TLG 2035 046 :: ATHANASIUS :: Petitiones Arianorum ATHANASIUS Theol. Petitiones Arianorum Citation: Volume — page — (line) | ||
26.820(9t) | Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ | |
10t | βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ, καὶ | |
---|---|---|
11t | ἑτέρων τινῶν Ἀρειανῶν, κατὰ Ἀθανασίου | |
12t | ἐπισκόπου Ἀλεξανδρείας. | |
13t | Πρώτη ἐντυχία, ἣν ἐποιήσαντο, ἀπερχομένου τοῦ βα‐ | |
14t | σιλέως εἰς κάμπον ἐν τῇ Ῥωμανησίᾳ πύλῃ. | |
15 | Δεόμεθά σου τοῦ κράτους, καὶ τοῦ βασιλείου σου, καὶ τῆς εὐσεβείας σου, ἄκουσον ἡμῶν. Ὁ βασιλεὺς εἶπεν· Τίνες ἐστὲ, καὶ πόθεν; Οἱ Ἀρειανοὶ εἶπον· Κύριε, Χριστιανοί. Ὁ βασιλεὺς εἶπε· Πόθεν καὶ ἐκ ποίας πόλεως; Οἱ Ἀρειανοὶ εἶπον· Ἀλεξανδρείας. | |
20 | Ὁ βασιλεὺς εἶπε· Τί βούλεσθε; Οἱ Ἀρειανοὶ εἶ‐ πον· Δεόμεθά σου τοῦ κράτους καὶ τοῦ βασιλείου σου, ἐπίσκοπον ἡμῖν δός. Ὁ βασιλεὺς εἶπεν· Ἐκέ‐ λευσα τὸν πρότερον, ὅνπερ εἴχετε τὸ πρότερον Ἀθα‐ νάσιον, καθέζεσθαι ἐν τῷ θρόνῳ. Οἱ Ἀρειανοὶ εἶ‐ | |
25 | πον· Δεόμεθά σου τοῦ κράτους· καὶ ἐν ἐξορισμῷ καὶ ἐν κατηγορίᾳ ἐστὶν ἔτη πολλά. Στρατιώτης ἐξ‐ αίφνης ζηλώσας ἀπεκρίνατο· Δέομαί σου τοῦ βασι‐ λείου, αὐτὸς ἐξέτασον, τίνες εἰσὶ, καὶ πόθεν. Οὗτοι γάρ εἰσι τὰ λείψανα καὶ ἡ παραβολὴ τῆς Καππαδο‐ | |
30 | κίας, τὰ ὑπόλοιπα τοῦ ἀνοσίου ἐκείνου Γεωργίου, οἱ τὴν πόλιν καὶ τὸν κόσμον ἐρημώσαντες. Ἀκούσας ὁ βασιλεὺς ἐπτέρνισε τὸν ἵππον, καὶ ἀπῆλθεν εἰς τὸν κάμπον. | |
33t | Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν. | |
34 | Κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανα‐ | |
35 | σίου, ὅστις πρὸ δέκα καὶ εἴκοσιν ἐτῶν ἐχωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. Ὁ βα‐ σιλεὺς εἶπεν· Αἱ πρὸ δέκα καὶ κʹ, καὶ λʹ ἐτῶν κατ‐ | |
40 | ηγορίαι ἤδη παρῆλθον· Ἐμοὶ μὴ λέγετε περὶ Ἀθα‐ νασίου· οἶδα γὰρ διὰ τί κατηγορήθη, καὶ πῶς ἐξ‐ ωρίσθη. | |
44t | Τρίτη ἐντυχία τῶν Ἀρειανῶν. | |
45 | Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται· ἀλλ’ ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκ τῶν τοῦ, πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸς | |
26.820(50) | ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθους εἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου | |
Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶ | 820 | |
26.821 | ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀρ‐ | |
5 | γισθεὶς εἶπε· Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασι‐ λεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι κα‐ λῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει. | |
10 | Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ | |
15 | ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συν‐ άγεσθαι. Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου, αἱρεσιώτας καὶ | |
20 | δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν· Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλη‐ σιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνε‐ | |
25 | κεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως; Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος | |
30 | ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογρά‐ ψει. Καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον, μάθῃ παρὰ Ἀθανασίου. Ἔχετε τὴν αὔριον καὶ τὴν ἐπαύριον. Ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον. Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βα‐ σιλεῖ. Δέομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανα‐ | |
35 | σίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ; Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγο‐ ρίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ | |
40 | σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν; Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· Δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον. | |
45t | Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλα‐ | |
46t | τίου γενομένη παρὰ Λουκίου. | |
47 | Δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασι‐ λεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής; Λούκιος εἶπε· | |
26.821(50) | Δέομαί σου, πλοΐ. Ὁ βασιλεὺς εἶπε· Πρὸς σὲ λέγω, | 822 |
26.824 | Λούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέου‐ σιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον | |
5 | εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμ‐ πλεόντων λιμένος τύχοι. Καὶ δι’ Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνού‐ χους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρεια‐ | |
10 | νοί. Καὶ γνοὺς τοῦτο βασιλεὺς, καὶ τοὺς εὐνούχους βασανίσας, εἶπεν· Εἴ τις ἐντυχεῖν βούλεται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. Καὶ οὕτως ἀφῆκεν ὁ | |
βασιλεύς. | 824 |