TLG 2035 045 :: ATHANASIUS :: Tomus ad Antiochenos

ATHANASIUS Theol.
(Alexandrinus: A.D. 4)

Tomus ad Antiochenos

Citation: Volume — page — (line)

26

.

796

(14t)

Ο ΠΡΟΣ ΤΟΥΣ ΑΝΤΙΟΧΕΙΣ ΤΟΜΟΣ ΑΘΑΝΑ‐
15tΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ.
16 Τοῖς ἀγαπητοῖς καὶ ποθεινοτάτοις συλλειτουργοῖς Εὐσεβίῳ, Λουκίφερι, Ἀστερίῳ, Κυματίῳ καὶ Ἀνατολίῳ, Ἀθανάσιος καὶ οἱ παρατυχόντες ἐν Ἀλε‐ ξανδρείᾳ ἐπίσκοποι ἀπό τε τῆς Ἰταλίας καὶ Ἀρα‐
20βίας, Αἰγύπτου καὶ Λιβύης, Εὐσέβιος, Ἀστέριος, Γάϊος, Ἀγαθὸς, Ἀμμώνιος, Ἀγαθοδαίμων, Δρακόν‐ τιος, Ἀδέλφιος, Ἑρμαίων, Μάρκος, Θεόδωρος, Ἀνδρέας, Παφνούτιος, ἄλλος Μάρκος, Ζώϊλος, Μη‐ νᾶς, Γεώργιος, Λούκιος, Μακάριος, καὶ οἱ λοιποὶ, ἐν
25Χριστῷ πλεῖστα χαίρειν. Πεπείσμεθα μὲν, ὅτι, λειτουργοὶ Θεοῦ καὶ οἰκο‐ νόμοι καλοὶ τυγχάνοντες, ἱκανοί ἐστε πρὸς ἅπαντα τὰ τῆς Ἐκκλησίας ἁρμόζεσθαι· ἐπειδὴ δὲ καὶ εἰς ἡμᾶς ἦλθεν, ὅτι πλεῖστοι πρότερον διὰ φιλονεικίαν
30διαιρεθέντες ἀφ’ ἡμῶν, νῦν εἰρηνεύειν βούλονται, πολλοὶ δὲ, καὶ τῆς πρὸς τοὺς Ἀρειομανίτας σχέσεως ἀποστάντες, ἀντιποιοῦνται τῆς πρὸς ἡμᾶς κοινω‐ νίας· ἀναγκαῖον ἡγησάμεθα ταῦθ’ ἅπερ ἐγράψαμεν ἡμεῖς τε καὶ οἱ ἀγαπητοὶ ἡμῶν Εὐσέβιός τε καὶ
35Ἀστέριος, γράψαι τῇ ὑμῶν χρηστότητι, καὶ αὐτοὶ ἀγαπητοὶ καὶ ὡς ἀληθῶς ποθεινότατοι συλλειτουρ‐ γοὶ, χαίροντες μὲν ἐπὶ τῇ τοιαύτῃ ἀκοῇ, εὐχόμενοι δὲ ἵνα καὶ, εἴ τις ἔτι περιλείπεται μακρὰν ἀφ’ ἡμῶν,
καὶ εἴ τις ἔτι τοῖς Ἀρειανοῖς συνερχόμενος φαίνεται,

26

.

797

οὗτος ἀποπηδήσῃ τῆς ἐκείνων μανίας· ὥστε πάντας πανταχοῦ λοιπὸν λέγειν· «Εἷς Κύριος, μία πί‐ στις.» Τί γὰρ οὕτω «καλὸν,» ὡς ὁ Ὑμνῳδὸς εἶπεν, ἢ τί «τερπνὸν» ἀλλ’ ἢ «τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ
5αὐτό;» Οἶκος δὲ ἡμῶν ἡ Ἐκκλησία· καὶ φρόνημα εἶναι πρέπει τὸ αὐτό· οὕτω γὰρ πιστεύομεν καὶ τὸν Κύριον μεθ’ ἡμῶν κατοικήσειν λέγοντα· «Ἐνοικήσω ἐν αὐ‐ τοῖς καὶ ἐμπεριπατήσω,» καὶ, «Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.» Ὧδε δὲ ποῦ, ἢ ἔνθα μία πί‐
10στις καὶ εὐσέβεια κηρύσσεται; Ἐβουλόμεθα μὲν οὖν ἀληθῶς καὶ ἡμεῖς οἱ ἀπὸ τῆς Αἰγύπτου ἅμα τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς Εὐσεβίῳ καὶ Ἀστερίῳ διὰ πολλὰ μὲν, μάλιστα δὲ τούτου χάριν ἐλθεῖν, ἵν’ ἅμα τὴν ὑμετέραν περι‐
15πτυξώμεθα διάθεσιν, καὶ κοινῇ τῆς τοιαύτης ἀπολαύ‐ σωμεν εἰρήνης τε καὶ ὁμονοίας· ἐπειδὴ δὲ, καθὼς καὶ ἐν ταῖς ἄλλαις ἐπιστολαῖς ἐδηλώσαμεν, καὶ δύνασθε μαθεῖν παρὰ τῶν αὐτῶν συλλειτουργῶν ἡμῶν, αἱ ἐκκλησιαστικαὶ χρεῖαι κατέχουσιν ἡμᾶς· ἐλυ‐
20πήθημεν μὲν, ὅμως δὲ ἠξιώσαμεν τοὺς αὐτοὺς συλλει‐ τουργοὺς ἡμῶν Εὐσέβιον καὶ Ἀστέριον ἐλθεῖν ἀνθ’ ἡμῶν πρὸς ὑμᾶς· καὶ χάρις αὐτῶν τῇ θεοσεβείᾳ, ὅτι, καίπερ αὐτοὶ δυνάμενοι σπεύδειν εἰς τὰς παροι‐ κίας ἑαυτῶν, προέκριναν πάντων τὴν πρὸς ὑμᾶς ὁδὸν
25ἕνεκα τῆς κατεπειγούσης ἐκκλησιαστικῆς χρείας. Συνθεμένων οὖν αὐτῶν, παρεμυθησάμεθα ἑαυτοὺς, ὅτι, αὐτῶν τε καὶ ὑμῶν ἐκεῖ τυγχανόντων, πάντες ἑαυτοὺς ἡγούμεθα συνεῖναι ὑμῖν. Πάντας τοίνυν τοὺς βουλομένους εἰρηνεύειν πρὸς
30ἡμᾶς, καὶ μάλιστα τοὺς ἐν τῇ Παλαιᾷ συναγομέ‐ νους, καὶ τοὺς ἀποτρέχοντας δὲ ἀπὸ τῶν Ἀρεια‐ νῶν προσκαλέσασθε παρ’ ἑαυτοῖς, καὶ ὡς μὲν πατέ‐ ρες υἱοὺς προσλάβεσθε, ὡς δὲ διδάσκαλοι καὶ κηδε‐ μόνες ἀποδέξασθε, καὶ συνάψαντες αὐτοὺς τοῖς
35ἀγαπητοῖς ἡμῶν τοῖς περὶ Παυλῖνον, μηδὲν πλέον
ἀπαιτήσητε παρ’ αὐτῶν ἢ ἀναθεματίζειν μὲν τὴν

26

.

800

Ἀρειανὴν αἵρεσιν, ὁμολογεῖν δὲ τὴν παρὰ τῶν ἁγίων Πατέρων ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, ἀναθεμα‐ τίζειν δὲ καὶ τοὺς λέγοντας κτίσμα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διῃρημένον ἐκ τῆς οὐσίας τοῦ Χριστοῦ.
5Τοῦτο γάρ ἐστιν ἀληθῶς ἀποπηδᾷν ἀπὸ τῆς μυ‐ σαρᾶς αἱρέσεως τῶν Ἀρειανῶν, τὸ μὴ διαιρεῖν τὴν ἁγίαν Τριάδα, καὶ λέγειν τι ταύτης εἶναι κτίσμα. Οἱ γὰρ προσποιούμενοι μὲν ὀνομάζειν τὴν ὁμολογηθεῖσαν ἐν Νικαίᾳ πίστιν, τολμῶντες δὲ κατὰ τοῦ ἁγίου
10Πνεύματος βλασφημεῖν, οὐδὲν πλέον ποιοῦσιν, ἢ τὴν Ἀρειανὴν αἵρεσιν τοῖς μὲν ῥήμασιν ἀρνοῦν‐ ται, τῷ δὲ φρονήματι ταύτην κατέχουσιν. Ἀναθεμα‐ τιζέσθω δὲ παρὰ πάντων ἡ Σαβελλίου καὶ Παύλου τοῦ Σαμοσατέως ἀσέβεια, καὶ Οὐαλεντίνου καὶ Βασιλεί‐
15δου ἡ μανία, καὶ τῶν Μανιχαίων ἡ παραφρο‐ σύνη· τούτων γὰρ οὕτω γινομένων, πᾶσα παρὰ πάν‐ των ὑποψία φαύλη περιαιρεθήσεται, καὶ μόνη τῆς καθολικῆς Ἐκκλησίας ἡ πίστις καθαρὰ δειχθήσεται. Ὅτι μὲν οὖν ταύτην ἔχομεν τὴν πίστιν ἡμεῖς τε
20καὶ οἱ ἀεὶ μεθ’ ἡμῶν τὴν κοινωνίαν ἐσχηκότες, οὐδένα οὔτε ὑμῶν οὔθ’ ἕτερόν τινα ἀγνοεῖν ἡγούμεθα. Ἐπειδὴ δὲ συγχαίρομεν τοῖς βουλομένοις συνάπτεσθαι, πᾶσι μὲν, ἐξαιρέτως δὲ τοῖς ἐν τῇ Παλαιᾷ συναγο‐ μένοις, καὶ μάλιστα τὸν Κύριον ἐδοξάσαμεν, ὡς
25ἐπὶ πᾶσι, καὶ ἐπὶ τῇ ἀγαθῇ προθέσει τούτων· παρακα‐ λοῦμεν ὑμᾶς ἐπὶ τούτοις γίνεσθαι τούτων τὴν ὁμόνοιαν, καὶ μηδὲν τούτων πλέον, καθὰ προείπομεν, μήτε τοὺς ἐν τῇ Παλαιᾷ συναγομένους ἀπαιτεῖσθαι παρ’ ὑμῶν, μήτε τοὺς περὶ Παυλῖνον ἕτερόν τι μήτε πλέον
30τῶν ἐν Νικαίᾳ προβάλλεσθαι.
32 Καὶ τὸ θρυληθὲν γοῦν παρά τινων πιττάκιον, ὡς ἐν τῇ κατὰ Σαρδικὴν συνόδῳ συνταχθὲν περὶ πί‐ στεως, κωλύετε κἂν ὅλως ἀναγινώσκεσθαι ἢ προφέ‐
35ρεσθαι· οὐδὲν γὰρ τοιοῦτον ὥρισεν ἡ σύνοδος. Ἠξίω‐ σαν μὲν γάρ τινες, ὡς ἐνδεοῦς οὔσης τῆς κατὰ Νίκαιαν συνόδου, γράψαι περὶ πίστεως, καὶ ἐπεχεί‐ ρησάν γε προπετῶς· ἡ δὲ ἁγία σύνοδος ἡ ἐν Σαρδικῇ συναχθεῖσα ἠγανάκτησε, καὶ ὥρισε μηδὲν ἔτι περὶ
40πίστεως γράφεσθαι, ἀλλ’ ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθείσῃ πίστει, διὰ τὸ μηδὲν αὐτῇ λείπειν, ἀλλὰ πλήρη εὐσεβείας εἶναι, καὶ ὅτι μὴ δεῖν δευτέραν ἐκτίθεσθαι πίστιν, ἵνα μὴ ἡ ἐν Νικαίᾳ γραφεῖσα ὡς ἀτελὴς οὖσα νομισθῇ, καὶ
45πρόφασις δοθῇ τοῖς ἐθέλουσι πολλάκις γράφειν καὶ ὁρίζειν περὶ πίστεως. Ὅθεν κἂν τοῦτό τις, ἢ ἕτερον
προβάλληται, παύετε τοὺς τοιούτους, καὶ μᾶλλον εἰ‐

26

.

801

ρηνεύειν αὐτοὺς πείθετε· καὶ γὰρ οὐδὲν πλέον συνεί‐ δομεν ἐν τούτοις ἢ φιλονεικίαν μόνην. Οὓς γὰρ ἐμέμ‐ φοντό τινες ὡς τρεῖς λέγοντας ὑποστάσεις, διὰ τὸ ἀγράφους καὶ ὑπόπτους αὐτόθεν εἶναι τὰς λέξεις,
5ἠξιώσαμεν μὲν μηδὲν πλέον ἐπιζητεῖν πλὴν τῆς κατὰ Νίκαιαν ὁμολογίας· ἀνεκρίναμεν δὲ ὅμως τούτους διὰ τὴν φιλονεικίαν, μὴ ἆρ’ ὡς οἱ Ἀρειομανῖται λέγουσιν ἀπηλλοτριωμένας καὶ ἀπεξενωμένας, ἀλλο‐ τριοουσίους τε ἀλλήλων, καὶ ἑκάστην καθ’ ἑαυτὴν
10ὑπόστασιν διῃρημένην, ὡς ἔστι τά τε ἄλλα κτίσματα, καὶ οἱ ἐξ ἀνθρώπων γεννώμενοι· ἢ ὥσπερ διαφόρους οὐσίας, ὥσπερ ἐστὶ χρυσὸς, ἢ ἄργυρος, ἢ χαλκὸς, οὕτω καὶ αὐτοὶ λέγωσιν· ἢ ὡς ἄλλοι αἱρετικοὶ τρεῖς ἀρ‐ χὰς καὶ τρεῖς θεοὺς λέγουσιν, οὕτω καὶ οὗτοι φρονοῦν‐
15τες, τρεῖς ὑποστάσεις λέγωσι; Διεβεβαιώσαντο μήτε λέγειν, μήτε πεφρονηκέναι ποτὲ οὕτως. Ἐρωτών‐ των δὲ ἡμῶν αὐτούς· Πῶς οὖν ταῦτα λέγετε; ἢ διὰ τί δὲ ὅλως τοιαύταις χρῆσθαι λέξεσιν; ἀπεκρίναντο, διὰ τὸ εἰς ἁγίαν Τριάδα πιστεύειν, οὐκ ὀνόματι Τριάδα
20μόνον, ἀλλ’ ἀληθῶς οὖσαν καὶ ὑφεστῶσαν, Πατέρα τε ἀληθῶς ὄντα καὶ ὑφεστῶτα, καὶ Υἱὸν ἀληθῶς ἐνού‐ σιον ὄντα καὶ ὑφεστῶτα, καὶ Πνεῦμα ἅγιον ὑφεστὼς καὶ ὑπάρχον οἴδαμεν, μήτε δὲ εἰρηκέναι τρεῖς θεοὺς ἢ τρεῖς ἀρχὰς, μήθ’ ὅλως ἀνέχεσθαι τῶν τοῦτο
25λεγόντων, ἢ φρονούντων· ἀλλ’ εἰδέναι ἁγίαν μὲν Τριάδα, μίαν δὲ θεότητα, καὶ μίαν ἀρχὴν, καὶ Υἱὸν μὲν ὁμοούσιον τῷ Πατρὶ, ὡς εἶπον οἱ Πατέρες, τὸ δὲ ἅγιον Πνεῦμα, οὐ κτίσμα, οὐδὲ ξένον, ἀλλ’ ἴδιον καὶ ἀδιαίρετον τῆς οὐσίας τοῦ Υἱοῦ καὶ τοῦ Πατρός.
32 Ἀποδεξάμενοι δὲ τούτων τὴν ἑρμηνείαν τῶν λέ‐ ξεων, καὶ τὴν ἀπολογίαν, ἀνεκρίναμεν τοὺς αἰ‐ τιαθέντας παρὰ τούτων, ὡς λέγοντας μίαν ὑπόστασιν,
35μὴ ἆρα ὡς Σαβέλλιος φρονεῖ, οὕτω καὶ οὗτοι λέγου‐ σιν ἐπὶ ἀναιρέσει τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ἢ ὡς ἀνουσίου ὄντος τοῦ Υἱοῦ, ἢ ἀνυποστάτου τοῦ ἁγίου Πνεύματος; Οἱ δὲ καὶ αὐτοὶ διεβεβαιώσαντο μήτε τοῦτο λέγειν, μήτε οὕτω πεφρονηκέναι πώποτε·
40ἀλλ’ ὑπόστασιν μὲν λέγομεν, ἡγούμενοι ταὐτὸν εἶναι εἰπεῖν ὑπόστασιν καὶ οὐσίαν· μίαν δὲ φρονοῦμεν, διὰ τὸ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱὸν, καὶ διὰ τὴν ταυτότητα τῆς φύσεως· μίαν γὰρ θεότητα, καὶ μίαν εἶναι τὴν ταύτης φύσιν πιστεύομεν, καὶ οὐκ
45ἄλλην μὲν τὴν τοῦ Πατρὸς, ξένην δὲ τούτου τὴν τοῦ Υἱοῦ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος. Ἀμέλει κἀκεῖ οἱ αἰτιαθέντες ὡς εἰρηκότες τρεῖς ὑποστάσεις συνετί‐ θεντο τούτοις· καὶ αὐτοὶ δὲ οἱ εἰρηκότες μίαν
οὐσίαν τὰ ἐκείνων ὥσπερ ἡρμήνευσαν καὶ ὡμολόγουν,

26

.

804

καὶ ἀνεθεματίζετο παρ’ ἀμφοτέρων τῶν μερῶν Ἄρειός τε ὡς Χριστομάχος, καὶ Σαβέλλιος καὶ Παῦ‐ λος ὁ Σαμοσατεὺς ὡς ἀσεβεῖς, καὶ Οὐαλεντῖνος καὶ Βασιλείδης ὡς ἀλλότριοι τῆς ἀληθείας, Μανιχαῖος δὲ
5ὡς ἐφευρετὴς κακῶν· πάντες τε τῇ τοῦ Θεοῦ χάριτι, καὶ μετὰ τὰς τοιαύτας ἑρμηνείας ὁμοῦ συντίθενται τῶν τοιούτων λέξεων βελτίονα καὶ ἀκριβεστέραν εἶναι τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πί‐ στιν, καὶ τοῦ λοιποῦ τοῖς ταύτης ἀρκεῖσθαι μᾶλλον
10καὶ χρᾶσθαι ῥήμασιν.
12 Ἀλλὰ καὶ τὸ περὶ τῆς κατὰ σάρκα οἰκονομίας τοῦ Σωτῆρος, ἐπειδὴ καὶ περὶ τούτου ἐδόκουν φιλο‐ νεικεῖν τινες πρὸς ἀλλήλους, ἀνεκρίναμεν καὶ τούτους
15κἀκείνους, καὶ ἅπερ ὡμολόγουν οὗτοι, συνετίθεντο κἀκεῖνοι, ὅτι οὐχ ὡς εἰς τοὺς προφήτας «ἐγέ‐ νετο ὁ Λόγος Κυρίου,» οὕτω καὶ εἰς ἅγιον ἄνθρωπον ἐνεδήμησεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀλλ’ αὐτὸς ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων,
20ἔλαβε δούλου μορφὴν, ἔκ τε τῆς Μαρίας τὸ κατὰ σάρκα γεγένηται ἄνθρωπος δι’ ἡμᾶς, καὶ οὕτω τελείως καὶ ὁλοκλήρως τὸ ἀνθρώπινον γένος ἐλευθερούμενον ἀπὸ τῆς ἁμαρτίας ἐν αὐτῷ, καὶ ζωο‐ ποιούμενον ἐκ τῶν νεκρῶν, εἰσάγεται εἰς τὴν βασι‐
25λείαν τῶν οὐρανῶν. Ὡμολόγουν γὰρ καὶ τοῦτο, ὅτι οὐ σῶμα ἄψυχον, οὐδ’ ἀναίσθητον, οὐδ’ ἀνόη‐ τον εἶχεν ὁ Σωτήρ. Οὐδὲ γὰρ οἷόν τε ἦν, τοῦ Κυρίου δι’ ἡμᾶς ἀνθρώπου γενομένου, ἀνόητον εἶναι τὸ σῶμα αὐτοῦ, οὐδὲ σώματος μόνου, ἀλλὰ καὶ ψυχῆς ἐν αὐτῷ
30τῷ Λόγῳ σωτηρία γέγονεν· Υἱός τε ὢν ἀληθῶς τοῦ Θεοῦ, γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ μονογενὴς ὢν Υἱὸς τοῦ Θεοῦ, γέγονεν ὁ αὐτὸς καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς. Διὸ οὔθ’ ἕτερος μὲν ἦν ὁ πρὸ τοῦ Ἀβραὰμ Υἱὸς τοῦ Θεοῦ, ἕτερος δὲ ὁ μετὰ Ἀβραάμ·
35οὐδ’ ἕτερος μὲν ἦν ὁ τὸν Λάζαρον ἐγείρας, ἕτερος δὲ

26

.

805

ὁ πυνθανόμενος περὶ αὐτοῦ· ἀλλ’ ὁ αὐτὸς ἦν ἀνθρω‐ πίνως μὲν λέγων, «Ποῦ Λάζαρος κεῖται;» θεϊκῶς δὲ τοῦτον ἀνεγείρων· ὁ αὐτὸς δὲ ἦν σωματικῶς μὲν ὡς ἄνθρωπος πτύων, θεϊκῶς δὲ ὡς Υἱὸς τοῦ Θεοῦ
5ἀνοίγων τοὺς ὀφθαλμοὺς τοῦ ἐκ γενετῆς τυφλοῦ· καὶ σαρκὶ μὲν πάσχων, ὡς εἶπεν ὁ Πέτρος, θεϊκῶς δὲ ἀνοίγων τὰ μνήματα, καὶ ἀνεγείρων τοὺς νεκρούς. Ἐξ ὧν καὶ πάντα τὰ ἐν τῷ Εὐαγγελίῳ οὕτω νοοῦν‐ τες, τὸ αὐτὸ φρονεῖν περὶ τῆς σαρκώσεως καὶ ἐναν‐
10θρωπήσεως τοῦ Λόγου διεβεβαιώσαντο. Τούτων τοίνυν οὕτως ὁμολογηθέντων, παρακα‐ λοῦμεν ὑμᾶς τοὺς μὲν οὕτως ὁμολογοῦντας καὶ ἑρμη‐ νεύοντας οὕτω τὰς λέξεις, ἃς λέγουσι, μὴ κατα‐ κρίνετε προπετῶς, μηδὲ ἀποβάλλετε, ἀλλὰ μᾶλ‐
15λον εἰρηνεύοντας καὶ ἀπολογουμένους προσλαμβάνε‐ σθε· τοὺς δὲ μὴ βουλομένους οὕτως ὁμολογεῖν καὶ διερμηνεύειν τὰς λέξεις, τούτους κωλύετε καὶ ἐντρέ‐ πετε, ὡς ὑπόπτους τῷ φρονήματι. Τούτων τε μὴ ἀνεχόμενοι συμβουλεύετε κἀκείνοις τοῖς ὀρθῶς ἑρμη‐
20νεύουσί τε καὶ φρονοῦσι μηδὲν πλέον ἀλλήλους ἀνα‐ κρίνειν μηδὲ λογομαχεῖν ἐπ’ οὐδὲν χρήσιμον, μήτε ταῖς τοιαύταις λέξεσι διαμάχεσθαι, ἀλλὰ τῷ φρονή‐ ματι τῆς εὐσεβείας συμφωνεῖν. Οἱ γὰρ μὴ οὕτω δια‐ νοούμενοι, ἀλλὰ μόνον ἐπὶ τοῖς τοιούτοις λεξειδίοις
25φιλονεικοῦντες, καὶ παρὰ τὰ ἐν Νικαίᾳ γραφέντα ζητοῦντες, οὐδὲν ἕτερον ποιοῦσιν, ἢ «ποτίζουσιν ἀνα‐ τροπὴν θολερὰν τὸν πλησίον,» ὡς φθονοῦντες τὴν εἰρήνην καὶ ἀγαπῶντες τὰ σχίσματα. Ἀλλ’ ὑμεῖς, ὡς ἀγαθοὶ ἄνθρωποι καὶ πιστοὶ δοῦλοι, καὶ οἰκο‐
30νόμοι τοῦ Κυρίου, τὰ μὲν σκανδαλίζοντα καὶ ξενί‐ ζοντα παύετε καὶ κωλύετε, πάντων δὲ μᾶλλον προ‐ κρίνετε τὴν τοιαύτην εἰρήνην, οὔσης ὑγιαινούσης πίστεως· ἴσως ὁ Κύριος ἐλεήσει ἡμᾶς, καὶ συνάψει τὰ διῃρημένα, καὶ γενομένης μιᾶς ποίμνης, πάλιν
35πάντες ἕνα ἔχομεν καθηγεμόνα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ταῦτα ἡμεῖς μὲν, εἰ καὶ μηδὲν πλέον ἔδει ζη‐ τεῖν τῆς ἐν Νικαίᾳ συνόδου, μηδὲ ἀνέχεσθαι τῶν ἐκ φιλονεικίας ῥημάτων, ἀλλά γε διὰ τὴν εἰρήνην, καὶ
40ἕνεκα τοῦ μὴ ἀποβάλλειν τοὺς ὀρθῶς πιστεύειν ἐθέλοντας, ἀνεκρίναμεν, καὶ ἅπερ ὡμολόγησαν, συν‐ τόμως ὑπηγορεύσαμεν, οἱ περιλειφθέντες ἐν τῇ Ἀλε‐ ξανδρείᾳ, κοινῇ μετὰ τῶν συλλειτουργῶν ἡμῶν Ἀστε‐ ρίου καὶ Εὐσεβίου· οἱ γὰρ πλεῖστοι ἐξ ἡμῶν
45ἀπεδήμησαν εἰς τὰς παροικίας ἑαυτῶν. Ὑμεῖς δὲ πάλιν κοινῇ ἔνθα καὶ εἰώθατε συνάγεσθαι, ἀνάγνωτε ταῦτα, κἀκεῖ πάντας προσκαλέσασθαι καταξιώσατε. Δίκαιον γὰρ ἐκεῖ πρῶτον τὴν ἐπιστολὴν ἀναγνωσθῆ‐
ναι, κἀκεῖ τοὺς βουλομένους καὶ ἀντιποιουμένους τῆς

26

.

808

εἰρήνης συνάπτεσθαι· καὶ λοιπὸν συναφθέντων αὐ‐ τῶν, ἔνθα ἂν ἀρέσῃ πᾶσι τοῖς λαοῖς, παρούσης τῆς ὑμετέρας χρηστότητος, ἐκεῖ τὰς συνάξεις ἐπιτελεῖ‐ σθαι, καὶ τὸν Κύριον κοινῇ παρὰ πάντων δοξάζεσθαι.
5Προσαγορεύουσιν ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἐῤῥῶ‐ σθαι ὑμᾶς, καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὔχο‐ μαι, Ἐγώ τε Ἀθανάσιος· ὁμοίως τε οἱ ἄλλοι ἐπίσκο‐ ποι οἱ συνελθόντες ὑπέγραψαν· καὶ οἱ ἀποσταλέν‐ τες δὲ παρὰ μὲν Λουκίφερος τοῦ ἐπισκόπου
10Σαρδίας νήσου, διάκονοι δύο, Ἑρέννιος, καὶ Ἀγαπη‐ τός· παρὰ δὲ Παυλίνου Μάξιμος καὶ Καλήμερος, καὶ αὐτοὶ διάκονοι. Παρῆσαν δὲ καί τινες Ἀπολλιναρίου τοῦ ἐπισκόπου μονάζοντες, παρ’ αὐτοῦ εἰς τοῦτο πεμφθέντες.
15 Ἔστι δὲ ἕκαστος τῶν προκειμένων ἐπι‐ σκόπων, πρὸς οὓς ἡ ἐπιστολὴ ἐγράφη, Εὐσέβιος πό‐ λεως Βιργίλλων τῆς Γαλλίας, Λουκίφερ τῆς Σαρδίας νήσου, Ἀστέριος Πετρῶν τῆς Ἀραβίας, Κυ‐ μάτιος Παλτοῦ Κοίλης Συρίας, Ἀνατόλιος Εὐβοίας.
20 Οἱ δὲ ἐπιστείλαντες ὅ τε πάπας Ἀθανάσιος, καὶ οἱ παρατυχόντες σὺν αὐτῷ ἐν Ἀλεξανδρείᾳ, αὐτός τε Εὐσέβιος καὶ Ἀστέριος· καὶ οἱ λοιποὶ Γάϊος Πα‐ ρατονίου τῆς ἔγγιστα Λιβύης, Ἀγαθὸς Φραγώ‐ νεως καὶ μέρους Ἐλεαρχίας τῆς Αἰγύπτου· Ἀμμώ‐
25νιος Παχνεμούνεως καὶ τοῦ λοιποῦ μέρους τῆς Ἐλε‐ αρχίας, Ἀγαθοδαίμων Σχεδίας καὶ Μενελαΐτου· Δρα‐ κόντιος Ἑρμουπόλεως μικρᾶς, Ἀδέλφιος Ὀνούφεως τῆς Λύχνων, Ἑρμίων Τάνεως, Μάρκος Ζύγρων τῆς ἔγγιστα Λιβύης, Θεόδωρος Ἀθρίβεως, Ἀνδρέας
30Ἀρσενοΐτου, Παφνούτιος Σάεως, Μάρκος Φίλων, Ζώϊλος Ἄνδρω, Μῆνας Ἀντίφρων. Τούτοις καὶ Εὐσέβιος ὑπέγραψε Ῥωμαϊστὶ, ὧν ἡ ἑρμηνεία· Ἐγὼ Εὐσέβιος ἐπίσκοπος κατὰ τὴν ἀκρίβειαν
35ὑμῶν τὴν παρ’ ἑκατέρων τῶν μερῶν ὁμολογηθεῖσαν ἀλλήλοις συντιθεμένων περὶ τῶν ὑποστάσεων, καὶ αὐτὸς συγκατεθέμην· οὐ μὴν ἀλλὰ καὶ περὶ τῆς σαρκώσεως τοῦ Σωτῆρος ἡμῶν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ ἄνθρωπος γέγονεν, ἀναλαβὼν πάντα ἄνευ
40ἁμαρτίας, οἷος ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνέστηκε, κατὰ τὸ τῆς ἐπιστολῆς ὕφος ἐπιστωσάμην. Καὶ ἐπειδὴ ἔξωθεν λέγεται τὸ τῆς Σαρδικῆς πιττάκιον ἕνεκεν τοῦ μὴ παρὰ τὴν ἐν Νικαίᾳ πίστιν δοκεῖν ἐκ‐ τίθεσθαι, καὶ ἐγὼ συγκατατίθεμαι, ἵνα μὴ ἡ ἐν
45Νικαίᾳ πίστις διὰ τούτου ἐκκλείεσθαι δόξῃ, μήτε εἶναι προκομιστέον. Ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔ‐
χομαι.

26

.

809

Ἐγὼ Ἀστέριος συνευδοκῶ τοῖς προγεγραμμένοις, καὶ ἐῤῥῶσθαι ὑμᾶς ἐν Κυρίῳ εὔχομαι. Καὶ μετὰ τὸ ἀποσταλῆναι ἀπὸ Ἀλεξανδρείας τὸν τόμον τοῦτον, οὕτω παρὰ τῶν προειρημένων
5ὑπογεγραμμένον, μετὰ ταῦτα καὶ αὐτοὶ ὑπέγραψαν· Ἐγὼ Παυλῖνος οὕτω φρονῶ, καθὼς παρέλαβον παρὰ τῶν Πατέρων, Ὄντα καὶ ὑφεστῶτα Πατέρα τέ‐ λειον καὶ ὑφεστῶτα Υἱὸν τέλειον, καὶ ὑφεστηκὸς τὸ Πνεῦμα τὸ ἅγιον τέλειον. Διὸ καὶ ἀποδέχομαι
10τὴν προγεγραμμένην ἑρμηνείαν περὶ τῶν τριῶν ὑποστάσεων, καὶ τῆς μιᾶς ὑποστάσεως, ἤτοι οὐσίας, καὶ τοὺς φρονοῦντας οὕτως. Εὐσεβὲς γάρ ἐστι φρο‐ νεῖν καὶ ὁμολογεῖν τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι. Καὶ περὶ τῆς ἐνανθρωπήσεως δὲ τῆς δι’ ἡμᾶς γενο‐
15μένης τοῦ Λόγου τοῦ Πατρὸς οὕτω φρονῶ, καθὼς γέγραπται, ὅτι, κατὰ τὸν Ἰωάννην, ὁ Λόγος σὰρξ ἐγένετο· οὐ κατὰ τοὺς ἀσεβεστάτους τοὺς λέγοντας μεταβολὴν αὐτὸν πεπονθέναι, ἀλλ’ ὅτι ἄνθρωπος δι’ ἡμᾶς γέγονεν, ἐκ τῆς ἁγίας Παρθένου Μαρίας
20καὶ ἁγίου Πνεύματος γεννηθείς. Οὔτε γὰρ ἄψυχον, οὔτε ἀναίσθητον, οὔτε ἀνόητον σῶμα εἶχεν ὁ Σω‐ τήρ· οὔτε γὰρ οἷόν τ’ ἦν, τοῦ Κυρίου ἀνθρώ‐ που δι’ ἡμᾶς γενομένου, ἀνόητον εἶναι αὐτοῦ τὸ σῶμα. Ὅθεν ἀναθεματίζω τοὺς τὴν ἐν Νικαίᾳ ὁμο‐
25λογηθεῖσαν πίστιν ἀθετοῦντας, καὶ μὴ λέγοντας ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, καὶ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἀναθεματίζω δὲ τοὺς λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα δι’ Υἱοῦ γεγονός. Ἔτι δὲ ἀναθεμα‐ τίζω Σαβελλίου καὶ Φωτεινοῦ, καὶ πᾶσαν αἵρε‐
30σιν, στοιχῶν τῇ πίστει τῇ κατὰ Νίκαιαν, καὶ πᾶσι τοῖς προγεγραμμένοις. Ἐῤῥῶσθαι ὑμᾶς εὔχομαι ἐγὼ
Καρτέριος.