὁρῶ γὰρ ἐμαυτὸν καλούμενον ὑπὸ τοῦ Κυ‐ ρίου· ὑμεῖς δὲ νήφετε, καὶ τὴν πολυχρόνιον ὑμῶν ἄσκησιν μὴ ἀπολέσητε· ἀλλ’ ὡς νῦν ἀρχὴν ἔχοντες,
30σπουδάσατε τηρεῖν τὴν προθυμίαν ἑαυτῶν. Οἴδατε τοὺς ἐπιβουλεύοντας δαίμονας, οἴδατε πῶς ἄγριοι μὲν εἰσὶν, ἀσθενεῖς δὲ τῇ δυνάμει. Μὴ οὖν φοβηθῆτε αὐτοὺς, ἀλλὰ μᾶλλον τὸν Χριστὸν ἀεὶ ἀναπνέετε, καὶ τούτῳ πιστεύετε· καὶ ὡς καθ’ ἡμέραν ἀποθνήσκον‐
35τες ζήσατε, προσέχοντες ἑαυτοῖς, καὶ μνημονεύοντες ὧν ἠκούσατε παρ’ ἐμοῦ παραινέσεων. Καὶ μηδεμία ἔστω ὑμῖν κοινωνία πρὸς τοὺς σχισματικοὺς, μήθ’
ὅλως πρὸς τοὺς αἱρετικοὺς Ἀρειανούς. Οἴδατε γὰρ969

26

.

972

πῶς κἀγὼ τούτους ἐξετρεπόμην διὰ τὴν χριστομά‐ χον αὐτῶν καὶ ἑτερόδοξον αἵρεσιν. Σπουδάσατε δὲ μᾶλλον καὶ ὑμεῖς ἀεὶ συνάπτειν ἑαυτοὺς, προηγου‐ μένως μὲν τῷ Κυρίῳ, ἔπειτα δὲ τοῖς ἁγίοις· ἵνα
5μετὰ θάνατον ὑμᾶς εἰς τὰς αἰωνίους σκηνὰς, ὡς φί‐ λους καὶ γνωρίμους, δέξωνται καὶ αὐτοί. Ταῦτα λο‐ γίζεσθε, ταῦτα φρονεῖτε· καὶ εἰ μέλει ὑμῖν περὶ ἐμοῦ, καὶ μνημονεύετε ὡς περὶ πατρὸς, μὴ ἀφεῖτέ τινας τὸ σῶμά μου λαβεῖν εἰς Αἴγυπτον, μήπως ἐν
10τοῖς οἴκοις ἀπόθωνται· τούτου γὰρ χάριν εἰσῆλθον εἰς τὸ ὄρος, καὶ ἦλθον ὧδε. Οἴδατε δὲ καὶ πῶς ἀεὶ ἐνέτρεπον τοὺς τοῦτο ποιοῦντας, καὶ παρήγγελλον παύσασθαι τῆς τοιαύτης συνηθείας. Θάψατε οὖν τὸ ἡμέτερον ὑμεῖς, καὶ ὑπὸ γῆν κρύψατε· καὶ ἔστω τὸ
15παρ’ ἐμοῦ ῥῆμα φυλαττόμενον παρ’ ὑμῖν, ὥστε μη‐ δένα γινώσκειν τὸν τόπον, πλὴν ὑμῶν μόνων. Ἐγὼ γὰρ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν ἀπολήψομαι παρὰ τοῦ Σωτῆρος ἄφθαρτον αὐτό. Διέλετε δέ μου τὰ ἐνδύμα‐ τα· καὶ Ἀθανασίῳ μὲν τῷ ἐπισκόπῳ δότε τὴν μίαν
20μηλωτὴν, καὶ ὃ ὑπεστρωννυόμην ἱμάτιον, ὅπερ αὐ‐ τὸς μέν μοι καινὸν δέδωκε, παρ’ ἐμοὶ δὲ πεπαλαίω‐ ται· καὶ Σαραπίωνι δὲ τῷ ἐπισκόπῳ δότε τὴν ἑτέραν μηλωτήν· καὶ ὑμεῖς ἔχετε τὸ τρίχινον ἔνδυμα. Καὶ λοιπὸν σώζεσθε, τέκνα· ὁ γὰρ Ἀντώνιος μετα‐ βαίνει, καὶ οὐκ ἔτι μεθ’ ὑμῶν ἐστι.
25 Ταῦτα εἰπὼν, καὶ ἀσπασαμένων ἐκείνων αὐ‐ τὸν, ἐξάρας τοὺς πόδας, καὶ ὥσπερ φίλους ὁρῶν τοὺς ἐλθόντας ἐπ’ αὐτὸν, καὶ δι’ αὐτοὺς περιχαρὴς γενό‐ μενος, ἐφαίνετο γὰρ ἀνακείμενος ἱλαρῷ τῷ προσώπῳ, ἐξέλιπε, καὶ προσετέθη πρὸς τοὺς πατέρας. Κἀκεῖ‐
30νοι λοιπὸν, καθὰ δέδωκεν αὐτοῖς ἐντολὰς, θάψαντες καὶ εἱλίξαντες, ἔκρυψαν ὑπὸ γῆν αὐτοῦ τὸ σῶμα, καὶ οὐδεὶς οἶδε τέως, ποῦ κέκρυπται, πλὴν μόνων αὐτῶν τῶν δύο. Καὶ τῶν λαβόντων δὲ ἕκαστος
τὴν μηλωτὴν τοῦ μακαρίου Ἀντωνίου, καὶ τὸ τετριμ‐971

26

.

973

μένον παρ’ αὐτοῦ ἱμάτιον, ὥς τι μέγα χρῆμα φυ‐ λάττει. Καὶ γὰρ καὶ βλέπων αὐτὰ, ὡς Ἀντώ‐ νιόν ἐστι θεωρῶν· καὶ περιβαλλόμενος δὲ αὐτὰ, ὡς τὰς νουθεσίας αὐτοῦ βαστάζων ἐστὶ μετὰ χαρᾶς.
5 Τοῦτο τῆς ἐν σώματι ζωῆς Ἀντωνίου τὸ τέ‐ λος, κἀκείνη τῆς ἀσκήσεως ἀρχή. Καὶ εἰ καὶ μικρὰ ταῦτα πρὸς τὴν ἀρετὴν ἐκείνου, ἀλλ’ ἀπὸ τούτων λο‐ γίζεσθε καὶ ὑμεῖς, ὁποῖος ἦν ὁ τοῦ Θεοῦ ἄνθρωπος Ἀντώνιος, ὁ ἐκ νεωτέρου μέχρι τῆς τοσαύτης ἡλι‐
10κίας ἴσην τηρήσας τὴν προθυμίαν τῆς ἀσκήσεως· καὶ μήτε διὰ τὸ γῆρας ἡττηθεὶς πολυτελείᾳ τροφῆς, μήτε δι’ ἀτονίαν τοῦ ἑαυτοῦ σώματος ἀλλάξας τὸ σχῆμα τοῦ ἐνδύματος, ἢ νιψάμενος κἂν τοὺς πόδας ὕδατι· καὶ ὅμως ἐν πᾶσι διέμεινεν ἀβλαβής. Καὶ
15γὰρ καὶ τοὺς ὀφθαλμοὺς ἀσινεῖς καὶ ὁλοκλήρους εἶχε, βλέπων καλῶς· καὶ τῶν ὀδόντων οὐδὲ εἷς ἐξ‐ έπεσεν αὐτοῦ· μόνον δὲ ὑπὸ τὰ οὖλα τετριμμένοι ἐγε‐ γόνεισαν, διὰ τὴν πολλὴν ἡλικίαν τοῦ γέροντος. Καὶ τοῖς ποσὶ δὲ καὶ ταῖς χερσὶν ὑγιὴς διέμεινε, καὶ ὅλως
20πάντων τῶν ποικίλῃ τροφῇ καὶ λουτροῖς καὶ διαφό‐ ροις ἐνδύμασι χρωμένων φαιδρότερος μᾶλλον αὐτὸς ἐφαίνετο, καὶ πρὸς ἰσχὺν προθυμότερος. Καὶ τὸ παν‐ ταχοῦ δὲ τοῦτον διαβεβοῆσθαι, καὶ θαυμάζεσθαι μὲν παρὰ πάντων, ποθεῖσθαι δὲ καὶ παρὰ τῶν μὴ ἑω‐
25ρακότων αὐτὸν, τῆς ἀρετῆς καὶ τῆς θεοφιλοῦς αὐτοῦ ψυχῆς ἐστι γνώρισμα. Οὐ γὰρ ἐκ συγγραμμάτων, οὐδὲ ἐκ τῆς ἔξωθεν σοφίας, οὐδὲ διά τινα τέχνην, διὰ δὲ μόνην θεοσέβειαν ὁ Ἀντώνιος ἐγνωρίσθη. Τοῦτο δὲ ὡς Θεοῦ δῶρον οὐκ ἄν τις ἀρνήσαιτο. Πόθεν γὰρ
30εἰς τὰς Σπανίας καὶ εἰς τὰς Γαλλίας, πῶς εἰς τὴν Ῥώμην καὶ τὴν Ἀφρικὴν, ἐν ὄρει κεκρυμμένος καὶ καθήμενος ἠκούσθη, εἰ μὴ ὁ Θεὸς ἦν, ὁ παντα‐ χοῦ τοὺς ἑαυτοῦ γνωρίζων ἀνθρώπους, ὁ καὶ Ἀντω‐ νίῳ τοῦτο κατὰ τὴν ἀρχὴν ἐπαγγειλάμενος; Κἂν γὰρ
35αὐτοὶ κεκρυμμένως πράττωσι, κἂν λανθάνειν ἐθέλω‐ σιν· ἀλλ’ ὁ Κύριος αὐτοὺς ὡς λύχνους δείκνυσι πᾶ‐ σιν, ἵνα καὶ οὕτως οἱ ἀκούοντες γινώσκωσι δυνατὰς εἶναι τὰς ἐντολὰς εἰς τὸ κατορθοῦν, καὶ ζῆλον τῆς ἐπ’ ἀρετὴν ὁδοῦ λαμβάνωσι.
40Ταῦτα τοίνυν τοῖς μὲν ἄλλοις ἀδελφοῖς ἀνά‐
γνωτε, ἵνα μάθωσιν ὁποῖος ὀφείλει τῶν μοναχῶν ὁ973

26

.

976

βίος εἶναι, καὶ πεισθῶσιν, ὅτι ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς δοξάζοντας αὐτὸν δοξά‐ ζει, καὶ τοὺς δουλεύοντας αὐτῷ μέχρι τέλους οὐ μό‐ νον εἰς τὴν βασιλείαν ἄγει τῶν οὐρανῶν, ἀλλὰ καὶ
5ἐνταῦθα κρυπτομένους, καὶ σπουδάζοντας ἀναχωρεῖν, φανεροὺς καὶ διαβοήτους διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὴν τῶν ἄλλων ὠφέλειαν πανταχοῦ ποιεῖ. Ἐὰν δὲ χρεία γένηται, καὶ τοῖς ἐθνικοῖς ἀνάγνωτε· ἵνα κἂν οὕτως ἐπιγνῶσιν, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς
10Χριστὸς οὐ μόνον ἐστὶ Θεὸς καὶ τοῦ Θεοῦ Υἱός· ἀλλ’ ὅτι καὶ οἱ τούτῳ γνησίως λατρεύοντες, καὶ πιστεύον‐ τες εἰς αὐτὸν εὐσεβῶς, τοὺς δαίμονας, οὓς αὐτοὶ οἱ Ἕλληνες νομίζουσιν εἶναι θεοὺς, τούτους οἱ Χριστια‐ νοὶ ἐλέγχουσιν, οὐ μόνον μὴ εἶναι θεοὺς, ἀλλὰ καὶ
15πατοῦσι καὶ διώκουσιν, ὡς πλάνους καὶ φθορέας τῶν ἀνθρώπων τυγχάνοντας, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ‐
ρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.975